Plutarch
Quaestiones Convivales
Conv 8.0.1
Choose a text
More by Plutarch (plutarch)
—
Perseus Grc2
8.0.1
8.0.1
οἱ φιλοσοφίαν, ὦ Σόσσιε Σενεκίων, ἐκ τῶν
8.0.1
συμποσίων ἐκβάλλοντες οὐ ταὐτὸ ποιοῦσι τοῖς τὸ φῶς ἀναιροῦσιν, ἀλλὰ χεῖρον, ὅσῳ λύχνου μὲν ἀρθέντος οἱ μέτριοι καὶ σώφρονες οὐδὲν ἔσονται κακίους, τὸ αἰδεῖσθαι τοῦ βλέπειν ἀλλήλους μεῖζον
8.0.1
ἔχοντες· ἀμαθίας δὲ δὴ καὶ ἀμουσίας σὺν οἴνῳ παρούσης,
8.0.1
οὐδʼ ὁ τῆς Ἀθηνᾶς χρυσοῦς λύχνος ἐκεῖνος εὔχαριν ἂν πότον καὶ κόσμιον παράσχοι. σιωπῶντας μὲν γὰρ ἐμπίπλασθαι μετʼ ἀλλήλων κομιδῇ συῶδες καὶ ἴσως ἀδύνατον· ὁ δὲ λόγον μὲν ἀπολιπὼν
8.0.1
1
8.0.1
ἐν συμποσίῳ, τὸ δὲ τεταγμένως
8.0.1
2
8.0.1
χρῆσθαι λόγῳ καὶ
8.0.1
ὠφελίμως οὐ προσιέμενος, πολὺ γελοιότερός ἐστι τοῦ πίνειν μὲν οἰομένου δεῖν
8.0.1
3
8.0.1
καὶ τρώγειν τοὺς δειπνοῦντας, ἄκρατον δὲ τὸν οἶνον αὐτοῖς ἐγχέοντος
8.0.1
4
8.0.1
καὶ τοὔψον ἀνήδυντον καὶ ἀκάθαρτον παρατιθέντος.
8.0.1
οὔτε γὰρ ποτὸν οὐδὲν οὔτʼ ἐδεστὸν οὕτως
8.0.1
5
8.0.1
ἀηδὲς
8.0.1
καὶ βλαβερόν ἐστι μὴ θεραπευθὲν ὃν προσήκει τρόπον, ὡς λόγος ἀκαίρως καὶ ἀνοήτως ἐν συμποσίῳ
8.0.1
περιφερόμενος. τὴν γοῦν μέθην οἱ λοιδοροῦντες φιλόσοφοι λήρησιν πάροινον ἀποκαλοῦσι· τὸ δὲ ληρεῖν οὐδέν ἐστιν ἀλλʼ ἢ λόγῳ κενῷ χρῆσθαι καὶ φλυαρώδει· λαλιᾶς δʼ ἀτάκτου καὶ φλυαρίας εἰς
8.0.1
ἄκρατον ἐμπεσούσης, ὕβρις καὶ παροινία τέλος ἀμουσότατον καὶ ἀχαριστότατον. οὐ φαύλως οὖν
8.0.1
καὶ παρʼ ἡμῖν ἐν τοῖς Ἀγριωνίοις
8.0.1
6
8.0.1
τὸν Διόνυσον αἱ γυναῖκες ὡς ἀποδεδρακότα ζητοῦσιν εἶτα παύονται καὶ λέγουσιν, ὅτι πρὸς τὰς Μούσας καταπέφευγε
8.0.1
καὶ κέκρυπται παρʼ ἐκείναις· μετʼ ὀλίγον δέ, τοῦ δείπνου τέλος ἔχοντος, αἰνίγματα καὶ γρίφους ἀλλήλοις προβάλλουσι· τοῦ μυστηρίου διδάσκοντος, ὅτι λόγῳ τε δεῖ χρῆσθαι παρὰ πότον θεωρίαν τινὰ καὶ μοῦσαν ἔχοντι, καὶ λόγου τοιούτου
8.0.1
τῇ μέθῃ παρόντος, ἀποκρύπτεται τὸ ἄγριον καὶ μανικόν, ὑπὸ τῶν Μουσῶν εὐμενῶς κατεχόμενον. ἃ τοίνυν ἐν τοῖς Πλάτωνος γενεθλίοις πέρυσι καὶ ἀκοῦσαι
8.0.1
καὶ εἰπεῖν συνέτυχεν ἡμῖν, πρῶτα τοῦτο περιέχει τὸ βιβλίον. ἔστι δὲ τῶν συμποσιακῶν ὄγδοον.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).