Regum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plutarch" aria-label="More works by Plutarch (plutarch)">
—
⋯
Original / primary: Textus receptus
43.1
̓ Αλκιβιά δης ἔ τι παῖ ς ὢ ν ἐ λή φθη λαβὴ ν ἐ ν παλαί στρᾳ: καὶ μὴ δυνά μενος διαφυγεῖ ν ἔ δακε τὴ ν χεῖ ρα τοῦ καταπαλαί οντος: εἰ πό ντος δὲ ἐ κεί νου“ δά κνεις ὡ ς αἱ γυναῖ κες,”“ οὐ μὲ ν οὖ ν” εἶ πεν“ ἀ λλ' ὡ ς οἱ λέ οντες.”
43.2
ἔ χων δὲ κύ να πά γκαλον ἐ ωνημέ νον ἑ πτακισχιλί ων δραχμῶ ν, ἀ πέ κοψεν αὐ τοῦ τὴ ν οὐ ρὰ ν“ ὅ πως” ἔ φη“ τοῦ το λέ γωσιν̓ Αθηναῖ οι περὶ ἐ μοῦ καὶ μηδὲ ν ἄ λλο πολυπραγμονῶ σι.”
43.3
προσελθὼ ν δὲ διδασκαλεί ῳ ῥ αψῳ δί αν̓ Ιλιά δος ᾔ τει: τοῦ δὲ διδασκά λου μηδὲ ν ἔ χειν̔ Ομή ρου φή σαντος, ἐ ντρί ψας; αὐ τῷ κό νδυλον παρῆ λθεν.
43.4
ἐ λθὼ ν δὲ ἐ πὶ θύ ρας τοῦ Περικλέ ους καὶ πυθό μενος αὐ τὸ ν μὴ σχολά ζειν ἀ λλὰ σκοπεῖ ν, ὅ πως ἀ ποδώ σει λό γους̓ Αθηναί οις,“ οὐ βέ λτιον” ἔ φη“ σκοπεῖ ν ἦ ν, ὅ πως οὐ κ ἀ ποδώ σει”
43.5
καλού μενος δὲ ἐ πὶ κρί σιν θανατικὴ ν ὑ πὸ τῶ ν̓ Αθηναί ων ἀ πὸ Σικελί ας ἔ κρυψεν ἑ αυτὸ ν, εἰ πὼ ν εὔ ηθες εἶ ναι τὸ δί κην ἔ χοντα ζητεῖ ν ἀ ποφυγεῖ ν, ἐ ξὸ ν φυγεῖ ν.
43.6
εἰ πό ντος δέ τινος“ οὐ πιστεύ εις τῇ πατρί δι τὴ ν περὶ σεαυτοῦ κρί σιν;'”“ ἐ γὼ μέ ν” ἔ φη“ οὐ δὲ τῇ μητρί, μή πως ἀ γνοή σασα τὴ ν μέ λαιναν βά λῃ ψῆ φον ἀ ντὶ τῆ ς λευκῆ ς.”
43.7
ἀ κού σας δὲ ὅ τι θά νατος αὐ τοῦ κατέ γνωσται καὶ τῶ ν σὺ ν αὐ τῷ“ δεί ξωμεν οὖ ν αὐ τοῖ ς” εἶ πεν“ ὅ τι ζῶ μεν:” καὶ πρὸ ς Λακεδαιμονί ους τρεψά μενος τὸ ν Δεκελεικὸ ν ἤ γειρεν ἐ πὶ τοὺ ς̓ Αθηναί ους πό λεμον.