De malorum subsistentia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Τὴν τοῦ κακοῦ φύσιν, ἥτις τέ ἐστι καὶ ὅθεν ἔχει τὴν γένεσιν, ἐζήτησαν μὲν καὶ τῶν πρὸ ἡμῶν τινες,––– αὐτὸ καθ' αὑτὸ τὸ κακὸν σκοπήσαντες, εἴτε ἔστιν εἴτε καὶ μή, καὶ εἰ ἔστι, πῶς ἐστὶ καὶ πόθεν εἰς τὸ εἶναι καὶ τὴν ὑπόστασιν ἥκει·... ἡμεῖς δὲ... ἀναγράψαντες, ἃ... τῷ θείῳ Πλάτωνι περὶ τῆς τοῦ κακοῦ φύσεως τεθεώρηται·––– καὶ τῆς τῶν ζητουμένων καταλήψεως ἐγγυτέρω πάντως ἐσόμεθα, τὴν τοῦ Πλάτωνος εὑρόντες ἔννοιαν, κἀκεῖθεν οἷον φῶς ταῖς ἡμῶν ζητήσεσιν ἀνάψαντες. Εἴτε οὖν ἐστὶ τὸ κακόν, εἴτε μή, πρῶτον σκοπητέον· καὶ εἰ ἔστι, πότερον ἐν τοῖς νοητοῖς ἐστὶ ἢ οὔ· καὶ εἰ ἐν τοῖς αἰσθητοῖς, πότερον κατ' αἰτίαν προηγουμένην ὑφέστηκεν ἢ οὔ· καὶ εἰ μή, πότερον οὐσίαν αὐτῷ τινὰ δοτέον, ἢ παντάπασιν ἀνούσιον αὐτοῦ τὸ εἶναι θετέον· καὶ εἰ ἔστι τοῦτο, πῶς ὑπέστη, τῆς ἀρχῆς ἑτέρας οὔσης, καὶ πόθεν ἄρχεται καὶ μέχρι τίνος πρόεισι· καὶ ἔτι πῶς καὶ πόθεν, προνοίας οὔσης, ἐστὶ τὸ κακόν;––– ἐφ' ἅπασι δὲ––– ἢ μηδὲν πεπραγματεῦσθαι οἰόμεθα, εἰ διαπέσοιμεν τῆς θεωρίας ἐκείνου.