Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De malorum subsistentia
ProclusSubs 2 · pg-scrape-grcMore by Proclus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ἀρχὴ οὖν τῆς περὶ αὐτῶν θεωρίας κατὰ φύσιν, πότερον τὸ κακὸν τῶν ὄντων ἐστὶν ἢ οὔ· καὶ πῶς γὰρ δυνατὸν εἶναι τοῦτο, ὃ τῆς τῶν ὄντων ἀρχῆς πάντῃ ἐστὶν ἄμοιρον; οὐδὲ γὰρ φωτὸς σκότος, οὔτε ἀρετῆς κακίαν μετασχεῖν δυνατόν, οὔτε τἀγαθοῦ τὸ κακόν.–––––– οὐδαμοῦ τῶν ὄντων εἶναι δεῖ τὸ κακόν· εἴτε γὰρ ἐκ τοῦ ἀγαθοῦ καὶ τοῦτο, πῶς ἔτι καλῶν ἁπάντων ἐκεῖνο καὶ ἀγαθῶν αἴτιον, ὃ τὴν τοῦ κακοῦ παρήγαγεν φύσιν;· οὐκ πάντων τῶν ὄντων τὸ ἀγαθὸν αἴτιον, οὐδ' ἀρχή, εἴπερ ἐν τοῖς οὖσι τεταγμένον διαφεύγει τὴν ἐξ ἐκείνου πάροδον. ὅλως δέ, εἰ πᾶν τὸ ὁπωσοῦν ὑφιστάμενον τοῦ εἶναι μετασχὸν ὑπέστη, τὸ δὲ τοῦ εἶναι μετασχὸν ἀνάγκη καὶ τοῦ ἑνὸς μετέχειν–––, οὔτε δὲ ἦν οὔτε ἔσται θέμις ἄλλως ποιεῖν τὰ δεύτερα ἃ ποιοῦσιν ἢ μετὰ τῶν ὑπερκειμένων– τὸν μὲν νοῦν μετὰ τῆς ζωῆς, τὴν δὲ ζωὴν μετὰ τοῦ εἶναι, πάντα δὲ μετὰ τοῦ ἑνός– δεῖ δήπου καὶ τὸ κακὸν αὖ δυοῖν πεπονθέναι θάτερον· ἢ μηδὲ τοῦ εἶναι μετειληχέναι τὸ παράπαν, ἢ ὁπωσοῦν τοῦ εἶναι μετασχὸν ἅμα καὶ τῆς ἐπέκεινα μετέχειν αἰτίας–––. ἢ μηδὲ εἶναι τὴν ἀρχήν, μηδὲ γεγονέναι μηδὲ εἶναι τὸ κακόν.––– ἀμ- φοτέρωθεν δὲ ἀναγκαῖον φάναι οὐδαμοῦ τὸ κακόν. εἰ δὲ... τἀγαθὸν ἐπέκεινα τῶν ὄντων–––. πῶς τὸ κακὸν ἔσται τῆς τοιαύτης ὀρέξεως παρῃρημένον;––– 3––– (τὸ κακόν)... μᾶλλον καὶ αὐτοῦ τοῦ μὴ ὄντος ἀπέχον τοῦ ἀγαθοῦ·––– τὸ τούτου δὲ πορρώτερον τοῦ ἐγγὺς μᾶλλον ἀνουσιώτερον. τὸ μηδαμῶς ἄρα ὂν μᾶλλον ἐστὶν ἤπερ τὸ λεγόμενον κακόν.––– εἰ δὲ καὶ,, οὐ μόνον ὑφίστησι τὴν τῶν ἀγαθῶν φύσιν ὁ τοῦ κόσμου τούτου πατήρ, ἀλλὰ καὶ βούλεται μηδὲν εἶναι μηδα- μοῦ κακόν, τίς ἔστι μηχανὴ ὑφεστάναι πρὸς ὑπόστασιν τὸ κακὸν ἀβούλη- τον τῷ δημιουργῷ; οὐ γὰρ ἄλλα μὲν αὐτὸν βούλεσθαι, ἄλλα δὲ ποιεῖν θεμιτόν, ἀλλ' ἡ βούλησις ἅμα καὶ ποίησις ἐπὶ τῶν θείων· ὥστε οὐ μόνον ἀβούλητον αὐτῷ τὸ κακόν, ἀλλὰ καὶ ἀνυπόστατον, οὐχ ὡς ἐκείνου μὴ ποιοῦντος– τοῦτο γὰρ οὐδὲ νοεῖν θέμις–, ἀλλ' ὡς μηδ' εἶναι ποιοῦντος· καὶ γὰρ ἦν ἡ βούλησις οὐ τοῦ μὴ ποιεῖσθαι παρ' αὐτοῦ τὸ κακόν, ἀλλ' ὅλως μὴ εἶναι· τί οὖν ἔτι τὸ ποιῆσον εἶναι, τοῦ προσάγοντος αὐτὸ πρὸς τὸ μὴ εἶναι ὑποστάτου πάντων ὄντος καὶ πατρός; τί γὰρ ἐναντίον αὐτῷ καὶ πόθεν; οὔτε γὰρ ἐξ αὐτοῦ τὸ κακοποιόν– οὐ γὰρ θέμις αὐτῷ· καὶ εἰ ἀλλαχόθεν, ἄτοπον· πάντα γὰρ τὰ ἐν τῷ κόσμῳ ἐκ τοῦ πατρός, τὰ μὲν αὐτόθεν, ὡς εἴρηται, τὰ δ' οἷον ἐνεργούντων ἄλλων. 4 Ὁ μὲν οὖν τὸ κακὸν ἐξορίζων τοῦ εἶναι λόγος τοιοῦτος ἄν τις εἴη, καὶ τοιαῦτα ἂν ἡμῖν προφέροιτο πιθανῶς λέγων. ὁ δὲ τὴν ἐναντίαν τούτῳ φωνὴν ἀφείς––– δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν- τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τὸ τῷ ἀγαθῷ μαχόμενον μὴ πάντως εἶναι κακόν. καίτοι τί τούτων ἑκατέρου γένοιτ' ἂν πρὸς τὴν φύσιν τῶν πραγμάτων ἀναρ- μοστότερον; αἱ γὰρ κακίαι μάχονται ταῖς ἀρεταῖς· καὶ δῆλον ὡς μάχονται ἐκ τε τῆς ἄλλης ἀνθρωπίνης ζωῆς, καθ' ἣν οἱ μὲν ἄδικοι τοῖς δικαίοις, οἱ δ' ἀκόλαστοι τοῖς σώφροσιν ἠναντίωνται, κἀκ τῆς ἐν αὐταῖς, εἰ βούλει, ταῖς ψυχαῖς διαστάσεως· οἷον ὅταν ἐν τοῖς ἀτελέσιν ἄγῃ μὲν ὁ λόγος ἑτέραν, βιάζηται δὲ τὸ πάθος, μαχομένων δὲ ἀμφοῖν ἡττᾶται μὲν τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος· τί γὰρ ἄλλο ἐν τούτοις ἐστὶν ἢ τὸ σῶφρον τῆς ψυχῆς στασιάζον πρὸς τὸ ἀκόλαστον ἦθος;––– τοῖς ἄλλοις κακοῖς, ἐν οἷς στασιαζούσης τῆς ψυχῆς αἰσθανόμεθα; γὰρ αἱ φαινόμεναι τῶν κακῶν πρὸς τοὺς ἀγαθοὺς ἐναντιώσεις πολλῷ πρό- τερον ἐν αὐταῖς εἰσὶν ἀφανῶς ταῖς ψυχαῖς· καὶ αὕτη τῆς ψυχῆς ἀμαθία ἐσχά- τη καὶ νόσος, ὅταν τὸ ἐν ἡμῖν κρεῖττον κρατῶνται ὑπὸ τῶν γηγενῶν καὶ ἀτίμων παθῶν.––– εἰ δ' ἐναντίαι μέν, ὥσπερ εἴπομεν, ταῖς ἀρεταῖς αἱ κακίαι, τῷ δ' ἀγαθῷ ἐναντίον τὸ κακόν– οὐ γὰρ αὐτὴ πρὸς ἑαυτὴν ἡ φύσις τοῦ ἀγαθοῦ πέφυκε στασιάζειν, ἀλλ' ὡς ἀπὸ μιᾶς ἑνάδος καὶ ἑνὸς αἰτίου ἔκγονος, ὁμοιότητί τε καὶ ἑνότητι καὶ φιλίᾳ ἔχεται, τά τε μείζω τῶν ἀγαθῶν σωστικὰ τῶν ἐλαττόνων εἰσί, καὶ τὰ ἐλάττω κοσμεῖται παρὰ τῶν τελειοτέρων· ἀνάγκη δήπου τὰς κακίας οὐ λόγῳ μόνον εἶναι κακίας, ἀλλ' ὄντως κακὸν· καὶ οὐκ ἔλαττον ἀγαθόν· οὐδαμοῦ γὰρ ἐναντίον τῷ μείζονι ἀγαθῷ τὸ ἔλαττον, ὥσπερ οὐδὲ τῷ μείζονι θερμῷ τὸ ἧττον, οὐδὲ τῷ μᾶλλον ψυχρῷ τὸ ἔλαττον. εἰ δὲ αἱ ψυχῆς κακίαι τῆς τοῦ κακοῦ φύσεως ὁμολογοῖντο, δεδειγμένον ἂν εἴη τὸ κακὸν εἰς τὰ ὄντα τελοῦν. 5 ὅτι τὸ κακόν ἐστι τὸ ἑκάστου φθαρ- τικόν·––– καὶ τὸ ἑκάστου ἀγαθὸν τὸ ἑκάστου ἐστὶ σωστικόν, τοῦ ἀγαθοῦ πᾶσιν ἡ ἔφεσις· τὸ γὰρ εἶναι καὶ σώζεσθαι πᾶσιν τὸ μὴ εἶναι καὶ φθείρεσθαι διὰ τὴν τοῦ κακοῦ φύσιν. ἀνάγκη οὖν ἢ τὸ κακὸν εἶναι, ἢ μηδὲν εἶναι μηδενὸς φθαρτικόν·––– φθαρτικῶν γὰρ μὴ ὄντων, μηδὲ φθορὰν εἶναι δυνατόν· φθορᾶς δὲ μὴ οὔσης, οὐδὲ γένεσιν, ἐπειδὴ πᾶσα γένεσις δι' ἄλλου γίνεται φθορᾶς· γενέσεως δὲ οὐκ οὔσης, ἀτελὴς ὁ σύμπας ἔσται κόσμος· θνητὰ γὰρ ἐν αὑτῷ γένη ζώων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλει τέλεος ἱκανῶς εἶναι, [Pl. Tim. 41bƒc]., δεῖ καὶ γένεσιν εἶναι· εἰ δὲ τοῦτο, δεῖ καὶ τὰ φθαρτικὰ τῶν ὄντων εἶναι καὶ τὰ γεννητικά, τὰ μὲν ἄλλων, τὰ δὲ ἄλλων· οὔτε γὰρ ἡ γένεσις οὔτε ἡ φθορὰ πᾶσιν ἐκ τῶν αὐτῶν. φθαρτικῶν δὲ ὄντων, ἃ ἐγγενόμενα τοῖς λαχοῦσι γένεσιν φθείρει τὴν ἐκείνων δύναμιν, δεῖ εἶναι καὶ τὸ κακόν. τοῦτο γὰρ ἦν τὸ κακόν, τὸ φθαρτικὸν ἑκάστου τῶν γεννητῶν, ἐν ᾧ πρώτως ἐστὶ καθ' αὑτό. καὶ γὰρ ψυχῆς μὲν ἄλλα φθαρτικά, σώματος δὲ ἄλλα, καὶ τὸ φθειρόμενον ἄλλο· καὶ οὐχ ὁ αὐτὸς τρόπος τῆς φθορᾶς, ἀλλ' οὗ μὲν οὐσιώδης, οὗ δὲ ζωτικός; καὶ οὗ μὲν τῆς οὐσίας ἀγομένης εἴς τε τὸ μὴ εἶναι καὶ τὴν φθοράν, οὗ δὲ τῆς ζωῆς ἀπὸ τοῦ ὄντος ὅλως φευγούσης ἐπ' ἄλλο μὴ ὄν. ὁ αὐτὸς ἄρα λόγος τόν τε σύμπαντα κόσμον τέλειον ἡμῖν διασώσεται, καὶ τὸ κακὸν ἐν τοῖς οὖσι θήσεται· ὥστε οὐ μόνον τὸ κακὸν ἔσται διὰ τὸ ἀγαθόν, ἀλλὰ καὶ ἀγαθὸν ἔσται αὐτῷ τῷ εἶναι. τοῦτο δὴ τὸ παρα- δοξότατον, ὃ καὶ ἀπὸ τῶν ἑξῆς ἔσται γνωριμώτερον. 6––– πᾶν τὸ ἀγαθὸν ὅσον ἐπιδέχεται τὴν τοῦ μᾶλλον καὶ ἧττον διαφοράν, κατὰ μὲν τὸ μᾶλλον τελεώτερον ἐστὶ καὶ τῆς ἑαυτοῦ πηγῆς ἐγγυτέρω καθίσταται, κατὰ δὲ αὖ τὸ ἧττον ἀμυδρούμενόν τε καὶ ἀτελέστερον διὰ τὴν ἔλλειψιν γινόμενον, ἀφίσταται πρὸς τὸ κάτω τῆς.––– ἆρ' οὖν οὐχὶ καὶ τὴν ἀδικίαν αὐτὴν καὶ τὴν ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσῳ μὲν ἧττον ἐστὶν ἀδικία, τοσούτῳ τῆς τοῦ ἀγαθοῦ φύσεως ἧττον ἀφέστηκεν, ὅσῳ δ' αὖ μᾶλλον μειζόνως ἔχει τὸ τῆς ἀδικίας πάθος, τοσούτῳ τοῦ ἀγαθοῦ μειζόνως ἐστὶν ἄμοιρος; ἀνάγκη δήπου συγχωρεῖν. ἀλλὰ τὸ μὲν ἀγαθὸν πᾶν, τό τε ἔλαττον καὶ τὸ μεῖζον, αὐξόμενον ἐγγυτέρω τοῦ πρωτίστου τῶν ἀγαθῶν ἐλέγομεν γίνεσθαι, καὶ τὸ τελέως ἀγαθὸν ταὐτὸν τῷ μάλιστα ἀγαθῷ. ἡ δὲ τῆς ἀδικίας αὔξησις τοῦ ἀγαθοῦ πάντως ἔλλειψις ἦν· οὐκ ἄρα ἀγαθὸν ἔτι τὴν ἀδικίαν προσήκει καλεῖν, οὔτε μεῖζον οὔτε ἔλαττον, ἀλλὰ πάντως κακόν. τὸ μὲν γὰρ ἔλαττον ἀγαθὸν αὐξόμενον γίνεται μειζόνως ἀγαθόν,· τὸ δὲ ἄδικον αὐξόμενον οὐ γίνεται μεῖζον ἀγαθόν. ἐναντίως οὖν ἔχον πρὸς τὸ ἀγαθόν, πῶς οὐκ ἂν εἴη τῶν κακῶν; ταῦτα μὲν δὴ καὶ οὗτος ὁ λόγος ἐρεῖ καὶ παρρησιάσεται περὶ τῆς τῶν κακῶν ὑποστάσεως.––– 7––– Εἰ τοίνυν καὶ ταῦτα ἀναγκαίως ἐστὶ διὰ τὴν παντοδύναμον καὶ πανάγα- θον ἐνέργειαν, οὔτ' ἂν τὸ ἀγαθὸν ἀεὶ ἐν πᾶσι τοῖς οὖσιν ὡσαύτως εἴη, οὔτ' ἂν ἡ τοῦ κακοῦ γένεσις ἐξελαύνοιτο τῶν ὄντων. εἰ γάρ ἐστι τὸ ποτὲ μὲν τοῦ ἀγαθοῦ μετέχειν δυνάμενον, ποτὲ δὲ αὖ τῆς ἐκείνου μετουσίας στερούμενον, στέρησις μὲν ἐξ ἀνάγκης ἔσται τῆς τοῦ ἀγαθοῦ μεταλήψεως· ἡ δὲ στέρησις αὐτὴ καθ' ἑαυτὴν εἶναι μὴ δυναμένη μηδὲ ἀπολελυμένη πάντῃ τῆς φύσεως, ἧς ἐστι στέρησις, τρόπον τινὰ δυναμουμένη παρ' αὐτῆς, διὰ τὴν πρὸς αὐτὴν ἐπιπλοκὴν εἰς τὴν τῶν ἐναντίων πρὸς τὸ ἀγαθὸν καθίσταται τάξιν·––– τὸ δ' ἄρα ἀγαθὸν... καὶ τὴν ἑαυτοῦ στέρησιν δυναμοῖ. ὡς γὰρ τὸ ἀγαθὸν ἐν πᾶσι τοῖς οὖσι τὴν πρωτίστην ἀπεγέννησε δύναμιν, οὕτω δὴ καὶ τὸ ἑκασταχοῦ πάντως ἀγαθὸν ἐν ἑκάστῳ τῶν ὄντων γεννᾷ τὴν ἑαυτοῦ δύναμιν, ᾗτινι ἡ τοῦ ἀγαθοῦ, ὡς εἴρηται, στέρησις συμπλεκομένη καὶ τὸ ἑαυτῆς ἀμενηνὸν τῇ ἐκείνου ῥώσασα δυνάμει, γίνεται μὲν ὑπεναντία τῷ ἀγαθῷ, ῥωσθεῖσα τῇ πρὸς αὐτὸ μίξει καὶ λαβοῦσα δύναμιν εἰς τὸ μάχεσθαι πρὸς τὸ ἐγγύς·––– οὐ γάρ ἐστι μοχθηρὸν εἶδος ζωῆς, ὡς πάντῃ ἀπεσβηκέναι τὴν τοῦ λόγου δύναμιν· μένει γὰρ ὁ λόγος ἔνδον, ἀμυδρὸν φθεγγόμενος, καίπερ παντοδαπῶν αὐτὸν περικεχυμένων παθῶν καὶ σύνεσις τὴν ἄνω οὐκ ἀπολείπει ψυχήν.––– 8––– ἀμιγῶς πρὸς τὴν στέρησιν, μετὰ τῆς τοιαύτης μίξεως. τὸ γὰρ ποτὲ μετέχον τοῦ πρώτως ἀγαθοῦ, ἀναπίμπλαται τῆς παρεμπλοκῆς τοῦ μὴ ἀγαθοῦ· ἐπεὶ καὶ τὸ αὐτοεῖναι ὄντως ὂν καὶ ὄν ἐστι μόνον, ἐν δὲ τοῖς τελευταίοις συγκέκραταί πως τῷ μὴ ὄντι· τὸ γὰρ πῇ μὲν ὄν, πῇ δὲ μὴ ὄν, καὶ ποτὲ μὲν ὄν, ἀπειράκις δὲ οὐκ ὄν, καὶ τὸ τοῦτο μὲν ὄν, τὰ δ' ἄλλα πάντα μὴ ὄν· τὶ ἂν λέγοι τις εἶναι μᾶλλον ἢ μὴ εἶναι πάντῃ τοῦ μὴ ὄντος πεπλησμένον· καὶ αὐτὸ δὲ τὸ μὴ ὄν, τὸ μὲν μηδαμῶς ὄν, ἀλλὰ καὶ αὐτῆς τῆς ἐσχάτης φύσεως, ἥτις κατὰ συμβεβηκός ἐστιν, ἀπολειπόμενον, μήτε καθ' αὑτὸ μήτε κατὰ συμβεβηκὸς εἶναι δυνάμενον– οὐ γὰρ πῇ μὲν ἔστι, πῇ δὲ οὐκ ἔστι τὸ μηδαμῶς ὄν· τὸ δὲ ὁμοῦ τῷ ὄντι μὴ ὄν, εἴτε στέ- ρησιν τοῦ ὄντος εἴτε ἑτεροιότητα [Pl. Parm. 160d] καλεῖν· καὶ τὸ μὲν πάντῃ μὴ ὄν, τὸ δὲ ἄνω μὲν οὐδὲν ἧττον τοῦ ὄντος ἐστίν, [Pl. soph. 258b 1– 2], ἐν δὲ τοῖς ποτὲ μὲν οὖσι, ποτὲ δὲ μὴ οὖσι,, τῷ δὲ εἶναι τρόπον τινὰ κρατούμενον καὶ αὐτό. 9 Ὥσπερ οὖν, εἰ τὸ μὴ ὂν ἤρετό τις, πότερον ἐστὶν ἢ οὐκ ἔστι, τὸ μὲν πάντῃ μὴ ὂν οὐδαμόθεν τοῦ εἶναι μετειληχός, ἐλέγομεν οὐδαμῶς ὄν· τὸ δὲ αὖ τρόπον τινὰ μὴ ὂν ἐν τοῖς οὖσι καταλέγειν συνεχωροῦμεν τῷ ταῦτα ἐρομένῳ. κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ κακόν– ἐπεὶ καὶ τοῦτο διττόν, τὸ μὲν μόνως κακόν, τὸ δὲ οὐκ ἀμιγὲς πρὸς τὸ ἀγαθόν– τὸ μὲν τοῦ ὄντος..., τὸ δὲ ἐν τοῖς οὖσι τάξομεν·, μήτε τοῦ ἀγαθοῦ διὰ τὸ εἶναι ἔρη- μον ἔτι μένειν δυνάμενον· ἅμα γὰρ ὄν ἐστι καὶ ἀγαθόν ἐστι. καὶ τὸ μὲν πάντῃ κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα- σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄντα πάροδον ἔχοι; τὸ δὲ οὐ πάντῃ κακόν, ὑπεναν- τίον [Pl. Theaet. 176a] μὲν ὂν ἀγαθῷ τινὶ καὶ οὐ παντί, τάττεται δὲ καὶ ἀγαθύνεται διὰ τὴν τῶν ὅλων ἀγαθῶν ὑπερβολήν· καὶ τοῖς μέν ἐστι κακὸν οἷς ἠναντίωται, τῶν δὲ ὡς ἀγαθῶν ἐξήρτηται· μάχεσθαι γὰρ ἐκείνοις οὐ δεῖ, ἀλλ' ἕπεσθαι πάντα κατὰ δίκην ἢ μηδὲ εἶναι τὸ παράπαν. 10 Πλάτων ἐν μὲν τῷ Τιμαίῳ κατὰ τὴν δημιουργικὴν βούλησιν ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι φησίν [Tim. 30a 2– 3]· ἐν δὲ τοῖς πρὸς τὸν γεωμέτρην λόγοις οὔτ' ἀπολέσθαι φησὶν τὰ κακά, ἀλλ' ἐξ ἀνάγκης [Theaet. 176a] καὶ οὐδὲν πρὸς τὴν ἐκείνου δημιουργίαν κακόν, οὔτε τῶν ὄντων οὔτε τῶν γινο- μένων.––– ἐπεὶ καὶ τὸ σκότος τὸ μὲν ἀμιγὲς πάντῃ... καὶ φωτὸς ἄμοιρον οὐκ ἔστι, τὸ δὲ ἐν τῷ φωτὶ γενόμενον καὶ ὑπ' αὐτοῦ ὁριζόμενον τῶν ὄντων ἐστίν.––– πάντα οὖν ἀγαθὰ τῷ πάντων πατρί, καὶ ἔστι τὸ κακὸν ἐν τοῖς μὴ πάντῃ κατὰ τὸ ἀγαθὸν ἑστάναι δυναμένοις.––– Πῶς μὲν οὖν ἐστι καὶ πῶς οὐκ ἔστι τὸ κακὸν ἐκ τούτων δῆλον. πάντες γὰρ οἵ τε πάντα λέγοντες ἀγαθὰ καὶ οἱ μή, πῇ μὲν ὀρθῶς λέγουσι, πῇ δὲ οὐκ ὀρθῶς. καὶ γὰρ ὅτι πάντα τὰ ὄντα ἐστίν, ἀληθές· ἀλλὰ καὶ τὸ μὴ ὂν ἔστι τῷ ὄντι συμπεπλεγμένον. πάντα οὖν ἀγαθὰ τῷ μηδὲν εἶναι κακὸν ἀκόσμητον καὶ ἀμιγές· καὶ τὸ κακόν ἐστιν, οἷς δὴ καὶ ἔστι κακόν· ἔστι δὲ ὧν ἡ φύσις ἀμιγῶς ἐν τῷ ἀγαθῷ μένειν οὐ πέφυκεν. 11 Ἐν τίσι δὲ τῶν ὄντων τὸ κακὸν καὶ ὅπως ὑπέστη καὶ πόθεν, ἑπόμενον ἂν εἴη μετὰ ταῦτα θεωρῆσαι, διότι τῶν ὄντων ἡμῖν ἐφάνη καὶ ἡ τούτου φύσις. ἄνωθεν οὖν ἀρκτέον καὶ θεατέον, εἴ πως δυνάμεθα, ποῦ τὸ κακόν. 30––– ῥητέον καὶ περὶ τῆς ὕλης, εἴτε ἔστι κακόν, εἴτε καὶ μή. συμβεβηκέναι μὲν γὰρ αὐτῇ τὸ κακὸν οὐδαμῶς δυνατόν, ὅτι καθ' ἑαυτὴν ἄποιός ἐστι καὶ ἀνείδεος καὶ ὑποκείμενον, ἀλλ' οὐκ ἐν ὑποκειμένῳ, καὶ ἁπλοῦν, ἀλλ' οὐκ ἄλλο ἐν ἄλλῳ. εἰ δὲ ἔστιν ὅλως κακόν, ὥς τινές φασι, κατ' οὐσίαν ἐστὶ κακόν, ᾗ καὶ λέγουσιν ἐκεῖνοι, τὴν ὕλην τὸ πρώτως κακὸν καὶ. τί γὰρ ἄλλο ἐστὶ τὸ κακὸν ἢ ἀμετρία καὶ ἀοριστία καὶ πάντα ὅσα τοῦ ἀγαθοῦ στερήσεις; τὸ γὰρ ἀγαθὸν μέτρον ἐστὶ πάντων καὶ ὅρος καὶ πέρας καὶ τελειότης· ὥστε τὸ κακὸν ἀμετρία καὶ αὐτοάπειρον καὶ ἀτελὲς καὶ ἀόριστον. ταῦτα δὲ πάντα ἐν ὕλῃ καὶ πρώτως, οὐκ ἄλλα ὄντα παρ' ἐκείνην, ἀλλ' ἐκείνη καὶ ὅ ἐστιν αὐτῆς τὸ εἶναι. τὸ ἄρα πρώτως κακὸν καὶ ἡ τοῦ κακοῦ φύσις καὶ τὸ πάντων ἔσχατον ἡ ὕλη. εἰ δὲ καὶ ἀγαθὸν διττόν ἐστι, τὸ μὲν αὐτοαγαθὸν καὶ οὐδὲν ἄλλο ἢ ἀγαθόν, κακόν, τὸ δὲ ἐν ἄλλῳ καὶ κακόν τι καὶ δι' ἐκεῖνο κακὸν καὶ ἐκείνου μεταλήψει ἢ ὁμοιώσει κακόν. καὶ ὥσπερ τὸ αὐτοαγαθὸν πρῶτον, οὕτω καὶ τὸ αὐτοκακὸν ἔσχατον τῶν ὄντων· οὔτε γὰρ τοῦ ἀγα- θοῦ κρεῖττον οὔτε τοῦ κακοῦ χεῖρον εἶναι δυνατὸν οὐδέν· καὶ γὰρ τὰ ἄλλα πάντα διὰ ταῦτα κρείττω τὶ καὶ χείρω φαμέν. τὸ δὲ τῶν ὄντων ἔσχατον, ὕλη· πάντα γὰρ τὰ ἄλλα ποιεῖν ἢ πάσχειν πέφυκεν· ἡ δὲ οὐδέτερον, τῆς ἀμφοῖν ἐστερημένη δυνάμεως. τὸ ἄρα αὐτοκακὸν καὶ τὸ πρώτως κακὸν ἡ ὕλη. 31 Εἰ δὲ καὶ ἐν σώμασι τὸ παρὰ φύσιν ὕλης κρατούσης, ὡς εἴρηται, καὶ ἐν ψυχαῖς τὸ κακὸν καὶ ἡ ἀσθένεια... τῷ μεθυσθῆναι τῆς περὶ αὐτὴν ἀοριστίας ὁμοιουμέναις πρὸς αὐτήν, τί ταύτην ἀφέντες αἰτιᾶσθαι ἄλλην ἐπιζητοῦμεν ἀρχὴν τῶν κακῶν καὶ πηγὴν τῆς τούτων ὑποστάσεως; κακὸν ἡ ὕλη..., δυοῖν θάτερον ἀνάγκη, ἢ τὸ ἀγαθὸν τοῦ κακοῦ ποιεῖν αἴτιον, ἢ δύο τῶν ὄντων ἀρχάς. ἀνάγκη μὲν γὰρ πᾶν τὸ ὁπωσοῦν ὑφεστὼς ἢ ἀρχὴν εἶναι τῶν ὅλων ἢ ἐξ ἀρχῆς· τὴν δὲ ὕλην ἐξ ἀρχῆς μὲν οὖσαν, ἀπὸ τοῦ ἀγαθοῦ καὶ αὐτὴν ἔχειν τὴν εἰς τὸ εἶναι πάρ- οδον, ἀρχὴν δὲ οὖσαν, δύο τῶν ὄντων ἡμῖν ὑποβάλλειν ἀρχὰς μαχο- μένας ἀλλήλαις, τό τε πρώτως ἀγαθὸν καὶ τὸ πρώτως κακόν· ἀλλ' ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν ἄμφω, καὶ μίαν ἀρχήν. οὔτ' ἐκ τοῦ ἀγαθοῦ τὸ κακόν· ὡς γὰρ τὸ τῶν ἀγαθῶν αἴτιον μειζόνως ἀγαθόν, οὕτω δὴ καὶ τὸ τοῦ κακοῦ γεννητικὸν μειζόνως ἂν εἴη κακόν· καὶ οὐδὲ τὸ ἀγαθὸν ἔτι τὴν ἑαυτοῦ φύσιν ἕξει, τὴν τοῦ κακοῦ παράγον ἀρχήν.––– τὸ μὲν ἀγαθὸν ἔσται κακὸν ὡς τοῦ κακοῦ αἴτιον, τὸ δὲ κακὸν ἀγαθὸν ὡς ἐκ τοῦ ἀγαθοῦ παρηγμένον. 32 Εἰ δὲ ἀναγκαῖον ἡ ὕλη πρὸς τὸ πᾶν καὶ οὐκ ἂν ἦν ὁ κόσμος ὁ πάμμεγας οὗτος καὶ εὐδαίμων θεός [Pl. Tim. 34 b 8] ὕλης ἀπούσης, πῶς ἔτι τὴν τοῦ κακοῦ φύσιν ἐπὶ ταύτην ἀνακτέον; ἄλλο γὰρ τὸ κακὸν καὶ ἄλλο τὸ ἀναγκαῖον, καὶ τὸ μέν ἐστι τοιοῦτον οὗ χωρὶς εἶναι ἀδύνατον, τὸ δὲ τοῦ εἶναι στέρησις. εἰ τοίνυν καὶ πρὸς τὴν δημιουργίαν τοῦ σύμ- παντος κόσμου τὴν ἑαυτῆς παρέχεται χρείαν καὶ παρῆκται πρώτως ὑποδοχὴ τῆς γενέσεως ἐσομένη καὶ οἷον τιθήνη [Pl. Tim. 49a 6] καὶ μήτηρ [ib. 50d 3, 51a 4], πῶς ἂν ἔτι λέγοιτο κακὸν καὶ τὸ πρώτως κακόν; εἰ δὲ καὶ τὴν ἀμετρίαν καὶ τὸ ἀόριστον καὶ τὸ ἄπειρον καὶ ἕκαστον τῶν τοιούτων πολλαχῶς λέγομεν– καὶ γὰρ ὡς μαχόμενα μέτρῳ καὶ αὐτοῦ καὶ ἀφαίρεσιν καὶ ὡς ὑποκειμένην αὐτῷ καὶ ἐνδεᾶ μέτρου καὶ ὅρου–, ἡ δὲ ὕλη μάχεσθαι μὲν οὐ πέφυκεν οὐδὲ ποιεῖν ὅλως οὐδέν, ᾗτινι μηδὲ τὸ πάσχειν ἐστὶ κατὰ φύσιν δι' ἔλλειψιν τῆς τοῦ πάσχειν δυνάμεως, ἄρσις δὲ πάλιν οὐκ ἔστι μέτρου καὶ πέρατος ὅτι μὴ ἔστι στερήσει ταὐτόν· ἡ μὲν γὰρ στέρησις παρόντων ἐκείνων οὐκ ἔστιν, ἡ δὲ ὕλη καὶ ἐστὶ καὶ δέχεται τὴν αὐτῶν ἔμφασιν– ἀνάγκη δήπου τὸ ἄπειρον αὐτῆς καὶ ἄμετρον ἐνδεὲς εἶναι μέτρου καὶ πέρατος. τὸ δὲ ἐνδεὲς τούτων πῶς αὐτοῖς ἐναντίον εἴη; πῶς δὲ ἔτι κακὸν τὸ τοῦ ἀγαθοῦ δεό- μενον; φεύγει γὰρ τὴν τοῦ ἀγαθοῦ φύσιν τὸ κακόν, καὶ ὅλως ἅπαν τὸ ἐναντίον τὴν ἐναντίαν ἕξιν. εἰ δὲ... καὶ κυΐσκει τὴν γένεσιν, καὶ–– τρέφει, κακὸν δὲ οὐδὲν παρ' αὐτῆς μητρὸς οὔσης τοῖς ἐξ αὐτῆς, μᾶλλον δὲ ἐν αὐτῇ γεννωμένοις. 33––– Καὶ γὰρ τί ἂν δράσειεν εἰς ἄλλα τὸ ποιεῖν μὴ δυνάμενον; πῶς δὲ αὖ τὸ ποιεῖν ἕξει τὸ ἄποιον καθ' ἑαυτό; πότερον δὲ ἄγει πρὸς ἑαυτὴν ἡ ὕλη τὰς ψυχὰς ἢ παρ' ἑαυτῶν ἐκεῖναι ἄγονται δυνάμει καὶ ἀδυναμίᾳ τῇ ἑαυτῶν; εἰ μὲν γὰρ παρ' ἑαυτῶν ἄγονται, τοῦτο ἦν αὐταῖς τὸ κακόν, ἡ πρὸς τὸ χεῖρον ὁρμὴ καὶ ἡ ὄρεξις, ἀλλ' οὐχὶ ἡ ὕλη· παντὶ γὰρ ἡ φυγὴ τοῦ κρείττονος κακόν, καὶ πολλῷ μᾶλλον ἡ πρὸς τὸ χεῖρον· καὶ δι' ἀσθένειαν πάσχουσιν ἃ πάσχειν τὰς τοιαύτας δεῖ κακῶς ἑλομένας. εἰ δὲ παρὰ τῆς ὕλης ἄγονται, ποῦ τὸ αὐτοκίνητόν ἐστι καὶ αἱ τῆς ψυχῆς αἱρέσεις;––– εἰ πάσας ἄγει πρὸς ἑαυτὴν ἡ ὕλη καὶ ἐνοχλεῖ καὶ βιάζεται––– 34––– Ἐν μὲν γὰρ τῷ Τιμαίῳ μητέρα [51a 4] καὶ τιθήνην αὐτὴν τῆς γενέσεως [52d 4– 5] καλῶν καὶ συναιτίαν [46c 7] τῆς τοῦ κόσμου δημιουργίας––– ἐν δὲ τοῖς τοῦ Ἐλεάτου ξένου λόγοις αἰτίαν τῆς τοῦ παντὸς ἀταξίας. ἐν δὲ τῷ Φι- λήβῳ καὶ αὐτὴν τὴν ὕλην καὶ πᾶσαν τὴν τοῦ ἀπείρου φύσιν ἐκ τοῦ ἑνὸς παράγων καὶ ὅλως πρὸ τῆς τοῦ πέρατος καὶ ἀπείρου διαστάσεως τὴν θείαν αἰτίαν, ἔνθεον αὐτὴν καὶ ἀγαθὸν διὰ τὴν τοῦ θεοῦ μετάληψιν καὶ τὴν ἀπὸ τοῦ θεοῦ γένεσιν εἶναι συγχωρεῖ καὶ οὐδαμῶς κακόν. τῶν κακῶν ἄλλ' ἄττα χρῆναι ζητεῖν τὰ αἴτια, καὶ οὐ θεόν,. οὐκοῦν ἡ ἀταξία καὶ τὸ κακὸν οὐ διὰ τὴν ὕλην, ἀλλὰ διὰ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον [Pl. Tim. 30a 4– 5]· τοῦτο γάρ ἐστι τὸ σωματοειδές, τῆς ἀταξίας αἴτιον [Pl. pol. 273b 4]... καὶ οὐχὶ τὴν ὕλην εἶναι δυναμένην,––– τῆς ὕλης ἀκινήτου οὔσης καθ' ἑαυτήν.––– τὰ γὰρ ἴχνη τῶν διαφόρων εἰδῶν ἐπ' ἄλλην καὶ ἄλλην ἄγοντα φοράν, πλημμελῆ τὴν ὅλην ἀποφαίνει κίνησιν. δυναμένη κρατεῖσθαι τοῖς εἴδεσιν, ἀκόσμητον ἑαυτὴν δείκνυσι καὶ ἀκαλλῆ.––– 35––– Ὅτι δὲ οὐκ ἐκ τῆς ὕλης τὸ κακὸν οὐδ' ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν, ἐκ τοῦ θεοῦ τὴν ἀπειρίαν [Pl. Phileb. 23c 9]. εἰ δὲ καὶ αὐτόθεν τὸ ἄπειρον τὴν ὕλην ῥητέον, ἐκ τοῦ θεοῦ ἡ ὕλη, εἴ γε τὸ πρώτως ἄπειρον τὴν οὐσιώδη πᾶσαν ἀπειρίαν μιᾶς αἰτίας ἠρτημένην θεόθεν τὴν μετὰ τοῦ πέρατος ποιεῖν τὸ μίγμα μὴ δυναμένην, ὡς τοῦ θεοῦ ὄντος αἰτίου τῆς ὑποστάσεως αὐτῶν καὶ τῆς μίξεως. τοῦτο μὲν οὖν καὶ τὴν τοῦ σώματος ᾗ σῶμα φύσιν εἰς μίαν αἰτίαν ἄγει, τὸν θεόν· αὐτὸς γάρ ἐστιν ὁ τὸ μικτὸν γεννήσας. οὔτε ἄρα τὸ σῶμα κακὸν οὔτε ἡ ὕλη· ταῦτα γάρ ἐστι θεοῦ γεννήματα, τὸ μὲν ὡς μίγμα, τὸ δὲ ὡς ἄπειρον.–––· οὐκοῦν τὰ μὲν γινόμενα καὶ ἐξ ὧν γίνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη [Pl. Phileb. 27a 11– 12]; τὸ ἄρα σῶμα, ἓν καὶ τοῦτο τῶν πάντων ὄν, ἐπειδὴ μικτόν, καὶ τὸ μὲν ἐν αὐτῷ πέρας καὶ λόγος, τὸ δὲ ἄπειρον, διχῶς ἐκεῖθεν ἔσται, κατά τε τὸ ὅλον καὶ κατὰ τὰ μέρη. τί γὰρ ἄλλο ἐν αὐτῷ τὸ ἄπειρον ἢ ἡ ὕλη; τί δὲ τὸ πέρας ἢ τὸ εἶδος; τί δὲ τὸ ἐκ τούτων ἢ τὸ σύνολον; εἰ τοίνυν καὶ αὐτὰ τὰ γινόμενα πάντα καὶ ἐξ ὧν γίνεται, μικτόν ἐστι καὶ πέρας καὶ ἄπειρον· τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν ἄλλο καὶ τέταρτον, [Phileb. 27 aƒb]· οὔτ' ἂν τὴν ὕλην οὔτ' ἂν τὸ εἶδος οὔτ' ἂν τὸ μικτὸν ἀλλαχόθεν ἢ ἐκ τοῦ θεοῦ παράγεσθαι φήσαιμεν. τί δ' ἂν ἐκεῖθεν γενόμενον εἴη κακόν; οὔτε γὰρ θερμότητος τὸ ψύχειν οὔτε ἀγαθοῦ τὸ κακὰ παράγειν· οὔτε ἄρα τὴν ὕλην οὔτε τὸ σῶμα κακὸν προσρητέον.

Intertext edge

Open linked passage

Note