Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De malorum subsistentia
ProclusSubs 36 · pg-scrape-grcMore by Proclus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1
––– μήτε ἀγαθὸν εἶναι τὴν ὕλην μήτε κακόν. εἴτε γὰρ ἀγαθόν, τέλος ἔσται καὶ οὐκ ἔσχατον τῶν πάντων, καὶ οὗ ἕνεκα καὶ ἐφετόν· πᾶν γὰρ τὸ ἀγαθὸν τοιοῦτον, ἐπεὶ τὸ πρώτως ἀγαθὸν τέλος καὶ οὗ ἕνεκα πάντα καὶ ἐφετὸν πᾶσι τοῖς οὖσιν. εἴτε αὖ κακόν, θεὸς ἔσται καὶ ἀρχὴ τῶν ὄντων ἄλλη καὶ στασιάζουσα πρὸς τὴν τῶν ἀγαθῶν αἰτίαν, καὶ ἔσονται δύο πηγαὶ μεθειμέναι ῥεῖν [Pl. leg. I 636d 7– 8] ἐξ ἐναντίας, ἀγαθῶν μὲν ἄλλη, κακῶν δὲ ἄλλη, καὶ οὐδὲ αὐτοῖς ἔσται τοῖς θεοῖς βίος ἀπήμων οὐδὲ ἔξω τῆς θνητῆς δυσχερείας, οἷς ἐστί τι δυσμενὲς καὶ ἀλλότριον καὶ οἷον ἐνο- χλοῦν. εἰ δὲ μὴ ἔστιν ἑκάτερον, τί ἂν εἴη καθ' ἑαυτήν; ἢ τοῦτο ὃ πολλάκις εἴρηται τὸ ἀναγκαῖον ἐπ' αὐτῆς ῥητέον; ἔστι γὰρ ἄλλη μὲν ἡ τοῦ ἀγαθοῦ φύσις, ἄλλη δὲ ἡ τοῦ κακοῦ, καὶ ταῦτα μὲν ἀλλήλοις ἐναντία· τρίτη δὲ ἄλλη, μήτε ἀγαθὸν ἁπλῶς οὖσα, μήτε κακόν, ἀπάγει τοῦ ἀγαθοῦ καὶ φεύγει τὴν ἐκείνου φύσιν· τὸ δὲ ἀναγκαῖον πᾶν ἐστὶν ὅ ἐστι καὶ ἐπ' αὐτὸ τὴν ἀναφορὰν ἔχει καὶ δι' ἐκεῖνο τὴν οἱάνποτε γένεσιν ἔσχεν· εἰ δὲ γενέσεως ἕνεκά του, ἄλλο δὲ αὐτῆς ἕνεκα μηδέν, ἵνα ἂν καὶ τέλος αὐτὴν καὶ ἀγαθὸν ἐλέγομεν· ἀναγκαῖον δήπου πρὸς τὴν γένεσιν αὐτὴν καὶ οὐ κακὸν προσρητέον, καὶ γεγονέναι θεόθεν ὡς ἀναγκαῖον καὶ εἶναι τοῖς ἐφ' ἑαυτῶν ἱδρῦσθαι μὴ δυναμένοις εἴδεσιν ἀναγκαῖον. οὐ γὰρ μόνον τὰ ἀγαθὰ καὶ παρ' ἑαυτῶν τοιαῦτα παράγειν ἔδει τὴν τῶν ἀγαθῶν ἁπάντων αἰτίαν, ἀλλὰ καὶ τὴν φύσιν ἐκείνην, ἣ μὴ ἔστι μὲν ἁπλῶς καὶ παρ' αὐτῆς ἀγαθόν, ὀρέγεται δὲ ἀγαθοῦ, οὗ καὶ ὀρεγομένη δίδωσιν ἄλλοις γένεσιν εἰς τὸ εἶναι καὶ ὁπωσοῦν ἐπ' αὐτῆς. τὸ γὰρ ἐνδεὲς αὐτῆς τῶν ἀγαθῶν συντελεῖ πρὸς τὴν τῶν αἰσθητῶν δημιουργίαν, ἐπεὶ καὶ τὸ ὂν οὐ τὰ ὄντα μόνον ὑφίστησιν, ἀλλὰ καὶ τὰ ἐφιέμενα τῆς τοῦ εἶναι μετουσίας, οἷς τὸ εἶναι κατὰ τὴν τοῦ ὄντος ἔφεσιν. ἄλλο γοῦν τὸ πρώτως ἐφετόν, ἄλλο τὸ ἐφιέμενον ἐκείνου καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἔχον· ἄλλο τὸ μεταξὺ πᾶν, ὃ τοῖς μὲν ἐφετόν ἐστι, τῶν δὲ ἐφίεται, δηλαδὴ τῶν πρὸ αὐτοῦ καὶ ὧν ἕνεκά ἐστι. 37 Τὴν μὲν οὖν ὕλην τὴν αὐτὴν ἔκ γε τοῦ λόγου τοῦδε σκοποῦντες ἂν εὕροιμεν, ὡς οὔτε ἀγαθὸν οὔτε κακόν, ἀλλὰ ἀναγκαῖον μόνον· καὶ ὡς μὲν γενομένη ἕνεκα ἀγαθοῦ, ἀγαθόν, ἁπλῶς δὲ οὐκ ἀγαθόν· καὶ ὡς μὲν ἔσχατον τῶν ὄντων κακόν, εἴπερ τὸ πλεῖστον ἀφεστὼς τοῦ ἀγαθοῦ κακόν, ἁπλῶς δὲ οὐ κακόν, ἀλλ'– ὥσπερ εἴρηται– ἀναγκαῖον. ὅλως δὲ τὸ κακὸν αὐτὸ καθ' αὑτό που εἶναι οὐκ ἀληθές· οὐ γάρ ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ' ἑαυτὸ καὶ πρώτως ὄντος, καὶ τὸ κακὸν εἶναι διττόν, τὸ μὲν αὐτό, τὸ δὲ ἐν ἄλλῳ. εἰ δὲ ἐκείνοις ἐστὶ τῶν ἀγαθῶν ἐναντίον τὸ κακόν, οἷς τὸ εἶναι ἐν ἄλλῳ, πολλῷ δήπου μᾶλλον καὶ τὸ κακὸν ἐν ἄλλῳ, καθ' ἑαυτὸ δὲ οὐκ ἔστιν· οὐδὲ γὰρ τὸ ἀγαθόν, ᾧ τὸ κακὸν ὑπεναντίον, ἀλλὰ ἐν ἄλλῳ καὶ οὐ χωρίς. καὶ τί γὰρ ἂν εἴη τῷ πρώτως ἀγαθῷ μὴ ὅτι κακόν, ἀλλὰ καὶ ἄλλ' ὁτιοῦν τῶν ὄντων ἐναντίον; πάντα γὰρ τὰ ὄντα δι' ἐκεῖνο καὶ ἐκείνου ἕνεκά ἐστι. τὸ δὲ ἐναντίον εἶναι διὰ τὴν ἐναντίαν φύσιν ἀδύνατον, ἀλλ' αὐτὸ τοὐν- αντίον μὴ εἶναι· φθείρεται γὰρ ὑπ' ἀλλήλων τὰ ἐναντία, καὶ ὅλως πάντα τὰ ἐναντία μιᾶς ἐξῆπται κορυφῆς καὶ γένους· τοῦ δὲ πρώτως ἀγαθοῦ γένος τί ἂν εἴη; τί γὰρ ἐπέκεινα τῆς τοῦ ἀγαθοῦ φύσεως; τί δ' ἂν ἐκείνῳ γένοιτο τῶν ὄντων ὁμογενές; δέοι γὰρ ἂν ἕτερον εἶναί τι πρὸ ἀμφοῖν, οὗ μέρος ἂν ὑπάρχοι ἐκεῖνα· καὶ οὐκ ἂν ἔτι τὸ ἀγαθὸν ἀρχὴ τῶν ὄντων, ἀλλ' ἐκεῖνο ἂν εἴη τὸ κοινὸν ἀμφοῖν. οὐδὲν ἄρα τὸ ἐναντίον τῷ πρώτως ἀγαθῷ, ἀλλ' οὐδὲ τοῖς μετεχομένοις πᾶσιν, ἀλλ' οἷς μὴ ὡσαύτως ἡ μέθεξις.

Intertext edge

Open linked passage

Note