Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De malorum subsistentia
ProclusSubs 38 · pg-scrape-grcMore by Proclus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1
––– στερήσεως παρούσης οὔπω κακόν, παντελοῦς δὲ γενομένης καὶ ἡ τοῦ κακοῦ φύσις ἀπελήλυθε– λέγω δὲ οἷον ἀταξίας μὲν παρούσης, ἀλλ' οὐ πάσης, νόσος ἐν σώματι· ἡ πάσης γὰρ τῆς τάξεως στέρησις ἅμα τό τε ὑποκείμενον ἀνεῖλε καὶ τὸ ἐν αὐτῷ κακόν. καὶ μήπω μὲν γενόμενον στέρησις μέν ἐστι, κακὸν δὲ οὐκ ἔστιν·––– τούτων δὲ οὐδέν πω κακόν. ὅλως δὲ τὴν ἀταξίαν καὶ τὸ ἄμετρον, ὥσπερ εἴρηται, ληπτέον ἄλλως μὲν τὴν ἀπουσίαν, τοῦ τε μέτρου καὶ τῆς τάξεως, ἄλλως δὲ τὴν ἐναντίαν πρὸς αὐτὰ φύσιν· ἡ μὲν γὰρ μάχεται τῷ μέτρῳ καὶ τῇ τάξει, ἡ δὲ μόνον ἀφαίρεσίς ἐστιν ἐκείνων καὶ οὐδὲν ἄλλ' ἢ ἀπόφασις, μᾶλλον δὲ ἐκεῖνα παρόντα μὲν ἐστὶν ἅ ἐστιν, ἀπόντα δὲ τὰς ἑαυτῶν καταλείπει στερήσεις. εἰ τοίνυν τὸ μὲν κακὸν ἐναντίον τῷ ἀγαθῷ καὶ στασιάζει πρὸς αὐτό, στέρησις δὲ οὔτε μάχεται τῇ ἑαυτῆς ἕξει οὔτε δρᾶν τι πέφυκεν, ἧς καὶ τὸ εἶναι τοιοῦτον ἀμυδρὸν πάντῃ καὶ ἀμενηνόν, ὡς ὁ ἐκείνων λόγος· πῶς ἂν ἔτι τὸ κακο- ποιὸν ἐπὶ ταύτην ἀνάγοιμεν, ἧς πᾶν ἀφῄρηται τὸ ποιεῖν; εἴδους γάρ ἐστι τοῦτο καὶ δυνάμεως·––– Ἐν τίσι μὲν οὖν τῶν ὄντων τὸ κακὸν ἔστι τὲ καὶ οὐκ ἔστι, ἀπὸ τούτων δῆλον. 39 Ἐπεὶ δὲ ἄλλως μέν ἐστιν ἐν ψυχαῖς, ἄλλως δὲ ἐν σώμασι–––· πότερον τὸ ἐν ψυχαῖς κακὸν μεῖζον τοῦ ἐν σώμασι...;––– μεῖζον τὸ ἐν ψυχαῖς ἢ ἐν σώμασι κακόν, οὐ πάσαις, ἀλλ' ὅσαις ἡ δύναμις πάσχειν πέφυκε· ὅσαις δὲ ἡ ἐνέργεια μόνον, ἐξίτηλον τὸ κακὸν καὶ ἀπουσία τῆς ὅλης τελειότητος καὶ ὕφεσις μόνον· τὸ μὲν γὰρ ἀρετῇ ἐναντίον, τὸ δὲ τοῖς σώματος ἀγαθοῖς, καὶ τὸ μὲν τῷ κατὰ νοῦν, τὸ δὲ τῷ κατὰ φύσιν. ὅσῳ δὴ οὖν φύσεως ὁ νοῦς καὶ τὸ κατὰ νοῦν τοῦ κατὰ φύσιν κρεῖττον, τοσούτῳ δήπου καὶ τὸ παρὰ νοῦν τοῦ παρὰ φύσιν ἐπέκεινα. εἰ δὲ τὸ μὲν οὐσίας ἐστὶ φθαρτικόν, τὸ δὲ δυνάμεως μόνον, τί θαυμαστόν; ὅταν γὰρ τοῦ αὐτοῦ τὸ μὲν τὴν οὐσίαν, τὸ δὲ τὴν δύναμιν φθείρῃ, τότε μει- ζόνως κακὸν τὸ τῆς οὐσίας φθαρτικόν· ὅταν δὲ ἄλλου οὐσίαν καὶ ἄλλου δύναμιν, οὐκ ἄτοπον τὸ τῆς δυνάμεως φθαρτικὸν... ὑπερβάλλειν τῷ κακῷ, εἰ τῆς τοῦδε οὐσίας ἡ ἄλλου δύναμις κρείττων, ὡς... αἱ ψυχῆς δυνάμεις τὴν σωματικὴν οὐσίαν σώζειν. πάνδεινον κακὸν καὶ οὐ τοιοῦτον, εἰ θανάσιμον ἦν [Pl. resp. X 6iod 5– 6]· ταχέως γὰρ ἂν εἰς τὸ μὴ εἶναι περιῆγε τὰς ἐχούσας αὐτὸ ψυχάς. κρεῖττον δὲ τὸ μὴ εἶναι τοῦ κακῶς εἶναι· τοῦ ὄντος, τοῦ ἀγαθοῦ στέρησις· ὃ καὶ τὸ σωματικὸν κακὸν οὐκ ἀργαλεώτερον ἀποφαίνει τῆς ἐν ψυχαῖς πονηρίας· τὸ μὲν γὰρ ἐπιτεινό- μενον εἰς τὸ μὴ εἶναι τελευτᾷ, τὸ δὲ εἰς τὸ κακῶς εἶναι.––– 40 Ἑπόμενον δ' ἂν εἴη θεωρῆσαι––– εἴτε καὶ τούτων ἕν τι καὶ ταὐτόν ἐστι πάντων αἴτιον, εἴτε μή. καὶ γὰρ––– οἱ μὲν πηγὴν τῶν κακῶν εἰπόντες, ἀπ' αὐτῆς παράγουσιν πᾶν τὸ ὁπωσοῦν κακόν.––– 41 Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτε εἰσὶν οὔτε μὴ γένοιντό ποτε. εἰ γάρ, τὸ θεῖον καλόν, σοφόν, ἀγαθόν [Pl. Phaedr. 246dƒe], ἢ παρὰ τὴν αὐτοῦ φύσιν ποιήσει τὴν τῶν κακῶν γένεσιν μηχανώμενον, ἢ πᾶν τὸ ἐκεῖθεν ὑποστὰν ἀγα- θοειδὲς ἔσται καὶ ἔκγονον τῆς ἐν αὐτῷ μενούσης ἀγαθότητος. ἀλλ' οὔτε πυρός τὸ ψύχειν, οὔτε ἀγαθοῦ τὸ κακὸν ἀφ' ἑαυτοῦ παράγειν. δυοῖν οὖν θάτερον· ἢ μὴ εἶναι κακὸν τὸ κακόν, εἰ θεόθεν, ἢ μὴ θεόθεν εἶναι· δέδεικται δὲ ἔμπροσθεν ὡς ἔστιν. ἄλλα ἄρα τὰ κακῶν αἴτια, καὶ οὐ θεός,, τοῖς μὲν ἀγαθοῖς πᾶσιν ἐκ μιᾶς αἰτίας τὴν πάροδον, τῶν δὲ κακῶν τὴν γένεσιν ἐπ' ἄλλα πολλὰ αἴτια καὶ οὐ τὸ θεῖον ἀνάγων· πᾶν γὰρ τὸ ἐκεῖθεν ὑποστὰν ἀγαθόν.––– οὗτοι δὲ μακάριοι οἱ ἀπὸ θεῶν καὶ τὰ κακὰ κοσ- μεῖσθαι λέγοντες καὶ τὸ ἄπειρον αὐτῶν μετρεῖσθαι καὶ τὸ σκοτεινὸν ὁρίζεσθαι, καθ' ὃ δὴ καὶ ταῦτα μοῖραν τοῦ ἀγαθοῦ δέχεται καὶ λαγχάνει δύναμιν πρὸς τὸ εἶναι· καὶ τὴν ταῦτα κοσμοῦσαν καὶ τάττουσαν αἰτίαν πηγὴν προσειρήκασι κακῶν, καὶ οὐχ ὡς γεννητικὴν αὐτῶν– οὐ γὰρ ἦν θέμις τὰς πρωτίστας τῶν ὄντων αἰτίας τῆς τῶν κακῶν ἐξάρχειν γενέσεως–, ἀλλ' ὡς τὸ πέρας αὐτοῖς καὶ τὸν ὅρον ἐπιβάλλουσαν καὶ τὸ ἀφεγγὲς αὐτῶν καταλάμπουσαν ταῖς ἑαυτῆς λαμπηδόσι. καὶ γὰρ τοῖς κακοῖς τὸ μὲν ἄπειρον ἐκ τῶν μερικῶν ὑπάρχει αἰτίων, τὸ δὲ πέρας ἐκ τῶν ὅλων. διὸ τοῖς μέν ἐστι κακὸν, αὐτοῖς δὲ τοῖς καθόλου οὐκ ἔστι κακόν. οὐ γὰρ κατὰ τὴν δύναμιν ὑπάρχει αὐτοῖς τὸ ἄπειρον, ἵνα ἂν καὶ κατὰ τὸ ἑαυτῶν ἄπειρον μετεῖχεν τοῦ ἀγαθοῦ, ἀλλὰ δι' ἔλλειψιν δυνάμεως· ῥώννυται δέ πως τῷ ἀγαθῷ τῇ τοῦ πέρατος μεθέξει. 42... οὐδὲ τῶν κακῶν τὴν γένεσιν ἄτακτον καὶ τῆς τούτων τάξεως τὸν θεὸν αἴτιον.––– ἐν θεοῖς πάντων τὴν γνῶσιν ἀγαθῶν τε καὶ κακῶν, καὶ τοῖς μὲν ἀγαθοῖς αὐτόθεν ἐκ θεῶν τὴν γένεσιν, τοῖς δὲ κακοῖς καθ' ὅσον ἀγαθοῦ μοῖραν ἔλαχε καὶ ταῦτα καὶ δύναμιν εἰς τὸ εἶναι καὶ πέρας. οὐ γὰρ ἀμιγὲς κακὸν τὸ κακόν, ὥσπερ εἴρηται πολλάκις, ἀλλ' ὡδὶ μὲν κακόν, ὡδὶ δὲ ἀγαθόν· καὶ ὡς μὲν ἀγαθὸν ἐκ θεῶν, ὡς δὲ κακὸν ἐξ ἀσθενοῦς· πᾶν γὰρ κακὸν δι' ἀσθένειαν γεννᾶται καὶ ἔλλειψιν, ἐπεὶ καὶ τὸ ἀγαθὸν ἐκ δυνάμεως καὶ ἐν δυνάμει...· αὐτοῦ γὰρ ἡ δύναμις καὶ ἐν αὐτῷ. καὶ γὰρ εἰ μὲν ἄκρατον ἦν κακὸν τὸ κακὸν καὶ μόνον κακόν, ἄγνωστον ἦν ἂν θεοῖς, ἀγαθοῖς οὖσι καὶ πάντα ἀγαθύ- νειν δυναμένοις, ὅσοις τὸ εἶναι παρ' αὐτῶν, τοῦτο δέ ἐστιν ὅσων ἔχουσι τὴν γνῶσιν, ἐπείπερ αἱ γνώσεις αὐτῶν δραστήριοι δυνάμεις εἰσὶ καὶ ὑποστατικαὶ πάντων, ὧν δὴ καὶ εἶναι λέγονται γνώσεις. ἐπεὶ δὲ ἅμα τὲ κακὸν καὶ ἄλλως ἀγαθόν, καὶ οὐ πῇ μὲν ἀγαθόν, πῇ δὲ κακόν, ἀλλὰ πᾶν ὅ ἐστιν ἀγαθὸν καὶ μᾶλλον ἀγαθὸν ὅτι τῷ παντὶ τοιοῦτον, οὔτε τὴν ἐν θεοῖς γνῶσιν ἀναιρετέον οὔτε τὴν ἐκεῖθεν αὐτοῦ γένεσιν, ἀλλὰ γινώσκουσι οἱ θεοὶ τὸ κακὸν ᾗ ἀγαθὸν καὶ ποιοῦσι.... καὶ παρ' αὐτοῖς αἱ αἰτίαι τῶν κακῶν δυνάμεις εἰσὶν ἀγαθοποιοί––– 43 Ἀλλά γε ὅτι πρὸς τὰ εἴδη καὶ τὴν τῶν εἰδῶν τάξιν ὁ λόγος μετα- βέβηκε, μήποτε γὰρ καὶ τούτοις τὰ κακὰ καὶ αἱ τῶν κακῶν γενέσεις; ἢ πόθεν καὶ τούτοις τὸ ἀνέκλειπτον; πᾶν γὰρ τὸ ἀεὶ ὂν ἐξ ἀκινήτου τινὸς πρόεισιν αἰτίας καὶ ὡρισμένης. καὶ εἰ τὸ κακὸν ἀΐδιον τὴν θνητὴν φύσιν περιπολοῦν [Pl. Theaet. 176a], τί τὸ ἀΐδιον αὐτοῦ καὶ πόθεν; οὐ γὰρ ἐξ ἄλλης αἰτίας εἴπωμεν ἢ τῆς ἀεὶ ὡσαύτως ἐχούσης καὶ ἀκινήτου φύσεως· ἀγαθόν. καὶ τί γὰρ ἂν ἐν τῷ νῷ γίνοιτο μὴ ἀγαθόν; εἰ οὖν ἀγαθὸν, ἕκαστον τὸ πρὸς αὐτὰ γινόμενον ἀγαθόν– τὸ γὰρ τῷ ἀγαθῷ ὁμοιούμενον ἀγαθόν· τὸ δὲ κακὸν ᾗ κακὸν ὁμοιοῦσθαι τοῖς ἀγαθοῖς οὐ πέφυκε–· καὶ τὸν μὲν ὁμοιούμενον τοῖς νοητοῖς εἴδεσι τέλειον εἶναι φαμέν, τὸν δὲ κακὸν προσονομάζομεν ἄθλιον...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ... ἐν τῷ νῷ παραδείγματα γὰρ εἰκὼν παραδείγματός ἐστιν εἰκών., τὸ δὲ τῶν κακῶν ἄθεον [Theaet. 176e] καὶ σκο- τεινὸν παράδειγμα,· τίς μηχανὴ ἐν ἐκείνοις ὑποτιθέντας κἀκεῖθεν παράγειν τὸ κακόν; εἰ δὲ καὶ ὁ δημιουργὸς τοῦ παντός, παρ' ᾧ τὰ εἴδη πάντα καὶ ὁ τῶν εἰδῶν ἀριθμός, βούλοιτο μὴ εἶναι τὸ κακὸν ἐν τῷ παντὶ καὶ πάντα μὲν ὅμοια αὐτῷ γεννᾶν ἐθέλοι, κακὸν δὲ μηδέν, πῶς ἂν ἔτι παράδειγμα ἔχοι καὶ τῶν κακῶν, πάντα μὲν ἀγαθύνων, φλαῦρον δὲ μηδὲν εἶναι [Pl. Tim. 30a] συγχωρῶν; οὐ γὰρ τοῖς μὲν αὐτῶν δημιουργεῖ, τοῖς δὲ ἀδρανής ἐστιν, ἀλλ' αὐτῷ τῷ εἶναι παράγων τὰ πάντα ἀμερίστως ἐνεργεῖ. καὶ παραγάγοι ἂν τὰ κακὰ καὶ οὐδὲ μόνον ἃ βούλεται ποιήσει ἐκεῖνος οὐδὲ ἡ βούλησις ἔσται αὐτῷ κατὰ φύσιν· ὡς εἰ καὶ τὸ πῦρ θερμαῖνον καὶ ξηραῖνον, τὸ μὲν ἐθέλοι, τὸ δὲ μή. δυοῖν οὖν ἀνάγκη θάτερον· ἢ καὶ βούλεσθαι τὰ κακὰ τὸν θεῖον νοῦν καὶ εἶναι καὶ γίνεσθαι, εἰ καὶ τούτων ἐστὶν πατήρ, ἢ μὴ βουλόμενον μηδὲ γεννᾶν αὐτὰ μηδὲ παράγειν μηδὲ τοὺς λόγους ἔχειν αὐτῶν, οἷς ἕκαστα τῶν ἐγκοσμίων ὑφίστησιν. 44 Ἀλλ' οὗτος μὲν ὁ λόγος οὐδ' αὐτός ἐστιν ἱκανὸς πείθειν ἑαυτὸν ὡς ἔστιν ἀληθής, πολλάκις ἐπὶ τἀναντία μεταβαλλόμενος. εἰ δὲ λέγοντες ἀΐδιον τὸ κακὸν καὶ ἀκινήτους τῶν ἀϊδίως ὄντων τὰς αἰτίας..., τῆς τοιαύτης ἀρχῆς παρῃρῆσθαι τὸ κακὸν λέγομεν, οὐ θαυμαστόν. κατὰ φύσιν ἔχει τὴν εἰς τὸ εἶναι πάροδον, ἀλλ' οὐ τὸ ὁπωσοῦν γενόμενον. ἐπεὶ καὶ τὸ τοῖς κακοῖς τοῦτο περιπολεῖν ῥητέον ὑπάρχειν αὐτό, οὐ καθ' ὅσον ἐστὶ κακὸν ἕκαστον, ἀλλ' ὅτι καὶ ταῦτα κοσμεῖ τοῦ παντὸς ἡ τάξις..., διδοῦσα τοῖς μὲν γενητοῖς ἀϊδιό- τητος μετουσίαν, τοῖς δὲ εὐθυπορουμένοις περιόδων κυκλικῶν, τοῖς δὲ ἀτάκτοις τάξεως, τοῖς δὲ ἀορίστοις ὅρου, τοῖς δὲ κακοῖς ἀγαθότητος– πᾶν οὖν κατὰ φύσιν ὂν καὶ ἀεὶ ὂν ἐξ αἰτίας ὡρισμένης γεννᾶται, τὸ δὲ κακὸν οὐ κατὰ φύσιν· οὐδὲ γὰρ χωλείας ἐν τῇ φύσει λόγος ὡς οὐδὲ ἀτεχνίας ἐν τῇ τέχνῃ. πῶς οὖν κἀνταῦθα τὴν ἀκίνητον ἀρχὴν ζητητέον, καὶ τίς ὁ ἐν τοῖς εἴδεσι τῶν κακῶν λόγος, πάντων μὲν ὅσα κατ' ἐκεῖνα γέγονεν ὄντων εἰδῶν καὶ περάτων, τῆς δὲ τῶν κακῶν φύσεως οὔσης καθ' ἑαυτὴν ἀπείρου καὶ ἀορίστου; 45 τὴν ψυχὴν θεωρητέον, εἰ καὶ ταύτην πάντων τῶν κακῶν αἰτιασόμεθα,· πότερον γὰρ τὸ εἶναι αὐτῆς καὶ ὥσπερ πυρὸς τὸ θερμαίνειν καὶ μηδὲν ψύχειν, καὶ ἄλλων ἄλλο ἔργον, οὕτω δὴ καὶ ταύτης τὰ κακὰ γεννᾶν καὶ πάντα οἷς ἂν γειτνιάσῃ κακίας ἀναπιμπλάναι;––– εἰ δέ, ὥσπερ ἔνιοι φασί, τῇ οὐσίᾳ καὶ τῷ εἶναι, πόθεν τὸ εἶναι τοῦτο αὐτῆς ὑπολάβοιμεν; ἆρα ἀλλαχόθεν ἢ ἐκ τῆς δημιουργικῆς αἰτίας;––– ἀλλ' εἰ ἐκ τούτων, πῶς κατ' οὐσίαν κακόν; ἀγαθὰ γὰρ πάντα τὰ τούτων ἔκγονα· καὶ ὅλως πᾶν τὸ κακὸν ἔξω τῆς οὐσίας καὶ οὐκ οὐσία·· ἡ μὲν οὐσία τοῦ ὄντος ἐστὶν εἰκών, τὸ δὲ ὂν ἵδρυται ἐν τῷ ἀγαθῷ καὶ πάντα κατὰ τὸ ἀγαθόν, καὶ οὐδὲν ἐκεῖθεν κακόν.––– 47 Ἀλλ' εἰ μὴ αὗται τῶν κακῶν αἰτίαι, τί ποτε ἂν αὐτοὶ τῆς τῶν κακῶν αἰτιασαίμεθα γενέσεως; ἓν μὲν δὴ καθ' ἑαυτὸ τῶν κακῶν αἴτιον οὐδαμῶς θετέον. εἰ γὰρ τῶν ἀγαθῶν τὸ αἴτιον ἕν, τῶν κακῶν τὰ αἴτια πολλὰ.––– τὰ γὰρ ἐκ μιᾶς αἰτίας πάντα φίλα τε καὶ συμπαθῆ καὶ προσήγορα ἀλλήλοις, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον,––– ἄλλα δ' ἄττα δεῖ ζητεῖν τῶν κακῶν τὰ αἴτια [Pl. resp. II 379c]–––. ποία γὰρ μονὰς ἢ ποῖος ὅρος ἢ τίς ἀΐδιος λόγος τῶν κακῶν, οἷς τὸ εἶναι φύσει ἐστὶ δι' ἀνομοιότητος καὶ ἀοριστίας μέχρι τῶν ἀτόμων; τὸ δὲ ὅλον πανταχοῦ κακίας ἄμοιρον. 48 Ποιητικὰ μὲν οὖν τῶν κακῶν αἴτια––– αὐτὰς ἄγει εἰς τὸ κακόν, τὰ δὲ ἀλλήλοις μαχόμενα δίδωσι τῷ παρὰ φύσιν χώραν εἰς τὴν γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν τῆς κακίας εἶδος, τὴν θνητὴν φύσιν ἐξ ἀνάγκης περιπολοῦν [ib. 176a]. ὁμοιούμεναι γὰρ αἱ ψυχαὶ ἀνταλλάττονται τὴν τούτων ζωὴν τῆς πρὸς τὸ κρεῖττον ὁμοιώσεως. καὶ γὰρ τῶν μὲν ἀγαθῶν τὰ παραδείγ- ματα βλέπει ἡ ψυχὴ στραφεῖσα πρὸς ἑαυτὴν καὶ τὰ ἑαυτῆς κρείττω, παρ' οἷς τὰ πρώτως ἐν ἁγνῷ βά- θρῳ [Pl. Phaedr. 254 b] καὶ αὐτὰ χωριστῶς ἱδρυμένα. τῶν δ' αὖ κακῶν ἀποβλέπουσα εἰς τὰ ἔξω ἑαυτῆς καὶ τὰ μεθ' ἑαυτήν, ὅσα καθέκαστα καὶ ἔξω ἑαυτῶν, ἄτακτα ὄντα καὶ ἀόριστα καὶ πλημμελῆ τῇ ἑαυτῶν φύσει, ἃ καὶ ἀνεπαίσθητα τῶν ἀγαθῶν, οἷς τρέφεται τὸ τῆς ψυχῆς ὄμμα καὶ ἄρδεται [Pl. Phaedr. 246e2] καὶ ζῇ τὴν ἑαυτοῦ ζωήν. οὔτ' οὖν τὰ ποιητικὰ τῶν κακῶν λόγοι καὶ δυνάμεις, ἀλλ' ἀδυναμία καὶ ἀσθένεια καὶ τῶν ὁμοίων ἀσύμμετρος κοινωνία καὶ μίξις, οὔτε αὖ τὰ παραδείγματα ἀκίνητα ἄττα καὶ ἀεὶ ὡσαύτως ἔχοντα, ἀλλ' ἄπειρα καὶ ἀόριστα καὶ ἐν ἄλλοις φερόμενα, καὶ τούτοις ἀπείροις. 49 Τὸ δὲ οὗ ἕνεκα πάντα οὐδαμῶς θετέον ἐν τούτοις· οὐ γὰρ ἂν πρέπῃ τέλος εἶναι τῶν κακῶν τὸ ἀγαθόν. ἀλλ' ἐπείπερ αἱ ψυχαὶ τὸ πανταχῇ ἀγαθὸν θηρώμεναι καὶ τούτου ἕνεκα πάντα ποιοῦσαι καὶ τὰ κακὰ πράττουσι, ταύτῃ τὶς ἂν ἴσως οἰηθείη καὶ τῶν κακῶν τέλος εἶναι τὸ ἀγαθόν. τοῦ γὰρ ἀγαθοῦ ἕνεκα πάντα, καὶ ὅσα ἀγαθὰ καὶ ὅσα ἐναντία· καὶ γὰρ ταῦτα ἀγνοίᾳ τῆς ἑαυτῶν φύσεως πράττομεν τὸ ἀγαθὸν ποθοῦντες. καὶ ἴσως εὖ ἂν ἔχοι μήτε τὸ ποιοῦν προηγούμενον τίθεσθαι τῶν κακῶν μήτε τὸ παράδειγμα κατὰ φύσιν μήτε τὸ οὗ ἕνεκα καθ' αὑτό· καὶ γὰρ τὸ εἶδος καὶ ἡ φύσις αὐτῶν ἔλλειψίς ἐστι καὶ ἀοριστία καὶ στέρησις, καὶ ὁ τῆς ὑποστάσεως αὐτῶν τρόπος–––. ὅθεν δὴ καὶ ἀκούσιον εἶναι τὸ κακὸν πολλάκις εἴρηται. καὶ πῶς γὰρ ἂν ἑκούσιον εἴη τοῦ ἀγαθοῦ μὲν γενόμενον ἕνεκα, καθ' αὑτὸ δὲ ὅ ἐστι μήτε ἐφετὸν μήτε βουλητὸν μηδενὶ τῶν ὄντων ὑπάρχον; ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις. ὅτι δὲ τὸ κακὸν ἐν ψυχαῖς μὲν δι' ἀσθένειαν φύεται καὶ τὴν τοῦ χείρονος ἀλκήν– βρίθει γὰρ ὁ τῆς κάκης ἵππος μετέχων,, ἐπὶ τὴν γῆν ῥέπων τε καὶ βαρύνων [Pl. Phaedr. 247 b]–, ἐν δὲ σώ- μασι διὰ τὴν τῶν ἀνομοίων σύμμιξιν,, καὶ αὖ τῶν ἐναντίων λόγων, διὰ τούτων δῆλον. 50 Τίς δὲ ὁ τρόπος καὶ πῶς ὑπέστη τὸ κακὸν ἐκ τούτων––– ἐφεξῆς ἡμῖν ῥητέον τὴν λεγομένην παρυπόστασιν ἐνταῦθα τιθεμένοις· οὐ γάρ ἐστιν ὑφεστάναι τὸ μήτε ἐκ προηγουμένης αἰτίας κἂν ὁπωσοῦν γεγονὸς μήτε εἰς ὡρισμένον τέλος καὶ τὸ οὗ ἕνεκα τὴν ἀνα- φορὰν ἔχον μήτε καθ' αὑτὸ τὴν εἰς τὸ εἶναι πάροδον λαχόν, δέον πᾶν τὸ ὁτιοῦν καὶ κυρίως ὑποστὰν ἔκ τε αἰτίας γεγονέναι κατὰ φύσιν· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν καὶ πρός τι τέλος τὴν τάξιν τῆς ἑαυτοῦ γενέσεως ἀναφέρειν. θετέον οὖν τὸ κακὸν ἓν τούτων εἶναι οἷς τὸ εἶναι κατὰ συμβεβηκὸς καὶ δι' ἄλλο καὶ οὐκ ἐξ ἀρχῆς οἰκείας;––– ἄλλο τὸ ἐφετὸν ἡμῖν καὶ ἄλλο τὸ γινόμενον καὶ οὗ ἡ τεῦξις.––– τὸ μὲν ὑφίστασθαι τῶν ἐξ ἀρχῆς εἰς τέλος πορευομένων ἦν, τὸ δὲ παρυφίστασθαι τῶν μήτε ἐκ τῆς ἀρχῆς κατὰ φύσιν ἐκφαινομένων μήτε εἰς ὡρισμένον τέλος τελευτώντων. αἱ δὲ τῶν κακῶν γενέσεις οὔτε προη- γουμένην ἔλαχον τὴν τοῦ ποιεῖν αὐτὰ λεγομένην αἰτίαν– οὔτε γὰρ ὁ λόγος τῶν παρὰ λόγον γινομένων αἴτιος– οὔτε ἀφικνοῦνται εἰς τέλος τὸ οὗ ἕνεκεν πᾶν τὸ γινόμενον πέφυκε. παρυπόστασιν ἄρα τὴν τοιαύτην γένεσιν ῥητέον ἄσκοπον καὶ ἀναίτιόν πως οὖσαν καὶ ἀόριστον. οὔτε γὰρ τὸ αἴτιον εἰς τὸ κακὸν αὐτὸ βλέπων ποιεῖ, οὐθ' ὃ μήτε καθ' αὑτὸ μήτε κυρίως αἴτιον· πᾶν δὲ τοὐναντίον· ἀγαθοῦ γὰρ ἕνεκα πᾶν τὸ γινόμενον γίνεται, τὸ δὲ κακὸν ἔξωθεν καὶ ἐπεισοδιῶδες, ἀτευξία τοῦ προσήκοντος ἑκάστῳ τέλους. ἡ δὲ ἀτευξία διὰ τὴν τοῦ ποιοῦντος ἀσθένειαν· τοῦτο δέ, ὅτι ἔλαχε φύσιν, ἧς τὸ μὲν χεῖρον, τὸ δὲ κάλλιον,––– ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν·–––· ἀσυμμετρία γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδεές.––– καὶ τὸ πλῆθος... καὶ ἡ τῶν δυνάμεων διαφορότης, ἄλλων πρὸς ἄλλα τὴν ὁλκὴν ποιουμένων·––– ὅπου δὲ τὸ πλῆθος καὶ ἡ ἑτερότης ἐξέλαμψε διὰ τὴν τῆς ἑνώσεως ὕφεσιν, ἐνταῦθα ἥ τε ἔνδεια τῆς δυνάμεως– πᾶσα γὰρ δύναμις τῷ ἑνὶ καὶ ἐξ ἑνός ἐστιν ὅ ἐστι– καὶ ἡ ἀναρμοστία καὶ ἡ στάσις ἄλλου πρὸς ἄλλο φερομένου ταῖς ὀρέξεσι. Πῶς μὲν οὖν ἔχουσι τῶν κακῶν αἱ γενέσεις καὶ τίς ἡ λεγομένη παρυπόστασις καὶ πόθεν, εἴρηται. 51 Αὐτὸ δὲ τὸ κακὸν ὃ τί ποτέ ἐστιν ἤδη λεκτέον. δόξειε δ' ἂν πάντων εἶναι χαλεπώτατον τὸ γνῶναι καθ' ἑαυτὴν τὴν τοῦ κακοῦ φύσιν καὶ τὸ εἶδος, εἴπερ πᾶσα γνῶσις εἴδους ἐστὶν ἐπαφή, τὸ δὲ κακὸν ἀνείδεον καὶ οἷον στέρησις. τάχα δ' ἂν γένοιτο καὶ τοῦτο φανερόν, εἰ πρὸς τὸ ἀγαθὸν αὐτὸ... βλέποντες, οὕτω δὴ καὶ τὸ κακὸν ὃ τί ποτέ ἐστι θεωρήσαιμεν. ὡς γὰρ τὸ πρώτως ἀγαθὸν ἐπέκεινα πάντων, οὕτω τὸ αὐτοκακὸν πάντων ἄμοιρον ἀγαθῶν, λέγω δὲ ᾗ κακόν, καὶ ἔλλειψις ἐκείνων καὶ στέρησις.––– τὸ δὲ κακόν, εἰ ἐστὶ παντὸς τοῦ ἀγαθοῦ ᾗ κακὸν στέρησις, ἄμοιρόν ἐστιν ὡς μὲν κακὸν τῆς τῶν ἀγαθῶν πηγῆς, ὡς δὲ ἄπειρον τοῦ πάντων πέρατος, ὡς δὲ ἀσθένεια τῆς ἐν αὐτῷ δυνάμεως, ὡς δὲ ἀσυμμετρία καὶ ψεῦδος καὶ αἰσχρότης τοῦ τε κάλλους καὶ τῆς ἀληθείας καὶ τοῦ μέτρου,–––· ὡς δὲ ἀνίδρυτον τῇ ἑαυτοῦ φύσει καὶ ἄστατον τοῦ μένοντος αἰῶνος ἐν τῷ ἑνὶ καὶ τῆς ἐκείνου δυνάμεως– ἀδυναμίας γὰρ τὸ μὴ ὡσαύτως· ὡς δὲ στέρησις καὶ ἀζωΐα τῆς πρώτης τῶν εἰδῶν μονάδος καὶ τῆς ἐκεῖ ζωῆς· ὡς δὲ φθαρτικὸν καὶ διαιρετικὸν οἷς ἂν παρῇ καὶ ἀτελὲς τῆς τελεσιουργοῦ τῶν ὅλων ἀγαθότητος· τὸ γὰρ φθοροποιὸν μὲν ἀπὸ τοῦ ὄντος ἄγει πρὸς τὸ μὴ ὄν, τὸ δὲ διαιρετικὸν ἀναιρεῖ τὴν τοῦ ὄντος συνέχειάν τε καὶ τὴν ἕνωσιν, τὸ δὲ ἀτελὲς παραιρεῖται τῆς τε οἰκείας τελειότητος καὶ τῆς ἑκάστου κατὰ φύσιν διαθέσεως. τὸ μὲν ἀόριστον... ἔλλειψίς ἐστι καὶ ἁμαρτία τῆς ἑνιαίας ἀκρότητος, τὸ δὲ ἄγονον τῆς γονίμου, τὸ δὲ ἀργὸν τῆς δημιουργικῆς· παραίρεσις γὰρ καὶ ἀσθένεια καὶ ἀοριστία στερήσεις εἰσί, τῆς τε μονα- δικῆς αἰτίας καὶ τῆς γεννητικῆς δυνάμεως καὶ τῆς δραστηρίου ποιήσεως. εἰ δὲ καὶ ἀνομοιότητός καὶ μερισμοῦ καὶ ἀταξίας αἴτιον, τῶν τε ἀφομοιωτικῶν ἀγαθῶν καὶ τῆς ἀμερίστου τῶν μεριστῶν προνοίας καὶ τῆς ἐν τοῖς μερισθεῖσι τάξεως.––– ἀδρανὲς καὶ σκοτεινὸν καὶ ἔνυλον· ἢ πόθεν αὐτῷ τούτων τὲ καὶ τῶν τοιούτων ἕκαστον, εἰ μὴ ταῖς τῶν ἀγαθῶν ἐκείνων στερήσεσιν; ἐκεῖ γὰρ τὰ ἀγαθὰ πρώτως, ὧν μοῖρα καὶ εἰκών ἐστι καὶ τὸ ἐν ἡμῖν ἀγαθόν, οὗ ἡ στέρησις τὸ κακόν· ὥστε καὶ ἐκείνων, οἷς τὸ ἀγαθὸν ἐοικέναι φαμέν. καὶ τί δεῖ λέγειν, ὅπου καὶ τὸ ἐν σώμασι κακὸν οὐ τοῦ ἐν αὐτοῖς μόνον ἀγαθοῦ στέρησίς ἐστιν, ἀλλὰ καὶ πρὸ τούτου τοῦ ἐν ψυχαῖς; καὶ γὰρ τὸ ἐν σώμασιν ἀγαθὸν εἰκὼν τυγχάνον τοῦ ἐν ψυχαῖς.––– ἀλλ' ὅτι μὲν τὸ πάντῃ κακὸν στέρησις τῶν ἀγαθῶν καὶ ἔλλειψις, εἴρηται. 52 Ὄντι δὲ κατὰ τὴν ἑαυτοῦ φύσιν τοιούτῳ, πόθεν αὐτῷ ἡ πρὸς τὸ ἀγαθὸν ἐναντιότης λέγωμεν. ἔστι γὰρ καὶ τοῦτο στέρησις, ἀλλ' οὐ παντελής· συνοῦσα γὰρ τῇ τοῦ ἀγαθοῦ ἕξει ἡ ταύτης στέρησις αὐτῇ μὲν τῇ ἑαυτῆς παρουσίᾳ ἀσθενῆ ἐκείνην ποιεῖ, αὐτὸ δὲ ἀπ' ἐκείνης δύναμιν προσλαμβάνει καὶ εἶδος. ἔνθεν τοι τῶν στερήσεων αἱ μὲν τῶν εἰδῶν, παντελεῖς οὖσαι στερήσεις, ἀπουσίαι μόνον εἰσὶ τῶν ἕξεων, οὐ μαχόμεναι πρὸς αὐτάς· αἱ δὲ τῶν ἀγαθῶν μάχονται πρὸς τὰς ἕξεις αὐτῶν καὶ ἐναντίαι πως ἐκείναις εἰσίν· οὐ γὰρ ἀδύναμοι πάντῃ καὶ ἀδρανεῖς εἰσὶ ταῖς ἐκείνων συνοῦσαι δυνάμεσι καὶ οἷον εἰς εἶδος καὶ ἐνέρ- γειαν παρ' ἐκείνων ἀγόμεναι. ὃ καὶ τὴν ἀδικίαν αὐτὴν καθ' ἑαυτὴν ἀσθενῆ τε εἶναί καὶ ἄπρακτον, δικαιοσύνης δὲ παρ- ουσίᾳ καὶ δύναμιν ἔχειν καὶ εἰς τὸ ἐνεργεῖν ἄγεσθαι, μὴ μένουσαν ἐν τῇ ἑαυτῆς φύσει––– ἐν ἀλλοτρίᾳ δὲ γεγονὸς δυνάμει τὸ κακὸν, τῇ δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι ταῖς τῆς φύσεως δυνάμεσιν ἅμα καὶ ἡ ἐν αὐτοῖς ἀπολήγει παρὰ φύσιν ἐνέργεια, καίτοι τοῦ παρὰ φύσιν τότε μᾶλλον ὄντος λυομένης πάντῃ τῆς τάξεως· ὥστε καὶ ἐν ψυχαῖς μείζονα μὲν ἔργα ἀπὸ τῆς ἐλάττονος κακίας, ἐλάττονα δὲ ἀπὸ τῆς μείζονος· μονουμένη γὰρ τοῦ ἐναντίου, κατὰ μὲν τὸ αἰσχρὸν αὐτῆς καὶ τὸ ἀνείδεον αὔξεται, κατὰ δὲ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν ἐλαττουμένη ἀσθενὴς ἅμα καὶ ἀδρανής ἐστιν· οὐ γὰρ παρ' αὐτῆς ἡ δύναμις, ἵνα ἂν αὐξανομένης αὐτῆς καὶ ἡ δύναμις πρὸς τὸ μεῖζον αὔξῃ, ἀλλ' ἐκ τῆς παρουσίας τοῦ ἐναντίου––– τῇ δὲ ὑφέσει τῆς δυνάμεως ἀσθενέστερον ὂν πρὸς τὸ ποιεῖν, ἔστι μὲν κακὸν μεῖζον, ἐνεργεῖ δὲ ἧττον. 53 Εἰ δὲ ταῦτα ὀρθῶς λέγομεν, οὔτε ἐνεργεῖν τὸ κακὸν οὔτε δύνασθαι ῥητέον, ἀλλὰ τὸ ἐνεργεῖν αὐτῷ καὶ τὸ δύνασθαι παρὰ τοῦ ἐναντίου. καὶ γὰρ τὸ ἀγαθὸν ἀσθενὲς καὶ ἀδρανὲς γίνεται διὰ τὴν τοῦ κακοῦ μίξιν, καὶ τὸ κακὸν δυνάμεως καὶ ἐνεργείας μεταλαγχάνει διὰ τὴν τοῦ ἀγαθοῦ παρουσίαν· ἐν ἑνὶ γὰρ ἄμφω. καὶ ὥσπερ ἐν τοῖς σώμασιν ὕλη γίνεται τῷ ἐναντίῳ τὸ ἐναντίον, ὡς τοῦ μὲν κατὰ φύσιν δυναμοῦντος τὸ παρὰ φύσιν,––– τοῦ δὲ παρὰ φύσιν ἀσθενὲς ποιοῦντος τὸ κατὰ φύσιν,––– κωλυομένης τῆς τάξεως, ἐν ᾗ τὸ τῆς φύσεως εὖ· οὕτω δὴ καὶ ἐν ψυχαῖς τό τε κακὸν τοῦ ἀγαθοῦ κρατῆσαν χρῆται τῇ ἐκείνου δυνάμει πρὸς τὸ οἰκεῖον, τῇ τοῦ λόγου δυνάμει καὶ ταῖς εὑρέσεσιν κατὰ τῶν ἐπιθυμιῶν· καὶ μεταδίδωσιν ἀλλήλοις τῆς ἑαυτῶν φύσεως, τὸ μὲν δυνάμεως, τὸ δὲ ἀσθε- νείας, ἐπεὶ καὶ τὸ κακὸν καθ' ἑαυτὸ οὔτε ἐνεργεῖν πέφυκεν οὔτε δύ- νασθαι. πᾶσα γὰρ δύναμις ἀγαθόν, καὶ πᾶσα ἐνέργεια δυνάμεως ἐστὶν ἔκτασις. καὶ πῶς γὰρ ἂν ἔτι δύναμις εἴη, κακὸν οὖσα τοῖς ἔχουσιν αὐτήν, εἴπερ πάσης δυνάμεως ἔργον σώζειν τὸ ἔχον αὐτὴν καὶ ἐν ᾧ ἐστι, τὸ δὲ κακὸν διόλλυσιν ἕκαστον οὗ ἐστι κακόν; 54 Ἔστιν ἄρα τὸ κακὸν ἀδρανὲς καὶ ἀδύναμον καθ' αὑτό. εἰ δὲ καὶ ἀκούσιόν ἐστιν,, καὶ ἀβούλητον, εἴη ἂν καὶ κατ' αὐτὸ στέρησις τῆς πρωτίστης τοῦ ἀγαθοῦ τριάδος, βουλήσεως, δυνάμεως, ἐνεργείας. τὸ μὲν γὰρ ἀγαθὸν καὶ βουλητόν ἐστι καὶ εὐδύναμον καὶ δραστήριον κατὰ τὴν ἑαυτοῦ φύσιν· τὸ δὲ κακὸν ἀβούλητον καὶ ἀσθενὲς καὶ ἀδρανές· οὔτε γὰρ βουλητόν τινι τὸ ἑκάστου φθαρτικόν, οὔτε δυνά- μεως φθείρειν τὸ ἔχον αὐτήν, οὔτε ἐνεργείας τὸ μὴ κατὰ δύναμιν ἔχειν τὴν ὑπόστασιν αὐτῆς. ἀλλ' ὥσπερ τῶν κακῶν ὀρέγονται φαινομένων αὐτοῖς ἀγαθῶν, καὶ ἔστι τὸ κακὸν τούτοις φαινόμενον βουλητόν– διὰ τὴν τοῦ ἀγαθοῦ μίξιν τοιοῦτον φαμέν–, οὕτω δὴ καὶ δύναμις ἐν τῷ κακῷ καὶ ποίησις φαινομένως ἐστί, ὅτι τὸ μὴ καθ' αὑτὸ μηδὲ ᾗ κακόν––– οὔτε γὰρ στέρησις τὸ ποιεῖν τι δυνάμενον ἢ ὅλως δυνάμενον, οὔτε ἐναντίον τὸ καθ' αὑτὸ μήτε δύναμιν μήτε ἐνέργειαν ἔχον· ἀλλ' οὑτωσί πως ὑπ- εναντίον [Pl. Theaet. 176a] αὐτὸ, ὃ καθ' ἑαυτὸ μέν ἐστι στέρησις· ὅτι δὲ οὐ παντελής ἐστι στέρησις, ἀλλ' ὁμοῦ τῇ ἕξει μεταλαμ- βάνον δυνάμεως ἐκεῖθεν καὶ τοῦ ἐνεργεῖν, εἰς τὴν τῆς ἐναντιώσεως μοῖραν καθίσταται, καὶ οὔτε στέρησις ἐστὶ παντελὴς οὔτε ἐναντίον, ἀλλ' ὑπεναν- τίον τῷ ἀγαθῷ,––– Τί μὲν οὖν ἐστὶ τὸ κακὸν καὶ ἥντινα ἔλαχε φύσιν καὶ πῶς ἐστὶ καὶ πόθεν, διὰ τούτων δῆλον. 55 Πόσαι δὲ αὐτοῦ διαφοραὶ καὶ τίνες, λεκτέον. εἴρηται μὲν οὖν καὶ πρότερον ὅτι κακὸν ἄλλο μέν ἐστιν ἐν ψυχαῖς.–––. λεγέσθω δὲ καὶ νῦν ὅτι τρία ταῦτα ἐστὶν ἐν οἷς τὸ κακόν, ψυχὴ καὶ σῶμα.... εἴπερ οὖν τῇ μὲν ἄνω ψυχῇ τὸ ἀγαθὸν κατὰ νοῦν..., τῇ δὲ κατὰ λόγον..., τῷ δὲ αὖ σώματι κατὰ φύσιν– αὕτη γὰρ αὐτῷ ἀρχὴ κινήσεως καὶ ἠρεμίας–. ἀνάγκη δήπου τὸ κακὸν τῇ μὲν παρὰ νοῦν εἶναι ὡς τῷ κατὰ νοῦν ὑπεναντίον, τῇ δὲ παρὰ λόγον, ᾗ τὸ εὖ κατὰ λόγον, τῷ δὲ παρὰ φύσιν· καὶ τρία ταῦτα τῶν κακῶν εἴδη τρισὶν ἐγγινόμενα φύσεσιν ἀσθενεῖν δυναμέναις διὰ τὴν εἰς τὸ μερικὸν τῆς οὐσίας ὕφεσιν. τὰ μὲν γὰρ ὅλα, καθάπερ εἴρηται πολλάκις, τὸ αὐτῶν ἀγαθὸν ἔχει ἀεί· τὸ δὲ κακὸν ἐνταῦθα, λέγω δὲ ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ- σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑνώσεως. 56 Ὅλως δὲ τὸ κακὸν ἄλλο μὲν τὸ ἐν ψυχαῖς, ἄλλο δὲ τὸ ἐν σώμασι, καὶ τούτων διττόν, τὸ μὲν νόσος, τὸ δὲ αἶσχος, [Pl. soph. 228]. ἔστι δὲ αἶσχος μὲν ἄγνοια καὶ τοῦ νοῦ στέρησις, νόσος δ' ἐν ψυχῇ στάσις καὶ ἔλλειψις τῆς κατὰ λόγον ζωῆς.–––, ἀλλὰ καὶ τούτων ἕκαστον αὖθις διττόν· καὶ γὰρ τὸ αἶσχος ἄλλως μέν ἐστι περὶ διάνοιαν, ἄλλως δὲ περὶ τὴν δόξαν, ἐπεὶ καὶ ἡ γνῶσις ἑτέρα, καί που μὲν ἐπιστήμης, ποὺ δὲ τέχνης ἔνδεια. πρὸς δὲ καὶ νόσος ἄλλως μὲν ἐν ταῖς ὁρμαῖς––– 57 Τοσαυταχῶς οὖν τὸ κακὸν διαιρετέον, ἐπεὶ καὶ τὰ μέτρα τῶν ὄντων ἐν τρισὶ ταύταις ἐστὶν ἀρχαῖς, φύσει καὶ ψυχῇ καὶ νῷ· καὶ τὸ ἄμετρον ἢ τῶν ἐν φύσει λόγων ἐστὶ στέρησις ἢ τῶν ἐν ψυχῇ ἢ τῶν ἐν νῷ.... καὶ γὰρ τὸ κοσμοῦν ἕκαστα κρεῖττον ἐστὶ τῶν κοσμουμένων––– 58 Ἀπορήσειεν δ' ἄν τις πῶς καὶ πόθεν ὅλως ἐστὶ τὰ κακά, προνοίας οὔσης. εἴτε γάρ ἐστι τὸ κακόν, πῶς τῷ προνοοῦντι πρὸς τὸ ἀγαθὸν οὐκ ἐνστήσεται; εἴτε προνοίας πλῆρες τὸ πᾶν, πῶς ἐν τοῖς οὖσι τὸ κακόν; ἔνιοι μὲν οὖν θατέρῳ τῶν λόγων ἐνέδοσαν, τῷ μὲν μὴ πάντα ἐκ προ- νοίας––– καὶ πρῶτον αὐτὸ καθ' αὑτὸ τὸ ἐν ψυχαῖς κακόν, εἰ ἀμιγὲς ἦν πρὸς τὸ ἐναντίον, ἄμοιρον τούτου παντάπασιν ὂν καὶ ἀφεγγέστατον καὶ οὐδὲν ἄλλο ἢ σκότος, τάχα ἂν τοῖς τῆς προνοίας ἔργοις ἐμπόδιον ἦν, παρ' ἧς πάντα ἀγαθά, φλαῦρον δὲ οὐδέν [πλ. τιμ. 30α]· εἰ δέ,, τοῦτο τὸ κακὸν καὶ ἀγαθόν ἐστι καὶ οὐκ ἀκράτως κακὸν οὐδὲ αὐτοκακόν, ἀλλὰ τωδὶ μὲν κακόν, ἁπλῶς δὲ οὐ κακόν, οὐκ ἀναιρετέον οὔτε διὰ τὴν τοῦ ἀγαθοῦ μέθεξιν τὸ εἶναι αὐτὸ κακὸν παν- τελῶς, οὔτε διὰ τὴν ἐν αὐτῷ κάκην τὸ καὶ μέχρι τούτου πάντα ἀγαθὰ καὶ εἶναι καὶ γίνεσθαι.––– 59––– τῷ παθόντι σωτηρίας ἀρχή. πολλοῖς γὰρ τὸ κακὸν μελετώ- μενον μὲν καὶ εἴσω ψυχῆς μένον κέκρυπται–––, πεπραγμένον δὲ... κατάδηλον γίνεται· δηλοῦσιν δὲ... καὶ αἱ τῆς ψυχῆς συνέσεις οἷον αὐτῆς ὀνειδιζούσης ἑαυτῇ τὸ πραχθέν· ἐπεὶ καὶ ἰατρῶν τέχναι ταῖς τῶν ἑλκῶν ἀναστομώσεσιν εἰς τοὐμφανὲς ἄγουσαι τό τε πάθος καὶ τὴν εἴσω κρυπτομένην νοσοποιὸν αἰτίαν, εἰκόνα παρέχονται τῶν ἔργων τῆς προ- νοίας ἐφιείσης ψυχὰς πάθεσί τε καὶ ποιήσεσιν αἰσχραῖς, ἵνα τῆς ἐν αὐταῖς ὠδῖνος καὶ ὑπούλου... ἕξεως ἀπαλλαγεῖσαι λάβωσιν ἀρχὴν περιόδου καὶ ζωῆς κρείττονος. ὅσα δὲ ἔνδον καὶ τούτων ἐστὶ πάθη ἑαυτὰς κακυνουσῶν ἔχει τὸ ἀγαθόν, καθὸ ἀεὶ πρὸς τὸ οἰκεῖον ἄγει τὴν ψυχήν· οὐ γάρ ἐστι τὰ χείρονα ἑλομένην μένειν ἐν τοῖς κρείττοσιν, ἀλλ' εὐθὺς ἐπὶ τὸ σκοτεινὸν καὶ αἰσχρὸν φέρεται· καὶ οὐχ αἱ πράξεις μόνον, ἀλλὰ καὶ τούτων χωρὶς αἱ τῆς ψυχῆς αἱρέσεις ἔχουσιν ἐν αὐταῖς τὴν δίκην· πᾶσα γὰρ αἵρεσις πρὸς τὸ ὅμοιον ἄγει αὐτήν. εἰ οὖν τὸ χεῖρον καὶ αἰσχρὸν καὶ ἄθεον ἐν τῇ ψυχῇ γένος ἐπὶ τὸ συγγενὲς μεθίστησιν αὐτήν, ἔχει εὐθὺς ἐν αὐτῇ ἀγαθὸν τὴν ἐκ προνοίας ἀξίαν, καὶ οὗτος ὁ ἐν ταῖς ψυχαῖς νόμος ἄγων ἑκάστην πρὸς τὸ οἰκεῖον. ἡ μὲν γὰρ προβάλλει τὴν ζωήν, ἡ δὲ συνάπτει ἑαυτὴν τοῖς ὁμοίοις· τὸ δὲ τῷ κατ' ἀξίαν εἶναι ταὐτόν, τὸ δὲ τῷ κατὰ δίκην, τὸ δὲ τῷ ἐκ προνοίας, τὸ δὲ τῷ ἀγαθῷ. εἰ μὲν γὰρ καὶ ἐξυβριζού- σαις αὐταῖς ἦν μένειν..., οὐδαμῶς ἂν εἶχεν αὐταῖς ἡ αἵρεσις τὸ εὖ· μόνως δὲ οὖσα κακόν, ἦν ἂν ἄθεος πάντῃ καὶ ἄδικος. εἰ δ' εὐθὺς τὴν ἑλομένην ἀφίστησι τῶν κρειττόνων, ἔχει τὸ ἀγαθὸν ἐντεῦθεν συμ- μιγὲς τῷ κακῷ· πᾶσα γὰρ ψυχὴ τοῦ ἄνω ὀρέγεταί πως κατὰ φύσιν. πεσούσαις οὖν αὐταῖς τὸ αἰσχρὸν φαίνεται τῆς ἐν αὐταῖς ζωῆς· πίπτειν δὲ ἀνάγκη πᾶσαν, ᾗ τὸ ἐνεργεῖν μὴ κατὰ τὸν νοῦν, καὶ ταῖς μὲν μᾶλλον, ταῖς δὲ ἧττον πτῶσις, ἐπεὶ καὶ ἡ αἵρεσις ἄλλως ἄλλαις. 60 Ἀλλὰ πῶς τὸ ἐν σώμασι κακὸν ἅμα καὶ ἀγαθόν ἐστιν, ἢ ὡς ὑπάρχον τῷ μὲν ὅλῳ κατὰ φύσιν, τῷ δὲ μέρει παρὰ φύσιν, μᾶλλον δὲ καθ' ὅσον μὲν εἰς τὸ πᾶν τελεῖ κατὰ φύσιν, καθ' ὅσον δὲ μεμέρισται ἐκεῖθεν παρὰ φύσιν; ἐπεὶ δὲ καὶ τὸ ἐν σώμασι κακὸν διττόν, τὸ μὲν ὡς αἶσχος, τὸ δὲ ὡς νόσος [Pl. soph. 228 e]– καλῶ δὲ αἴσχη πάντα ὅσα παρὰ φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· κατὰ φύσιν τὴν ὅλην..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν γὰρ τῇ μερικῇ φύσει εἷς ἐστι λόγος καὶ τὸ παρὰ τοῦτον αὐτῇ παρὰ φύσιν· ἐν δὲ τῇ ὅλῃ πάντες οἱ λόγοι καὶ πάντα τὰ εἴδη φυσικῶς· καὶ ποτὲ μὲν ἐξ ἑνὸς εἴδους ἓν τὸ γινόμενον, κυριώτερον εἰπεῖν· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· ποτὲ δὲ ἐξ ἑνὸς πολλά· καὶ γὰρ ὁ τοῦ σχήματος λόγος εἷς, ἀλλὰ τὰ κατ' αὐτὸν πολλά· ποτὲ δὲ ἐκ πολλῶν ἕν, ὡς αἱ περὶ τὴν ὕλην τῶν εἰδῶν μίξεις, αἳ καὶ τέρατα δοκοῦσιν εἶναι πρὸς τὴν ἄτομον φύσιν ἑνὶ φιλοῦσαν κρατεῖσθαι εἴδει καὶ καθ' ἓν ὑφιστα- μένην· ποτὲ δὲ ἐκ πολλῶν πολλά– καὶ γὰρ ἰσότης καὶ ἀνισότης ἐν πολλοῖς. πάντα γοῦν τὰ εἴδη τά τε ἄμικτα καὶ ὅσα μεμειγμένα κατὰ φύσιν τὲ καὶ ἐκ τῶν ἐν φύσει λόγων, ὄντων πάντων ἐκεῖ. ἡ δὲ νόσος ἄλλῳ τρόπῳ κατὰ φύσιν, ὅτι τούτων ἕκαστον γέγονε... καὶ ἐν τῇ μερικῇ φύσει καὶ ἐν τῇ ὅλῃ· φθαρτικὴ δὲ κατὰ φύσιν μὲν τὴν ὅλην, παρὰ φύσιν δὲ τὴν μερικήν· τὸ γὰρ εἰς ὃ μεταβάλλει τὸ φθειρόμενον εἶδος ἔχει καὶ λόγον ἐκ τῆς ὅλης φύσεως, ἐναντίον τῇ τούτου φύσει καὶ οὐ παρ' ἐκείνης ἔχοντα τὸ εἶδος.... ᾗ μὲν οὖν ἐκεῖθεν ἡ μεταβολή, κατὰ φύσιν..., τὰ μὲν φθείρει, τοῖς δὲ παρέχεται γένεσιν· ᾗ δὲ εἷς λόγος ἐν τῷ μεταβάλλοντι, παρὰ φύσιν· ὡς μὲν γὰρ ὅλῳ, παρὰ φύσιν––, ὡς δὲ τοῦ ὅλου μέρει, κατὰ φύσιν· τούτῳ γὰρ καὶ γέγονεν ἐξ ἄλλου φθαρέντος καὶ φθείρεται πάλιν εἰς ἄλλου γένεσιν. 61 Οὐκ ἄρα τὸ ἐν σώμασι κακὸν ἀμιγῶς ὑπάρχει κακόν, ἀλλ' ὡδὶ μὲν κακὸν καὶ καθ' ὅσον οὐκ ἐκεῖθεν, ὡδὶ δὲ ἀγαθὸν καὶ καθ' ὅσον ἐκ προ- νοίας φυσικῆς. ὅλως δέ, οἷς καὶ ἡ γένεσις διὰ τὸ ἀγαθόν, πῶς ἄν τις φαίη ταῦτα πάντῃ ἀγαθοῦ παρῃρῆσθαι καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως ἄμοιρα μένειν; οὐδὲ γὰρ εἶναι τὸ κακὸν ἐστὶ δυνατὸν μὴ τοὐναντίον φανταζόμενον ὡς ἀγαθόν, ὅτι τοῦ ἀγαθοῦ ἕνεκα πάντα, καὶ αὐτὸ τὸ κακόν. ἀλλὰ πάντα τε ἕνεκα τοῦ ἀγαθοῦ, καὶ τὸ θεῖον ἀναίτιον τῶν κακῶν· οὐδαμοῦ γὰρ τὸ κακὸν ᾗ κακὸν ἐκεῖθεν, ἀλλ' ἐξ ἄλλων αἰτίων καὶ οἷς τὸ γεννᾶν οὐ κατὰ δύναμιν, ἀλλὰ δι' ἀσθένειαν ὑπάρχειν εἴρηται. διό μοι δοκεῖ καὶ ὁ Πλάτων περὶ τὸν πάντων βασιλέα τὰ πάντα θέμενος καὶ ἐκείνου ἕνεκα πάντα [ep. II 312e 1– 2], καὶ ὅσα μὴ ἀγαθά, φανταζόμενα γὰρ ὡς ἀγαθὰ καὶ ταῦτα τῶν ὄντων ἐστίν. καλῶν ἁπάντων αἴτιον ἐκεῖνο [Pl. ib. 312e 2– 3] προσειπεῖν καὶ οὐχ ἅπαξ πάντων· οὐδὲ γὰρ τῶν κακῶν· ἀλλὰ καὶ τούτων ἀναίτιον καὶ παντὸς τοῦ ὄντος αἴτιον· καὶ γὰρ καὶ τούτων ὡς ὄντων καὶ ᾗ ἀγαθόν ἐστιν ἕκαστον. εἰ δὲ ταῦτα ὀρθῶς φαμέν, καὶ πάντα ἂν ἐκ προνοίας εἴη, καὶ τὸ κακὸν ἔχει χώραν ἐν τοῖς οὖσιν. ὥστε καὶ ποιοῦσιν οἱ θεοὶ τὸ κακόν, ἀλλ' ὡς ἀγαθόν, καὶ γινώσκουσιν ὡς πάντων ἑνιαίαν ἔχοντες τὴν γνῶσιν, ἀμερίστως μὲν τῶν μεριστῶν, ἀγαθοειδῶς δὲ τῶν κακῶν, ἑνιαίως δὲ τοῦ πλήθους. ἄλλη γὰρ τῆς ψυχῆς γνῶσις καὶ ἄλλη τῆς νοερᾶς, ἄλλη τῶν θεῶν·––– αὐτῷ τῷ ἑνὶ τὰ πάντα καὶ γινώσκουσα καὶ παράγουσα.

Intertext edge

Open linked passage

Note