Institutio theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus">
—
⋯
Original / primary: Pg Scrape Grc
121.1
Πᾶν τὸ θεῖον ὕπαρξιν μὲν ἔχει τὴν ἀγαθότητα, δύναμιν δὲ ἑνιαίαν καὶ γνῶσιν κρύφιον καὶ ἄληπτον πᾶσιν ὁμοῦ τοῖς δευτέροις. εἰ γάρ ἐστι προνοητικὸν τῶν ὅλων, ἔστιν ἐν αὐτῷ δύναμις κρατητικὴ τῶν προνοουμένων, δι' ἥν, ἀκράτητον καὶ ἀπερί γραφον τοῖς πᾶσιν ὑπάρχουσαν, πάντα πεπληρώκασιν ἑαυτῶν, πάντα ὑποστρώσαντες ἑαυτοῖς· πᾶν γὰρ τὸ ἀρχικὸν ἄλλων αἴτιον καὶ κρατητικὸν διὰ δυνάμεως περιουσίαν ἄρχει καὶ κρατεῖ κατὰ φύσιν. ἔστι δὴ οὖν ἡ πρωτίστη δύναμις ἐν τοῖς θεοῖς, οὐ τῶν μὲν κρατοῦσα τῶν δὲ οὔ, πάντων δὲ ἐξ ἴσου προλαβοῦσα τὰς δυνάμεις ἐν ἑαυτῇ τῶν ὄντων, οὔτε οὐσιώδης οὖσα δύναμις οὔτε πολλῷ πλέον ἀνούσιος, ἀλλὰ τῇ ὑπάρξει τῶν θεῶν συμφυὴς καὶ ὑπερούσιος. ἀλλὰ μὴν καὶ τὰ πέρατα πασῶν τῶν γνώσεων ἑνοειδῶς ἐν τοῖς θεοῖς προϋφέστηκε· διὰ γὰρ τὴν θείαν γνῶσιν τὴν ἐξῃρη μένην τῶν ὅλων καὶ αἱ ἄλλαι πᾶσαι γνώσεις ὑπέστησαν, οὔτε νοερὰν οὖσαν οὔτε ἔτι μᾶλλον τῶν μετὰ νοῦν τινα γνώσεων, ἀλλὰ κατὰ τὴν ἰδιότητα τὴν θείαν ὑπὲρ νοῦν ἱδρυμένην. εἴτε ἄρα γνῶσίς ἐστι θεία, κρύφιός ἐστιν αὕτη καὶ ἑνοειδὴς ἡ γνῶσις· εἴτε δύναμις, ἀπερίγραφος πᾶσι καὶ περιληπτικὴ πάντων ὡσαύτως· εἴτε ἀγαθότης, τὴν ὕπαρξιν αὐτῶν ἀφορί ζουσα. καὶ γὰρ εἰ πάντα ἐστὶν ἐν αὐτοῖς, γνῶσις δύναμις ἀγαθότης, ἀλλ' ἡ ὕπαρξις τῷ ἀρίστῳ χαρακτηρίζεται καὶ ἡ ὑπόστασις κατὰ τὸ ἄριστον· τοῦτο δὲ ἡ ἀγαθότης. 122 Πᾶν τὸ θεῖον καὶ προνοεῖ τῶν δευτέρων καὶ ἐξῄρηται τῶν προνοουμένων, μήτε τῆς προνοίας χαλώσης τὴν ἄμικτον αὐτοῦ καὶ ἑνιαίαν ὑπεροχὴν μήτε τῆς χωριστῆς ἑνώσεως τὴν πρόνοιαν ἀφανιζούσης. μένοντες γὰρ ἐν τῷ ἑνιαίῳ τῷ ἑαυτῶν καὶ ἐν τῇ ὑπάρξει τὰ πάντα πεπληρώκασι τῆς ἑαυτῶν δυνάμεως· καὶ πᾶν τὸ δυνά μενον αὐτῶν μεταλαγχάνειν ἀπολαύει τῶν ἀγαθῶν ὧν δέχεσθαι δύναται κατὰ τὰ μέτρα τῆς οἰκείας ὑποστάσεως, ἐκείνων αὐτῷ τῷ εἶναι, μᾶλλον δὲ προεῖναι, τἀγαθὰ τοῖς οὖσιν ἐπιλαμπόντων. ὄντες γὰρ οὐδὲν ἄλλο ἢ ἀγαθότητες, αὐτῷ τῷ εἶναι τοῖς πᾶσιν ἀφθόνως τἀγαθὰ χορηγοῦσιν, οὐ κατὰ λογισμὸν ποιούμενοι τὴν διανομήν, ἀλλὰ τούτων μὲν κατὰ τὴν αὐτῶν ἀξίαν δεχομένων, ἐκείνων δὲ κατὰ τὴν αὐτῶν ὕπαρξιν διδόντων. οὔτε οὖν προ νοοῦντες σχέσιν ἀναδέχονται πρὸς τὰ προνοούμενα· τῷ γὰρ εἶναι ὅ εἰσι πάντα ἀγαθύνουσιν, πᾶν δὲ τὸ τῷ εἶναι ποιοῦν ἀσχέτως ποιεῖ (ἡ γὰρ σχέσις πρόσθεσίς ἐστι τοῦ εἶναι· διὸ καὶ παρὰ φύσιν)· οὔτε χωριστοὶ ὄντες ἀναιροῦσι τὴν πρόνοιαν· οὕτω γὰρ ἂν ἀναιροῖεν (ὃ μηδὲ θέμις εἰπεῖν) τὴν ὕπαρξιν τὴν ἑαυτῶν, ἧς ἰδιότης ἡ ἀγαθότης ἐστίν. ἀγαθοῦ γὰρ ἡ μετάδοσις εἰς πᾶν τὸ μετέχειν δυνάμενον, καὶ τὸ μέγιστόν ἐστιν οὐ τὸ ἀγαθοειδές, ἀλλὰ τὸ ἀγαθουργόν. τοῦτο τοίνυν ἢ οὐδὲν ἕξει τῶν ὄντων ἢ θεοὶ πρὸ τῶν ὄντων· οὐ γὰρ ἄν που τοῖς μὲν κατὰ μέθεξιν ἀγαθοῖς ὑπάρχοι τὸ μεῖζον ἀγαθόν, τοῖς δὲ πρώτως ἀγαθοῖς τὸ ἔλαττον. 123 Πᾶν τὸ θεῖον αὐτὸ μὲν διὰ τὴν ὑπερούσιον ἕνωσιν ἄρρητόν ἐστι καὶ ἄγνωστον πᾶσι τοῖς δευτέροις, ἀπὸ δὲ τῶν μετεχόντων ληπτόν ἐστι καὶ γνωστόν· διὸ μόνον τὸ πρῶτον παντελῶς ἄγνωστον, ἅτε ἀμέθεκτον ὄν. πᾶσα γὰρ ἡ διὰ λόγου γνῶσις τῶν ὄντων ἐστὶ καὶ ἐν τοῖς οὖσιν ἔχει τὸ τῆς ἀληθείας καταληπτικόν (καὶ γὰρ νοημάτων ἐφάπτεται καὶ ἐν νοήσεσιν ὑφέστηκεν)· οἱ δὲ θεοὶ πάντων εἰσὶν ἐπέκεινα τῶν ὄντων. οὔτε οὖν δοξαστὸν τὸ θεῖον οὔτε διανοη τὸν οὔτε νοητόν. πᾶν γὰρ τὸ ὂν ἢ αἰσθητόν ἐστι, καὶ διὰ τοῦτο δοξαστόν· ἢ ὄντως ὄν, καὶ διὰ τοῦτο νοητόν· ἢ μεταξὺ τούτων, ὂν ἅμα καὶ γενητόν, καὶ διὰ τοῦτο διανοητόν. εἰ οὖν οἱ θεοὶ ὑπερούσιοι καὶ πρὸ τῶν ὄντων ὑφεστήκασιν, οὔτε δόξα ἔστιν αὐτῶν οὔτε ἐπιστήμη καὶ διάνοια οὔτε νόησις. ἀλλ' ἀπὸ τῶν ἐξηρτημένων οἷαί πέρ εἰσιν αὐτῶν αἱ ἰδιότητες γνωρίζονται, καὶ τοῦτο ἀναγκαίως. κατὰ γὰρ τὰς τῶν μετ εχομένων ἰδιότητας καὶ αἱ τῶν μετεχόντων συνδιαιροῦνται δια φορότητες, καὶ οὔτε πᾶν μετέχει παντός (οὐ γὰρ ἔστι σύνταξις τῶν πάντῃ ἀνομοίων) οὔτε τὸ τυχὸν τοῦ τυχόντος μετέχει, ἀλλὰ τὸ συγγενὲς ἑκάστῳ συνῆπται καὶ ἀφ' ἑκάστου πρόεισιν. 124 Πᾶς θεὸς ἀμερίστως μὲν τὰ μεριστὰ γινώσκει, ἀχρόνως δὲ τὰ ἔγχρονα, τὰ δὲ μὴ ἀναγκαῖα ἀναγκαίως, καὶ τὰ μεταβλητὰ ἀμεταβλήτως, καὶ ὅλως πάντα κρειττόνως ἢ κατὰ τὴν αὐτῶν τάξιν. εἰ γὰρ ἅπαν, ὅ τι περ ἂν ᾖ παρὰ τοῖς θεοῖς, κατὰ τὴν αὐτῶν ἔστιν ἰδιότητα, δῆλον δήπουθεν ὡς οὐχὶ κατὰ τὴν τῶν χειρόνων φύσιν ἐν τοῖς θεοῖς οὖσα ἡ γνῶσις αὐτῶν ἔσται, ἀλλὰ κατὰ τὴν αὐτῶν ἐκείνων ἐξῃρημένην ὑπεροχήν. ἑνοειδὴς ἄρα καὶ ἀπαθὴς ἡ γνῶσις ἔσται τῶν πεπληθυσμένων καὶ παθητῶν. εἰ ἄρα καὶ τὸ γνωστὸν εἴη μεριστόν, ἀλλ' ἡ θεία γνῶσις ἀμέριστος καὶ ἡ τῶν μεριστῶν· καὶ εἰ μεταβλητόν, ἀμετάβλητος· καὶ εἰ ἐνδεχό μενον, ἀναγκαία· καὶ εἰ ἀόριστον, ὡρισμένη. οὐ γὰρ ἀπὸ τῶν χειρόνων εἰσδέχεται τὸ θεῖον τὴν γνῶσιν, ἵνα οὕτως ἡ γνῶσις ἔχῃ, ὡς τὸ γνωστὸν ἔχει φύσεως. ἀλλὰ τὰ χείρονα περὶ τὸ ὡρισμένον τῶν θεῶν ἀορισταίνει, καὶ περὶ τὸ ἀμετάβλητον μεταβάλλει, καὶ τὸ ἀπαθὲς παθητικῶς ὑποδέχεται καὶ τὸ ἄχρονον ἐγχρόνως. τοῖς μὲν γὰρ χείροσιν ἀπὸ τῶν κρειττόνων παρεκβαίνειν δυνατόν, τοῖς δὲ θεοῖς εἰσδέχεσθαί τι παρὰ τῶν χειρόνων οὐ θέμις. 125 Πᾶς θεός, ἀφ' ἧς ἂν ἄρξηται τάξεως ἐκφαίνειν ἑαυτόν, πρόεισι διὰ πάντων τῶν δευτέρων, ἀεὶ μὲν πληθύνων τὰς ἑαυτοῦ μεταδόσεις καὶ μερίζων, φυλάττων δὲ τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως. αἱ μὲν γὰρ πρόοδοι δι' ὑφέσεως γινόμεναι τὰ πρῶτα πανταχοῦ πληθύνουσιν εἰς τὰς τῶν δευτέρων ὑποβάσεις, τὰ δὲ προϊόντα κατὰ τὴν πρὸς τὰ παράγοντα ὁμοιότητα τὴν ἑαυτῶν ὑποδέ χεται διάταξιν, ὥστε τὸ ὅλον ταὐτόν πως εἶναι, καὶ ἕτερον τὸ προϊὸν τῷ μένοντι, διὰ μὲν τὴν ὕφεσιν ἀλλοῖον φαινόμενον, διὰ δὲ τὴν συνέχειαν τὴν πρὸς ἐκεῖνο τῆς ταυτότητος οὐκ ἐξιστά μενον, οἷον δέ ἐστιν ἐκεῖνο ἐν τοῖς πρώτοις, τοιοῦτον ἐν τοῖς δευτέροις ὑφιστάμενον αὐτό, καὶ τῆς σειρᾶς τὴν ἀδιάλυτον κοι νωνίαν διαφυλάττον. ἐκφαίνεται μὲν οὖν ἕκαστος τῶν θεῶν οἰκείως ταῖς τάξεσιν, ἐν αἷς ποιεῖται τὴν ἔκφανσιν, πρόεισι δὲ ἐντεῦθεν ἄχρι τῶν ἐσχάτων διὰ τὴν γεννητικὴν τῶν πρώτων δύναμιν· πληθύνεται δὲ ἀεὶ διὰ τὴν πρόοδον ἀφ' ἑνὸς εἰς πλῆθος γινομένην, φυλάττει δὲ τὸ ταὐτὸν ἐν τῇ προόδῳ διὰ τὴν ὁμοιό τητα τῶν προϊόντων πρὸς τὸ ἑκάστης σειρᾶς ἡγεμονοῦν καὶ πρωτουργὸν αἴτιον. 126 Πᾶς θεὸς ὁλικώτερος μέν ἐστιν ὁ τοῦ ἑνὸς ἐγγυτέρω, μερικώτερος δὲ ὁ πορρώτερον. τοῦ γὰρ πάντα παράγοντος ὁ πλειόνων αἴτιος ἐγγυτέρω, ὁ δὲ ἐλαττόνων πορρωτέρω· καὶ ὁ μὲν πλειόνων αἴτιος ὁλικώτερος, ὁ δὲ ἐλαττόνων μερικώτερος. καὶ ἑκάτερος μὲν ἑνάς ἐστιν· ἀλλ' ὁ μὲν δυνάμει μείζων, ὁ δὲ ἐλάττων κατὰ τὴν δύναμιν. καὶ οἱ μερικώτεροι γεννῶνται ἐκ τῶν ὁλικωτέρων οὔτε μεριζομένων ἐκείνων (ἑνάδες γάρ) οὔτε ἀλλοιουμένων (ἀκίνητοι γάρ) οὔτε σχέσει πληθυνομένων (ἀμιγεῖς γάρ), ἀλλ' ἀφ' ἑαυτῶν δευτέρας ἀπογεννώντων προόδους διὰ δυνάμεως περιουσίαν, ὑφειμένας τῶν πρὸ αὐτῶν. 127 Πᾶν τὸ θεῖον ἁπλοῦν πρώτως ἐστὶ καὶ μάλιστα, καὶ διὰ τοῦτο αὐταρκέστατον. ὅτι μὲν γὰρ ἁπλοῦν, ἐκ τῆς ἑνώσεως φανερόν· ἑνικώτατον γάρ ἐστι πᾶν, τὸ δὲ τοιοῦτον διαφερόντως ἁπλοῦν. ὅτι δὲ αὐταρκέστατον, μάθοι τις ἂν ἐννοήσας ὅτι τὸ μὲν σύνθετον ἐνδεές ἐστιν, εἰ καὶ μὴ τῶν ἄλλων, ὧν ἐστιν ἔξω, ἀλλ' ἐκείνων γε, ἐξ ὧν συνετέθη· τὸ δὲ ἁπλούστατον καὶ ἑνιαῖον καὶ τὸ ἓν τῷ ἀγαθῷ ταὐτὸν προστησάμενον αὐταρκέστατον· τοιοῦτον δὲ τὸ θεῖον πᾶν. οὔτε οὖν τῶν ἄλλων δεῖται, αὐτοαγαθότης ὑπάρχον, οὔτε ἐξ ὧν ὑφέστηκεν, ἑνιαῖον ὑπάρχον. 128 Πᾶς θεός, ὑπὸ μὲν τῶν ἐγγυτέρω μετεχόμενος, ἀμέσως μετέχεται· ὑπὸ δὲ τῶν πορρωτέρω, διὰ μέσων ἢ ἐλαττόνων ἢ πλειόνων τινῶν. τὰ μὲν γάρ, διὰ συγγένειαν ἑνοειδῆ καὶ αὐτὰ ὄντα, μετέχειν αὐτόθεν δύναται τῶν θείων ἑνάδων· τὰ δὲ δι' ὕφεσιν καὶ τὴν εἰς πλῆθος ἔκτασιν ἄλλων δεῖται τῶν μᾶλλον ἡνωμένων ἵνα μετά σχῃ τῶν αὐτοενάδων οὐσῶν, ἀλλ' οὐχ ἡνωμένων. τῆς γὰρ ἑνάδος μεταξὺ καὶ τοῦ διῃρημένου πλήθους ἐστὶ τὸ ἡνωμένον πλῆθος, συμφύεσθαι μὲν τῇ ἑνάδι δυνάμενον διὰ τὴν ἕνωσιν, συγγενὲς δέ πως ὂν καὶ τῷ διῃρημένῳ πλήθει διὰ τὴν τοῦ πλήθους ἔμφασιν. 129 Πᾶν μὲν σῶμα θεῖον διὰ ψυχῆς ἐστι θεῖον τῆς ἐκθεου μένης, πᾶσα δὲ ψυχὴ θεία διὰ τοῦ θείου νοῦ, πᾶς δὲ νοῦς [θεῖος] κατὰ μέθεξιν τῆς θείας ἑνάδος· καὶ ἡ μὲν ἑνὰς αὐτόθεν θεός, ὁ δὲ νοῦς θειότατον, ἡ δὲ ψυχὴ θεία, τὸ δὲ σῶμα θεοειδές. εἰ γὰρ ὑπὲρ νοῦν ἐστιν ἅπας ὁ τῶν θεῶν ἀριθμός, αἱ δὲ μεθ έξεις διὰ τῶν συγγενῶν καὶ τῶν ὁμοίων ἐπιτελοῦνται, ἡ μὲν ἀμέριστος οὐσία μεθέξει πρώτως τῶν ὑπερουσίων ἑνάδων, δευτέ ρως δὲ ἡ γενέσεως ἐφαπτομένη, τρίτως δὲ ἡ γένεσις· καὶ ἕκαστα διὰ τῶν προσεχῶς ὑπερκειμένων. καὶ φοιτᾷ μὲν ἄχρι τῶν ἐσχάτων ἐν τοῖς μετέχουσιν ἡ τῶν θεῶν ἰδιότης, διὰ μέσων δὲ τῶν πρὸς ἑαυτὴν συγγενῶν. ἡ γὰρ ἑνὰς πρώτῳ μὲν τῷ νῷ δίδωσι τὴν ἑαυτῆς ἐξαίρετον ἐν τοῖς θείοις δύναμιν, καὶ ἀποτελεῖ κἀκεῖνον τοιοῦτον νοῦν, οἵα ἐστὶ καὶ αὐτὴ κατὰ τὸ ἑνιαῖον πλῆ θος. διὰ δὲ νοῦ καὶ ψυχῇ πάρεστι, συνεξάπτουσα κἀκείνην τῷ νῷ καὶ συνεκπυροῦσα, εἰ ὁ νοῦς οὗτος εἴη μεθεκτός. διὰ δὲ ψυχῆς ἀπήχημα τῆς οἰκείας ἰδιότητος καὶ τῷ σώματι δίδωσιν, εἰ μετέχοι τι σῶμα ψυχῆς· καὶ οὕτω γίνεται τὸ σῶμα οὐ μόνον ἔμψυχον καὶ νοερόν, ἀλλὰ καὶ θεῖον, ζωὴν μὲν καὶ κίνησιν λαβὸν παρὰ ψυχῆς, διαμονὴν δὲ ἄλυτον ἀπὸ νοῦ, ἕνωσιν δὲ θείαν ἀπὸ τῆς μετεχομένης ἑνάδος· ἕκαστον γὰρ τῆς ἑαυτοῦ ὑπάρξεως μεταδίδωσι τοῖς ἐφεξῆς. 130 Πάσης θείας τάξεως τὰ πρῶτα μειζόνως ἐξῄρηται τῶν προσεχῶς ὑπ' αὐτὰ τεταγμένων ἢ ταῦτα τῶν ἐφεξῆς, καὶ μει ζόνως ἐξέχεται τὰ δεύτερα τῶν προσεχῶς ὑπερκειμένων ἢ τούτων τὰ μετὰ ταῦτα. ὅσῳ γὰρ ἂν ἑνικώτερον ᾖ τι καὶ ὁλικώτερον, τοσούτῳ καὶ τὴν ὑπεροχὴν ἔλαχε μείζονα πρὸς τὰ ἐφεξῆς, ὅσῳ δ' ἂν ὑφει μένον κατὰ τὴν δύναμιν, τοσούτῳ μᾶλλόν ἐστι τοῖς μετ' αὐτὸ συμφυέστερον· καὶ τὰ μὲν ὑψηλότερα μᾶλλον ἑνίζεται τοῖς ἑαυτῶν αἰτιωτέροις, τὰ δὲ καταδεέστερα ἧττον. δυνάμεως γάρ ἐστι μείζονος τὸ μᾶλλον ἐξῃρῆσθαι τῶν ὑφειμένων καὶ μᾶλλον ἡνῶσθαι τοῖς κρείττοσιν· ὥσπερ αὖ ἔμπαλιν τὸ τῶν μὲν ἀφί στασθαι μᾶλλον, τοῖς δὲ συμπάσχειν, ἐλάττωσίς ἐστι δυνά μεως, ὃ δὴ συμβαίνει τοῖς δευτέροις καθ' ἑκάστην τάξιν, ἀλλ' οὐ τοῖς πρώτοις. 131 Πᾶς θεὸς ἀφ' ἑαυτοῦ τῆς οἰκείας ἐνεργείας ἄρχεται. τὴν γὰρ ἰδιότητα τῆς εἰς τὰ δεύτερα παρουσίας ἐν ἑαυτῷ πρῶτον ἐπιδείκνυσι· διότι δὴ καὶ τοῖς ἄλλοις ἑαυτοῦ μεταδίδωσι, κατὰ τὸ ὑπέρπληρες ἑαυτοῦ. οὔτε γὰρ τὸ ἐλλεῖπον οἰκεῖον τοῖς θεοῖς οὔτε τὸ πλῆρες μόνον. τὸ μὲν γὰρ ἐλλεῖπον πᾶν ἀτελὲς ὑπάρχει, καὶ ἄλλο τέλειον ποιεῖν, αὐτὸ μὴ τέλειον ὑπάρχον, ἀμήχανον· τὸ δὲ πλῆρες αὔταρκες μόνον, οὔπω δὲ εἰς μετάδοσιν ἕτοιμον. ὑπέρπληρες ἄρα εἶναι δεῖ τὸ πληρωτικὸν ἄλλων καὶ εἰς ἄλλα διατεῖνον τὰς ἑαυτοῦ χορηγίας. εἰ οὖν τὸ θεῖον ἅπαντα ἀφ' ἑαυτοῦ πληροῖ τῶν ἀγαθῶν τῶν ἐν αὐτῷ, ἕκαστον ὑπέρπληρές ἐστιν· εἰ δὲ τοῦτο, ἐν ἑαυτῷ πρώτῳ τὴν ἰδιότητα ἱδρυσάμενον ὧν δίδωσι τοῖς ἄλλοις, οὕτω δὴ κἀκείνοις ἐπορέγει τὰς μεταδόσεις τῆς ὑπερπλήρους ἀγαθότητος. 132 Πᾶσαι τῶν θεῶν αἱ τάξεις μεσότητι συνδέδενται. καὶ γὰρ πᾶσαι τῶν ὄντων αἱ πρόοδοι διὰ τῶν ὁμοίων ἀποτε λοῦνται· καὶ πολλῷ δὴ μᾶλλον αἱ τῶν θεῶν διακοσμήσεις ἀδιά λυτον κέκτηνται τὴν συνέχειαν, ἅτε ἑνοειδῶς ὑφεστηκυῖαι καὶ κατὰ τὸ ἓν ἀφωρισμέναι τὸ ἀρχηγικὸν αὐτῶν αἴτιον. ἡνω μένως οὖν αἱ ὑφέσεις γίνονται καὶ μειζόνως ἢ κατὰ τὴν ἐν τοῖς οὖσι τῶν δευτέρων πρὸς τὰ πρῶτα ὁμοιότητα, ὅσῳ δὴ καὶ ἡ τῶν θεῶν ὕπαρξις ἐν τῷ ἡνῶσθαι τῶν ὄντων μᾶλλον ὑφέστηκε. πάντα οὖν τὰ θεῖα γένη συνδέδεται ταῖς οἰκείαις μεσότησι, καὶ οὐκ ἀμέσως ἐπὶ τὰς διαφερούσας πάντῃ προόδους χωρεῖ τὰ πρῶτα, ἀλλὰ διὰ τῶν ἑκατέροις κοινῶν γενῶν, ἀφ' ὧν τε πρόεισι καὶ ὧν ἐστιν ἀμέσως αἴτια· ταῦτα γὰρ συνάγει τὰ ἄκρα κατὰ μίαν ἕνωσιν, τοῖς μὲν ὑπεστρωμένα συμφυῶς, τῶν δὲ ἐξῃρημένα προσεχῶς, καὶ τὴν εὔτακτον διαφυλάττει τῶν θείων ἀπογέννησιν. 133 Πᾶς μὲν θεὸς ἑνάς ἐστιν ἀγαθουργὸς ἢ ἀγαθότης ἑνοποιός, καὶ ταύτην ἔχει τὴν ὕπαρξιν καθόσον ἕκαστος θεός· ἀλλ' ὁ μὲν πρώτιστος ἁπλῶς τἀγαθὸν καὶ ἁπλῶς ἕν, τῶν δὲ μετὰ τὸν πρῶτον ἕκαστος τὶς ἀγαθότης ἐστὶ καὶ τὶς ἑνάς. ἡ γὰρ ἰδιότης ἡ θεία διέστησε τὰς ἑνάδας καὶ τὰς ἀγαθό τητας τῶν θεῶν, ὥστε ἕκαστον κατά τι τῆς ἀγαθότητος ἰδίωμα πάντα ἀγαθύνειν, οἷον τελεσιουργεῖν ἢ συνέχειν ἢ φρουρεῖν· τούτων γὰρ ἕκαστον τὶ ἀγαθόν ἐστιν, ἀλλ' οὐ πᾶν τὸ ἀγαθόν, οὗ τὴν ἑνιαίαν αἰτίαν τὸ πρῶτον προεστήσατο· διὸ καὶ τἀγαθόν ἐστιν ἐκεῖνο, ὡς πάσης ἀγαθότητος ὑποστατικόν. οὐδὲ γὰρ αἱ πᾶσαι τῶν θεῶν ὑπάρξεις ἅμα παρισοῦνται τῷ ἑνί· τοσαύτην ἐκεῖνο πρὸς τὸ πλῆθος τῶν θεῶν ἔλαχεν ὑπερβολήν.