Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio theologica
ProclusTheo 134 · pg-scrape-grcMore by Proclus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
134.1
Πᾶς θεῖος νοῦς νοεῖ μὲν ὡς νοῦς, προνοεῖ δὲ ὡς θεός. τοῦ μὲν γὰρ νοῦ τὸ γινώσκειν τὰ ὄντα καὶ ἐν νοήσεσιν ἔχειν τὸ τέλειον ἐξαίρετόν ἐστι· τοῦ δὲ θεοῦ τὸ προνοεῖν καὶ ἀγαθῶν πάντα πληροῦν. ἡ δὲ μετάδοσις αὕτη καὶ ἡ πλήρωσις δι' ἕνωσιν γίνεται τῶν πληρουμένων πρὸς τὰ πρὸ αὐτῶν· ἣν καὶ ὁ νοῦς μιμούμενος εἰς ταὐτὸν ἔρχεται τοῖς νοητοῖς. ᾗ οὖν προ νοεῖ, θεός, ἐν τῇ πρὸ νοῦ ἐνεργείᾳ τῆς προνοίας ἱσταμένης. διὸ καὶ πᾶσι μὲν ἑαυτοῦ μεταδίδωσιν ὡς θεοῦ, οὐ πᾶσι δὲ πάρ εστιν ὡς νοῦς· καὶ γὰρ ἐφ' ἃ τὸ νοερὸν ἰδίωμα μὴ πρόεισιν, ἐπὶ ταῦτα φθάνει τὸ θεῖον. καὶ γὰρ τὰ μὴ νοοῦντα προνοεῖσθαι βούλεται καὶ ἀγαθοῦ τινος μεταλαγχάνειν· τοῦτο δὲ διότι νοῦ μὲν οὐ πάντα ἐφίεται, οὐδὲ οἷς μετασχεῖν δυνατόν, τοῦ δὲ ἀγαθοῦ πάντα ἐφίεται καὶ σπεύδει τυχεῖν. 135 Πᾶσα θεία ἑνὰς ὑφ' ἑνός τινος μετέχεται τῶν ὄντων ἀμέσως, καὶ πᾶν τὸ ἐκθεούμενον εἰς μίαν ἑνάδα θείαν ἀνατεί νεται· καὶ ὅσαι αἱ μετεχόμεναι ἑνάδες, τοσαῦτα καὶ τὰ μετέ χοντα γένη τῶν ὄντων. οὔτε γὰρ δύο ἢ πλείους ἑνάδες ὑφ' ἑνὸς μετέχονται (πῶς γάρ, τῶν ἐν αὐταῖς ἰδιοτήτων ἐξηλλαγμένων, οὐχὶ καὶ τὸ ἑκάστῃ συμφυόμενον ἐξήλλακται, δι' ὁμοιότητος τῆς συναφῆς γινομένης;) οὔτε μία ἑνὰς ὑπὸ πλειόνων μετέχεται διῃρημένως. ἀσύναπτα γὰρ τὰ πολλὰ ὄντα τῇ ἑνάδι, καὶ ὡς ὄντα τῇ πρὸ τῶν ὄντων καὶ ὡς πολλὰ ἑνάδι· δεῖ δὲ τὸ μετέχον πῇ μὲν ὅμοιον εἶναι τῷ μετεχομένῳ, πῇ δὲ ἕτερον καὶ ἀνόμοιον. ἐπεὶ οὖν τὸ μετέχον τῶν ὄντων τί ἐστιν, ἡ δὲ ἑνὰς ὑπερούσιος, καὶ κατὰ τοῦτο ἀνωμοίωνται, ἓν ἄρα εἶναι χρὴ τὸ μετέχον, ἵνα [καὶ] κατὰ τοῦτο ὅμοιον ᾖ τῷ μετεχομένῳ ἑνί, εἰ καὶ τὸ μὲν οὕτως ἓν ὡς ἑνάς, τὸ δὲ ὡς πεπονθὸς τὸ ἓν καὶ ἡνωμένον διὰ τὴν ἐκείνης μέθεξιν. 136 Πᾶς θεὸς ὁλικώτερος μὲν ὑπάρχων καὶ ἐγγυτέρω τοῦ πρώτου τεταγμένος ὑπὸ ὁλικωτέρου γένους τῶν ὄντων μετέχεται, μερικώτερος δὲ καὶ πορρώτερον, ὑπὸ μερικωτέρου· καὶ ὡς τὸ ὂν πρὸς τὸ ὄν, οὕτως ἡ ἑνὰς πρὸς τὴν ἑνάδα τὴν θείαν. εἰ γὰρ ὅσα τὰ ὄντα, τοσαῦται καὶ αἱ ἑνάδες, καὶ ἔμπαλιν, μιᾶς ὑφ' ἑνὸς μετεχομένης, δῆλον δὴ ὅτι κατὰ τὴν τῶν ἑνάδων τάξιν ἡ τῶν ὄντων πρόεισι τάξις, ὁμοιουμένη τῇ πρὸ αὐτῆς, καὶ ταῖς μὲν ὁλικωτέραις τὰ ὁλικώτερα συμφύεται, ταῖς δὲ μερι κωτέραις ἑνάσι τὰ μερικώτερα ὄντα. εἰ γὰρ μή, πάλιν τὰ ἀνόμοια τοῖς ἀνομοίοις συνάψει, καὶ ἡ κατ' ἀξίαν διανομὴ οὐκ ἔσται. ταῦτα δὲ ἀδύνατα, εἴπερ καὶ τοῖς ἄλλοις ἅπασι τὸ ἓν καὶ τὸ οἰκεῖον μέτρον ἐκεῖθεν ἐπιλάμπεται καὶ ἀπ' ἐκείνων ἐφήκει· πολλῷ δὴ οὖν μᾶλλον ἐν αὐτοῖς τάξις ἔσται τῆς μεθέξεως, τὰ ὅμοια κατὰ τὴν δύναμιν τῶν ὁμοίων ἐξάπτουσα. 137 Πᾶσα ἑνὰς συνυφίστησι τῷ ἑνὶ τὸ μετέχον αὐτῆς ὄν. τὸ μὲν γὰρ ἕν, ὡς πάντων ἐστὶν ὑποστατικόν, οὕτω καὶ τῶν ἑνάδων τῶν μετεχομένων καὶ τῶν ὄντων τῶν εἰς τὰς ἑνάδας ἀνηρτημένων αἴτιον, τὸ δὲ ἑκάστης ἐξημμένον ἡ ἑνὰς ἡ εἰς αὐτὸ ἐλλάμπουσα παράγει· ἁπλῶς μὲν εἶναι τοῦ ἑνὸς ποιοῦντος, τὸ δὲ συμφυὲς εἶναι τῆς ἑνάδος ἀπεργαζομένης, ᾗ ἐστι συμφυές. αὕτη οὖν ἐστιν ἡ καθ' ἑαυτὴν ἀφορίζουσα τὸ μετέχον αὐτῆς ὂν καὶ τὴν ἰδιότητα τὴν ὑπερούσιον ἐν αὐτῷ δεικνύουσα οὐσιωδῶς· ἐκ γὰρ τοῦ πρώτως πανταχοῦ τῷ δευτέρως ὑπάρχει τὸ εἶναι τοῦτο, ὅ ἐστιν. ἥτις οὖν ἐστι τῆς θεότητος ὑπερούσιος ἰδιότης, αὕτη καὶ τοῦ ὄντος ἐστί, τοῦ μετέχοντος αὐτῆς, οὐσιωδῶς. 138 Πάντων τῶν μετεχόντων τῆς θείας ἰδιότητος καὶ ἐκ θεουμένων πρώτιστόν ἐστι καὶ ἀκρότατον τὸ ὄν. εἰ γὰρ καὶ τοῦ νοῦ καὶ τῆς ζωῆς ἐπέκεινα τὸ ὄν, ὡς δέδεικται, εἴπερ πλείστων τοῦτο μετὰ τὸ ἓν αἴτιον, ἀκρότατον ἂν εἴη τὸ ὄν. τούτων μὲν γὰρ ἑνικώτερον, καὶ διὰ τοῦτο πάντως σεμνό τερον· ἄλλο δὲ πρὸ αὐτοῦ οὐκ ἔστι πλὴν τοῦ ἑνός. πρὸ γὰρ τοῦ ἑνιαίου πλήθους τί ἄλλο ἢ τὸ ἕν; πλῆθος δὲ ἑνιαῖον τὸ ὄν, ὡς ἐκ πέρατος ὂν καὶ ἀπείρου. καὶ ὅλως πρὸ τῆς οὐσίας τὸ ὑπερούσιον μόνον· ἐπεὶ καὶ ἐν ταῖς εἰς τὰ δεύτερα ἐλλάμψεσι μόνον τὸ ἓν ἐπέκεινα φθάνει τοῦ ὄντος, τὸ δὲ ὂν εὐθὺς μετὰ τὸ ἕν. τὸ γὰρ δυνάμει ὄν, οὔπω δὲ ὄν, ἕν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· καὶ τὸ μετὰ τοῦτο ἤδη ἐνεργείᾳ ὄν. καὶ ἐν ταῖς ἀρχαῖς ἄρα τοῦ ὄντος ἐπέκεινα εὐθὺς τὸ μὴ ὂν ὡς κρεῖττον τοῦ ὄντος καὶ ἕν. 139 Πάντα τὰ μετέχοντα τῶν θείων ἑνάδων, ἀρχόμενα ἀπὸ τοῦ ὄντος, εἰς τὴν σωματικὴν τελευτᾷ φύσιν· τὸ γὰρ πρῶτόν ἐστι τῶν μετεχόντων τὸ ὄν, ἔσχατον δὲ τὸ σῶμα (καὶ γὰρ σώματα θεῖα εἶναί φαμεν). πάντων γὰρ τῶν γενῶν τὰ ἀκρότατα τοῖς θεοῖς ἀνεῖται, σωμάτων, ψυχῶν, νόων, ἵνα ἐν πάσῃ τάξει τὰ τοῖς θεοῖς ἀνα λογοῦντα συνεκτικὰ καὶ σωστικὰ τῶν δευτέρων ὑπάρχῃ, καὶ ἕκαστος ἀριθμὸς ὅλος ᾖ κατὰ τὸ ἐν τῷ μέρει ὅλον, ἔχων ἐν ἑαυτῷ πάντα καὶ πρὸ τῶν ἄλλων τὴν θείαν ἰδιότητα. ἔστιν οὖν καὶ σωματικῶς καὶ ψυχικῶς καὶ νοερῶς τὸ θεῖον γένος. καὶ δῆλον ὅτι πάντα ταῦτα θεῖα κατὰ μέθεξιν· τὸ γὰρ πρώτως θεῖον ἐν ταῖς ἑνάσιν ὑφέστηκε. τὰ ἄρα μετέχοντα τῶν θείων ἑνάδων ἄρχεται μὲν ἀπὸ τοῦ ὄντος, λήγει δὲ εἰς τὴν σωματικὴν φύσιν. 140 Πᾶσαι τῶν θεῶν αἱ δυνάμεις ἄνωθεν ἀρχόμεναι καὶ διὰ τῶν οἰκείων προϊοῦσαι μεσοτήτων μέχρι τῶν ἐσχάτων καθήκουσι καὶ τῶν περὶ γῆν τόπων. οὔτε γὰρ ἐκείνας διείργει τι καὶ ἀποκωλύει τῆς εἰς πάντα παρουσίας (οὐδὲ γὰρ δέονται τόπων καὶ διαστάσεων, διὰ τὴν ἄσχετον πρὸς πάντα ὑπεροχὴν καὶ τὴν ἄμικτον πανταχοῦ παρουσίαν), οὔτε τὸ μετέχειν αὐτῶν ἐπιτήδειον κωλύεται τῆς μεθέξεως, ἀλλ' ἅμα τέ τι πρὸς τὴν μετουσίαν ἕτοιμον γίνεται κἀκεῖναι πάρεισιν, οὔτε τότε παραγενόμεναι οὔτε πρότερον ἀποῦσαι, ἀλλ' ἀεὶ ὡσαύτως ἔχουσαι. ἐὰν οὖν τι τῶν περὶ γῆν ἐπιτήδειον ᾖ μετέχειν, καὶ τούτῳ πάρεισι· καὶ πάντα πεπλη ρώκασιν ἑαυτῶν, καὶ τοῖς μὲν ὑπερτέροις μειζόνως πάρεισι, τοῖς δὲ μέσοις κατὰ τὴν αὐτῶν τάξιν, τοῖς δὲ ἐσχάτοις ἐσχάτως. ἄνωθεν οὖν μέχρι τῶν τελευταίων ἐκτείνουσιν ἑαυτάς· ὅθεν καὶ ἐν τούτοις εἰσὶ τῶν πρώτων ἐμφάσεις, καὶ συμπαθῆ πάντα πᾶσιν, ἐν μὲν τοῖς πρώτοις τῶν δευτέρων προϋπαρχόντων, ἐν δὲ τοῖς δευτέροις τῶν πρώτων ἐμφαινομένων· τριχῶς γὰρ ἦν ἕκαστον, ἢ κατ' αἰτίαν ἢ καθ' ὕπαρξιν ἢ κατὰ μέθεξιν.

Intertext edge

Open linked passage

Note