Institutio theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus">
—
⋯
Original / primary: Pg Scrape Grc
141.1
Πᾶσα πρόνοια θείων ἡ μὲν ἐξῃρημένη τῶν προνοου μένων ἐστίν, ἡ δὲ συντεταγμένη. τὰ μὲν γὰρ κατὰ τὴν ὕπαρξιν καὶ τὴν τῆς τάξεως ἰδιότητα παντελῶς ὑπερήπλωται τῶν ἐλλαμπομένων· τὰ δὲ τῆς αὐτῆς ὄντα διακοσμήσεως προνοεῖ τῶν ὑφειμένων τῆς αὐτῆς συστοιχίας, μιμούμενα καὶ ταῦτα τὴν τῶν ἐξῃρημένων θεῶν προνοητικὴν ἐνέργειαν καὶ πληροῦν ἐφιέμενα τὰ δεύτερα τῶν ἀγαθῶν, ὧν δύνανται. 142 Πᾶσι μὲν οἱ θεοὶ πάρεισιν ὡσαύτως· οὐ πάντα δὲ ὡσαύτως τοῖς θεοῖς πάρεστιν, ἀλλ' ἕκαστα κατὰ τὴν αὐτῶν τάξιν τε καὶ δύναμιν μεταλαγχάνει τῆς ἐκείνων παρουσίας, τὰ μὲν ἑνοειδῶς, τὰ δὲ πεπληθυσμένως, καὶ τὰ μὲν ἀϊδίως, τὰ δὲ κατὰ χρόνον, καὶ τὰ μὲν ἀσωμάτως, τὰ δὲ σωματικῶς. ἀνάγκη γὰρ τὴν διάφορον μέθεξιν τῶν αὐτῶν ἢ παρὰ τὸ μετέχον γίνεσθαι διάφορον ἢ παρὰ τὸ μετεχόμενον. ἀλλὰ τὸ θεῖον πᾶν ἀεὶ τὴν αὐτὴν ἔχει τάξιν, καὶ ἄσχετόν ἐστι πρὸς πάντα καὶ ἄμικτον. παρὰ τὸ μετέχον ἄρα μόνον λείπεται τὴν ἐξαλλαγὴν ὑφίστασθαι, καὶ τὸ οὐχ ὡσαύτως ἐν τούτοις εἶναι, καὶ ταῦτα ἄλλοτε ἄλλως καὶ ἄλλα ἄλλως παρεῖναι τοῖς θεοῖς· ὥστε πᾶσιν ἐκείνων ὡσαύτως παρόντων, τὰ πάντα οὐχ ὡσαύτως πάρεστιν ἐκείνοις, ἀλλ' ὡς ἕκαστα δύναται, πάρεστι, καὶ ὡς πάρεστιν, οὕτως ἐκείνων ἀπολαύει· κατὰ γὰρ τὸ μέτρον τῆς τούτων παρουσίας ἡ μέθεξις. 143 Πάντα τὰ καταδεέστερα τῇ παρουσίᾳ τῶν θεῶν ὑπεξ ίσταται· κἂν ἐπιτήδειον ᾖ τὸ μετέχον, πᾶν μὲν τὸ ἀλλότριον τοῦ θείου φωτὸς ἐκποδὼν γίνεται, καταλάμπεται δὲ πάντα ἀθρόως ὑπὸ τῶν θεῶν. ἀεὶ μὲν γὰρ τὰ θεῖα περιληπτικώτερα καὶ δυνατώτερα τῶν ἀπ' αὐτῶν προελθόντων ἐστίν, ἡ δὲ τῶν μετεχόντων ἀνεπιτηδειό της τῆς ἐλλείψεως τοῦ θείου φωτὸς αἰτία γίνεται· ἀμυδροῖ γὰρ κἀκεῖνο τῇ ἑαυτῆς ἀσθενείᾳ. ἐκείνου δὲ ἀμυδρουμένου ἄλλο τι δοκεῖ τὴν ἐπικράτειαν μεταλαμβάνειν, οὐ κατὰ τὴν αὐτοῦ δύναμιν, ἀλλὰ κατὰ τὴν τοῦ μετέχοντος ἀδυναμίαν κατεξανί στασθαι δοκοῦν τοῦ θείου τῆς ἐλλάμψεως εἴδους. 144 Πάντα τὰ ὄντα καὶ πᾶσαι τῶν ὄντων αἱ διακοσμήσεις ἐπὶ τοσοῦτον προεληλύθασιν, ἐφ' ὅσον καὶ αἱ τῶν θεῶν διατάξεις. καὶ γὰρ ἑαυτοῖς οἱ θεοὶ τὰ ὄντα συμπαρήγαγον, καὶ οὐδὲν οἷόν τε ἦν ὑποστῆναι καὶ μέτρου καὶ τάξεως τυχεῖν ἔξω τῶν θεῶν· καὶ γὰρ τελειοῦνται πάντα κατὰ τὴν αὐτῶν δύναμιν, καὶ τάττεται καὶ μετρεῖται παρὰ τῶν θεῶν. καὶ πρὸ τῶν ἐσχάτων οὖν ἐν τοῖς οὖσι γενῶν προϋπάρχουσιν οἱ καὶ ταῦτα κοσμοῦντες θεοὶ καὶ διδόντες καὶ τούτοις ζωὴν καὶ εἰδοποιίαν καὶ τελειότητα καὶ ἐπιστρέφοντες καὶ ταῦτα πρὸς τὸ ἀγαθόν, καὶ πρὸ τῶν μέσων ὡσαύτως, καὶ πρὸ τῶν πρώτων. καὶ πάντα ἐνδέδεται καὶ ἐνερρίζωται τοῖς θεοῖς, καὶ σώζεται διὰ ταύτην τὴν αἰτίαν· ἀποστὰν δέ τι τῶν θεῶν, καὶ ἔρημον γενόμενον παντελῶς, εἰς τὸ μὴ ὂν ὑπεξίσταται καὶ ἀφανίζεται, τῶν συνεχόντων αὐτὸ πάντῃ στερούμενον. 145 Πάσης θείας τάξεως ἰδιότης διὰ πάντων φοιτᾷ τῶν δευτέρων, καὶ δίδωσιν ἑαυτὴν ἅπασι τοῖς καταδεεστέροις γένεσιν. εἰ γὰρ ἄχρι τοσούτου τὰ ὄντα πρόεισιν, ἕως οὗ καὶ τῶν θεῶν οἱ διάκοσμοι προεληλύθασιν, ἐν ἑκάστοις γένεσίν ἐστιν ἡ τῶν θείων δυνάμεων ἰδιότης, ἄνωθεν ἐλλαμπομένη· κομίζεται γὰρ ἕκαστον ἀπὸ τῆς οἰκείας προσεχοῦς αἰτίας τὴν ἰδιότητα, καθ' ἣν ἐκείνη τὴν ὑπόστασιν ἔλαχε. λέγω δὲ οἷον εἴ τις ἔστι θεότης καθαρτική, καὶ ἐν ψυχαῖς ἔστι κάθαρσις καὶ ἐν ζώοις καὶ ἐν φυτοῖς καὶ ἐν λίθοις· καὶ εἴ τις φρουρητική, ὡσαύτως, καὶ εἴ τις ἐπιστρεπτική, καὶ εἰ τελεσιουργός, καὶ εἰ ζωοποιός, ὁμοίως. καὶ ὁ μὲν λίθος μετέχει τῆς καθαρτικῆς δυνάμεως σωματικῶς μόνον, τὸ δὲ φυτὸν ἔτι τρανέστερον κατὰ τὴν ζωήν, τὸ δὲ ζῶον ἔχει καὶ κατὰ τὴν ὁρμὴν τὸ εἶδος τοῦτο, ψυχὴ δὲ λογικὴ λογικῶς, νοῦς δὲ νοερῶς, οἱ δὲ θεοὶ ὑπερουσίως καὶ ἑνιαίως· καὶ πᾶσα ἡ σειρὰ τὴν αὐτὴν ἔχει δύναμιν ἀπὸ μιᾶς τῆς θείας αἰτίας. καὶ ἐπὶ τῶν λοιπῶν ὁ αὐτὸς λόγος. πάντα γὰρ ἐξῆπται τῶν θεῶν, καὶ τὰ μὲν ἐξ ἄλλων, τὰ δὲ ἐξ ἄλλων προλάμπεται, καὶ αἱ σειραὶ μέχρι τῶν ἐσχάτων καθή κουσι· καὶ τὰ μὲν ἀμέσως, τὰ δὲ διὰ μέσων πλειόνων ἢ ἐλαττό νων εἰς ἐκείνους ἀνήρτηται·" μεστὰ δὲ πάντα θεῶν", καὶ ὃ ἕκαστον ἔχει κατὰ φύσιν, ἐκεῖθεν ἔχει. 146 Πασῶν τῶν θείων προόδων τὰ τέλη πρὸς τὰς ἑαυτῶν ἀρχὰς ὁμοιοῦται, κύκλον ἄναρχον καὶ ἀτελεύτητον σώζοντα διὰ τῆς πρὸς τὰς ἀρχὰς ἐπιστροφῆς. εἰ γὰρ καὶ ἕκαστον τῶν προελθόντων ἐπιστρέφεται πρὸς τὴν οἰκείαν ἀρχήν, ἀφ' ἧς προελήλυθε, πολλῷ δήπου μᾶλλον αἱ ὅλαι τάξεις, ἀπὸ τῆς ἑαυτῶν ἀκρότητος προελθοῦσαι, πάλιν ἐπιστρέφονται πρὸς ἐκείνην. ἡ δὲ ἐπιστροφὴ τοῦ τέλους εἰς τὴν ἀρχὴν μίαν ἀπεργάζεται πᾶσαν καὶ ὡρισμένην καὶ εἰς ἑαυτὴν συννεύουσαν καὶ ἐν τῷ πλήθει τὸ ἑνοειδὲς ἐπιδεικνυμένην διὰ τῆς συννεύσεως. 147 Πάντων τῶν θείων διακόσμων τὰ ἀκρότατα τοῖς πέρασιν ὁμοιοῦται τῶν ὑπερκειμένων. εἰ γὰρ δεῖ συνέχειαν εἶναι τῆς θείας προόδου καὶ ταῖς οἰκείαις ἑκάστην τάξιν συνδεδέσθαι μεσότησιν, ἀνάγκη τὰς ἀκρότητας τῶν δευτέρων συνάπτειν ταῖς ἀποπερατώσεσι τῶν πρώτων· ἡ δὲ συναφὴ δι' ὁμοιότητος. ὁμοιότης ἄρα ἔσται τῶν ἀρχῶν τῆς ὑφειμένης τάξεως πρὸς τὰ τέλη τῆς ὑπεριδρυμένης. 148 Πᾶσα θεία τάξις ἑαυτῇ συνήνωται τριχῶς, ἀπό τε τῆς ἀκρότητος τῆς ἐν αὐτῇ καὶ ἀπὸ τῆς μεσότητος καὶ ἀπὸ τοῦ τέλους. ἡ μὲν γάρ, ἑνικωτάτην ἔχουσα δύναμιν, εἰς πᾶσαν αὐτὴν διαπέμπει τὴν ἕνωσιν καὶ ἑνοῖ πᾶσαν ἄνωθεν, μένουσα ἐφ' ἑαυτῆς. ἡ δὲ μεσότης, ἐπ' ἄμφω τὰ ἄκρα διατείνουσα, συνδεῖ πᾶσαν περὶ ἑαυτήν, τῶν μὲν πρώτων διαπορθμεύουσα τὰς δόσεις, τῶν δὲ τελευταίων ἀνατείνουσα τὰς δυνάμεις, καὶ πᾶσι κοινωνίαν ἐντιθεῖσα καὶ σύνδεσιν πρὸς ἄλληλα· μία γὰρ οὕτως ἡ ὅλη γίνεται διάταξις ἔκ τε τῶν πληρούντων καὶ τῶν πληρου μένων, ὥσπερ εἴς τι κέντρον εἰς τὴν μεσότητα συννευόντων. ἡ δὲ ἀποπεράτωσις, ἐπιστρέφουσα πάλιν εἰς τὴν ἀρχὴν καὶ τὰς προελθούσας ἐπανάγουσα δυνάμεις, ὁμοιότητα καὶ σύννευσιν τῇ ὅλῃ τάξει παρέχεται. καὶ οὕτως ὁ σύμπας διάκοσμος εἷς ἐστι διὰ τῆς ἑνοποιοῦ τῶν πρώτων δυνάμεως διὰ τῆς ἐν τῇ μεσότητι συνοχῆς καὶ διὰ τῆς τοῦ τέλους εἰς τὴν ἀρχὴν τῶν προόδων ἐπιστροφῆς. 149 Πᾶν τὸ πλῆθος τῶν θείων ἑνάδων πεπερασμένον ἐστὶ κατὰ ἀριθμόν. εἰ γὰρ ἐγγυτάτω τοῦ ἑνός ἐστιν, οὐκ ἂν ἄπειρον ὑπάρχοι· οὐ γὰρ συμφυὲς τῷ ἑνὶ τὸ ἄπειρον, ἀλλὰ ἀλλότριον. εἰ γὰρ καὶ τὸ πλῆθος καθ' αὑτὸ ἀφίσταται τοῦ ἑνός, τὸ ἄπειρον πλῆθος δῆλον ὡς παντελῶς ἔρημον ἐκείνου· διὸ καὶ ἀδύναμον καὶ ἀδρανές. οὐκ ἄρα ἄπειρον τὸ τῶν θεῶν πλῆθος. ἑνοειδὲς ἄρα καὶ πεπερασμένον, καὶ παντὸς ἄλλου πλήθους μᾶλλον πεπε ρασμένον· παντὸς γὰρ ἄλλου πλήθους μᾶλλον τῷ ἑνὶ συγγενές. εἰ μὲν οὖν ἡ ἀρχὴ πλῆθος, ἔδει τὸ ἐγγυτέρω τῆς ἀρχῆς τοῦ πορρώτερον μᾶλλον εἶναι πλῆθος (ὁμοιότερον γὰρ τὸ ἐγγύτερον)· ἐπεὶ δὲ ἕν ἐστι τὸ πρῶτον, τὸ ἐκείνῳ συναφὲς πλῆθος ἧττον πλῆθος τοῦ πορρώτερον· τὸ δὲ ἄπειρον οὐχ ἧττον πλῆθος, ἀλλὰ μάλιστα πλῆθος. 150 Πᾶν τὸ προϊὸν ἐν ταῖς θείαις τάξεσι πάσας ὑποδέχεσθαι τὰς τοῦ παράγοντος δυνάμεις οὐ πέφυκεν, οὐδὲ ὅλως τὰ δεύτερα πάσας τὰς τῶν πρὸ αὐτῶν, ἀλλ' ἔχει τινὰς ἐκεῖνα τῶν κατα δεεστέρων ἐξῃρημένας δυνάμεις καὶ ἀπεριλήπτους τοῖς μετ' αὐτά. εἰ γὰρ αἱ τῶν θεῶν ἰδιότητες διαφέρουσιν, αἱ μὲν τῶν ὑφειμένων ἐν τοῖς ὑπερτέροις προϋπάρχουσιν, αἱ δὲ τῶν ὑπερτέρων, ὁλικωτέρων ὄντων, ἐν τοῖς ὑφειμένοις οὔκ εἰσιν, ἀλλὰ τὰς μὲν ἐνδίδωσι τὰ κρείττονα τοῖς ἀπ' αὐτῶν παραγο μένοις, τὰς δὲ ἐν αὐτοῖς προείληφεν ἐξῃρημένως. δέδεικται γὰρ ὅτι ὁλικώτεροι μέν εἰσιν οἱ ἐγγυτέρω τοῦ ἑνός, μερικώτεροι δὲ οἱ πορρώτερον· οἱ δὲ ὁλικώτεροι τῶν μερικωτέρων περιληπτικω τέρας ἔχουσι δυνάμεις· οὐκ ἄρα τὴν ἐκείνων δύναμιν οἱ δευτέραν ἔχοντες τάξιν καὶ μερικωτέραν περιλήψονται. ἔστιν ἄρα ἐν τοῖς ὑπερτέροις ἀπερίληπτόν τι καὶ ἀπερίγραφον τοῖς ὑφειμένοις. καὶ γὰρ ἄπειρον ἕκαστον τῶν θείων οὕτως οὔτε ἑαυτῷ δέδεικται ὂν οὔτε τοῖς ὑπὲρ αὐτὸ πολλῷ πρότερον, ἀλλὰ τοῖς μεθ' ἑαυτὸ πᾶσιν· ἡ δὲ ἀπειρία κατὰ τὴν δύναμιν ἐν ἐκείνοις· τὸ δὲ ἄπειρον ἀπερίληπτον, οἷς ἐστιν ἄπειρον· οὐκ ἄρα πασῶν μετέχει τῶν δυνάμεων τὰ καταδεέστερα, ὧν ἐν ἑαυτοῖς τὰ κρείττονα προείληφεν (ἦν γὰρ ἂν ἐκεῖνα περιληπτὰ τοῖς δευτέροις, ὥσπερ δὴ καὶ αὐτοῖς τὰ δεύτερα). οὔτε οὖν πάσας ἔχει ταῦτα τὰς ἐκείνων, διὰ τὸ μερικώτερον· οὔτε ἃς ἔχει, τὸν αὐτὸν ἐκείνοις ἔχει τρόπον, διὰ τὴν ἀπειρίαν τὴν ἐκεῖνα ὑπερφέρειν τῶν καταδεεστέρων ποιοῦσαν. 151 Πᾶν τὸ πατρικὸν ἐν τοῖς θεοῖς πρωτουργόν ἐστι καὶ ἐν τἀγαθοῦ τάξει προϊστάμενον κατὰ πάσας τὰς θείας διακοσμήσεις. τὰς γὰρ ὑπάρξεις τῶν δευτέρων καὶ τὰς δυνάμεις ὅλας καὶ τὰς οὐσίας αὐτὸ παράγει κατὰ μίαν ἄρρητον ὑπεροχήν· διὸ καὶ πατρικὸν ἐπονομάζεται, τὴν ἡνωμένην καὶ ἀγαθοειδῆ τοῦ ἑνὸς δύναμιν ἐμφαῖνον καὶ τὴν ὑποστατικὴν τῶν δευτέρων αἰτίαν. καὶ καθ' ἑκάστην τῶν θεῶν τάξιν τὸ πατρικὸν ἡγεῖται γένος, παράγον ἀφ' ἑαυτοῦ πάντα καὶ κοσμοῦν, ἅτε τῷ ἀγαθῷ τε ταγμένον ἀνάλογον. καὶ πατέρες οἱ μὲν ὁλικώτεροι, οἱ δὲ μερικώτεροι, καθάπερ καὶ αὐταὶ τῶν θεῶν αἱ τάξεις τῷ ὁλικωτέρῳ καὶ μερικωτέρῳ διαφέρουσι, κατὰ τὸν τῆς αἰτίας λόγον· ὅσαι οὖν αἱ ὅλαι τῶν θεῶν πρόοδοι, τοσαῦται καὶ αἱ τῶν πατέρων διαφορότητες. εἰ γὰρ ἔστι τι κατὰ πᾶσαν τάξιν ἀνάλογον τἀγαθῷ, δεῖ τὸ πατρικὸν ἐν πάσαις εἶναι, καὶ προϊέναι ἀπὸ τῆς πατρικῆς ἑνώσεως ἑκάστην. 152 Πᾶν τὸ γεννητικὸν τῶν θεῶν κατὰ τὴν ἀπειρίαν τῆς θείας δυνάμεως πρόεισι, πολλαπλασιάζον ἑαυτὸ καὶ διὰ πάντων χωροῦν, καὶ τὸ ἀνέκλειπτον ἐν ταῖς τῶν δευτέρων προόδοις διαφερόντως ἐπιδεικνύμενον. τὸ γὰρ πληθύνειν τὰ προϊόντα καὶ ἀπὸ τῆς ἐν ταῖς αἰτίαις κρυφίας περιοχῆς προάγειν εἰς ἀπογεννήσεις τίνος ἐξαίρετόν ἐστιν ἢ τῆς ἀπείρου τῶν θεῶν δυνάμεως, δι' ἣν πάντα γονίμων ἀγαθῶν πεπλήρωται τὰ θεῖα, παντὸς τοῦ πλήρους ἄλλ' ἀφ' ἑαυτοῦ παράγοντος κατὰ τὴν ὑπερπλήρη δύναμιν; γεννητικῆς οὖν θεότητος ἴδιον ἡ τῆς δυνάμεως ἐπικράτεια, πολλαπλα σιάζουσα τὰς τῶν γεννωμένων δυνάμεις καὶ γονίμους ἀπεργα ζομένη καὶ ἀνεγείρουσα πρὸς τὸ γεννᾶν ἄλλα καὶ ὑφιστάνειν. εἰ γὰρ ἕκαστον τῆς οἰκείας ἰδιότητος, ἣν ἔχει πρώτως, τοῖς ἄλλοις μεταδίδωσι, πᾶν δήπου τὸ γόνιμον καὶ τοῖς μεθ' ἑαυτὸ τὴν γόνιμον ἐνδίδωσι πρόοδον καὶ τὴν ἀπειρίαν ἐνεικονίζεται τὴν τῶν ὅλων ἀρχέγονον, ἀφ' ἧς πᾶσα γεννητικὴ προῆλθε δύναμις, τὰς ἀεννάους τῶν θείων προόδους ἐξῃρημένως ἀπορρέουσα. 153 Πᾶν τὸ τέλειον ἐν τοῖς θεοῖς τῆς θείας ἐστὶ τελειότητος αἴτιον. ὡς γὰρ ἄλλαι τῶν ὄντων εἰσὶν ὑποστάσεις, ἄλλαι τῶν ὑπερ ουσίων, οὕτω δὴ καὶ τελειότητες ἄλλαι μὲν αἱ τῶν θεῶν αὐτῶν κατὰ τὴν ὕπαρξιν, ἄλλαι δὲ αἱ τῶν ὄντων δεύτεραι μετ' ἐκείνας· καὶ αἱ μὲν αὐτοτελεῖς καὶ πρωτουργοί, διότι καὶ τὸ ἀγαθὸν ἐν ἐκείνοις πρώτως, αἱ δὲ κατὰ μέθεξιν ἔχουσαι τὸ τέλειον. ἄλλη μὲν οὖν διὰ ταῦτα ἡ τῶν θεῶν τελειότης καὶ ἄλλη τῶν ἐκθεου μένων. τὸ δὲ ἐν τοῖς θεοῖς πρώτως τέλειον οὐ μόνον τοῖς ἐκθεουμένοις τῆς τελειότητος αἴτιον, ἀλλὰ καὶ τοῖς θεοῖς αὐτοῖς. εἰ γάρ, ᾗ τέλειον ἕκαστον, ἐπέστραπται πρὸς τὴν οἰκείαν ἀρχήν, τὸ πάσης τῆς θείας ἐπιστροφῆς αἴτιον τελεσιουργόν ἐστι τοῦ τῶν θεῶν γένους. 154 Πᾶν τὸ φρουρητικὸν ἐν τοῖς θεοῖς ἕκαστον ἐν τῇ οἰκείᾳ τάξει διαφυλάττει τῶν δευτέρων ἑνοειδῶς ἐξῃρημένον καὶ τοῖς πρώτοις ἐνιδρυμένον. εἰ γὰρ ἡ φρουρὰ τὸ τῆς ἑκάστου τάξεως μέτρον ἀτρέπτως διασώζει καὶ συνέχει πάντα τὰ φρουρούμενα ἐν τῇ οἰκείᾳ τελειότητι, πᾶσιν ἐνδίδωσι τὴν ἀπὸ τῶν καταδεεστέρων ὑπερ οχήν, καὶ ἄμικτον ἕκαστον ἵστησιν ἐφ' ἑαυτοῦ μονίμως, καθαρότητος ἀχράντου τοῖς φρουρουμένοις αἴτιον ὑπάρχον, καὶ ἐνιδρύει τοῖς ὑπερτέροις. τέλειον γὰρ πᾶν ἐστι τῶν μὲν πρώτων ἀντεχόμενον, ἐν ἑαυτῷ δὲ μένον, καὶ τῶν καταδεεστέρων ὑπερηπλωμένον. 155 Πᾶν μὲν τὸ ζωογόνον ἐν τοῖς θείοις γένεσιν αἴτιον γεννητικόν ἐστιν, οὐ πᾶσα δὲ ἡ γόνιμος τάξις ζωογόνος ἐστίν· ὁλικωτέρα γὰρ ἡ γεννητικὴ τῆς ζωογονικῆς καὶ ἐγγυτέρω τῆς ἀρχῆς. ἡ μὲν γὰρ γέννησις τὴν εἰς πλῆθος τὰ ὄντα προάγουσαν αἰτίαν δηλοῖ, ἡ δὲ ζωογονία τὴν χορηγὸν ἁπάσης ζωῆς θεότητα παρίστησιν. εἰ οὖν ἡ μὲν τῶν ὄντων πολλαπλασιάζει τὰς ὑποστάσεις, ἡ δὲ τὰς τῆς ζωῆς προόδους ὑφίστησιν, ὡς ἔχει τὸ ὂν πρὸς τὴν ζωήν, οὕτως ἡ γεννητικὴ τάξις ἕξει πρὸς τὴν ζωογόνον σειράν. ὁλικωτέρα δὴ οὖν ἔσται καὶ πλειόνων αἰτία, καὶ διὰ τοῦτο ἐγγυτέρω τῆς ἀρχῆς. 156 Πᾶν μὲν τὸ τῆς καθαρότητος αἴτιον ἐν τῇ φρουρητικῇ περιέχεται τάξει, οὐκ ἔμπαλιν δὲ πᾶν τὸ φρουρητικὸν τῷ καθαρτικῷ γένει ταὐτόν. ἡ μὲν γὰρ καθαρότης τὸ ἀμιγὲς ἐνδίδωσι πρὸς τὰ χείρονα πᾶσι τοῖς θεοῖς καὶ τὸ ἄχραντον ἐν τῇ προνοίᾳ τῶν δευτέρων, ἡ δὲ φρουρὰ καὶ τοῦτο ἀπεργάζεται καὶ ἐν ἑαυτοῖς πάντα συνέχει καὶ σταθερῶς ἐντίθησι τοῖς ὑπερτέροις. ὁλικώτερον ἄρα τοῦ καθαρτικοῦ τὸ φρουρητικόν ἐστιν· ἴδιον γὰρ ἁπλῶς φρουρᾶς μὲν τὸ τὴν αὐτὴν ἑκάστου τάξιν διατηρεῖν πρός τε ἑαυτὸ καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ' αὐτό, καθαρότητος δὲ τὸ ἐξαιρεῖν τῶν καταδεεστέρων τὰ κρείττονα. ταῦτα δέ ἐστι πρώτως ἐν τοῖς θεοῖς. τοῦ γὰρ ἐν πᾶσιν ὄντος δεῖ μίαν αἰτίαν προηγεῖσθαι· καὶ ὅλως πάντων τῶν ἀγαθῶν τὰ ἑνοειδῆ μέτρα παρ' ἐκείνοις προείληπται, καὶ οὐδέν ἐστιν ἐν τοῖς δευτέροις ἀγαθόν, ὃ μὴ προϋφέστηκεν ἐν τοῖς θεοῖς (πόθεν γὰρ ἔσται τοῦτο, καὶ τίνα ἕξει τὴν αἰτίαν;). ἐν ἐκείνοις ἄρα καὶ ἡ καθαρότης πρώτως, ἀγαθὸν οὖσα, καὶ ἡ φρουρὰ καὶ πᾶν ὅ τι τοιοῦτον. 157 Πᾶν μὲν τὸ πατρικὸν αἴτιον τοῦ εἶναι πᾶσίν ἐστι χορη γὸν καὶ τὰς ὑπάρξεις τῶν ὄντων ὑφίστησι· πᾶν δὲ τὸ δημιουργι κὸν τῆς εἰδοποιίας τῶν συνθέτων προέστηκε καὶ τῆς τάξεως καὶ τῆς κατ' ἀριθμὸν αὐτῶν διαιρέσεως, καὶ ἔστι τῆς αὐτῆς τῷ πα τρικῷ συστοιχίας ἐν μερικωτέροις γένεσιν. ἑκάτερον γὰρ τῆς τοῦ πέρατός ἐστι τάξεως, ἐπεὶ καὶ ἡ ὕπαρ ξις καὶ ὁ ἀριθμὸς καὶ τὸ εἶδος περατοειδῆ πάντα ἐστίν· ὥστε ταύτῃ σύστοιχα ἀλλήλοις. ἀλλὰ τὸ μὲν δημιουργικὸν εἰς πλῆθος προάγει τὴν ποίησιν, τὸ δὲ ἑνοειδῶς παρέχεται τὰς τῶν ὄντων προόδους· καὶ τὸ μὲν εἰδοποιόν ἐστι, τὸ δὲ οὐσιοποιόν. ᾗ οὖν ταῦτα διέστηκεν ἀλλήλων, τό τε εἶδος καὶ τὸ ὄν, ταύτῃ τοῦ δημιουργικοῦ τὸ πατρικὸν διέστηκεν. ἔστι δέ τι ὂν τὸ εἶδος. ὁλικώτερον ἄρα καὶ αἰτιώτερον τὸ πατρικόν ἐστιν ἐπέκεινα τοῦ δημιουργικοῦ γένους, ὡς τὸ ὂν τοῦ εἴδους. 158 Πᾶν τὸ ἀναγωγὸν αἴτιον ἐν τοῖς θεοῖς καὶ τοῦ καθαρ τικοῦ διαφέρει καὶ τῶν ἐπιστρεπτικῶν γενῶν. ὅτι μὲν γὰρ εἶναι δεῖ καὶ τοῦτο πρώτως ἐν ἐκείνοις δῆλον, ἐπειδὴ τῶν ὅλων ἀγαθῶν ἐκεῖ τὰ αἴτια πάντα προϋφέστηκεν. ἀλλὰ τοῦ μὲν καθαρτικοῦ προϋπάρχει, διότι τὸ μὲν ἀπολύει τῶν χειρόνων, τοῦτο δὲ συνάπτει τοῖς κρείττοσι· τοῦ δὲ ἐπιστρεπ τικοῦ μερικωτέραν ἔχει τάξιν, διότι πᾶν τὸ ἐπιστρέφον ἢ πρὸς ἑαυτὸ ἐπιστρέφει ἢ πρὸς τὸ κρεῖττον, τοῦ δὲ ἀναγωγοῦ τὸ ἐνέργημα κατὰ τὴν πρὸς τὸ κρεῖττον ἐπιστροφὴν χαρακτηρίζε ται, ὡς εἰς τὸ ἄνω καὶ τὸ θειότερον ἄγον τὸ ἐπιστρεφόμενον. 159 Πᾶσα τάξις θεῶν ἐκ τῶν πρώτων ἐστὶν ἀρχῶν, πέρατος καὶ ἀπειρίας· ἀλλ' ἡ μὲν πρὸς τῆς τοῦ πέρατος αἰτίας μᾶλλον, ἡ δὲ πρὸς τῆς ἀπειρίας. πᾶσα μὲν γὰρ ἐξ ἀμφοτέρων πρόεισι, διότι τῶν πρώτων αἰτίων αἱ μεταδόσεις διήκουσι διὰ πάντων τῶν δευτέρων. ἀλλ' ὅπου μὲν τὸ πέρας ἐνδυναστεύει κατὰ τὴν μῖξιν, ὅπου δὲ τὸ ἄπειρον· καὶ οὕτω δὴ τὸ μὲν περατοειδὲς ἀποτελεῖται γένος, ἐν ᾧ τὰ τοῦ πέρατος κρατεῖ· τὸ δὲ ἀπειροειδές, ἐν ᾧ τὰ τῆς ἀπει ρίας. 160 Πᾶς ὁ θεῖος νοῦς ἑνοειδής ἐστι καὶ τέλειος καὶ πρώτως νοῦς, ἀφ' ἑαυτοῦ καὶ τοὺς ἄλλους νόας παράγων. εἰ γὰρ θεῖός ἐστι, πεπλήρωται τῶν θείων ἑνάδων καὶ ἔστιν ἑνοειδής· εἰ δὲ τοῦτο, καὶ τέλειος, τῆς ἀγαθότητος τῆς θείας πλήρης ὑπάρχων. εἰ δὲ ταῦτα, καὶ πρώτως ἐστὶ νοῦς, ἅτε τοῖς θεοῖς ἡνωμένος· παντὸς γὰρ νοῦ κρείττων ὁ ἐκθεούμενος νοῦς. πρώτως δὲ ὢν νοῦς, καὶ τοῖς ἄλλοις αὐτὸς δίδωσι τὴν ὑπόστασιν· ἀπὸ γὰρ τῶν πρώτως ὄντων πάντα τὰ δευτέρως ὄντα τὴν ὕπαρξιν κέκτηται. 161 Πᾶν τὸ ὄντως ὂν τὸ τῶν θεῶν ἐξημμένον θεῖόν ἐστι νοητὸν καὶ ἀμέθεκτον. ἐπεὶ γὰρ πρῶτόν ἐστι τῶν τῆς θείας ἑνώσεως μετεχόντων τὸ ὄντως ὄν, ὡς δέδεικται, καὶ πληροῖ τὸν νοῦν ἀφ' ἑαυτοῦ (καὶ γὰρ ὁ νοῦς ὄν ἐστιν, ὡς τοῦ ὄντος πληρούμενος), θεῖόν ἐστι δήπου νοητόν· ὡς μὲν ἐκθεούμενον, θεῖον, ὡς δὲ πληρωτικὸν τοῦ νοῦ καὶ ὑπ' αὐτοῦ μετεχόμενον, νοητόν. καὶ ὁ μὲν νοῦς ὂν διὰ τὸ πρώτως ὄν, αὐτὸ δὲ τὸ πρώτως ὂν χωριστόν ἐστιν ἀπὸ τοῦ νοῦ, διότι μετὰ τὸ ὄν ἐστιν ὁ νοῦς. δὲ ἀμέθεκτα πρὸ τῶν μετεχομένων ὑφέστηκεν· ὥστε καὶ τοῦ συζύγου πρὸς τὸν νοῦν ὄντος προϋπάρχει τὸ καθ' αὑτὸ καὶ ἀμεθέκτως ὄν. νοητὸν γάρ ἐστιν οὐχ ὡς τῷ νῷ συντεταγμένον, ἀλλ' ὡς τελειοῦν ἐξῃρημένως τὸν νοῦν, διότι κἀκείνῳ τοῦ εἶναι μεταδίδωσι καὶ πληροῖ κἀκεῖνον τῆς ὄντως οὔσης οὐσίας. 162 Πᾶν τὸ καταλάμπον τὸ ὄντως ὂν πλῆθος τῶν ἑνάδων κρύφιον καὶ νοητόν ἐστι· κρύφιον μὲν ὡς τῷ ἑνὶ συνημμένον, νοητὸν δὲ ὡς ὑπὸ τοῦ ὄντος μετεχόμενον. ἀπὸ γὰρ τῶν ἐξημμένων πάντες οἱ θεοὶ καλοῦνται, διότι καὶ τὰς ὑποστάσεις αὐτῶν τὰς διαφόρους ἀπὸ τούτων, ἀγνώστους ὑπαρχούσας, γνῶναι δυνατόν. ἄρρητον γὰρ καθ' αὑτὸ πᾶν τὸ θεῖον καὶ ἄγνωστον, ὡς τῷ ἑνὶ τῷ ἀρρήτῳ συμφυές· ἀπὸ δὲ τῆς τῶν μετεχόντων ἐξαλλαγῆς καὶ τὰς ἐκείνων ἰδιότητας γνωρίζε σθαι συμβαίνει. νοητοὶ δὴ οὖν εἰσιν οἱ τὸ ὄντως ὂν καταλάμ ποντες, διότι δὴ τὸ ὄντως ὂν νοητόν ἐστι θεῖον καὶ ἀμέθεκτον, τοῦ νοῦ προϋφεστηκός. οὐ γὰρ ἂν τοῦτο τῶν πρωτίστων ἐξῆπτο θεῶν, εἰ μὴ κἀκεῖνοι πρωτουργὸν εἶχον ὑπόστασιν καὶ δύναμιν τελειωτικὴν τῶν ἄλλων θεῶν, εἴπερ ὡς τὰ μετέχοντα πρὸς ἄλληλα, οὕτω καὶ αἱ τῶν μετεχομένων ἔχουσιν ὑπάρξεις. 163 Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τὸ μετεχόμενον ὑπὸ τοῦ ἀμεθέκτου νοῦ νοερόν ἐστιν. ὡς γὰρ ἔχει νοῦς πρὸς τὸ ὄντως ὄν, οὕτως αἱ ἑνάδες αὗται πρὸς τὰς ἑνάδας τὰς νοητὰς ἔχουσιν. ᾗπερ οὖν καὶ ἐκεῖναι, καταλάμπουσαι τὸ ὄν, νοηταί εἰσι, ταύτῃ καὶ αὗται, καταλάμ πουσαι τὸν θεῖον καὶ ἀμέθεκτον νοῦν, νοεραί εἰσιν, ἀλλ' οὐχ οὕτω νοεραὶ ὡς ἐν νῷ ὑφεστηκυῖαι, ἀλλ' ὡς κατ' αἰτίαν τοῦ νοῦ προϋπάρχουσαι καὶ ἀπογεννῶσαι τὸν νοῦν. 164 Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τὸ μετεχόμενον ὑπὸ τῆς ἀμεθέκτου πάσης ψυχῆς ὑπερκόσμιόν ἐστι. διότι γὰρ ἡ ἀμέθεκτος ψυχὴ πρώτως ὑπὲρ τὸν κόσμον ἐστί, καὶ οἱ μετεχόμενοι ὑπ' αὐτῆς θεοὶ ὑπερκόσμιοί εἰσιν, ἀνὰ λόγον ὄντες πρὸς τοὺς νοεροὺς καὶ νοητούς, ὃν ἔχει ψυχὴ πρὸς νοῦν καὶ νοῦς πρὸς τὸ ὄντως ὄν. ὡς οὖν ψυχὴ πᾶσα εἰς νοῦς ἀνήρ τηται καὶ νοῦς εἰς τὸ νοητὸν ἐπέστραπται, οὕτω δὴ καὶ οἱ ὑπερ κόσμιοι θεοὶ τῶν νοερῶν ἐξέχονται, καθάπερ δὴ καὶ οὗτοι τῶν νοητῶν. 165 Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τῶν μετεχομένων ὑπό τινος αἰσθητοῦ σώματος ἐγκόσμιόν ἐστιν. ἐλλάμπει γὰρ εἴς τι τῶν τοῦ κόσμου μερῶν διὰ μέσων τοῦ νοῦ καὶ τῆς ψυχῆς. οὔτε γὰρ νοῦς ἄνευ ψυχῆς πάρεστί τινι τῶν ἐγκοσμίων σωμάτων οὔτε θεότης ἀμέσως συνάπτεται ψυχῇ (διὰ γὰρ τῶν ὁμοίων αἱ μεθέξεις)· καὶ αὐτὸς ὁ νοῦς κατὰ τὸ νοητὸν τὸ ἑαυτοῦ καὶ τὸ ἀκρότατον μετέχει τῆς ἑνάδος. ἐγκόσ μιοι οὖν αἱ ἑνάδες ὡς συμπληροῦσαι τὸν ὅλον κόσμον καὶ ὡς ἐκθεωτικαὶ τῶν ἐμφανῶν σωμάτων. θεῖον γὰρ καὶ τούτων ἕκαστόν ἐστιν, οὐ διὰ τὴν ψυχήν (οὐ γὰρ πρώτως αὕτη θεός), οὐδὲ διὰ τὸν νοῦν (οὐδὲ γὰρ οὗτος τῷ ἑνὶ ὁ αὐτός), ἀλλ' ἔμψυχον μὲν καὶ ἐξ ἑαυτοῦ κινούμενον διὰ ψυχήν, ἀεὶ δὲ ὡσαύτως ἔχον καὶ τάξει τῇ ἀρίστῃ φερόμενον διὰ τὸν νοῦν, θεῖον δὲ διὰ τὴν ἕνωσιν· καὶ εἰ δύναμιν ἔχει προνοητικήν, διὰ ταύτην ἐστὶ τὴν αἰτίαν τοιοῦτον. 166 Πᾶς νοῦς ἢ ἀμέθεκτός ἐστιν ἢ μεθεκτός· καὶ εἰ μεθε κτός, ἢ ὑπὸ τῶν ὑπερκοσμίων ψυχῶν μετεχόμενος ἢ ὑπὸ τῶν ἐγκοσμίων. παντὸς μὲν γὰρ τοῦ πλήθους τῶν νόων ὁ ἀμέθεκτος ἡγεῖται, πρωτίστην ἔχων ὕπαρξιν· τῶν δὲ μετεχομένων οἱ μὲν τὴν ὑπερ κόσμιον καὶ ἀμέθεκτον ἐλλάμπουσι ψυχήν, οἱ δὲ τὴν ἐγκόσμιον. οὔτε γὰρ ἀπὸ τοῦ ἀμεθέκτου τὸ πλῆθος εὐθὺς τὸ ἐγκόσμιον, εἴπερ αἱ πρόοδοι διὰ τῶν ὁμοίων, ὁμοιότερον δὲ τῷ ἀμεθέκτῳ τὸ χωριστὸν τοῦ κόσμου μᾶλλον ἢ τὸ διῃρημένον περὶ αὐτόν· οὔτε μόνον τὸ ὑπερκόσμιον ὑπέστη πλῆθος, ἀλλ' εἰσὶ καὶ ἐγκόσμιοι, εἴπερ καὶ θεῶν ἐγκοσμίων πλῆθος, καὶ αὐτὸς ὁ κόσμος ἔμψυχος ἅμα καὶ ἔννους ἐστί, καὶ ἡ μέθεξις ταῖς ἐγκοσμίοις ψυχαῖς τῶν ὑπερκοσμίων νόων διὰ μέσων ἐστὶ τῶν ἐγκοσμίων νόων. 167 Πᾶς νοῦς ἑαυτὸν νοεῖ· ἀλλ' ὁ μὲν πρώτιστος ἑαυτὸν μόνον, καὶ ἓν κατ' ἀριθμὸν ἐν τούτῳ νοῦς καὶ νοητόν· ἕκαστος δὲ τῶν ἐφεξῆς ἑαυτὸν ἅμα καὶ τὰ πρὸ αὐτοῦ, καὶ νοητόν ἐστι τούτῳ τὸ μὲν ὅ ἐστι, τὸ δὲ ἀφ' οὗ ἐστιν. ἢ γὰρ ἑαυτὸν νοεῖ πᾶς νοῦς ἢ τὸ ὑπὲρ ἑαυτὸν ἢ τὸ μεθ' ἑαυτόν. ἀλλ' εἰ μὲν τὸ μεθ' ἑαυτόν, πρὸς τὸ χεῖρον ἐπιστρέψει νοῦς ὤν. καὶ οὐδὲ οὕτως ἐκεῖνο αὐτὸ γνώσεται, πρὸς ὃ ἐπέστρεψεν, ἅτε οὐκ ὢν ἐν αὐτῷ, ἀλλ' ἔξω αὐτοῦ, τὸν δὲ ἀπ' αὐτοῦ τύπον μόνον, ὃς ἐν αὐτῷ γέγονεν ἀπ' ἐκείνου· ὃ γὰρ ἔχει, οἶδε, καὶ ὃ πέπονθεν, οὐχ ὃ μὴ ἔχει καὶ ἀφ' οὗ [οὐ] πέπονθεν. εἰ δὲ τὸ ὑπὲρ αὐτόν, εἰ μὲν διὰ τῆς ἑαυτοῦ γνώσεως, ἑαυτὸν ἅμα κἀκεῖνο γνώσεται· εἰ δὲ ἐκεῖνο μόνον, ἑαυτὸν ἀγνοήσει νοῦς ὤν. ὅλως δέ, τὸ πρὸ αὐτοῦ γινώσκων, οἶδεν ἄρα ὅτι καὶ αἴτιόν ἐστιν ἐκεῖνο, καὶ ὧν αἴτιον· εἰ γὰρ ταῦτα ἀγνοήσει, κἀκεῖνο ἀγνοήσει τὸ τῷ εἶναι παράγον, [ἃ παράγει, καὶ] ἃ παράγει μὴ γινώσκων. ὃ δὲ ὑφίστησι καὶ ὧν αἴτιον τὸ πρὸ αὐτοῦ γινώσκων, καὶ ἑαυτὸν ἐκεῖθεν ὑποστάντα γνώσεται. πάντως ἄρα τὸ πρὸ αὐτοῦ γινώσκων γνώσεται καὶ ἑαυτόν. εἰ οὖν τις ἔστι νοῦς νοητός, ἐκεῖνος ἑαυτὸν εἰδὼς καὶ τὸ νοητὸν οἶδε, νοητὸς ὤν, ὅ ἐστιν αὐτός· ἕκαστος δὲ τῶν μετ' ἐκεῖνον τὸ ἐν αὐτῷ νοητὸν νοεῖ ἅμα καὶ τὸ πρὸ αὐτοῦ. ἔστιν ἄρα καὶ ἐν τῷ νῷ νοητὸν καὶ ἐν τῷ νοητῷ νοῦς· ἀλλ' ὁ μὲν τῷ νοητῷ ὁ αὐτός, ὁ δὲ [τῷ νοοῦντι] τῷ μὲν ἐν αὐτῷ ὁ αὐτός, τῷ πρὸ αὐτοῦ δὲ οὐχ ὁ αὐτός· ἄλλο γὰρ τὸ ἁπλῶς νοητὸν καὶ ἄλλο τὸ ἐν τῷ νοοῦντι νοητόν. 168 Πᾶς νοῦς κατ' ἐνέργειαν οἶδεν ὅτι νοεῖ· καὶ οὐκ ἄλλου μὲν ἴδιον τὸ νοεῖν, ἄλλου δὲ τὸ νοεῖν ὅτι νοεῖ. εἰ γάρ ἐστι κατ' ἐνέργειαν νοῦς καὶ νοεῖ ἑαυτὸν οὐκ ἄλλον ὄντα παρὰ τὸ νοούμενον, οἶδεν ἑαυτὸν καὶ ὁρᾷ ἑαυτόν. ὁρῶν δὲ νοοῦντα καὶ ὁρῶντα γινώσκων, οἶδεν ὅτι νοῦς ἐστι κατ' ἐνέργειαν· τοῦτο δὲ εἰδώς, οἶδεν ὅτι νοεῖ, καὶ οὐχ ἃ νοεῖ μόνον. ἅμα ἄρα ἄμφω οἶδε, καὶ τὸ νοητὸν καὶ ὅτι νοεῖ ἐκεῖνο καὶ νοεῖται ὑφ' ἑαυτοῦ νοοῦντος. 169 Πᾶς νοῦς ἐν αἰῶνι τήν τε οὐσίαν ἔχει καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. εἰ γὰρ ἑαυτὸν νοεῖ καὶ ταὐτὸν νοῦς καὶ νοητόν, καὶ ἡ νόησις τῷ νῷ ταὐτὸν καὶ τῷ νοητῷ· μέση γὰρ οὖσα τοῦ τε νοοῦντος καὶ τοῦ νοουμένου, τῶν αὐτῶν ἐκείνων ὄντων, ἔσται δήπου καὶ ἡ νόησις ἡ αὐτὴ πρὸς ἄμφω. ἀλλὰ μὴν ὅτι ἡ οὐσία τοῦ νοῦ αἰώνιος,· ὅλη γὰρ ἅμα ἐστί. καὶ ἡ νόησις ὡσαύτως, εἴπερ τῇ οὐσίᾳ ταὐτόν· εἰ γὰρ ἀκίνητος ὁ νοῦς, οὐκ ἂν ὑπὸ χρόνου μετροῖτο οὔτε κατὰ τὸ εἶναι οὔτε κατὰ τὴν ἐνέργειαν. τούτων δὲ ὡσαύτως ἐχόντων, καὶ ἡ δύναμις αἰώνιος. 170 Πᾶς νοῦς πάντα ἅμα νοεῖ· ἀλλ' ὁ μὲν ἀμέθεκτος ἁπλῶς πάντα, τῶν δὲ μετ' ἐκεῖνον ἕκαστος καθ' ἓν πάντα. εἰ γὰρ ἅπας νοῦς ἐν αἰῶνι τήν τε οὐσίαν ἱδρύσατο τὴν ἑαυτοῦ καὶ ἅμα τῇ οὐσίᾳ τὴν ἐνέργειαν, πάντα ἅμα νοήσει πᾶς. εἰ γὰρ κατὰ μέρος καὶ ἄλλο καὶ ἄλλο τῶν ἐφεξῆς, οὐκ ἐν αἰῶνι· τὸ γὰρ ἐφεξῆς ἐν χρόνῳ πᾶν· πρότερον γὰρ καὶ ὕστερον τὸ ἐφεξῆς, ἀλλ' οὐχ ὁμοῦ πᾶν. εἰ μὲν οὖν ὁμοίως πάντα νοήσουσι πάντες, οὐ διοίσουσιν ἀλλήλων. εἰ γὰρ ὁμοίως πάντα νοοῦσιν, ὁμοίως πάντα εἰσίν, ἃ νοοῦσιν ὄντες· ὁμοίως δὲ πάντα ὄντες, οὐχ ὁ μὲν ἀμέθεκτος, ὁ δὲ οὔ. ὧν γὰρ αἱ νοήσεις αἱ αὐταί, καὶ αἱ οὐσίαι, εἴπερ ἡ νόησις ἡ ἑκάστου ταὐτὸν τῷ ἑκάστῳ εἶναι, καὶ ἕκαστος ἄμφω, καὶ ἡ νόησις καὶ τὸ εἶναι. λείπεται δὴ οὖν, εἰ μὴ ὁμοίως, ἢ πάντα νοεῖν ἕκαστον, ἀλλ' ἕν· ἢ πλείω, μὴ πάντα δὲ ὅμως· ἢ πάντα καθ' ἕν. ἀλλὰ τὸ μὲν μὴ πάντα νοεῖν λέγειν νοῦν ἐστι ποιεῖν ἀγνοοῦντά τι τῶν ὄντων· οὐδὲ γὰρ μεταβήσεται καὶ νοήσει ἃ μὴ πρότερον, ἀκίνητος ὤν· καὶ ἔσται ψυχῆς χείρων τῆς ἐν τῷ κινεῖσθαι πάντα νοούσης, διὰ τὸ μένειν ἓν μόνον νοῶν. πάντα ἄρα νοήσει καθ' ἕν (ἢ γὰρ πάντα ἢ ἓν ἢ πάντα καθ' ἕν), τῆς νοήσεως ἀεὶ μὲν καὶ ἐν πᾶσι πάντων οὔσης, τὰ δὲ πάντα ἑνὶ τῶν πάντων ὁριζούσης· ὥστε εἶναί τι κρατοῦν ἐν τῇ νοήσει καὶ τοῖς νοουμένοις ἕν, πάντων ἅμα κατὰ τὸ ἓν νοουμέ νων, καὶ τοῦ ἑνὸς αὐτῷ τὰ πάντα χαρακτηρίζοντος. 171 Πᾶς νοῦς ἀμέριστός ἐστιν οὐσία. εἰ γὰρ ἀμεγέθης καὶ ἀσώματος καὶ ἀκίνητος, ἀμέριστός ἐστι. πᾶν γὰρ τὸ ὁπωσοῦν μεριστὸν ἢ κατὰ πλῆθος ἢ κατὰ μέγεθος ἢ κατὰ τὰς ἐνεργείας ἐστὶ μεριστὸν ἐν χρόνῳ φερομένας· ὁ δὲ νοῦς κατὰ πάντα αἰώνιος, καὶ ἐπέκεινα σωμάτων, καὶ ἥνωται τὸ ἐν αὐτῷ πλῆθος· ἀμέριστος ἄρα ἐστίν. ὅτι μὲν οὖν ἀσώματος ὁ νοῦς, ἡ πρὸς ἑαυτὸν ἐπιστροφὴ δηλοῖ· τῶν γὰρ σωμάτων οὐδὲν πρὸς ἑαυτὸ ἐπιστρέφεται. ὅτι δὲ αἰώνιος, ἡ τῆς ἐνεργείας πρὸς τὴν οὐσίαν ταυτότης· οὕτω γὰρ δέδεικται πρότερον. ὅτι δὲ ἥνωται τὸ πλῆθος, ἡ πρὸς τὰς ἑνάδας τὰς θείας τοῦ νοεροῦ πλήθους συνέχεια· αἱ μὲν γάρ εἰσι πρῶτον πλῆθος, οἱ δὲ νόες μετ' ἐκείνας. εἰ οὖν καὶ πλῆθος ἅπας νοῦς, ἀλλ' ἡνωμένον πλῆθος· πρὸ γὰρ τοῦ διῃρημένου τὸ συν επτυγμένον καὶ ἐγγυτέρω τοῦ ἑνός. 172 Πᾶς νοῦς ἀϊδίων ἐστὶ προσεχῶς καὶ ἀμεταβλήτων κατ' οὐσίαν ὑποστάτης. τὸ γὰρ ἀπὸ ἀκινήτου παραγόμενον αἰτίας ἅπαν ἀμετάβλητόν ἐστι κατὰ τὴν οὐσίαν· νοῦς δὲ ἀκίνητος, αἰώνιος πάντῃ ὢν καὶ ἐν αἰῶνι μένων. καὶ τῷ εἶναι παράγει ἃ ἂν παράγῃ· εἰ δὲ ἀεὶ ἔστι καὶ ὡσαύτως ἔστιν, ἀεὶ παράγει καὶ ὡσαύτως· οὐκ ἄρα ποτὲ μὲν ὄντων, ποτὲ δὲ μὴ ὄντων αἴτιος, ἀλλὰ τῶν ἀεὶ ὄντων. 173 Πᾶς νοῦς νοερῶς ἐστι καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ' αὐτόν· τὰ μὲν γάρ ἐστι κατ' αἰτίαν, ὅσα μετ' αὐτόν, τὰ δὲ κατὰ μέθεξιν, ὅσα πρὸ αὐτοῦ· νοῦς δὲ αὐτός ἐστι καὶ νοερὰν ἔλαχεν οὐσίαν· κατὰ τὴν ἑαυτοῦ ἄρα ὕπαρξιν ἀφορίζει πάντα, καὶ ἃ κατ' αἰτίαν ἐστὶ καὶ ἃ κατὰ μέθεξιν. καὶ γὰρ ἕκαστον, ὡς πέφυκεν, οὕτω μετέχει τῶν κρειττόνων, ἀλλ' οὐχ ὡς ἐκεῖνα ἔστιν. ἤδη γὰρ ἂν ὡσαύτως ὑπὸ πάντων μετείχετο· μετέχει δὲ ἄλλα ἄλλως· κατὰ τὴν ἰδιότητα ἄρα τῶν μετεχόντων καὶ δύναμιν αἱ μεθέξεις. νοερῶς ἄρα ἐν τῷ νῷ τὰ πρὸ αὐτοῦ. ἀλλὰ μὴν καὶ τὰ μετ' αὐτὸν νοερῶς ἐστιν. οὐ γὰρ ἐκ τῶν ἀποτελεσμάτων ἐστίν, οὐδὲ ἐκεῖνα ἔχει ἐν ἑαυτῷ, ἀλλὰ τὰς αἰτίας τὰς ἐκείνων· ἔστι δὲ πάντων τῷ εἶναι αἴτιος· τὸ δὲ εἶναι αὐτοῦ νοερόν· καὶ τὰ αἴτια ἄρα νοερῶς ἔχει τῶν πάντων. ὥστε πάντα νοερῶς ἐστι πᾶς νοῦς, καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ' αὐτόν. ὡς οὖν τὰ νοητὰ νοερῶς ἔχει πᾶς, οὕτω καὶ τὰ αἰσθητὰ νοερῶς. 174 Πᾶς νοῦς τῷ νοεῖν ὑφίστησι τὰ μετ' αὐτόν, καὶ ἡ ποίησις ἐν τῷ νοεῖν, καὶ ἡ νόησις ἐν τῷ ποιεῖν. εἰ γὰρ νοητόν ἐστι καὶ νοῦς ταὐτὸν καὶ τὸ εἶναι ἑκάστου τῇ νοήσει τῇ ἐν ἑαυτῷ [ταὐτόν], ποιεῖ δὲ ἃ ποιεῖ τῷ εἶναι, καὶ παρ άγει κατὰ τὸ εἶναι ὅ ἐστι, καὶ τῷ νοεῖν ἂν παράγοι τὰ παραγό μενα. τὸ γὰρ εἶναι καὶ τὸ νοεῖν ἓν ἄμφω· καὶ γὰρ ὁ νοῦς καὶ [πᾶν] τὸ ὂν τὸ ἐν αὐτῷ ταὐτόν. εἰ οὖν ποιεῖ τῷ εἶναι, τὸ δὲ εἶναι νοεῖν ἐστι, ποιεῖ τῷ νοεῖν. καὶ ἡ νόησις ἡ κατ' ἐνέργειαν ἐν τῷ νοεῖν· τοῦτο δὲ τῷ εἶναι ταὐτόν· τὸ δὲ εἶναι ἐν τῷ ποιεῖν (τὸ γὰρ ἀκινήτως ποιοῦν τὸ εἶναι ἐν τῷ ποιεῖν ἀεὶ ἔχει)· καὶ ἡ νόησις ἄρα ἐν τῷ ποιεῖν. 175 Πᾶς νοῦς ὑπὸ τῶν κατ' οὐσίαν ἅμα καὶ ἐνέργειαν νοερῶν μετέχεται πρώτως. ἀνάγκη γὰρ ἢ ὑπὸ τούτων ἢ ὑπ' ἄλλων τῶν νοερὰν μὲν ἐχόντων τὴν οὐσίαν, μὴ ἀεὶ δὲ νοούντων. ἀλλ' ὑπ' ἐκείνων ἀδύνατον. καὶ γὰρ ἡ ἐνέργεια τοῦ νοῦ ἀκίνητος· καὶ ὑφ' ὧν ἄρα μετέχεται, ταῦτα ἀεὶ νοοῦντα ἀεὶ μετέχει, τῆς νοερᾶς ἐνεργείας ἀεὶ νοερὰ τὰ μετέχοντα ποιούσης. τῷ γὰρ αἰωνίῳ τῆς ἐνεργείας τὸ ἐν μέρει τινὶ τοῦ χρόνου τὴν ἐνέργειαν ἔχον ἀσύναπτον· μεταξὺ δέ, ὥσπερ ἐν ταῖς οὐσίαις, οὕτω δὴ καὶ ἐν ταῖς τῶν ἐνεργειῶν ἐξαλλαγαῖς τῆς αἰωνίου πάσης ἐνεργείας καὶ τῆς ἐν τινὶ χρόνῳ τελείας ἡ κατὰ πάντα τὸν χρόνον ἔχουσα τὸ τέλειον. οὐδαμοῦ γὰρ αἱ πρόοδοι γίνονται ἀμέσως, ἀλλὰ διὰ τῶν συγγενῶν καὶ ὁμοίων κατά τε τὰς ὑποστάσεις καὶ τὰς τῶν ἐνεργειῶν τελειότητας ὡσαύτως. πᾶς ἄρα νοῦς ὑπ' ἐκείνων μετέχεται πρώτως τῶν κατὰ πάντα χρόνον νοεῖν δυνα μένων καὶ ἀεὶ νοούντων, εἰ καὶ κατὰ χρόνον ἀλλὰ μὴ αἰωνίως ἡ νόησις. ἐκ δὴ τούτου φανερὸν ὅτι ψυχὴν ποτὲ νοοῦσαν, ποτὲ δὲ μή, νοῦ προσεχῶς μετέχειν ἀδύνατον. 176 Πάντα τὰ νοερὰ εἴδη καὶ ἐν ἀλλήλοις εἰσὶ καὶ καθ' αὑτὸ ἕκαστον. εἰ γὰρ ἀμέριστος πᾶς νοῦς καὶ ἡνωμένον διὰ τὴν νοερὰν ἀμέρειαν καὶ τὸ ἐν αὐτῷ πλῆθος, ἐν ἑνὶ πάντα ὄντα καὶ ἀμερεῖ ἥνωται ἀλλήλοις, καὶ φοιτᾷ πάντα διὰ πάντων· εἰ δὲ ἀΰλως ἔστι πάντα καὶ ἀσωμάτως, ἀσύγχυτά ἐστι πρὸς ἄλληλα, καὶ χωρὶς ἕκαστον φυλάττον τὴν ἑαυτοῦ καθαρότητα μένει ὅ ἐστι. δηλοῖ δὲ τὸ μὲν ἀσύγχυτον τῶν νοερῶν εἰδῶν ἡ τῶν ἑκάστου διακεκριμένως μετεχόντων ἰδιάζουσα μέθεξις. εἰ μὴ γὰρ τὰ μετεχόμενα διεκέκριτο καὶ ἦν χωρὶς ἀλλήλων, οὐδ' ἂν τὰ μετέ χοντα αὐτῶν ἑκάστου μετεῖχε διακεκριμένως, ἀλλ' ἦν ἂν πολλῷ μᾶλλον ἐν τοῖς καταδεεστέροις ἀδιάκριτος σύγχυσις, χείροσιν οὖσι κατὰ τὴν τάξιν· πόθεν γὰρ ἂν ἐγίνετο διάκρισις, τῶν ὑφιστάντων αὐτὰ καὶ τελειούντων ἀδιακρίτων ὄντων καὶ συγ κεχυμένων; τὸ δὲ αὖ ἡνωμένον τῶν εἰδῶν ἡ τοῦ περιέχοντος ἀμερὴς ὑπόστασις τεκμηριοῦται καὶ ἡ ἑνοειδὴς οὐσία. τὰ γὰρ ἐν ἀμερεῖ καὶ ἑνοειδεῖ τὴν ὕπαρξιν ἔχοντα, ἐν τῷ αὐτῷ ἀμερίστως ὄντα (πῶς γὰρ ἂν μερίσαις τὸ ἀμερὲς καὶ τὸ ἕν;), ὁμοῦ ἐστι καὶ ἐν ἀλλήλοις, ὅλα δι' ὅλων φοιτῶντα ἀδιαστάτως. οὐ γὰρ διαστατὸν τὸ περιέχον, καὶ ὡς ἐν διαστατῷ τὸ μὲν ἐν τῳδί, τὸ δὲ ἀλλαχοῦ, ἀλλ' ἅμα ἐν τῷ ἀμερεῖ καὶ ἑνὶ πᾶν· ὥστε καὶ ἐν ἀλλήλοις. πάντα ἄρα τὰ νοερὰ εἴδη καὶ ἐν ἀλλήλοις ἐστὶν ἡνωμένως καὶ χωρὶς ἕκαστον διακεκριμένως. εἰ δέ τις ἐπὶ ταῖσδε ταῖς ἀποδείξεσι καὶ παραδειγμάτων δέοιτο, τὰ θεωρήματα νοείτω τὰ ἐν μιᾷ ψυχῇ· ἃ δὴ πάντα ἐν τῇ αὐτῇ ὄντα ἀμεγέθει οὐσίᾳ καὶ ἥνωται ἀλλήλοις (τὸ γὰρ ἀμέγεθες οὐ τοπικῶς ἔχει τὰ ἐν αὐτῷ, ἀλλ' ἀμερίστως καὶ ἀδιαστάτως) [καὶ ἥνωται] καὶ διακέκριται· πάντα γὰρ εἰλικρινῶς ἡ ψυχὴ προάγει καὶ χωρὶς ἕκαστον, μηδὲν ἐφέλκουσα ἀπὸ τῶν λοιπῶν, ἃ εἰ μὴ διεκέκριτο ἀεὶ κατὰ τὴν ἕξιν οὐδ' ἂν ἡ ἐνέργεια διέκρινε τῆς ψυχῆς. 177 Πᾶς νοῦς πλήρωμα ὢν εἰδῶν, ὁ μὲν ὁλικωτέρων, ὁ δὲ μερικωτέρων ἐστὶ περιεκτικὸς εἰδῶν· καὶ οἱ μὲν ἀνωτέρω νόες ὁλικώτερον ἔχουσιν ὅσα μερικώτερον οἱ μετ' αὐτούς, οἱ δὲ κατω τέρω μερικώτερον ὅσα ὁλικώτερον οἱ πρὸ αὐτῶν. οἱ μὲν γὰρ ἀνωτέρω δυνάμεσι χρῶνται μείζοσιν, ἑνοειδέστεροι τῶν δευτέρων ὄντες· οἱ δὲ κατωτέρω, πληθυνόμενοι μᾶλλον, ἐλαττοῦσι τὰς δυνάμεις ἃς ἔχουσι. τὰ γὰρ τῷ ἑνὶ συγγενέσ τερα, τῷ ποσῷ συνεσταλμένα, τῇ δυνάμει τὰ μετ' αὐτὰ ὑπεραίρει· καὶ τὰ τοῦ ἑνὸς πορρώτερον ἔμπαλιν. δύναμιν οὖν οἱ ἀνωτέρω προστησάμενοι μείζονα, πλῆθος δὲ ἔλαττον, δι' ἐλαττόνων κατὰ τὸ ποσὸν εἰδῶν πλείω παράγουσι διὰ τὴν δύνα μιν· οἱ δὲ μετ' ἐκείνους διὰ πλειόνων ἐλάττω κατὰ τὴν τῆς δυνάμεως ἔλλειψιν. εἰ οὖν ἐκεῖνοι δι' ἐλαττόνων πλείονα παρ άγουσιν, ὁλικώτερα τὰ ἐν αὐτοῖς εἴδη· καὶ εἰ οἵδε διὰ πλειόνων ἐλάττονα, μερικώτερα τὰ ἐν τούτοις. ἐξ ὧν δὴ συμβαίνει τὰ καθ' ἓν εἶδος ἐκ τῶν ὑπερτέρων ἀπο γεννώμενα κατὰ πλείους ἰδέας ἐκ τῶν δευτέρων διῃρημένως παράγεσθαι, καὶ ἔμπαλιν τὰ διὰ πολλῶν καὶ διακεκριμένων ἰδεῶν ὑπὸ τῶν καταδεεστέρων παραγόμενα δι' ἐλαττόνων καὶ ὁλικωτέρων ὑπὸ τῶν ἀνωτέρω παράγεσθαι· καὶ τὸ μὲν ὅλον καὶ κοινὸν πᾶσι τοῖς μετέχουσιν ἄνωθεν παραγίνεσθαι, τὸ δὲ μεμε ρισμένον καὶ τὸ ἴδιον ἐκ τῶν δευτέρων. ὅθεν οἱ δεύτεροι νόες ταῖς τῶν εἰδῶν μερικωτέραις διακρίσεσιν ἐπιδιαρθροῦσί πως καὶ λεπτουργοῦσι τὰς τῶν πρώτων εἰδοποιΐας. 178 Πᾶν νοερὸν εἶδος ἀϊδίων ἐστὶν ὑποστατικόν. εἰ γὰρ αἰώνιόν ἐστι καὶ ἀκίνητον πᾶν, ἀμεταβλήτων ἐστὶ κατ' οὐσίαν αἴτιον καὶ ἀϊδίων ὑποστάσεων, ἀλλ' οὐ γινομένων καὶ φθειρομένων· ὥστε πᾶν τὸ κατ' εἶδος νοερὸν ὑποστὰν [νοερὸν] ἀΐδιόν ἐστι. καὶ γὰρ εἰ αὐτῷ τῷ εἶναι πάντα τὰ εἴδη παράγει τὰ μετ' αὐτά, τὸ δὲ εἶναι αὐτῶν ἀεὶ ὡσαύτως ἔχει, καὶ τὰ [παραγόμενα] ἀπ' αὐτῶν ὡσαύτως ἕξει καὶ ἀΐδια ἔσται. οὔτε ἄρα τὰ γενητὰ κατά τινα χρόνον ἀπ' αἰτίας ὑφέστηκεν εἰδητικῆς οὔτε τὰ φθαρτά, ᾗ φθαρτά, εἶδος ἔχει νοερὸν προϋπάρχον· ἦν γὰρ ἂν ἄφθαρτα καὶ ἀγένητα, πρὸς ἐκεῖνα τὴν ὑπόστασιν ἔχοντα. 179 Πᾶς ὁ νοερὸς ἀριθμὸς πεπέρασται. εἰ γὰρ ἔστι μετ' αὐτὸν ἄλλο πλῆθος κατ' οὐσίαν ὑφειμένον, καὶ οὗτος ἐγγυτέρω τοῦ ἑνός, ἐκεῖνο δὲ πορρώτερον, τὸ δὲ ἐγγυ τέρω τοῦ ἑνὸς ἔλαττον κατὰ τὸ ποσόν, πλεῖον δὲ τὸ πορρώ τερον, καὶ ὁ νοερὸς ἀριθμὸς ἐλάττων ἂν εἴη παντὸς τοῦ μετ' αὐτὸν πλήθους. οὐκ ἄρα ἄπειρός ἐστι· πεπέρασται ἄρα τὸ πλῆθος τῶν νόων. τὸ γὰρ τινὸς ἔλαττον οὐκ ἄπειρον, διότι τὸ ἄπειρον οὐδενὸς ἔλαττον, ᾗ ἄπειρον. 180 Πᾶς νοῦς ὅλος ἐστίν, ὡς ἐκ μερῶν ὑποστάς [ἕκαστος καὶ ἥνωται τοῖς ἄλλοις καὶ διακέκριται ἀπ' αὐτῶν], ἀλλ' ὁ μὲν ἀμέθεκτος νοῦς ἁπλῶς ὅλος, ὡς καὶ τὰ μέρη πάντα ὁλικῶς ἔχων ἐν ἑαυτῷ, τῶν δὲ μερικῶν ἕκαστος ὡς ἐν μέρει τὸ ὅλον ἔχει, καὶ οὕτως πάντα ἐστὶ μερικῶς. εἰ γὰρ καθ' ἓν πάντα, τὸ δὲ καθ' ἓν οὐδὲν ἄλλο ἐστὶν ἢ μερικῶς, τὸ ἄρα ὅλον οὕτως ἐστὶν ἐν ἑκάστῳ τούτων μερικῶς, καθ' ἕν τι τῶν μερικῶν ἐπικρατοῦν ἐν τοῖς πᾶσιν ἀφοριζόμενον. 181 Πᾶς ὁ μετεχόμενος νοῦς ἢ θεῖός ἐστιν, ὡς θεῶν ἐξημ μένος, ἢ νοερὸς μόνον. εἰ γὰρ ἔστιν ὁ θεῖος καὶ ἀμέθεκτος νοῦς πρώτως, τούτῳ δήπου συγγενής ἐστιν οὐχ ὁ κατ' ἀμφότερα διαφέρων, καὶ τῷ μὴ εἶναι θεῖος καὶ τῷ μὴ ἀμέθεκτος εἶναι· τὰ γὰρ κατ' ἄμφω ἀνόμοια ἀσύναπτα ἀλλήλοις. δῆλον δὴ οὖν ὅτι τῇ μὲν ὅμοιόν ἐστι τῷ πρώτως ὄντι νῷ τὸ μέσον, τῇ δὲ ἀνόμοιον. ἢ οὖν ἀμέθ εκτόν ἐστι καὶ οὐ θεῖον ἢ μετεχόμενον καὶ θεῖον. ἀλλὰ πᾶν τὸ ἀμέθεκτον θεῖον, ὡς τῷ ἑνὶ τὴν ἀνάλογον τάξιν ἐν τῷ πλήθει λαχόν. ἔσται ἄρα τις νοῦς θεῖος ἅμα καὶ μετεχόμενος. ἀλλὰ μὴν εἶναι δεῖ νοῦν καὶ μὴ μετέχοντα τῶν θείων ἑνάδων, ἀλλὰ νοοῦντα μόνον· καθ' ἑκάστην γὰρ σειρὰν τὰ μὲν πρῶτα καὶ τῇ ἑαυτῶν μονάδι συνημμένα μετέχειν δύναται τῶν ἐν τῇ ὑπερκειμένῃ προσεχῶς τάξει, τὰ δὲ πολλοστὰ ἀπὸ τῆς ἀρχικῆς μονάδος οὐχ οἷά τέ ἐστιν ἐκείνων ἐξῆφθαι. ἔστιν ἄρα καὶ νοῦς θεῖος καὶ νοῦς τις νοερὸς μόνον, ὁ μὲν κατὰ τὴν ἰδιότητα τὴν νοερὰν ἱστάμενος, ἣν ἀπὸ τῆς ἑαυτοῦ μονάδος ἔχει [καὶ τοῦ ἀμεθέκτου]· ὁ δὲ κατὰ τὴν ἕνωσιν, ἣν ἀπὸ τῆς μετεχομένης ἑνάδος ὑπεδέξατο. 182 Πᾶς θεῖος νοῦς μετεχόμενος ὑπὸ ψυχῶν μετέχεται θείων. εἰ γὰρ ἡ μέθεξις ἐξομοιοῖ τῷ μετεχομένῳ τὸ μετέχον καὶ συμφυὲς ἀποτελεῖ, δῆλον δὴ ὅτι θείαν εἶναι ψυχὴν ἀνάγκη τὴν τοῦ θείου νοῦ μετέχουσαν καὶ εἰς θεῖον νοῦν ἀνηρτημένην, καὶ διὰ μέσου τοῦ νοῦ τῆς ἐν αὐτῷ θεότητος μετέχειν. ἡ γὰρ θεότης συνεξάπτει τῷ νῷ τὴν μετέχουσαν αὐτοῦ ψυχὴν καὶ συνδεῖ τῷ θείῳ τὸ θεῖον. 183 Πᾶς νοῦς μετεχόμενος μέν, νοερὸς δὲ μόνον ὤν, μετ έχεται ὑπὸ ψυχῶν οὔτε θείων οὔτε νοῦ καὶ ἀνοίας ἐν μεταβολῇ γινομένων. οὔτε γὰρ θεῖαι ψυχαί εἰσιν αἱ τοιαῦται, οὐδὲ νοῦ μετέχουσαι· θεῶν γὰρ αἱ ψυχαὶ διὰ νοῦ μετέχουσιν, ὡς δέδεικται πρότερον· οὔτε [αἱ] μεταβολῆς δεκτικαί· πᾶς γὰρ νοῦς ὑπὸ τῶν κατ' οὐσίαν ἀεὶ καὶ κατ' ἐνέργειαν νοερῶν μετέχεται (καὶ γὰρ τοῦτο δῆλον ἐκ τῶν ἔμπροσθεν). 184 Πᾶσα ψυχὴ ἢ θεία ἐστίν, ἢ μεταβάλλουσα ἀπὸ νοῦ εἰς ἄνοιαν, ἢ μεταξὺ τούτων ἀεὶ μὲν νοοῦσα, καταδεεστέρα δὲ τῶν θείων ψυχῶν. εἰ γὰρ ὁ μὲν θεῖος νοῦς ὑπὸ θείων μετέχεται ψυχῶν, ὁ δὲ νοερὸς μόνον ὑπὸ τῶν μήτε θείων μήτε μεταβολῆς δεκτικῶν ἀπὸ νοήσεως εἰς ἄνοιαν, εἰσὶ δὲ καὶ αἱ τοῦτο πάσχουσαι καὶ ποτὲ μὲν νοοῦσαι, ποτὲ δὲ μή, φανερὸν ὅτι τρία γένη τῶν ψυχῶν εἰσιν· καὶ πρῶται μὲν αἱ θεῖαι, δεύτεραι δὲ τῶν μὴ θείων αἱ ἀεὶ νοῦ μετέχουσαι, τρίται δὲ αἱ ποτὲ μὲν εἰς νοῦν, ποτὲ δὲ εἰς ἄνοιαν μεταβάλλουσαι. 185 Πᾶσαι μὲν αἱ θεῖαι ψυχαὶ θεοί εἰσι ψυχικῶς, πᾶσαι δὲ αἱ τοῦ νοεροῦ μετέχουσαι νοῦ θεῶν ὁπαδοὶ ἀεί, πᾶσαι δὲ αἱ μεταβολῆς δεκτικαὶ θεῶν ὁπαδοὶ ποτέ. εἰ γὰρ αἱ μὲν ἔχουσι τὸ θεῖον φῶς ἄνωθεν ἐπιλάμπον, αἱ δὲ ἀεὶ νοοῦσιν, αἱ δὲ ποτὲ ταύτης μεταλαγχάνουσι τῆς τελειότητος, αἱ μὲν ἐν τῷ πλήθει τῶν ψυχῶν ἀνάλογον ἵστανται θεοῖς· αἱ δὲ ἀεὶ συνέπονται θεοῖς, κατὰ νοῦν ἐνεργοῦσαι ἀεί, καὶ τῶν θείων ἐξήρτηνται ψυχῶν, τοῦτον ἔχουσαι πρὸς αὐτὰς λόγον, ὃν τὸ νοερὸν πρὸς τὸ θεῖον· αἱ δὲ ποτὲ νοοῦσαι καὶ ἕπονται ποτὲ θεοῖς, οὔτε νοῦ μετέχειν ἀεὶ ὡσαύτως οὔτε ταῖς θείαις συνεπιστρέφεσθαι ψυχαῖς ἀεὶ δυνάμεναι (τὸ γὰρ ποτὲ νοῦ μεταλαγχάνον οὐδεμία μηχανὴ τοῖς θεοῖς ἀεὶ συνάπτεσθαι). 186 Πᾶσα ψυχὴ ἀσώματός ἐστιν οὐσία καὶ χωριστὴ σώματος. εἰ γὰρ γινώσκει ἑαυτήν, πᾶν δὲ τὸ ἑαυτὸ γινῶσκον πρὸς ἑαυτὸ ἐπιστρέφεται, τὸ δὲ πρὸς ἑαυτὸ ἐπιστρέφον οὔτε σῶμά ἐστι (πᾶν γὰρ σῶμα πρὸς ἑαυτὸ ἀνεπίστροφον) οὔτε σώματος ἀχώριστον (καὶ γὰρ τὸ σώματος ἀχώριστον οὐ πέφυκε πρὸς ἑαυτὸ ἐπιστρέφειν· χωρίζοιτο γὰρ ἂν ταύτῃ σώματος), ἡ ἄρα ψυχὴ οὔτε σωματική ἐστιν οὐσία οὔτε σώματος ἀχώριστος. ἀλλὰ μὴν ὅτι γινώσκει ἑαυτήν, φανερόν· εἰ γὰρ καὶ τὰ ὑπὲρ αὐτὴν γινώσκει, καὶ ἑαυτὴν πέφυκε γινώσκειν πολλῷ μειζόνως, ἀπ' αἰτίων τῶν πρὸ αὐτῆς γινώσκουσα ἑαυτήν.