Institutio theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus">
—
⋯
Original / primary: Pg Scrape Grc
187.1
Πᾶσα ψυχὴ ἀνώλεθρός ἐστι καὶ ἄφθαρτος. πᾶν γὰρ τὸ ὁπωσοῦν διαλύεσθαι καὶ ἀπόλλυσθαι δυνάμενον ἢ σωματικόν ἐστι καὶ σύνθετον ἢ ἐν ὑποκειμένῳ τὴν ὑπόστασιν ἔλαχε· καὶ τὸ μὲν διαλυόμενον, ὡς ἐκ πολλῶν ὑπάρχον, φθεί ρεται· τὸ δὲ ἐν ἑτέρῳ εἶναι πεφυκὸς τοῦ ὑποκειμένου χωριζό μενον ἀφανίζεται εἰς τὸ μὴ ὄν. ἀλλὰ μὴν ἡ ψυχὴ καὶ ἀσώ ματός ἐστι καὶ ἔξω παντὸς ὑποκειμένου, ἐν ἑαυτῇ οὖσα καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα. ἀνώλεθρος ἄρα ἐστὶ καὶ ἄφθαρτος. 188 Πᾶσα ψυχὴ καὶ ζωή ἐστι καὶ ζῶν. ᾧ γὰρ ἂν παραγένηται ψυχή, τοῦτο ζῇ ἐξ ἀνάγκης· καὶ τὸ ψυχῆς ἐστερημένον ζωῆς εὐθὺς ἄμοιρον ἀπολείπεται. ἢ οὖν διὰ ψυχὴν ζῇ, ἢ δι' ἄλλο τι καὶ οὐ διὰ ψυχήν. ἀλλὰ δι' ἄλλο τι μόνον, ἀδύνατον. πᾶν γὰρ τὸ μετεχόμενον ἢ ἑαυτὸ ἢ ἑαυτοῦ τι τῷ μετέχοντι δίδωσι, μηδέτερον δὲ παρέχον, οὐδ' ἂν μετέχοιτο· ψυχὴ δὲ μετέχεται ὑπ' ἐκείνου, ᾧ ἂν παρῇ, καὶ ἔμψυχον ἐκεῖνο λέγεται τὸ ψυχῆς μετέχον. εἰ οὖν ζωὴν ἐπιφέρει τοῖς ἐμψύχοις, ἢ ζωή ἐστιν ἢ ζῶν μόνον ἢ τὸ συνάμφω, ζωὴ ἅμα καὶ ζῶν. ἀλλ' εἰ μὲν ζῶν μόνον, οὐκέτι δὲ ζωή, ἔσται ἐκ ζωῆς καὶ μὴ ζωῆς· οὐκ ἄρα γινώσκει ἑαυτὴν οὐδὲ ἐπιστρέφεται πρὸς ἑαυτήν· ζωὴ γὰρ ἡ γνῶσις, καὶ τὸ γνωστικόν, ᾗ τοιοῦτον, ζῇ· εἰ οὖν τι ἐν αὐτῇ ἄζων ἐστί, τοῦτο οὐκ ἔχει καθ' αὑτὸ τὴν τοῦ γινώσκειν δύναμιν. εἰ δὲ ζωὴ μόνον ἐστίν, οὐκέτι μεθέξει τῆς νοερᾶς ζωῆς. τὸ γὰρ ζωῆς μετέχον ζῶν ἐστι καὶ οὐ ζωὴ μόνον· ζωὴ γὰρ μόνον ἡ πρώτη καὶ ἀμέθεκτος, ἡ δὲ μετ' ἐκείνην ζῶν ἅμα καὶ ζωή· ψυχὴ δὲ οὐκ ἔστιν ἡ ἀμέθεκτος ζωή. ἅμα ἄρα ζωή ἐστι καὶ ζῶν ἡ ψυχή. 189 Πᾶσα ψυχὴ αὐτόζως ἐστίν. εἰ γὰρ ἐπιστρεπτικὴ πρὸς ἑαυτήν, τὸ δὲ πρὸς ἑαυτὸ ἐπι στρεπτικὸν πᾶν αὐθυπόστατον, καὶ ἡ ψυχὴ ἄρα αὐθυπόστατος καὶ ἑαυτὴν ὑφίστησιν. ἀλλὰ μὴν καὶ ζωή ἐστι καὶ ζῶν, καὶ ἡ ὕπαρξις αὐτῆς κατὰ τὸ ζωτικόν· καὶ γὰρ οἷς ἂν παρῇ ζωῆς μεταδίδωσιν αὐτῷ τῷ εἶναι, κἂν ᾖ τὸ μετέχον ἐπιτήδειον, εὐθὺς ἔμψυχον γίνεται καὶ ζῶν, οὐ λογισαμένης τῆς ψυχῆς καὶ προελο μένης, οὐδὲ λογισμῷ καὶ κρίσει ζωοποιούσης, ἀλλ' αὐτῷ τῷ εἶναι ὅ ἐστι τὴν ζωὴν τῷ μεθεκτικῷ χορηγούσης. τὸ ἄρα εἶναι αὐτῆς ταὐτὸν τῷ ζῆν. εἰ οὖν τὸ εἶναι παρ' ἑαυτῆς ἔχει, τοῦτο δὲ τῷ ζῆν ταὐτὸν καὶ ἔχει κατ' οὐσίαν τὸ ζῆν, καὶ τὴν ζωὴν ἂν ἑαυτῇ παρέχοι καὶ παρ' ἑαυτῆς ἔχοι. εἰ δὲ τοῦτο, αὐτόζως ἂν εἴη ἡ ψυχή. 190 Πᾶσα ψυχὴ μέση τῶν ἀμερίστων ἐστὶ καὶ τῶν περὶ τοῖς σώμασι μεριστῶν. εἰ γὰρ αὐτόζως ἐστὶ καὶ αὐθυπόστατος καὶ χωριστὴν ἔχει σωμάτων τὴν ὕπαρξιν, ἐξῄρηται κρείττων οὖσα τῶν μεριστῶν πάντων περὶ τοῖς σώμασιν· ἐκεῖνα γὰρ ἀχώριστα πάντῃ τῶν ὑποκειμένων ἐστί, συμμερισθέντα τοῖς μεριστοῖς ὄγκοις, καὶ ἑαυτῶν μὲν ἐκστάντα καὶ τῆς ἑαυτῶν ἀμερείας συνδιαστάντα δὲ τοῖς σώμασι, κἂν ἐν ζωαῖς ὑφεστήκῃ, οὐχ ἑαυτῶν ζωαὶ ὄντα, ἀλλὰ τῶν μετασχόντων, κἂν ἐν οὐσίᾳ καὶ ἐν εἴδεσιν ὑπάρχῃ, οὐχ ἑαυτῶν ὄντα εἴδη, ἀλλὰ τῶν εἰδοπεποιημένων. εἰ δὲ μὴ ταῦτα μόνον ἐστὶν ἡ ψυχή, οὐσία αὐθυπόστατος καὶ ζωὴ αὐτόζως καὶ γνῶσις ἑαυτῆς γνωστική, καὶ χωριστὴ κατὰ πάντα ταῦτα σωμάτων, ἀλλὰ καὶ μετέχον ζωῆς, εἰ δὲ τοῦτο, καὶ οὐσίας μετέχον, μετέχει δὲ καὶ γνώσεως ἀπ' ἄλλων αἰτίων, δῆλον δὴ ὅτι καταδεεστέρα τῶν ἀμερίστων ἐστίν. ὅτι μὲν οὖν ζωῆς ἀλλαχόθεν πληροῦται (ἀλλὰ καὶ οὐσίας, εἴπερ καὶ ζωῆς), δῆλον· πρὸ γὰρ ψυχῆς καὶ ἡ ἀμέθεκτος ζωὴ καὶ ἡ ἀμέθεκτος οὐσία. ὅτι δὲ καὶ τὸ πρώτως γνωστικὸν οὐκ ἔστι, φανερόν, εἴπερ καθὸ μὲν ψυχή, πᾶσα ζῇ, οὐ καθὸ δὲ ψυχή, πᾶσα γνῶσιν ἔχει· καὶ γὰρ ἀγνοεῖ τὰ ὄντα ψυχή τις μένουσα ψυχή. οὐκ ἄρα πρώτως ἐστὶ γνωστικόν, οὐδὲ αὐτῷ τῷ εἶναι γνῶσίς ἐστι. δευτέραν ἄρα τὴν οὐσίαν ἔχει τῶν πρώτως καὶ αὐτῷ τῷ εἶναι γνωστικῶν. ἐπεὶ δὲ ταύτης τὸ εἶναι διῄρηται τῆς γνώσεως, οὐκ ἄρα τῶν ἀμερίστων ἐστὶν ἡ ψυχή. δέδεικται δὲ ὅτι οὐδὲ τῶν περὶ τοῖς σώμασι μεριστῶν. μέση ἄρα ἀμφοτέρων ἐστίν. 191 Πᾶσα ψυχὴ μεθεκτὴ τὴν μὲν οὐσίαν αἰώνιον ἔχει, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον. ἢ γὰρ ἄμφω αἰωνίως ἕξει, ἢ ἄμφω κατὰ χρόνον, ἢ τὸ μὲν αἰωνίως, τὸ δὲ κατὰ χρόνον. ἀλλ' οὔτε ἄμφω αἰωνίως (ἔσται γὰρ ἀμέριστος οὐσία, καὶ οὐδὲν διοίσει τῆς νοερᾶς ὑποστάσεως ἡ ψυχῆς φύσις, τῆς ἀκινήτου ἡ αὐτοκίνητος) οὔτε ἄμφω κατὰ χρόνον· εἴη γὰρ ἂν γενητὴ μόνον καὶ οὔτε αὐτόζως οὔτε αὐθ υπόστατος· οὐδὲν γὰρ τῶν ὑπὸ χρόνου κατ' οὐσίαν μετρουμένων αὐθυπόστατον. ἡ δὲ ψυχὴ αὐθυπόστατος· τὸ γὰρ κατ' ἐνέρ γειαν πρὸς ἑαυτὸ ἐπιστρέφον καὶ κατ' οὐσίαν ἐπιστρεπτικόν ἐστι πρὸς ἑαυτὸ καὶ ἀφ' ἑαυτοῦ προϊόν. λείπεται ἄρα τῇ μὲν αἰώνιον εἶναι ψυχὴν πᾶσαν, τῇ δὲ χρόνου μετέχουσαν. ἢ οὖν κατ' οὐσίαν αἰώνιός ἐστι, κατ' ἐνέρ γειαν δὲ χρόνου μέτοχος· ἢ ἔμπαλιν. ἀλλὰ τοῦτο ἀδύνατον. πᾶσα ἄρα ψυχὴ μεθεκτὴ τὴν μὲν οὐσίαν αἰώνιον ἔλαχε, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον. 192 Πᾶσα ψυχὴ μεθεκτὴ τῶν τε ἀεὶ ὄντων ἐστὶ καὶ πρώτη τῶν γενητῶν. εἰ γὰρ αἰώνιός ἐστι κατ' οὐσίαν, ὄντως ὄν ἐστι κατὰ τὴν ὕπαρξιν καὶ ἀεὶ ὄν· τὸ γὰρ αἰῶνος μετέχον τοῦ ἀεὶ εἶναι μετεί ληφεν. εἰ δὲ κατὰ τὴν ἐνέργειάν ἐστιν ἐν χρόνῳ, γενητή ἐστι· πᾶν γὰρ τὸ χρόνου μετέχον, γινόμενον ἀεὶ κατὰ τὸ πρότερον καὶ ὕστερον τοῦ χρόνου καὶ οὐχὶ ἅμα ὅ ἐστιν ὂν ὅλον, γενητόν ἐστιν. εἰ δέ πῃ γενητή ἐστι πᾶσα ψυχή, κατ' ἐνέργειαν, πρώτη ἂν εἴη τῶν γενητῶν· τὸ γὰρ πάντῃ γενητὸν πορρωτέρω τῶν αἰωνίων. 193 Πᾶσα ψυχὴ προσεχῶς ἀπὸ νοῦ ὑφέστηκεν. εἰ γὰρ ἀμετάβλητον ἔχει τὴν οὐσίαν καὶ αἰώνιον, ἀπὸ ἀκινήτου πρόεισιν αἰτίας· τὸ γὰρ ἀπὸ κινουμένης προϊὸν αἰτίας πᾶν μεταβάλλει κατὰ τὴν οὐσίαν. ἀκίνητον ἄρα τὸ τῆς ψυχῆς πάσης αἴτιον. εἰ δὲ προσεχῶς ὑπὸ νοῦ τελειοῦται, καὶ ἐπι στρέφεται πρὸς νοῦν· καὶ εἰ μετέχει τῆς γνώσεως, ἣν ὁ νοῦς δίδωσι τοῖς μετέχειν δυναμένοις (πᾶσα γὰρ γνῶσις ἀπὸ νοῦ πᾶσίν ἐστιν, οἷς ἐστιν), εἰς ὃ δὲ πάντα ἐπιστρέφεται κατὰ φύσιν, ἀπὸ τούτου καὶ τὴν πρόοδον ἔχει κατ' οὐσίαν, πᾶσα ἄρα ψυχὴ ἀπὸ νοῦ πρόεισιν. 194 Πᾶσα ψυχὴ πάντα ἔχει τὰ εἴδη, ἃ ὁ νοῦς πρώτως ἔχει. εἰ γὰρ ἀπὸ νοῦ πρόεισι καὶ νοῦς ὑποστάτης ψυχῆς, καὶ αὐτῷ τῷ εἶναι ἀκίνητος ὢν πάντα ὁ νοῦς παράγει, δώσει καὶ τῇ ψυχῇ τῇ ὑφισταμένῃ τῶν ἐν αὐτῷ πάντων οὐσιώδεις λόγους· πᾶν γὰρ τὸ τῷ εἶναι ποιοῦν, ὅ ἐστι πρώτως, τοῦτο τῷ γινομένῳ δευτέρως ἐνδίδωσι. τῶν νοερῶν ἄρα εἰδῶν ψυχὴ δευτέρως ἔχει τὰς ἐμφάσεις. 195 Πᾶσα ψυχὴ πάντα ἐστὶ τὰ πράγματα, παραδειγμα τικῶς μὲν τὰ αἰσθητά, εἰκονικῶς δὲ τὰ νοητά. μέση γὰρ οὖσα τῶν ἀμερίστων καὶ τῶν περὶ τὸ σῶμα μεριστῶν, τὰ μὲν παράγει καὶ ὑφίστησι, τὰ δὲ αἴτια προεστή σατο ἑαυτῆς, ἀφ' ὧν προελήλυθεν. ὧν μὲν οὖν αἰτία προ ϋπάρχει, ταῦτα προείληφε παραδειγματικῶς· ἀφ' ὧν δὲ ὑπέστη, ταῦτα κατὰ μέθεξιν ἔχει καὶ ὡς γεννήματα τῶν πρώτων. τὰ μὲν ἄρα αἰσθητὰ πάντα κατ' αἰτίαν προείληφε, καὶ τοὺς λόγους τῶν ἐνύλων ἀΰλως καὶ τῶν σωματικῶν ἀσωμάτως καὶ τῶν διαστατῶν ἀδιαστάτως ἔχει· τὰ δὲ νοητὰ εἰκονικῶς, καὶ τὰ εἴδη τὰ ἐκείνων μεριστῶς μὲν τῶν ἀμερίστων, πεπληθυσμένως δὲ τῶν ἑνιαίων, αὐτοκινήτως δὲ τῶν ἀκινήτων ὑπεδέξατο. πάντα ἄρα ἐστὶ τὰ ὄντα, τὰ μὲν κατὰ μέθεξιν, τὰ πρῶτα· τὰ δὲ παραδειγματικῶς, τὰ μετ' αὐτήν. 196 Πᾶσα ψυχὴ μεθεκτὴ σώματι χρῆται πρώτῳ ἀϊδίῳ καὶ ἀγένητον ἔχοντι τὴν ὑπόστασιν καὶ ἄφθαρτον. εἰ γὰρ πᾶσα ψυχὴ κατ' οὐσίαν ἐστὶν ἀΐδιος καὶ αὐτῷ τῷ εἶναι πρώτως ψυχοῖ τι τῶν σωμάτων, ἀεὶ αὐτὸ ψυχοῖ· τὸ γὰρ εἶναι πάσης ψυχῆς ἀμετάβλητον. εἰ δὲ τοῦτο, καὶ τὸ ψυχού μενον ἀεὶ ψυχοῦται καὶ ἀεὶ μετέχει ζωῆς· τὸ δὲ ἀεὶ ζῶν πολλῷ πρότερον ἀεὶ ἔστι· τὸ δὲ ἀεὶ ὂν ἀΐδιον· τὸ ἄρα πρώτως ἔμψυχον σῶμα καὶ πρώτως ἐξημμένον [ἑκάστης] πάσης ψυχῆς ἀΐδιόν ἐστιν. ἀλλὰ μὴν πᾶσα μεθεκτὴ ψυχὴ ὑπὸ σώματός τινος μετέχεται πρώτως, εἴπερ καὶ μεθεκτή ἐστιν, ἀλλ' οὐκ ἀμέθεκτος, καὶ αὐτῷ τῷ εἶναι ψυχοῖ τὸ μετέχον. πᾶσα ἄρα ψυχὴ μετεχομένη σώματι χρῆται πρώτῳ ἀϊδίῳ καὶ ἀγενήτῳ καὶ ἀφθάρτῳ κατὰ τὴν οὐσίαν. 197 Πᾶσα ψυχὴ οὐσία ἐστὶ ζωτικὴ καὶ γνωστική, καὶ ζωὴ οὐσιώδης καὶ γνωστική, καὶ γνῶσις ὡς οὐσία καὶ ζωή· καὶ ἅμα ἐν αὐτῇ πάντα, τὸ οὐσιῶδες, τὸ ζωτικόν, τὸ γνωστικόν, καὶ πάντα ἐν πᾶσι καὶ χωρὶς ἕκαστον. εἰ γὰρ μέση τῶν ἀμερίστων ἐστὶ καὶ τῶν περὶ σῶμα μερι ζομένων εἰδῶν, οὔτε οὕτως ἀμέριστός ἐστιν ὡς τὰ νοερὰ πάντα οὔτε οὕτω μεριστὴ ὡς τὰ σωματοειδῆ. διῃρημένων οὖν ἐν τοῖς σωματικοῖς τῶν οὐσιῶν καὶ ζωῶν καὶ γνώσεων, ἀμερίστως ἐστὶν ἐν ψυχαῖς ταῦτα καὶ ἡνωμένως καὶ ἀσωμάτως, καὶ ὁμοῦ πάντα διὰ τὴν ἀϋλίαν καὶ τὴν ἀμέρειαν· καὶ ἐν τοῖς νοεροῖς πάντων καθ' ἕνωσιν ὄντων, διακέκριται ἐν ψυχαῖς καὶ μεμέρισται. πάντα ἄρα καὶ ὁμοῦ καὶ χωρίς. εἰ δὲ ὁμοῦ καὶ ἐν ἑνὶ πάντα ἀμερεῖ, δι' ἀλλήλων πεφοίτηκε· καὶ εἰ χωρίς, διῄρηται πάλιν ἀσυγχύτως· ὥστε καὶ ἐφ' ἑαυτοῦ ἕκαστον καὶ πάντα ἐν πᾶσι. καὶ γὰρ ἐν τῇ οὐσίᾳ ἡ ζωὴ καὶ ἡ γνῶσις· εἰ γὰρ μή, οὐ γνώσεται πᾶσα ἑαυτήν, εἴπερ ἡ οὐσία ἡ ἄζως καὶ γνώσεως ἐστέρηται καθ' αὑτήν. καὶ ἐν τῇ ζωῇ ἥ τε οὐσία καὶ ἡ γνῶσις· ἡ γὰρ ἀνούσιος ζωὴ καὶ ἡ ἄνευ γνώσεως ταῖς ἐνύλοις προσήκει ζωαῖς, αἳ μήτε γινώσκειν ἑαυτὰς δύνανται μήτε οὐσίαι εἰσὶν εἰλικρινεῖς. καὶ ἡ γνῶσις ἡ ἀνούσιος καὶ ἄζως ἀνυπόστατος· πᾶσα γὰρ γνῶσις καὶ ζῶντός ἐστι καὶ οὐσίαν καθ' αὑτὸ λαχόντος. 198 Πᾶν τὸ χρόνου μετέχον, ἀεὶ δὲ κινούμενον, περιόδοις μετρεῖται. διότι μὲν γὰρ χρόνου μετέχει, μέτρου καὶ ὅρου μετείληφεν ἡ κίνησις, καὶ κατ' ἀριθμὸν πορεύεται· διότι δὲ ἀεὶ κινεῖται, καὶ τὸ ἀεὶ τοῦτο οὐκ αἰώνιόν ἐστιν, ἀλλὰ χρονικόν, ἀνάγκη χρῆσθαι περιόδοις. ἡ μὲν γὰρ κίνησις μεταβολή τίς ἐστιν ἀφ' ἑτέρων εἰς ἕτερα· τὰ δὲ ὄντα ὥρισται καὶ τοῖς πλήθεσι καὶ τοῖς μεγέθεσι· τούτων δὲ ὡρισμένων, οὔτε κατ' εὐθεῖαν ἄπειρον ἡ μετάβασίς ἐστιν οὔτε τὸ ἀεὶ κινούμενον πεπερασμένως μετα βαίνειν δυνατόν. ἀπὸ τῶν αὐτῶν ἄρα ἐπὶ τὰ αὐτὰ πάλιν ἥξει τὸ ἀεὶ κινούμενον, ὥστε ποιῆσαι περίοδον.