Institutio theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus">
—
⋯
Original / primary: Pg Scrape Grc
199.1
Πᾶσα ψυχὴ ἐγκόσμιος περιόδοις χρῆται τῆς οἰκείας ζωῆς καὶ ἀποκαταστάσεσιν. εἰ γὰρ ὑπὸ χρόνου μετρεῖται καὶ μεταβατικῶς ἐνεργεῖ, καὶ ἔστιν αὐτῆς ἰδία κίνησις, πᾶν δὲ τὸ κινούμενον καὶ χρόνου μετέχον, ἀΐδιον ὄν, χρῆται περιόδοις καὶ περιοδικῶς ἀνακυκλεῖται καὶ ἀποκαθίσταται ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτά, δῆλον ὅτι καὶ πᾶσα ψυχὴ ἐγκόσμιος, κίνησιν ἔχουσα καὶ ἐνεργοῦσα κατὰ χρόνον, περιόδους τε τῶν κινήσεων ἕξει καὶ ἀποκαταστάσεις· πᾶσα γὰρ περίοδος τῶν ἀϊδίων ἀποκαταστατική ἐστιν. 200 Πᾶσα ψυχῆς περίοδος χρόνῳ μετρεῖται· ἀλλ' ἡ μὲν τῶν ἄλλων ψυχῶν περίοδος τινὶ χρόνῳ μετρεῖται, ἡ δὲ τῆς πρώτης ὑπὸ χρόνου μετρουμένης τῷ σύμπαντι χρόνῳ. εἰ γὰρ καὶ πᾶσαι αἱ κινήσεις τὸ πρότερον ἔχουσι καὶ ὕστερον, καὶ αἱ περίοδοι ἄρα· καὶ διὰ τοῦτο χρόνου μετέχουσι, καὶ τὸ μετροῦν ἁπάσας τὰς περιόδους τῶν ψυχῶν χρόνος ἐστίν. ἀλλ' εἰ μὲν αἱ αὐταὶ πασῶν ἦσαν περίοδοι καὶ περὶ τὰ αὐτά, καὶ χρό νος ἂν ἦν πασῶν ὁ αὐτός· εἰ δὲ ἄλλαι ἄλλων ἀποκαταστάσεις, καὶ χρόνος περιοδικὸς ἄλλος ἄλλων καὶ ἀποκαταστατικός. ὅτι μὲν οὖν ἡ πρώτως ὑπὸ χρόνου μετρουμένη ψυχὴ τῷ σύμπαντι χρόνῳ μετρεῖται, δῆλον. εἰ γὰρ μέτρον ὁ χρόνος κινήσεως ἁπάσης, τὸ πρώτως κινούμενον ἔσται παντὸς τοῦ χρόνου μετέχον καὶ ὑπὸ παντὸς μεμετρημένον· μὴ γὰρ τὸ πρώτως μετέχον μετρήσας ὁ σύμπας χρόνος οὐδὲ ἄλλο μετρήσει καθ' ὅλον ἑαυτὸν οὐδέν. ὅτι δὲ καὶ πᾶσαι αἱ ἄλλαι ψυχαὶ μερικωτέροις τοῦ σύμπαντος χρόνου μετροῦνταί τισι μέτροις, φανερὸν ἐκ τούτων. εἰ γὰρ μερικώτεραι τῆς ψυχῆς εἰσι τῆς πρώτως χρόνου μετεχούσης, οὐδὲ χρόνῳ τῷ σύμπαντι τὰς ἑαυτῶν ἐφαρμόσουσι περιόδους, ἀλλ' αἱ πολλαὶ αὐτῶν ἀποκαταστάσεις μέρη ἔσονται μιᾶς περιόδου καὶ ἀποκαταστάσεως, ἣν ἡ χρόνου μετέχουσα πρώτως ἀποκαθίσταται· τῆς γὰρ ἐλάττονος δυνάμεως ἡ μερικωτέρα μέθεξις, τῆς δὲ μείζονος ἡ ὁλικωτέρα. ὅλον οὖν τὸ χρο νικὸν μέτρον κατὰ μίαν ζωὴν αἱ ἄλλαι ψυχαὶ δέχεσθαι οὐ πεφύκασι, τῆς πρώτως χρόνου μετρουμένης ὑφειμένην λαχοῦσαι τάξιν. 201 Πᾶσαι αἱ θεῖαι ψυχαὶ τριπλᾶς ἔχουσιν ἐνεργείας, τὰς μὲν ὡς ψυχαί, τὰς δὲ ὡς νοῦν ὑποδεξάμεναι θεῖον, τὰς δὲ ὡς θεῶν ἐξηρτημέναι· καὶ προνοοῦσι μὲν τῶν ὅλων ὡς θεοί, γινώ σκουσι δὲ τὰ πάντα κατὰ τὴν νοερὰν ζωήν, κινοῦσι δὲ τὰ σώματα κατὰ τὴν αὐτοκίνητον ὕπαρξιν. διότι γὰρ συμφυῶς μετέχουσι τῶν ὑπερκειμένων καί εἰσιν οὐ ψυχαὶ ἁπλῶς, ἀλλὰ θεῖαι ψυχαί, τὴν ἀνάλογον τοῖς θεοῖς ἐν τῷ ψυχικῷ πλάτει προστησάμεναι τάξιν, ἐνεργοῦσιν οὐ ψυχι κῶς μόνον, ἀλλὰ καὶ θείως, τὴν ἀκρότητα τῆς ἑαυτῶν οὐσίας ἔνθεον λαχοῦσαι. καὶ διότι νοερὰν ὑπόστασιν ἔχουσι, δι' ἣν καὶ ὑπεστρωμέναι ταῖς νοεραῖς οὐσίαις τυγχάνουσιν, ἐνεργοῦσιν οὖν οὐ θείως μόνον, ἀλλὰ καὶ νοερῶς, τὴν μὲν κατὰ τὸ ἓν τὸ ἐν αὐταῖς, τὴν δὲ κατὰ τὸν νοῦν ἱδρύσασαι ἐνέργειαν. τρίτη δὲ αὐταῖς πάρεστιν ἡ κατὰ τὴν ἰδίαν ὕπαρξιν ἐνέργεια, κινητικὴ μὲν ὑπάρχουσα τῶν φύσει ἑτεροκινήτων, ζωοποιὸς δὲ τῶν ἐπείσακτον ἐχόντων τὴν ζωήν· πάσης γὰρ ψυχῆς τοῦτό ἐστι τὸ ἴδιον ἐνέργημα, τὰ δὲ ἄλλα κατὰ μέθεξιν, ὡς τὸ νοεῖν καὶ προνοεῖν. 202 Πᾶσαι ψυχαὶ θεῶν ὁπαδοὶ καὶ ἀεὶ ἑπόμεναι θεοῖς καταδεέστεραι μέν εἰσι τῶν θείων, ὑπερήπλωνται δὲ τῶν μερικῶν ψυχῶν. αἱ μὲν γὰρ θεῖαι καὶ νοῦ μετέχουσι καὶ θεότητος (διὸ νοεραί τέ εἰσιν ἅμα καὶ θεῖαι) καὶ τῶν ἄλλων ψυχῶν ἡγεμονοῦσι, καθόσον καὶ οἱ θεοὶ τῶν ὄντων ἁπάντων· αἱ δὲ μερικαὶ ψυχαὶ καὶ τῆς εἰς νοῦν ἀναρτήσεως παρῄρηνται, μὴ δυνάμεναι προσ εχῶς τῆς νοερᾶς οὐσίας μετέχειν· οὐδὲ γὰρ ἂν τῆς νοερᾶς ἐνεργείας ἀπέπιπτον κατ' οὐσίαν μετέχουσαι τοῦ νοῦ, καθάπερ δέδεικται πρότερον. μέσαι ἄρα εἰσὶν αἱ ἀεὶ θεοῖς ἑπόμεναι ψυχαί, νοῦν μὲν ὑποδεξάμεναι τέλειον καὶ ταύτῃ τῶν μερικῶν ὑπερφέρουσαι, οὐκέτι δὲ καὶ θείων ἑνάδων ἐξημμέναι· οὐ γὰρ θεῖος ἦν ὁ μετεχόμενος ὑπ' αὐτῶν νοῦς. 203 Παντὸς τοῦ ψυχικοῦ πλήθους αἱ μὲν θεῖαι ψυχαί, τῇ δυνάμει μείζους οὖσαι τῶν ἄλλων, συνῄρηνται κατὰ τὸν ἀριθμόν· αἱ δὲ ἀεὶ αὐταῖς ἑπόμεναι καὶ τῇ δυνάμει καὶ τῷ ποσῷ μέσην ἔχουσιν ἐν πάσαις τάξιν· αἱ δὲ μερικαὶ τῇ μὲν δυνάμει κατα δεέστεραι τῶν ἄλλων εἰσίν, εἰς ἀριθμὸν δὲ πλείονα προεληλύ θασιν. αἱ μὲν γάρ εἰσι τῷ ἑνὶ συγγενέστεραι διὰ τὴν ὕπαρξιν θείαν οὖσαν, αἱ δὲ μέσαι διὰ τὴν νοῦ μετουσίαν, αἱ δὲ ἔσχαται κατὰ τὴν τάξιν, ἀνομοιώδεις κατὰ τὴν οὐσίαν ταῖς τε μέσαις καὶ ταῖς πρώταις. τὰ δὲ ἐγγυτέρω τοῦ ἑνὸς ἐν τοῖς ἀϊδίοις τῶν πορρω τέρων ἀριθμῷ ἑνικώτερά ἐστι καὶ συνῄρηται κατὰ τὸ πλῆθος, τὰ δὲ πορρωτέρω μᾶλλον πληθύνεται. αἵ τε οὖν δυνάμεις τῶν ἀνωτέρω μείζους, καὶ τοῦτον ἔχουσι τὸν λόγον πρὸς τὰς δευτέρας, ὃν τὸ θεῖον πρὸς τὸ νοερὸν καὶ τοῦτο πρὸς τὸ ψυχικόν· καὶ αἱ ποσότητες τῶν κατωτέρω πλείους· τὸ γὰρ πορρώτερον τοῦ ἑνὸς πλῆθος μᾶλλόν ἐστι καὶ τὸ ἐγγύτερον ἧττον. 204 Πᾶσα θεία ψυχὴ πολλῶν μὲν ἡγεῖται ψυχῶν ἀεὶ θεοῖς ἑπομένων, πλειόνων δὲ ἔτι τῶν ποτὲ ταύτην τὴν τάξιν δεχομένων. θείαν μὲν γὰρ οὖσαν, πάντων ἡγεμονικὴν τάξιν εἰληχέναι δεῖ καὶ πρωτουργὸν ἐν ταῖς ψυχαῖς (καὶ γὰρ τὸ θεῖον ἐν πᾶσι τοῖς οὖσιν ἡγεῖται τῶν ὅλων)· οὔτε δὲ τῶν ἀεὶ ἑπομένων μόνον ἑκάστην ἄρχειν οὔτε τῶν ποτὲ μόνον. εἰ μὲν γὰρ τῶν ποτὲ ἑπομένων ἡγοῖτό τις μόνων, πῶς ἡ συναφὴ ταύταις ἔσται πρὸς τὴν θείαν ψυχήν, πάντῃ διαφερούσαις καὶ μήτε νοῦ προσεχῶς μετεχούσαις μήτε πολλῷ πλέον θεῶν; εἰ δὲ τῶν ἀεὶ ἑπομένων, πῶς μέχρις ἐκείνων ἡ σειρὰ προῆλθεν; ἔσται γὰρ οὕτως ἔσχατα τὰ νοερὰ καὶ ἄγονα, καὶ τελειοῦν ἄλλα καὶ ἀνάγειν οὐ πεφυκότα. ἀνάγκη ἄρα πάσης ψυχῆς θείας πρώτως μὲν ἐξηρτῆσθαι τὰς ἀεὶ ἑπομένας ψυχὰς καὶ κατὰ νοῦν ἐνεργούσας καὶ εἰς νόας ἀνηγμένας μερικωτέρους τῶν θείων νόων, δευτέρας δὲ τὰς μερικὰς καὶ διὰ τούτων μέσων νοῦ μετέχειν καὶ τῆς θείας ζωῆς δυναμένας· διὰ γὰρ τῶν ἀεὶ μετεχόντων τῆς κρείττονος μοίρας τὰ ποτὲ μετέχοντα τελειοῦται. καὶ αὖ πάλιν πλείους εἶναι περὶ ἑκάστην ψυχὴν θείαν τὰς ποτὲ ἑπομένας ψυχὰς τῶν ἀεὶ ἑπομένων· ἡ γὰρ τῆς μονάδος δύναμις κατὰ τὴν ὕφεσιν εἰς πλῆθος ἀεὶ πρόεισι, τῇ μὲν δυνάμει λειπόμενον, τῷ δὲ ἀριθμῷ πλεονάζον. ἐπεὶ καὶ ἑκάστη ψυχὴ τῶν ἀεὶ θεοῖς ἑπομένων πλειόνων ἡγεῖται μερικῶν ψυχῶν, μιμουμένη τὴν θείαν ψυχήν, καὶ πλείους ἀνέλκει ψυχὰς εἰς τὴν πρωτουργὸν μονάδα τῆς ὅλης σειρᾶς. πᾶσα ἄρα θεία ψυχὴ πολλῶν μὲν ἡγεῖται ψυχῶν τῶν ἀεὶ θεοῖς ἑπομένων, πλειόνων δὲ ἔτι τῶν ποτὲ τὴν τάξιν ταύτην δεχομένων. 205 Πᾶσα ψυχὴ μερικὴ τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν θείαν ψυχήν, ὑφ' ἣν τέτακται κατ' οὐσίαν, ὃν τὸ ὄχημα αὐτῆς πρὸς τὸ ἐκείνης ὄχημα. εἰ γὰρ κατὰ φύσιν ἡ διανομὴ τῶν ὀχημάτων ἑκάσταις, ἀνάγκη πάσης μερικῆς ψυχῆς ὀχήματι τοῦτον εἶναι τὸν λόγον πρὸς τὸ ὄχημα τῆς ὅλης, ὅς ἐστιν αὐτῆς πρὸς ἐκείνην. ἀλλὰ μὴν ἡ διανομὴ κατὰ φύσιν· τὰ γὰρ πρώτως μετέχοντα αὐτοφυῶς συνῆπται τοῖς μετεχομένοις. εἰ οὖν ὡς ἡ θεία πρὸς τὸ θεῖον σῶμα, οὕτως ἡ μερικὴ πρὸς τὸ μερικόν, αὐτῷ τῷ εἶναι μετ εχομένης ἑκατέρας, καὶ τὸ ἐξ ἀρχῆς ἀληθές, ὅτι καὶ τὰ ὀχήματα ταῖς ψυχαῖς τὸν αὐτὸν ἔχει πρὸς ἄλληλα λόγον. 206 Πᾶσα ψυχὴ μερικὴ κατιέναι τε εἰς γένεσιν ἐπ' ἄπειρον καὶ ἀνιέναι δύναται ἀπὸ γενέσεως εἰς τὸ ὄν. εἰ γὰρ ποτὲ μὲν ἕπεται θεοῖς, ποτὲ δὲ ἀποπίπτει τῆς πρὸς τὸ θεῖον ἀνατάσεως, νοῦ τε καὶ ἀνοίας μετέχει, δῆλον δὴ ὅτι παρὰ μέρος ἔν τε τῇ γενέσει γίνεται καὶ ἐν τοῖς θεοῖς ἔστιν. οὐδὲ γὰρ τὸν ἄπειρον οὖσα χρόνον ἐν τοῖς θεοῖς αὖθις ὅλον τὸν ἐφεξῆς χρόνον ἔσται ἐν τοῖς σώμασι· τὸ γὰρ ἀρχὴν χρονικὴν μὴ ἔχον οὐδὲ τελευτήν ποτε ἕξει, καὶ τὸ μηδεμίαν ἔχον τελευτὴν ἀνάγκη μηδὲ ἀρχὴν ἔχειν. λείπεται ἄρα περιόδους ἑκάστην ποιεῖσθαι ἀνόδων τε ἐκ τῆς γενέσεως καὶ τῶν εἰς γένεσιν καθόδων, καὶ τοῦτο ἄπαυστον εἶναι διὰ τὸν ἄπειρον χρόνον. ἑκάστη ἄρα ψυχὴ μερικὴ κατιέναι τε ἐπ' ἄπειρον δύναται καὶ ἀνιέναι, καὶ τοῦτο οὐ μὴ παύσεται περὶ ἁπάσας τὸ πάθημα γινόμενον. 207 Πάσης μερικῆς ψυχῆς τὸ ὄχημα ἀπὸ αἰτίας ἀκινήτου δεδημιούργηται. εἰ γὰρ ἀϊδίως ἐξήρτηται τῆς χρωμένης αὐτῷ ψυχῆς καὶ συμφυῶς, ἀμετάβλητον ὂν κατ' οὐσίαν, ἀπ' αἰτίας ἀκινήτου τὴν ὑπόστασιν ἔλαχε· τὸ γὰρ ἐκ κινουμένων αἰτίων γεγονὸς μετα βάλλει πᾶν κατὰ τὴν οὐσίαν. ἀλλὰ μὴν πᾶσα ψυχὴ ἀΐδιον ἔχει σῶμα, τὸ πρώτως αὐτῆς μετέχον· ὥστε καὶ ἡ μερικὴ ψυχή. καὶ τὸ αἴτιον ἄρα τοῦ ὀχήματος αὐτῆς ἀκίνητόν ἐστι, καὶ διὰ τοῦτο ὑπερκόσμιον. 208 Πάσης μερικῆς ψυχῆς τὸ ὄχημα ἄϋλόν ἐστι καὶ ἀδιαίρετον κατ' οὐσίαν καὶ ἀπαθές. εἰ γὰρ ἐξ ἀκινήτου προῆλθε δημιουργίας καὶ ἔστιν ἀΐδιον, ἄϋλον ὑπόστασιν ἔχει καὶ ἀπαθῆ. τὰ γὰρ πάσχειν κατὰ τὴν οὐσίαν πεφυκότα καὶ μεταβάλλει καὶ ἔνυλα πάντα ἐστί, καὶ ἄλλοτε ἄλλως ἔχοντα τῶν κινουμένων αἰτίων ἐξήρτηται· διὸ καὶ μεταβολὴν ἐπιδέχεται παντοίαν, συγκινούμενα ταῖς ἑαυτῶν ἀρχικαῖς αἰτίαις. ἀλλὰ μὴν ὅτι καὶ ἀδιαίρετον, δῆλον. τὸ γὰρ διαιρούμενον πᾶν ταύτῃ φθείρεται, ᾗ διαιρεῖται, τοῦ τε ὅλου καὶ τῆς συνεχείας ἀφιστάμενον· εἰ οὖν ἀμετάβλητον κατὰ τὴν οὐσίαν καὶ ἀπαθές, ἀδιαίρετον ἂν εἴη. 209 Πάσης μερικῆς ψυχῆς τὸ ὄχημα κάτεισι μὲν προσθέσει χιτώνων ἐνυλοτέρων, συνανάγεται δὲ τῇ ψυχῇ δι' ἀφαιρέσεως παντὸς τοῦ ἐνύλου καὶ τῆς εἰς τὸ οἰκεῖον εἶδος ἀναδρομῆς, ἀνάλογον τῇ χρωμένῃ ψυχῇ· καὶ γὰρ ἐκείνη κάτεισι μὲν ἀλόγους προσλαβοῦσα ζωάς, ἄνεισι δὲ ἀποσκευασαμένη πάσας τὰς γενεσιουργοὺς δυνάμεις, ἃς ἐν τῇ καθόδῳ περιεβάλλετο, καὶ γενομένη καθαρὰ καὶ γυμνὴ τῶν τοιούτων πασῶν δυνάμεων ὅσαι πρὸς τὴν τῆς γενέσεως χρείαν ὑπηρετοῦσι. τὰ γὰρ συμφυῆ ὀχήματα μιμεῖται τὰς ζωὰς τῶν χρωμένων ψυχῶν, καὶ συγκινεῖται κινουμέναις αὐταῖς πανταχοῦ· καὶ τῶν μὲν τὰς νοήσεις ἀπεικονίζεται ταῖς ἑαυτῶν περιφοραῖς, τῶν δὲ τὰς ἀποπτώσεις ταῖς εἰς τὴν γένεσιν ῥοπαῖς, τῶν δὲ τὰς καθάρσεις ταῖς εἰς τὸ ἄϋλον περιαγωγαῖς. διότι γὰρ αὐτῷ τῷ εἶναι τὰς ψυχὰς ζωοποιεῖται παρ' αὐτῶν καὶ ἔστι συμφυῆ ἐκείναις, παντοίως συμμεταβάλλει ταῖς ἐκείνων ἐνεργείαις καὶ συνέπεται πάντῃ, παθαινομέναις τε συμπάσχει καὶ κεκαθαρμέναις συναποκαθίσταται καὶ ἀναγομέναις συνεπαίρεται, τῆς ἑαυτῶν ἐφιέμενα τελειότητος· πᾶν γὰρ τελειοῦται τῆς οἰκείας ὁλότητος τυχόν. 210 Πᾶν ψυχῆς ὄχημα συμφυὲς καὶ σχῆμα τὸ αὐτὸ ἀεὶ καὶ μέγεθος ἔχει, μεῖζον δὲ καὶ ἔλαττον ὁρᾶται καὶ ἀνομοιόσχημον δι' ἄλλων σωμάτων προσθέσεις καὶ ἀφαιρέσεις. εἰ γὰρ ἐξ αἰτίας ἀκινήτου τὴν οὐσίαν ἔχει, δῆλον δὴ ὅτι καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος αὐτῷ παρὰ τῆς αἰτίας ἀφώρισται, καὶ ἔστιν ἀμετάβλητον καὶ ἀνεξάλλακτον ἑκάτερον. ἀλλὰ μὴν ἄλλοτε ἀλλοῖον φαντάζεται καὶ μεῖζον καὶ ἔλαττον. δι' ἄλλα ἄρα σώματα ἀπὸ τῶν ὑλικῶν στοιχείων προστιθέμενα καὶ αὖθις ἀφαιρούμενα τοιόνδε ἢ τοιόνδε καὶ τοσόνδε ἢ τοσόνδε φαίνεται. 211 Πᾶσα μερικὴ ψυχὴ κατιοῦσα εἰς γένεσιν ὅλη κάτεισι, καὶ οὐ τὸ μὲν αὐτῆς ἄνω μένει, τὸ δὲ κάτεισιν. εἰ γάρ τι μένοι τῆς ψυχῆς ἐν τῷ νοητῷ, ἢ ἀμεταβάτως νοήσει ἀεὶ ἢ μεταβατικῶς. ἀλλ' εἰ μὲν ἀμεταβάτως, νοῦς ἔσται καὶ οὐ μέρος ψυχῆς, καὶ ἔσται ἡ ψυχὴ προσεχῶς νοῦ μετέχουσα· τοῦτο δὲ ἀδύνατον. εἰ δὲ μεταβατικῶς, ἐκ τοῦ ἀεὶ νοοῦντος καὶ ποτὲ νοοῦντος μία οὐσία ἔσται. ἀλλ' ἀδύνατον· ταῦτα γὰρ εἴδει διαφέρει, ὡς δέδεικται, πρὸς τῷ καὶ ἄτοπον εἶναι τὸ τῆς ψυχῆς ἀκρότατον, ἀεὶ τέλειον ὄν, μὴ κρατεῖν τῶν ἄλλων δυνάμεων κἀκείνας τελείας ποιεῖν. πᾶσα ἄρα ψυχὴ κάτεισιν.