Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio theologica
ProclusTheo 53 · pg-scrape-grcMore by Proclus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/proclus" aria-label="More works by Proclus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
53.1
Πάντων τῶν αἰωνίων προϋπάρχει ὁ αἰών, καὶ πάντων τῶν κατὰ χρόνον ὁ χρόνος προϋφέστηκεν. εἰ γὰρ πανταχοῦ πρὸ τῶν μετεχόντων ἔστι τὰ μετεχόμενα καὶ πρὸ τῶν μετεχομένων τὰ ἀμέθεκτα, δῆλον ὅτι ἄλλο μὲν τὸ αἰώνιον, ἄλλο δὲ ὁ ἐν τῷ αἰωνίῳ αἰών, ἄλλο δὲ ὁ καθ' αὑτὸν αἰών, τὸ μὲν ὡς μετέχον, τὸ δὲ ὡς μετεχόμενον, ὁ δὲ ὡς ἀμέθ εκτος· καὶ τὸ ἔγχρονον ἄλλο (μετέχον γάρ), καὶ ὁ ἐν τούτῳ χρόνος ἄλλος (μετεχόμενος γάρ), καὶ ὁ πρὸ τούτου χρόνος, ἀμέθεκτος ὤν. καὶ τούτων μὲν ἑκάτερος τῶν ἀμεθέκτων παντα χοῦ καὶ ἐν πᾶσιν ὁ αὐτός· ὁ δὲ μετεχόμενος ἐν ἐκείνοις μόνον, ὑφ' ὧν μετέχεται. πολλὰ γὰρ καὶ τὰ αἰώνια καὶ τὰ ἔγχρονα, ἐν οἷς πᾶσιν αἰών ἐστι κατὰ μέθεξιν καὶ χρόνος διῃρημένος· ὁ δὲ ἀδιαίρετος αἰὼν καὶ ὁ εἷς χρόνος πρὸ τούτων, καὶ ὁ μὲν αἰὼν αἰώνων, ὁ δὲ χρόνων χρόνος, τῶν μετεχομένων ὄντες ὑποστάται. 54 Πᾶς αἰὼν μέτρον ἐστὶ τῶν αἰωνίων, καὶ πᾶς χρόνος τῶν ἐν χρόνῳ· καὶ δύο ταῦτα μέτρα μόνα ἐστὶν ἐν τοῖς οὖσι τῆς ζωῆς καὶ τῆς κινήσεως. πᾶν γὰρ τὸ μετροῦν ἢ κατὰ μέρος μετρεῖ ἢ ὅλον ἅμα ἐφαρμο σθὲν τῷ μετρουμένῳ. τὸ μὲν οὖν καθ' ὅλον μετροῦν αἰών ἐστι, τὸ δὲ κατὰ μέρη χρόνος· δύο ἄρα μόνα τὰ μέτρα, τὸ μὲν τῶν αἰωνίων, τὸ δὲ τῶν ἐν χρόνῳ ὄντων. 55 Πᾶν τὸ κατὰ χρόνον ὑφεστὸς ἢ τὸν ἀεὶ χρόνον ἔστιν ἢ ποτὲ ἐν μέρει χρόνου τὴν ὑπόστασιν κεκτημένον. εἰ γὰρ αἱ πρόοδοι πᾶσαι δι' ὁμοιότητός εἰσι, καὶ πρὸ τῶν πάντῃ ἀνομοίων συνεχῆ τοῖς πρώτοις ὑφίσταται τὰ ὅμοια πρὸς αὐτὰ μᾶλλον ὄντα ἢ ἀνόμοια, τοῖς δὲ αἰωνίοις συνάπτειν τὰ ἐν μέρει χρόνου γινόμενα ἀδύνατον (καὶ γὰρ ὡς γινόμενα ἐκείνων ὄντων καὶ ὡς ποτὲ τῶν ἀεὶ ὑφεστηκότων διέστηκε), μέσα δὲ τούτων τε καὶ ἐκείνων ἐστὶ τὰ πῇ μὲν ὅμοια ἐκείνοις, πῇ δὲ ἀνόμοια, οὐκοῦν τῶν ποτὲ γινομένων καὶ τῶν ἀεὶ ὄντων μέσον ἢ τὸ ἀεὶ γινόμενον ἢ τὸ ποτὲ ὄν– τοῦτο δέ ἐστιν ἢ τὸ ποτὲ οὐκ ὄντως ὂν ἢ τὸ ποτὲ ὄντως ὄν. ἀλλὰ τὸ ποτὲ ὄντως ὂν ἀδύνατον εἶναι, τὸ δὲ ποτὲ οὐκ ὄντως ὂν τῷ γινομένῳ ταὐτόν· οὐκ ἄρα μέσον τὸ ποτὲ ὄν. λείπεται ἄρα τὸ ἀεὶ γινόμενον εἶναι τὸ μέσον ἀμφοῖν, τῷ μὲν γίνεσθαι συνάπτον τοῖς χείροσι, τῷ δὲ ἀεὶ μιμούμενον τὴν αἰώνιον φύσιν. ἐκ δὴ τούτων φανερὸν ὅτι διττὴ ἦν ἡ ἀϊδιότης, αἰώνιος μὲν ἄλλη, κατὰ χρόνον δὲ ἄλλη· ἡ μὲν ἑστῶσα ἀϊδιότης, ἡ δὲ γινομένη· καὶ ἡ μὲν ἠθροισμένον ἔχουσα τὸ εἶναι καὶ ὁμοῦ πᾶν, ἡ δὲ ἐκχυθεῖσα καὶ ἐξαπλωθεῖσα κατὰ τὴν χρονικὴν παράτασιν· καὶ ἡ μὲν ὅλη καθ' αὑτήν, ἡ δὲ ἐκ μερῶν, ὧν ἕκαστον χωρίς ἐστι κατὰ τὸ πρότερον καὶ ὕστερον. 56 Πᾶν τὸ ὑπὸ τῶν δευτέρων παραγόμενον καὶ ἀπὸ τῶν προτέρων καὶ αἰτιωτέρων παράγεται μειζόνως, ἀφ' ὧν καὶ τὰ δεύτερα παρήγετο. εἰ γὰρ τὸ δεύτερον ὅλην ἔχει τὴν οὐσίαν ἀπὸ τοῦ πρὸ αὐτοῦ, καὶ ἡ δύναμις αὐτῷ τοῦ παράγειν ἐκεῖθεν· καὶ γὰρ αἱ δυνάμεις αἱ παρακτικαὶ κατ' οὐσίαν εἰσὶν ἐν τοῖς παράγουσι, καὶ συμπλη ροῦσιν αὐτῶν τὴν οὐσίαν. εἰ δὲ τὴν τοῦ παράγειν δύναμιν ἀπὸ τῆς ὑπερκειμένης αἰτίας ἔλαχε, παρ' ἐκείνης ἔχει τὸ εἶναι αἴτιον ὧν ἐστιν αἴτιον, μετρηθὲν ἐκεῖθεν κατὰ τὴν ὑποστατικὴν δύναμιν. εἰ δὲ τοῦτο, καὶ τὰ ἀπ' αὐτοῦ προϊόντα αἰτιατά ἐστι διὰ τὸ πρὸ αὐτοῦ· τὸ γὰρ θάτερον ἀποτελέσαν αἴτιον καὶ θάτερον αἰτιατὸν ἀπο τελεῖ. εἰ δὲ τοῦτο, καὶ τὸ αἰτιατὸν ἐκεῖθεν ἀποτελεῖται τοιοῦτον. ἀλλὰ μὴν ὅτι καὶ μειζόνως ἐκεῖθεν, δῆλον. εἰ γὰρ τὴν αἰτίαν τῷ δευτέρῳ τοῦ παράγειν αὐτὸ δέδωκεν, εἶχεν ἄρα πρώτως ταύτην τὴν αἰτίαν, καὶ διὰ τοῦτο καὶ τὸ δεύτερον γεννᾷ, τὴν τοῦ δευτέρως γεννᾶν δύναμιν ἐκεῖθεν λαβόν. εἰ δὲ τὸ μὲν κατὰ μέθεξιν ἐγένετο παρακτικόν, τὸ δὲ κατὰ μετάδοσιν καὶ πρώτως, μειζόνως αἴτιον ἐκεῖνο τὸ καὶ ἄλλῳ τῆς γεννητικῆς τῶν ἐφεξῆς δυνάμεως μεταδεδωκός. 57 Πᾶν αἴτιον καὶ πρὸ τοῦ αἰτιατοῦ ἐνεργεῖ καὶ μετ' αὐτὸ πλειόνων ἐστὶν ὑποστατικόν. εἰ γάρ ἐστιν αἴτιον, τελειότερόν ἐστι καὶ δυνατώτερον τοῦ μετ' αὐτό. καὶ εἰ τοῦτο, πλειόνων αἴτιον· δυνάμεως γὰρ μείζονος τὸ πλείω παράγειν, ἴσης δὲ τὰ ἴσα, καὶ τῆς ἐλάττονος ἐλάττω· καὶ ἡ μὲν τὰ μείζονα ἐν τοῖς ὁμοίοις δυναμένη δύναμις καὶ τὰ ἐλάττονα δύναται, ἡ δὲ τὰ ἐλάττονα δυναμένη οὐκ ἐξ ἀνάγκης τὰ μείζω δυνήσεται. εἰ οὖν δυνατώτερον τὸ αἴτιον, πλειόνων ἐστὶ παρακτικόν. ἀλλὰ μὴν καὶ ὅσα δύναται τὸ αἰτιατόν, μειζόνως ἐκεῖνο δύναται. πᾶν γὰρ τὸ ὑπὸ τῶν δευτέρων παραγόμενον ὑπὸ τῶν προτέρων καὶ αἰτιωτέρων παράγεται μειζόνως. συνυφίστησιν ἄρα αὐτῷ πάντα ὅσα πέφυκε παράγειν. εἰ δὲ καὶ αὐτὸ πρότερον παράγει, δῆλον δήπουθεν ὅτι πρὸ αὐτοῦ ἐνεργεῖ κατὰ τὴν παρακτικὴν αὐτοῦ ἐνέργειαν. ἅπαν ἄρα αἴτιον καὶ πρὸ τοῦ αἰτιατοῦ ἐνεργεῖ καὶ σὺν αὐτῷ καὶ μετ' αὐτὸ ἄλλα ὑφίστησιν. ἐκ δὴ τούτων φανερὸν ὅτι ὅσων μὲν αἰτία ψυχή, καὶ νοῦς αἴτιος, οὐχ ὅσων δὲ νοῦς, καὶ ψυχὴ αἰτία· ἀλλὰ καὶ πρὸ ψυχῆς ἐνεργεῖ, καὶ ἃ δίδωσι ψυχὴ τοῖς δευτέροις, δίδωσι καὶ νοῦς μει ζόνως, καὶ μηκέτι ψυχῆς ἐνεργούσης νοῦς ἐλλάμπει τὰς ἑαυτοῦ δόσεις, οἷς μὴ δέδωκε ψυχὴ ἑαυτήν· καὶ γὰρ τὸ ἄψυχον, καθόσον εἴδους μετέσχε, νοῦ μετέχει καὶ τῆς τοῦ νοῦ ποιήσεως. καὶ δὴ καὶ ὅσων νοῦς αἴτιος, καὶ τὸ ἀγαθὸν αἴτιον· οὐκ ἔμπαλιν δέ. καὶ γὰρ αἱ στερήσεις τῶν εἰδῶν ἐκεῖθεν (πάντα γὰρ ἐκεῖθεν)· νοῦς δὲ στερήσεως ὑποστάτης οὐκ ἔστιν, εἶδος ὤν. 58 Πᾶν τὸ ὑπὸ πλειόνων αἰτίων παραγόμενον συνθετώτερόν ἐστι τοῦ ὑπὸ ἐλαττόνων παραγομένου. εἰ γὰρ πᾶν αἴτιον δίδωσί τι τῷ ἀπ' αὐτοῦ προϊόντι, τὰ μὲν πλείονα αἴτια πλείονας ποιήσεται τὰς δόσεις, τὰ δὲ ἐλάττονα ἐλάττους. ὥστε καὶ τῶν μετασχόντων τὰ μὲν ἐκ πλειόνων ἔσται, τὰ δὲ ἐξ ἐλαττόνων, ὧν ἑκάτερα μετέσχε, τὰ μὲν διὰ τὴν ἐκ πλειόνων αἰτίων πρόοδον, τὰ δὲ διὰ τὴν ἐκ τῶν ἐλαττόνων. τὰ δὲ ἐκ πλειόνων συνθετώτερα, τὰ δὲ ἐξ ἐλαττόνων τῶν αὐτῶν ἁπλούστερα. πᾶν ἄρα τὸ ὑπὸ πλειόνων αἰτίων παραγόμενον συνθετώτερον, τὸ δὲ ὑπὸ ἐλαττόνων ἁπλούστερον· ὧν γὰρ θάτερον μετέχει, καὶ θάτερον· ἀλλ' οὐκ ἔμπαλιν. 59 Πᾶν τὸ ἁπλοῦν κατ' οὐσίαν ἢ κρεῖττόν ἐστι τῶν συν θέτων ἢ χεῖρον. εἰ γὰρ τὰ ἄκρα τῶν ὄντων ὑπὸ ἐλαττόνων καὶ ἁπλουστέρων παράγεται, τὰ δὲ μέσα ὑπὸ πλειόνων, ταῦτα μὲν ἔσται σύνθετα, τὰ δὲ ἄκρα τὰ μὲν κατὰ τὸ κρεῖττον ἁπλούστερα, τὰ δὲ κατὰ τὸ χεῖρον. ἀλλὰ μὴν ὅτι τὰ ἄκρα ὑπὸ ἐλαττόνων παράγεται, δῆλον· διότι τὰ ἀνωτέρω καὶ ἄρχεται πρὸ τῶν καταδεεστέρων καὶ ὑπερεκτείνεται αὐτῶν ἐφ' ἃ μὴ πρόεισιν ἐκεῖνα δι' ὕφεσιν δυνάμεως. διὰ γὰρ τοῦτο καὶ τὸ ἔσχατον τῶν ὄντων ἁπλούστα τον, ὥσπερ τὸ πρῶτον, ὅτι ἀπὸ μόνου πρόεισι τοῦ πρώτου· ἀλλ' ἡ ἁπλότης ἡ μὲν κατὰ τὸ κρεῖττόν ἐστι πάσης συνθέσεως, ἡ δὲ κατὰ τὸ χεῖρον. καὶ ἐπὶ πάντων ὁ αὐτός ἐστι λόγος. 60 Πᾶν τὸ πλειόνων αἴτιον κρεῖττόν ἐστι τοῦ πρὸς ἐλάττονα τὴν δύναμιν λαχόντος καὶ μέρη παράγοντος ὧν θάτερον ὅλων ὑποστατικόν ἐστιν. εἰ γὰρ τὸ μὲν ἐλαττόνων, τὸ δὲ πλειόνων αἴτιον, μέρη δὲ τὰ ἕτερα τῶν ἑτέρων, ἃ μὲν ποιεῖ θάτερον, καὶ τὸ λοιπὸν ποιήσει, τὸ τῶν πλειόνων ὑποστατικόν· ἃ δὲ τοῦτο παράγει, τούτων οὐ πάντων ἐστὶν ἐκεῖνο παρακτικόν. δυνατώτερον ἄρα καὶ περι ληπτικώτερον· ὡς γὰρ τὸ προελθὸν πρὸς τὸ προελθόν, οὕτω τὸ παραγαγὸν πρὸς τὸ παραγαγόν, κατ' ἄλληλα ληφθέντα, τὸ δὲ πλείω δυνάμενον μείζονα δύναμιν ἔχει καὶ ὁλικωτέραν· τοῦτο δέ, ἐγγυτέρω τῆς πάντων αἰτίας· τὸ δὲ ἐγγυτέρω ταύτης μειζόνως ἐστὶν ἀγαθόν, εἴπερ αὕτη τὸ ἀγαθόν. τὸ ἄρα πλειόνων αἴτιον κατ' οὐσίαν κρεῖττον ὑπάρχει τοῦ ἐλάττονα παράγοντος. 61 Πᾶσα δύναμις ἀμέριστος μὲν οὖσα μείζων ἐστί, μεριζο μένη δὲ ἐλάττων. εἰ γὰρ μερίζεται, πρόεισιν εἰς πλῆθος· εἰ δὲ τοῦτο, πορρωτέρω γίνεται τοῦ ἑνός· εἰ δὲ τοῦτο, ἐλάττω δυνήσεται, τοῦ ἑνὸς καὶ τοῦ συνέχοντος αὐτὴν ἀφισταμένη· καὶ ἀτελής, εἴπερ τὸ ἑκάστου ἀγαθὸν ὑπάρχει κατὰ τὴν ἕνωσιν. 62 Πᾶν πλῆθος ἐγγυτέρω τοῦ ἑνὸς ὂν ποσῷ μέν ἐστι τῶν πορρωτέρω ἔλαττον, τῇ δυνάμει δὲ μεῖζον. ὅμοιον γὰρ τῷ ἑνὶ μᾶλλον τὸ ἐγγύτερον· τὸ δὲ ἓν πάντων ἦν ὑποστατικὸν ἀπληθύντως. τὸ ἄρα ὁμοιότερον αὐτῷ, πλειόνων αἴτιον ὑπάρχον, εἴπερ ἐκεῖνο πάντων, ἑνοειδέστερον ἔσται καὶ ἀμεριστότερον, εἴπερ ἐκεῖνο ἕν. ὡς μὲν οὖν ἑνὶ τὸ ἧττον πεπλη θυσμένον μᾶλλον συγγενές, ὡς δὲ πάντων αἰτίῳ τὸ πλειόνων παρακτικόν– τοῦτο δέ, δυνατώτερον. ἐκ δὴ τούτων φανερὸν ὅτι πλείους μὲν αἱ σωματικαὶ φύσεις τῶν ψυχῶν, πλείους δὲ αὗται τῶν νόων, οἱ δὲ νόες πλείους τῶν θείων ἑνάδων· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. 63 Πᾶν τὸ ἀμέθεκτον διττὰς ὑφίστησι τῶν μετεχομένων τὰς τάξεις, τὴν μὲν ἐν τοῖς ποτὲ μετέχουσι, τὴν δὲ ἐν τοῖς ἀεὶ καὶ συμφυῶς μετέχουσι. τῷ γὰρ ἀμεθέκτῳ τὸ ἀεὶ μετεχόμενον ὁμοιότερον ἢ τὸ ποτέ. πρὶν ἄρα ὑποστῇ τὸ ποτὲ μεθεκτόν, τὸ ἀεὶ μεθεκτὸν ὑποστή σεται, τῷ μὲν μετέχεσθαι τοῦ μετ' αὐτὸ μὴ διενεγκόν, τῷ δὲ ἀεὶ συγγενέστερον ὂν τῷ ἀμεθέκτῳ καὶ ὁμοιότερον. καὶ οὔτε μόνα ἔστι τὰ ποτὲ μετεχόμενα (πρὸ γὰρ τούτων τὰ ἀεὶ μετεχόμενα, δι' ὧν καὶ ταῦτα συνδεῖται κατά τινα πρόοδον εὔτακτον τοῖς ἀμεθέκτοις)· οὔτε μόνα τὰ ἀεὶ μετεχόμενα (καὶ γὰρ ταῦτα, δύναμιν ἔχοντα ἄσβεστον, εἴπερ ἀεὶ ἔστιν, ἄλλων ἐστὶν οἰστικὰ τῶν ποτὲ μετεχομένων· καὶ μέχρι τούτων ἡ ὕφεσις). ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ αἱ ἀπὸ τοῦ ἑνὸς ἑνώσεις ἐλλαμπό μεναι τοῖς οὖσιν αἱ μὲν ἀεὶ μετέχονται, αἱ δὲ ποτέ, καὶ αἱ νοεραὶ μεθέξεις διτταὶ ὡσαύτως, καὶ αἱ τῶν ψυχῶν ψυχώσεις, καὶ αἱ τῶν ἄλλων εἰδῶν ὁμοίως· καὶ γὰρ τὸ κάλλος καὶ ἡ ὁμοιότης καὶ ἡ στάσις καὶ ἡ ταυτότης, ἀμέθεκτα ὄντα, ὑπό τε τῶν ἀεὶ μετ εχόντων μετέχεται καὶ ὑπὸ τῶν ποτὲ δευτέρως κατὰ τὴν αὐτὴν τάξιν. 64 Πᾶσα ἀρχικὴ μονὰς διττὸν ὑφίστησιν ἀριθμόν, τὸν μὲν αὐτοτελῶν ὑποστάσεων, τὸν δὲ ἐλλάμψεων ἐν ἑτέροις τὴν ὑπόστασιν κεκτημένων. εἰ γὰρ καθ' ὕφεσιν ἡ πρόοδος διὰ τῶν οἰκείων τοῖς ὑποστα τικοῖς αἰτίοις, καὶ ἀπὸ τῶν παντελείων τὰ τέλεια καὶ διὰ τούτων μέσων τὰ ἀτελῆ πρόεισιν εὐτάκτως· ὥστε αἱ μὲν ἔσονται αὐτο τελεῖς ὑποστάσεις, αἱ δὲ ἀτελεῖς. καὶ αὗται μὲν γίνονται ἤδη τῶν μετεχόντων (ἀτελεῖς γὰρ οὖσαι δέονται τῶν ὑποκειμένων εἰς τὴν ἑαυτῶν ὕπαρξιν)· αἱ δὲ ἑαυτῶν ποιοῦσι τὰ μετέχοντα (τέλειαι γὰρ οὖσαι πληροῦσι μὲν ἑαυτῶν ἐκεῖνα καὶ ἑδράζουσιν ἐν ἑαυταῖς, δέονται δὲ οὐδὲν τῶν καταδεεστέρων εἰς τὴν ὑπό στασιν τὴν ἑαυτῶν). αἱ μὲν οὖν αὐτοτελεῖς ὑποστάσεις, διὰ τὴν εἰς πλῆθος διάκρισιν ἠλαττωμέναι τῆς ἀρχικῆς αὐτῶν μονάδος, διὰ τὴν αὐτοτελῆ ὕπαρξιν ὁμοιοῦνταί πῃ πρὸς ἐκείνην· αἱ δὲ ἀτελεῖς καὶ τῷ ἐν ἄλλοις εἶναι τῆς καθ' αὑτὴν ὑφεστώσης καὶ τῷ ἀτελεῖ τῆς πάντα τελειούσης ἀφεστήκασιν. αἱ δὲ πρόοδοι διὰ τῶν ὁμοίων ἄχρι τῶν πάντῃ ἀνομοίων. διττὸν ἄρα ὑφίστη σιν ἀριθμὸν ἑκάστη τῶν ἀρχικῶν μονάδων. ἐκ δὴ τούτων φανερὸν ὅτι καὶ ἑνάδες αἱ μὲν αὐτοτελεῖς ἀπὸ τοῦ ἑνὸς προῆλθον, αἱ δὲ ἐλλάμψεις ἑνώσεων· καὶ νόες οἱ μὲν οὐσίαι αὐτοτελεῖς, οἱ δὲ νοεραί τινες τελειότητες· καὶ ψυχαὶ αἱ μὲν ἑαυτῶν οὖσαι, αἱ δὲ τῶν ψυχουμένων, ὡς ἰνδάλματα μόνον οὖσαι ψυχῶν. καὶ οὕτως οὔτε πᾶσα ἕνωσις θεός, ἀλλ' ἡ αὐτοτελὴς ἑνάς, οὔτε πᾶσα νοερὰ ἰδιότης νοῦς, ἀλλ' ἡ οὐσιώδης μόνον, οὔτε πᾶσα ψυχῆς ἔλλαμψις ψυχή, ἀλλ' ἔστι καὶ τὰ εἴδωλα τῶν ψυχῶν. 65 Πᾶν τὸ ὁπωσοῦν ὑφεστὸς ἢ κατ' αἰτίαν ἔστιν ἀρχοειδῶς ἢ καθ' ὕπαρξιν ἢ κατὰ μέθεξιν εἰκονικῶς. ἢ γὰρ ἐν τῷ παράγοντι τὸ παραγόμενον ὁρᾶται, ὡς ἐν αἰτίᾳ προϋπάρχον, διότι πᾶν τὸ αἴτιον ἐν ἑαυτῷ τὸ αἰτιατὸν προ είληφε, πρώτως ὂν ὅπερ ἐκεῖνο δευτέρως· ἢ ἐν τῷ παραγομένῳ τὸ παράγον (καὶ γὰρ τοῦτο, μετέχον τοῦ παράγοντος, ἐν ἑαυτῷ δείκνυσι δευτέρως ὃ τὸ παράγον ὑπάρχει πρώτως)· ἢ κατὰ τὴν ἑαυτοῦ τάξιν ἕκαστον θεωρεῖται, καὶ οὔτε ἐν τῷ αἰτίῳ οὔτε ἐν τῷ ἀποτελέσματι· τὸ μὲν γὰρ ἔστι κρειττόνως ἢ ἔστι, τὸ δὲ χειρόνως ἢ ἔστι, δεῖ δέ που εἶναι καὶ ὅ ἐστιν· ἔστι δὲ καθ' ὕπαρξιν ἐν τῇ ἑαυτοῦ τάξει ἕκαστον. 66 Πάντα τὰ ὄντα πρὸς ἄλληλα ἢ ὅλα ἐστὶν ἢ μέρη ἢ ταὐτὰ ἢ ἕτερα. ἢ γὰρ περιέχει θάτερα, περιέχεται δὲ τὰ λοιπά· ἢ οὔτε περιέχει οὔτε περιέχεται, καὶ ἢ ταὐτόν τι πέπονθεν, ὡς ἑνὸς μετέχοντα, ἢ διακέκριται ἀλλήλων. ἀλλ' εἰ μὲν περιέχει, ὅλα ἂν εἴη· εἰ δὲ περιέχοιτο, μέρη· εἰ δ' ἑνὸς τὰ πολλὰ μετέχοι, ταὐτά ἐστι κατὰ τὸ ἕν· εἰ δὲ πλείω μόνον εἴη, ἕτερα ἀλλήλων ταύτῃ, καθὸ πολλά ἐστιν. 67 Πᾶσα ὁλότης ἢ πρὸ τῶν μερῶν ἐστιν ἢ ἐκ τῶν μερῶν ἢ ἐν τῷ μέρει. ἢ γὰρ ἐν τῇ αἰτίᾳ τὸ ἑκάστου θεωροῦμεν εἶδος, καὶ ὅλον ἐκεῖνο πρὸ τῶν μερῶν λέγομεν τὸ ἐν τῷ αἰτίῳ προϋποστάν· ἢ ἐν τοῖς μετέχουσιν αὐτῆς μέρεσι. καὶ τοῦτο διχῶς· ἢ γὰρ ἐν ἅπασιν ὁμοῦ τοῖς μέρεσι, καὶ ἔστι τοῦτο ἐκ τῶν μερῶν ὅλον, οὗ καὶ ὁτιοῦν μέρος ἀπὸν ἐλαττοῖ τὸ ὅλον· ἢ ἐν ἑκάστῳ τῶν μερῶν, ὡς καὶ τοῦ μέρους κατὰ μέθεξιν τοῦ ὅλου γεγονότος, ὃ καὶ ποιεῖ τὸ μέρος εἶναι ὅλον μερικῶς. καθ' ὕπαρξιν μὲν οὖν ὅλον τὸ ἐκ τῶν μερῶν· κατ' αἰτίαν δὲ τὸ πρὸ τῶν μερῶν· κατὰ μέθεξιν δὲ τὸ ἐν τῷ μέρει. καὶ γὰρ τοῦτο κατ' ἐσχάτην ὕφεσιν ὅλον, ᾗ μιμεῖται τὸ ἐκ τῶν μερῶν ὅλον, ὅταν μὴ τὸ τυχὸν ᾖ μέρος, ἀλλὰ τῷ ὅλῳ δυνάμενον ἀφομοιοῦσθαι οὗ καὶ τὰ μέρη ὅλα ἐστίν. 68 Πᾶν τὸ ἐν τῷ μέρει ὅλον μέρος ἐστὶ τοῦ ἐκ τῶν μερῶν ὅλου. εἰ γὰρ μέρος ἐστίν, ὅλου τινός ἐστι μέρος· καὶ ἤτοι τοῦ ἐν αὐτῷ ὅλου, καθ' ὃ λέγεται ἐν τῷ μέρει ὅλον (ἀλλ' οὕτως αὐτὸ ἑαυτοῦ μέρος, καὶ ἴσον τῷ ὅλῳ τὸ μέρος ἔσται, καὶ ταὐτὸν ἑκά τερον)· ἢ ἄλλου τινὸς ὅλου. καὶ εἰ ἄλλου, ἢ μόνον ἐστὶν ἐκείνου μέρος, καὶ οὕτως οὐδὲν ἂν πάλιν τοῦ ὅλου διαφέροι, ἑνὸς ὄντος ἓν ὂν μέρος· ἢ μεθ' ἑτέρου (παντὸς γὰρ ὅλου τὰ μέρη πλείω ἑνός), κἀκεῖνο ἔσται, ἐκ πλειόνων ὄν, ὅλον ἐκ τῶν μερῶν ἐξ ὧν ἐστι· καὶ οὕτω τὸ ἐν τῷ μέρει ὅλον τοῦ ἐκ τῶν μερῶν ἐστι μέρος. 69 Πᾶν τὸ ἐκ τῶν μερῶν ὅλον μετέχει τῆς πρὸ τῶν μερῶν ὁλότητος. εἰ γὰρ ἐκ μερῶν ἐστι, πεπονθός ἐστι τὸ ὅλον (τὰ γὰρ μέρη ἓν γενόμενα τὸ ὅλον διὰ τὴν ἕνωσιν πέπονθε), καὶ ἔστιν ὅλον ἐν μὴ ὅλοις τοῖς μέρεσι. παντὸς δὲ τοῦ μετεχομένου προϋφέστηκε τὸ ἀμέθεκτον. ἡ ἄρα ἀμέθεκτος ὁλότης προϋπάρχει τῆς μετ εχομένης. ἔστιν ἄρα τι εἶδος ὁλότητος πρὸ τοῦ ἐκ τῶν μερῶν ὅλου, ὃ οὐ πεπονθός ἐστι τὸ ὅλον, ἀλλ' αὐτοο̈ λότης, ἀφ' ἧς ἡ ἐκ τῶν μερῶν ὁλότης. ἐπεὶ καὶ τὸ μὲν ἐκ τῶν μερῶν ὅλον πολλαχοῦ καὶ ἐν πολλοῖς ἐστιν, ἐν ἄλλοις καὶ ἐν ἄλλοις ἐκ μερῶν οὖσι, τοῖς μὲν ἄλλων, τοῖς δὲ ἄλλων· δεῖ δὲ εἶναι τὴν μονάδα πασῶν τῶν ὁλοτήτων καθ' αὑτήν. οὔτε γὰρ εἰλικρινὲς ἕκαστον τῶν ὅλων τούτων, ἐπιδεὲς ὂν τῶν μερῶν ἐξ ὧν ἐστιν οὐχ ὅλων ὄντων· οὔτε ἐν τινὶ γεγονὸς τοῖς ἄλλοις ἅπασιν αἴτιον εἶναι δύναται τοῦ εἶναι ὅλοις. τὸ ἄρα τοῦ ὅλοις εἶναι τοῖς ὅλοις ἅπασιν αἴτιον πρὸ τῶν μερῶν ἐστιν. εἰ γὰρ καὶ τοῦτο ἐκ τῶν μερῶν, τὶ ὅλον ἔσται καὶ οὐχ ἁπλῶς ὅλον, καὶ πάλιν τοῦτο ἐξ ἄλλου, καὶ ἢ εἰς ἄπειρον ἢ ἔσται τὸ πρώτως ὅλον, οὐκ ἐκ μερῶν ὅλον, ἀλλ' ὅ ἐστιν ὁλότης ὄν. 70 Πᾶν τὸ ὁλικώτερον ἐν τοῖς ἀρχηγικοῖς καὶ πρὸ τῶν μερι κῶν εἰς τὰ μετέχοντα ἐλλάμπει καὶ δεύτερον ἐκείνων ἀπολείπει τὸ μετασχόν. καὶ γὰρ ἄρχεται πρὸ τοῦ μετ' αὐτὸ τῆς ἐνεργείας τῆς εἰς τὰ δεύτερα, καὶ σὺν τῇ ἐκείνου παρουσίᾳ πάρεστι, καὶ ἐκείνου μηκέτι ἐνεργοῦντος ἔτι πάρεστι καὶ ἐνεργεῖ τὸ αἰτιώτερον· καὶ οὐκ ἐν διαφόροις μόνον ὑποκειμένοις, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν ποτὲ μετεχόντων. δεῖ γὰρ (εἰ τύχοι) γενέσθαι πρῶτον ὄν, εἶτα ζῶον, εἶτα ἄνθρωπον. καὶ ἄνθρωπος οὐκέτι ἔστιν ἀπολιπούσης τῆς λογικῆς δυνάμεως, ζῶον δὲ ἔστιν ἐμπνέον καὶ αἰσθανόμενον· καὶ τοῦ ζῆν πάλιν ἀπολιπόντος μένει τὸ ὄν (καὶ γὰρ ὅταν μὴ ζῇ τὸ εἶναι πάρεστι). καὶ ἐπὶ πάντων ὡσαύτως. αἴτιον δέ, ὅτι δραστικώτερον ὑπάρχον τὸ αἰτιώτερον πρότερον εἰς τὸ μετέχον ἐνεργεῖ (τὸ γὰρ αὐτὸ ὑπὸ τοῦ δυνατωτέρου πάσχει προτέρου)· καὶ τοῦ δευτέρου πάλιν ἐνεργοῦντος κἀκεῖνο συνεργεῖ, διότι πᾶν, ὅπερ ἂν ποιῇ τὸ δεύτερον, συναπογεννᾷ τούτῳ καὶ τὸ αἰτιώτερον· καὶ ἀπολιπόντος ἐκείνου τοῦτο ἔτι πάρεστιν (ἡ γὰρ τοῦ δυνατωτέρου μετάδοσις, δρῶσα μειζόνως, ὑστέρα τὸ μετα σχὸν ἀπολείπει· καὶ γὰρ διὰ τῆς τοῦ δευτέρου μεταδόσεως τὴν ἑαυτῆς ἔλλαμψιν ἐδυνάμωσεν). 71 Πάντα τὰ ἐν τοῖς ἀρχηγικοῖς αἰτίοις ὁλικωτέραν καὶ ὑπερτέραν τάξιν ἔχοντα ἐν τοῖς ἀποτελέσμασι κατὰ τὰς ἀπ' αὐτῶν ἐλλάμψεις ὑποκείμενά πως γίνεται ταῖς τῶν μερικωτέρων μεταδόσεσι· καὶ αἱ μὲν ἀπὸ τῶν ἀνωτέρων ἐλλάμψεις ὑπο δέχονται τὰς ἐκ τῶν δευτέρων προόδους, ἐκεῖναι δὲ ἐπὶ τούτων ἑδράζονται· καὶ οὕτω προηγοῦνται μεθέξεις ἄλλαι ἄλλων, καὶ ἐμφάσεις ἄλλαι ἐπ' ἄλλαις ἄνωθεν εἰς τὸ αὐτὸ φοιτῶσιν ὑπο κείμενον, τῶν ὁλικωτέρων προενεργούντων, τῶν δὲ μερικωτέρων ἐπὶ ταῖς ἐκείνων ἐνεργείαις τὰς ἑαυτῶν μεταδόσεις χορηγούντων τοῖς μετέχουσιν. εἰ γὰρ τὰ αἰτιώτερα πρὸ τῶν δευτέρων ἐνεργεῖ, διὰ περιου σίαν δυνάμεως καὶ τοῖς ἀτελεστέραν ἔχουσι τὴν ἐπιτηδειότητα παρόντα καὶ ἐλλάμποντα κἀκείνοις, τὰ δὲ ὑφειμένα κατὰ τὴν τάξιν δεύτερα χορηγεῖ τὰ ἀπ' αὐτῶν, δῆλον ὡς αἱ τῶν ὑπερ τέρων ἐλλάμψεις, προκαταλαμβάνουσαι τὸ μετέχον ἀμφοτέρων, ἐπερείδουσι τὰς τῶν ὑφειμένων μεταδόσεις· αἱ δὲ ταῖς ἀπ' ἐκείνων ἐμφάσεσιν ὑποβάθραις χρῶνται, καὶ δρῶσιν εἰς τὸ μετέχον, προειργασμένον ὑπ' ἐκείνων. 72 Πάντα τὰ ἐν τοῖς μετέχουσιν ὑποκειμένων ἔχοντα λόγον ἐκ τελειοτέρων πρόεισι καὶ ὁλικωτέρων αἰτίων. τὰ γὰρ πλειόνων αἴτια δυνατώτερά ἐστι καὶ ὁλικώτερα καὶ ἐγγυτέρω τοῦ ἑνὸς ἢ τὰ τῶν ἐλαττόνων. τὰ δὲ τῶν προϋπο κειμένων ἄλλοις ὑποστατικὰ πλειόνων αἴτιά ἐστιν, ὑφιστάντα καὶ τὰς ἐπιτηδειότητας πρὸς τῆς τῶν εἰδῶν παρουσίας. ὁλικώτερα ἄρα ταῦτα καὶ τελειότερά ἐστιν ἐν τοῖς αἰτίοις. ἐκ δὴ τούτων φανερὸν διότι ἡ μὲν ὕλη, ἐκ τοῦ ἑνὸς ὑποστᾶσα, καθ' αὑτὴν εἴδους ἐστὶν ἄμοιρος· τὸ δὲ σῶμα καθ' αὑτό, εἰ καὶ τοῦ ὄντος μετέσχε, ψυχῆς ἀμέτοχόν ἐστιν. ἡ μὲν γὰρ ὕλη, ὑποκείμενον οὖσα πάντων, ἐκ τοῦ πάντων αἰτίου προῆλθε· τὸ δὲ σῶμα, ὑποκείμενον ὂν τῆς ψυχώσεως, ἐκ τοῦ ὁλικωτέρου τῆς ψυχῆς ὑφέστηκε, τοῦ ὄντος ὁπωσοῦν μετασχόν. 73 Πᾶν μὲν ὅλον ἅμα ὄν τί ἐστι, καὶ μετέχει τοῦ ὄντος· οὐ πᾶν δὲ ὂν ὅλον τυγχάνει ὄν. ἢ γὰρ ταὐτόν ἐστιν ὂν καὶ ὅλον, ἢ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον. ἀλλ' εἰ καὶ τὸ μέρος, ᾗ μέρος, ὂν μέν ἐστιν (ἐκ γὰρ μερῶν ὄντων ἐστὶ τὸ ὅλον), οὐ μέντοι καὶ ὅλον καθ' αὑτό, οὐκ ἄρα ταὐτόν ἐστιν ὂν καὶ ὅλον. εἴη γὰρ ἂν τὸ μέρος οὐκ ὄν· εἰ δὲ τὸ μέρος οὐκ ὄν, οὐδὲ τὸ ὅλον ἔστι. πᾶν γὰρ ὅλον μερῶν ἐστιν ὅλον, ἢ ὡς πρὸ αὐτῶν ὂν ἢ ὡς ἐν αὐτοῖς· μὴ ὄντος οὖν τοῦ μέρους, οὐδὲ τὸ ὅλον εἶναι δυνατόν. εἰ δὲ τὸ ὅλον πρὸ τοῦ ὄντος, ἔσται πᾶν ὂν ὅλον εὐθύς· οὐκ ἄρα ἔσται πάλιν τὸ μέρος μέρος. ἀλλὰ ἀδύνατον· εἰ γὰρ τὸ ὅλον ἐστὶν ὅλον, μέρους ὂν ὅλον, καὶ τὸ μέρος ἔσται μέρος, ὅλου μέρος ὄν. λείπεται ἄρα πᾶν μὲν εἶναι τὸ ὅλον ὄν, οὐ πᾶν δὲ τὸ ὂν ὅλον. ἐκ δὴ τούτων φανερὸν ὅτι τὸ πρώτως ὂν ἐπέκεινα τῆς ὁλό τητός ἐστιν, εἴπερ τὸ μὲν πλείοσι πάρεστι, τὸ ὄν (καὶ γὰρ τοῖς μέρεσιν, ᾗ μέρη, τὸ εἶναι ὑπάρχει), τὸ δὲ ἐλάττοσι. τὸ γὰρ πλειόνων αἴτιον κρεῖττον, τὸ δὲ ἐλαττόνων καταδεέστερον, ὡς δέδεικται. 74 Πᾶν μὲν εἶδος ὅλον τί ἐστιν (ἐκ γὰρ πλειόνων ὑφέστηκεν, ὧν ἕκαστον συμπληροῖ τὸ εἶδος)· οὐ πᾶν δὲ ὅλον εἶδος. καὶ γὰρ τὸ τὶ καὶ ἄτομον ὅλον μέν ἐστιν, ᾗ ἄτομον, εἶδος δὲ οὐκ ἔστι. πᾶν γὰρ ὅλον ἐστὶ τὸ ἐκ μερῶν ὑφεστός, εἶδος δὲ τὸ εἰς πλείω τὰ καθέκαστα ἤδη τεμνόμενον. ἄλλο ἄρα τὸ ὅλον καὶ ἄλλο τὸ εἶδος· καὶ τὸ μὲν ὑπάρχει πλείοσι, τὸ δὲ ἐλάττοσιν. ὑπὲρ τὰ εἴδη ἄρα τῶν ὄντων ἐστὶ τὸ ὅλον. ἐκ δὴ τούτων φανερὸν ὅτι τὸ ὅλον μέσην ἔχει τάξιν τοῦ τε ὄντος καὶ τῶν εἰδῶν. ᾧ ἕπεται τὸ καὶ πρὸ τῶν εἰδῶν ὑφεστάναι τὸ ὄν, καὶ τὰ εἴδη ὄντα εἶναι, μὴ μέντοι πᾶν ὂν εἶδος. ὅθεν καὶ ἐν τοῖς ἀποτελέσμασιν αἱ στερήσεις ὄντα μέν πώς εἰσιν, εἴδη δὲ οὔκ εἰσι, διὰ τὴν ἑνιαίαν τοῦ ὄντος δύναμιν καὶ αὐταὶ τοῦ εἶναι καταδεξάμεναί τινα ἀμυδρὰν ἔμφασιν. 75 Πᾶν τὸ κυρίως αἴτιον λεγόμενον ἐξῄρηται τοῦ ἀποτελέσ ματος. ἐν αὐτῷ γὰρ ὄν, ἢ συμπληρωτικὸν αὐτοῦ ὑπάρχον ἢ δεόμενόν πως αὐτοῦ πρὸς τὸ εἶναι, ἀτελέστερον ἂν εἴη ταύτῃ τοῦ αἰτιατοῦ. τὸ δὲ ἐν τῷ ἀποτελέσματι ὂν συναίτιόν ἐστι μᾶλλον ἢ αἴτιον, ἢ μέρος ὂν τοῦ γινομένου ἢ ὄργανον τοῦ ποιοῦντος· τό τε γὰρ μέρος ἐν τῷ γινομένῳ ἐστίν, ἀτελέστερον ὑπάρχον τοῦ ὅλου, καὶ τὸ ὄργανον τῷ ποιοῦντι πρὸς τὴν γένεσιν δουλεύει, τὰ μέτρα τῆς ποιήσεως ἀφορίζειν ἑαυτῷ μὴ δυνάμενον. ἅπαν ἄρα τὸ κυρίως αἴτιον, εἴ γε καὶ τελειότερόν ἐστι τοῦ ἀπ' αὐτοῦ καὶ τὸ μέτρον αὐτὸ τῇ γενέσει παρέχεται, καὶ τῶν ὀργάνων ἐξῄρηται καὶ τῶν στοιχείων καὶ πάντων ἁπλῶς τῶν καλουμένων συναιτίων. 76 Πᾶν μὲν τὸ ἀπὸ ἀκινήτου γινόμενον αἰτίας ἀμετάβλητον ἔχει τὴν ὕπαρξιν· πᾶν δὲ τὸ ἀπὸ κινουμένης, μεταβλητήν. εἰ γὰρ ἀκίνητόν ἐστι πάντῃ τὸ ποιοῦν, οὐ διὰ κινήσεως, ἀλλ' αὐτῷ τῷ εἶναι παράγει τὸ δεύτερον ἀφ' ἑαυτοῦ· εἰ δὲ τοῦτο, σύνδρομον ἔχει τῷ ἑαυτοῦ εἶναι τὸ ἀπ' αὐτοῦ· εἰ δὲ τοῦτο, ἕως ἂν ᾖ, παράγει. ἀεὶ δὲ ἔστιν· ἀεὶ ἄρα ὑφίστησι τὸ μετ' αὐτό· ὥστε καὶ τοῦτο ἀεὶ γίνεται ἐκεῖθεν καὶ ἀεὶ ἔστι, τῷ ἐκείνου ἀεὶ κατὰ τὴν ἐνέργειαν συνάψαν τὸ ἑαυτοῦ κατὰ τὴν πρόοδον ἀεί. εἰ δὲ δὴ κινεῖται τὸ αἴτιον, καὶ τὸ ἀπ' αὐτοῦ γινόμενον ἔσται μεταβλητὸν κατ' οὐσίαν· ᾧ γὰρ τὸ εἶναι διὰ κινήσεως, τοῦτο τοῦ κινουμένου μεταβάλλοντος μεταβάλλει τὸ εἶναι. εἰ γὰρ ἐκ κινήσεως παραγόμενον ἀμετάβλητον αὐτὸ μένοι, κρεῖττον ἔσται τῆς ὑποστησάσης αἰτίας. ἀλλ' ἀδύνατον. οὐκ ἄρα ἀμετάβλη τον ἔσται. μεταβαλεῖ ἄρα καὶ κινήσεται κατ' οὐσίαν, τὴν ὑποστήσασαν αὐτὸ κίνησιν μιμούμενον. 77 Πᾶν τὸ δυνάμει ὂν ἐκ τοῦ κατ' ἐνέργειαν ὄντος ὃ τοῦτο δυνάμει ἐστὶν εἰς τὸ ἐνεργείᾳ πρόεισι· τὸ μέν πῃ δυνάμει ἐκ τοῦ πῃ κατ' ἐνέργειαν, ᾗ αὐτὸ δυνάμει· τὸ δὲ πάντῃ δυνάμει ὂν ἐκ τοῦ πάντῃ κατ' ἐνέργειαν ὄντος. αὐτὸ μὲν γὰρ ἑαυτὸ τὸ δυνάμει προάγειν εἰς ἐνέργειαν οὐ πέφυκεν, ἀτελὲς ὄν· εἰ γὰρ ἀτελὲς ὂν αἴτιον ἑαυτῷ γίνοιτο τοῦ τελείου καὶ κατ' ἐνέργειαν, τὸ αἴτιον ἔσται τοῦ ἀπ' αὐτοῦ γεγονότος ἀτελέστερον. οὐκ ἄρα τὸ δυνάμει, ᾗ δυνάμει, ἑαυτῷ τοῦ κατ' ἐνέργειαν αἴτιον· ἔσται γάρ, ᾗ ἀτελές, τοῦ τελείου αἴτιον, εἴπερ τὸ δυνάμει πᾶν, ᾗ δυνάμει, ἀτελές, τὸ δ' ἐνεργείᾳ πᾶν, ᾗ ἐνεργείᾳ, τέλειον. εἰ ἄρα ἔσται τὸ δυνάμει κατ' ἐνέργειαν, ἀπ' ἄλλου τινὸς ἕξει τὸ τέλειον· καὶ ἤτοι καὶ αὐτὸ δυνάμει (ἀλλ' ἔσται οὕτω πάλιν τὸ ἀτελὲς τοῦ τελείου γεννητικόν) ἢ ἐνεργείᾳ, καὶ ἤτοι ἄλλο τι ἢ τοῦτο ὃ δυνάμει τὸ κατ' ἐνέργειαν γινόμενον ἦν. ἀλλ' εἰ μὲν ἄλλο τι ἐνεργείᾳ ὂν ποιεῖ, κατὰ τὴν ἑαυτοῦ ἰδιότητα ποιοῦν οὐ τὸ δυνάμει τὸ ἐν θατέρῳ ποιήσει ἐνεργείᾳ· οὐδὲ τοῦτο τοίνυν ἔσται κατ' ἐνέργειαν, εἴπερ μή, ᾗ δυνάμει ἔστι, ταύτῃ γίνοιτο. λείπεται ἄρα ἐκ τοῦ κατ' ἐνέργειαν ὄντος ὃ δυνάμει τί ἐστιν εἰς τὸ ἐνεργείᾳ μεταβάλλειν. 78 Πᾶσα δύναμις ἢ τελεία ἐστὶν ἢ ἀτελής. ἡ μὲν γὰρ τῆς ἐνεργείας οἰστικὴ τελεία δύναμις· καὶ γὰρ ἄλλα ποιεῖ τέλεια διὰ τῶν ἑαυτῆς ἐνεργειῶν, τὸ δὲ τελειωτικὸν ἄλλων μειζόνως αὐτὸ τελειότερον. ἡ δὲ ἄλλου του δεομένη τοῦ κατ' ἐνέργειαν προϋπάρχοντος, καθ' ἣν δυνάμει τι ἔστιν, ἀτελής· δεῖται γὰρ τοῦ τελείου ἐν ἄλλῳ ὄντος, ἵνα μετασχοῦσα ἐκείνου τελεία γένηται· καθ' αὑτὴν ἄρα ἀτελής ἐστιν ἡ τοιαύτη δύναμις. ὥστε τελεία μὲν ἡ τοῦ κατ' ἐνέργειαν δύναμις, ἐνεργείας οὖσα γόνιμος· ἀτελὴς δὲ ἡ τοῦ δυνάμει, παρ' ἐκείνου κτωμένη τὸ τέλειον. 79 Πᾶν τὸ γινόμενον ἐκ τῆς διττῆς γίνεται δυνάμεως. καὶ γὰρ αὐτὸ δεῖ ἐπιτήδειον εἶναι καὶ δύναμιν ἀτελῆ ἔχειν, καὶ τὸ ποιοῦν, κατ' ἐνέργειαν ὃ τοῦτο δυνάμει ἐστὶν ὑπάρχον, δύναμιν προειληφέναι τελείαν. πᾶσα γὰρ ἐνέργεια ἐκ δυνά μεως τῆς ἐνούσης πρόεισιν· εἴτε γὰρ τὸ ποιοῦν μὴ ἔχοι δύναμιν, πῶς ἐνεργήσει καὶ ποιήσει εἰς ἄλλο; εἴτε τὸ γινόμενον μὴ ἔχοι τὴν κατ' ἐπιτηδειότητα δύναμιν, πῶς ἂν γένοιτο; τὸ γὰρ ποιοῦν εἰς τὸ παθεῖν δυνάμενον ποιεῖ πᾶν, ἀλλ' οὐκ εἰς τὸ τυχὸν καὶ ὃ μὴ πέφυκεν ὑπ' αὐτοῦ πάσχειν. 80 Πᾶν σῶμα πάσχειν καθ' αὑτὸ πέφυκε, πᾶν δὲ ἀσώματον ποιεῖν, τὸ μὲν ἀδρανὲς ὂν καθ' αὑτό, τὸ δὲ ἀπαθές· πάσχει δὲ καὶ τὸ ἀσώματον διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν, ὡς δύναται ποιεῖν καὶ τὰ σώματα διὰ τὴν τῶν ἀσωμάτων μετουσίαν. τὸ μὲν γὰρ σῶμα, ᾗ σῶμα, διαιρετόν ἐστι μόνον, καὶ ταύτῃ παθητόν, πάντῃ ὂν μεριστόν, καὶ πάντῃ εἰς ἄπειρον. τὸ δὲ ἀσώματον, ἁπλοῦν ὄν, ἀπαθές ἐστιν· οὔτε γὰρ διαιρεῖσθαι δύναται τὸ ἀμερὲς οὔτε ἀλλοιοῦσθαι τὸ μὴ σύνθετον. ἢ οὖν οὐδὲν ἔσται ποιητικὸν ἢ τὸ ἀσώματον, εἴπερ τὸ σῶμα, καθὸ σῶμα, οὐ ποιεῖ, πρὸς τὸ διαιρεῖσθαι μόνον καὶ πάσχειν ἐκκείμενον. ἐπεὶ καὶ πᾶν τὸ ποιοῦν δύναμιν ἔχει ποιητικήν· ἄποιον δὲ καὶ ἀδύναμον τὸ σῶμα καθ' αὑτό· ὥστε οὐ καθὸ σῶμα ποιήσει, ἀλλὰ κατὰ τὴν τοῦ ποιεῖν ἐν αὐτῷ δύναμιν· μεθέξει ἄρα δυνάμεως ποιεῖ, ὅταν ποιῇ. καὶ μὴν καὶ τὰ ἀσώματα παθῶν μετέχει ἐν σώματι γενόμενα, συνδιαιρούμενα σώμασι καὶ ἀπο λαύοντα τῆς μεριστῆς ἐκείνων φύσεως, ἀμερῆ ὄντα κατὰ τὴν ἑαυτῶν οὐσίαν. 81 Πᾶν τὸ χωριστῶς μετεχόμενον διά τινος ἀχωρίστου δυνάμεως, ἣν ἐνδίδωσι, τῷ μετέχοντι πάρεστιν. εἰ γὰρ [καὶ] αὐτὸ χωριστὸν ὑπάρχει τοῦ μετέχοντος καὶ οὐκ ἔστιν ἐν ἐκείνῳ, ὡς τὴν ὑπόστασιν ἐν ἑαυτῷ κεκτημένον, δεῖ δή τινος αὐτοῖς μεσότητος συνεχούσης θάτερον πρὸς θάτερον, ὁμοιο τέρας τῷ μετεχομένῳ καίτοι ἐν αὐτῷ τῷ μετέχοντι οὔσης. εἰ γὰρ ἐκεῖνο χωριστόν ἐστι, πῶς τοῦτο μετέχει, μήτε αὐτὸ ἐκεῖνο ἔχον μήτε ἄλλο ἀπ' αὐτοῦ; δύναμις ἄρα ἀπ' ἐκείνου καὶ ἔλλαμψις εἰς τὸ μετέχον προελθοῦσα συνάψει ἄμφω· καὶ τὸ μὲν ἔσται δι' οὗ ἡ μέθεξις, τὸ δὲ μετεχόμενον, τὸ δὲ μετέχον. 82 Πᾶν ἀσώματον, πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν ὄν, ὑπ' ἄλλων μετεχόμενον χωριστῶς μετέχεται. εἰ γὰρ ἀχωρίστως, ἡ ἐνέργεια αὐτοῦ οὐκ ἔσται χωριστὴ τοῦ μετέχοντος, ὥσπερ οὐδὲ ἡ οὐσία. εἰ δὲ τοῦτο, οὐκ ἐπιστρέψει πρὸς ἑαυτό· ἐπιστρέψαν γὰρ ἔσται τοῦ μετέχοντος χωρίς, ἄλλου ὄντος αὐτὸ ἄλλο ὄν. εἰ ἄρα δύναται πρὸς ἑαυτὸ ἐπι στρέφειν, χωριστῶς μετέχεται, ὅταν μετέχηται ὑπ' ἄλλων. 83 Πᾶν τὸ ἑαυτοῦ γνωστικὸν πρὸς ἑαυτὸ πάντῃ ἐπιστρε πτικόν ἐστιν. ὅτι μὲν γὰρ τῇ ἐνεργείᾳ πρὸς ἑαυτὸ ἐπιστρέφει, γινῶσκον ἑαυτό, δῆλον· ἓν γάρ ἐστι τὸ γινῶσκον καὶ γινωσκόμενον, καὶ ἡ γνῶσις αὐτοῦ πρὸς ἑαυτὸ ὡς γνωστόν· ὡς μὲν γινώσκοντος, ἐνέργειά τις οὖσα· αὐτοῦ δὲ πρὸς ἑαυτό, διότι ἑαυτοῦ γνωστικόν ἐστιν. ἀλλὰ μὴν ὅτι καὶ τῇ οὐσίᾳ, εἰ τῇ ἐνεργείᾳ, δέδεικται· πᾶν γὰρ τὸ τῷ ἐνεργεῖν πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν καὶ οὐσίαν ἔχει πρὸς ἑαυτὴν συννεύουσαν καὶ ἐν ἑαυτῇ οὖσαν. 84 Πᾶν τὸ ἀεὶ ὂν ἀπειροδύναμόν ἐστιν. εἰ γὰρ ἀνέκλειπτός ἐστιν αὐτοῦ ἡ ὑπόστασις, καὶ ἡ δύναμις, καθ' ἥν ἐστιν ὅ ἐστι καὶ εἶναι δύναται, ἄπειρός ἐστι. πεπε ρασμένη γὰρ οὖσα ἡ κατὰ τὸ εἶναι δύναμις ἀπολίποι ἄν ποτε· ἀπολιποῦσα δέ, καὶ τὸ εἶναι τοῦ ἔχοντος αὐτὴν ἀπολίποι καὶ οὐκέτ' ἂν ἀεὶ ὂν ὑπάρχοι. δεῖ ἄρα τὴν τοῦ ἀεὶ ὄντος δύναμιν, τὴν συνέχουσαν αὐτὸ κατὰ τὴν οὐσίαν, ἄπειρον εἶναι. 85 Πᾶν τὸ ἀεὶ γινόμενον ἄπειρον τοῦ γίνεσθαι δύναμιν ἔχει. εἰ γὰρ ἀεὶ γίνεται, ἀνέκλειπτός ἐστιν ἡ τῆς γενέσεως ἐν αὐτῷ δύναμις. πεπερασμένη γὰρ οὖσα, ἐν τῷ ἀπείρῳ χρόνῳ παύσεται· παυσαμένης δὲ τῆς τοῦ γίνεσθαι δυνάμεως παύσαιτο ἂν καὶ τὸ γινόμενον τὸ κατ' αὐτὴν γινόμενον, καὶ οὐκέτ' ἂν ἀεὶ γινόμενον εἴη. ἀλλὰ μὴν ἀεὶ ὑπόκειται γινόμενον· ἄπειρον ἄρα ἔχει τὴν τοῦ γίνεσθαι δύναμιν. 86 Πᾶν τὸ ὄντως ὂν ἄπειρόν ἐστιν οὔτε κατὰ τὸ πλῆθος οὔτε κατὰ τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν δύναμιν μόνην. πᾶν [μὲν] γὰρ τὸ ἄπειρον ἢ ἐν ποσῷ ἐστιν ἢ ἐν πηλίκῳ ἢ ἐν δυνάμει. τὸ δ' ὄντως ὂν ἄπειρον μὲν ὡς ἄσβεστον ἔχον τὴν ζωὴν καὶ τὴν ὕπαρξιν ἀνέκλειπτον καὶ τὴν ἐνέργειαν ἀνε λάττωτον· οὔτε δὲ διὰ μέγεθός ἐστιν ἄπειρον (ἀμέγεθες γὰρ τὸ ὄντως ὄν, αὐθυποστάτως ὄν· πᾶν γὰρ τὸ αὐθυποστάτως ὂν ἀμερές ἐστι καὶ ἁπλοῦν), οὔτε διὰ πλῆθος (ἑνοειδέστατον γάρ, ἅτε ἐγγυτάτω τοῦ ἑνὸς τεταγμένον, καὶ τῷ ἑνὶ συγγενέστατον), ἀλλὰ κατὰ τὴν δύναμιν ἄπειρον ἐκεῖνο. διὸ κατὰ ταὐτὸν ἀμερὲς ἐκεῖνο καὶ ἄπειρον· καὶ ὅσῳ δὴ μᾶλλον ἓν καὶ μᾶλλον ἀμερές, τοσούτῳ καὶ ἄπειρον μᾶλλον. ἡ γὰρ μεριζομένη δύναμις ἀσθενὴς ἤδη καὶ πεπερασμένη, καὶ αἵ γε πάντῃ μερισταὶ δυνάμεις πεπερασμέναι πάντως εἰσίν· αἱ γὰρ ἔσχαται καὶ πορρωτάτω τοῦ ἑνὸς διὰ τὸν μερισμὸν πεπερασμέναι πάντως εἰσίν, αἱ δὲ πρῶται διὰ τὴν ἀμέρειαν ἄπειροι· ὁ μὲν γὰρ μερισμὸς διαφορεῖ καὶ ἐκλύει τὴν ἑκάστου δύναμιν, ἡ δὲ ἀμέρεια σφίγγουσα καὶ συσπειρῶσα ἀνέκλειπτον αὐτὴν καὶ ἀνελάττωτον ἐν ἑαυτῇ συνέχει. ἀλλὰ μὴν ἡ κατὰ μέγεθος ἀπειρία καὶ ἡ κατὰ πλῆθος στέρησίς ἐστι πάντῃ τῆς ἀμερείας καὶ ἀπόπτωσις· ἐγγυτάτω μὲν γὰρ τοῦ ἀμεροῦς τὸ πεπερασμένον, πορρωτάτω δὲ τὸ ἄπειρον, πάντῃ τοῦ ἑνὸς ἐκβεβηκός. οὐκ ἄρα τὸ κατὰ δύναμιν ἄπειρον ἐν ἀπείρῳ κατὰ πλῆθός ἐστιν ἢ μέγεθος, εἴπερ ἡ μὲν ἄπειρος δύναμις τῇ ἀμερείᾳ σύνεστι, τὸ δὲ πλήθει ἢ μεγέθει ἄπειρον πορρωτάτω τοῦ ἀμεροῦς ἐστιν. εἰ οὖν τὸ ὂν μεγέθει ἦν ἢ πλήθει ἄπειρον, οὐκ ἂν ἀπειροδύναμον ἦν· ἀλλὰ μὴν ἀπειροδύναμόν ἐστιν· οὐκ ἄρα ἄπειρον κατὰ πλῆθός ἐστιν ἢ μέγεθος. 87 Πᾶν μὲν τὸ αἰώνιον ὄν ἐστιν, οὐ πᾶν δὲ τὸ ὂν αἰώνιον. καὶ γὰρ τοῖς γενητοῖς ὑπάρχει πως τοῦ ὄντος μέθεξις, καθ' ὅσον οὐκ ἔστι ταῦτα τὸ μηδαμῶς ὄν, εἰ δὲ μὴ ἔστι τὸ γινόμενον οὐδαμῶς ὄν, ἔστι πως ὄν. τὸ δὲ αἰώνιον οὐδαμῇ τοῖς γενητοῖς ὑπάρχει, καὶ μάλισθ' ὅσα μηδὲ τῆς κατὰ χρόνον τὸν ὅλον ἀϊδιότητος μετείληφεν. ἀλλὰ μὴν πᾶν τὸ αἰώνιον ἀεὶ ἔστι· μετέχει γὰρ αἰῶνος, ὃς τὸ ἀεὶ εἶναι δίδωσιν ὑφ' ὧν ἂν μετέχηται. τὸ ἄρα ὂν ὑπὸ πλειόνων μετέχεται ἢ ὁ αἰών. ἐπέκεινα ἄρα τοῦ αἰῶνος τὸ ὄν· οἷς μὲν γὰρ αἰῶνος μέτεστι, καὶ τοῦ ὄντος· οἷς δὲ τοῦ ὄντος, οὐ πᾶσι καὶ αἰῶνος. 88 Πᾶν τὸ ὄντως ὂν ἢ πρὸ αἰῶνός ἐστιν ἢ ἐν τῷ αἰῶνι ἢ μετέχον αἰῶνος. ὅτι μὲν γάρ ἐστι πρὸ αἰῶνος, δέδεικται. ἀλλὰ μὴν καὶ ἐν τῷ αἰῶνι· ὁ γὰρ αἰὼν τὸ ἀεὶ μετὰ τοῦ ὄντος ἔχει. καὶ μετέχον αἰῶνος· τὸ γὰρ αἰώνιον πᾶν μεθέξει καὶ τοῦ ἀεὶ καὶ τοῦ ὄντος αἰώνιον λέγεται. τοῦτο μὲν γὰρ κατὰ μέθεξιν ἄμφω ἔχει, καὶ τὸ ἀεὶ καὶ τὸ ὄν· ὁ δὲ αἰὼν τὸ μὲν ἀεὶ πρώτως, τὸ δὲ ὂν κατὰ μέθεξιν· τὸ δὲ ὂν αὐτὸ πρώτως ὄν ἐστιν. 89 Πᾶν τὸ ὄντως ὂν ἐκ πέρατός ἐστι καὶ ἀπείρου. εἰ γὰρ ἀπειροδύναμόν ἐστι, δῆλον ὅτι ἄπειρόν ἐστι, καὶ ταύτῃ ἐκ τοῦ ἀπείρου ὑφέστηκεν. εἰ δὲ ἀμερὲς καὶ ἑνοειδές, ταύτῃ πέρατος μετείληφε· τὸ γὰρ ἑνὸς μετασχὸν πεπέρασται. ἀλλὰ μὴν ἀμερὲς ἅμα καὶ ἀπειροδύναμόν ἐστιν. ἐκ πέρατος ἄρα ἐστὶ καὶ ἀπείρου πᾶν τὸ ὄντως ὄν. 90 Πάντων τῶν ἐκ πέρατος καὶ ἀπειρίας ὑποστάντων προϋπάρχει καθ' αὑτὰ τὸ πρῶτον πέρας καὶ ἡ πρώτη ἀπειρία. εἰ γὰρ τῶν τινὸς ὄντων τὰ ἐφ' ἑαυτῶν ὄντα προϋφέστηκεν ὡς κοινὰ πάντων καὶ ἀρχηγικὰ αἴτια καὶ μὴ τινῶν, ἀλλὰ πάντων ἁπλῶς, δεῖ πρὸ τοῦ ἐξ ἀμφοῖν εἶναι τὸ πρῶτον πέρας καὶ τὸ πρώτως ἄπειρον. τὸ γὰρ ἐν τῷ μικτῷ πέρας ἀπειρίας ἐστὶ μετειληφὸς καὶ τὸ ἄπειρον πέρατος· τὸ δὲ πρῶτον ἑκάστου οὐκ ἄλλο ἐστὶν ἢ ὅ ἐστιν· οὐκ ἄρα δεῖ περατοειδὲς εἶναι τὸ πρώτως ἄπειρον καὶ ἀπειροειδὲς τὸ πρῶτον πέρας· πρὸ τοῦ μικτοῦ ἄρα ταῦτα πρώτως. 91 Πᾶσα δύναμις ἢ πεπερασμένη ἐστὶν ἢ ἄπειρος· ἀλλ' ἡ μὲν πεπερασμένη πᾶσα ἐκ τῆς ἀπείρου δυνάμεως ὑφέστηκεν, ἡ δὲ ἄπειρος δύναμις ἐκ τῆς πρώτης ἀπειρίας. αἱ μὲν γὰρ ποτὲ οὖσαι δυνάμεις πεπερασμέναι εἰσί, τῆς τοῦ ἀεὶ εἶναι ἀπειρίας ἀποπεσοῦσαι· αἱ δὲ τῶν ἀεὶ ὄντων ἄπειροι, μηδέποτε τὴν ἑαυτῶν ἀπολείπουσαι ὕπαρξιν. 92 Πᾶν τὸ πλῆθος τῶν ἀπείρων δυνάμεων μιᾶς ἐξῆπται τῆς πρώτης ἀπειρίας, ἥτις οὐχ ὡς μετεχομένη δύναμίς ἐστιν, οὐδὲ ἐν τοῖς δυναμένοις ὑφέστηκεν, ἀλλὰ καθ' αὑτήν, οὐ τινὸς οὖσα δύναμις τοῦ μετέχοντος, ἀλλὰ πάντων αἰτία τῶν ὄντων. εἰ γὰρ καὶ τὸ ὂν αὐτὸ τὸ πρῶτον ἔχει δύναμιν, ἀλλ' οὐκ ἔστιν ἡ αὐτοδύναμις. ἔχει γὰρ καὶ πέρας· ἡ δὲ πρώτη δύναμις ἀπειρία ἐστίν. αἱ γὰρ ἄπειροι δυνάμεις διὰ μετουσίαν ἀπειρίας ἄπειροι· ἡ οὖν αὐτοαπειρία πρὸ πασῶν ἔσται δυνάμεων, δι' ἣν καὶ τὸ ὂν ἀπειροδύναμον καὶ πάντα μετέσχεν ἀπειρίας. οὔτε γὰρ τὸ πρῶτον ἡ ἀπειρία (μέτρον γὰρ πάντων ἐκεῖνο, τἀγαθὸν ὑπάρχον καὶ ἕν) οὔτε τὸ ὄν (ἄπειρον γὰρ τοῦτο, ἀλλ' οὐκ ἀπειρία)· μεταξὺ ἄρα τοῦ πρώτου καὶ τοῦ ὄντος ἡ ἀπειρία, πάντων αἰτία τῶν ἀπειροδυνάμων καὶ αἰτία πάσης τῆς ἐν τοῖς οὖσιν ἀπειρίας. 93 Πᾶν τὸ ἄπειρον ἐν τοῖς οὖσιν οὔτε τοῖς ὑπερκειμένοις ἄπειρόν ἐστιν οὔτε ἑαυτῷ. ᾧ γὰρ ἄπειρον ἕκαστον, τούτῳ καὶ ἀπερίγραφον ὑπάρχει. πᾶν δὲ ἐν ἐκείνοις ἑαυτῷ τε ὥρισται καὶ τοῖς πρὸ αὐτοῦ πᾶσι. μόνοις δὴ λείπεται τοῖς καταδεεστέροις ἄπειρον εἶναι τὸ ἐν ἐκείνοις ἄπειρον, ὧν ὑπερήπλωται τῇ δυνάμει τοσοῦτον ὥστε πᾶσιν αὐτοῖς ἀπερίληπτον ὑπάρχειν. κἂν γὰρ ἐφ' ὁσονοῦν ἐκεῖνα πρὸς αὐτὸ ἀνατείνηται, ἀλλ' ἔχει τι πάντως ἀπ' αὐτῶν ἐξῃρημένον· κἂν εἰσίῃ πάντα εἰς αὐτό, ἀλλ' ἔχει τι κρύφιον τοῖς δευτέροις καὶ ἀκατάληπτον· κἂν ἐξελίττῃ τὰς ἐν αὐτῷ δυνάμεις, ἀλλ' ἔχει τι δι' ἕνωσιν ἀνυπέρβλητον, συνεσπειραμένον, ἐκβεβηκὸς τῆς ἐκείνων ἀνελίξεως. ἑαυτὸ δὲ συνέχον καὶ ὁρίζον οὐκ ἂν ἑαυτῷ ἄπειρον ὑπάρχοι· οὐδὲ πολλῷ μᾶλλον τοῖς ὑπερκειμένοις, μοῖραν ἔχον τῆς ἐν ἐκείνοις ἀπειρίας· ἀπειρότεραι γὰρ αἱ τῶν ὁλικωτέρων δυνάμεις, ὁλικώτεραι οὖσαι καὶ ἐγγυτέρω τεταγμέναι τῆς πρωτίστης ἀπειρίας. 94 Πᾶσα μὲν ἀϊδιότης ἀπειρία τίς ἐστιν· οὐ πᾶσα δὲ ἀπειρία ἀϊδιότης. πολλὰ γὰρ τῶν ἀπείρων οὐ διὰ τὸ ἀεὶ ἔχει τὸ ἄπειρον, ὥσπερ καὶ ἡ κατὰ τὸ ποσὸν ἀπειρία καὶ ἡ κατὰ τὸ πηλίκον καὶ ἡ τῆς ὕλης ἀπειρία καὶ εἴ τι ἄλλο τοιοῦτον, ἢ διὰ τὸ ἀδιεξίτητον ἄπειρον ὑπάρχον ἢ διὰ τὸ ἀόριστον τῆς οὐσίας. ὅτι δὲ ἡ ἀϊδιότης ἀπειρία δῆλον· τὸ γὰρ μηδέποτε ἐπιλεῖπον ἄπειρον· τοῦτο δὲ τὸ ἀεί, τὴν ὑπόστασιν ἀνέκλειπτον ἔχον. ἡ ἄρα ἀπειρία πρὸ τῆς ἀϊδιότητός ἐστι· τὸ γὰρ πλειόνων ὑποστατικὸν καὶ ὁλικώτερον αἰτιώτερόν ἐστιν. ἐπέκεινα ἄρα τοῦ αἰῶνος ἡ πρώτη ἀπειρία [καὶ ἡ αὐτοαπειρία πρὸ αἰῶνος]. 95 Πᾶσα δύναμις ἑνικωτέρα οὖσα τῆς πληθυνομένης ἀπει ροτέρα. εἰ γὰρ ἡ πρώτη ἀπειρία τοῦ ἑνὸς ἐγγυτάτω, καὶ τῶν δυνάμεων ἡ τῷ ἑνὶ συγγενεστέρα τῆς ἀφισταμένης ἐκείνου μειζόνως ἄπειρος· πληθυνομένη γὰρ ἀπόλλυσι τὸ ἑνοειδές, ἐν ᾧ μένουσα τὴν πρὸς τὰς ἄλλας εἶχεν ὑπεροχήν, συνεχομένη διὰ τὴν ἀμέρειαν. καὶ γὰρ ἐν τοῖς μεριστοῖς αἱ δυνάμεις συναγόμεναι μὲν πολλαπλασιάζονται, μεριζόμεναι δὲ ἀμυδροῦνται. 96 Παντὸς πεπερασμένου σώματος ἡ δύναμις, ἄπειρος οὖσα, ἀσώματός ἐστιν. εἰ γὰρ σωματική, εἰ μὲν τὸ σῶμα τοῦτο ἄπειρον, ἔσται ἐν πεπερασμένῳ ἄπειρον. εἰ δὲ πεπερασμένον, οὐ καθὸ σῶμα ἄρα, κατὰ τοῦτο δύναμίς ἐστιν· εἰ γάρ, ᾗ σῶμα, πεπέρασται, ᾗ δὲ δύναμις, ἄπειρος, οὐκ ἔσται, καθὸ σῶμα, δύναμις. ἀσώματος ἄρα ἡ ἐν τῷ πεπερασμένῳ σώματι δύναμις ἐνοῦσα ἄπειρος. 97 Πᾶν τὸ καθ' ἑκάστην σειρὰν ἀρχικὸν αἴτιον τῇ σειρᾷ πάσῃ τῆς ἑαυτοῦ μεταδίδωσιν ἰδιότητος· καὶ ὅ ἐστιν ἐκεῖνο πρώτως, τοῦτό ἐστιν αὔτη καθ' ὕφεσιν. εἰ γὰρ ἡγεῖται τῆς ὅλης σειρᾶς, καὶ πάντα τὰ σύστοιχα πρὸς αὐτὸ συντέτακται, δῆλον δὴ ὅτι πᾶσι τὴν μίαν ἰδέαν, καθ' ἣν ὑπὸ τὴν αὐτὴν τέτακται σειράν, ἐκεῖνο δίδωσιν. ἢ γὰρ ἀναιτίως πάντα τῆς πρὸς ἐκεῖνο μετέσχεν ὁμοιότητος ἢ ἀπ' ἐκείνου τὸ ταὐτὸν ἐν πᾶσιν. ἀλλὰ τὸ ἀναιτίως ἀδύνατον· τὸ γὰρ ἀναιτίως καὶ αὐτόματον· τὸ δὲ αὐτόματον ἐν οἷς τάξις ἐστὶ καὶ ἀλλη λουχία καὶ τὸ ἀεὶ ὡσαύτως οὐκ ἄν ποτε γένοιτο. ἀπ' ἐκείνου ἄρα τὴν ἰδιότητα τῆς ἐκείνου ὑποστάσεως πᾶσα δέχεται ἡ σειρά. εἰ δὲ ἀπ' ἐκείνου, φανερὸν ὅτι μετὰ ὑφέσεως καὶ τῆς προσ ηκούσης τοῖς δευτέροις ὑποβάσεως. ἢ γὰρ ὁμοίως ἔν τε τῷ ἡγουμένῳ καὶ ἐν τοῖς ἄλλοις ἡ ἰδιότης ὑπάρχει– καὶ πῶς ἔτι τὸ μὲν ἡγεῖται, τὰ δὲ μετ' ἐκεῖνο τὴν ὑπόστασιν ἔλαχεν;– ἢ ἀνομοίως· καὶ εἰ τοῦτο, δῆλον ὡς ἀφ' ἑνὸς τῷ πλήθει τὸ ταὐτόν, ἀλλ' οὐκ ἔμπαλιν, καὶ δευτέρως ἔστιν ἐν τῷ πλήθει τὸ πρώτως ἐν τῷ ἑνὶ προϋπάρχον ἰδίωμα τῆς σειρᾶς ἐξαίρετον. 98 Πᾶν αἴτιον χωριστὸν πανταχοῦ ἐστιν ἅμα καὶ οὐδαμοῦ. τῇ μὲν γὰρ μεταδόσει τῆς ἑαυτοῦ δυνάμεώς ἐστι πανταχοῦ· τοῦτο γάρ ἐστιν αἴτιον, τὸ πληρωτικὸν τῶν μεταλαγχάνειν αὐτοῦ πεφυκότων καὶ ἀρχικὸν τῶν δευτέρων πάντων καὶ παρὸν πᾶσι ταῖς τῶν ἐλλάμψεων γονίμοις προόδοις. τῇ δὲ ἀμίκτῳ πρὸς τὰ ἐν τόπῳ ὄντα οὐσίᾳ καὶ τῇ ἐξῃρημένῃ καθαρότητι οὐδαμοῦ ἐστιν· εἰ γὰρ χωριστόν ἐστι τῶν ἀποτελεσμάτων, ὑπερίδρυται πάντων ὡσαύτως καὶ ἐν οὐδενί ἐστι τῶν ἑαυτοῦ καταδεεστέρων. εἴτε γὰρ πανταχοῦ μόνον ἦν, αἴτιον μὲν εἶναι οὐκ ἐκωλύετο καὶ ἐν πᾶσιν εἶναι τοῖς μετέχουσι, πρὸ πάντων δὲ οὐκ ἂν ἦν χωριστῶς· εἴτε οὐδαμοῦ, τοῦ πανταχοῦ χωρίς, πρὸ πάντων μὲν εἶναι οὐκ ἐκωλύετο καὶ μηδενὸς εἶναι τῶν ὑποδεεστέρων, ἐν πᾶσι δὲ οὐκ ἂν ἦν ὡς τὰ αἴτια πέφυκεν ἐν τοῖς αἰτιατοῖς εἶναι, ταῖς ἑαυτῶν ἀφθόνοις μεταδόσεσιν. ἵν' οὖν καὶ αἴτιον ὑπάρχον ἐν πᾶσιν ᾖ τοῖς δυναμένοις μετέχειν, καὶ χωριστὸν ὂν ἐφ' ἑαυτοῦ πρὸ πάντων ᾖ τῶν ἀπ' αὐτοῦ πληρουμένων, πανταχοῦ ἐστιν ἅμα καὶ οὐδαμοῦ. καὶ οὐ μέρει μὲν πανταχοῦ, μέρει δὲ οὐδαμοῦ· οὕτως γὰρ ἂν αὐτὸ ἑαυτοῦ διεσπασμένον εἴη καὶ χωρίς, εἴπερ τὸ μὲν αὐτοῦ πανταχοῦ καὶ ἐν πᾶσι, τὸ δὲ οὐδαμοῦ καὶ πρὸ τῶν πάντων· ἀλλ' ὅλον πανταχοῦ, καὶ οὐδαμοῦ ὡσαύτως. καὶ γὰρ τὰ μετέχειν αὐτοῦ δυνάμενα ὅλῳ ἐντυγχάνει καὶ ὅλον ἑαυτοῖς εὑρίσκει παρόν, κἀκεῖνο ὅλον ἐξῄρηται· τὸ γὰρ μετασχὸν οὐκ ἐκεῖνο ἐν ἑαυτῷ κατέταξεν, ἀλλ' ἀπ' ἐκείνου μετέσχεν ὅσον χωρῆσαι δεδύνηται. καὶ οὔτε τῷ μεταδιδόναι ἑαυτοῦ στενο χωρεῖται ταῖς τῶν πλειόνων μεθέξεσι, χωρὶς ὄν· οὔτε τὰ μετέ χοντα ἐλλιπῶς μεταλαγχάνει, πανταχοῦ ὄντος τοῦ μεταδιδόντος. 99 Πᾶν ἀμέθεκτον, ᾗ ἀμέθεκτόν ἐστι, ταύτῃ ἀπ' ἄλλης αἰτίας οὐχ ὑφίσταται, ἀλλ' αὐτὸ ἀρχή ἐστι καὶ αἰτία τῶν μετεχομένων πάντων· καὶ οὕτως ἀρχὴ πᾶσα καθ' ἑκάστην σειρὰν ἀγένητος. εἰ γάρ ἐστιν ἀμέθεκτον, ἐν τῇ οἰκείᾳ σειρᾷ τὸ πρωτεῖον ἔλαχε, καὶ οὐ πρόεισιν ἀπ' ἄλλων· οὐ γὰρ ἂν εἴη πρῶτον ἔτι, τὴν ἰδιότητα ταύτην, καθ' ἥν ἐστιν ἀμέθεκτον, παρ' ἄλλου τινὸς ὑποδεχόμενον. εἰ δὲ ἄλλων ἐστὶ καταδεέστερον καὶ ἀπ' ἐκείνων πρόεισιν, οὐχ ᾗ ἀμέθεκτόν ἐστι, ταύτῃ πρόεισιν, ἀλλ' ᾗ μετέχον. ἀφ' ὧν γὰρ ὥρμηται, τούτων δήπου μετέχει, καὶ ὧν μετέχει, ταῦτα οὐκ ἔστι πρώτως· ὃ δὲ ἀμεθέκτως ἐστί, τοῦτο πρώτως ἐστίν· οὐκ ἄρα ᾗ ἀμέθεκτον, ταύτῃ ἀπ' αἰτίας ἐστίν. ᾗ μὲν γὰρ ἀπ' αἰτίας, μετέχον ἐστὶ καὶ οὐκ ἀμέθεκτον· ᾗ δὲ ἀμέθεκτον, μετεχομένων αἴτιον, ἀλλ' οὐκ αὐτὸ μετέχον ἄλλων. 100 Πᾶσα μὲν σειρὰ τῶν ὅλων εἰς ἀμέθεκτον ἀρχὴν καὶ αἰτίαν ἀνατείνεται, πάντα δὲ τὰ ἀμέθεκτα τῆς μιᾶς ἐξέχεται τῶν πάντων ἀρχῆς. εἰ γὰρ ἑκάστη σειρὰ ταὐτόν τι πέπονθεν, ἔστι τι ἐν ἑκάστῃ ἡγεμονοῦν τὸ τῆς ταυτότητος αἴτιον· ὡς γὰρ τὰ ὄντα πάντα ἀφ' ἑνός, οὕτω καὶ πᾶσα σειρὰ ἀφ' ἑνός. πᾶσαι δὲ αὖ αἱ ἀμέθεκτοι μονάδες εἰς τὸ ἓν ἀνάγονται, διότι πᾶσαι τῷ ἑνὶ ἀνάλογον· ᾗ οὖν ταὐτόν τι καὶ αὗται πεπόνθασι, τὴν πρὸς τὸ ἓν ἀναλογίαν, ταύτῃ εἰς τὸ ἓν αὐταῖς ἡ ἀναγωγὴ γίνεται. καὶ ᾗ μὲν ἀπὸ τοῦ ἑνὸς πᾶσαι, οὐδεμία τούτων ἀρχή ἐστιν, ἀλλ' ὡς ἀπ' ἀρχῆς ἐκείνης· ᾗ δὲ ἑκάστη ἀμέθεκτος, ταύτῃ ἀρχὴ ἑκάστη. τινῶν οὖν ἀρχαὶ οὖσαι τῆς πάντων ἀρχῆς ἐξέχονται. πάντων γὰρ ἀρχή ἐστιν ἧς πάντα μετείληφε· μετείληφε δὲ μόνου πάντα τοῦ πρώτου, τῶν δὲ ἄλλων οὐ πάντα, ἀλλὰ τινά. διὸ καὶ τὸ ἁπλῶς πρῶτον ἐκεῖνο, τὰ δὲ ἄλλα πρὸς τινὰ μὲν τάξιν ἐστὶ πρῶτα, ἁπλῶς δὲ οὐ πρῶτα. 101 Πάντων τῶν νοῦ μετεχόντων ἡγεῖται ὁ ἀμέθεκτος νοῦς, καὶ τῶν τῆς ζωῆς ἡ ζωή, καὶ τῶν τοῦ ὄντος τὸ ὄν· αὐτῶν δὲ τούτων τὸ μὲν ὂν πρὸ τῆς ζωῆς, ἡ δὲ ζωὴ πρὸ τοῦ νοῦ. διότι μὲν γὰρ ἐν ἑκάστῃ τάξει τῶν ὄντων πρὸ τῶν μετεχομένων ἐστὶ τὰ ἀμέθεκτα, δεῖ πρὸ τῶν νοερῶν εἶναι τὸν νοῦν καὶ πρὸ τῶν ζώντων τὴν ζωὴν καὶ πρὸ τῶν ὄντων τὸ ὄν. διότι δὲ προηγεῖται τὸ τῶν πλειόνων αἴτιον ἢ τὸ τῶν ἐλαττόνων, ἐν ἐκείνοις τὸ μὲν ὂν ἔσται πρώτιστον· πᾶσι γὰρ πάρεστιν, οἷς ζωὴ καὶ νοῦς (ζῶν γὰρ πᾶν καὶ νοήσεως μετέχον ἔστιν ἐξ ἀνάγκης), οὐκ ἔμπαλιν δέ (οὐ γὰρ τὰ ὄντα πάντα ζῇ καὶ νοεῖ). δευτέρα δὲ ἡ ζωή· πᾶσι γάρ, οἷς νοῦ μέτεστι, καὶ ζωῆς μέτεστιν, οὐκ ἔμπαλιν δέ· πολλὰ γὰρ ζῇ μέν, γνώσεως δὲ ἄμοιρα ἀπολείπεται. τρίτος δὲ ὁ νοῦς· πᾶν γὰρ τὸ γνωστικὸν ὁπωσοῦν καὶ ζῇ καὶ ἔστιν. εἰ οὖν πλειόνων αἴτιον τὸ ὄν, ἐλαττόνων δὲ ἡ ζωή, καὶ ἔτι ἐλαττόνων ὁ νοῦς, πρώτιστον τὸ ὄν, εἶτα ζωή, εἶτα νοῦς. 102 Πάντα μὲν τὰ ὁπωσοῦν ὄντα ἐκ πέρατός ἐστι καὶ ἀπείρου διὰ τὸ πρώτως ὄν· πάντα δὲ τὰ ζῶντα ἑαυτῶν κινητικά ἐστι διὰ τὴν ζωὴν τὴν πρώτην· πάντα δὲ τὰ γνωστικὰ γνώσεως μετέχει διὰ τὸν νοῦν τὸν πρῶτον. εἰ γὰρ τὸ καθ' ἑκάστην σειρὰν ἀμέθεκτον τῆς οἰκείας ἰδιότη τος πᾶσι τοῖς ὑπὸ τὴν αὐτὴν σειρὰν μεταδίδωσι, δῆλον δὴ ὅτι καὶ τὸ ὂν τὸ πρώτιστον μεταδίδωσι πᾶσι πέρατος ἅμα καὶ ἀπειρίας, μικτὸν ὑπάρχον ἐκ τούτων πρώτως· καὶ ἡ ζωὴ τῆς παρ' ἑαυτῇ κινήσεως (καὶ γὰρ ἡ ζωὴ πρώτη πρόοδός ἐστι καὶ κίνησις ἀπὸ τῆς μονίμου τοῦ ὄντος ὑποστάσεως)· καὶ ὁ νοῦς τῆς γνώσεως (πάσης γὰρ γνώσεως ἡ ἀκρότης ἐστὶν ἐν νῷ, καὶ νοῦς τὸ πρώτως γνωστικόν). 103 Πάντα ἐν πᾶσιν, οἰκείως δὲ ἐν ἑκάστῳ· καὶ γὰρ ἐν τῷ ὄντι καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, καὶ ἐν τῇ ζωῇ τὸ εἶναι καὶ τὸ νοεῖν, καὶ ἐν τῷ νῷ τὸ εἶναι καὶ τὸ ζῆν, ἀλλ' ὅπου μὲν νοερῶς, ὅπου δὲ ζωτικῶς, ὅπου δὲ ὄντως ὄντα πάντα. ἐπεὶ γὰρ ἕκαστον ἢ κατ' αἰτίαν ἔστιν ἢ καθ' ὕπαρξιν ἢ κατὰ μέθεξιν, ἔν τε τῷ πρώτῳ τὰ λοιπὰ κατ' αἰτίαν ἔστι, καὶ ἐν τῷ μέσῳ τὸ μὲν πρῶτον κατὰ μέθεξιν τὸ δὲ τρίτον κατ' αἰτίαν, καὶ ἐν τῷ τρίτῳ τὰ πρὸ αὐτοῦ κατὰ μέθεξιν, καὶ ἐν τῷ ὄντι ἄρα ζωὴ προείληπται καὶ νοῦς, ἑκάστου δὲ κατὰ τὴν ὕπαρξιν χαρακτηρι ζομένου καὶ οὔτε κατὰ τὴν αἰτίαν (ἄλλων γάρ ἐστιν αἴτιον) οὔτε κατὰ τὴν μέθεξιν (ἀλλαχόθεν γὰρ ἔχει τοῦτο, οὗ μετείλη φεν), ὄντως ἐστὶν ἐκεῖ καὶ τὸ ζῆν καὶ τὸ νοεῖν, ζωὴ οὐσιώδης καὶ νοῦς οὐσιώδης· καὶ ἐν τῇ ζωῇ κατὰ μέθεξιν μὲν τὸ εἶναι, κατ' αἰτίαν δὲ τὸ νοεῖν, ἀλλὰ ζωτικῶς ἑκάτερον (κατὰ τοῦτο γὰρ ἡ ὕπαρξις)· καὶ ἐν τῷ νῷ καὶ ἡ ζωὴ καὶ ἡ οὐσία κατὰ μέθεξιν, καὶ νοερῶς ἑκάτερον (καὶ γὰρ τὸ εἶναι τοῦ νοῦ γνωστικὸν καὶ ἡ ζωὴ γνῶσις). 104 Πᾶν τὸ πρώτως αἰώνιον τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν αἰώνιον ἔχει. εἰ γὰρ πρώτως μεταλαγχάνει τῆς τοῦ αἰῶνος ἰδιότητος, οὐ τῇ μὲν αὐτοῦ μετέχει τῇ δὲ οὔ, ἀλλὰ πάντῃ μετέχει. ἢ γὰρ κατὰ τὴν ἐνέργειαν μετέχον οὐ μετέχει κατὰ τὴν οὐσίαν (ἀλλ' ἀδύνατον· ἡ γὰρ ἐνέργεια κρείττων ἔσται τῆς οὐσίας)· ἢ κατ' οὐσίαν μετέχον οὐ μετέχει κατὰ τὴν ἐνέργειαν, καὶ ἔσται πρώτως αἰώνιον τὸ αὐτὸ καὶ χρόνου μετέχον πρώτως, καὶ χρόνος μέν τινων μετρήσει τὴν ἐνέργειαν πρώτως, αἰὼν δὲ οὐδενός, ὁ παντὸς χρόνου κρείττων, εἴπερ τὸ πρώτως αἰώνιον οὐ συνέχεται κατ' ἐνέργειαν ὑπὸ αἰῶνος. ἅπαν ἄρα τὸ πρώτως αἰώνιον τήν τε οὐσίαν ἔχει καὶ τὴν ἐνέργειαν αἰώνιον. 105 Πᾶν τὸ ἀθάνατον ἀΐδιον· οὐ πᾶν δὲ τὸ ἀΐδιον ἀθάνατον. εἰ γὰρ ἀθάνατόν ἐστι τὸ ἀεὶ ζωῆς μετέχον, τὸ δὲ ἀεὶ ζωῆς μετέχον καὶ τοῦ εἶναι μετέχει, καὶ τὸ ἀεὶ ζῶν ἀεὶ ἔστιν· ὥστε τὸ ἀθάνατον πᾶν ἀΐδιον (ἔστι γὰρ τὸ ἀθάνατον τὸ ἄδεκτον θανάτου καὶ ἀεὶ ζῶν, ἀΐδιον δὲ τὸ ἄδεκτον τοῦ μὴ εἶναι καὶ ἀεὶ ὄν). εἰ δὲ πολλὰ τῶν ὄντων ἐστὶ καὶ κρείττονα καὶ χείρονα τῆς ζωῆς, ἄδεκτα ὄντα τοῦ ἀθανάτου, ἀεὶ δὲ ὄντα, οὐ πᾶν ἄρα τὸ ἀΐδιον ἀθάνατόν ἐστιν. ἀλλὰ μὴν ὅτι πολλὰ ἀεὶ ὄντα οὐκ ἀθάνατά ἐστι, δῆλον· ἔστι γάρ τινα τῶν ὄντων ἄμοιρα μὲν ζωῆς, ἀεὶ δὲ ὄντα καὶ ἀνώλεθρα. ὡς γὰρ ἔχει τὸ ὂν πρὸς τὴν ζωήν, οὕτως τὸ ἀΐδιον πρὸς τὸ ἀθάνατον (ἡ γὰρ ἀναφαίρετος ζωὴ τὸ ἀθάνατόν ἐστι, καὶ τὸ ἀναφαιρέτως ὂν ἀΐδιον)· τὸ δὲ ὂν τῆς ζωῆς περιληπτικώτερον· καὶ τοῦ ἀθανάτου ἄρα τὸ ἀΐδιον. 106 Παντὸς τοῦ πάντῃ αἰωνίου κατά τε οὐσίαν καὶ ἐνέργειαν καὶ τοῦ τὴν οὐσίαν ἔχοντος ἐν χρόνῳ μέσον ἐστὶ τὸ πῇ μὲν αἰώνιον, πῇ δὲ χρόνῳ μετρούμενον. τὸ γὰρ τὴν οὐσίαν ἔχον ὑπὸ χρόνου περιεχομένην κατὰ πάντα ἐστὶν ἔγχρονον (πολλῷ γὰρ πρότερον τοῦτο καὶ τὴν ἐνέργειαν ἔγχρονον ἔλαχε)· τὸ δὲ κατὰ πάντα ἔγχρονον τῷ κατὰ πάντα αἰωνίῳ πάντῃ ἀνόμοιον· αἱ δὲ πρόοδοι πᾶσαι διὰ τῶν ὁμοίων· ἔστιν ἄρα τι μεταξὺ τούτων. ἢ οὖν τῇ οὐσίᾳ αἰώ νιον, τῇ ἐνεργείᾳ δὲ ἔγχρονον τὸ μέσον, ἢ ἀνάπαλιν. ἀλλὰ τοῦτο ἀδύνατον· ἔσται γὰρ τῆς οὐσίας ἡ ἐνέργεια κρείττων. λείπεται δὴ θάτερον εἶναι τὸ μέσον. 107 Πᾶν τὸ πῇ μὲν αἰώνιον, πῇ δὲ ἔγχρονον, ὄν τέ ἐστιν ἅμα καὶ γένεσις. καὶ γὰρ τὸ αἰώνιον πᾶν ὄν ἐστι, καὶ τὸ μετρούμενον ὑπὸ χρόνου γένεσις· ὥστ' εἰ τὸ αὐτὸ χρόνου μετέχει καὶ αἰῶνος, οὐ κατὰ τὸ αὐτὸ δέ, καὶ τὸ αὐτὸ ἔσται ὄν τε καὶ γένεσις, οὐ καθ' ἓν ἄμφω. ἐκ δὴ τούτων φανερὸν ὅτι ἡ μὲν γένεσις, καὶ τὴν οὐσίαν ἔγχρονον ἔχουσα, ἀνήρτηται εἰς τὸ πῇ μὲν ὄντος, πῇ δὲ γενέ σεως κοινωνοῦν, αἰῶνος ἅμα καὶ χρόνου μετέχον· τοῦτο δὲ εἰς τὸ κατὰ πάντα αἰώνιον· τὸ δὲ κατὰ πάντα αἰώνιον εἰς τὸν αἰῶνα· ὁ δὲ αἰὼν εἰς τὸ ὂν τὸ προαιώνιον. 108 Πᾶν τὸ ἐν ἑκάστῃ τάξει μερικὸν διχῶς μετέχειν δύναται τῆς ἐν τῇ προσεχῶς ὑπερκειμένῃ διακοσμήσει μονάδος· ἢ διὰ τῆς οἰκείας ὁλότητος, ἢ διὰ τοῦ ἐν ἐκείνῃ μερικοῦ καὶ συστοίχου πρὸς αὐτὸ κατὰ τὴν πρὸς ὅλην τὴν σειρὰν ἀναλογίαν. εἰ γὰρ δι' ὁμοιότητος ἡ ἐπιστροφὴ πᾶσι, καὶ ἔστι τῷ ἐν τῇ ὑπερκειμένῃ τάξει μοναδικῷ καὶ ὅλῳ τὸ ἐν τῇ καταδεεστέρᾳ μερικὸν ἀνόμοιον καὶ ὡς ὅλῳ μερικὸν καὶ ὡς τάξεως ἄλλης καὶ ἄλλης, πρὸς δὲ τὸ ἐκ τῆς αὐτῆς σειρᾶς ὅλον ὅμοιον διὰ τὴν τῆς ἰδιότητος κοινωνίαν καὶ πρὸς τὸ τῆς ὑπερκειμένης προσεχῶς ὁμοταγὲς διὰ τὴν ἀνάλογον ὑπόστασιν, δῆλον δὴ ὅτι διὰ τούτων αὐτῷ μέσων ἡ πρὸς ἐκεῖνο γίνεσθαι πέφυκεν ἐπιστροφὴ ὡς δι' ὁμοίων, ἀνόμοιον. τὸ μὲν γὰρ ὡς μερικῷ μερικὸν ὅμοιον, τὸ δὲ ὡς τῆς αὐτῆς ὂν σειρᾶς οἰκεῖον· ἐκεῖνο δὲ τὸ τῆς ὑπερκει μένης ὅλον κατ' ἀμφότερα ἀνόμοιον. 109 Πᾶς μερικὸς νοῦς μετέχει τῆς ὑπὲρ νοῦν καὶ πρωτίστης ἑνάδος διά τε τοῦ ὅλου νοῦ καὶ διὰ τῆς ὁμοταγοῦς αὐτῷ μερικῆς ἑνάδος· καὶ πᾶσα μερικὴ ψυχὴ τοῦ ὅλου μετέχει νοῦ διά τε τῆς ὅλης ψυχῆς καὶ τοῦ μερικοῦ νοῦ· καὶ πᾶσα σώματος μερικὴ φύσις διά τε τῆς ὅλης φύσεως καὶ μερικῆς ψυχῆς μετέχει τῆς ὅλης ψυχῆς. πᾶν γὰρ μερικὸν μετέχει τῆς ἐν τῇ ὑπερκειμένῃ τάξει μονά δος ἢ διὰ τῆς οἰκείας ὁλότητος ἢ διὰ τοῦ ἐν ἐκείνῃ μερικοῦ καὶ πρὸς αὐτὸ ὁμοταγοῦς. 110 Πάντων τῶν καθ' ἑκάστην σειρὰν διατεταγμένων τὰ μὲν πρῶτα καὶ τῇ ἑαυτῶν μονάδι συνημμένα μετέχειν δύναται τῶν ἐν τῇ ὑπερκειμένῃ σειρᾷ προσεχῶς ἱδρυμένων διὰ τῆς ἀναλογίας, τὰ δὲ ἀτελέστερα καὶ πολλοστὰ ἀπὸ τῆς οἰκείας ἀρχῆς οὐ πέφυκεν ἐκείνων ἀπολαύειν. διότι γὰρ τὰ μέν ἐστι συγγενῆ πρὸς ἐκεῖνα, φύσιν ἐν τῇ σφετέρᾳ τάξει λαχόντα κρείττονα καὶ θειοτέραν, τὰ δὲ πορρώ τερον προελήλυθε, δευτέραν καὶ ὑπηρετικὴν ἀλλ' οὐ πρωτουργὸν καὶ ἡγεμονικὴν ἐν τῇ σειρᾷ πάσῃ κεκληρωμένα πρόοδον, ἐξ ἀνάγκης τὰ μὲν ὁμοφυῶς συζεύγνυται τοῖς ἐκ τῆς ὑπερκειμένης τάξεως, τὰ δὲ ἀσύναπτά ἐστι πρὸς ἐκείνην. οὐ γὰρ ἅπαντα τῆς ἴσης ἐστὶν ἀξίας, κἂν ἐκ τῆς αὐτῆς ᾖ διακοσμήσεως· οὐδὲ γὰρ εἷς ὁ λόγος, ἀλλ' ὡς ἀφ' ἑνὸς καὶ πρὸς ἕν [πάντα πρόεισιν ἐκ τῆς οἰκείας μονάδος]. ὥστε οὐδὲ δύναμιν ἔλαχε τὴν αὐτήν, ἀλλὰ τὰ μὲν ὑποδέχεσθαι δύναται τὰς τῶν ὑπερκειμένων προσ εχῶς μεθέξεις, τὰ δὲ ἀνομοιούμενα ταῖς ἀπὸ τῶν ἀρχῶν ἐπὶ πλεῖστον προόδοις τῆς τοιαύτης παρῄρηται δυνάμεως. 111 Πάσης τῆς νοερᾶς σειρᾶς οἱ μέν εἰσι θεῖοι νόες ὑποδε ξάμενοι θεῶν μεθέξεις, οἱ δὲ νόες μόνον· καὶ πάσης τῆς ψυχικῆς αἱ μέν εἰσι νοεραὶ ψυχαὶ εἰς νοῦς ἀνηρτημέναι οἰκείους, αἱ δὲ ψυχαὶ μόνον· καὶ πάσης τῆς σωματικῆς φύσεως αἱ μὲν καὶ ψυχὰς ἔχουσιν ἐφεστώσας ἄνωθεν, αἱ δέ εἰσι φύσεις μόνον, τῆς τῶν ψυχῶν ἄμοιροι παρουσίας. ἑκάστης γὰρ σειρᾶς οὐχ ὅλον τὸ γένος εἰς τὸ πρὸ αὐτοῦ ἀνηρτῆσθαι πέφυκεν, ἀλλὰ τὸ ἐν αὐτῇ τελειότερον καὶ συμ φύεσθαι τοῖς ὑπερκειμένοις ἱκανόν. οὔτε οὖν πᾶς νοῦς θεοῦ ἐξῆπται, ἀλλ' οἱ ἀκρότατοι καὶ ἑνικώτατοι τῶν νόων (οὗτοι γὰρ ταῖς θείαις ἑνάσι συγγενεῖς)· οὔτε πᾶσαι ψυχαὶ μετέχουσι νοῦ τοῦ μεθεκτοῦ, ἀλλ' ὅσαι νοερώταται· οὔτε πᾶσαι σωματικαὶ φύσεις ἀπολαύουσι ψυχῆς παρούσης καὶ μετεχομένης, ἀλλ' αἱ τελειότεραι καὶ λογοειδέστεραι. καὶ οὗτος ἐπὶ πάντων ὁ λόγος τῆς ἀποδείξεως. 112 Πάσης τάξεως τὰ πρώτιστα μορφὴν ἔχει τῶν πρὸ αὐτῶν. τὰ γὰρ καθ' ἑκάστην ἀκρότατα γένη διὰ τὴν ὁμοιότητα συνάπτεται τοῖς ὑπερκειμένοις καὶ διὰ τὴν συνέχειαν τῆς προ όδου τῶν ὅλων· ὥστε οἷά πέρ ἐστιν ἐκεῖνα πρώτως, τοιαύτην ἔλαχε καὶ ταῦτα μορφήν, συγγενῆ πρὸς τὴν ἐκείνων φύσιν· καὶ φαίνεται εἶναι τοιαῦτα κατὰ τὴν ἰδιότητα τῆς ὑποστάσεως, οἷα τὰ πρὸ αὐτῶν. 113 Πᾶς ὁ θεῖος ἀριθμὸς ἑνιαῖός ἐστιν. εἰ γὰρ ὁ θεῖος ἀριθμὸς αἰτίαν ἔχει προηγουμένην τὸ ἕν, ὡς ὁ νοερὸς τὸν νοῦν καὶ ὁ ψυχικὸς τὴν ψυχήν, καὶ ἔστιν ἀνάλογον τὸ πλῆθος πανταχοῦ πρὸς τὴν αἰτίαν, δῆλον δὴ ὅτι καὶ ὁ θεῖος ἀριθμὸς ἑνιαῖός ἐστιν, εἴπερ τὸ ἓν θεός· τοῦτο δέ, εἴπερ τἀγαθὸν καὶ ἓν ταὐτόν· καὶ γὰρ τἀγαθὸν καὶ θεὸς ταὐτόν (οὗ γὰρ μηδέν ἐστιν ἐπέκεινα καὶ οὗ πάντα ἐφίεται, θεὸς τοῦτο· καὶ ἀφ' οὗ τὰ πάντα καὶ πρὸς ὅ, τοῦτο δὲ τἀγαθόν). εἰ ἄρα ἔστι πλῆθος θεῶν, ἑνιαῖόν ἐστι τὸ πλῆθος. ἀλλὰ μὴν ὅτι ἔστι, δῆλον, εἴπερ πᾶν αἴτιον ἀρχικὸν οἰκείου πλήθους ἡγεῖται καὶ ὁμοίου πρὸς αὐτὸ καὶ συγγενοῦς. 114 Πᾶς θεὸς ἑνάς ἐστιν αὐτοτελής, καὶ πᾶσα αὐτοτελὴς ἑνὰς θεός. εἰ γὰρ τῶν ἑνάδων διττὸς ὁ ἀριθμός, ὡς δέδεικται πρότερον, καὶ αἱ μὲν αὐτοτελεῖς εἰσιν αἱ δὲ ἐλλάμψεις ἀπ' ἐκείνων, τῷ δὲ ἑνὶ καὶ τἀγαθῷ συγγενὴς καὶ ὁμοφυὴς ὁ θεῖος ἀριθμός, ἑνάδες εἰσὶν αὐτοτελεῖς οἱ θεοί. καὶ ἔμπαλιν, εἰ ἔστιν αὐτοτελὴς ἑνάς, θεός ἐστι. καὶ γὰρ ὡς ἑνὰς τῷ ἑνὶ καὶ ὡς αὐτοτελὴς τἀγαθῷ συγγενεστάτη διαφε ρόντως ἐστί, καὶ κατ' ἄμφω τῆς θείας ἰδιότητος μετέχει, καὶ ἔστι θεός. εἰ δὲ ἦν ἑνὰς μὲν οὐκ αὐτοτελὴς δέ, ἢ αὐτοτελὴς μὲν ἡ ὑπόστασις οὐκέτι δὲ ἑνάς, εἰς ἑτέραν ἂν ἐτάττετο τάξιν διὰ τὴν τῆς ἰδιότητος ἐξαλλαγήν. 115 Πᾶς θεὸς ὑπερούσιός ἐστι καὶ ὑπέρζωος καὶ ὑπέρνους. εἰ γὰρ ἑνάς ἐστιν ἕκαστος αὐτοτελής, ἕκαστον δὲ τούτων οὐχὶ ἑνὰς ἀλλ' ἡνωμένον, δῆλον δὴ ὅτι πάντων ἐστὶν ἐπέκεινα τῶν εἰρημένων ἅπας θεός, οὐσίας καὶ ζωῆς καὶ νοῦ. εἰ γὰρ δι έστηκε μὲν ταῦτα ἀλλήλων, πάντα δέ ἐστιν ἐν πᾶσιν, ἕκαστον τὰ πάντα ὂν ἓν ἂν οὐκ ἂν εἴη μόνον. ἔτι δέ, εἰ τὸ πρῶτον ὑπερούσιον, ἅπας δὲ θεὸς τῆς τοῦ πρώτου σειρᾶς ἐστιν ᾗ θεός, ὑπερούσιος ἕκαστος ἂν εἴη. ἀλλὰ μὴν ὅτι τὸ πρῶτον ὑπερούσιον, φανερόν. οὐ γὰρ ταὐτὸν ἑνί τε εἶναι καὶ οὐσίᾳ εἶναι, οὐδὲ ταὐτὸν τὸ ἔστι καὶ τὸ ἥνωται. εἰ δὲ μὴ ταὐτόν, ἢ ἄμφω τὸ πρῶτον, καὶ ἔσται οὐχ ἓν μόνον ἀλλά τι καὶ ἄλλο παρὰ τὸ ἕν, καὶ μετέχον δὴ λοιπὸν ἑνὸς ἀλλ' οὐκ αὐτοέν· ἢ θάτερον τούτων. ἀλλ' εἰ μὲν οὐσία, ἐνδεὲς ἔσται τοῦ ἑνός· ὅπερ ἀδύνατον, εἶναι τἀγαθὸν καὶ τὸ πρῶτον ἐνδεές. ἓν ἄρα μόνον ἐκεῖνο· ὥστε ὑπερούσιον. εἰ δέ, ὃ ἕκαστόν ἐστι πρώτως, τούτου τὴν ἰδιότητα πάσῃ τῇ σειρᾷ δίδωσι, καὶ ὁ θεῖος ἀριθμὸς ἅπας ὑπερούσιός ἐστιν. ἐπεὶ καὶ τὰ ὅμοια παράγει πρὸ τῶν ἀνομοίων ἕκαστον τῶν ἀρχικῶν αἰτίων· εἰ ἄρα ὁ πρώτιστος θεὸς ὑπερούσιος, καὶ θεοὶ πάντες ὑπερούσιοι (ταύτῃ γὰρ ὅμοιοι ἔσονται)· οὐσίαι δὲ ὄντες, ἀπὸ οὐσίας ἂν παράγοιντο τῆς πρώτης, ὡς μονάδος τῶν οὐσιῶν. 116 Πᾶς θεὸς μεθεκτός ἐστι, πλὴν τοῦ ἑνός. ὅτι μὲν γὰρ ἐκεῖνο ἀμέθεκτον, δῆλον, ἵνα μὴ μετεχόμενον καὶ τινὸς διὰ τοῦτο γενόμενον μηκέτι πάντων ὁμοίως ᾖ τῶν τε προόντων καὶ τῶν ὄντων αἴτιον. ὅτι δὲ αἱ ἄλλαι ἑνάδες μετέχονται ἤδη, δείξομεν οὕτως. εἰ γὰρ ἔστιν ἄλλη μετὰ τὸ πρῶτον ἀμέθεκτος ἑνάς, τί διοίσει τοῦ ἑνός; ἢ γὰρ ὡσαύτως ἕν ἐστιν ὥσπερ ἐκεῖνο– καὶ πῶς τὸ μὲν δεύτερον, τὸ δὲ πρῶτον;– ἢ οὐχ ὡσαύτως, καὶ τὸ μὲν αὐτοέν, τὸ δὲ ἕν τε καὶ οὐχ ἕν. ἀλλὰ τὸ οὐχ ἓν τοῦτο εἰ μὲν μηδεμία ὑπό στασις, ἔσται μόνον ἕν· εἰ δὲ ὑπόστασίς τις ἄλλη παρὰ τὸ ἕν, μετεχόμενον ἔσται τὸ ἓν ὑπὸ τοῦ οὐχ ἑνός· καὶ τὸ μὲν αὐτοτελὲς τὸ ἕν, ᾧ συνάπτει πρὸς τὸ αὐτοέν, ὥστε τοῦτο πάλιν ὁ θεός, ᾗ θεός· τὸ δὲ οὐχ ἓν ὑποστὰν ἓν μεθέξει τοῦ ἑνὸς ὑφέστηκε. μεθεκτὴ ἄρα ἐστὶ πᾶσα ἑνὰς μετὰ τὸ ἓν ὑποστᾶσα, καὶ πᾶς θεὸς μεθεκτός. 117 Πᾶς θεὸς μέτρον ἐστὶ τῶν ὄντων. εἰ γάρ ἐστιν ἑνιαῖος ἅπας θεός, τὰ πλήθη πάντα τῶν ὄντων ἀφορίζει καὶ μετρεῖ. πάντα μὲν γὰρ τὰ πλήθη, τῇ ἑαυτῶν φύσει ἀόριστα ὄντα, διὰ τὸ ἓν ὁρίζεται· τὸ δὲ ἑνιαῖον μετρεῖν καὶ περατοῦν, οἷς ἂν παρῇ, βούλεται, καὶ περιάγειν εἰς ὅρον τὸ μὴ τοιοῦτον κατὰ τὴν αὐτοῦ δύναμιν. γίνεται γὰρ κἀκεῖνο ἑνοειδὲς τῇ μεθέξει· τοῦτο δέ, τῆς ἀοριστίας τε καὶ ἀπειρίας ἀφίσταται· καὶ ὅσῳ μᾶλλον ἑνοειδές, τοσούτῳ ἧττον ἀόριστον καὶ ἄμετρον. μετρεῖται ἄρα πᾶν πλῆθος τῶν ὄντων ὑπὸ τῶν θείων ἑνάδων. 118 Πᾶν ὅ τι περ ἂν ἐν τοῖς θεοῖς ᾖ, κατὰ τὴν αὐτῶν ἰδιό τητα προϋφέστηκεν ἐν αὐτοῖς, καὶ ἔστιν ἡ ἰδιότης αὐτῶν ἑνιαία καὶ ὑπερούσιος· ἑνιαίως ἄρα καὶ ὑπερουσίως πάντα ἐν αὐτοῖς. καὶ γὰρ εἰ τριχῶς ἕκαστον ὑφέστηκεν, ἢ κατ' αἰτίαν ἢ καθ' ὕπαρξιν ἢ κατὰ μέθεξιν, πρῶτος δὲ πάντων ἀριθμὸς ὁ θεῖος ἀριθμός, οὐδὲν ἐν αὐτοῖς ἔσται κατὰ μέθεξιν, ἀλλὰ πάντα καθ' ὕπαρξιν ἢ κατ' αἰτίαν. ἀλλὰ καὶ ὅσα ὡς αἴτιοι πάντων προει λήφασιν, οἰκείως τῇ ἑαυτῶν ἑνώσει προειλήφασι· καὶ γὰρ πᾶν τὸ κατ' αἰτίαν τῶν δευτέρων ἡγεμονοῦν, ὡς αὐτὸ πέφυκεν, οὕτως ἔχει τὴν αἰτίαν τῶν καταδεεστέρων. πάντα ἄρα ἔστιν ἐν τοῖς θεοῖς ἑνιαίως καὶ ὑπερουσίως. 119 Πᾶς θεὸς κατὰ τὴν ὑπερούσιον ἀγαθότητα ὑφέστηκε, καὶ ἔστιν ἀγαθὸς οὔτε καθ' ἕξιν οὔτε κατ' οὐσίαν (καὶ γὰρ αἱ ἕξεις καὶ αἱ οὐσίαι δευτέραν καὶ πολλοστὴν ἔλαχον τάξιν ἀπὸ τῶν θεῶν), ἀλλ' ὑπερουσίως. εἰ γὰρ τὸ πρῶτον ἓν καὶ τἀγαθόν, καὶ ᾗ ἕν, τἀγαθόν, καὶ ᾗ τἀγαθόν, ἕν, καὶ πᾶσα ἡ σειρὰ τῶν θεῶν ἑνοειδής τέ ἐστι καὶ ἀγαθοειδὴς κατὰ μίαν ἰδιότητα, καὶ οὐ κατ' ἄλλο ἕκαστος ἑνὰς καὶ ἀγαθότης, ἀλλ' ᾗ ἑνάς, ταύτῃ ἀγαθότης, καὶ ᾗ ἀγαθότης, ἑνάς· καὶ ὡς μὲν ἀπὸ τοῦ πρώτου προελθόντες, οἱ μετὰ τὸ πρῶτον ἀγαθοειδεῖς καὶ ἑνοειδεῖς, εἴπερ ἐκεῖνο ἓν καὶ τἀγα θόν· ὡς δὲ θεοί, πάντες ἑνάδες καὶ ἀγαθότητες. ὡς οὖν τὸ ἓν τὸ τῶν θεῶν ὑπερούσιον, οὕτω καὶ τὸ ἀγαθὸν αὐτῶν ὑπερ ούσιον, οὐκ ἄλλο τι ὂν παρὰ τὸ ἕν· οὐ γὰρ ἄλλο ἕκαστος, εἶτα ἀγαθόν, ἀλλὰ μόνον ἀγαθόν, ὥσπερ οὐδὲ ἄλλο, εἶτα ἕν, ἀλλὰ μόνον ἕν. 120 Πᾶς θεὸς ἐν τῇ ἑαυτοῦ ὑπάρξει τὸ προνοεῖν τῶν ὅλων κέκτηται· καὶ τὸ πρώτως προνοεῖν ἐν τοῖς θεοῖς. τὰ μὲν γὰρ ἄλλα πάντα μετὰ θεοὺς ὄντα διὰ τὴν ἐκείνων μετουσίαν προνοεῖ, τοῖς δὲ θεοῖς ἡ πρόνοια συμφυής ἐστιν. εἰ γὰρ τὸ τῶν ἀγαθῶν μεταδιδόναι τοῖς προνοουμένοις ἐξαίρετόν ἐστι τῆς προνοητικῆς ἰδιότητος, οἱ δὲ θεοὶ πάντες ἀγαθότητές εἰσιν, ἢ οὐδενὶ μεταδώσουσιν ἑαυτῶν, καὶ οὐδὲν ἔσται ἀγαθὸν ἐν τοῖς δευτέροις (πόθεν γὰρ τὸ κατὰ μέθεξιν ἢ ἀπὸ τῶν πρώτως τὰς ἰδιότητας ἐχόντων;)· ἢ μεταδιδόντες ἀγαθῶν μεταδιδοῦσι, καὶ ταύτῃ προνοήσουσι τῶν πάντων. ἐν θεοῖς οὖν ἡ πρόνοια πρώτως. καὶ ποῦ γὰρ ἡ πρὸ νοῦ ἐνέργεια ἢ ἐν τοῖς ὑπερουσίοις; ἡ δὲ πρόνοια, ὡς τοὔνομα ἐμφαίνει, ἐνέργειά ἐστι πρὸ νοῦ. τῷ εἶναι ἄρα θεοὶ καὶ τῷ ἀγαθότητες εἶναι πάντων προνοοῦσι, πάντα τῆς πρὸ νοῦ πληροῦντες ἀγαθότητος.

Intertext edge

Open linked passage

Note