Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catena in Canticum canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Catena in Canticum canticorum ΠΡΟΚΟΠΙΟΥ ΓΑΖΑΙΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΣΟΦΙΣΤΟΥ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΕΠΙΤΟΜΗ ΑΠΟ ΦΩΝΗΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ, ΚΑΙ ΚΥΡΙΛΛΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΩΡΙΓΕΝΟΥΣ ΤΕ ΚΑΙ ΦΙΛΩΝΟΣ ΤΟΥ ΚΑΡΠΑΘΙΟΥ, ΑΠΟΛΙΝΑΡΙΟΥ, ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΙ ΕΤΕΡΩΝ ΔΙΑΦΟΡΩΝ, ΗΓΟΥΝ ΔΙΔΥΜΟΥ, ΤΟΥ ΑΓΙΟΥ ΙΣΙΔΩΡΟΥ, ΘΕΟΔΩΡΗΤΟΥ ΚΑΙ ΘΕΟΦΙΛΟΥ. 1545 ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. {Γρηγορίου Νύσσης.} Διὰ τῶν ἐνταῦθα γεγραμμένων νυμφοστολεῖταί πως ἡ ψυχὴ πρὸς τὴν ἄϋλόν τε καὶ πνευματικὴν τοῦ Θεοῦ συζυγίαν· καὶ δεῖται λευχειμονούντων ἀκροατῶν ἀμιάντοις νοήμασιν, ὡς ἐντὸς γενέσθαι τοῦ ἀκηράτου νυμφῶνος. Καὶ ἡ προγραφὴ γὰρ ἡμᾶς ἐπὶ τοῦτο προτρέπεται. Ὡς γὰρ τὸ Ἅγιον τῶν ἁγίων ὑπερῆρται τῇ ἁγιότητι, οὔτω τὸ νῦν ᾆσμα ὑπεραίρει τά τε τοῦ Δαβὶδ καὶ τοῦ Μωϋσέως καὶ τῶν λοιπῶν προφητῶν· ἐν ἐπιθαλαμίου δὲ τρόπῳ τὴν πρὸς τὸ Θεῖον ἀνάκρασιν τῆς ἀνθρωπίνης ὑφηγεῖται ψυχῆς· διὰ ταῦτα ὁ Σολομὼν, ἐμφαίνων διὰ τῶν γαμηλίων ῥημάτων, τήν τε ἄφατον ἐπιθυμίαν τὴν ὀφειλομένην Θεῷ (μείζων πάσης ὀρέξεως ἡ γαμικὴ), καὶ τὴν εἰς ἄκρον ἀπάθειαν· τοσοῦτον γὰρ δεῖ καθαρεύειν τὸν κολλώμενον τῷ Θεῷ, ὡς τὰς ἐμπαθεῖς ὁρμὰς ἀπαθείας ὑπόθεσιν τίθεσθαι. Τάξει δὲ προῆλθεν ὁ Σολομὼν τοιαύτῃ παιδεύων· τῇ 1548 γὰρ ἔτι νεαζούσῃ ψυχῇ παροιμίας ὑποθέμενος, κελεύει τῆς σοφίας ἐρᾷν· διὸ καὶ, Υἱέ μου, λέγει πυκνῶς, καὶ μανιάκην ὡς νέῳ καὶ στέφανον ἐπαγγέλλεται· καὶ πρὸς τὸ τέλος τὴν ἀνδρείαν ἐπαινεῖ γυναῖκα· εἶτα τῷ οὔτως εἰσαχθέντι ἐν τῷ Ἐκκλησιαστῇ πάντα καθαιρεῖ, τὰ ῥευστὰ καὶ ματαιότητα λέγων· ὅπως ἂν ἀναπτερώσει πρὸς τὰ μένοντα τὴν ψυχήν· καὶ νῦν τὴν οὕτω κεκαθαρμένην αὐτῷ συνάπτει τῷ ὄντως καὶ μόνῳ ἀγαθῷ· τὴν ψυχὴν ἐθέλων, μήτε κολάσεως φόβῳ, μήτε μισθῶν ἐλπίδι· δουλοπρεπῆ γὰρ ἀμφότερα· ἀγάπης δὲ φίλτρῳ
1.2.1
προσδραμεῖν τῷ Θεῷ. Ἆσμα ᾀσμάτων. {Νείλου.} Τὸ τῶν ᾀσμάτων βιβλίον ἔοικε γυναικὶ φυσικῷ κάλλει φαιδρυνομένῃ, καὶ κόσμῳ πολυτελεῖ τὸ φυσικὸν προσεξησκημένῃ κάλλος, σεμνῇ δὲ τὸ ἦθος καὶ τῷ φαινομένῳ σχήματι, πολὺ κατὰ τὸ κεκρυμμένον ἐναντίως διακειμένῃ. Ὡς γὰρ ἐπὶ τῆς τοιαύτης γυναικὸς ἡ μὲν ὅψις ἡδονὴν κινεῖ τοῖς ἀκολάστοις, ἡ δὲ πεῖρα διελέγχει τὴν σωφροσύνην οὐ συναινοῦσαν τῇ προχείρῳ σκηνῇ· οὕτως ἐπὶ τοῦ προκειμένου βιβλίου, ἡ μὲν λέξις ἐρωτικότερον ἐσχηματισμένη, δοκεῖ πως δέλεαρ γίνεσθαι τοῖς ἀπαιδεύτοις, ἡ δὲ διάνοια τὸ αὐστηρὸν τῶν μυστηρίων ἀνακαλύπτουσα τοῖς προσεγγίζουσι, τὴν τῶν νοημάτων δυσχέρειαν ἀπαράδεκτον ποιεῖ, διὰ τῆς ἐν τῇ λέξει τέρψεως· καὶ δουλεύειν πείθουσα τῇ τῆς θεωρίας σεμνότητι, ἐκ τῆς περὶ τὸ γράμμα δοκούσης ἐμπαθείας, εὐμηχάνως ἐπὶ τὴν τῶν σημαινομένων δογμάτων ὁδηγούσης μυσταγωγίαν. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ Πηγὴ ζωῆς ἐστι ὁ νυμφίος ὁ βοῶν," Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω·" ἐκ τοῦ στόματος δὲ αὐτοῦ τῆς ζωῆς ἀνομβροῦσιν οἱ λόγοι· ᾧ σπουδάζει προσερείσουσα τὸ ἴδιον ἡ ψυχὴ στόμα, κατὰ τὸν προφήτην, ἑλκῦσαι πνεῦμα· παντὸς γὰρ ῥύπου καθάρσιον τοῦτο τὸ φίλημα· διό μοι δοκεῖ τῷ λεπρῷ Σίμωνι τὸ τοιοῦτον ὀνειδιστικῶς προσφέρειν ὁ Κύριος, ὅτι" Φίλημά μοι οὐκ ἔδωκας·" ἢ γὰρ ἂν ἐκαθάρθης τοῦ πάθους. {Ὠριγένους.} Καὶ ἄλλως· Μὴ διὰ προφητῶν, κ. τ. λ. Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, [βʹ.] καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. {Γρηγορίου.} Τὸ νηπιῶδες δίδαγμα τοῦ Θεοῦ ὑπὲρ τὸ εὔτονον καὶ θερμότατον τοῦ κόσμου σόφισμα· ἐκ δὲ τῆς τοπικῆς θέσεως τῶν μαστῶν τὴν καρδίαν δηλοῖ καὶ τὴν κεκρυμμένην καὶ ἀπόῤῥητον τῆς θεότητος δύναμιν, δι' ἧς τιθηνεῖται τὴν ἑκάστου δύναμιν καὶ ζωὴν ὁ Θεὸς, κατάλληλον ἑκάστῳ τῶν δεχομένων τὴν τροφὴν χαριζόμενος. {Φίλωνος.} Ἤγουν μαζοὶ, αἱ διαθῆκαι ὑπὲρ τὸν ἐπίγειον λόγον. {Ἀπολιναρίου.} Πολλῶν οἴνων ἐν τῇ Γραφῇ 154 κρειττόνων τε καὶ χειρόνων, νῦν τοῖς κρείττοσιν οἱ τοῦ νυμφίου μαστοὶ παρατίθενται· οὐ γὰρ ἂν τοῖς χείροσι συνεκρίθησαν. Ἡ τοίνυν Νύμφη, πολλοῖς καὶ διαφόροις οἴνοις εὐφρανθεῖσα καὶ σχοῦσα παρασκευὴν εἰς τὸ δέξασθαι τοὺς κρείττονας τούτων τοῦ Νυμφίου μαστοὺς, τοῦτό φησιν, προτιμῶσα τούτους οἵνου τοῦ ἐν νόμῳ τε καὶ προφήταις· καὶ τὸ περὶ τῶν μύρων δὲ τῷ περὶ τοῦ οἴνου ταυτόν· ὅρα δὲ, ὡς ἐπὶ μὲν τῆς εὐαγγελικῆς πολιτείας, ὀσμὴν ἔφη· ἐπὶ δὲ τῆς νομικῆς λατρείας, αὐτὰ τέθεικε τὰ ἀρώματα δηλῶν, ἐκείνης μὲν τὸ ὑπερέχον πνευματικὸν, ταύτης δὲ τὸ παχύ. Μύρον ἐκκενωθὲν ὅνομά σου. {Ὠριγένους καὶ Προκοπίου.} Τάχα προφητεύουσα τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύναμιν, κατὰ τὴν αὐτοῦ παρουσίαν· (ὥστε γενέσθαι, κατὰ τὸν Παῦλον," οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωὴν"), εἶπεν ἂν ἡ νύμφη, Διὰ τοῦτο πάντες ἠγάπησάν σε· ἀλλ' οὐ μόνον αἱ νεάνιδες ὁσημέραι ἀνανεούμεναι, καὶ μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον· ἐξεκενώθη δὲ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀποῤῥήτοις. {Κυρίλλου.} Δηλοῖ δὲ καὶ τὴν εἰς πάντα τὰ ἔθνη τοῦ Μονογενοῦς κληθεῖσαν ἐπωνυμίαν, καθ' ὃ πάντα τὰ ἔθνη εὐωδιάζουσι πρὸς αὐτὸν, τὴν αὐτοῦ φέροντα προσηγορίαν. {Γρηγορίου.} Αὐτὸ μὲν τῆς θείας φύσεως τὸ μύρον, εἴτ' οὖν τῆς οὐσίας κατάληψις, ὑπὲρ πᾶν ἐστι ὅνομά τε καὶ νόημα· ἐξ ὧν δὲ θαυμαστῶς ἐνεργῶν ὕλην τοῖς θείοις ὀνόμασι, πιότητά τινα βραχεῖαν τοῦ θείου μύρου σημαίνουσαν· δι' ὧν σοφὸν, δυνατὸν, ἀγαθὸν, ἅγιον, μακάριόν τε καὶ Κριτὴν καὶ Σωτῆρα καὶ τὰ τοιαῦτα κατονομάζομεν. {Νείλου.} Ὥσπερ τὸ συνεχόμενον μύρον κενούμενον δῆλον γίνεται τῇ εὐωδίᾳ, οὕτω τὸ σὸν ὄνομα, ὦ Νυμφίε, ἔτι σοῦ ὄντος ἐν τοῖς πατρικοῖς κόλποις ἀγνοούμενον, μετὰ τὴν κένωσιν, ἴσα κενωθέντι μύρῳ αὐτόθεν ἔχει τὴν μαρτυρίαν, τῇ τῶν σημείων δυνάμει πιστούμενον· ἀλλ' αἱ μὲν νεάνιδες διὰ τοῦτο ἠγάπησάν σε, ἐπειδὴ παρέλκυσάν σε ἐκ τῶν πατρικῶν κόλπων ἐπιδεόμεναι τῆς σῆς παρουσίας, μετὰ τὴν ἐκ τῆς ἐπιδημίας ὠφέλειαν, μετὰ τὴν τῶν θαυμάτων πεῖραν ἐπιγνοῦσαί σου τὸ ὄνομα, καὶ ἀκολουθεῖν ὀπίσω σου μετὰ τὴν τῆς εὐεργεσίας αἴσθησιν· ἐγὼ δὲ ἡ σοὶ μεμνηστευμένη ἤδη κατὰ τὴν σὴν ἐπιφοίτησιν, τῆς ὀσμῆς τῶν μύρων σου καὶ πρὸ τῆς ἐπιδημίας ἀντελαβόμην· καὶ τῶν ἀγαθῶν μαστῶν σου ὕστερον γνωσθέντων πολλοῖς φθάσασα τὴν γνῶσιν τῇ χάριτι. Δύνανται δὲ καὶ νεάνιδες καὶ λέγεσθαι τὸν Νυμφίον ὀπίσω ἕλκουσαι, ἥ τε αἱμοῤῥοοῦσα καὶ ἡ Χαναναία· ἀμφότεραι γὰρ τὸ ἐκ συμπαθείας εἵλκυσαν μύρον. 1552 {Ἀπολιναρίου.} Τῷ γὰρ ὀνόματι τοῦ Χριστοῦ καθαρίζονται πάντα, ἰῶνται, βαπτίζονται, τὴν ἀληθινὴν ἡμῖν εὐωδίαν ἐνοικίζονται· λέγει δὲ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ ἐκχυθὲν ὄνομα τὴν ἔκχυσιν τοῦ Πνεύματος ἐπὶ πάντας ἐργάζεται, κατὰ τὸ," Ἡγιάσθητε καὶ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν·" ἅπερ ποιοῦν τοὔνομα, μύρον εἰκότως ἐκκενωθέν. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε· [γʹ] εἵλκυσάν σε· ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δραμοῦμεν. {Γρηγορίου.} Τίς γὰρ τοιούτου κάλλους ἀνέραστος, εἰ μόνον ὀφθαλμὸν ἔχει τὸν ἐνατενίσαι τῇ ὥρᾳ δυνάμενον; Εἵλκυσαν οὖν αὐτὸν εἰς ἀνταγάπησιν· φησὶν γὰρ ἡ Σοφία·" Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ." {Κυρίλλου.} Νεᾶνις ἦν καὶ Παῦλος·" Πάντα, λέγων, ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ," διὸ καὶ λίαν ἠγάπησε φάσκων·" Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" πῶς δὲ αὐτὸν εἵλκυσαν; ἀκολουθήσασαι τοῖς ἴχνεσιν αὐτοῦ, καὶ τῶν εὐαγγελικῶν ἀπολαύσασαι μύρων· εἰ δὲ δραμοῦμεν, ἔχων τῶν νεανίδων ὁ λόγος," κατὰ τὸ ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευσόμεθα." Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. {Γρηγορίου.} Αἱ μὲν ἔτι νηπιάζουσαι προστρέχουσαι τῇ εὐωδίᾳ· ἡ δὲ τελειωθεῖσα νύμφη εἰς τὰ ἄδυτα ὡς ὁ Παῦλος εἰσάγεται καὶ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. {Ὠριγένους.} Ἤγουν ἀδύνατον τὴν ἀξιέραστον λέγει, κ. τ. λ. {Κυρίλλου.} Ἥντινα βασιλείαν ταμιεῖον ἐν τοῖς παροῦσι προσαγορεύει. {Νείλου.} Ταμιεῖον, τὸ σῶμα λέγει τὸ Κυριακὸν, εἰς ὃ εἰσῆκται ἡ μακαρία ψυχὴ συνοικήσασα τῷ Θεῷ Λόγῳ καὶ συμβασιλεύουσα σὺν αὐτῷ· εἰς ὅπερ παθεῖν ἦν εἰκὸς τὰς ἀπὸ τῆς Συναγωγῆς ὁρώσας αὐτὴν ὡσανεὶ φρυαττομένην, καὶ μετὰ σχήματος σοβαροῦ τὸ, Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ, πρὸς τὰς νεάνιδας λέγουσαν· τοῦτ' εὐσκόπως τῇ γνώμῃ συνειδυῖα, καὶ τὴν κινηθεῖσαν αὐταῖς ἐκ τοῦ διηγήματος ζηλοτυπίαν στοχασαμένη· εἰ τῶν ἐκείναις καθηκόντων ταμιείων τοῦ βασιλέως ἡ δυσμενὴς καὶ μέλαινα ἠξιῶσθαι αὐχεῖ, ὅπερ εἶπον ἂν ἐκεῖναι, ἐξουδενοῦσαι αὐτὴν καὶ χλευάζουσαι, τοῦτο εὐγνωμόνως ὁμολογεῖν αὕτη οὐκ αἰσχύνεται· μετὰ τοῦ προστιθέναι τὴν αἰτίαν, τοῦ εὐλόγως εἰρῆσθαι αὐτὴν παρὰ τοῦ Νυμφίου. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί. {Προκοπίου.} Αἱ νεάνιδες τῇ νύμφῃ φασί· Μετάδος τῆς ἐπιγνώσεως· καθάπερ ὁ προσαναπαυσάμενος τῷ στήθει Χριστοῦ, καὶ φιληθεὶς ἐξ αὐτοῦ μετέδωκε τῆς θεολογίας ἡμῖν. {Γρηγορίου.} Διὰ ταύτης τῆς ῥήσεως τὴν 1553 ἐκκλησιαστικὴν οἰκονομίαν ἐκκαλύπτει ὁ λόγος· οἱ γὰρ πρῶτοι μαθητευθέντες τῇ χάριτι, καὶ αὐτόπται τοῦ Λόγου γενόμενοι, οὐκ ἂν ἑαυτοῖς τὸ ἀγαθὸν περιώρισαν, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους ἐκ διαδόσεως τὴν αὐτὴν ἐποίησαν χάριν· διὰ τοῦτο πρὸς τὴν νύμφην φασὶν αἱ νεάνιδες τὴν πρώτην διὰ τοῦ κατὰ στόμα τοῦ Λόγου γενέσθαι τῶν ἀγαθῶν πληρωθεῖσαν καὶ τῶν κεκρυμμένων μυστηρίων ἀξιωθεῖσαν· ὅτι Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· κοινὴ γὰρ ἡμῶν ἐστι χαρὰ τὸ σὸν ἀγαλλίασμα. Ἀγαπήσωμεν μασθούς σου ὑπὲρ οἶνον, εὐθύτης ἠγάπησέ σε. {Προκοπίου.} Ὡς ἀγαπᾷς σὺ, φασὶν, ὑπὲρ οἶνον τοὺς τοῦ νυμφίου μαστοὺς, οὕτω τοὺς σοὺς ἡμεῖς κατὰ μίμησιν σὴν, δι' ὧν τοὺς νηπίους ἐν Χριστῷ γάλα ποτίζεις. {Ἀπολιναρίου.} Διὰ τοῦτο ὑπὲρ ἀνθρωπίνην ἀγαπῶμεν τὴν τῶν σῶν λόγων ἐπιῤῥοήν· ὅτι σε ἠγάπησεν ἡ εὐθύτης ὁ Ἰησοῦς· δι' οὗ τὸ σκολιὸν εἰς ὀρθὸν ἀπευθύνεται· τοιοῦτος ὁ μαθητὴς ὃν ἠγάπα ὁ Ἰησοῦς. {Ὠριγένους.} Ἤγουν εἰ καὶ νῦν δι' ἀσθένειαν, κ. τ. λ.
1.3.1
Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ· ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλομών. {Νείλου.} Εἰ καὶ μέλαινα νῦν ὑμῖν εἶναι δοκῶ, σημεῖά τινα τῆς προτέρας ἐπιφέρουσα καταστάσεως, ἴστε ὅτι ὡς ἐπὶ σκηνῆς τῷ Αἰθιοπικῷ δέρματι ἐγκέκρυπται κάλλος ἀμήχανον, ὅπερ ἀναλάμψει ἐν τῷ γαμικῷ λουτρῷ. {Ὠριγένους.} Ἐν γὰρ τῇ κολυμβήθρᾳ τοῦ βαπτίσματος ὅταν με λούειν μέλλῃ, τότε ἀναβήσομαι λαμπρὰ, τὴν ἐπισυμβᾶσαν σκοτεινὴν ποιότητα ἀπονιψαμένη· ὡς καὶ ὑμᾶς τότε ὁρώσας θαμβεῖσθαι καὶ λέγειν· Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκασμένη; Τί οὖν κομπάζετε, θυγατέρες Ἱερουσαλὴμ, ἐπὶ τῇ τῶν πατέρων οἰκειότητι, ἔργοις ἀρνησάμεναι τὴν οἰκειότητα αὐτῶν, καὶ τὴν ἐκ πίστεως ἀπωσάμεναι δικαίωσιν; Τὸ δὲ, ὡς σκηνώματα Κηδὰρ καὶ δέῤῥεις, τῶν δύο ποιοτήτων τὰς ἀκρότητας ἐν αἷς γέγονε σημαίνει, ἀρετῆς καὶ κακίας, τὴν τῆς εἰδωλολατρείας μελανότητα μεταθεμένη, καὶ καλὴ γενομένη ὡς τὰς Σολομῶντος δέῤῥεις· ἢ καὶ σκηνώματα Κηδὰρ τοὺς ἀπὸ ἐθνῶν φησιν· δέῤῥεις δὲ Σολομὼν τοὺς ἐξ Ἰουδαίων συνελθόντας καὶ προστιθέντας τῇ πίστει. {Θεοδωρήτου.} Ἔστιν ἐξ ἐθνῶν Ἐκκλησία, μέλαινα μὲν ὡς ἐξηπατημένη καὶ τῇ κρίσει τῶν ἀλόγων κατεσποδωμένη· καλὴ δὲ περιμένουσά σε τὸν ἐξ οὐρανοῦ ἥξοντα διὰ τὴν ἐμὴν σωτηρίαν Δεσπότην· δεδήλωκε δὲ κατὰ ταυτὸν, τῆς δυσσεβείας τὸν ζόφον καὶ τὴν δεδομένην ὑπὸ τῆς θείας χάριτος αὐτῇ ὥραν. {Ὠριγένους.} Λέγει δὲ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, κ. τ. λ. {Γρηγορίου.} Μὴ θαυμάζετε, φησὶν, ὅτι εὐθύ 1556 της ἠγάπησέ με· ἀλλ' ὅτι καὶ μέλαιναν οὖσαν ἐλάμπρυνεν, διὰ τὴν ἐφ' οἷς ἐμελανώθην μετάνοιαν· καὶ ὑμεῖς τοίνυν, εἰ καὶ πρώην ὑμῖν τὸ σκότος ἐνῴκησεν (τοῦτο γὰρ τὸ Κηδὰρ), γένεσθε δέῤῥεις τοῦ Σαλομὼν, Χριστοῦ τοῦ εἰρηνικοῦ βασιλέως, καὶ τοῦ φωτὸς οἰκητήριον· ἀπὸ μέρους γὰρ δέῤῥεις τὴν βασιλικὴν ἔφη σκηνήν.
1.4.1
Μὴ βλέψητέ με ὅτι εἰμὶ μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιοσ. {Γρηγορίου.} Τὴν τῶν μαθητευομένων διάνοιαν μὴ τῷ Δημιουργῷ τὴν αἰτίαν τοῦ σκοτεινοῦ εἴδους ἀνατιθέναι, ἀλλὰ τῇ ἑκάστου προαιρέσει, καί φησιν· Μὴ νομίσητε ὅτι μέλαινα ἐκτίσθην, ἀλλ' ὅτι τοιαύτην ὁ πονηρὸς ἀπέδειξεν ἥλιος· περὶ οὗ τὸ ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε. {Ὠριγένους.} Ἢ ὅτι σκοτισθεῖσάν με τῇ ἁμαρτίᾳ, Χριστὸς παρεῖδε διὰ τὴν ἀπιστίαν, ὃν Ἥλιον δικαιοσύνης ἀναγορεύουσιν αἱ Γραφαί. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό μου φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. {Γρηγορίου.} Υἱοὺς μητρὸς, τοὺς νοητοὺς εἶπεν ἐχθρούς· λογικοὶ γὰρ ὁμοίως, καὶ ἐκ μιᾶς ἅπαντες αἰτίας τῆς θείας φύσεως· οἵτινές με, φησὶν, ἐκβάλλοντες τοῦ καλοῦ ἀμπελῶνος, τουτέστι τοῦ παραδείσου, ἔθεντό με φυλάσσειν τοὺς αὐτῶν ἀμπελῶνας, ἐν οἷς βότρυς πικρίας καὶ σταφυλὴ χολῆς καὶ θυμὸς δρακόντων γεωργεῖται· ἐν ἀμπελῶσι δὲ εἶπε διὰ τὸ πολυσχεδὲς τῆς κακίας· μνησθεῖσα δὲ τοῦ πάλαι πτώματος, τὰς νεάνιδας ἀφεῖσα, πρὸς τὸν νυμφίον αὖθις ποιεῖται τὸν λόγον. {Ὠριγένους.} Ἤγουν οἱ διδάσκοντες μαθηταὶ τοῦ Χριστοῦ, κ. τ. λ. {Κυρίλλου.} Τάχα δὲ κατηγορεῖ ἑαυτῆς, ὅτι τὸν ἴδιον οὐκ ἐφύλαξεν ἀμπελῶνα, πορθεῖν αὐτὸν ἀφεῖσα πάντα τὸν παραπορευόμενον τὴν ὁδόν· λυμήνασθαί τε αὐτὸν ἦν ἐκ δρυμοῦ, καὶ μονιὸν ἄγριον κατανεμήσασθαι αὐτόν· τάχα δὲ καὶ δοξάζει τὸν Θεὸν, ὅτι μὴ δυνηθεῖσα φυλάξαι τὸν ἴδιον ἀμπελῶνα, τῷ μήτε γεωργῆσαι, μήτε φυλάξαι, ἐπὶ τοσοῦτον προέκοψεν, ὡς πολλοὺς ἀμπελῶνας δυνηθῆναι φυλάξαι. {Ἀπολιναρίου.} Ἀνάγοιτο δ' ἂν ταῦτα καὶ ἐπὶ τοὺς πρότερον μὲν τὴν Ἐκκλησίαν διώξαντας, ὕστερον δὲ διδάξαντας τοὺς ὑπ' αὐτῶν διωχθέντας, ὁποῖος ἦν ὁ Παῦλος· ἑνικῶς γὰρ ἐξέδωκεν ὁ Σύμμαχος εἰπών· Υἱὸς μητρός μου ἐμαχέσατο ἐν ἐμοὶ, ἔθετό με φυλάκισσαν ἐν ἀμπελῶσι, τουτέστι μετὰ τὸ διῶξαι, ἔθετό με φυλάσσειν τὰς ἐντολὰς τοῦ Θεοῦ. {Κυρίλλου.} Ἤγουν υἱοὺς μητρὸς αὐτῆς λέγει τῆς συναγωγῆς, τοὺς Γραμματεῖς καὶ Φαρισαίους· οἵτινες ἐπολέμουν τοῖς πιστεύουσιν εἰς Χριστόν· τηρεῖν ἐντελλόμενοι τὴν κατὰ τὸν νόμον λατρείαν· 1557 αὕτη γὰρ ἀμπελών· ἀλλ' ἐγὼ ταύτην, φησὶν, οὐκ ἐφύλαξα· ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν· ὥς φησιν ὁ μακάριος Παῦλος. ʹ. Ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ· μήποτε γένωμαι ὡσεὶ περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου. {Γρηγορίου.} Τοὔνομά σου, φησὶν, ἀγνοῶ, ἐκ δὲ τῆς ἀγάπης καλῶ· ἀγαπῶ γὰρ εἰκότως τὸν ἀγαπήσαντα καὶ τὴν ψυχὴν θέντα ὑπὲρ ἐμοῦ· καὶ βούλομαί σου τὴν νομὴν εὑροῦσα ἐμφορηθῆναι τῆς αἰωνίου τρυφῆς, ἧς ὁ μὴ φαγὼν οὐ δύναται εἰς τὴν ζωὴν εἰσελθεῖν· ἔνθα με ἀναπαύσεις, ἐν ἀσκίῳ φωτὶ τῆς ἀναστάσεως· ἀλλά με δίδαξον πῶς ἔστι τούτων τυχεῖν, μήπως ἀποσφαλεῖσα ταῖς ἀλλοτρίαις ἐμπέσω τῶν σῶν ποιμνίων ἀγέλαις· ἀγωνιᾷ γὰρ εἰς τὸ φυλάξαι μέχρι τέλους ὅπερ ἐκτήσατο κάλλος, καὶ περὶ τούτου πυνθάνεται· ὁ δὲ νυμφίος μείζων πόθον ἐξάπτων ἀναβάλλεται τὴν ἀπόκρισιν· οἱ φίλοι δὲ ἀποκρίνονται τοῦ νυμφίου, καὶ λέγουσι τὰ ἐπαγόμενα, τὸν τρόπον τῆς τῶν προσόντων ἀγαθῶν ἀσφαλείας, διὰ συμβουλῆς ὑφηγούμενοι· ἔστι δὲ κεκαλυμμένος ὁ παρ' ἐκείνων λόγος. {Κυρίλλου.} Ἑταίρους αὐτοῦ τοὺς ἀποστόλους καλεῖ· ἔφη γάρ·" Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους." Φίλοι γάρ ἐστε. Περιβαλλομένη δὲ λέγει καλυπτομένη· λέγοντος Παύλου·" Ὅτι ἄχρι τῆς σήμερον ἡμέρας, ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." Φωνὴ οὖν ἡ μετανοοῦσα συναγωγὴ πρὸς Χριστὸν, Δήλωσόν μοι σαυτὸν, ὅπως μὴ τῶν ἑταίρων σου ποιμαίνων τὰς Ἐκκλησίας, ἐγὼ ἐπὶ τὴν καρδίαν μείνω τὸ κάλυμμα ἔχουσα.
1.5.1
Ἐὰν μὴ γνῷς σεαυτὴν ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. {Γρηγορίου.} Τοῦτο φυλακτήριον, τὸ σεαυτὴν ἐπιγνῶναι· ὁ δὲ τοῖς τῶν προοδευσάντων πεπλανημένοις ἴχνεσιν ἀκολουθήσας, λήσεται εἰς ἔριφον ἀντὶ προβάτου μεταβαλών. Τοῦ νυμφίου τοίνυν οἱ φίλοι φασίν· Ὡς ἐκ μελαίνης ψυχὴ γενομένη καλὴ, εἴ σοι μέλλει τοῦ φυλάξαι τὸ κάλλος, μὴ ἀκολούθει πεπλανημένοις, μήποτε προστεθῇς τῇ τῶν ἐρίφων ἀγέλῃ, τῇ λαβούσῃ τὴν στάσιν τὴν ἐξ ἀριστερῶν· ἔστι δὲ σαφεστέρα γραφὴ καὶ τηροῦσα τὴν σύνταξιν· Ἐὰν μὴ γνῷς σεαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε ἐκ τῶν πτερνῶν τοῦ ποιμνίου, καὶ ποιμανεῖς ἐρίφους· ἀντὶ σκηνωμάτων ποιμνίων· ἵνα τὸ ἔξελθε ἀντὶ τοῦ ἐξελεύσῃ. {Φίλωνος.} Ἕτερος τὸν λόγον ὡς ἀπὸ τοῦ νυμφίου φησὶ πρὸς τὴν ἐν πάσαις ταῖς συναγωγαῖς μόνην οὖσαν καλὴν, ὅτι Γνῶθι ποῦ ἦς καὶ ποῦ νῦν εἶ, καὶ παρὰ τίνος ἔχεις τὸ κάλλος· εἰ δὲ σαυτὴν ἀναξίαν τῆς ἐμῆς δόξης ποιεῖς, ποίμαινε τῶν ἁμαρτωλῶν τὰς ψυχὰς ἐν τοῖς σκηνώμασι τῶν τοῦ Ἰσραὴλ βασιλέων. 1560 {Κυρίλλου.} Ἤγουν, εἰ μὴ μετανοήσῃς, φησὶν, ὀπίσω τῶν ἐθνῶν εὑρεθήσῃ· ἅτε μὴ ἔχουσα καρποὺς δικαιοσύνης, ἄκαρπος μένουσα, καὶ ὀπίσω ποιμνίων ὧν ἐμαυτὸν συνεστησάμην. {Ἀπολιναρίου.} Κατὰ δὲ τὴν ἔκδοσιν τοῦ Συμμάχου, τοιαύτην ἔχει τὴν ἔννοιαν· Εἰ μήπω τὸν χαρακτῆρα τῆς ἐμῆς ἐπέγνωκας ποίμνης, καὶ κατὰ νόμους ἐμοὺς τὸν σεαυτῆς ποιμανεῖς λαὸν, ἐξελθοῦσα τοῖς ποιμνίοις ἀκολούθει. γνώσει γὰρ οὕτως, ὅτι μὴ κατὰ τὴν ποίμνην τὴν Ἰουδαϊκὴν βαδίζει πρόβατα τὰ ἐμά· οὕτω γὰρ ποιμαινομένη, καὶ τὰ ἑαυτῆς νεαρὰ ποιμαίνουσα θρέμματα, ἅπερ εἶπεν ἐρίφους, γνώσῃ ποῦ νέμει Χριστὸς, καὶ τίνες οἱ ὑπ' αὐτὸν νεμόμενοι, τὸν πνευματικὸν ἔχοντες καὶ κάλλιστον χαρακτῆρα, καθ' ὃν καλὴ ἐν γυναιξὶν ἡ ἐξαίρετος Ἐκκλησία. {Ὠριγένους.} Τὸ πολυθρύλλητον δὲ παρ' Ἕλλησιν ἐπίφθεγμα προείληπται παραδοθὲν τῷ σοφῷ Σολομῶντι, τὸ, Γνῶθι σαυτὸν, κ. τ. λ.
1.6.1
Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. {Γρηγορίου.} Ἵππους Θεοῦ ἀντιτασσομένη τοῖς ἄρμασι Φαραὼ, δύναμίς τις ἀγγελικὴ καὶ ἀόρατος καταποντίζουσα τὸν Αἰγύπτιον· ᾗ παρεικάζεται ἡ τῷ λουτρῷ κεκαθαρμένη ψυχὴ, πᾶν Αἰγύπτιον νόημα καὶ πᾶσαν τὴν ἀλλόφυλον κακίαν τοῖς ὕδασι κατακλύζουσα· τὴν οὖν ποτε, φησὶ, γενομένην ἐν ἅρμασι Φαραὼ, τῇ ἵππῳ μου νῦν παρωμοίωσά σε. {Κυρίλλου.} Ἤγουν δεξαμένη τὴν ἐμὴν, ὦ Ἐκκλησία, πίστιν τοῖς ἀποστόλοις εἰκάσθης· περὶ ὧν τὸ," Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία·" οἳ καὶ κατὰ τῶν ἁρμάτων εὐτρεπίσθησαν τοῦ νοητοῦ Φαραώ.
1.7.1
Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος; {Γρηγορίου.} Ἐπείπερ ἵππος ἀκόλαστος, τῆς τρυγόνος αὐτὴν ἐκόσμησε σωφροσύνην· ἵππον γὰρ εἶπον, φησὶν, οὐχ ὡς κημοῦ δεομένην καὶ χαλινοῦ· ἐμπρέπει γὰρ ἡ καθαρά σοι ζωή. {Κυρίλλου.} Ἤγουν τὴν αἰδὼ τὴν πρὸς τὸν νυμφίον παρίστησι διὰ τῆς τρυγόνος· ἐρυθραὶ γὰρ τῆς τρυγόνος αἱ σιαγόνες· τῇ δὲ συναγωγῇ τοὐναντίον·" Ὄψις πόρνης ἐγένετό σοι ἀπανῃσχύντησας πρὸς πάντας." {Ὠριγένους.} Ἀλλὰ καὶ μέλη Χριστοῦ Ἐκκλησίαν νύμφης ὁ Παῦλός φησιν, κ. τ. λ. Τράχηλός σου ὡς ὁρμίσκοι. {Γρηγορίου.} Ἐπαινεῖ τὸν τράχηλον τὸν ἐν σχήματι κύκλου γυρούμενον; ὃ δὴ περὶ τοὺς γαύρους τῶν πώλων ὁρῶμεν γινόμενον· ἡ γὰρ τῶν ὁρμίσκων μνήμη τὸν κύκλον ἐνδείκνυται, οὗ τὸ σχῆμα ἐπὶ τοῦ αὐχένος δεικνύμενον, εὐπρεπέστερον αὐτοῦ τὸν πῶλον ποιεῖ· ὅρμος δὲ λέγεται, κυρίως μὲν ἐπὶ τῶν παραλίων τόπων, ἐν οἷς ἡ ὄχθη καὶ τὸ 1561 ἐντὸς μονοειδῶς κοιλανθεῖσα, ὑποδέχεται τῷ κόλπῳ τὴν θάλασσαν· καὶ ἀναπαύει δι' ἑαυτῆς τοὺς ἐκ τοῦ πελάγους προσπλέοντας· ἐκ μεταφορᾶς δὲ διὰ τοῦ σχήματος, ὁ περιτραχήλιος κόσμος ὅρμος λέγεται· ὡς δὲ εἰς κύκλου σχῆμα κάμπτων ὁ πῶλος τὸν αὐχένα πρὸς τὰς ἰδίας τῶν ποδῶν βάσεις ὁρῶν, δι' ὧν ἀπρόσκοπόν τε καὶ ἀσφαλῆ ποιεῖται τὸν δρόμον, μήτε τῷ λίθῳ προσπταίων, μήτε κενεμβατῶν ἐν τῷ βόθρῳ· τοῦτο δὲ οὐ μικρὸν εἰς εὐφημίαν ἐστὶ ψυχῆς, τὸ πρὸς ἑαυτὴν βλέπειν· καὶ δι' ἀσφαλείας ἁπάσης πρὸς τὸν θεῖον δρόμον ἐπείγεσθαι· εἰ δὲ ἦν ἑνὶ μόνῳ προσεικασμένη ὁρμίσκῳ, ἀτελὴς πάντως ὁ ἔπαινος ἦν, ὡς οὐ τὴν αὐτὴν καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν τὴν μαρτυρίαν ἔχων· νῦν δὲ πᾶσαν συλλαμβάνει τῷ λόγῳ τῶν ἀρετῶν τὴν μαρτυρίαν, ἡ πρὸς τὸ πλῆθος τῶν ὁρμίσκων ὁμοίωσις. {Διδύμου.} Ὁρμίσκοι γὰρ, ἡ καθαρὰ πίστις, ἡ ἀμόλυντος σωφροσύνη, ὁ καθαρὸς βίος· ἤγουν αὐτὸ χρῆμα κόσμος ἐστὶν, ἀλλ' οὐ κόσμιον περικείμενος. {Κυρίλλου.} Λέγει τράχηλον τὸ ὑποτακτικὸν τῆς ψυχῆς· πῶς γὰρ κόσμος καλὸς, αὐχὴν μελετήσας φέρειν τοῦ Χριστοῦ τὸν ζυγόν; ιʹ, ιαʹ. Ὁμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου· ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ. {Ὠριγένους.} Τοῦτο δὲ, οὐ πολὺς ἦν οὐδὲ κεχυμένος ὁ ἄργυρος, κ. τ. λ. {Γρηγορίου.} Ἄξιον δὲ τοῦτο μὴ παραδραμεῖν ἀθεώρητον· τί δήποτε οὐκ αὐτὸ τὸ χρυσίον εἰς κόσμον παραλαμβάνεται, ἀλλὰ τοῦ χρυσίου τὰ ὁμοιώματα· καὶ οὐκ αὐτὸς ὁ ἄργυρος, ἀλλὰ τὰ ἐκ τῆς ὕλης ταύτης, τῷ ὁμοιώματι τοῦ ἀργυρίου συγκροτούμενα στίγματα· τὸ τοίνυν διὰ τοῦτο δηλούμενον τοιοῦτόν ἐστιν, ὅτι ἡ θεία φύσις πάσης ὑπέρκειται καταληπτικῆς διανοίας. Τὸ δὲ περὶ αὐτῆς ἡμῖν ἐγγινόμενον νόημα, ὁμοιώματά ἐστι τοῦ ζητουμένου· οὐ γὰρ αὐτὸ δείκνυσιν ἐκείνου τὸ εἶδος, ὃ οὔτε τις οἶδεν, οὔτε ἰδεῖν δύναται, ἀλλὰ δι' ἐσόπτρου καὶ δι' αἰνίγματος ἔμφασίν τινα σκιαγραφεῖ τοῦ ζητουμένου, ἔκ τινος εἰκασμοῦ ταῖς ψυχαῖς γινόμενον· πᾶς δὲ λόγος τῶν τοιούτων νοημάτων σημαντικὸς, στιγμῆς τινος ἀμεροῦς δύναμιν ἔχει, μὴ δυνάμενος ἐμφῆναι ὅπερ ἡ διάνοια βούλεται· ὡς εἶναι πᾶσαν μὲν διάνοιαν κατωτέραν τῆς ἀληθείας κατανοήσεως· πάντα δὲ λόγον ἑρμηνευτικὸν στιγμὴν βραχεῖαν δοκεῖν, μὴ δυνάμενον τῷ πλάτει τῆς διανοίας ἐπεκτείνεσθαι· τὴν οὖν διὰ τῶν τοιούτων ῥημάτων χειραγωγουμένην ψυχὴν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν, διὰ μόνης πίστεως εἰσοικίζειν ἐν ἑαυτῇ λέγει δεῖν τὴν πάντα νοῦν ὑπερέχουσαν φύσιν· καὶ τοῦτό ἐστι τὸ παρὰ τῶν φίλων λεγόμενον, ὅτι Σοὶ ποιήσωμεν, ὦ ψυχὴ, τῇ καλῶς πρὸς τὸν ἵππον ἀπεικασθείσῃ, ἰνδάλματά τινα τῆς ἀληθείας καὶ ὁμοιώματα· τοιαύτη γὰρ καὶ τοῦ τῶν λόγων ἀργυρίου ἡ δύναμις 1564 ὡς ἐναυγάσματα σπινθηροειδῆ δοκεῖν εἶναι τὰ ῥήματα, μὴ δυνάμενα δι' ἀκριβείας ἐμφῆναι τὸ ἐγκείμενον νόημα· σὺ δὲ ταῦτα δεξαμένη, ὑποζύγιόν τε καὶ οἰκητήριον γενήσῃ διὰ πίστεως, τοῦ ἐν σοὶ ἀνακλίνεσθαι μέλλοντος διὰ τῆς ἐν σοὶ κατοικήσεως· τοῦ γὰρ αὐτοῦ καὶ θρόνος ἔσῃ καὶ οἶκος γενήσῃ· ταῦτα τῶν φίλων τοῦ νυμφίου τῇ καθαρᾷ καὶ παρθένῳ χαρισαμένων ψυχῇ, εἶεν δ' ἂν οὗτοι τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. {Φίλωνος.} Καὶ ὁμοιώματα χρυσίου οἱ μάρτυρες, ὡς χρυσὸς ἐν πυρὶ δοκιμασθέντες· φέροντες ἐπὶ τοῦ σώματος τὰ στίγματα τοῦ Χριστοῦ καὶ ἐν καιρῷ δὲ εἰρήνης οὐ μόνον ἐν διωγμοῖς· διὰ τὸ ἑλέσθαι τῇ παλιγγενεσίᾳ παραγένηται. {Κυρίλλου.} Ἤγουν ἀργύριον μὲν ἐν τῇ Γραφῇ συνήθως, ἡ θεία διδασκαλία· χρυσίον δὲ τὰ θεῖα χαρίσματα· πάντα δὲ πρὸ τῆς ἐπιδημίας Χριστοῦ, ὁμοιώματα ἦν καὶ σκιὰ τῶν μελλόντων, κατὰ τὸν Ἀπόστολον, ἀγαθῶν· ἀναστὰς δὲ Χριστὸς τὰ τέλεια τοῖς ἀνθρώποις δεδώρηται· πρὸ δὲ τῆς ἀναστάσεως ὁμοιώματα εἴχομεν, παρὰ τῶν ἐπαίνων αὐτοῦ, τοῦ τε νόμου καὶ τῶν προφητῶν. Νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ. {Προκοπίου.} Εὐωδίαν φησὶν ἐκ ποικίλων ἀρετῶν καθάπερ ἐξ ἀνθέων συναγομένην τῇ νύμφῃ· ἐν ἑαυτῇ γὰρ ὀσφραίνεται τῆς εὐωδίας Χριστοῦ· καὶ εἰ τὸ πάθος εἶπεν αὐτοῦ, ἐφ' ᾧ καὶ τὸ ἀλάβαστρον τοῦ μύρου χυθὲν διέδωκε πανταχοῦ τὴν ὀσμήν. {Ὠριγένους.} Τὴν γὰρ τοῦ νυμφίου φησὶν ὀσμὴν, κ. τ. λ. {Γρηγορίου.} Ὡς γὰρ ὑμεῖς, φησὶ, τὰ λειτουργικὰ πνεύματα, οὐκ αὐτὸ τὸ ἀκήρατον τῆς θεότητος χρυσίον, ἀλλ' ὁμοιώματα διὰ τῶν χωρητικῶν ἡμῖν νοημάτων τοῦ χρυσίου χαρίζεσθε· οὐ τηλαυγεῖ τῷ λόγῳ τὰ κατ' αὐτὸν ἐκκαλύπτοντες, ἀλλὰ διὰ τῆς βραχύτητος τῶν τοῦ λογικοῦ ἀργυρίου στιγμάτων ἐμφάσεις τινὰς παρασχόμενοι τοῦ ζητουμένου, οὕτω κἀγὼ διὰ τῆς ἐπιπνοίας τοῦ ἐμοῦ μύρου, τὴν αὐτοῦ ἐκείνου εὐωδίαν τῇ αἰσθήσει παρεδεξάμην· τοιοῦτον δὲ, μοὶ δοκεῖ, νοῦν ἔχει· Ὥσπερ ἐκ διαφόρων ἀρωμάτων, ἄλλου κατ' ἄλλην ἰδιότητα εὐπνοούντων, τεχνική τις καὶ ἔμμετρος μίξις τὸ τοιοῦτον ἀπεργάζεται μύρον μιᾶς τινος πόας εὐώδους ἐκ τῶν συνεμβαλλομένων, ᾗ ὄνομα νάρδος ἐστὶν, ὅλῳ τῷ κατασκευάσματι περιεχομένης τὸ ὄνομα· οὕτω καὶ εἴ τις πᾶν ἄνθος εὐωδίας ἐκ τῶν ποικίλων τῆς ἀρετῆς λειμώνων ἀνθολογήσας καὶ πάντα ἑαυτοῦ τὸν βίον ἓν μύρον διὰ τῆς τῶν καθ' ἕκαστον ἐπιτηδευμάτων εὐοσμίας ἀπεργασάμενος, διὰ πάντων γένοιτο τέλειος, πρὸς αὐτὸν μὲν τὸν Θεὸν Λόγον, ὡς πρὸς ἡλίου κύκλον ἀτενῶν ἐνιδεῖν φύσιν οὐκ ἔχει, διὰ τὸ ὑπερκείμενον τῆς οὐσίας, ἐν ἑαυτῷ δὲ, καθάπερ ἐν κατόπτρῳ, βλέπειν τὸν ἥλιον· αἱ γὰρ τῆς ἀληθινῆς καὶ θείας ἀρετῆς ἀκτῖνες τῷ 1565 κεκαθαρμένῳ βίῳ, διὰ τῆς ἀποῤῥεούσης αὐτῶν ἀπαθείας ἐκλάμπουσαι, ὁρατὸν ποιοῦσιν ἡμῖν τὸν ἀόρατον, καὶ ληπτὸν τὸ ἀπρόσιτον· τῷ ἡμετέρῳ κατόπτρῳ ἐνζωγραφοῦσα τὸν ἥλιον· ἢ καὶ τὸ πάθος αἰνίττεται τοῦ Χριστοῦ, ἐφ' ᾧ καὶ τὸ ἀλάβαστρον τοῦ μύρου χυθὲν, διέδωκεν τὴν ὀσμήν.
1.8.1
Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοὶ, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται. {Γρηγορίου.} Διὰ τούτων μείζονα καὶ τελεωτέραν ἐμφαίνει σοφίαν, ἣν κατορθῶσαι μόνον τῶν ἤδη τετελειωμένων ἐστίν· ἐπειδὴ γὰρ ἔθος ταῖς φιλοκόσμοις γυναιξὶ μὴ τοῖς ἔξωθεν προκοσμήμασι μόνον ἐπινοεῖν ἑαυταῖς τὸ ἐπὶ τῶν συμβιούντων ἐράσμιον, ἀλλ' ἐπιτηδεύειν διά τινος εὐπνοίας, ἡδίω τὰ σώματα τοῖς ἑαυτῶν ἀνδράσι φαίνεσθαι, τὸ καταλλήλως ἐνεργοῦν πρὸς τὴν τοιαύτην χρείαν ἄρωμα, ἐντὸς τῆς κατὰ τὴν ἐσθῆτα περιβολῆς ἐγκρύπτουσαι· οὗ τὸν οἰκεῖον ἀτμὸν ἐκδιδόντος, καὶ τὸ σῶμα τῇ τοῦ ἀρώματος εὐπνοίᾳ συγκαταχρώννυται τοῦ ἐμοῦ αὐχένος ἀπόδεσμος, καὶ κατὰ τοῦ στήθους εὐωδιάζων τὸ σῶμα· αὐτός ἐστιν ὁ Κύριος, οὐχ ἕτερον ἄρωμα· στακτὴ γὰρ γενόμενος ἔγκειται τῷ ἀποδέσμῳ τῆς συνειδήσεως αὐτῇ μου τῇ καρδίᾳ νῦν αὐλιζόμενος, οἱονεὶ ἐν τῷ βαθεῖ καὶ μεσαιτάτῳ, ἐν ᾧ τόπῳ τὸ ἀγαθὸν θησαυρίζεται, καὶ ζωπυρεῖ τὰ τοῦ σώματος μέλη· μηδὲ μιᾶς ἀνομίας τὴν κατὰ Θεὸν ἀγάπην ἀποψυχούσης· στακτὴ δὲ γέγονεν, ὡς ἄτευκτος ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν· λέγει δὲ καὶ ἐν Ψαλμοῖς," Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ ἱματίων σου·" μή ποτε οὖν τοῦ Δεσποτικοῦ θανάτου σύμβολον ἡ στακτὴ καὶ σμύρνα, ἣν ἀπόδεσμον τῇ ἑαυτῆς περιφέρει καρδίᾳ ἡ νύμφη; {Ὠριγένους.} Εἰποῦσα τὴν νάρδον τοῦ νυμφίου, κ. τ. λ. {Κυρίλλου.} Νάρδῳ καὶ ἀποδέσμῳ στακτῆς, ὁ ἐνταφιασμὸς σημαίνεται Χριστοῦ· ἂ Νικόδημος φέρων ἐνετύλιξε τὸ σῶμα αὐτοῦ· μαστοὺς δὲ φέρει τὰς δύο διαθήκας ἡ νύμφη, ὧν ὁ Χριστὸς ἀνὰ μέσον αὐλίζεται.
1.9.1
Βότρυς τῆς Κύπρου ἀδελφιδός μου ἐμοὶ, ἐν ἀμπελῶσιν Ἐνγαδδί. {Γρηγορίου.} Τίς οὕτω μακάριος ὥστε τὸν ἴδιον καρπὸν βλέπων ἐν αὐτῷ τῷ βότρυϊ τῆς ἑαυτοῦ ψυχῆς, ὁρᾷν τοῦ ἀμπελῶνος δεσπότην; ἰδοὺ γὰρ ὅσον ηὐξύνθη ἡ ἐν τῇ ἰδίᾳ νάρδῳ τοῦ νυμφίου ἐπιγνοῦσα τὴν εὔπνοιαν, ἡ στακτὴν αὐτὸν εὐώδη ποιησαμένη, καὶ διαλαβοῦσα τῷ τῆς καρδίας ἐνδέσμῳ τὸ ἄρωμα, ὡς ἂν παραμένῃ αὐτῇ τὸ ἀγαθὸν διὰ παντὸς ἀδιάπνευστον, μήτηρ τοῦ θείου βότρυος γίνεται, τοῦ πρὸς μὲν τοῦ πάθους κυπρίζοντος, ὅπερ ἐστὶν ἀνθοῦντος, ἐν δὲ τῷ πάθει τὸν οἶνον προχέοντος· ὁ γὰρ τὴν καρδίαν ἡμῶν εὐφραίνων οἶνος, αἷμα σταφυλῆς μετὰ τὴν τοῦ πάθους οἰκονομίαν γίνεται καὶ ὀνομάζεται· 1568 διπλῆς οὖν οὔσης ἐν τῷ βότρυϊ τῆς ἀπολαύσεως, τῆς μὲν ἐκ τοῦ ἄνθους, ὅταν εὐφραίνῃ τῇ εὐωδίᾳ τὰ αἰσθητήρια, τῆς δὲ διὰ τοῦ τελειωθέντος ἤδη καρποῦ, ὅταν ὑπάρχῃ κατ' ἐξουσίαν, ἢ τῆς βρώσεως κατατρυφᾷν, ἢ συμποσίοις τῷ οἴνῳ φαιδρύνεσθαι· ἐνταῦθα ἡ νύμφη ἔτι τὸν ἀνθοῦντα βότρυν καρποφορεῖ· Κύπρον τὴν οἰνάνθην κατονομάζουσι· τὸ γὰρ γεννηθὲν ἡμῖν παιδίον Ἰησοῦς ἐν τοῖς δεξαμένοις αὐτὸν, διαφόρως προκόπτων σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, οὐκ ἐν πᾶσιν ὁ αὐτός ἐστιν, ἀλλὰ πρὸς τὸ μέτρον ἐν ᾧ γίνεται· καθὼς ἂν ὁ χωρῶν ἱκανότητος ἔχῃ, τοιοῦτος φαίνεται, ἢ νηπιάζων, ἢ προκόπτων, ἢ τελειούμενος, κατὰ τὴν τοῦ βότρυος φύσιν· ὃς οὐ πάντοτε μετὰ τοῦ αὐτοῦ εἴδους ἐπὶ τῆς ἀμπέλου ὁρᾶται· ἀλλὰ καὶ συνεξαλλάσσει τῷ χρόνῳ τὸ εἶδος, ἀνθῶν, κυπρίζων, τελειούμενος, πεπαινόμενος, οἶνος γινόμενος· οὕτως τοίνυν ὁ τῆς Κύπρου βότρυς ἐστὶ βότρυς οἶνον ἐπαγγελόμενος, οὔπω δὲ οἶνος, ἀλλὰ διὰ τοῦ ἄνθους γινόμενος· ἡ δὲ ἐλπὶς τὸ ἄνθος ἐστὶ, τὴν ἐσομένην χάριν πιστούμενον· τὴν ὄσφρησιν γὰρ εὐφραίνει ἀντὶ τῆς γεύσεως τῇ προσδοκίᾳ τῶν ἀγαθῶν, τοῖς ἀτμοῖς τῶν ἐλπίδων ἡδύνον τὰ τῆς ψυχῆς αἰσθητήρια· ἡ δὲ τοῦ Γαδδὶ προσθήκη σημαίνει τὸν πίονα χῶρον, ᾧ ῥιζωθεῖσα ἡ ἄμπελος, εὔτροφον καὶ ἡδὺν καρπὸν ἀπεργάζεται· οὕτω γὰρ καὶ οἱ τοπικῶς ἱστορήσαντες λέγουσι τὸν κλῆρον τοῦ Γαδδὶ ἐπιτηδείως ἔχειν πρὸς εὐτροφίαν βοτρύων· ἐπειδὴ τοίνυν ὁ τῷ νόμῳ Κυρίου σύμφωνον ἔχων τὸ θέλημα, καὶ διὰ πάσης νυκτός τε καὶ ἡμέρας ταύτην τὴν μελέτην ποιούμενος, ἀειθαλὲς γίνεται δένδρον, ταῖς τῶν ὑδάτων ἐπιῤῥοαῖς πιαινόμενος· τούτου χάριν καὶ ἡ τοῦ νυμφίου ἄμπελος ἐν τῷ Γαδδὶ τῷ πίονι τόπῳ ἐῤῥιζωμένη βαθείᾳ τῇ διανοίᾳ διὰ τῶν θείων διδαγμάτων καταρδομένη καὶ αὔξουσα τὸν εὐανθῆ τοῦτον καὶ κυπρίζοντα βότρυν ἐξήνθησε, πρὸς τὴν τοῦ νυμφίου μορφὴν ὁμοιούμενον. Εἰ γὰρ αὐτὸς μὲν ἡ ἄμπελος, ἡμεῖς δὲ τὰ κλήματα, ἐν αὐτῇ δηλονότι τῇ ἀμπέλῳ καρποφοροῦμεν. {Νείλου.} Βότρυν Κύπρου ἢ τὴν ἀνθοῦσαν λέγει σταφυλὴν, ἢ τὸν ἐκ τῆς Κύπρου βότρυν, ἴσως ἐξαίρετόν τι ἐχούσης τῆς πατρίδος, εὐτοκίᾳ βοτρύων· ὁπότερον δὲ τούτων ἂν λέγηται παρὰ τῆς νύμφης, τῷ ὁπίσω συνᾴδει νοήματι· καὶ γὰρ ἀνθοῦσαν λέγει σταφυλὴν τὸν ἑαυτῆς ἀδελφιδὸν, τοιοῦτο λέγει· ὅτι ἕως ἐστὶν ἐν τοῖς δοκοῦσι περιστατικοῖς, κυπρίζων ἐστὶ βότρυς· πλὴν τῶν δι' ἐλπίδος ἀπεκδεχομένων τὴν τούτου τελείωσιν· ἐμοὶ δὲ καὶ ἐν τῷ ἄνθει ὢν, εἰ καὶ μὴ τὴν ἐκ τῆς βρώσεως, ἀλλὰ γοῦν τὴν ἐκ τῆς εὐωδίας παρέχει ἀπόλαυσιν, καὶ τὴν τῆς ἀναστάσεως ὑποφαίνει εὐφροσύνην· τῷ ἄνθει λεληθότως τὸν καρπὸν ὑποκυλίων, καὶ τῇ εὐωδίᾳ τοῦ ἄνθους τέως παραμυθούμενος· ἐν ἀμπελῶσι γάρ ἐστιν ἐν Γαδδὶ, ὅπερ ἑρμηνεύεται, ὀφθαλμὸς πειρατηρίου· καὶ γὰρ ὁ Κύριος κρεμάμενος ἐν σταυρῷ ὡς ἐν πειρατηρίῳ τοῖς ἁπάντων ὀφθαλμοῖς, πολλὴν ἀμηχανίαν παρέχων τοῖς ὁρῶσιν· ἀλλ' οὐκ ἐσκανδαλίζετο ἡ τελεία ψυχὴ, τελείαν ἔχουσα τὴν εἰς αὐτὸν ἀγάπην, καὶ ἐκ τῶν προφητειῶν πεπεισμένη, ὅτι ταῦτα ἔδει γενέσθαι· καὶ γὰρ πολλοὺς, φησὶν, ἢ καὶ πάντας ἐτάραξε τὰ γεγενημένα, ἀλλ' οὐδὲν ἐμὲ τούτων παρεκίνησεν· οὐδὲ διστάσαι παρεσκεύασεν· εἰ δὲ καὶ κατὰ τὴν 156 ἄλλην ἐκδοχὴν, βότρυς Κύπρου ἐστὶ, σκεπτέον πῶς τῆς Κύπρου βότρυς ὢν, οὐκ ἐν ἀμπελῶσι Κύπρου, ἀλλ' ἐν Γαδδὶ λέγεται εἶναι· τάχα οὖν ὅτε ἦν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, πρὸ τῆς ἐνανθρωπήσεως, βότρυς ἦν τῆς Κύπρου Θεὸς Λόγος ὤν· ὅτε δὲ τῷ κόσμῳ διὰ σαρκὸς ἐπεδήμησεν, ἐν ἀμπελῶσι γέγονε τῇ Γαδδί· ἐν ᾗ οἱ ὀφθαλμοὶ τοῦ πειρατηρίου οὐκ ἔχοντες ἀκριβῆ τὴν τῆς ἀληθείας κατάληψιν, δυσδιάγνωστον ἐποίουν τὸ φαινόμενον, ἰσοῤῥεπῶς τῆς διανοίας ἐφ' ἑκάτερα κινούσης, ἐπί τε τὴν θεϊκὴν ἀξίαν διὰ τὸ μέγεθος τῶν θαυμάτων, ἐπί τε τὴν ἀνθρωπίνην εὐτέλειαν διὰ τὰ πάθη· μετὰ γοῦν τὴν τοιαύτην, ἔν τε ταῖς πράξεσιν, ἔν τε τοῖς δόγμασιν αὐτοῖς ἀκρίβειαν ἀμειβόμενος αὐτὴν ὁ νυμφίος, μᾶλλον δὲ τὰ προσόντα αὐτῇ φησι μαρτυρῶν, Ἰδοὺ εἶ καλὴ, καὶ τὰ ἑξῆς.
1.10.1
Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλὴ, ὀφθαλμοί σου περιστεραί. {Γρηγορίου.} Ἐν μὲν τοῖς φθάσασιν, ἵππου τινὸς εὐμορφίαν τῷ φαινομένῳ προσεμαρτύρησε· νῦν δὲ ὡς παρθένου λοιπὸν ἀποδέχεται τὸ ἀναφανὲν κάλλος, καί φησιν· Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· παιδεύει δὲ διὰ τούτων ὁ λόγος, ταύτην εἶναι τοῦ κάλλους τὴν ἐπανάληψιν, τὸ πλησίον τῆς τοῦ καλοῦ γενέσθαι πηγῆς· πρότερον μὲν γὰρ, φησὶν, οὐκ ἦς καλή· διότι τοῦ ἀρχετύπου κάλλους ἀποξενωθεῖσα τῇ πονηρᾷ γειτνιάσει τῆς κακίας πρὸς τὸ εἰδεχθὲς ἠλλοιώθης· ἀποστᾶσα δὲ νῦν τῆς τοῦ κακοῦ κοινωνίας, καὶ ἐμοὶ πλησιάσασα τῷ ἀρχετύπῳ κάλλει, καὶ αὐτὴ καλὴ γέγονας, οἷόν τι κάτοπτρον τῷ ἐμῷ χαρακτῆρι ἐμμορφωθεῖσα· εἶτα ἐπισχὼν, καὶ οἷον ἐν προσθήκῃ τινὶ καὶ ἐπιτάσει γενομένην τοῦ κάλλους αὐτὴν θεασάμενος, πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον εἰπών· Ἰδοὺ εἶ καλή· ἀλλ' ἐν τῷ προτέρῳ τὴν πλησίον ὠνόμασεν· ἐνταῦθα δὲ τὴν ἐκ τοῦ ὀνόματος τῶν εἰδῶν γνωριζομένην· Ὀφθαλμοί σου γὰρ, φησὶ, περιστεραί· πρότερον μὲν γὰρ ὅτε τῷ ἵππῳ ἀφωμοιώθη, ἐν σιαγόνι τε καὶ τραχήλῳ ὁ ἔπαινος ἦν· νῦν δὲ ὅτε τὸ ἴδιον αὐτῆς ἀνεφάνη κάλλος, ἡ τῶν ὀφθαλμῶν χάρις ἐγκωμιάζεται· ὁ δὲ τῶν ὀφθαλμῶν ἔπαινος, τὸ περιστερᾶς εἶναι τὰ ὄμματα· ἐπειδὴ πρὸς ὃ ἄν τις ἐνατενίσῃ, τούτου δέχεται ἐν ἑαυτῷ τὸ ὁμοίωμα· καὶ γάρ φασιν οἱ τὰ τοιαῦτα φυσιολόγων ἐπιστήμονες, ὡς τὰς τῶν εἰδώλων ἐμπτώσεις δεχόμενος ὁ ὀφθαλμὸς, αἳ τῶν ὁρατῶν ἀποῤῥέουσιν, οὕτως ἐνεργεῖ τὴν ὄψιν· ἢ μηκέτι αἶμα καὶ σάρκα, τουτέστι τὸν σωματικὸν βίον, βλέπουσα νύμφη, ἀλλὰ τῆς σωματικῆς προσπαθείας ἀπηλλαγμένη, εἰκότως τὸ τῆς περιστερᾶς εἶδος ἐν τοῖς ὄμμασιν ἔχειν λέγεται· τουτέστιν τὸν χαρακτῆρα τῆς πνευματικῆς ζωῆς, τῷ διορατικῷ τῆς ψυχῆς ἐναυγάσασα· καὶ ἐπείπερ ὁ καθαρὸς αὐτῆς ὀφθαλμὸς, δεκτικὸς τοῦ τῆς περιστερᾶς χαρακτῆρος γέγονεν, ἤγουν τοῦ ἁγίου Πνεύματος, διὰ τοῦτο χωρεῖ καὶ τὸ τοῦ νυμφίου κάλλος θεάσασθαι·" Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ." 1572 {Νείλου.} Δὶς τὸ καλὴ λέγει· διὸ τὴν ἐν ἀμφοτέροις τοῖς ἀνθρώποις αὐτοῖς τῷ τε ἕσω καὶ τῷ ἕξω καθαρότητα· περιστερᾶς δὲ τοὺς ὀφθαλμοὺς αὐτῆς εἰκότως προσαγορεύει· ἐπειδὴ πάντων τῇ διαφορᾷ τῶν περὶ αὐτὸν οἰκονομηθέντων συμμεταβαλλόντων τὴν γνώμην· καὶ ἄλλα μὲν πρὸ τοῦ πάθους, ἄλλα δὲ ἐν τῷ πάθει περὶ αὐτοῦ ὑπολαβόντων· καὶ ἑτεροδόξοις ταῖς κατ' ἐναντιότητα φαντασίαις τὸ ἰσχυρὸν τῆς προαιρέσεως κλονησάντων, πνευματικῶς ἐνόει τὰ τελούμενα· οὐδὲν συμβαινόντων κατὰ τὴν τῶν πολλῶν ὑπόληψιν κρίνουσα· τὸν δὲ ἐξ ἀρχῆς περὶ αὐτοῦ ὡς Θεοῦ δόξαν ἐν ἑκατέρου φυλάξασα τοῖς καιροῖς· πλησίον δὲ αὐτὴν λέγει διὰ τὴν ἐνανθρώπησιν, ἐπειδὴ τὸ ἐκείνης ἀνέλαβε σῶμα· καλεῖ δὲ αὐτὴν καὶ ἀδελφὴν, διὰ τὸ τῆς συναφείας ἁγνόν· καὶ νύμφην, διὰ τὸ ἀδιάφθορον· ἀεὶ γὰρ οὖσα νύμφη, ἀκμάζοντα καὶ νεαρὸν ἔχει τὸν πόθον, ἀγαπῶσα καὶ ἀγαπωμένη. {Κυρίλλου.} Καλὴν αὐτήν φησιν, οὐχ ὡς πρότερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ' ἤδη καὶ ὡς πλησίον αὐτοῦ ἀναδιπλασιάζει τῆς νύμφης ὁ νυμφίος τὸν ἔπαινον· τό τε θεωρητικὸν αὐτῆς ἐπαινῶν, καὶ τὸ πρακτικόν· ὀφθαλμοὺς δὲ τοὺς εἰς νοῦν καὶ καρδίαν φησίν· περιστερᾶς, τὸ διορατικοὺς, καθὸ καὶ εἰς Πνεῦμα λαμβάνεται· λέγει οὖν ὡς ἐδέξατο νοῦν ἡ νύμφη, μόνον ὁρῶντα Θεόν· ὀφθαλμοὶ δὲ καὶ οἱ ἄκακοι καὶ ὀξυδερκεῖς τῆς Ἐκκλησίας διδάσκαλοι. ιεʹ, ι ʹ. Ἰδοὺ εἶ καλὸς, ἀδελφός μου, καί γε ὡραῖος· κλίνη ἡμῶν σύσκιος· δοκοὶ ἡμῶν κέδροι· φατνώματα ἡμῶν κυπάρισσοι. {Φίλωνος.} Ἤγουν καλὸς ἐν νόμῳ, ὡραῖος ἐν προφήταις, ὡραῖος ἐν ἀποστόλοις, καλὸς ἐν ἀγαθοῖς τοῦ παρόντος αἰῶνος, ὡραῖος ἐν τοῖς τοῦ μέλλοντος. Προσκλίνη δὲ ἡμῶν σύσκιος, σὺ δὲ ἡμᾶς καὶ ἐν θανάτῳ σκέπεις." Ἐὰν γὰρ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ·" ἐγκαλλωπιζομένη δὲ ἡ νύμφη τῷ οἰκοδομηθέντι αὐτῇ παρὰ τοῦ νυμφίου οἴκῳ, ταῦτά φησιν· δοκοὺς μὲν λέγουσα τοὺς ἁγίους προφήτας· δίκαιος γὰρ ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἢ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται· φατνώματα γὰρ ἡ τῶν σανίδων εὐαρμοστία πρὸς γλυφὴν τεκτόνων ἐπιτηδεία. {Γρηγορίου.} Πάντα γὰρ ὅσα μοι πρότερον ἐν καλοῖς ἐνομίζετο, φησὶν, οἷον δόξα ἢ κάλλος ἢ δυναστεία ἤ τι τοιοῦτον, ἀπεστράφην, καὶ οὐκ ἔτι μοι πεπλάνηται ἡ τοῦ καλοῦ κρίσις, ὥστε παρὰ σὲ, ἀλλ' ὅτι καλὸν οἵεσθαι· σὺ γὰρ ὁ ἀληθὴς καλός· οὐ καλὸς δὲ μόνον, ἀλλ' αὐτὴ τοῦ καλοῦ ἡ οὐσία, ὁ τῆς ἀϊδιότητι τῆς ζωῆς συμπαρατείνων τὴν ὥραν, ᾧ ὄνομα ἡ φιλανθρωπία ἐγένετο· ὡς δὲ ἐξ Ἰούδα ἀνατείλας ἡμῖν· ἀδελφὸς γὰρ ὁ ἐξ Ἰουδαίων λαὸς τοῦ ἐξ ἐθνῶν σοι προσιόντος, καλῶς διὰ τὴν ἐν σαρκὶ γεγενημένην τῆς θεότητός σου φανέρωσιν, ἀδελφιδὸς τῆς ποθούσης κατωνομάσθης. Εἶτα ἐπήγαγε· Προσκλίνη ἡμῶν σύσκιος· τουτέστιν, ἔγνων σου, ἤτοι γνώσεται 1573 ἡ ἀνθρωπεία φύσις σύσκιον τῇ οἰκονομίᾳ γενόμενον· ἦλθες γὰρ σὺ, φησὶν, ὁ καλὸς ἀδελφιδὸς, ὡραῖος πρὸς τῇ κλίνῃ ἡμῶν σύσκιος γενόμενος· ὡραῖος, ἀλλ' ὡς χωροῦμεν δέξασθαι· καὶ γὰρ ἡ πρὸς τὴν ἀνθρωπότητα ἐπανάπαυσίς σου, συνεσκίασε τῇ σαρκὶ τὴν θεότητα· ἐπεὶ τίς ἂν ὑπέστησε τὴν ἐμφάνειαν; Κλίνην δὲ ὀνομάζει, ὡς νύμφη, τῇ τροπικῇ σημασίᾳ τῇ πρὸς τὸ Θεῖον ἀνάκρασιν, καὶ κοινωνίαν ἀνθρωπίνης οὐσίας ἑρμηνεύουσα· ταύτην δὲ οὐκ ἂν ἄλλως ἦν δυνατὸν γενέσθαι, εἰ μὴ διὰ τοῦ συσκίου ἡμῖν φανῆναι τὸν Κύριον· ὃς οὐ νυμφίος μόνον, ἀλλὰ καὶ οἰκοδόμος ἐστίν· αὐτὸν ἡμῖν καὶ τεχνιτεύων τὸν οἶκον, καὶ ὕλη τῆς τέχνης γενόμενος· ὄροφον γὰρ ἐπιβάλλει τῷ οἴκῳ, διὰ τῆς ἀσήπτου ὕλης καλλωπίζων τὸ ἔργον· τοιαύτη δέ ἐστιν ἡ κέδρος καὶ ἡ κυπάρισσος· κέδροι μὲν γὰρ διὰ τὸ ἐπιμήκεις εἶναι τῷ πλάτει τοῦ οἴκου τῷ ὀρόφῳ διαλαμβάνουσι· κυπάρισσοι δὲ διὰ τῆς γενομένης φατνώσεως, τὴν ἔνδοθεν τοῦ οἴκου κατασκευὴν ὡραΐζουσιν· ἐπειδὴ γὰρ ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος βροχὴν ὀνομάζει τὰς ποικίλας τῶν πειρασμῶν προσβολὰς ἐπὶ τοῦ καλῶς τὴν οἰκίαν ἐπὶ τὴν πέτραν οἰκοδομήσαντος· ὅτι κατέβη ἡ βροχὴ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἀπαθὲς ἔμεινεν ἐν τούτοις τὰ οἰκοδομήματα· χρεία τοιούτων ἡμῖν δοκῶν, αἵτινές εἰσιν αἱ ἀρεταὶ αἳ τὰς πειρασμῶν ἐπιῤῥοὰς οὐ προσίενται, στερεαὶ οὖσαι καὶ ἀνένδοτοι· καὶ τὸ πρὸς κακίαν ἀμέθεκτον ἐν τοῖς πειρασμοῖς διασώζουσαι· μήποτε μαλακισθέντες διὰ τῆς τῶν παθημάτων ἐμπτώσεως, κοῖλοι γενώμεθα, καὶ τὴν ἐπιῤῥοὴν τῶν τοιούτων ὑδάτων ἔξωθεν ἐπὶ τὴν καρδίαν εἰσρέουσαν ἐντὸς τῶν ταμιείων παραδεξώμεθα, δι' ὧν φθείρεται ἡμῖν τὰ ἀπόθετα· αἰνίττεται δὲ διὰ τῶν δοκῶν καὶ τοῦ φατνώματος ὁ λόγος, ὅπερ ἐστὶν εὔρυθμός τις καὶ διάγλυφος σανίδων πῆξις, τὸ τῆς ὀρόφου κάλλος διαποικίλλουσα· καὶ τῆς εὐπνοίας τῆς φυσικῶς παρακολουθούσης τῇ κυπαρίσσῳ, ἥτις καὶ σηπεδόνος ἐστὶν ἀπαράδεκτος, καὶ πρὸς πᾶσαν τεκτονικὴν φιλοτεχνίαν ἐπιτήδειος· τῷ μὴ μόνον ἐν τῇ ψυχῇ τὰς ἀρετὰς ἐν ἕξει κατορθοῦσθαι κατὰ τὸ ἄδολον, ἀλλὰ μηδὲ τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης ἀμελῶς ἔχειν· χρὴ γὰρ προνοεῖν καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων· καὶ Θεῷ μὲν πεφανερῶσθαι, ἀνθρώπους δὲ πείθειν καὶ καλὴν μαρτυρίαν ἔχειν ἀπὸ τῶν ἔξωθεν· λάμπειν τε τοῖς φωτεινοῖς ἔργοις ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ εὐσχημόνως περιπατεῖν πρὸς τοὺς ἔξωθεν· ταῦτά ἐστι τὰ φατνώματα τὰ διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας, ἧς αἴνιγμά ἐστιν ἡ κυπάρισσος ἐν τῇ εὐσχημοσύνῃ τοῦ βίου φιλοτεχνούμενα. {Νείλου.} Συγγνωμόνως πάλιν αὐτὴ, μᾶλλον δὲ ἐκπλησσομένη, ἐπὶ τῷ ἀκοῦσαι καλὴ παρὰ τοῦ νυμφίου· μόνῳ γὰρ ἐκείνῳ τὴν τοιαύτην ἐπίκλησιν ἁρμόζειν ἐνόμιζε, θνητῷ δὲ οὐδενί· εὐθέως ἐπ' αὐτὸν ἀναστρέφει τὴν μαρτυρίαν· Ἰδοὺ εἶ καλὸς ὁ ἀδελφιδός μου, λέγουσα, καί γε ὡραῖος πρὸς, ἀντὶ τοῦ, περισσῶς· οὕτω γάρ τισι διαιρεῖν ἔδοξε· καὶ μετὰ τοῦτο 1576 Ἡ κλίνη ἡμῶν σύσκιος· τὸ σῶμα λέγοντες τὸ κοινὸν, ἐν ᾧ ἀνεπαύοντο ἀμφότεροι, ὅ τε Θεὸς Λόγος καὶ ἡ μακαρία ψυχή· φειδομένου τοῦ νυμφίου ὕπαιθρον αὐτὴν ἔχειν· μὴ πάλιν ἐξ ἐπηρείας τοῦ ἐναντίου ἡλίου ἀκτῖνος πάθῃ τι τῆς παλαιᾶς μελανότητος· κατὰ δὲ τὴν ἑτέραν διαίρεσιν, οὕτω νοηθήσεται· ὡσανεὶ τῆς νύμφης λεγούσης, ὅτι Ὦ νυμφίε, σὺ μόνος ἂν ἐνδίκως λέγοιο καλὸς καί γε ὡραῖος, μὴ ἐπίκτητον, ἀλλὰ φυσικὸν ἔχων τὸ κάλλος· καὶ πρὸς κλίνῃ δὲ ἡμῶν γενόμενος, ὡραῖος εἶ καὶ σύσκιος, τὴν μὲν θείαν τῆς θεότητος καὶ ἀκραιφνῆ μορφὴν, καὶ ὡς ὑπὸ παραπετάσματι τῇ σαρκὶ, ἐνεργῶν μὲν τὰ τῆς θεότητος ἴδια· διὸ διάγνωστος δὲ γενόμενος διὰ τὴν ἐπικρύπτουσαν τὰ ἐπιτελούμενα παραδόξως τοῦ σώματος περιβολήν. {Ὠριγένους.} Νῦν ἔοικε πρότερον ἐνεωρακέναι τρανότερόν τε τοῦ νυμφίου κάλλει ἡ νύμφη, κ. τ. λ. ΚΕΦΑΛ.
1.12.1
Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. {Κυρίλλου.} Ὡς δεξαμένη ἡ νύμφη τὸν ἄνωθεν ὑετὸν, καὶ τεκοῦσα τὴν ἀρετὴν, ἄνθει ἑαυτὴν παραβάλλει πεδίου· δείκνυσι δὲ ὅσον ὠφέλησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, ὅπου γε καὶ τὰς κοιλάδας τὰς ἀνεπιτηδείους πρὸς ἃ παντασπόρον, τοιούτων μεστὰς ἔδειξεν ἀνθέων· κοιλάδα γὰρ λέγει τὴν ἀποκοιλανθεῖσαν ἀπὸ τῶν οἰκησάντων αὐτὴν πάλαι δαιμόνων. {Φίλωνος.} Ταῦτά φησιν ἡ νύμφη ἀκούσασα παρὰ Ἡσαΐου," Ἀγαλλιάσθω ἔρημος, καὶ ὡς κρίνον ἀνθείτω·" καὶ παρὰ τοῦ Κυρίου," Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ·" λέγει δ' ἂν ὁ Κύριος ἐπὶ γῆς γεγονέναι, ὡς ἀνθήσωσιν οἱ πιστοὶ καὶ ἐν τῷ ᾅδῃ· τοῦτο γὰρ κοιλάδων κρίνον ὅ ἐστι νεκρός. {Γρηγορίου.} Ταῦτα ἡ νύμφη περὶ ἑαυτῆς διεξέρχεται λέγουσα· Ἐγὼ μετὰ τὸ γενέσθαι ἐν τῇ κλίνῃ ἡμῶν τὸν νυμφίον συσκιασθέντα τῷ σώματι, ὃς ᾠκοδόμησεν ἐν ἑαυτῷ τὸν οἶκον ἐμὲ, ταῖς τῶν ἀρετῶν κέδροις ὠρόφωσε, γέγονε, φησὶν, ἄνθος εὔοσμόν τε καὶ καθαρὸν καὶ λαμπρὸν, ἐκ τῆς ἐν τῷ πλάτει ἀνθρωπίνης φύσεως τοῦ πεδίου, εὐχροίας τε καὶ εὐωδίας, τῶν λοιπῶν ἀνθέων διαφέρον, ὃ λέγεται κρίνον, τὴν τῆς σωφροσύνης ἀπαστράπτον μαρμαρυγήν· τὸ πεδίον τοῦτο συγκρίσει τῆς οὐρανίας ἁψῖδος κοιλὰς ὀνομάζεται· ἐν ᾧ ἡ γεωργηθεῖσα καλῶς ἐκ τοῦ κοίλου πρὸς τὸ ὕψος ἐκδίδοται, ὡς καὶ τοῦ κρίνου ἡ φύσις· ὡς ἂν ἐν μετεώρῳ καθαρὸν αὐτῇ διαμένῃ τὸ κάλλος τῇ πρὸς τὴν γῆν ἐπιμιξίᾳ μὴ μολυνόμενον, μηδὲ συμπνιγόμενον ταῖς ἀκάνθαις τοῦ βίου, ταῖς πονηραῖς δυνάμεσιν· ἃς τοῦ διαβόλου θυγατέρας κατὰ τὸ σιωπόμενον ᾐνίξατο. {Νείλου.} Κρίνον ἑαυτὴν, φησὶν, ἢ διὰ τὸ ἐμπρέπειν ταῖς διὰ ταπεινότητα πράξεων ἢ νοημάτων κοίλαις ὀνομαζομέναις, φαιδρῶς ἐν ἑκατέροις κε 1577 κοσμημένη καὶ λάμπουσα· ἢ ὅτι κρίνειν μέλλει τὰς τοιαύτας ψυχὰς ἐν τῷ μέλλοντι ἐκ συγκρίσεως τῶν ἰδίων κατορθωμάτων, οὐδὲν ἔχουσα ἐν τῇ φύσει πλέον ἐκείνων ὡς Νινευῖται, καὶ βασίλισσα Νότου κατακρινεῖ τὴν ἄπιστον γενεάν· ἄνθος δὲ τοῦ πεδίου εἶναι λέγεται, τάχα μὲν τῶν κοιλάδων σημαινουσῶν, καὶ διὰ τὸ ταπεινὸν καὶ ἀγεώργητον, καὶ διὰ τὸ πληθυντικῶς ὀνομάζεσθαι τὰ ἐκ βάθους ἀσεβείας εἰς ἐπίγνωσιν ἐλθόντα ἔθνη· τοῦ δὲ πεδίου τοῦ Ἰσραὴλ διὰ τὸ ἐξομαλεῖσθαι πρὸς ἐπιτηδειότητα γεωργίας, τοῖς προφητικοῖς καὶ νομικοῖς παιδεύμασιν· καλῶς δὲ καὶ τούτων οὐχὶ καρπὸς ἀλλ' ἄνθος εἶναι λέγεται· οὔπω γὰρ τὸ τοῦ σταυροῦ τὴν γῆν ἀνατέμνει ἄροτρον, ὅπερ ἐπέθηκε τοῖς ἀποστόλοις ὡς βουσὶν ὁ Κύριος, ζυγάδην ἐπὶ τὴν γεωργίαν ἀποστείλας αὐτοὺς, οὐδέπω αἵματι πεπότιστο Δεσποτικῷ· διὸ ἄκαρπος ἦν καὶ στείρα. {Ὠριγένους.} Ἄνθος λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπὸς, κ. τ. λ.
1.13.1
Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτω ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων. {Γρηγορίου.} Ὅσην ὁρῶμεν τῆς εἰς τὸ ὕψος ἀνόδου τὴν προκοπὴν ἐπὶ τῆς ψυχῆς γινομένην. Πρώτη ἄνοδος, τὸ πρὸς τὴν καθαιρετικὴν τῆς ἐναντίας δυνάμεως ἵππον ὁμοιωθῆναι. Δευτέρα ἄνοδος, τὸ πλησίον αὐτὴν γενέσθαι, καὶ περιστερᾶς ποιῆσαι τὰ ὄμματα. Τρίτη τοίνυν ἄνοδος τὸ μηκέτι πλησίον, ἀλλ' ἀδελφὴν τοῦ Δεσπότου ὀνομασθῆναι." Ὃς ἂν ποιήσῃ, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος ὁ ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ ἐστίν." Ἐπεὶ οὖν γέγονεν ἄνθος, μηδὲν ὑπὸ τῶν ἀκανθηφόρων πειρασμῶν πρὸς τὸ γενέσθαι κρίνον παραβλαβεῖσα, ἐπιλαθομένη δὲ τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, πρὸς τὸν ἀληθινὸν εἶδε Πατέρα, διὸ καὶ ἀδελφὴ τοῦ Υἱοῦ ὀνομάζεται, τῷ τῆς υἱοθεσίας πνεύματι πρὸς τὴν συγγένειαν ταύτην μεταποιηθεῖσα, καὶ τῆς πρὸς τὰς θυγατέρας τοῦ ψευδωνύμου πατρὸς κοινωνίας ἀπαλλαγεῖσα, πάλιν γίνεται ἑαυτῆς ὑψηλοτέρα, καὶ βλέπει τὸ μυστήριον, διὰ τῶν τῆς περιστερᾶς ὀφθαλμῶν· λέγω δὲ τῷ πνεύματι τῆς προφητείας. Αὕτη τοῦ Νυμφίου ἐστὶν ἡ φωνὴ, μαρτυροῦσα τῇ Νύμφῃ πλέον ὧν ἑαυτῇ προσεμαρτύρησεν· ἐπειδὴ γὰρ ἑαυτὴν εἶπε κρίνον, τὰς δὲ λοιπὰς ψυχὰς κοιλάδας, ἢ μετριοφρονοῦσα, ἢ καὶ ἀγνοήσασα· οὐ πᾶν στοχαζομένη τῆς ἀληθείας τὴν σύγκρισιν ἐποιήσατο αὐτὸς ὁ μᾶλλον εἰδὼς τῶν γινομένων καταστάσεων τὰς ἰδιότητας· καὶ κρίνῳ μὲν ταύτην παρεικάζει, διὰ τὸ μηδόλως τὴν ἀπὸ τῶν σωματικῶν μέριμναν ἀναδέχεσθαι, ἀφροντίστως δὲ τοῖς παρατυχοῦσι, τὴν τοῦ σώματος ἐκπληροῦν χρείαν, ἀταλαίπωρον καὶ αὐτοσχέδιον τὴν διαγωγὴν ἑλομένην διὰ τὴν περὶ 1580 τῆς βασιλείας τῶν οὐρανῶν φροντίδα, ὡς ἐν Εὐαγγελίοις δείκνυται· ἀκάνθαις δὲ τὰς λοιπὰς ὁμοιῶν, διὰ τὸ πᾶσαν τὴν μέριμναν περὶ τὰ βιωτικὰ ἐσχηκέναι· καὶ μηκέτι ἐν ταῖς φροντίσι γενέσθαι ἀκάνθας, ἀλλ' αὐτὰς ἐκείνης τῷ ἐκ πολλῆς τῆς περὶ τὰς μερίμνας σπουδῆς πεποιῆσθαι κατὰ ταύτας. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν. {Γρηγορίου.} Τί οὖν ἐστιν ὃ τεθέαται; Δρυμὸν ὀνομάζει συνήθως ἡ ἁγία Γραφὴ τὸν ὑλώδη τῶν ἀνθρώπων βίον, τὸν τὰ ποικίλα τῶν παθημάτων εἴδη ὑλομανήσαντα, ἐν ᾧ τὰ φθαρτικὰ θηρία φωλεύει καὶ τοὺς ἀνθρώπους λυμαίνεται, ὧν ἡ φύσις ἐν φωτὶ καὶ ἡλίῳ ἀνενέργητος μένουσα, διὰ σκότους τὴν ἰσχὺν ἔχει. Διὰ τοῦτο φύεται ἐν τῷ δρυμῷ τὸ μῆλον· καθὸ μὲν ξύλον τοῖς λοιποῖς ὁμοούσιον ὑπάρχον·" Ἐπειράσθη γὰρ καθ' ὁμοιότητα πάντων, χωρὶς ἁμαρτίας·" καθὸ δὲ γλυκαίνει τῷ καρπῷ τὰ τῆς ψυχῆς αἰσθητήρια, πλείονα τὴν πρὸς τὸν δρυμὸν ἔχει παραλλαγήν· ἢ ὅσον ἔχει πρὸς τὰς ἀκάνθας τὸ κρίνον, ὅπερ εὔπνουν ἐστὶ μόνον καὶ τέρπει τῇ θέᾳ· τὸ δὲ μῆλον ἡδὺ πρὸς ὀσμὴν τὴν καὶ γεῦσιν καὶ θέαν. Καλῶς οὖν εἶδεν ἡ νύμφη τὸ ἑαυτῆς πρὸς τὸν Δεσπότην διάφορον· ὅτι ἐκεῖνος μὲν ἡμῶν καὶ ὀφθαλμῶν γίνεται χάρις, φῶς γινόμενος, καὶ μύρον ἐν τῇ ὀσφρήσει, καὶ ζωὴ τοῖς ἐσθίουσιν. Ἡ δὲ ἀνθρωπίνη φύσις δι' ἀρετῆς τελειωθεῖσα, ἄνθος γίνεται, μόνον οὐ τὸν γεωργὸν τρέφουσα, ἀλλὰ ἑαυτὴν καλλωπίζουσα· τροφὴν δὲ μὴ γεωργοῦσα τῷ χορηγῷ· Τῶν γὰρ ἀγαθῶν μου οὐ χρείαν ἔχεις, ὁ θεοπάτωρ φησίν· κρίνον μὲν οὖν ὡς ἔφημεν ἡ τελειουμένη ψυχὴ, ἑαυτὴν μόνον, ὡς ἔφημεν, καλλωπίζουσα· ὁ δὲ Κύριος ὡς μῆλον γέγονεν ἐν δρυμῷ· ὅτι τὴν ἀνθρωπίνην ἐνεκέντρισεν φύσιν, πρὸς τὸ ὡραῖόν τε καὶ εὐῶδες καὶ βρώσιμον· ἡμεῖς γὰρ τῶν ἐκείνου δεόμεθα· διὸ φησὶν ἡ Νύμφη, ὅτι Ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου· καρπὸς δὲ ἡ διδασκαλία, περὶ ἧς λέγει Δαβίδ·" Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου!" Υἱῶν δὲ λέγει οὐ φίλων τινῶν τοῦ Νυμφίου, ἀλλὰ τοῦ σκότους, οἳ καὶ τέκνα ὀργῆς τῇ κοινωνίᾳ τῶν ἔργων ὀνομάζονται. {Νείλου}. Δείκνυσι τὴν ὑπεροχήν· πάντας γὰρ ἀνθρώπους εἶπε ξύλα δρυμοῦ ἡ Νύμφη ὡς ἄκαρπα· μῆλον δὲ εἶπεν ὡς ἔγκαρπον τὸν ἑαυτῆς Νυμφίον. Ἐκείνου γὰρ ἤδη φθάσαντος αὐτὴν τοῖς ἐπαίνοις καὶ κρίνῳ παρεικάσαντος, ὡς ἐν μέσῳ ἀκανθῶν τῶν λοιπῶν γυναικῶν, αὕτη πάλιν ἀνταμείβεται μῆλον αὐτὸν ἐν μέσῳ ξύλων δρυμοῦ προσαγορεύουσα, ὅτι αὐτὸς μὲν ἔγκαρπόν ἐστι φυτὸν, τὰ δὲ ξύλα τοῦ δρυμοῦ ἄκαρπα· καὶ τῷ ἀφ' οὗ ποτίζονται ὕδατι, τὴν πρὸς αὐτὰ διαφορὰν σαφῶς ἐνδεικνύμενος· περὶ μὲν γὰρ τούτων ὁ Ἐκκλησιαστής·" Ἐποιησάμην κολυμβήθρας, φησὶν, ὑδάτων, τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶν καὶ τὰ ξύλα·" περὶ δὲ τούτου Δαβίδ φησι·" Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ 1581 τὰς διεξόδους τῶν ὑδάτων·" οὐχ ὅμοιον δὲ ἀεννάοις περιῤῥεόμενον ὕδασι ποτίζεσθαι, καὶ ἐπινοίαις ἀνθρωπίναις ἐν κολυμβήθρᾳ συναχθεῖσιν ἀρδεύεσθαι ὕδασι· τὸ μὲν γὰρ τὸν οὐράνιον σημαίνει λόγον, τὸ δὲ τὴν ἀνθρωπίνην διδασκαλίαν· ἔπειθ' ὥσπερ τὸ μῆλον ἐμπεριεχομένην τῷ δέρματι φυλάττων τὴν εὐωδίαν, καὶ ἐπὶ τὸ ἔξω αὐτὴν διαδίδωσιν, οὕτω καὶ ἡ θεότης ἐνεκρύπτετο τῷ σώματι· ὅμως τὴν ἐνέργειαν διεδίδου, καὶ ἐπὶ τοῦ ἔξω φαινομένου σαρκίου· σκιὰ δὲ ἐν ᾗ ἐπεθύμησεν καθίσαι ἡ Νύμφη, ἐπειδὴ μᾶλλον ἐκ τῶν φύλλων ἡ σκιὰ πέφυκεν ὡς ἐπὶ τὸ πλεῖστον γίνεσθαι, τῷ συγκραιφνεῖ τῆς τῶν πετάλων ἑνώσεως, τὴν ἡλιακὴν ἀκτῖνα ἀποτειχείζουσα· ὅσα οὖν κατὰ φύσιν τῆς ἀνθρωπότητος ἐπετέλει ὁ Κυριακὸς ἅνθρωπος ἐσθίων καὶ πίνων, καὶ ὅσα φύσεως ἦν ἔργα· ἐπειδὴ μετά τινος ὠφελείας ἐποίει καὶ ταῦτα μέτρον, αὐτοῦ τῆς ὀρέξεως τὸ ἄπληστον, ἀλλὰ τῆς χρείας γινώσκων τὸ αὔταρκες· καρπὸς γὰρ τοῦ μήλου αἱ κατ' ἀρετὴν πράξεις, ὃς καὶ γλυκὺς γεγένηται ἐν τῷ λάρυγγι αὐτῆς· τὴν τῆς ψυχῆς αἴσθησιν εὐφράνας τῇ χρηστῇ ποιότητι τῆς γεύσεως· ἔχει δὲ πρὸς τῇ ἠθικῇ ταύτῃ θεωρίᾳ, καὶ δογματικὴν τὸ ῥητόν. Εἰ γὰρ σκιὰν ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καὶ ἔστι τινὰ τῶν μελλόντων· τὸ δὲ σῶμα Χριστοῦ, ἀφ' οὗ καὶ ἡ σκιὰ παρυφίσταται, ἐν τῇ σκιᾷ τοῦ νόμου, καὶ ὡς ἐκάθισεν ἡ Νύμφη· οὐκ αὐτὸν τὸν νόμον ποιοῦσα σωματικῶς, ἀλλὰ τὰ ἐξ αὐτοῦ σημαινόμενα· ἀργοῦσα μὲν τῶν τυπικῶν παραγγελμάτων· ἀργίαν γὰρ ἡ κάθισις σημαίνει, τοῦ καρποῦ δὲ ἀπολαύουσα πλουσίως καὶ τούτῳ ἐνευωχουμένη, καὶ ὀσφρήσει, καὶ γεύσει, καὶ τέρψει καὶ ἀπολαύσει· ἐπειδὴ τροφῆς μὲν ἡ γεῦσις ὄργανον, τέρψεως ἡ ὄσφρησις. {Ὠριγένους.} Ἔπρεπε τῇ Νύμφῃ, κ. τ. λ. {Φίλωνος.} Ἤγουν υἱῶν τῶν Ἰουδαίων φησὶν, κατὰ τὸ" Υἱοὺς ἐγέννησα," οὓς ὡς ἀκάρπους καὶ ξύλα δρυμοῦ προσωνόμασεν· ὧν ἐν μέσῳ κατὰ σάρκα Χριστὸς, ἅτε μετασχηκὼς αἵματος καὶ σαρκὸς, ὧν τὸ μῆλον εἰκὼν ἐν ἑαυτῷ φέρον τὸ ἐρυθρὸν καὶ λευκὸν, καὶ μὲν καὶ εὐωδιάζον. {Ἀπολιναρίου.} Τότε δὲ ἀληθῶς γλυκαίνεται τὰ τῆς ψυχῆς μου αἰσθητήρια, ὅταν ἡμᾶς πρὸς τὸν ἐκ τῶν πειρασμῶν φλογμὸν ἡ τοῦ μήλου σκιὰ διατειχίσῃ, ὡς μὴ ὑπὸ τοῦ τοιούτου ἡλίου συγκαίεσθαι· οὐκ ἔστι δὲ ἄλλως ὡς ὑπὸ τὴν σκιὰν τοῦ ξύλου τῆς ζωῆς ἀναψύξαι· μὴ τῆς ἐπιθυμίας πρὸς τοῦτο τὴν ψυχὴν ἀναγούσης.
1.14.1
Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου. {Ὠριγένους.} Ταῦτα πρὸς, κ. τ. λ. {Γρηγορίου.} Ἢ πῶς τρέχει τὸν καλὸν δρόμον καὶ θεῖον ἡ καλῶς τῇ ἵππῳ παρεικασθεῖσα ψυχή; τοῖς γὰρ ἔμπροσθεν ἐπεκτεινομένη, οὐκ ἀρκεῖται τῷ τῆς σοφίας κρατῆρι· ἀλλ' εἰς αὐτὴν τὴν ληνὸν τοῦ 1584 μυστικοῦ οἴνου γενέσθαι ποθεῖ· καὶ τὴν ἄμπελον ἐκείνην τὴν τοιοῦτον βότρυν ἐκτρέφουσα. {Νείλου.} Εἰκότως ἀπαιτεῖ ἡ Νύμφη λοιπὸν, τὸ εἰσαχθῆναι εἰς τὸν οἶκον τοῦ οἴνου. Ἐπειδὴ γὰρ ἐν τῷ σταυρῷ τὸν βότρυν κρεμάμενον, καὶ παρὰ πάντων ἐξουθενηθέντα διὰ τὸ ἔτι κυπρίζοντα, μὴ πᾶσιν ἐπιφαίνειν τὴν τοῦ οἴνου χρῆσιν μόνη τὸ ὕστερον ἀποδειχθησόμενον προεπίστευσεν ἐν τῷ λογισμῷ τὴν τοιαύτην προκαθιδρύσασα εὔνοιαν· ὡς πρὸ καιροῦ τοῦ οἴνου ἐν τῇ κυπριζούσῃ σταφυλῇ θεωρεῖν, ἐν τῷ σταυρῷ ὄντι ἄνω, θεότητα προσμαρτυρεῖν, καὶ τὸ ἐκθλίβεσθαι μέλλον τῆς ἐν τῷ σταυρῷ σταφυλῆς κήρυγμα, ὡς ἤδη λαλούμενον βεβαίως κατέχουσα· κἀκεῖνο παθοῦσα πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, ὅπερ οἱ πολλοὶ μετὰ τὴν ἔκβασιν ἔπαθον· ὅπερ γέρας ἐξαίρετον τῆς τοιαύτης κρίσεως, αἰτεῖ τὴν ἐν τῷ οἴκῳ τοῦ οἴνου εἴσοδον· εἰ δὲ οἶνός ἐστιν ὁ λόγος, οἶκος τοῦ οἴνου εἴη ἂν ὁ Πατήρ· ἐν τούτῳ γὰρ εὑρίσκεται ὁ Λόγος, μετὰ δὲ τὸ γενέσθαι ἐν τῷ τοιούτῳ οἴκῳ καλῶς, καὶ ταγῆναι τὴν ἀγάπην ἐπ' αὐτῇ βούλεται, ἀξίαν ἀγάπης ἤδη διὰ τὴν τοιαύτην ἔνστασιν γεγενημένην· ὥστε ταγῆναι ἐπ' αὐτῇ τὴν ἀγάπην, μηκέτι ὡς ἔτυχεν αὐτὴν ἀγαπώντων, ἀλλ' ἐν τοῖς τεταγμένοις καὶ ὡρισμένοις τῶν ἐξ ὀφειλῆς λοιπὸν ἀγαπωμένων οὖσαν, ἀριθμεῖν καὶ ἔχειν. {Ἀπολιναρίου.} Καὶ οἶνος εἰς εὐφροσύνην καρδίας κατὰ τὸν ψαλμῳδὸν λέγεται· καὶ οἶνος εὐωδιάζων κατὰ τὸν Ζαχαρίαν. Ἥρμοζε δὲ τῇ ἐπήλυδι νύμφῃ τὸ, Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου· οὐ γὰρ ἦν τὸ πρότερον εἴσω τοῦ ἀμπελῶνος· μετὰ γὰρ τὰς περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην κληθέντας, ὑπὸ τὴν ἑνδεκάτην αὕτη καλεῖται· ἀκούσασα," Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;" Πορεύεσθε εἰς τὸν ἀμπελῶνα· ἤργει γὰρ, ὅτι μὴ τὰ οἰκεῖα εἰργάζετο, ἀλλοτρίας ἀμπέλους φυλάττουσα· καὶ λαμβάνει πρῶτον τὴν ἐξ ἀγάπης τιμὴν, τὸν χαρακτῆρα τὸν βασιλικὸν, τὸ δῶρον τὸ πνευματικόν· διὸ καὶ Ἀκύλας, Ἔταξεν ἐπ' ἐμὲ ἀγάπην, φησίν· ἀγάπης γὰρ, τὸ," Θέλω τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί." Τάξατε ἐπ' ἐμὲ ἀγάπην. {Γρηγορίου.} Ἐντὸς τοῦ ποθουμένου γενομένη, ἐπὶ τὸ μεῖζον πάλιν ἐξάλλεται, καὶ φησίν· Ἐπείπερ γέγονα ἐν τῷ οἴκῳ τοῦ οἴνου, ὑποτάξατέ με τῇ ἀγάπῃ, ἥ τίς ἐστιν ὁ Θεός· ἢ τάξατε ἐπὶ ἐμὲ τὴν ἀγάπην· ταυτὸν γάρ ἐστι τὸ σημαινόμενον δι' ἑκατέρου, ὅπως ἂν χρήσῃ τῇ ἀναστροφῇ τοῦ λόγου, ἔκ τε τοῦ ὑπὸ τὴν ἀγάπην ταχθῆναι καὶ ἐν τῇ τοῦ τὴν ἀγάπην αὐτῇ ταχθῆναι· ἢ τάχα καὶ διδασκόμεθα οἵαν ἀνατεθῆναι προσήκει τῷ Θεῷ τὴν ἀγάπην, καὶ ὅπως πρὸς τοὺς ἄλλους ἔχειν· μήποτε ἄτακτός τις καὶ ἀνηλλαγμένη γένηται τῆς ἀγάπης ἡ ἀποπλήρωσις· Θεὸν γὰρ δὴ ἀγαπᾷν ἐξ ὅλης ψυχῆς καὶ 1585 καρδίας καὶ δυνάμεως, τὸν δὲ πλησίον ὡς ἑαυτόν· γυναῖκα δὲ, εἰ μέν τίς ἐστι, καθαρωτέραν ψυχῆς, ὡς ὁ Χριστὸς τὴν Ἐκκλησίαν· ὁ δὲ ἐμπαθέστερος, ὡς τὸ ἴδιον σῶμα· τὸν ἐχθρὸν δὲ, ἐν τῷ μὴ κακὸν ἀντὶ κακοῦ δοῦναι, ἀλλ' εὐεργεσίᾳ τὴν ἀδικίαν ἀμείψασθαι· φησὶν οὖν ἀγάπην τεταγμένην ποιήσατε· μὴ καὶ πάλιν ἐκπέσω, συντηροῦντες τὴν πρὸς τὸ κρεῖττον ῥοπήν· καὶ πῶς μὲν ἀγαπᾷν τὸν Θεὸν χρὴ, πῶς δὲ τὸν πλησίον διδάσκοντα, ἢ καὶ τοῦτο τυχόν ἐστιν ὑπονοῆσαι διὰ τοῦ λόγου· ἐπειδὴ ἀγαπηθεῖσα παρὰ τὴν πρώτην διὰ τῆς παρακοῆς, ἐν τοῖς ἐχθροῖς ἐλογίσθην· νῦν δὲ πάλιν εἰς τὴν αὐτὴν ἐπανῆλθον χάριν δι' ἀγάπης τῷ Δεσπότῃ συναρμοσθεῖσα· κυρώσατέ μοι τὸ διὰ τῆς χάριτος τεταγμένον καὶ ἀμετάστατον, ὑμεῖς οἱ φίλοι τοῦ Νυμφίου, δι' ἐπιμελείας καὶ προσοχῆς ἐν τῷ παγίῳ συντηροῦντές μοι τὴν πρὸς τὸ κρεῖττον μονήν.
1.15.1
Στηρίσατέ με ἐν μύροισ. {Γρηγορίου.} Τουτέστι ταῖς ἀρεταῖς· καὶ οὐ μόνον τὸ βλέπειν τὸ ἀγαθὸν, καὶ ἐν μετουσίᾳ τοῦ κρείττονος γίνεσθαί ἐστιν ἀρετὴ, ἀλλὰ καὶ τὸ ἀμετάπτωτον ἐν τῷ καλῷ διασώσασθαι· ὁ τοίνυν στηριχθῆναι βουλόμενος ἐν τοῖς μύροις, τὸ βέβαιον ἐν ταῖς ἀρεταῖς αὐτῷ προσγενέσθαι ζητεῖ· ἀρετὴ γὰρ τὸ μύρον, διότι πάσης δυσωδίας ἁμαρτημάτων κεχώρισται· ἡ γὰρ ἁμαρτία δυσώδης. Διὰ τοῦτο, Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις· ὅτι τετρωμένη ἀγάπης ἐγώ. {Νείλου.} Τάχα, ἢ ὡς ἀμοιβὴν τῶν κατορθωμένων ἀπαιτεῖ τὸ ἐν τούτοις γενέσθαι, ἢ ὡς ἐπιτετρωμένη τῷ πόθῳ, παραμυθίαν ὡς ἂν εἴποι τις καὶ ψυχαγωγίαν. Ἐπειδὴ γὰρ ὥσπερ ἐξελύετο ὑπὸ τῆς πρὸς τὸν ἀγαπώμενον μνήμης, στηριχθῆναι μὲν ἐν μύροις τῆς θεωρίας, στοιβασθῆναι δὲ ἐν μήλοις τῶν θαυμάτων τοῦ Νυμφίου καὶ τοῦ καρποῦ τῶν πράξεων ἐπιθυμεῖ· ἐπειδὴ ἡ μὲν θεωρία τῇ τῶν νοημάτων τέρπουσα γλαφυρότητι ὀσμὴ μύρων· ἡ δὲ πρᾶξις μετὰ τοῦ τροφίμου, καὶ τὸ εὐῶδες ἔχει. Ποιεῖ γὰρ καὶ τὰ τῆς ἀρετῆς ἕργα χαρὰν, τῇ τῶν ἀμοιβῶν ἐλπίδι τὴν συνείδησιν τοῦ ἐργαζομένου εὐφραίνοντα· τινὲς δὲ τὸ, Στοιβάσατέ με ἐν μήλοις, περὶ τοῦ θανάτου εἶπον· ὡς τῆς Νύμφης βουλομένης μετὰ τῶν ἁγίων ἀξιωθῆναι ταφῆς· πάντως ἐκείνους μῆλα νοήσαντες τοὺς εἰπόντας·" Χριστοῦ εὐωδία ἐσμέν." Στοιβάσατέ με ἐν μήλοισ. {Κυρίλλου.} Τοῖς εὐαγγελικοῖς με ἀσφαλίσατε λόγοις· οὗτοι γὰρ ἡμῖν εὐωδιάζουσι Χριστόν. Συνταχθείην δὲ, φησὶ, κἀγὼ μετὰ τῶν ἁγίων αὐτοῦ· ὡς γὰρ αὐτὸς μῆλον, οὕτως σύσσωμοι καὶ συμμέτοχοι αὐτοῦ μῆλα. {Προκοπίου.} Τοῖς κατὰ Θεὸν πλεονεκτήμασιν. {Γρηγορίου.} Ἵνα πάντοτε εἰς ὕψος ὁρῶσα, 1588 βλέπω πρὸς τὰ τῶν ἀγαθῶν ὑποδείγματα, ἐν τῷ Νυμφίῳ δεικνύμενα· ἐκεῖ γὰρ πραότης, ἐκεῖ τὸ ἀόργητον, ἐκεῖ τὸ πρὸς τοὺς ἐχθροὺς ἀμνησίκακον, καὶ τὸ πρὸς τοὺς λυποῦντας φιλάνθρωπον· ἐκεῖ τὸ ἐγκρατὲς καὶ μακρόθυμον, καὶ τὰ ὅμοια· ἃ κατὰ τάξιν ἐπισυναπτόμενα, χαριεστάτην θέαν ἐργάζεται, πρὸς ὕψος πολιτείας ἐπανάγοντα· μῆλον δὲ ὁ Χριστὸς, διὰ τὸ λευκὸν τῆς σαρκὸς καὶ τὸ ἐρυθρὸν τοῦ αἵματος, καὶ τὴν τοῦ κηρύγματος εὐωδίαν. {Ὠριγένους.} Ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν. κ. τ. λ. Ὅτι τετρωμένη ἀγάπης ἐγώ. {Γρηγορίου.} Ταῦτα εἰποῦσα, ἐπαινεῖ τὸν τοξότην τῆς εὐστοχίας ὡς καλῶς ἐπ' αὐτὴν τὸ τέλος ἰθύνοντα· Τετρωμένη γὰρ, φησὶν, ἀγάπης ἐγώ· δείκνυσι τῷ λόγῳ τὸ βέλος τὸ τῇ καρδίᾳ βάθους ἐγκείμενον· ὁ δὲ τοξότης τοῦ βέλους, ἡ ἀγάπη ἐστί· τὴν δὲ ἀγάπην τὸν Θεὸν εἶναι παρὰ τῆς Γραφῆς μεμαθήκαμεν, ὃς τὸ ἐκλεκτὸν βέλος τὸν μονογενῆ Υἱὸν ἐπὶ τοὺς σωζομένους ἐκπέμπει, τῷ πνεύματι τῆς ζωῆς· τὴν τριπλῆν τῆς ἀκίδος ἀκμὴν περιχρῶσαν· ἀκὶς δὲ ἡ πίστις ἐστίν· ἵνα ἐν ᾧ ἂν γένηται συνεισαγάγῃ μετὰ τοῦ βέλους καὶ τὸν τοξότην, ὥς φησιν ὁ Κύριος·" Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν." Ὁρᾷ τοίνυν ἡ διὰ τῶν θείων ἀναβάσεων ὑψωθεῖσα ψυχὴ τὸ γλυκὺ τῆς ἀγάπης βέλος ἐν ἑαυτῇ ᾧ ἐτρώθη· καὶ καύχημα ποιεῖται τὴν τοιαύτην πληγὴν λέγουσα· Ὅτι τετρωμένη ἀγάπης ἐγώ· οὐ μὴν ἀλλὰ καὶ αὐτὴ γίνεται βέλος ἐν ταῖς χερσὶ τοῦ τοξότου, τῆς μὲν εὐωνύμου τὴν κεφαλὴν πρὸς τὸν ἄνω σκοπὸν εὐθυνούσης, τῆς δεξιᾶς δὲ πρὸς ἑαυτὴν διαλαμβανούσης τὸ βέλος· φωνὴ οὖν· ʹ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. {Κυρίλλου.} Εὐώνυμος ὁ νόμος, δεξιὰ τὸ Εὐαγγέλιον· ἢ καὶ εὐώνυμος ὁ παρὼν βίος, δεξιὰ ὁ μέλλων· ἥ τις με περιλήψεται, ὅταν τοῖς ἐκ δεξιῶν εἴπῃ·" Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου." Λέγει δὲ καὶ ἑτέρωθι μῆκος βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ τῆς σοφίας· ἐν δὲ τῇ ἀριστερᾷ, πλοῦτος καὶ δόξα· δεξιὰ γοῦν αὐτῆς ἡ τῶν θείων ἐπιστήμη· ἐξ ἧς ἡ αἰώνιος ζωή· ἀριστερὰ δὲ ἡ τῶν ἀνθρωπίνων γνῶσις, ἐξ ὧν πλοῦτος καὶ δόξα· λέγει τοίνυν ὅτι ὑπερέχει ὁ νοῦς μου τὰ ἀνθρώπινα· καὶ ἡ θεία γνῶσις καλύψει με. Καὶ γὰρ εἴρηται πάλιν· Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ. Δείκνυσι τοίνυν, ὅτι ὁ αὐτὸς καὶ Νυμφίος καὶ τοξότης ἡμῶν ἐστι Νύμφη τε καὶ βέλος ἡ κεκαθαρμένη ψυχή· ὡς βέλος οὖν πρὸς τὸν ἀγαθὸν εὐθύνει σκοπόν· ὣς Νύμφην εἰς κοινωνίαν ἀναλαμβάνει τῆς ἀφθάρτου ἀϊδιότητος· μῆκος βίου καὶ ἔτη ζωῆς, διὰ τῆς δεξιᾶς χαριζόμενος· διὰ δὲ τῆς ἀριστερᾶς, τὸν τῶν αἰωνίων ἀγαθῶν πλοῦτον καὶ τὴν τοῦ Θεοῦ δόξαν, ἧς οἱ τὴν τοῦ κόσμου ζητοῦντες δόξαν ἀμέτοχοι γίνονται· διὰ τοῦτό φησιν, ὅτι, Εὐ 158 ώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, δι' ἧς εὐθύνεται ὑπὸ τὸν σκοπὸν τὸ βέλος. Ἡ δὲ δεξιὰ αὐτοῦ πρὸς ἑαυτόν με διαλαβοῦσα καὶ ἐφελκυσαμένη, κούφην με πρὸς τὴν ἄνω φορὰν ἀπεργάζεται· κἀκεῖ πεμπομένην, καὶ τοῦ τοξότου μὴ χωριζομένην, μᾶλλον ἐπαναπαύεσθαι· εἶτα πρὸς τὰς θυγατέρας τῆς ἄνω Ἱερουσαλὴμ τρέπει τὸν λόγον· ὁ δὲ λόγος παράκλησίς ἐστιν ἐν ὅρκῳ προσαγομένη, τοῦ πλεονάζειν καὶ ἐπαύξειν ἀεὶ τὴν ἀγάπην· ἕως ἂν ἐνεργὸν ἑαυτοῦ ποιήσῃ τὸ θέλημα, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διὰ μὲν τοῦ εὐωνύμου τὰ τοῦ παρόντος βίου αἰνίττεται, ὡς ἔοικε καλὰ, ὧν τὴν ἀπόλαυσιν ἤδη ἔχει· διὰ δὲ τῆς δεξιᾶς, τὴν τῶν μελλόντων ἐν ἐπαγγελίαις προσδοκίαν· ὧν τὴν χρῆσιν ἐν ἐπαγγελίαις ὡς λέλεκται καὶ ἐλπίσι προσκεῖσθαί φησιν, εὖ δὲ καὶ τὸ φάναι, τῇ μὲν δεξιᾷ περιλαμβάνεσθαι, τῇ δὲ ἀριστερᾷ τὴν κεφαλὴν ἐπαναπαύεσθαι· δεῖ γὰρ τὰ τοῦ παρόντος βίου κἂν πολὺ νομίζηται χρηστὰ καὶ περίβλεπτα, ὑποτετάχθαι τῇ κεφαλῇ τῆς τελείας ψυχῆς, μόνην τὴν ἀναγκαίαν χρείαν παρέχοντα τῷ σώματι, ὡς τὸ προσκεφάλαιον τῇ κεφαλῇ· τὰ δὲ τοῦ μέλλοντος αἰῶνος, ἐπειδὴ θεῖα ὄντα ἐπάνω τῆς ἀνθρωπίνης ἐφέστηκε φύσεως, διὰ τῆς περιλήψεως τὸ ὑπερέχον ᾐνίξατο· τάχα δὲ, ἐπειδήπερ αἱ χεῖρες πράξεών εἰσι σύμβολον, αἱ δὲ τῆς ἀριστερᾶς χειρὸς πράξεις, τὰ τοῦ σώματος σημαίνουσιν· αἱ δὲ τῆς δεξιᾶς τὰ τῆς ψυχῆς· δεξιὰ ὄντα τὸν ἀμείνω κλῆρον εἴληχε, περιέχονται τὰς σωματικὰς ἀνάγκας· ὡς γὰρ ἡ περιλαμβάνουσα χεὶρ, καὶ ἐπάνω ἐστὶ καὶ ἐντὸς ἀγκάλην ἔχει τὸ περιληφθὲν, οὕτως αἱ πρὸς τὸν σκοπὸν τῆς μελλούσης ζωῆς ἀποτεταγμέναι πράξεις, πᾶν κίνημα τοῦ σώματος ἄλογον περισφίγγουσαι, εὔτακτον καὶ συνδεδομένην φυλάττουσι τὴν ζωήν· οὐδ' ἑνὸς ἐπιβουλεύειν δυναμένου, τῇ περιληφθείσῃ ὑπὸ τοῦ Νυμφίου ψυχῇ.
1.16.1
Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ. {Φίλωνος.} Τὰς τῶν ἁγίων ὁρκίζει ψυχὰς κατὰ τῶν θεοσημειῶν ἃς ἔδειξεν ἐν βίῳ Χριστὸς, πρεσβείαις ἐξεγείρειν τὸν πόθον αὐτοῦ πρὸς αὐτήν. Ἀκύλας δὲ φησὶ καὶ Σύμμαχος, καὶ ἡ πέμπτη ἔκδοσις· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ ἐν δορκάσιν, ἢ ἐν ἐλάφοις τῆς χώρας ἐκδιδόασιν· καὶ ἴσως οἱ μὲν διορατικοὶ δορκάδες, ἀπὸ τοῦ δέρκειν καὶ βλέπειν· οἱ δὲ γενναῖοι κατὰ τῆς κακίας ἀγωνισταὶ, καὶ ἀβλαβῶς ἀναιροῦντες αὐτῆς τὰ γεννήματα, ἔλαφοι, ἐπεὶ καὶ τὸ ζῶον ὄφεών ἐστιν ἀναιρετικὸν, πρὸς τοῦ τούτων ἰοῦ μὴ βλαπτόμενον· καθ' ὧν ἀρκεῖ τὴν ἀγάπην ἐξεγεῖραι μέχρι θελήσει χρηματίσαι ταύταις ἡ τοῦ Νυμφίου φωνή. 152 {Γρηγορίου.} Ἡ πρὸς τὸ ὕψος ἀναδραμοῦσα ψυχὴ ταῖς μαθητευομέναις ψυχαῖς, τὴν πρὸς τὸ τέλειον πρόοδον ὑφηγουμένη διὰ τοῦ ὁρκισμοῦ πρὸς τὸν κατ' ἀρετὴν χειραγωγεῖ βίον φάσκουσα· ὅτι ἐὰν αἱ μαθητευόμεναι ψυχαὶ προκόπτητε ταῖς ἀρεταῖς μέχρις ἂν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ὅπερ ἐστὶν ὑψουμένης τε καὶ ἀεὶ διὰ προσθήκης πρὸς τὸ μεῖζον ἐπαυξουμένης, καὶ εἰς πέρας ἔλθῃ τὸ ἀγαθὸν αὐτοῦ θέλημα, ὥστε ἐν σαρκὶ ζῶσαν, μηκέτι κατὰ σάρκα ζῇν, καὶ ἐν τῷ ἀγρῷ τοῦ κόσμου διάγουσαν, πρὸς τὰς δυνάμεις βλέπειν τὰς ἀγγελικάς· μιμουμένας δι' ἀπαθείας τὴν ἀγγελικὴν καθαρότητα· δυνάμεις γὰρ τοῦ ἀγροῦ ἤτοι τοῦ κόσμου, ἀγγελικαὶ δυνάμεις· πιστούμεναι ἡμᾶς ἀγγελικὴν ἕξιν ἐν τῇ παλιγγενεσίᾳ κατάστασιν· ἰσχὺς δὲ καὶ δύναμις εἰ μὲν ἑνικῶς λέγεται, πρὸς τὸ Θεῖον ἀναπέμπεται ἡ διάνοια τῆς τοιαύτης φωνῆς· εἰ δὲ πληθυντικῶς, τὴν ἀγγελικὴν φύσιν παρίστησι· τὸ δὲ ὥρκισα, ἀντὶ τοῦ ὁρκίζω· ὅρκος δέ ἐστι λόγος πιστούμενος δι' ἑαυτοῦ τὴν ἀλήθειαν· ὅρκος δὲ λέγεται, κἂν ὄμνυσί τις κἂν ὁρκωθῇ. {Νείλου.} Τὸ μὲν διεγεῖραι, σαφῶς ταῖς θυγατράσιν Ἱερουσαλὴμ εἴρηται· τὴν ἐν τίνι δὲ ἀγάπην, τὴν ἐν αὐταῖς, ἢ τὴν ἐν τῷ νυμφίῳ, ἢ τὴν αὐτῇ λεγούσῃ, ἄδηλον. Εἰ μὲν οὗν τὴν ἐν ἐκείναις ἀγάπην διεγερθῆναι βούλεται, δύναται τοιοῦτόν τι λέγειν· ὅτι Ὦ βραδεῖς καὶ ἀσυναίσθητοι τῶν συμφερόντων, πόσον κέρδος παρορᾶτε διὰ ἀπειρίαν! Ὅπερ τοῖς ἀγαπῶσι τὸν Νυμφίον, ἐκ τοῦ ἀγαπᾷν περιγίνεται· ὁρκίζω ὑμᾶς κατὰ τῶν δυνάμεων τοῦ ἀγροῦ, τῶν τὰ τοῦ κόσμου διοικουσῶν, καὶ τῆς ἰσχύος αὐτῶν ᾗ καταργοῦσι τοὺς ἐναντίους, ἐγεῖραι καθεύδουσαν ἐν ἡμῖν, καὶ ἐξεγεῖραι τὴν πρὸς τὸν Νυμφίον ἀγάπην· καὶ γνῶναι τὴν ἡδονὴν τὴν ἐμὴν, ἐκ τοῦ ἐν πείρᾳ γενέσθαι αὐτῆς· παρακαλεῖ δὲ αὐτὰς τὸ ἐκείνων κέρδος σκοποῦσα, καὶ τὴν ὠφέλειαν αὐτῶν λογιζομένη· ἐὰν δὲ τὴν τοῦ Νυμφίου ἀγάπην διεγερθῆναι θέλῃ, τοῦτό φησιν· Ὁρκίζω ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, προσελθεῖν τῷ ὑπ' ἐμοῦ ἠγαπημένῳ, καὶ τὸ ἐμὸν πάθος ἀναγγεῖλαι αὐτῷ· ὅπως αὐτὸν ἀγαπῶσα οἴκοι μένειν οὐ δύναμαι, ἐξελαύνοντός μου τοῦ πόθου, καὶ πάσας ἐπιέναι τὰς ὁδοὺς ἀναγκάζοντος, μήπω καὶ ἐκ τύχης συναντῇ τῷ ποθουμένῳ· ἀμφιβάλῃ γὰρ τάχα, μή ποτε οὐκ ἀληθῶς ἀγαπᾶται· καὶ ἤδη φαίνεται καὶ συντυχοῦσα καὶ λόγον ἀκούσασα παρὰ τοῦ Νυμφίου τὴν ἀγάπην δηλοῦντος· ὑποχωρεῖ γὰρ ὁ Νυμφίος πολλάκις, πλεῖον αὐτῆς τὸν ἔρωτα διεγείρων, καὶ τὸ μαραινόμενον τῆς ἐπιθυμίας ἀναῤῥιπίζων· ἔν τισι δὲ τῶν ἀντιγράφων ἔχει, Μὴ ἐγείρητε, μηδὲ ἐξεγείρητε, ἐὰν μὲν τὴν πρὸς ἑαυτὴν τοῦ Νυμφίου, ὅτι οὐ χρείαν ἔχω μεσίτου· οἶδα γὰρ ὅτι ἀξία γενομένη αὐτοῦ, τὸ θέλημα αὐτοῦ πρὸς τὴν ἐμὴν ἀγάπην διεγείρω· οὐ γὰρ μαστροπεύεται ὁ οὐράνιος ἔρως· αὐτὸς δὲ ἐπιφοιτᾷ τῷ κάλλει τῆς ψυχῆς ἑλκόμενος, καὶ τοῖς ἔργοις τῶν ἀρετῶν πληροφορούμενος, οὐχὶ δὲ φήμαις τῶν γινομένων πειθόμενος· ἐὰν δὲ τὴν ἐκείνων μὴ ἐγείρητε τὴν πρὸς αὐτὸν ἀγάπην· ἔτι γὰρ ἡμῖν χρεία καιροῦ τοῦ ἐν φόβῳ δουλεύειν αὐτῷ, οὐκ ἐχούσαις τέως βεβηκυῖαν τὴν τῶν ἀγαπώντων κατάστασιν, 153 μήπως ἀώρως τὴν ἀγάπην κινήσασα καταστηνιάσητε αὐτοῦ· ἅτε μηδέπω μαθοῦσα κεχρῆσθαι τῇ ἀγάπῃ καλῶς.
1.17.1
Φωνὴ τοῦ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούσ. {Γρηγορίου.} Ἐν τοσαύταις ἀνόδοις ὑψωθεῖσα δι' ἀγάπης πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν ἡ κεκαθαρμένη ψυχὴ, οὔπω κατειληφέναι δοκεῖ τὸ ζητούμενον· πάσας γὰρ τὰς ἀναβάσεις ἐκείνας, οὐ θεωρίαν τε καὶ κατάληψιν τῆς ἀληθείας, ἀλλὰ φωνὴν τοῦ ποθουμένου κατονομάζει, διὰ τῆς ἀκοῆς χαρακτηριζομένην τοῖς ἰδιώμασιν, οὐ διὰ τῆς κατανοήσεως γινωσκομένην τε καὶ εὐφραίνουσαν· φωνὴ, φησὶν, οὐκ εἶδος, οὐ πρόσωπον, οὐ χαρακτὴρ ἐμφαίνων τοῦ ζητουμένου τὴν φύσιν· ἀλλὰ φωνὴ, στοχασμὸν μᾶλλον ἢ βεβαίωσιν ἐμποιοῦσα περὶ τοῦ φθεγγομένου ὅς τίς ἐστι· τοῦτο δὲ παρίστησι καὶ τὸ ποικίλον τῆς ὀπτασίας· Ἰδοὺ γὰρ, φησὶν, οὗτος ἥκει, οὐχ ἑστὼς, οὐδὲ περιμένων, ὡς διὰ τῆς ἐπιμονῆς γνωρισθῆναι τῷ ἀτενίζοντι, ἀλλ' ἀφαρπάζων ἑαυτὸν τῶν ὄψεων, τῷ πηδᾷν καὶ διάλλεσθαι, καὶ νῦν μὲν δορκάδι, νῦν δὲ νεβρῷ παρεικάζεσθαι· τάχα τοίνυν προβλέπει τὴν πόῤῥωθεν κηρυχθεῖσαν, ὕστερον δὲ φανερωθεῖσαν, τοῦ Θεοῦ Λόγου διὰ σαρκὸς οἰκονομίαν· μαρτυρεῖται γὰρ τοῖς ἔργοις ἡ θεία φωνὴ, καὶ συνάπτεται τῷ λόγῳ τῆς ἐπαγγελίας ἡ ἔκβασις καθώς φησιν ὁ Δαβίδ· ὅτι," Καθάπερ ἠκούσαμεν οὕτω καὶ ἴδωμεν." Φωνὴ τοῦ ἀδελφιδοῦ μου, τοὐτέστιν οὗ ἠκούσαμεν, Ἰδοὺ οὗτος ἥκει· τοῦτον οὖν τοῖς ὀφθαλμοῖς εἰσδεξάμεθα· γέγονεν οὖν ἡ φωνὴ τοῦ Νυμφίου διὰ τῶν προφητῶν ἐν οἷς ἐλάλησεν ὁ Θεός· καὶ μετὰ τὴν φωνὴν ἦλθεν ὁ Λόγος, ἐπιπηδῶν τοῖς ἀντικειμένοις ὄρεσι, καὶ τῶν βουνῶν καθαλλόμενος, τοὐτέστι καταπατῶν καὶ καταλύων τὰ πονηρὰ τῆς τῶν δαιμόνων κακίας ὑψώματα. {Νείλου.} Ἐπειδὴ Θεὸς ἦν ὁ ἀγαπώμενος, οὐ τεκμηρίοις σωματικοῖς πιστούμενος, διαθέσεως δὲ προσέχων, καὶ λογισμοῖς ἐμβατεύων, εὐθὺς ἐπιφαίνεται παραμυθούμενος τῆς ἀγαπώσης τὸν πόθον· ὡς ἐκείνην αἰσθομένην τοῦ κατὰ τὴν φωνὴν ἰδιώματος, εἰπεῖν ἐκ πολλῆς τῆς περιχαρείας· Φωνὴ τοῦ ἀδελφιδοῦ μου, ἰδοὺ οὗτος ἥκει· τὸν γὰρ Ἰωάννην θεασάμενος ὃς ἦν ἡ φωνὴ, καὶ τὸν Λόγον φαντάζεται, καὶ δεικτικῶς φησιν· Ἰδοὺ οὗτος ἤκει· Λόγου γὰρ παρουσίαν σημαίνει ἡ φωνή· καὶ τὴν ἀκοὴν ἐπιστρέφουσα τῇ ὄψει, δείκνυσι τὸ ἀκουσθέν· τὸ δὲ πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνοὺς, τοιοῦτόν ἐστι· τῆς μὲν φωνῆς αὐτοῦ πόῤῥωθεν ἀκήκοα· ἤδη δὲ καὶ αὐτὸν ἐκεῖνον ὁρῶ πηδῶντα ἐπὶ τὰ ὄρη, καὶ διαλλόμενον ἐπὶ τοὺς βουνοὺς, ὅπερ ἐπληροῦτο ἐπὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ· αἱ γὰρ ἐκβάσεις τῶν περὶ αὐτοῦ προφητειῶν, πηδήματα ἦν καὶ ἅλματα· ὄρη δὲ καὶ βουνοὶ οἱ περὶ αὐτοῦ εἰπόντες προφῆται· ἐφ' ὧν διαλλόμενος, καὶ ἀφ' ἑτέρων εἰς ἕτερα πηδῶν, τὴν ἑκάστου προφητείαν ᾠκείου πρὸς τὴν ἑτέραν· ἓν σῶμα τὰς διαφόρους ποιῶν προφητείας, καὶ συνάπτων τοῖς ἅλμασι τῶν νοημάτων, τὰ 156 διεστάναι δοκοῦντα ὄρη τῶν λέξεων· ὄρη δὲ λέγοιντ' ἂν οἱ τὰ τῆς θεότητος αὐτοῦ λέγοντες προφῆται· βουνοὶ δὲ οἱ κατὰ τῆς οἰκονομίας· οἱ γὰρ βουνοὶ κἂν ὑπερανέχωσι τῆς ἄλλης γῆς, ὅμως ἔχουσί τι γεῶδες· τὰ δὲ ὅρη, λίθος ἐστὶν ἀκραιφνὴς γεώδους οὐσίας ἀμέτοχος. {Ὠριγένους.} Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, κ. τ. λ. {Κυρίλλου.} Ταῦτα πρὸς τὴν τῶν δραματικῶς ἐπαγομένων σαφήνειαν; μέχρι τοῦ, Ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὠραία· καὶ δῆλον ὡς ἡ Νύμφη τοῦ Λόγου ψυχὴ, ἤγουν Ἐκκλησία Χριστοῦ, φωνῆς πρὶν νοῆσαι αὐτὴν ὡς θείας ἀντιλαμβάνεται, ὅπερ πάσχομεν οἱ πιστοὶ, πρὶν νοῆσαι τὰς νομικὰς καὶ προφητικὰς φωνὰς ὡς θείας χάριτος πλήρεις καταπληττόμενοι· τοιοῦτόν ἐστι τὸ φωνὴ τοῦ ἀδελφιδοῦ μου προστεταγμένον τῆς μακρόθεν ἐπιφανείας τοῦ Λόγου· ὃν ἰδοῦσα μεγάλων θεωρημάτων ἁπτόμενον, μετὰ τοῦ μηδὲ τῶν βραχυτέρων καταφρονεῖν, φησίν· Ἰδοὺ αὐτὸς ἥκει πηδῶν ἐπὶ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. Δι' ὅλου δὲ τοῦ Λόγου, τινὰ μὲν ὡς παρόντι λέγεται τῷ Νυμφίῳ· τινὰ δὲ ὥσπερ ζητουμένου παρὰ τῆς Νύμφης, ἐπεὶ καὶ τῶν προβλημάτων, ποτὲ μὲν τινὰ ζητοῦμεν ἀποροῦντες τῆς λύσεως· ποτὲ δὲ τῆς λύσεως ἀπολαύομεν, τοῦ Νυμφίου Λόγου καταυγάζοντος ἡμῶν τὰς καρδίας· εἶτα πάλιν ἀποροῦμεν ἐν ἑτέροις, καὶ πάλιν ἡμῖν ἐπιφαίνεται· καὶ τοῦτο πολλάκις, μέχρι τελειωθέντες τοῦ Νυμφίου τύχωμεν οὐ μόνον ἐρχομένου πρὸς ἡμᾶς, ἀλλὰ καὶ μονὴν ποιουμένου. Καὶ ἡ Ἐκκλησία ποθεῖ μὲν ἐγκαταλειπομένη τοῖς πειρασμοῖς, ἐπιφαίνεται δὲ αὐτῇ τοῖς χαρίσμασι· διό φησιν· Ἰδοὺ, φησὶν, οὗτος ἤκει πηδῶν ἐπὶ τὰ ὄρη· ἔρχεται δὲ καὶ ἐπὶ τὰ δίκτυα τὰ πεπετασμένα ὑπὸ τοῦ πονηροῦ πλησίον τῆς Ἐκκλησίας· ἅπερ σχίσας καταφρονητικῶς αὐτῶν ἐπιβαίνειν διδάσκει τῇ ὑπερβάσει Ἐκκλησία πάντα χειμῶνα πειρασμοῦ, τὰ σημεῖα τοῦ ἀέρος δείκνυται, καὶ τὸ ἐγγίζειν τὸ θέρος, περὶ οὗ ἐν Ψαλμοῖς·" Τὸ θέρος καὶ ἔαρ." Ὤφθη γὰρ αὐτῇ ἄνθη, καὶ ἤγγισεν ἡ παντελὴς κάθαρσις, καιρὸς τῆς τομῆς ὀνομαζομένη.
1.18.1
Ὅμοιός ἐστιν ἀδελφιδός μου τῇς δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. {Γρηγορίου.} Διὰ τοῦτο σημαίνει τὴν ὀξυωπίαν τοῦ τὸ πᾶν ἐπιβλέποντος· ἀλλὰ νεβρῷ ἐλάφων, διὰ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι, τὴν τῶν ἰοβόλων ἐνέργειαν, ἣν ὄρη καὶ βουνοὺς ἐπωνόμασεν, τήν τε ὑποδεεστέραν καὶ τὴν προάγουσαν· τοῦτο γὰρ ἡ ἐκ τῶν βουνῶν πρὸς τὰ ὄρη διαστολὴ ὑπαινίττεται· ὁμοίως γὰρ καταπατεῖται ὅ τε λέων καὶ ὁ δράκων τὰ ὑπερέχοντα· καὶ ὄφις καὶ σκορπίος τὰ δοκοῦντα καταδεέστερα· καὶ τοὺς μαθητὰς δὲ πρὸς τὴν τῶν ἐλάφων φύσιν καταρτίζειν εἰπών·" Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων," ὡς τῷ ὕψει τῆς ἀρετῆς, ὅρη γενέσθαι Βαιθήλ· ὅπερ ἡ τοῦ ὀνόματος 157 ἔμφασις δείκνυσι τὸν ὑψηλὸν καὶ οὐράνιον βίον· ἡ γὰρ λέξις οἶκον σημαίνει Θεοῦ. {Νείλου.} Βαιθήλ ἐστι, καὶ ἑρμηνεύεται οἶκος Θεοῦ· ὄρη δὲ ταύτης οἱ διὰ μέγεθος ἀρετῆς ὄρη χρηματίσαντες· ὡς γὰρ ὑπερανέστηκεν ὕψει καὶ διαφέρει κραταιότητι τῆς λοιπῆς γῆς τὰ ὄρη, οὕτως ἐν τοῖς ἀνθρώποις ὑπερέχουσιν ἅγιοι τῷ ὑψηλῷ τῆς πολιτείας διεγηγερμένοι· τούτοις οὖν ἐπιδιατρίβοντα τὸν ἀδελφιδὸν ἑαυτῆς ἡ Νύμφη βλέπει, ὁμοιούμενον διὰ μὲν τὴν θεωρητικὴν δύναμιν, καὶ τὸ κριτικὸν εἶναι ἐνθυμήσεων καὶ ἐννοιῶν ἀνθρωπίνων, δορκάδι· διὰ δὲ τὴν πρακτικὴν καὶ τὴν πρὸς τὰς ἐναντίας δυνάμεις ἀντιπάθειαν, νεβρῷ ἐλάφων· ἀναιρετικὴ γὰρ τῶν ἰοβόλων ἑρπετῶν ἡ ἔλαφος· δὰ τί δὲ εἶπε νεβρῷ ἐλάφων καὶ οὐκ ἔλαφον; ὅτι οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων, ἢ πάντες σχεδὸν ἐν τῇ παιδικῇ ἡλικίᾳ, εἰ καὶ μὴ τῶν αἰσχρῶν, ἀλλ' οὖν τινων παθῶν ἡττήθησαν· ὀψὲ καὶ μόλις πρεσβυτικὸν ἀναλαβόντες καὶ σώφρονα λογισμόν· ὁ δὲ Κυριακὸς ἄνθρωπος πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα, ἠπείθησε πονηρίαν, τὰς νεωτερικὰς ἐπιθυμίας πρεσβυτικῇ καταπατήσας γνώμῃ, τάχα δορκὰς ἦν, ὅτε ὀξεῖ τῷ βλέμματι τὰς ἐνθυμήσεις ἔλεγεν ὁρῶν τῶν ἀνθρώπων·" Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε ἐν ταῖς καρδίαις ὑμῶν πονηρά;" Νεβρὸς δὲ ἐλάφων ὅτε τῷ λεγεῶνι τῶν δαιμόνων ἔλεγεν·" Ἔξελθε ἐκ τοῦ ἀνθρώπου τὸ πνεῦμα τὸ ἀκάθαρτον" ὡς ἐκ χηραμῶν τῶν ἀνθρωπίνων σωμάτων ἐνδομυχοῦντα, ἀνέλκων τὰ τῶν δαιμόνων συνεσπειραμένα συστήματα. {Φίλωνος καὶ Ὠριγένους.} Ἢ καὶ ὄρη τοὺς προφήτας φησὶν ἀρτίους τῷ φρονήματι, τῶν ἀληθινῶν θεωρητὰς, οἶμαι δὲ καὶ τοὺς ἀποστόλους· ἐπεὶ κατὰ γενεὰν ἡ σοφία, εἰς ψυχὰς μεταβαίνει· ὄρη δὲ ἐπειδὴ ἀνίσχοντος ἡλίου, πρῶτα καταλάμπονται· βουνοὺς δὲ τοὺς ἔλαττον χωρήσαντας τὴν τοῦ πνεύματος ἐπιφάνειαν· λέγοις δ' ἂν καὶ ὄρη, τὰ ἐν νόμῳ νοήματα· βουνοὺς δὲ τὰ τῶν λοιπῶν προφητῶν· ἢ καὶ θεωρήσας τὸν ἐν Καινῇ Διαθήκῃ λόγον, βλέπει τὰ ὄρη πηδῶντα, ἐπὶ δὲ τοὺς βουνοὺς διαλλόμενον, τὸν ἐν τῷ παλαιῷ γράμματι· νεβρῷ δὲ ἐλάφων ὁ νυμφίος ἀπείκασται, οὐ μόνον ὡς ἀναλίσκων τοὺς ὄφεις, ἀλλ' ὅτι καὶ παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ ὅτι ἐταπείνωσεν ἑαυτόν· ἦ γὰρ ἂν ἔλαφος ὑπῆρχε τελεία. Ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων ἐκκύπτων διὰ τῶν δικτύων. {Κυρίλλου.} Ἴσως δὲ καὶ τοὺς ἀποστόλους ἐδήλωσε διὰ τῆς ἁλιευτικῆς τέχνης· ταῦτα τοίνυν ἀκούει τοῦ λόγου ἡ Ἐκκλησία διὰ τῶν προφητικῶν θυρίδων καὶ τῶν νομικῶν δικτύων δεχομένη τὴν τῆς ἀληθείας αὐγήν· ἔτι συνεστῶτος τοῦ τυπικοῦ τῆς διδασκαλίας τοίχου, τοῦ νόμου λέγω, τοῦ τὴν σκιὰν ποιοῦντος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων δεικνύντος· οὗ ὀπίσω στᾶσα ἡ ἀλήθεια ἐχομένη τοῦ τόπου ὕστερον ἐπιλάμπει. {Γρηγορίου.} Κατὰ τὸ ῥητὸν ἔνδον οἰκουρούσῃ 1600 τῇ Νύμφῃ διὰ τῶν θυρίδων ὁ ἐραστὴς διαλέγεται· καὶ τοῦ τοίχου ἀμφοτέρους κατὰ τὸ μέσον διείργοντος, ἀνεμπόδιστος γίνεται τοῦ λόγου ἡ κοινωνία· διὰ μὲν τῶν θυρίδων τῆς κεφαλῆς παρακυπτούσης, διὰ δὲ τῶν ἐν ταῖς θυρίσι δικτύων πρὸς τὰ ἐντὸς τοῦ ὀφθαλμοῦ διακύπτοντος· ὁδῷ δὲ καὶ ἀκολουθίᾳ τῆς ἀγωγῆς προσοικειοῖ τῷ Θεῷ τὴν ἀνθρωπίνην φύσιν ὁ λόγος· πρῶτον μὲν αὐτὴν διὰ τῶν προφητῶν ὡς διὰ θυρίδων καταυγάζων· καὶ διὰ τῆς τῶν νομικῶν παραγγελμάτων πλοκῆς ὡς διὰ δικτύων· οὕτω γὰρ νοοῦμεν, θυρίδας μὲν τοὺς προφήτας, τοὺς τὸ φῶς εἰσάγοντας, δίκτυα δὲ, τὴν τῶν νομικῶν παραγγελμάτων πλοκήν· δι' ὧν ἀμφοτέρων ἡ αὐγὴ τοῦ ἀληθινοῦ φωτὸς ἐπὶ τὰ ἐντὸς παραδύεται· μετὰ ταῦτα δὲ ἡ τελεία τοῦ φωτὸς, ἔλλαμψις γίνεται· ὅταν ἐπιφανῇ αὐτὸς τὸ φῶς τὸ ἀληθινὸν διὰ τῆς πρὸς τὴν φύσιν ἡμῶν ἀνακράσεως. {Νείλου.} Τοῖχον, τὸ σῶμα τοῦ Κυριακοῦ λέγει ἀνθρώπου, κρύπτοντος τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν· βλέπει δὲ αὐτὸν καὶ παρακύπτοντα διὰ τῶν θυρίδων, τῶν λόγων τῶν προφητικῶν· καὶ ἐγκύπτοντα διὰ τῶν δικτύων τοῦ ἀποστολικοῦ κηρύγματος· μερικῶς γὰρ αὐτὸν ὥσπερ ἀπὸ θυρίδος παρακύπτοντα οἱ προφητικοὶ παραφαίνουσι λόγοι· ὅλον δὲ τηλαυγῶς ἡ ἀποστολικὴ δείκνυσι διδασκαλία· μόνη οὖν αὕτη δεδύνηται ἐκ τῶν περὶ αὐτοῦ προφητευθέντων, καὶ ἐκ τῶν προηγγελμένων σημείων τῷ ὀφθαλμῷ τῆς ψυχῆς, διὰ τῆς παχύτητος τοῦ τοίχου διελάσαι καὶ ἰδεῖν τὸ κρυπτόμενον ἐν τῷ σώματι· ἔστι δὲ πάλιν τοῖχος ὁ νόμος, οὗ ὀπίσω ἔστηκεν ὁ Νυμφίου κρυπτόμενος, θεσπίσας τὸν νόμον καὶ οὐ γνωριζόμενος τοῖς νομοθετουμένοις· βλέπει δὲ αὐτὸν ἡ Νύμφη ὀπίσω ἑστῶτα τοῦ νόμου τοῖς πολλοῖς οὐχ ὁρώμενον, διὰ τὸ σαφῶς ἐν τούτῳ τὰ περὶ αὐτοῦ, καὶ συνεσκιασμένης εἰρῆσθαι· ὡς ἡ πέτρα ἐδήλου Χριστὸν, καὶ θάλασσα τὸ βάπτισμα· δύναται δὲ πάλιν θυρίδας τις λέγειν, καὶ τῆς Νύμφης τὰ αἰσθητήρια· ἅπερ ἔχουσα καθορᾷ ἥλιον δι' αὐτῶν, καὶ ζωὴν ἐδέχετο, τῶν ἁμαρτωλῶν θάνατον δι' αὐτῶν εἰσδεχομένων· κατὰ τό·" Θάνατος ἀνέβη διὰ τῶν θυρίδων ὑμῶν·" δίκτυα δὲ, τοὺς ἐν τῇ ἐρήμῳ προσαχθέντας αὐτῷ παρὰ τοῦ Σατανᾶ πειρασμούς· ὅτε πειράζων αὐτὸν καθάπερ δικτύοις περιέχειν ἐνόμιζε τοῖς πειρασμοῖς· ὧν ἀνώτερος φανεὶς ὁ Κύριος; καὶ συντρίψας τὰς παγίδας καὶ τὰ δίκτυα, καὶ ταῖς εὐθυβόλοις ἀποκρύψεσιν ὑπερκόψας, ἐξέκυπτε διὰ τῶν δικτύων, τὴν τῆς θεότητος δύναμιν ὑποφαίνων τῇ διορατικῇ ψυχῇ· ὅθεν λοιπὸν διηγεῖται ταῖς θυγατράσιν Ἱερουσαλὴμ ἡ Νύμφη· ὃ παρουσίᾳ μὲν ἔλεγεν ἐκείνων ὁ Νυμφίος, ἤκουε δὲ πλὴν ἐκείνης οὐδεὶς τὰ ἐπαγόμενα. Λέγοιντο δ' ἂν θυρίδες καὶ τὰ αἰσθητήρια, δι' ὧν ἐπὶ μὲν τῶν ἁμαρτωλῶν θάνατος διαβαίνει· ἐπὶ δὲ τῆς ἐρωτικῶς διακειμένης ψυχῆς πρὸς τὸν Λόγον, παρακύπτει ὁ λόγος εἰς τὰ δέοντα ταῖς αἰσθήσεσι κεχρημένης, καὶ δικτύῳ κατασκευά 1601 σματα ἐχούσης ἐν ὑπερώῳ αὐτῆς ἐφ' ἃ φθάνων ὁ Νυμφίος, δι' αὐτῶν ἐκκύπτει καλῶν τὴν Νύμφην πρὸς ἑαυτὸν ἐπὶ τὰ ἔξω τῶν αἰσθήσεων ἀόρατα καὶ ἀσώματα· τοῦτο τάχα δηλοῦντος καὶ τοῦ ἐπαγομένου ῥητοῦ· Ἀνάστα, ἐλθέ.
1.19.1
Ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθακε· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς· αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. {Γρηγορίου.} Τὸ κατὰ φύσιν εὐκίνητον ἀπόλεσαν τὸ τῶν ἀνθρώπων γένος, τῷ τῆς εἰδωλολατρείας ἐπιπήγη κρυμῷ· τῷ χαλεπῷ δὲ τούτῳ χειμῶνι, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπανέτειλεν, ἵνα διαθερμάνῃ τὸν λιθωθέντα τῷ κρύει, καὶ γένηται πάλιν ὑποθαλφθεὶς τῇ ἀκτῖνι τοῦ λόγου, ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον· διὰ τοῦτο ἐμβοᾷ διὰ τῶν φωταγωγῶν θυρίδων, εἴτ' οὖν προφητικῶν λόγων τῇ Ἐκκλησίᾳ ὁ Νυμφίος ὁ λόγος ὁ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· Ἀνάστηθι δηλαδὴ ἐκ τοῦ πτώματος, ἡ συμποδισθεῖσα καὶ πεσοῦσα εἰς γῆν διὰ τοῦ ὄφεως· οὐκ ἀρκεῖ δέ σοι τὸ ἀνορθωθῆναι μόνον, ἀλλὰ καὶ πρόελθε διὰ τῆς τῶν ἀγαθῶν προκοπῆς, τὸν ἐν ἀρετῇ διανύουσα δρόμον. Ἡ δὲ ἅμα τοῦ δέξασθαι τοῦ Λόγου τὴν δύναμιν, ἀνίσταται καὶ παρίσταται τῷ φωτί· καὶ πλησιάζει καὶ καλὴ γίνεται, καὶ περιστερὰ ὀνομάζεται· καὶ πρὸς ὃ βλέπει καὶ σχηματίζεται· καὶ ὅλη γενομένη πνευματική· τῷ γὰρ φωτὶ προσεγγίσασα, φῶς γίνεται· τῷ δὲ φωτὶ τὸ καλὸν τῆς περιστερᾶς εἶδος ἐνεικονίζεται· ἐκείνης λέγω τῆς περιστερᾶς ἧς τὸ εἶδος τὴν τοῦ ἁγίου Πνεύματος παρουσίαν ἐγνώρισεν· οὕτω τοίνυν αὐτῇ προσφωνήσας ὁ Λόγος, καὶ ὀνομάσας αὐτὴν, καλὴν μὲν διὰ τὸ πλησίον, περιστερὰν δὲ διὰ τὸ κάλλος, καὶ τὰ ἐφεξῆς διέρχεται· οὐκ ἔτι λέγων κρατεῖν τοῦ χειμῶνος τῶν ψυχῶν τὴν κατήφειαν· Ἰδοὺ, γὰρ, φησὶν, ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθε καὶ ἐπορεύθη ἑαυτῷ. Πολυώνυμον δὲ ποιεῖ τὸ κακὸν, κατὰ τὰς τῶν ἐνεργημάτων διαφοράς· καὶ χειμὼν λέγεται μὲν διὰ τὴν πολυειδῆ τῶν κακῶν σημασίαν· πάντα γὰρ ἐν αὐτῷ μιμεῖται τὴν τοῦ θανάτου κατήφειαν· φυτά τε ξηραινόμενα, καὶ ζῶα τῆς ᾠδῆς ἀποπαυόμενα καὶ τῆς ἐνεργείας· ἀγριαίνεται δὲ καὶ ἡ θάλασσα· διὰ δὲ τοῦ, ἐπορεύθη, ἔμψυχόν πως καὶ προαιρετικὸν ἐμφαίνει τὸν ὑετόν· διὰ τούτων τοίνυν δείκνυσι, πῶς ἐτεθήλει κατ' ἀρχὰς ἡ ἀνθρωπίνη φύσις ἡ ἐν τῷ παραδείσῳ· τοῦ δὲ χειμῶνος τῆς παρακοῆς τῆς ἀθανασίας τὴν ῥίζαν, ἐξ οὗ τὴν φύσιν ὡραΐζων καρποῖς βεβλαστήκει ἀποξηράναντος, ἀπετινάχθη τὸ ἄνθος, καὶ εἰς γῆν ἀνελύθη· καὶ ἐγυμνώθη τοῦ κάλλους τῆς ἀφθαρσίας ὁ ἄνθρωπος· καὶ ἡ τῶν ἀρετῶν πόα κατεξηράνθη τῆς πρὸς Θεὸν ἀγάπης· ὅθεν τὰ ποικίλα παθήματα, ταῖς ἀντικειμέναις δυνάμεσιν ἐν ἡμῖν ἀπεκορυφώθη· δι' ὦν τὰ πονηρὰ ναυάγια τῆς ψυχῆς γίνεται· ἀλλ' ἐλθόντος τοῦ τὸ ἕαρ τῶν ψυχῶν ἡμῖν ἐμποιήσαντος, καὶ τοῖς πνεύμασι καὶ τῇ θαλάσσῃ ἐπιτιμήσαντος, πάντα γέγονε γαλήνης μεστά· καὶ πάλιν ἔρχεται ἀναθάλλειν 1604 καὶ τοῖς ἰδίοις ἄνθεσιν ἡ φύσις ὡραΐζεσθαι, εἴτ' οὖν ταῖς ἀρεταῖς· αἳ νῦν μὲν ἀνθοῦσιν, ἰδίῳ δὲ καιρῷ παρέξουσι τὸν καρπόν· δεῖ οὖν ἐν τῷ ποικίλῳ τούτῳ χειμῶνι εἰσελθόντας ἐκ τῶν ἀνθέων τούτων δρέψασθαι, καὶ στεφάνους ἑαυτοῖς κατασκευάσαι· ὁ γὰρ καιρὸς τῆς τομῆς αὐτῶν ἔφθακε· τοῦτό σοι διαμαρτύρεται ἡ τοῦ τρυγόνος φωνή· τουτέστιν ἡ φωνὴ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἰωάννης γάρ ἐστιν ὁ τρυγὼν, ὁ τοῦ φαιδροῦ ἔαρος Πρόδρομος, ὁ τὸ ἐκ ῥίζης Ἰεσσαὶ ἄνθος ὑποδεικνύων τὸν Ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὴν ἐκ τῶν κακῶν διδάσκων μετάνοιαν, καὶ τὴν κατ' ἀρετὴν πολιτείαν· Ἠκούσθη γὰρ, φησὶν, φωνὴ τοῦ τρυγόνος ἐν τῇ γῇ ἡμῶν· τάχα γῆν, τοὺς κατεγνωσμένους ἐν κακίᾳ κατονομάζων, οὓς πόρνους καὶ τελώνας τὸ Εὐαγγέλιον, ἐν οἷς ἠκούσθη τοῦ Ἰωάννου ὁ λόγος, τῶν λοιπῶν οὐ παραδεξαμένων τὸ κήρυγμα· τὸ δὲ περὶ τῆς συκῆς εἰρημένον ὅτι ἐξήνεγκεν ὀλύνθους αὐτῆς, οὑτωσὶ τῷ λόγῳ κατανοήσωμεν· ἑλκητικὴ τῆς ἐν τῷ βάθει νοτίδος διαφερόντως ὑπὸ θερμότητός ἐστιν ἡ συκῆ· πολλῆς δὲ κατὰ τὰς ἐντεριώνας τῆς ἰκμάδος συνισταμένης, ἀναγκαίως ἡ ῥύσις, διὰ τῆς τῶν ὑγρῶν πέψεως τῆς ἐν τῷ φυτῷ γινομένης, τὸ ἀχρεῖόν τε καὶ γεῶδες τῆς ἰκμάδος, ἐκ τῶν ἀχρημόνων ἀποσκευάζεται· πολλάκις τοῦτο ποιεῖ, ἕως ἂν τὸ εἰλικρινές τε καὶ τρόφιμον ἐν τῷ καθήκοντι καιρῷ προβάλλει κεκαθαρμένον τῆς ἀχρήστου ποιότητος· τὸ τοίνυν πρὸ τοῦ γλυκέος τε καὶ τροφίμου καὶ τελείου ὑπὸ τῆς συκῆς ἐν καρπῶν εἴδει προβαλλόμενον ὄλυνθος λέγεται, ὅπερ τοῦ καρποῦ προοίμιον γίνεται, οὐκ αὐτὸ καρπός· ὁ ταῦτα τοίνυν θεασάμενος καὶ τὸν καρπὸν ὅσον οὔπω ἐκδέχεται· ἐπειδὴ τοίνυν τὸ πνευματικὸν ἔαρ ὑπογράφει τῇ Νύμφῃ ὁ λόγος· ὁ δὲ καιρὸς οὖτος μεθόριός ἐστι, τῆς τε χειμερινῆς κατηφείας, καὶ τῆς ἐν τῷ θέρει τῶν καρπῶν μετουσίας· διὰ τοῦτο τὸ μὲν παρῳχηκέναι τὰ κακὰ, διαῤῥήδην εὐαγγελίζεται, τοὺς δὲ καρποὺς τῆς ἀρετῆς, οὕπω τελείως προδείκνυσιν· ἀλλὰ τούτους μὲν ἐν τῷ καθήκοντι καιρῷ ταμιεύεται, ὅταν ἐνστῇ τὸ θέρος ὅπερ ἐστὶ συντέλεια τοῦ αἰῶνος· νῦν δὲ τὰς ἐλπίδας δείκνυσι διὰ τῶν ἀρετῶν ἀνθούσας, ὧν ὁ καρπὸς ἐν τῷ ἰδίῳ καιρῷ προφαίνεται· τῆς τοίνυν ἀνθρωπίνης φύσεως κατὰ τὴν μνημονευθεῖσαν ἐνταῦθα συκῆν, πολλὴν διὰ τοῦ νοηθέντος ἡμῖν χειμῶνος τὴν κακὴν ἰκμάδα συλλεξαμένης· καὶ ὡς τὸ ψυχικὸν ἔαρ ἐργασάμενος, πρῶτον μὲν ἐκβάλλει τῆς φύσεως πᾶν ὅσον γεῶδες καὶ ἄχρηστον, ἀντὶ ἀχρημόνων δι' ἐξομολογήσεως ἀποσκευάζων τὰ περιπτώματα, εἶθ' οὕτω χαρακτῆρά τινα τῆς ἐλπιζομένης μακαριότητος διὰ τῆς ἀστειοτέρας ζωῆς ἐπιβάλλων τῷ βίῳ, οἷόν τισιν ὀλύνθοις, τὴν μέλλουσαν γλυκύτητα τῶν συκῶν εὐαγγελίζεται· οὕτω νόησον καὶ τὴν κυπρίζουσαν ἄμπελον· ἧς ὁ μὲν οἶνος ὁ τὴν καρδίαν εὐφραίνων, πληρώσει ποτὲ τὸν τῆς σοφίας κρατῆρα, καὶ προκείσεται τοῖς συμπόταις εἰς ἀπολαυσιν· νῦν μέν τοι κυπρίζει διὰ τοῦ ἄνθους ἡ ἄμπελος· ταῦτα προδείκνυσι τῇ Νύμφῃ ὁ λόγος τοῦ καλοῦ τῶν ψυχῶν ἔαρος τὰ γνωρίσματα· καὶ ἐπισπεύδει πρὸς τὴν τῶν προκειμένων ἀπόλαυσιν, διεγείρων αὐτὴν τῷ λόγῳ καὶ φησιν. {Νείλου.} Τὸ ἀνάστα, καλοῦντός ἐστι καὶ διεγείροντος· ἀπὸ γὰρ τῶν κατὰ τὸν νόμον ταπεινῶν παραγγελμάτων, ἐπὶ τὰ ὑψηλότερα μαθήματα τῶν εὐαγγελικῶν παραδόσεων αὐτὴν διεγείρων καλεῖ· 1605 κατάλιπε, φησὶν, τὸν νηπιώδη νόμον, τὸν τὴν ἐνέργειαν τῶν ἁμαρτημάτων κωλύοντα, καὶ ἐλθὲ ἐπὶ τὴν χάριν τὴν ἐκκόπτουσαν καὶ τὸ φαῦλον ἐνθύμιον· ἀνάστα ἀπὸ τῶν γηΐνων, πρόκοψον ἐπὶ τὰ οὐράνια· ἀνάστα ἀπὸ τῶν τύπων, πορεύθητι ἐπὶ τὴν ἀλήθειαν· ἀνάστηθι ἀπὸ τοῦ στοιχειώδους νόμου, φθάσον ἐπὶ τὴν τελειότητα· χειμῶνα λέγει τὸν τοῦ πάθους καιρὸν, ἐν ᾧ πάντες ἐχειμάσθησαν τῷ τῆς ἀπιστίας πνεύματι· καὶ γὰρ καὶ αἰσθητὸς χειμὼν ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον· οὗ παρελθόντος ὁ ὑετὸς ὁ προφητικὸς, καὶ ὁ νομικὸς λόγος ἐπαύσατο· τῆς γὰρ φωνῆς τοῦ τρυγόνος ἀκουσθείσης τῆς λεγούσης·" Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς," οὐκ ἔτι ἦν χρεία τοῦ καταβαίνοντος ὡς ὑετοῦ ἀποφθέγματος νομικοῦ λόγου· καὶ τῶν ἀνθέων ὀφθέντων ἐν τῇ γῇ τῶν ἐν τῷ Χριστιανισμῷ ἁγίων ἀνδρῶν, καιρὸς τῆς τομῆς ἔφθακε τῆς ἀποβολῆς τῶν Ἰουδαίων· καὶ ἡ συκῆ ἢν κόψαι διὰ τὸ μὴ φέρειν καρπὸν ὁ οἰκοδεσπότης ἐκέλευσεν, τοὺς τῆς μετανοίας ἐξήνθησεν ὀλύνθους, μετὰ τὴν ἐπιδημίαν Χριστοῦ, τὰ τῆς ἰδιωτικῆς διδασκαλίας δεξαμένη κόπρια· καὶ ἡ ἄμπελος δὲ ἐκ τῆς ἀληθινῆς ἀμπέλου μεταφυτευθεῖσα ἐκ τοῦ κυπρισμοῦ ἔδωκεν ὀσμὴν, οἱ λέγοντες τοῦ Χριστοῦ· Εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· καὶ αὐτοὶ γὰρ οἱ ἀπιστοῦντες τῷ Εὐαγγελίῳ, καὶ τὸν λόγον ἐθαύμαζον τοῦ κηρύγματος, καὶ τῶν σημείων ἐξεπλήσσοντο τὴν δύναμιν. {Κυρίλλου.} Ἢ καὶ τὸ τῆς τομῆς ἔφη τοῦ νοητοῦ θερισμοῦ· περὶ οὗ ὁ Σωτήρ φησιν·" Ὁ μὲν θερισμὸς πολύς." {Ὠριγένους. Ἀνάστα}, φησὶν, κ. τ. λ. {Ἄλλως.} Καὶ τρυγόνος λέγει τῆς ἀποῤῥήτου καὶ ἀγνώστου σοφίας· φιλέρημον γὰρ τὸ ζῶον, ἧς ἡ φωνὴ ἀκούεται τοῖς ἔτι γήϊνον σῶμα περικειμένοις· τομῆς καιρὸς, ὁ τῆς τῶν περιττῶν ἀποθέσεως, οὗτος δέ ἐστιν ὁ τῆς αὐτοῦ παρουσίας, ἐν ὧ δεῖ τὰ σωματικὰ τοῦ νόμου, καὶ τὰς ἐν τοῖς προφήταις ἱστορίας, περιπεφυκότα τοῖς πνευματικοῖς περιτέμνεσθαι καὶ μεῖναι τὰ κρείττονα· καιρὸς δὲ πάλιν καὶ τῆς τῶν ἀμαρτημάτων ἐκκοπῆς καὶ ἀφέσεως διὰ λουτροῦ παλιγγενεσίας· καὶ μὴ θαυμάσῃς εἰ ὁ Νυμφίος ὡς περὶ ἑτέρου λέγει τοῦ τρυγόνος, πολλαχοῦ γὰρ τοῦτο ἔθος τῆς Γραφῆς ἐστι.
1.20.1
Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου· καὶ ἐλθὲ σὺ περιστερά μου ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχείσματος· δεῖξον μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου· ὄτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. {Κυρίλλου.} Ἡ πέτρα ἐστὶν ὁ Χριστός· αὐτὸς γὰρ ἡμῖν τεῖχος γίνεται τοῖς πιστοῖς καὶ σκέπη, καὶ πᾶσα ἀσφάλεια διὰ τοῦ προτειχίσματος δηλουμένη· ἔνθα γενομένη, φησὶ, τεύξῃ πάσης ἐπικουρίας. 1608 {Ἀπολιναρίου.} Ἢ καὶ τείχισμα, τὸν ἐντὸς ἄνθρωπον· προτείχισμα δὲ τὸν ἐκτὸς, ὅπερ Ἀκύλας ἐν ἀποκρύφοις ἐκδέδωκεν· ἐν ᾧ καὶ τὰς εὐχὰς ἐνεργεῖσθαι κελεύει Χριστός. {Γρηγορίου.} Οὔτε τῆς τοιαύτης ἀναστάσεως, οὔτε τοῦ τοιούτου δρόμου πέρας ἐστίν· ἀεί τε γὰρ ἀνίστασθαι χρὴ, καὶ μηδέποτε τῷ Θεῷ προσεγγίζοντας παύεσθαι. Ὁσάκις οὖν λέγει τό· Ἀνάστηθι καὶ ἐλθὲ, τοσαυτάκις τῆς πρὸς τὸ κρεῖττον ἀναστάσεως τὴν δύναμιν δίδωσιν· ὡς ἐκ καλῆς γενέσθαι καλὴν, καὶ κατὰ τὸν Ἀπόστολον τὴν αὐτὴν εἰκόνα ἀπὸ δόξης εἰς δόξαν μεταμορφοῦσθαι· οὕτω τοίνυν περιστερὰν οὖσαν ἐν τοῖς προκατορθωμένοις, οὐδὲν ἧττον περιστερὰν αὐτὴν πάλιν διὰ τῆς πρὸς τὸ κρεῖττον μεταμορφώσεως γενέσθαι διακελεύεται· λέγει γὰρ, δεῦρο σεαυτῇ περιστερά μου, τοὐτέστι μηκέτι πρὸς τὴν τῶν ἐφελκομένων βλέπειν σπουδὴν, ἀλλ' ὁδηγὸν πρὸς τὸ κρεῖττον τὴν ἰδίαν ἐπιθυμίαν ἔχειν· δεῦρο γὰρ, φησὶ, σεαυτῇ τοῖς ἰδίοις λογισμοῖς τὴν πρὸς τὸ καλὸν προθυμίαν ἐπιῤῥώσασα· οὐκ ἀνάγκης καθηγουμένης· ἀδέσποτον γὰρ ἡ ἀρετὴ καὶ ἑκούσιον, καὶ ἀνάγκης πάσης ἐλεύθερον· καὶ εἰ ἐγυμνάσθης, ὦ ψυχὴ, τῷ νόμῳ, εἰ τὰς διὰ τῶν προφητικῶν θυρίδων αὐγὰς τῇ διανοίᾳ τεθέασαι, μηκέτι ὑπὸ τὴν τοῦ νομικοῦ τοίχου σκιὰν μένε· ἐπὶ δὲ τὴν πέτραν, ἥτις ἐστὶ τὸ Εὐαγγέλιον. ἀπὸ τούτου μετάβηθι· ἔχεται γὰρ ἡ πέτρα τοῦ προτειχίσματος· ἐπειδὴ τῆς εὐαγγελικῆς πίστεως ὁ νόμος προτείχισμα γέγονε, καὶ ἔχεται ἀλλήλων τὰ δόγματα γειτνιῶντα κατὰ τὴν δύναμιν· πλὴν ὅτι πνευματικὴ μὲν ἡ πέτρα, χοϊκὸς δὲ ὁ τεῖχος ᾧ συμπέπλασται τὸ σωματικὸν καὶ γεῶδες· ἡ δὲ εὐαγγελικὴ πέτρα, τὸ σαρκῶδες τῶν νοημάτων πηλὸν οὐκ ἔχει· καὶ κατὰ τὸν ἀπόστολον Παῦλον, ὁ νόμος πνευματικός ἐστιν· ὁ γὰρ οὕτως ἐκλαμβάνων τὸν νόμον πνευματικῶς, ὑπὸ τὴν σκέπην τῆς εὐαγγελικῆς γίνεται πέτρας, τὴν ἐχομένην τοῦ σωματικοῦ προτειχίσματος. Ταῦτα διὰ τῶν θυρίδων τοῦ λόγου ἐμβοήσαντος, ἀποκρίνεται ἡ περιστερὰ ἡ περιλαμφθεῖσα διὰ τῆς τῶν νοημάτων αὐγῆς, καὶ τὴν πέτραν νοήσασα τὸν Χριστὸν, καί φησι· Δεῖξόν μοι τὴν ὄψιν σου· μηκέτι διὰ τῶν παλαιῶν αἰνιγμάτων διαλεγόμενος· ὡς δὲ ἰδεῖν δύναμαι, δεῖξόν μοι σαυτὸν ἐμφανῶς ὡς ἂν ἐντός σου γένωμαι τῆς εὐαγγελικῆς πέτρας, καταλιποῦσα τὸ τοῦ νόμου προτείχισμα· εἰ γὰρ ἡ διὰ τῶν θυρίδων φωνὴ οὕτως ἐστὶν ἐρασμία, πόσῳ μᾶλλον ἡ κατὰ πρόσωπον; {Νείλου.} Ἐν τοῖς πρὸ τούτων ἀναστήσας αὐτὴν, ἐπεὶ μὴ ἐσήμανε τόπον ἔνθα ἤκειν αὐτὴν ἐκέλευσε, νῦν πάλιν καλεῖ αὐτὴν καὶ τὸν τόπον δηλῶν· ἐπεὶ γὰρ ἦν ἐρωτήσασα τὸν Νυμφίον, Ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις, καὶ οὐκ ἀπεκρίνατο τότε, νῦν γνωρίζει τὸν τόπον αὐτῇ τῆς νομῆς· ἵνα ὅπερ ἐκείνη ἔλεγε γένηται ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων· Ἐλθὲ λέγων ἐπὶ σκέπῃ τῆς πέτρας τῆς σημαινούσης Χριστόν· ἐφ' ἧς ἴχνος κακίας ὁ ὄφις ποιῆσαι οὐ δύναται· ἵνα σκεπαζομένη ἐν τῇ σκέπῃ ταύτης τῆς πέτρας μηδὲν αὐτῇ δέξηται ἐν τῷ διανοητικῷ παρὰ τῶν ἀντικειμένων δυνάμεων ἴχνος πονηρίας· καὶ ἐχόμενα δὲ τοῦ προτειχίσματος αὐτὴν κα 160 λεῖ, ἐκεῖ βουλόμενος ἀκοῦσαι διὰ τῆς ἡδείας αὐτῆς φωνῆς, καὶ κατανοῆσαι τὸ ὡραῖον αὐτῆς πρόσωπον. Φωνὴ δὲ ἡδεῖά ἐστιν, ἠθικῶς μὲν, σεμνοὶ λόγοι καὶ χάριν διδόντες τοῖς ἀκούουσι· δογματικῶς δὲ, ἡ τοῦ ἐν σταυρῷ βοῶντος λῃστοῦ," Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου." Ὅθεν πρὸς μὲν τὴν Ἐκκλησίαν φησὶν, Ἡ φωνή σου ἡδεῖα βοῶσα διὰ τῆς ἀπαρχῆς τοῦ λῃστοῦ τὸ, Μνήσθητι· πρὸς δὲ τὴν Συναγωγὴν τὴν λέγουσαν, Σταύρωσον, ἢν καὶ μισεῖ, φησὶ διὰ τοῦ προφήτου· ὀψὲ φωνὴν αὐτῆς ὠλόλυξε," Καὶ ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν·" Ὄψις δέ ἐστιν ὠραία, ἡ ἐκ τῆς εἰρηνικῆς καταστάσεως γαληνιάζουσα· Δεῖξόν μοι οὖν, φησὶν, τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου· καὶ ἤθει καὶ λόγῳ πρὸς ἐμὴν κοσμουμένη ἀρέσκειαν, καὶ κάλλος πράξεων καὶ ἐπιμέλειαν δογμάτων σύμφωνον ἐπιδεικνυμένη εἰ δέ τις εἴπῃ τεῖχος τὸν νόμον, προτείχισμα τὸν φυσικὸν ἐρεῖ νόμον, οὗ ἐχόμενά ἐστιν ἡ πέτρα· μᾶλλον γὰρ τοῦ ῥητοῦ νόμου ὁ φυσικὸς πλησιαίτερος ὢν, τυγχάνει Χριστοῦ· ἐν ᾧ πολιτευσάμενοι οἱ ἁγίοι εὐηρέστησαν τῷ Θεῷ· φυσικαῖς ὁρμαῖς γνῶντες τὸ δίκαιον· καὶ διδάσκαλοι τῶν καθηκόντων αὐτοὶ ἑαυτοῖς γενόμενοι· καὶ ὁ Παῦλος δέ φησι," Νόμος δὲ παρεισῆλθε," τὴν ἀρχαίαν καὶ τὴν ὑστάτην μίαν οὖσαν μεσολαβήσας πολιτείαν. {Ὠριγένους.} Βούλεται τὴν ψυχὴν, κ. τ. λ.
1.21.1
Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας· καὶ οἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. {Γρηγορίου.} Τὰ προγεγραμμένα τῆς Νύμφης εἰπούσης, καὶ τῆς εὐχῆς αὐτῆς πρὸς τὸν Νυμφίον κατευοδωθείσης. Μέλλων αὐτὸς ἑαυτὸν ἐμφανῆ καθιστᾷν, πρῶτον τοὺς θηρευτὰς παρορμᾷ, εἴτε ἀγγελικάς τινας δυνάμεις, εἴτε καὶ ἀποστόλους, πρὸς τὴν τῶν ἀλωπέκων ἄγραν, αἵ τινές εἰσιν ἀποστατικαὶ δυνάμεις, διὰ τὸ δολερὸν οὕτω κατονομασθεῖσαι· μικροὺς μὲν ὄντας ἤδη τῇ δυνάμει τῆς χάριτος τοῦ Χριστοῦ, ἀφανιστικοὺς δὲ τῶν ἀμπελώνων ὑπάρχοντας· ὡς μηκέτι τὸν ἀμπελῶνα τὴν ἀνθρωπίνην φύσιν δι' αὐτῶν πρὸς κυπρισμὸν καὶ βοτρύων φορὰν ἐμποδίζεσθαι, εἴτ' οὖν τὴν διαγωγὴν τῆς ἐναρέτου πολιτείας· τούτου γὰρ γενομένου, μεταχωρεῖ τὰ δύο εἰς ἄλληλα· ὅ τε γὰρ Θεὸς ἐν τῇ ψυχῇ γίνεται, καὶ πάλιν εἰς τὸν Θεὸν ἡ ψυχὴ μετοικίζεται· εἶδεν οὖν ἐν τῇ δυνάμει τοῦ κελεύσαντος ἑαυτὴν, τῆς ἐκ τῶν θηρίων λύμης τούτων κεκαθαρμένην, ἡ ὡς ἄμπελος εὐθύνουσα Νύμφη, καὶ εὐθὺς δίδωσιν ἑαυτὴν τῷ γεωργῷ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντι· οὐκ ἔτι γὰρ τῷ τοίχῳ τοῦ νόμου πρὸς τὴν συνάφειαν τοῦ ποθουμένου διατειχίζεται, ἀλλά φησι. Τοῖς τῆς Ἐκκλησίας τροφίμοις προτάσσει λοιπὸν τοῖς ἔτι τὸ ἄνθος ἐπιδεικνυμένοις τῆς ἀρετῆς, καὶ δυναμένοις εὐχερῶς ἀδικηθῆναι ὑπὸ τῶν παθῶν· οὐχ οὔτω γὰρ ἀνδρυνθεῖσα βλάπτεται ἡ ἄμπελος ὡς ἐν προοιμίοις ἐπιβουλευομένη· ὡς γὰρ ἡ ἀνθοῦ 1612 σα σταφυλὴ ἐὰν τιναχθῇ, ἀφίησι μὲν τὰς ῥάγας ἀσθενῶν ἐπὶ τῶν στεμφύλων ἐξηρτημένων, οὕτως ἄωρος ὑπὸ τῶν παθῶν κλονηθεῖσα ἡ ἀρετὴ, πρὸς ἀκμὴν τῆς τελειότητος οὐκ ἔρχεται· τῶν πεπανθῆναι ὀφειλόντων ἐπιτηδευμάτων διαῤῥυέντων, πρὸ τῆς βεβηκυίας καὶ ἑκτικῆς καταστάσεως· κενοδοξίᾳ γὰρ λυμαίνεσθαι πέφυκε τὸ τῶν ἀρετῶν ἄνθος· καὶ ἀλαζονεία τοῖς ἀρχομένοις τῆς θεοσεβείας ἐμπόδιον γίνεται προκοπῆς, τὰς βελτιώσεις τῇ οἰήσει ἀποτινάσσουσα, καὶ ἐν ἄνθει μαραινόμενον ἐμφανίζουσα τὸν καρπόν· συμβουλεύει τοίνυν ὁ λόγος, ἔτι μικρὰς πιάσαι ἀλώπεκας· τουτέστιν ἁπαλῶν ἔτι κρατῆσαι καὶ ἀσθενῶν τῶν παθῶν, πρὶν ἕξις δυσμετακίνητος τὸ ἔθος γένηται τοῦ κακοῦ· ἢ τοῦτο οὖν ἐστι τὸ λεγόμενον κατὰ τὴν εἰρημένην διαίρεσιν, ἢ διαιροῦντας ἀναγνῶναι, μικροὺς ἀφανίζον ἀμπελῶνας· εἴτουν κρατῆσαι καὶ πιάσαι τὰς ἀλώπεκας ἔτι μικρῶν οὐσῶν τῶν ἀμπελώνων· μεγάλους γὰρ ἀφανίζειν ἀμπελῶνας αἱ ἀλώπεκες οὐ δύνανται, ἐν ἕξει τοῦ ἀγαθοῦ γενομένους· καὶ γὰρ τῶν μικρῶν ἴδιον τὸ σκανδαλίζεσθαι· ὥσπερ δὲ ἐπιτείνων τὴν ἐκ τοῦ φόβου ἀπορίαν, φησί· καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν· οὐ μόνον γὰρ ἔοικε δεδοικέναι, ὅτι τρυφεροὶ καὶ νεοπαγεῖς εἰσιν οἱ ἀμπελῶνες μικροὶ τυγχάνοντες, ἀλλ' ὅτι καὶ πρὸς κυπρισμὸν εὐχείρωτοι ταῖς ἐκτινασσούσαις τὸ ἄνθος ἐν ταῖς ἀλώπεξιν· τοιοῦτον ἐκτιναγμὸν οἶδεν ἡ Γραφή· περὶ ὧν φησιν," Οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων·" οὓς Παῦλος κλάδους ἐκκεκλασμένους ἐλαίας καλεῖ· ὁ δὲ Δαβὶδ χόρτον δωμάτων· ὁ δὲ Κύριος, κλῆμα ἔξω τῆς ἀμπέλου βεβλημένον, τὸ ἄκαρπον καὶ ἀπόβλητον αὐτῶν αἰνιττόμενος. {Ὠριγένους.} Ταῦτα τοῖς φίλοις ὁ Νυμφίος, κ. τ. λ. ι ʹ, ιζʹ. Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ, ὁ ποιμένων ἐν τοῖς κρίνοις, ἔως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. {Γρηγορίου.} Εἶδον γὰρ αὐτὸν, φησὶν, πρὸς πρόσωπον, τὸν ἀεὶ μὲν ὄντα, δι' ἐμὲ δὲ ἐκ τῆς ἀδελφῆς μου τῆς Συναγωγῆς ἀνθρωπικῶς ἀνατείλαντα· καὶ ἐν αὐτῷ ἀναπαύομαι καὶ γίνομαι αὐτῷ κατοικητήριον· ὃς οὐ χόρτον ποιεῖται τὴν τῶν ποιμνίων νομὴν, ἀλλὰ καθαροῖς κρίνοις τρέφει τὰ πρόβατα, τουτέστι θείοις λογίοις· ὅπως ἂν οἱ τῇ καθαρᾷ τε καὶ εὐπνοούσῃ ταύτῃ τροφῇ τὴν ψυχὴν πιαινόμενοι, πᾶσάν τε καὶ σκιοειδῆ φαντασίαν τῶν κατὰ τὸν βίον τοῦτον σπουδαζομένων ἑαυτῶν ἀποστήσαντες, ἃς σκιὰς ὁ λόγος ὠνόμασε, ταῖς τοῦ Θεοῦ Πνεύματος ἀκτῖσι, πρὸς τὴν ἀληθεινὴν τῶν πραγμάτων ὑπόστασιν διαβλέψωσιν, υἱοὶ φωτὸς καὶ ἡμέρας γενόμενοι· ταῦτα φθέγγεται ἡ ψυχὴ, ἢν ποιμαίνει ὁ λόγος, οὐκ ἐν ἀκάνθαις τισὶν ἢ χόρτοις, ἀλλ' ἐν τῇ εὐοσμίᾳ τῶν κρίνων τῆς καθαρᾶς πολιτείας, καὶ κατεπείγει τὸν λόγον διὰ τάχους εἰς ἔργον προάγειν τῶν ἀγαθῶν τὴν ἐλπίδα. {Νείλου.} Μόνῳ ἑαυτὴν ἀνατίθησι τῷ Νυμ 1613 φίῳ, καὶ τὸν Νυμφίον πάλιν μόνης ἑαυτῆς λέγει, διὰ τὴν ἐκ τῶν κατορθωμάτων οἰκειότητα. Ἐπειδὴ γὰρ τὸ σῶμα ἑαυτῆς οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ δέδωκε, διὰ τοῦτο καὶ ὁ Κύριος τῷ ἐκείνης σώματι ἐνανθρωπήσας γεγένηται· ποιμαίνοντα δὲ αὐτὸν ἐν τοῖς κρίνοις, τὰς ἀμερίμνους λέγει ψυχὰς ὑπ' αὐτοῦ ποιμαίνεσθαι σημαίνουσα, ὡς τῶν περισπωμένων ὑπὸ τῆς σωματικῆς ἀσχολίας ἔξω τῆς τούτου ποιμαντικῆς ὄντων. Ποιμαίνει δὲ ἐν κρίνοις οὐ διὰ παντὸς, ἀλλ' ἕως τοῦ διαπνεῦσαι τὴν μέλλουσαν ἡμέραν, καὶ κινηθῆναι τὰς σκιὰς τῶν παρόντων πραγμάτων. Ὁ δὲ Σύμμαχος, πεποιηκὼς ὁ ποιμαίνων τὰ ἄνθη ἔδειξεν, ὅτι οὐκ ἐν τόπῳ κρίνων, ἀλλ' αὐτὰ τὰ κρίνα ποιμαίνει τὰς ἀμερίμνους ψυχὰς, καὶ τῶν γηΐνων οὐ φροντιζούσας, καθὼς ἀποδέδοται. Ἔφαμεν δὲ ἀνωτέρω ἄνθη λέγεσθαι, τοὺς ἐν τῷ Χριστιανισμῷ ἀνθήσαντας ἁγίους· καὶ ἐνταῦθα οὗν ταῦτα ποιμαίνει τὰ ἄνθη· καὶ τὸ κινηθῶσι δὲ αἱ σκιαὶ, τὴν τῶν νομικῶν ἔργων περιαίρεσιν σημαίνει, σκιὰς ὑπὸ τοῦ Παύλου πολλάκις εἰρημένας. {Ὠριγένους.} Ἡ Νύμφη πρὸς τοὺς ἑταίρους τοῦ Νυμφίου φησίν, κ. τ. λ. Ἀπόστρεψον, ὁμοιώθητι, σὺ ἀδελφιδέ μου, τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων. {Γρηγορίου.} Ἀπόστρεψον τῶν κακῶν τὴν φοράν· ἴδε ὡς δορκὰς ὁ τὰς ἐνθυμήσεις τῶν ἀνθρωπίνων βλέπων· ἀφάνισον τὴν γονὴν τῆς κακίας ὡς νεβρὸς ἐλάφων ἐξαναλίσκων τὸ γένος τοῦ ὄφεως· ὁρᾷς γὰρ τὰ κοῖλα τοῦ ἀνθρωπείου βίου· πᾶν γὰρ τὸ κατὰ τῆς ἀληθείας ὑψούμενον βάραθρόν ἐστι καὶ οὐκ ὄρος, κοίλωμα, καὶ οὐκ ἀνάστημα· ἐὰν οὖν ἐπιδράμῃς ἐπὶ ταῦτα, φησὶν, πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν τὸ τοιοῦτον ὄρος ταπεινωθήσεται. {Νείλου.} Πῶς ἤδη εἰποῦσα ὅτι Ὅμοιός ἐστιν ὁ ἀδελφιδός μου τῷ δόρκωνι, καὶ τὰ ἑξῆς, νῦν πάλιν φησὶν, Ἀπόστρεψον οὐκ ἐπὶ ὄρη Βαιθὴλ, ἀλλ' ἐπὶ ὄρη κοιλωμάτων. Τὸ μὲν ὡς ἤδη γενόμενον εἰποῦσα, τὸ δὲ προστακτικῶς ἀναλαβεῖν αὐτὸν παρακελευομένη· ἀλλὰ μήποτε ἡ διαφορὰ τῆς τῶν ὀρῶν ὀνομασίας ἐν οἷς γίνεται λύει τὸ ἀπορούμενον; ἐκεῖ γὰρ εἶπεν ἐπὶ τὰ ὄρη Βαιθὴλ, ἐνταῦθα δὲ, ἐπὶ τὰ ὄρη κοιλωμάτων· τάχα οὖν, τὸ μὲν σημαίνει τὸν περίγειον τόπον, τὸ δὲ τὸν ᾅδην, ἀπὸ τῆς κοιλότητος· ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον. Ἤδη μὲν φύσει ὡμοιώθης, ὦ Νυμφίε, τῷ δόρκωνι καὶ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθὴλ, εὐεργετήσας τοὺς τῇδε, καὶ τὰς ἐναντίας δυνάμεις ὑποτάξας· λείπεται δὲ καὶ τοὺς ἐν καταχθονίῳ τόπῳ κατεχομένους διὰ τὸν ἐπὶ πάντας βασιλεύσαντα θάνατον ἀπολαῦσαι τῆς σῆς εὐεργεσίας, ἔτι δὲ καὶ τὰς ἐκεῖ κρατούσας δυνάμεις τῇ ὀσφρήσει καθάπερ ἔλαφος ἀνιμησάμενος κατάργησον. {Ὠριγένους.} Τὰ πρότερα πρὸς τὰς νεάνιδας εἶπεν ἡ Νύμφη, κ. τ. λ. {Φίλωνος.} Ἢ καὶ ἀπόστρεψον ἀπὸ τῶν Ἰου 1616 δαίων εἰς τὰ ἔθνη. Ὄρη δὲ τοὺς δικαίους ἔφη διὰ τὸ ὑψηλόν· κοιλωμάτων δὲ διὰ τὴν ταπεινοφροσύνην. {Κυρίλλου.} Αἰτεῖ τὸν Νυμφίον, τὴν ἄκαρπον ἀπολεῖψαι συναγωγὴν, καὶ ἐλθεῖν ἐπὶ τοὺς τῆς κοίλης καὶ τεταπεινωμένης πάλαι καὶ εἰδωλολατρούσης ψυχῆς ἐπὶ οὐράνιον ὕψος ἀναβάντας ΚΕΦΑΛ.
1.22.1
αʹ .
1.23.1
Ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐξεζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου· ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις· καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου· εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει· Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν, καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με. {Γρηγορίου.} Τὸ τῆς Νύμφης διήγημα, φιλοσοφίας ἐστί· δι' ὧν τὰ περὶ αὐτὴν διεξέρχεται· ὅπως δεῖ περὶ τὸ Θεῖον ἔχειν τοὺς ἐραστὰς τοῦ ὑπερκειμένου κάλλους δογματιζούσης. Διχῆ γὰρ τέτρηται κατὰ τὴν ἀνωτάτω διαίρεσιν ἡ τῶν ὄντων φύσις· τὸ μὲν γάρ ἐστιν αἰσθητὸν καὶ ὑλῶδες, τὸ δὲ νοητὸν καὶ ἄϋλον. Πάλιν δὲ τῆς νοητῆς φύσεως διχῆ διῃρημένης, ἡ μὲν ἄκτιστός ἐστι καὶ ποιητικὴ, πάντοτε ὡσαύτως ἔχουσα· ἡ δὲ κτιστὴ, καὶ τῇ μετουσίᾳ τοῦ ὑπερέχοντος ἐν τῷ ἀγαθῷ διὰ παντὸς συντηρεῖται· καὶ πρὸς αὐτὸ αὔξεται καὶ πρὸς τὸ μεῖζον ἀλλοιοῦται· ἀεὶ πρὸς τὸ κρεῖττον ἐπεκτεινομένη, καὶ μηδέποτε τῆς ἐφέσεως λήγουσα· ἐπεὶ οὖν καὶ ἡ Νύμφη τοσαύταις ἀνόδοις ὑψωθεῖσα, καὶ ἐκ δυνάμεως εἰς δύναμιν πορευομένη, τοῦ ἀκροτάτου τῶν ἀγαθῶν ἐλπίδος τετυχηκέναι ἐδόκει, ἐνδεᾶ δὲ ἑαυτὴν τοῦ ἀγαθοῦ καθεώρα, εἰκότως ἀποδύρεται· καὶ ὡς μήπω σχοῦσα τὸ τῆς προθυμίας προκείμενον ἀμηχανεῖται καὶ δυσχεραίνεται καὶ τὴν τοιαύτην ἀμηχανίαν δημοσιεύει τῷ διηγήματι· καὶ ὅπως εὗρε τὸν ζητούμενον ὑπογράφει τῷ λόγῳ· τὴν μὲν οὖν τελειοτέραν τοῦ ἀγαθοῦ μετουσίαν, κοίτην ὀνομάζει καὶ νύκτα λέγει τὸν τῆς κοίτης καιρόν· διὰ δὲ τοῦ ὀνόματος τῆς νυκτὸς, ἐνδείκνυται τῶν ἀοράτων τὴν θεωρίαν, κατὰ τὸν ἐν τῷ γνόφῳ Μωσέα, ἐν ᾧ ἦν ὁ Θεὸς ὃς," Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ," κατὰ τὸν Προφήτην," Κύκλῳ αὐτοῦ·" ἐν ᾧ καταστᾶσα τότε διδάσκεται τοσοῦτον ἀπέχουσα τοῦ ἐπιβῆναι τῆς τελειότητος, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ἐγχειρήσαντες· ἤδη γάρ φησιν ὡς τῶν τελείων ἀξιωθεῖσα, καθάπερ ἐπὶ κοίτης τινὸς τῆς τῶν ἐγνωσμένων καταλήψεως ἐμαυτὴν ἀναπαύουσα· ὅτε τῶν ἀοράτων ἐντὸς ἐγενόμην καταλιποῦσα τὰ αἰσθητήρια· ὅτε περιεσχέθην τῇ θείᾳ νυκτὶ, τὸν γνόφῳ κεκρυμμένον ἀναζητοῦσα, τότε μὲν τὴν ἀγάπην πρὸς τὸ ποθούμενον ἔσχον· αὐτὸ δὲ τὸ ἀγαπώμενον, διέπη τῶν λογισμῶν τὴν 1617 συλλαβήν. ἐζήτουν γὰρ αὐτὸν ἐπὶ τὴν κοίτην μου, ὥστε γνῶναι τίς ἐν νυξὶν ἡ οὐσία, ποθεν ἔρχεται, εἰς τί καταλήγει, ἐν τίνι ἔχει τὸ εἶναι, ἀλλ' οὐχ εὗρον. Εἶτά φησιν, Ἐκάλεσα αὐτὸν τὸν ἀκατανόμαστον ὡς ἐνῆν ὀνομάζουσα καὶ οὐκ ἐπήκουσέ μου· οὐ γὰρ ἦν ὀνόματος ἔμφασις ἡ καθικνουμένη τοῦ ζητουμένου· τότε τοίνυν ἔγνων, ὅτι τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ὅθεν διανίστησιν ἑαυτὴν καὶ περιπολεῖ τῇ διανοίᾳ τὴν ὑπερκόσμιον φύσιν, ἣν ἐκάλεσε πόλιν, ἐν ᾗ ἀρχαὶ καὶ κυριότητες καὶ οἱ ταῖς ἐξουσίαις ἀποτεταγμένοι θρόνοι, ἥ τε τῶν ἐπουρανίων πανήγυρις· ὃ τὸ τῆς πλατείας διασημαίνει ὀνόματι· μὴ εὑροῦσα δὲ ἐν αὐτοῖς τὸ ποθούμενον, καθ' ἑαυτὴν ἐλογίσατο· μὴ ἄρα κἂν ἐκείνοις ληπτόν ἐστι τὸ παρ' ἐμοῦ ἀγαπώμενον· διὰ δὲ τῆς σιωπῆς ἐνδειξαμένου τὸ ἀκατάληπτον, πᾶν τὸ εὑρισκόμενον ἀφεῖσα μόλις ἔγνω τὸ ζητούμενον, ὡς ἐν τῷ μὴ εὑρίσκεσθαι τί ἐστιν, ὅτι ἐστὶ γινώσκεται. Διό φησιν, Ὅτε μικρὸν παρῆλθον ἀπὸ πάσης κτίσεως, πᾶσαν ἀφεῖσα καταληπτικὴν ἔφοδον, τῇ πίστει τὸν ἀγαπώμενον εὗρον· δι' ἧς αὐτὸν καὶ κρατήσω, ἕως ἂν ἐντὸς γένηται τοῦ ἐμοῦ ταμιείου, εἴτουν καρδίας· ἢ τότε γίνεται δεκτικὴ τῆς θείας αὐτοῦ ἐνοικήσεως, ὅταν ἔλθῃ πρὸς τὴν κατάστασιν ἐκείνην ἐν ᾗ τὸ κατ' ἀρχὰς ἦν ὅτε ἐπλάσθην ὑπὸ τῆς συλλαβούσης μητρός· ἥτις ἐστὶν ἡ πρώτη τῆς συστάσεως ἡμῶν αἰτία. {Νείλου.} Καταστάσεις ἑαυτῆς ἐν αἷς ἐγένετο ἡ Νύμφη διηγεῖται τὸν Λόγον ζητοῦσα καὶ τὴν τελειότητα καὶ τὴν ἐν τελειότητι ἑπομένην· καὶ ταῦτά φησι πρὸς τὴν τῶν λοιπῶν ὠφέλειαν· διδάσκουσι ὅτι οὐκ ἔστι μετὰ ἀναπαύσεως ζητοῦντα τὸ ποθούμενον εὑρεῖν· ἀσκήσει γὰρ τῶν καλῶν, ῥᾳστώνη πολέμιον· τὸ γὰρ, Ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, τοιοῦτόν ἐστιν, ὡσανεὶ τῆς Νύμφης διηγουμένης ταῖς νεάνισιν, ὅτι ἐνόμισα κοῦφον εἶναι καὶ εὐχερὲς, τὸ κτήσασθαι τὴν ἀρετὴν καὶ τὴν σοφίαν οἰκειώσασθαι· καὶ ἐζήτουν οὐ μετὰ πόνου, ἀλλ' ἀνειμένως καὶ ῥᾳθύμως, καὶ τοῖς σωματικοῖς ὡς κλίνῃ ἐπαναπαυομένη· ἐπειδὴ δὲ ἡ ζήτησις αὕτη τῆς καταλήψεως ἠστόχει, μετέβαλον ἐπὶ τὸ ἐργάζεσθαι τὴν ἀρετήν· διὸ εἶπον, Ἀναστήσομαι δὴ, καὶ τὰ λοιπὰ, καταλιποῦσα τὴν κλίνην, ἐπὶ τῷ δι' ἔργων ποιήσασθαι τὴν ζήτησιν· ἀλλ' οὐδὲ τοῦτό με πρὸς τὴν εὕρεσιν ὡδήγησε. Δέον γὰρ ἐργαζομένης τὰ τῆς ἀρετῆς κρύψαι τὸν πόνον, ἐπιδεικτιῶσα τοῦτον ἐδημοσίευον ἐν πλατείαις, καὶ ἀγοραῖς, τὸν ἀνθρώπων ἔπαινον θηρωμένην. Διὸ οὐδ' οὕτως εὑρεῖν δεδύνημαι· οὐδὲν γὰρ συντελεῖ πρὸς τὴν τῶν ἀγαθῶν κτῆσιν πόνος, ὅταν μετὰ φιλοδοξίας γίνηται. Ἀλλ' ὅταν εὗρον αὐτὴν οἱ φύλακες οἱ τηροῦντες ἐν τῇ πόλει· οὗτοι δὲ εἰσὶ λειτουργικὰ πνεύματα διακονοῦντα τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἤτοι διοικήσει τοῦ βίου ἐφεστῶτα· καὶ ἐρωτηθέντες περὶ τοῦ ἀγαπωμένου, σιωπῇ παρῆλθον αὐτὴν ὡς οὐκ ἀξίαν ἀποκρίσεως· ἐκ τῆς ἀποστροφῆς στοχασαμένη ὡς 1620 οὐκ ἔστιν αὐτῆς εὐάρεστος ὁ τοιοῦτος βίος, ἐλογίσατο δεόντως μὴ ἀνόνητα μοχθεῖν, μηδὲ τὸ τραχὺ τῆς ἀρετῆς ὑπομένουσα, ὑστερίζειν τῆς προκοπῆς διὰ τῶν ὁρώντων ἔπαινον· καὶ οὕτως εὗρε τὸ ζητούμενον· οὐδενὸς ἑτέρου χάριν, ἡ αὐτοῦ τοῦ καλοῦ τὸ ἀγαθὸν ἐργαζομένη· καὶ δικαίως τὸ δίκαιον διώκουσα· ὅθεν καὶ οὐ μετὰ πολὺ, ἀλλ' εὐθέως εὑρηκέναι λέγει. Μικρὸν γὰρ ὡς παρῆλθον ἀπ' αὐτῶν, εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· τῷ γὰρ παρελθόντι τὰς προειρημένας καταστάσεις, καὶ φθάσαντι ἐπὶ τὴν τελειότητα, ἀνυπερθέτως εὑρίσκεται ὁ Θεός· συνεργὸν ὡς φῶς τὴν κατάληψιν τοῦ ζητουμένου. Ὅπερ γάρ ἐστι φῶς ὀφθαλμοῖς, τοῦτο νῷ ἀλήθεια· μέγα δὲ ἐγκώμιον ἐν τοῖς ἑξῆς εἴρηται τῆς Νύμφης, τὸ, Ἐκράτησα αὐτὸν, καὶ ἑξῆς· κτήσασθαι μὲν γὰρ πόνῳ τὸ καλὸν, ἴσως πολλῶν· φυλάξαι δὲ τὴν ἐπιμονὴν, ὀλίγων· οἱ μὲν γὰρ πολλοὶ ὅταν φθάσωσιν ἐπὶ τὸ σπουδαζόμενον, ἢ πόρον λαβόντες αὐτοῦ τῷ χρόνῳ, ἢ περὶ ἕτερα τὴν προθυμίαν ἀποκλίναντες, ἀφίστανται· καὶ μικρὸν ἀμελήσουσιν, ἐκπίπτουσι τῆς ἀρίστης ἕξεως, πολὺν ἀχρειοῦντες πόνον· αὕτη δὲ καμάτῳ εὑροῦσα τὸ ἀγαθὸν, οὐκ ἐνόστησεν εἰς τὰ ὀπίσω, ἀλλ' ἴσην ἐτήρησε τὴν προθυμίαν, ἕως γνησίως ᾠκειώσατο τὸ ποθούμενον· μέχρι τῶν ἐνδοτάτων ταμιείων εἰσοικίσασα τὴν ἀρετὴν, εἰσήγαγεν ταμιείῳ τοῦ οἴκου. {Ὠριγένους.} Περὶ τῶν πρὸ τοῦ γάμου μυστηρίων εἰπὼν, κ. τ. λ. {Κυρίλλου.} Τὰς γυναῖκας δηλοῖ, τὰς ἐλθούσας μιᾷ Σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑρούσας αὐτόν· τὸ οὖν ἐπὶ τὴν κοίτην, ἢ ἀπὸ κοίτης φησὶν, ἢ κοίτην ἑαυτῆς τὸ τοῦ Κυρίου μνῆμα καλεῖ, καθὸ συνθαπτόμεθα αὐτῷ· ἀλλ' οὐχ εὗρεν αὐτὸν ἀκούσασα, οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ· καὶ εὗρον αὐτὴν οἱ τηροῦντες ἄγγελοι, οὓς καὶ ἐρωτᾷ," Ποῦ τεθήκατε τὸν Κύριον;" ἀλλὰ παρελθούσῃ τοὺς ἐρωτηθέντας, ὑπήντησε λέγων, Χαίρετε· διό φησιν, Ὡς μικρὸν παρῆλθον ἀπ' αὐτῶν ἕως εὗρον· καὶ οὐκ ἀφήσω αὐτόν· ἐκράτησε γὰρ τοὺς πόδας αὐτοῦ, καὶ ἤκουσε," Μὴ μοῦ ἅπτου." Οἶκον δὲ μητρὸς τὴν συναγωγὴν ἀποστόλων φησὶ, εἰς ἣν ἀπελθοῦσα εὐηγγελίζετο τοῦ Χριστοῦ τὴν ἀνάστασιν.
1.24.1
Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. {Γρηγορίου.} Πάλιν ὑπὸ φιλαλληλίας, καὶ ταῖς μαθητευομέναις ψυχαῖς διαλέγεται· ἃς ἐν τοῖς ἔμπροσθεν συγκρίσει τοῦ τῆς Νύμφης κάλλους τοῦ παρεικασθέντος τῷ κρίνῳ, ἀκάνθας ὁ λόγος ὠνόμασεν· καὶ διὰ τοῦ ὅρκου τῶν ἐν τῷ κόσμῳ δυνάμεων πρὸς τὸ ἴσον τῆς ἀγάπης διανίστησι μέτρον· ὥστε τὸ θέλημα τοῦ Νυμφίου καὶ ἐπ' αὐτὸν ἐνεργὸν γενέσθαι· τὰ δὲ λοιπὰ ἐν τῷ φθάσαντι λόγῳ δεδήλωται. {Νείλου.} Τοῦτο δεύτερον ὁρκίζει τὰς θυγατέρας 1621 Ἱερουσαλὴμ ἡ Νύμφη ἐξεγεῖραι τὴν ἀγάπην πάντως καθεύδουσαν· ἡ δὲ ἔννοια δεδήλωται. ʹ. Τίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη; σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; {Γρηγορίου.} Ἐν ταῖς κατ' ἀρετὴν προκοπαῖς οὐ πάντοτε τῷ αὐτῷ παραμένουσι χαρακτῆρι, οἱ ἀπὸ δόξης εἰς δόξαν διὰ τῆς τῶν ὑψηλοτέρων ἐπιθυμίαν μεταμορφούμενοι· ἀλλὰ πρὸς τὸν λόγον τῆς ἀεὶ κατορθωθείσης ἑκάστῳ διὰ τῆς τῶν ἀγαθῶν τελειότητος, ἴδιός τις χαρακτὴρ τῷ βίῳ ἐπιλάμπει, ἄλλος ἐξ ἄλλου γενόμενός τε καὶ φαινόμενος, διὰ τῆς τῶν ἀγαθῶν ἐπαυξήσεως. Διό μοι δοκοῦσι ξενίζεσθαι πρὸς τὸ φαινόμενον οἱ φίλοι τοῦ Νυμφίου· οἱ πρότερον μὲν αὐτὴν ἐγνωκότες καλὴν, ἀλλ' ὡς ἐν γυναιξὶ καλὴν, μετὰ δὲ ταῦτα δι' ὁμοιότητος χρυσίου μετὰ στιγμάτων ἀργυρίου, τὸ κάλλος αὐτῆς ὡραΐζοντες· νυνὶ δὲ μηδὲν τῶν προλαβόντων σημείων περὶ αὐτὴν καθορῶντες, ἀλλὰ τὸ τῶν ὑψηλοτέρων χαρακτηρίζοντες, θαυμάζουσιν, οὐ μόνον τὴν ἄνοδον, ἀλλὰ καὶ ὅθεν ἀνέδραμε· τοῦτο γάρ ἐστιν ὃ καὶ ἐπίτασιν ποιεῖ τῆς ἐκπλήξεως· ὅπερ μέγιστον τῇ Νύμφῃ ἐγκώμιον, μαρτυροῦν τὴν πρὸς τὸ κρεῖττον παραλλαγὴν καὶ μετάστασιν· μέλαινα γὰρ ἡμῖν, φησὶν, ἑωρᾶτο πρότερον, αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου· καὶ πῶς τὴν σκοτεινὴν μορφὴν ἀπεδύσατο; πῶς αὐτῇ χιονῶδες ἀπαστράπτει τὸ κάλλος; ἢ ἔρημός ἐστιν ὡς ἔοικεν καὶ αἰτία τούτων, ἡ καθάπερ ἔρνος ἀναθάλλειν αὐτὴν εἰς ὕψος ποιήσασα καὶ πρὸς τὸ τοιοῦτον μεταβάλλουσα κάλλος; ἐξ οἰκείων γὰρ πόνων δι' ἐγκρατείας τε καὶ ἐπιμελείας ἐκτήσατο· τοῦτο γὰρ τὸ ἐκ τῆς ἐρήμου ἀναβαίνειν αὐτήν· οὕτω ποτὲ καὶ ἡ τοῦ προφήτου ψυχὴ διψώδης ἐγένετο τῆς θείας πηγῆς, ἐπειδὴ αὐτῷ ἡ σὰρξ ἄβατός τε καὶ ἔρημος καὶ ἄνυδρος γενομένη, τὸ θεῖον δίψος ἑαυτῷ παρεδέξατο· διὰ πολλῶν τοίνυν ὑποδειγμάτων τὸ κάλλος αὐτῆς ἑρμηνεύουσι· ἐπειδὴ δι' ἑνὸς ἅπαν περιληφθῆναι οὐχ οἷόν τε ἦν· πρῶτον μὲν γὰρ στέλεξι τὴν ὥραν αὐτῆς εἰκάζουσι, καὶ οὐδὲ τοῦτο ἑνί· ἀλλὰ διὰ τοῦ πλήθους τὸ πολυειδὲς καὶ ποικίλον, τῶν ἀρετῶν ὑπογράφουσιν· εἶτα καπνὸς ἐκ θυμιαμάτων, εἰς τὴν εἰκόνα τοῦ κάλλους παραλαμβάνεται· καὶ οὐδὲ οὗτος ἁπλοῦς, ἀλλὰ σμύρνῃ καὶ λιβάνῳ συγκεκραμένος, ὡς μίαν γενέσθαι τῶν ἀτμῶν τὴν χάριν· ὁ τοίνυν μέλλων ἑαυτὸν ἀνατιθέναι τῇ τοῦ Θεοῦ θεραπείᾳ, οὐκ ἄλλος ἔσται λίβανος τοῦ Θεοῦ θυμιώμενος, τοῦτο γὰρ τῇ τοῦ Θεοῦ τιμῇ ἀφιέρωται, εἰ μὴ πρότερον νεκρώσειε τὰ ἐπὶ τῆς γῆς μέλη· ἡ γὰρ σμύρνα πρὸς τὸν ἐνταφιασμὸν τῶν σωμάτων οἰκείως ἔχει· ὧν γενομένων, πᾶν εἶδος τῶν κατ' ἀρετὴν ἀρωμάτων ἐν τῷ κύκλῳ τοῦ βίου, καθάπερ θυείᾳ τινὶ λεπτυνθέντων τὸν ἡδὺν ἐκεῖνον κονιορτὸν, ὃν ἀναλαβὼν ἐν τῷ ἄσθματι εὔπνους γίνεται τοῦ μεμυρισμένου πνεύματος πλήρης γενόμενος. {Ὠριγένους.} Καλὴ λίαν ἡ ἀναβαίνουσα, κ. τ. λ. 1624 {Νείλου.} Ἔκπληξιν παρέσχε τοῖς ὁρῶσιν ἡ Νύμφη· ὅτι καὶ ἀπὸ ἐρήμου ἀνέβαινε, καὶ ὡς στελέχη καπνοῦ τεθυμιαμένη, καὶ ὅτι οὐκ ἄλλοθεν τεθυμίασται, ἀλλ' ἀπὸ σμύρνης καὶ λιβάνου, καὶ κονιορτῶν μυρεψοῦ· ταῦτα δὲ πάντα σημαίνει τὴν ἀναχώρησιν τῶν γηΐνων· ἡ γὰρ ἀποσχομένη τῆς κακίας ψυχὴ, καὶ τῶν φαύλων πράξεων ἀργίαν ἄγουσα, καὶ τὸν τῶν ζιζανίων σπορέα ἀρνησαμένη ἐν ἐρήμῳ ἐστὶ, προκόπτουσα ἐν τοῖς ἀγαθοῖς ἔργοις δὲ, ἄρχεται ἀναβαίνειν ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη· ὡς γὰρ ὁ καπνὸς ἀρξάμενος ἀπὸ τῆς γῆς, στελεχοῦται δὲ ἐπὶ τὸν ἀέρα, ὅμως δέχεται ὡς ῥίζης τῆς συμπεπνιγμένης τοῖς ξύλοις φλογός· ὅταν δὲ ἐκλίπῃ κάτωθεν ἡ ὕλη, διαζευχθεὶς τῆς γῆς, ὅλως ἀναχωρεῖ τῷ ἰδίῳ μέρει συναναμιγνύμενος καὶ ἀναστοιχειούμενος εἰς ἑαυτόν· οὕτως ἡ τῶν γηΐνων ἀναχωροῦσα ψυχὴ, κἂν προκόπτῃ ἐπὶ τὰ οὐράνια, οὐ πρότερον μεθίσταται τελείως ἐπ' αὐτὰ, πρὶν ὁλοσχερῶς ἐκλίπῃ τὰ γήϊνα· τὸ δὲ σμύρναν καὶ λίβανον εἶναι τὴν συναναμεμιγμένην εὐωδίαν τῇ στελέχῃ τοῦ καπνοῦ, τὴν νέκρωσιν τοῦ σώματος, καὶ τὸν ἐξ ἐγκρατείας ὑποπιασμὸν δηλοῖ· μεθ' ὦν προκόπτουσα ἐμύριζε τοὺς παρατυγχάνοντας· καὶ ὁ κονιορτὸς δὲ τῶν ἀρωμάτων, σύμφωνός ἐστι τῷ τοῦ κηρύγματος νοήματι· καὶ γὰρ οὗτος ἀπὸ τριβῆς τῆς παχείας γῆς, λεπτὸς ἐπιπολάζει τῷ προσώπῳ ταύτης· κινούμενος δὲ τοῖς τῶν ὁδοιπορούντων ποσὶ μετέωρος αἴρεται, πρὸς ὕψος χωρῶν. Ἀλλ' ἐὰν αἱρετικὴ ψυχὴ οὖσα τύχῃ, ἢ τὸ καλὸν διά τι ποιοῦσα καὶ τὸ δι' ἑαυτὸν, κονιορτός ἐστι γῆς. ὀλίγον ὑψουμένη. καὶ πάλιν εὐχερῶς πρὸς τὸν οἰκεῖον καταφερομένη τόπον, διὰ τὴν πρὸς τὰ κάτω προσπάθειαν· ἐὰν δὲ ἐκκλησιαστικῇ πίστει σκοπῷ τῆς πρὸς τὸ Θεῖον εὐαρεστήσεως τὸ ἄνω φυτὸν ἔχουσα, κονιορτός ἐστι μυρεψοῦ, τῇ ὑψηλῇ πολιτείᾳ τὴν τῶν δογμάτων εὐωδίαν ἀνακεκραμμένην ἔχουσα· δύναται δὲ καὶ δογματικῶς περὶ τῆς Ἐκκλησίας λέγεσθαι· ἀπὸ ἐρήμου γὰρ τῆς μὴ ἐχούσης ἄνδρα, αὕτη ἀνέβη· σμύρναν καὶ λίβανον πνέουσα διὰ τὸ συντετάφθαι Χριστῷ· καὶ διὰ τὸ τὸν κονιορτὸν τῶν κοσμικῶν πραγμάτων τὸ εἰς δέον χρήσασθαι τούτοις, κονιορτὸν ποιῆσαι μυρεψοῦ· καὶ διὰ τὴν εὔλογον χρῆσιν, τὸ κονιορτῶδες μεταβαλεῖν εἰς εὐωδίαν Χριστοῦ· ὁ γὰρ τὰ μὴ ἑστῶτα, ἀλλὰ φερόμενα ὑπὸ τῶν ἀνέμων τῆς κοσμικῆς αὔρας, διὰ ἐλεημοσύνην ποιῶν τίμια, τὸν κονιορτὸν τῆς γῆς ἐποίησε κονιορτὸν μυρεψοῦ· τῇ εὐλόγῳ χρήσει τῶν δεομένων, τὸ κονιορτῶδες αὐτῶν καὶ ἐσκεδασμένον, μεταβαλὼν εἰς ἀρωματικὴν εὐωδίαν καὶ φίλιον ὄντως Θεοῦ. {Κυρίλλου.} Σμύρνα μὲν, ὅτε συντέθαπται Χριστῷ διὰ τοῦ Λιβάνου· λίβανος δὲ, ὅτε συναναστὰς αὐτῷ κεκοινώνηκε τῆς θεότητος αὐτοῦ· καὶ οὐ μόνοις τούτοις ἡ ἐκκλησιαστικὴ τεθυμίασται ψυχὴ, ἀλλὰ καὶ ποικίλοις γνώσεως θεωρήμασιν· ὁ γὰρ ἄκρως διαιρῶν καὶ μέχρι τοῦ τυχόντος λεπτῶς ἐρευνῶν τὰ πράγματα, λέγοιτ' ἂν μυρεψός πως εἶναι, λεπτύνων καὶ εἰς κόνιν ἄγων πάντα τὰ τῆς εὐωδία, λόγια· ἃ νῦν ἡ Νύμφη λέγεται τεθυμίασται. Τάχα δὲ καὶ ὁ μὴ κατὰ σάρκα βιοῦς, ἀλλὰ κατὰ πνεῦμα, μηδαμῶς παχυνθεὶς τὴν καρδίαν τὸ ποικίλον καὶ παντοδαπὸν σῶζον τῆς εὐωδίας, εὐωδίαν ἀπὸ πάντων 1625 ποιεῖ τῶν νῦν οὕτως ὀνομαζομένων κονιορτὸν μυρεψοῦ. Λέγει δ' ἄν τις καὶ ὡς ἡ ἁγία καὶ ἐκκλησιαστικὴ ψυχὴ, τὸ τέκνον ποτὲ ἐρήμου Θεοῦ, ἀπὸ συναγωγῆς ἐθνῶν ἀναβαίνει ἀπὸ τῆς ἐρήμου· καταλιποῦσα μὲν δόγματα καὶ λόγους καὶ πράξεις, τὰ ἔρημα Θεοῦ· ἀναβαίνουσα ἐπὶ τὰ τοῦ Θεοῦ. ζʹ, ηʹ. Ἰδοὺ ἡ κλίνη Σαλομών· ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ· πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν. {Φίλωνος.} Κλίνην τὸ μνῆμα Χριστοῦ λέγει. Ἑξήκοντα δυνατοὶ, τὸ πλήρωμα τῆς τελειώσεως οἱ τηροῦντες τὸν τάφον· οἳ καὶ τοῦ σεισμοῦ γενομένου, ἐξεθαμβήθησαν καθ' ἣν ἀνέστη ὁ Χριστὸς νύκτα. Δύο δὲ ῥομφαίας ἔχουσιν οἱ τοῦ Χριστοῦ· τὴν μὲν εἴργουσαν τὰ σπερματικὰ, ἥ τίς ἐστιν ἐπὶ μηρῶν, διὰ τὴν τῆς σωφροσύνης ἐγκράτειαν· τὴν δὲ τὰ ψευδῆ διακόπτουσαν δόγματα· ἡ δὲ ῥομφαία, πρὸς τὸ μὴ θαμβεῖσθαι τὸ σκότος. {Γρηγορίου.} Μετὰ τὴν ἐπὶ τῷ κάλλει μαρτυρίαν, οἱ φίλοι τοῦ Νυμφίου, καὶ παρασκευασταὶ τοῦ ἁγίου θαλάμου, καὶ τῆς καθαρᾶς Νύμφης προμνήστορες, ὑποδεικνύουσιν αὐτῇ τῆς βασιλικῆς κλίνης τὸ κάλλος ὡς μᾶλλον εἰς ἐπιθυμίαν τὴν Νύμφην ἀγάγοιεν, τῆς θείας τε καὶ ἀχράντου μετ' αὐτοῦ συμβιώσεως. Ὅτι μὲν οὖν ἐκ τῆς ἱστορίας ὁ περὶ τῆς κλίνης λόγος οὐκ ἔστιν, εὔδηλον ἐκ τῶν σωματικῶς περὶ τοῦ Σαλομῶντος ἱστορηθέντων, οὗ καὶ τὰ βασίλεια καὶ τὴν τράπεζαν, καὶ τὰ λοιπὰ, ὁ λόγος ὑπέγραψεν ἀκριβῶς· καινὸν γάρ τι καὶ παρηλλαγμένον περὶ τῆς κλίνης οὐδὲν εἶπεν. Ὥστε ἀνάγκη μὴ παραμεῖναι τῷ γράμματι, ἀλλὰ δι' ἀκριβοῦς κατανοήσεως μεταβαλεῖν τὸν λόγον εἰς πνευματικὴν θεωρίαν, τῆς ὑλικῆς ἐμφάσεως τὸν νοῦν ἀποστήσαντες· ἔοικε τὸ θεῖον κάλλος, ἐν τῷ φοβερῷ τὸ ἐράσμιον ἔχειν, ἀπὸ τῶν ἐναντίων τῷ σωματικῷ κάλλει δεικνύμενον. Ἐπειδὴ γὰρ ἡ ἐμπαθὴς τῶν σωμάτων ἐπιθυμία τοῖς τῆς σαρκὸς μέλεσιν ἐγκαθημένη, καθάπερ τι σύνταγμα λῃστρικὸν ἐνεδρεύει τὸν νοῦν καὶ αἰχμάλωτον ἄγει, πρὸς τὸ ἑαυτῆς βούλημα συναρπάσασα, διὰ τοῦτο ἀκόλουθόν ἐστιν ἐκ τῶν ἐναντίων τῆς σωματικῆς διαθέσεως τὸν θεῖον ἔρωτα γίνεσθαι· ὥστε εἰ ἐκ ταύτης γίνεται λύσις καὶ ἄνεσις καὶ βλακώδης διάθεσις, ἐκεῖ τὴν ἐπὶ φόβον τε καὶ ἀκατάπληκτον ἀνδρείαν, ὕλην τοῦ θείου ἔρωτος γίνεσθαι· τοῦ γὰρ ἀνδρώδους θυμοῦ τὸν τῆς ἡδονῆς λόγον καταπτοήσαντός τε καὶ φυγαδεύσαντος, οὕτω τὸ καθαρὸν τῆς ψυχῆς ἀναφαίνεται κάλλος, μηδενὶ πάθει σωματικῆς ἐπιθυμίας καταῤῥυπούμενον. Οὐκοῦν ἀναγκαίως ἡ νυμφικὴ τοῦ βασιλέως κλίνη, τοῖς ὁπλίταις ἐν κύκλῳ διαλαμβάνεται· ὧν ἡ τοῦ πολεμεῖν ἐμπειρία, καὶ τὸ πρόχειρον ἔχειν ἐπὶ τοῦ μηροῦ τὴν ῥομφαίαν, θάμβος καὶ ἔκπληξιν ἐμποιεῖ τοῖς σκοτεινοῖς λογισμοῖς, τοῖς ἐν νυξί τε καὶ σκοτομήνῃ τοῖς εὐθέσι τῇ 1628 καρδίᾳ λαχῶσι καὶ τοξεύουσιν· ὄτι γὰρ ἀναιρετικὴ τῶν ῥυπαρῶν ἡδονῶν λογισμῶν ἐστιν, ἡ τῶν περιεστοιχισμένων τῇ κλίνῃ ἐξόπλισις, δῆλον ἂν γένοιτο διὰ τῆς ὑπογραφῆς τοῦ λόγου· Πάντες γὰρ δεδιδαγμένοι πόλεμον, ἀνὴρ καὶ ἡ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ. Ἀληθῶς γὰρ εἰδότων ἐστὶν, ὅπως ἀντιστρατεύεσθαι χρὴ τῇ σαρκί τε καὶ τῷ αἵματι· ἐν τῷ τὴν ῥομφαίαν τῷ μηρῷ ἔχειν ἐφηρμοσμένην. Ὁ τοίνυν τῇ τῆς σωφροσύνης ῥομφαίᾳ διεζωσμένος, οὗτός ἐστιν ὁ τῇ ἀφθάρτῳ κλίνῃ ἐράσμιος, εἷς τῶν δυνατῶν Ἰσραὴλ, καὶ τοῦ λόγου τῶν ἑξήκοντα ἄξιος. Ἐπειδὴ δὲ Ἰσραὴλ γίνεται ἅπας ὁ σωζόμενος, ἤτοι νοῦς ὁρῶν τὸν Θεόν· ὅσοι γὰρ βλέπουσι τὸν Θεὸν ἐκ τῆς ἐνεργείας, κυρίως τῇ προσηγορίᾳ ταύτῃ κατονομάζονται. Ἴδιον δὲ τοῦ τοιούτου, τὸ μηδενὶ τῶν αἰσθητηρίων πρὸς ἁμαρτίαν βλέπειν· τούτου χάριν μία κλίνη λέγεται γίνεσθαι τοῦ βασιλέως πᾶν τὸ σωζόμενον· δώδεκα γὰρ τῶν τοῦ Ἰσραὴλ φυλῶν ὄντων, ἑνὸς μὲν ἀφ' ἑκάστου μέρους λαμβανομένου τοῦ τῶν ἀριστερῶν πληρώματος· εἰς πᾶν τε δὲ ὁπλίτας κατὰ τὸν ἀριθμὸν τῶν αἰσθήσεων, τοῦ ἑνὸς τούτου μεριζομένου, αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραὴλ ποιοῦσιν ἑξήκοντα· οἵ τινες μία παράταξις, καὶ στρατὸς εἷς· καὶ μία κλίνη, τουτέστιν Ἐκκλησία μία, καὶ λαὸς, καὶ Νύμφη μία οἱ πάντες γενήσονται, ὑφ' ἑνὶ ταξιάρχῃ καὶ ἐκκλησιαστῇ καὶ Νυμφίῳ πρὸς ἑνὸς σώματος κοινωνίαν προσαρμοζόμενοι, διὰ τῶν μηρῶν τὴν ῥομφαίαν προβαλλόμενοι· εἴτ' οὖν ἑκάστῃ αἰσθήσει τὴν πρόσφορον ἑαυτῇ ῥομφαίαν εἰς κατάπληξιν τῶν ἐναντίων λογισμῶν προβαλλόμενοι. Τοσοῦτοι τοίνυν οἱ τὴν θείαν ἐν ταῖς αἰσθήσεσιν ἐνδυσάμενοι πανοπλίαν, κυκλοῦντες τοῦ βασιλέως τὴν ἰδίαν δηλονότι καρδίαν, ἐν ᾗ ἀναπαύεται ὁ Νυμφίος· διὰ γὰρ τῆς κλίνης τὴν ἀνάπαυσιν δηλοῖ, ἣν ὁπλῖται φυλάττουσιν ἐν ἀπαθείᾳ καὶ καθαρότητι· ὡς ἐκθαμβεῖν τοὺς ἐν σκότῳ καὶ νυξὶν ἐπηρεάζοντας δαίμονας· κλίνη δὲ ἄλλως ἐπίγνωσις Θεοῦ, δι' ἧς ἐπαναπαύεται τοῖς πρὸς αὐτὸν ἐγγίζουσι. {Νείλου.} Κλίνην εἴρηκε τὸ Κυριακὸν σῶμα· ἑξήκοντα δὲ δυνατοὺς, εἴτε τις τὰς ἁγίας ἐρεῖ δυνάμεις κύκλῳ τοῦ Κυριακοῦ ἀνθρώπου, κατὰ τὸ," Προσῆλθον καὶ διηκόνουν αὐτῷ·" καὶ," τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ·" εἴτε τὰς τῶν ἁγίων ψυχὰς τὰς διὰ τὸ δεδιδάχθαι τὸν πόλεμον τὸν κατὰ τοῦ ἐχθροῦ οὕτως ὠνομασμένας, οὐχ ἁμάρτῃ τοῦ προσήκοντος· οἵ τινες ῥομφαίαν ἐπὶ τοῦ μηροῦ κατέχουσιν· οἱ γὰρ καὶ τὸ πρακτικὸν λόγῳ κοσμήσαντες, καὶ τὸ παθητικὸν λόγῳ νεκρώσαντες, εὐλόγως κυκλοῦσι τὸν βασιλέα. Τῷ ἑξήκοντα δὲ προσαγορεύονται ἀριθμῷ, τέλειοι κατὰ πάντα γεγενημένοι, καὶ βεβηκότες ἑδραίως καὶ παγίως· κύβος γὰρ καὶ τετράγωνος ἀριθμὸς, ὁ ἑξήκοντα, ἴσος πᾶσι τοῖς ἑαυτοῦ πάντοθεν μέρεσι· καὶ ἀσάλευτος, ἐκ τεσσάρων πέντε καὶ δεκάδων, καὶ ἓξ καὶ δεκάδων, καὶ πεντάδων δὲ καὶ δύο, καὶ τριάδων εἴκοσι συνεστὼς, καὶ τούτων ἔχων τὸ εἰρημένον πάγιον. Διὰ τοῦτο γὰρ ὄντες τοιοῦτοι καὶ ἀπὸ δυνατῶν Ἰσραὴλ ἐξελέγησαν ὡς δυνατῶν δυνατώτεροι· τάχα δὲ καὶ οἱ νῦν προασπίζοντες τῆς Ἐκκλησίας, καὶ λόγῳ καὶ πράξεσιν 162 ὑπερμαχοῦντες τοῦ σώματος Χριστοῦ, κύκλῳ εἰσὶ τῆς κλίνης τοῦ Σαλομών· διὰ μὲν τοῦ ἀνθίστασθαι τῷ λόγῳ τοῖς αἱρετικοῖς, ἐν τῇ χειρὶ κατέχοντες ῥομφαίαν· διὰ δὲ τοῦ σωφρόνως καὶ ἐγκρατῶς βιοῦν, ἐπὶ μηροῦ τὴν ῥομφαίαν φοροῦντες διὰ τοὺς νυκτερινοὺς φόβους· Ἀνὴρ γὰρ, φησὶ, ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν· οὐ μόνον γὰρ τοὺς φανεροὺς ἐχθροὺς ἔβαλλον τοῖς τῆς ἀληθείας ἐλέγχοις, ἀλλὰ καὶ τὰς λαθραίους δεδοικότες ἐπηρείας, διὰ τοὺς ἐν σκοτομήνῃ τοξεύοντας, καὶ ἐν νυκτὶ ἔμενον ὁπλοφοροῦντες, τὰς ἐφεδρείας τῶν ἐπιβούλων ὑφορώμενοι. θʹ, ιʹ. Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλομὼν, ἀπὸ ξύλων τοῦ Λιβάνου· στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, καὶ ἀνάκλιτον αὐτοῦ χρυσίον· ἐπίβασις αὐτοῦ πορφύρα, ἐντὸς αὐτοῦ λιθόστρωτον· ἀγάπην ἀπὸ θυγατέρων Ἱερουσαλήμ. {Θεοφίλου.} Ξύλον τοῦ Λιβάνου, Ῥοὺθ ἡ Μωαβῖτις, ἐξ οὗ Ἰεσσαί· φορεῖον τοίνυν ἐστὶ τὸ σῶμα τὸ Κυριακόν. {Γρηγορίου.} Ὅτι μὲν οὖν ἐν πολλοῖς Σαλομὼν, εἰς τύπον τοῦ ἀληθινοῦ βασιλέως παραλαμβάνεται, δῆλον καὶ τὸ περὶ τοῦ Κυρίου μυστήριον ἐν ἐκείνῳ τῷ προσώπῳ διαγράφεται· διὰ τῆς τοῦ φορείου τοίνυν κατασκευῆς, ἡ περὶ ἡμῶν οἰκονομία τοῦ Κυρίου διασημαίνεται· πολυτρόπως γὰρ ὁ Θεὸς ἐν τοῖς ἀξίοις ἑαυτοῦ γίνεται· καθὼς ἂν ἕκαστος ἔχῃ δυνάμεώς τε καὶ ἀξίας, οὕτως ἐν ἑκάστῳ γινόμενος· ἢ ἵππος εὐήνιος δεχόμενος ἐφ' ἑαυτοῦ τὸν ἀγαθὸν ἀναβάτην· οὔτως οὖν καὶ ὁ τὸν Θεὸν ἑαυτῷ φέρων, φορεῖον ἂν εἰκότως τοῦ εἰρηνικοῦ βασιλέως ὀνομάζοιτο· Πολλαχοῦ δὲ πάλιν ὁ Λίβανος ἐν τῇ Γραφῇ τὴν ἀντικειμένην ἐνδείκνυται δύναμιν· ὡς ἐν τῷ, Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς, καὶ τὰ ἑξῆς. Δηλοῦντος τοῦ λόγου, ὄτι οὐ μόνον τὰ ἐκφυέντα παρὰ τῆς ἀντικειμένης δυνάμεως κακὰ, ἀλλὰ καὶ αὐτὸ τὸ ὄρος, ἡ πρώτη τοῦ κακοῦ ῥίζα, τὸ ὑποτρέφον τῶν τοιούτων κέδρων τὴν ὕλην εἰς τὸ μὴ ὂν περιστήσεται. Οὐκοῦν ἡμεῖς ἦμέν ποτε τοῦ Λιβάνου ξύλα, ἕως ἂν ἐκείνῳ ἦμεν ἐριζωμένοι, διά τε τοῦ πονηροῦ βίου καὶ τῆς τῶν εἰδώλων ἀπάτης· ἀλλ' ἐπειδὴ ἐκεῖθεν ὑπὸ τῆς λογικῆς ἀξίνης ἐτμήθημεν, καὶ ἐν ταῖς τοῦ τεχνίτου χερσὶν ἐγενόμεθα, φορεῖον ἡμᾶς ἑαυτοῦ ἐποίησε, μεταστοιχειώσας τοῦ ξύλου τὴν φύσιν, διὰ τῆς παλιγγενεσίας εἰς ἀργύριον καὶ χρυσίον, καὶ εἰς εὐανθῆ πορφύραν, καὶ εἰς τὰς τῶν χαρισμάτων διανομάς· Ὧ μὲν γὰρ δίδοται, κατὰ τὸν Ἀπόστολον, λόγος σοφίας, ἄλλῳ χαρίσματα προφητείας, ἄλλῳ δὲ ἄλλο τι τῶν ἐνεργημάτων, πρὸς ὃ πέφυκέ τε καὶ δύναται ἕκαστος τὴν χάριν δέξασθαι· ἢ ὀφθαλμὸς τοῦ σώματος τῆς Ἐκκλησίας γενόμενος, ἢ εἰς χεῖρας τασσόμενος, ἢ ἀντὶ ποδὸς ὑποστηρίζων· οὕτω καὶ ἐν τῇ τοῦ φορείου κατασκευῇ, ὁ μέν τις στύλος, ὁ δὲ ἐπίβασις γίνεται, ἕτερος τὸ πρὸς τῇ κεφαλῇ μέρος, ὃ ἀνάκλιτον φησίν. Εἰσὶ τοίνυν ἀργύριον μὲν, οἱ στύλοι τοῦ φορείου· αἱ δὲ τούτων βάσεις, πορφύρα· ἐκ χρυσίου δὲ τὸ ἀνάκλιτον, 1632 ἐν ᾧ τὴν κεφαλὴν αὐτοῦ κλίνει ὁ Νυμφίος· τοῖς δὲ τιμίοις λίθοις τὸ ἔνδον ἅπαν καταπεποίκιλται. Οὐκοῦν στύλους μὲν νοητέον, τῆς Ἐκκλησίας τοὺς στύλους· οἷς ἀκριβῶς ἀργύριον καθαρὸν καὶ πεπυρωμένον ὁ λόγος ἐστὶν ὁ τῆς βασιλείας, ἐν τῷ ὑψηλῷ τῆς πολιτείας ἐπιβεβηκώς. Ἐξαίρετον γὰρ γνώρισμα τῆς βασιλείας ἡ πορφύρα νομίζεται· τὸ δὲ ἡγεμονικὸν αὐτῶν ἐν ᾧ τὴν κεφαλὴν αὐτοῦ κλίνει ὁ τὸ φορεῖον κατασκευάσας, τὸ τῶν καθαρῶν δογμάτων χρυσίον ἐστίν· ὅσα δὲ ἀφανῆ τε καὶ κρύφια τῇ καθαρᾷ συνειδήσει τῶν τιμίων λίθων ἐνωραΐζεται· δι' ὧν ἁπάντων, ἀγάπη ἀπὸ τῶν θυγατέρων Ἱερουσαλὴμ συνίσταται. Εἰ δὲ βούλοιτό τις, φορεῖον μὲν πᾶσαν λέγει τὴν Ἐκκλησίαν, καταμερίζει δὲ καὶ τὰς τῶν ἐνεργειῶν διαφορὰς εἰς πρόσωπά τινα τοῦ φορείου τὰ μέλη, πολλὴν καὶ οὕτως εὐκολίαν ὁ λόγος ἔχει, ἑκάστῳ τάγματι τῶν κατὰ τὴν Ἐκκλησίαν τεταγμένων, ἐφαρμόσαι τοῦ φορείου τὰ μέρη·" Ἔθετο γὰρ ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας," καὶ τὰ ἑξῆς· ὡς διὰ τῶν ὀνομάτων τούτων, τῶν πρὸς τὴν τοῦ φορείου κατασκευὴν συντελούντων, ἱερέας νοεῖσθαι, καὶ διδασκάλους, καὶ τὴν σεμνὴν παρθενίαν, τὴν ἐντὸς τοῦ φορείου τῇ καθαρότητι τῶν αὐγῶν, οἷόν τισι λίθων αὐγαῖς ἐναστράπτουσαν· καὶ διὰ τῆς τοῦ βίου καθαρότητος τῆς ἄνω Ἱερουσαλὴμ θυγατέρας δείκνυσθαι, ἐν αἷς ἡ τοῦ Θεοῦ ἀγάπη ἐνεργὸς γίνεται. {Νείλου.} Τὸ φορεῖον, σκεῦος θρόνῳ παραπλήσιον δεχόμενον τὸν καθεζόμενον· τοῦτο δὲ τάχα ὁ Παῦλός ἐστι τὸ," Σκεῦος τῆς ἐκλογῆς." Καὶ γὰρ θρόνον αὐτὸν καλεῖ ἡ σοφία λέγουσα ἀλλαχοῦ·" Συμπαρήμην ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων·" ἐπ' ἀνέμων δὲ ἀφωρίσθη, διὰ τὸ πλῆθος τῶν πειρασμῶν καὶ τῶν περιστάσεων· ἢ καὶ διὰ τὸ κούφοις ποσὶ περιδραμεῖν τὴν οἰκουμένην τῇ σπουδῇ τοῦ κηρύγματος. Φορεῖον οὖν ἐστιν οὗτος, τὸν μὲν νοῦν ἔχων ἀνάκλιτον χρύσεον, ἐφ' οὗ ἀναπαύεται ὁ Νυμφίος· τὸν δὲ λόγον στύλους ἀργυρίου· τῷ γὰρ ἀποστολικῷ λόγῳ στηρίζεται τὸ κήρυγμα τὸ ἐκκλησιαστικόν. Στύλοι οὖν οἱ λόγοι, διὰ τὸ ἑδραῖον καὶ ἀμετάθετον· ἀργύριον δὲ διὰ τὸ δόκιμον καὶ ἀνεπίληπτον τοῦ Ἀποστόλου· καὶ ἡ ἐπίβασις δὲ τούτων ἐστὶ πορφύρα· οἱ γὰρ διὰ τῶν τούτου λόγων ὁδεύοντες εἰς βασιλείαν φθάνουσιν οὐρανῶν, τῷ ἀξιώματι ἐπιβαίνοντες ὡς πορφύρα, καὶ λέγοντες μετὰ τοῦ Παύλου," Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει·" καὶ τὸ ἐντὸς αὐτοῦ λιθόστρωτον, ἡ τιμία τῶν ἀρετῶν καὶ καλὴ ἐν ἀποῤῥήτῳ διάθεσις· ἃς ὅταν μὲν θεμέλιός ἐστιν ὁ Χριστὸς, ὡς λίθους τιμίους τούτῳ ἐποικοδομεῖ· ὅταν δὲ βάσις τῷ τοῦ φορείου ἐδάφει ψηφολογῇ, ποικίλην καὶ εὐανθεστάτην τοῖς βασιλικοῖς ποσὶ κατασκευάζει τὴν ἐπίβασιν· καὶ τοῖς πολιτευομένοις κατὰ τὴν ἀποστολικὴν παράδοσιν, εὐμαρῆ καὶ λείαν τὴν προκοπὴν ἐργαζόμενος· ἢ τάχα καὶ τὸ ἀνεπίφαντον καὶ ἀτράγῳδον δηλοῖ· τὴν γὰρ τοῦ ἐναρέτου πολιτείαν κρυφαίαν εἶναι βούλεται· ὅθεν καὶ διὰ τοῦ ἐντὸς εἰπεῖν, τὸ ἀδημοσίευ 1633 τον ἐδήλωσε τῆς ἀρετῆς· καὶ ἀγάπην δὲ συγκατασκευάσθαι φησὶ τῇ τοῦ φορείου κατασκευῇ· χωρὶς γὰρ ταύτης οὐδὲν τῶν λοιπῶν ἀρετῶν ὄφελος. Ἀπὸ ξύλων δὲ τοῦ Λιβάνου ἐστὶ τὸ φορεῖον ἐκ τῶν κατὰ σάρκα συγγενῶν αὐτοῦ Ἰσραηλιτῶν· τούτους γὰρ ὁ Λίβανος σημαίνει. Φορεῖον Σαλομὼν, οἱ ἅγιοι ἐν οἷς Χριστὸς ἀναπαύεται· ξύλα δὲ Λιβάνου οἱ ἀπὸ Ἰσραὴλ τροπικῶς. Ἀλλ' ὅταν μὲν," Συντρίβε Κύριος πὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτύνει αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον," περὶ τῶν μὴ τηρησάντων λέγει τὴν θεοσέβειαν ἐν ᾗ κατεφυτεύθησαν· περὶ ὧν καὶ Ἡσαΐας·" Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται·" ὅταν δὲ διὰ τὴν τοῦ ναοῦ κατασκευὴν λέγει τῷ Χειρὰμ ὁ Σαλομὼν," Καὶ νῦν ἔντειλαι, καὶ κοψάτωσάν μοι ξύλα τοῦ Λιβάνου," περὶ τῶν ἀναφερομένων ὁ λόγος ἐπὶ τὴν πνευματικὴν ἐκ λίθων ζώντων οἰκοδομὴν, τοῖς ζῶσι λίθοις ἀναλογούντων ξύλων· ὡς δὲ λόγῳ κεκοσμημένοι ἀργύριον λέγονται. Εἰσὶ δὲ καὶ ἀνάκλιτον τοῦ ἀναπαυομένου λόγου, καὶ ἔχοντος ποῦ τὴν κεφαλὴν κλῖναι· τὸ δὲ χρυσίον ὁ νοῦς. Ὁπηνίκα δὲ τυχὸν ὁ Παῦλος ἀπὸ τῶν ἐν ταῖς περιστάσεσι καμάτων μὴ νικηθῇ, οἱονεί τινι βαφῇ ἑαυτῷ πορίζεται νηχόμενος· πρέπουσαν πορφύραν τῷ ἐν αὐτῷ βασιλεῖ λόγῳ ἐντρυφῶντι τῇ τῶν ἀποστόλων περὶ τὰς περιστάσεις ὑπομονῇ· τὸ δὲ ἐν τοῖς τοῦ φορείου λιθόστρωτον ἔστρωται, ἐξ ὧν ἕκαστος ἑαυτῷ συνάγει λίθων τιμίων ἐπιοικοδομῶν χρυσὸν ἄργυρον καὶ λίθους τιμίους. {Κυρίλλου.} Ἡ πνευματικὴ δὲ συνάφεια νοείσθω χρυσίον, ἡ τιμία καὶ θεῖα· καὶ τὴν κατὰ τὴν ἔρημον γὰρ κιβωτὸν ἔσωθεν καὶ ἔξωθεν, χρυσίον ὑπείληφεν εἰς ἐμφάνειαν τῆς θείας ἑνώσεως· ἐπιβαίνει δὲ πορφύρα τῷ πλήθει τῶν εἰς βασιλείαν κληθέντων. Ἐπ' ἂν δέ τις πιστεύσῃ, δέχεται τῇ καρδίᾳ Χριστὸν, ὅς ἐστι τίμιος μαργαρίτης· ἀλλὰ καὶ τὸ φορεῖόν φησιν ἐκ τῶν θυγατέρων πεποίηται τῆς Ἱερουσαλὴμ διὰ μόνην ἀγάπην· οὔτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ ἀπέστειλεν Υἱὸν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.
1.25.1
Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιὼν, ἐν τῷ βασιλεῖ Σαλομὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. {Κυρίλλου.} Ἐξ ἐθνῶν Ἐκκλησία, φησὶ τὸ, Ἐξέλθετε καὶ ἴδετε· ἡμέραν δὲ νυμφεύσεως, τὴν ἡμέραν τοῦ πάθους καλεῖ· καθ' ἣν ἐνυμφεύσατο τὴν Ἐκκλησίαν διὰ τοῦ αἵματος αὐτοῦ. {Φίλωνος.} Ἐξέλθετε, φησὶ, τῆς κακίας τοῦ νόμου· ἴδετε Χριστὸν καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ὃν ἐπέθηκεν αὐτῷ ἡ Συναγωγὴ, ἐξ ἧς τὸ κατὰ σάρκα 1636 Χριστός· Ἡμέρα μία χαρᾶς, τὸ Πάσχα ἐστὶν, ἐν ᾧ ἔφη" Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν." {Γρηγορίου.} Προτροπὴν ὁ λόγος οὗτος περιέχει πρὸς τὰς θυγατέρας Ἱερουσαλὴμ παρὰ τῆς Νύμφης τῶν σαρκικῶν ἐξελθεῖν, αἵ τινες νοοῖντο ἂν καὶ τῶν σωζομένων ψυχαί. Ἕως πότε, φησὶν, ἐν τῷ σπηλαίῳ τοῦ βίου συγκλείεσθε; ἐξέλθετε τῶν προκαλυμμάτων τῆς φύσεως, καὶ ἴδετε τὸ θαυμαστὸν θέαμα, Σιὼν θυγατέρες γινόμεναι, ὥστε ἀπὸ σκοπιᾶς ὑψηλῆς (οὕτω γὰρ ἡ Σιὼν ἑρμηνεύεται), δυνηθῆναι θεάσασθαι στεφανηφοροῦντα τὸν Νυμφίον. Στέφανος δὲ αὐτῷ ἡ Ἐκκλησία γίνεται, διὰ τῶν ἐμψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα· στεφανηπλόκος δὲ τοῦ τοιούτου στεφάνου ἡ ἀγάπη ἐστίν· ἢν εἴτε ἀγάπην, εἴτε μητέρα τις λέγει, οὐχ ἁμαρτήσεται·" Θεὸς γάρ ἐστιν ἀγάπη," κατὰ τὴν Ἰωάννου φωνήν· οὐδὲν δὲ διαφέρει ἐπὶ Θεοῦ λεγόμενον· οὔτε γὰρ ἄῤῥεν, οὔτε θῆλυ τὸ Θεῖον. Πῶς γὰρ, ὁπόταν οὐδὲ ἡμῖν τοῖς ἀνθρώποις τοῦτο εἰς τὸ διηνεκὲς παραμένῃ, ἀλλ' ὅταν ἐν Χριστῷ ἓν πάντες γενόμεθα, τὰ σημεῖα τῆς διαφορᾶς ταύτης μετὰ ὄλου τοῦ παλαιοῦ ἀνθρώπου συνεκδυόμεθα· κἀν τῷ Εὐαγγελίῳ ὁ Πατὴρ λέγεται ποιεῖν τῷ Υἱῷ τοὺς γάμους· καὶ ὁ Προφήτης φησὶν," Ὅτι ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον·" ἐνταῦθα δὲ παρὰ τῆς μητρὸς φησὶ ἐπιτεθεῖσθαι τῷ Νυμφίῳ τὸν στέφανον. Ἐπεὶ οὖν εἷς ἐστιν ὁ γάμος καὶ μία ἡ Νύμφη, καὶ παρ' ἑνὸς ἐπιβάλλεται τῷ Νυμφίῳ στέφανος, οὐδὲν διαφέρει ἢ Υἱὸν Θεοῦ τὸν μονογενῆ λέγειν Θεὸν, ἢ Υἱὸν τῆς ἀγάπης αὐτοῦ· μιᾶς οὔσης καθ' ἑκάτερον ὄνομα τῆς νυμφοστολούσης αὐτὸν ἐπὶ τῇ ἡμετέρᾳ συνοικήσει δυνάμεως. Ἐνευφραίνεσθαι δὲ τούτῳ τῷ στεφάνῳ λέγει αὐτὸν ἡ Νύμφη τῷ νυμφικῷ κόσμῳ ἐναγαλλόμενον· χάριτι γὰρ ὡς ἀληθῶς σύνοικον ἑαυτοῦ τὴν Ἐκκλησίαν ποιησάμενος, ταῖς ἀρεταῖς διαπρεπόντων ἐν αὐτῇ στεφανούμενος εὐφραίνεται. {Νείλου.} Τίς μὲν ὁ ταῦτα λέγων, ἄδηλον· ἴσος δὲ οἱ τοῦ Νυμφίου φίλοι· πλὴν ὃς ἂν ᾖ, τοὺς ἀπὸ ἐθνῶν καλοῖ· Σιὼν γάρ ἐστιν ἡ τούτων μήτηρ ἡ τὸν τοῦ Χριστοῦ νόμον βλαστήσασα. Ὁ μὲν γὰρ πρότερος νόμος, ἀπὸ Σινᾶ, ὁ δὲ δεύτερος ἀπὸ Σιών. Ἐπειδὴ τοίνυν ἐν σκότει καὶ σκιᾷ θανάτου ἐκάθητο τὰ ἔθνη, προσκαλεῖται αὐτοὺς τάχα ὁ ταῦτα εἰρηκὼς προφήτης λέγων·" Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει," ἐξέλθετε καὶ ἴδετε· τί δὲ, ἐπιφέρει θαυμάζων τὸ τόλμημα. Ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ. Ἡμέρα δὲ νυμφεύσεως τοῦ Χριστοῦ καὶ ἡμέρα εὐφροσύνης καρδίας αὐτοῦ ἦν, ἡ τοῦ σταυροῦ ἡμέρα, ἐν ᾗ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὡς Νύμφην ἔλαβε μεμνηστευμένην αὐτῷ διὰ τῶν προφητῶν. Ὁρῶν οὖν τὴν πολλάκις εὐεργετημένην Συναγωγὴν ὁ προφήτης, οὐ δικαίας ἀμοιβὰς ἀποδιδοῦσαν τῷ Χριστῷ, ἀλλ' ἀκάνθινον ἐπιθεῖσα στέφανον τῇ κεφαλῇ, ἐκπληττόμενος ἐπὶ τῷ τοιούτων παρανομήματι, φησίν·" Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλομὼν, ἐν τῷ στε 1637 φάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μητὴρ αὐτοῦ·" μητέρα δὲ αὐτὴν λέγει Χριστοῦ, ἐπειδὴ ἐξ ἐκείνης κατάγεται καὶ τῇ γενεαλογίᾳ καὶ τῇ κατὰ σάρκα οἰκονομίᾳ. ΚΕΦΑΛ.
1.27.1
Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· οἱ ὀφθαλμοί σου περιστεραὶ, ἐκτὸς τῆς σιωπήσεώς σου. {Γρηγορίου.} Διὰ τῆς προτροπῆς τῶν προειρημένων τῆς Νύμφης τὴν φιλανθρωπίαν ὁ λόγος ἀποδεξάμενος, ὅτι κατὰ μίμησιν τοῦ Δεσπότου καὶ αὐτὴ θέλει πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅλην ἀποσεμνύνει, καὶ θαυμάζει τὸ κάλλος, ἐμφιλοχωρῶν τῷ λόγῳ τοῖς καθ' ἕκαστον μέλεσιν· ἴδιον ἑκάστῳ μέλει διὰ συγκρίσεώς τε καὶ ὁμοιώσεως χαριζόμενος τὸ ἐγκώμιον· καλὴ οὖν, φησὶ, πρὸς αὐτὴν ὁ λόγος, τῇ ἀγαθῇ προαιρέσει τῷ καλῷ προσεγγίσασα· πλησίον δὲ αὐτὴν καλεῖ, διὰ τὸ μιμήσασθαι τὴν αὐτοῦ φιλανθρωπίαν, καὶ ἐγκελεύσασθαι ταῖς λοιπαῖς ψυχαῖς καταλιπεῖν τὰ πρόσκαιρα, καὶ ἐξελθοῦσαν ἰδεῖν τὸν Νυμφίον στεφανηφοροῦντα· διὰ δὲ τῆς ἐπαναλήψεως τοῦ ἐπαίνου τὸ ἄψευστον τῆς μαρτυρίας ἐνδείκνυται· ἐν γὰρ τῇ διπλῇ μαρτυρίᾳ βεβαιοῦσθαι τὴν ἀλήθειαν ὁ θεῖος ἀποφαίνεται λόγος. Ἐπειδὴ δὲ ἓν σῶμα ἡ Ἐκκλησία, ἐν δὲ τῷ ἑνὶ σώματι μέλη πολλὰ, οὐ τὴν αὐτὴν ἔχοντα πρᾶξιν, τούτου χάριν ὁ ἀκριβὴς τοῦ κάλλους δοκιμαστὴς, τῶν ἀρεσάντων αὐτῷ μελῶν ἐξ ὅλου σώματος, ἴδιόν τε καὶ πρόσφορον ἑκάστου ποιεῖται τὸν ἔπαινον· ἄρχεται δὲ ἀπὸ τῶν ὀφθαλμῶν· οὗτοι δ' ἂν εἶεν, οἷον ὁ Σαμουὴλ, ὁ βλέπων γὰρ ὀνομάζετο· καὶ ὁ Ἰεζεκιὴλ, ὁ σκοπεύειν ὑπὸ Θεοῦ τεταγμένος ἐπὶ τῇ τῶν φυλασσομένων παρ' αὐτοῦ σωτηρίᾳ· καὶ Μιχαίας ὁ ὁρῶν, καὶ Μωσῆς ὁ θεώμενος, καὶ διὰ τοῦτο Θεὸς ὠνομασμένος· ὀφθαλμοὶ πάντες ἐκεῖνοι οἱ εἰς ὁδηγίαν τοῦ λαοῦ τεταγμένοι, οἳ καὶ ὁρῶντες ὠνομάζοντο· καὶ νῦν δὲ οἱ τῆς Ἐκκλησίας προεστῶτες, οἱ τὸν αὐτὸν ἐκείνοις τρόπον ἐπέχοντες, καὶ πρὸς τὸ φῶς τῆς ἀληθείας τὸ λοιπὸν σῶμα καθοδηγοῦντες. Περιστεραὶ δὲ, φησὶν, εἴτουν πνευματικοὶ καὶ πρὸς οὐδὲν βλέποντες ὑλικόν· ἢ καὶ τὴν ἀκεραιότητα διὰ τούτων ᾐνίξατο. Ἡ δυὰς τῶν ὀφθαλμῶν ἐπαινεῖται ὡς ἂν ὁ λόγος γένοιτο ἐν ἐπαίνῳ ὁ ἄνθρωπος ὁ φαινόμενός τε καὶ νοούμενος· διὰ γὰρ τοῦτό φησιν, Ἐκτὸς τῆς σιωπήσεώς σου· τοῦ γὰρ ἀγαθοῦ βίου, τὸ μὲν ἀνθρώποις πρόδηλον, τὸ δὲ μόνῳ Θεῷ· μαρτυρεῖ τοίνυν ὁ τὰ κρυπτὰ βλέπων πλέον εἶναι τοῦ ὁρωμένου τὸ σιωπώμενον. {Νείλου.} Ἐκτὸς τῆς σιωπήσεως προσέθηκε· τὰ γὰρ πνευματικὰ θεωροῦσα, μᾶλλον ἂν ἦς καλὴ καὶ λέγουσα αὐτά· Σιωπῶσα δὲ ἐξ ἡμισείας εἶ καλὴ, τὰ πρὸς ὠφέλειαν τῶν πολλῶν ἡσυχάζουσα, κἂν μετριάζουσα τοῦτο ποιῇς· κρύπτειν μὲν γὰρ ἔργον ἀρετῆς καλὸν, ὅταν ἡ πρόθεσις ῥέπῃ ἐπὶ τὸ φιλόδοξον· λόγον δὲ τοὺς ἀκούοντας οἰκοδομεῖν δυνάμενον, οὐχ ἡσυχαστέον, κἂν πρὸς ἔπαινον οὐ δεόντως ὁ τοῦ λέγοντος βλέπῃ σκοπός. 1640 {Κυρίλλου.} Ἡ σιωπὴ αὐτῆς σημαίνει τὴν εἰς ἅπαν ὑπακοὴν κατὰ τὸ," Σιώπα καὶ ἄκουε, Ἰσραήλ." Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβησαν ἀπὸ τοῦ Γαλαάδ. {Γρηγορίου.} Διὰ τούτων τὴν ἐνάρετον πολιτείαν ἐν ἐπαίνῳ ποιεῖται ὁ λόγος· διὰ γὰρ τῶν ἀναισθήτων τριχῶν, τὴν πρὸς τὰ κοσμικὰ ἔργα ἀναισθησίαν· τῶν τὴν πνευματικὴν ἐργασίαν μετιόντων τοῦ βίου πεποιημένων· τρίχωμα γὰρ, τὸ ἀντὶ περιβολαίου δεδομένον ταῖς γυναιξὶ κατὰ τὸν Ἀπόστολον· αἰδώς τε καὶ σωφροσύνη νοεῖται μετὰ τῆς ἐν κόσμῳ νεκρώσεως· ἀναίσθητον γὰρ ἡ θρίξ· διὰ δὲ τοῦ πλεονεκτήματος τῶν τριχῶν, ἀγέλαις αἰγῶν παραβάλλεσθαι ταῖς ἀπὸ τοῦ Γαλαὰδ ἀνακαλυφθείσαις· οὕτω χρὴ στοχάζεσθαι, ὅτι ὥσπερ τὰ ξύλα τοῦ Λιβάνου, εἰς χρυσόν τε καὶ πορφύραν μεταποιήσας, φορεῖον ἑαυτῷ ὁ βασιλεὺς κατεσκεύασεν, οὕτως οἶδεν ὁ ποιμὴν ὁ καλὸς, αἰγῶν ἀγέλας παραλαβὼν, εἰς ποίμνια μεταβαλεῖν τὰ αἰπόλια τοῦ ὄρους Γαλαάδ· ἀλλοφύλου δὲ ὄρους ὄνομα τοῦτο, τοῦ τὴν τοιαύτην χάριν ἀνακαλύπτοντος, ὥστε τοὺς ἐξ ἐθνῶν τῷ καλῷ ποιμένι ἀκολουθήσαντας, εἰς τὸ τρίχωμα συντελέσαι τοῦ τῆς Νύμφης κάλλους· δι' ὧν σωφροσύνη τε καὶ αἰδὼς, καὶ ἐγκράτεια, καὶ ἡ τοῦ σώματος νέκρωσις διασημαίνεται· ἢ τάχα συμβάλλεταί τι πρὸς τὴν τῶν αἰγῶν θεωρίαν, καὶ ὁ Ἠλίας τῷ ὄρει τῷ Γαλαὰδ ἐμφιλοσοφήσας χρόνον πολὺν, ὃς μάλιστα τοῦ κατ' ἐγκράτειαν καθηγήσατο βίου· αὐχμηρὸς τὸ εἶδος, λάσιος τὴν τρίχα, δέρματι αἰγὸς σκεπαζόμενος. Πάντες οὖν οἱ κατ' ἐκεῖνον τὸν ἑαυτῶν κατορθοῦντες βίον, κόσμος γίνονται τῆς Ἐκκλησίας, ἀγεληδὸν κατὰ τὸν νῦν ἐπικρατοῦντα τῆς φιλοσοφίας τύπον, τὴν ἀρετὴν μετ' ἀλλήλων ἐμπονοῦντες. Τὸ δὲ ἐκ τοῦ Γαλαὰδ τὰς τοιαύτας ἀποκαλυφθῆναι ἀγέλας, μείζονα τοῦ θαύματος τὴν ὑπερβολὴν ἔχει· ὅτι ἐκ τοῦ ἐθνικοῦ βίου γέγονεν ἡμῖν, ἡ πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν μετάβασις. Οὐ γὰρ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ τῆς τοιαύτης καθηγήσατο πολιτείας, ἀλλὰ τὸ τοῖς εἰδώλοις ἀνακείμενον ἔθνος εἰς τοσαύτην ἦλθε τοῦ βίου μεταβολὴν, ὥστε κοσμῆσαι τὴν κεφαλὴν τῆς Νύμφης τοῖς κατ' ἀρετὴν πλημμελήμασιν. {Νείλου.} Ὡς μὲν πρὸς τὸ ῥητὸν, οὐδὲν ἔχει κοινὸν ἡ σύγκρισις· τί γὰρ ὅμοιον τρίχωμα καὶ ἀγέλαι αἰγῶν; Ὡς δὲ πατρὸς τὴν ἔννοιαν, πολλή τίς ἐστιν ἡ συμφωνία· εἴτε γὰρ ψυχή ἐστι τελεία πρὸς ἣν ταῦτα εἴρηται, εἴτε ἡ ἔνδοξος Ἐκκλησία, ἔχει τινὰ ἀκολουθίαν ἡ θεωρία τῆς λέξεως· καὶ γὰρ τῆς τελείας ψυχῆς τὰ οἱονεὶ ἀποβλήματα καὶ περιττὰ, ἅ τινά ἐστι τὰ διὰ τοῦ σώματος ἐπιτελούμενα χρειώδη πράγματα, ἐπειδὴ καθηκόντως γίνεται, καὶ μετὰ τοῦ πρέποντος κόσμου, ἀγέλῃ αἰγῶν ὁμοιοῦται συντεταγμένῃ καὶ εὖ πεφραγμένῃ καὶ οὐδὲν ἐχούσῃ διατετμημένον, διὰ τὸ ἔχεσθαι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου, καὶ ἡγεμονεύεσθαι ὑπ' αὐτοῦ δεόντως. Ὅταν γὰρ τὸ κεχυμένον τῆς ἀσώτου τρυφῆς εἰς τὸ χρειῶ 1641 δες καὶ ἀναγκαῖον στέληται, ἔσται ἀγέλῃ αἰγῶν τὸ λεγόμενον τρίχωμα παραπλήσιον· τὰ τοίνυν σωματικὰ, ἐν μὲν τοῖς ἀδιαφόροις ἀδιάφορα, ἐν δὲ τοῖς ἐπιμελεστέροις σπουδαῖα καὶ χρήσιμα· ἐὰν δὲ ἡ Ἐκκλησία ἐστὶ πρὸς ἣν λέγεται ταῦτα, τρίχωμα αὐτῆς εἰσιν οἱ μετανοοῦντες ἐπὶ τοῖς ἁμαρτήμασι· διὸ καὶ ἀγέλῃ αἰγῶν, ἀλλ' οὐ προβάτων, παραβάλλονται· ἀπεκαλύφθησαν δὲ ἀπὸ τοῦ Γαλαὰδ τοῦ μετοικήσαντος ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τὰ ἔθνη λόγου· Γαλαὰδ γὰρ μετοικία μαρτυρίας ἑρμηνεύεται· ὅτε μὲν γὰρ τῷ Ἰουδαϊκῷ ἔλεγεν ἔθνει· Ὑμεῖς λαός μου καὶ πρόβατα τῆς κληρονομίας μου, ἐκείνων ἦν ἡ μαρτυρία· ὅτε δὲ τὰ ἔθνη λαὸν ἐξελέξατο ἑαυτῷ, τούτῳ γέγονε μαρτύριον, μετοικῆσαν ἀπ' ἐκείνων ἐπὶ τούτου.
1.28.1
Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖσ. {Γρηγορίου.} Πρῶτον λέγει περὶ ὀδόντων, παραδραμὼν τοῦ στόματος καὶ τῶν χειλέων τὰ ἐγκώμια· καὶ εἶθ' οὕτω περὶ χειλῶν· πρῶτον γάρ τις ἑστιᾶται τὰ πνευματικὰ μαθήματα, καὶ οἷον καταλεαίνει ὥσπερ τὴν τροφὴν τοῖς σωματικοῖς ὀδοῦσι, καὶ τότε λέγει περὶ αὐτῶν· ἅπερ τις ψυχικὴ δύναμις λεπτοποιεῖ ἐπιτήδεια, πρὸς τὸ παραπεμφθῆναι τοῖς οἱονεὶ σπλάγχνοις παρασκευάζουσα· τοὺς τοίνυν κριτικούς τε καὶ διαιρετικοὺς τῶν δογμάτων καθηγητὰς, οἳ τὰ θεῖα μυστήρια διὰ σαφεστέρας ἐξηγήσεως λεπτοποιοῦσιν, ὡς εὐπαράδεκτον τὴν πνευματικὴν ταύτην τροφὴν γενέσθαι τῷ σώματι τῆς Ἐκκλησίας, ὀδόντας ἐκάλεσεν ὁ λόγος, οὓς καὶ βούλεται παντὸς ἄχθους ὑλικοῦ γεγυμνωμένους· τοῦτο γὰρ τὸ κεκαρμένον· καὶ λουτρῷ τῆς συνειδήσεως παντὸς μολυσμοῦ σαρκὸς καθαρεύοντας· καὶ πρὸς τούτοις ἀεὶ διὰ προκοπῆς ἀναβαίνοντας· καὶ μηδέποτε εἰς τὸ ἔμπαλιν κατασυρομένους εἰς τὸ βάραθρον· καὶ διδυμεύειν τῇ μὲν ψυχῇ τὴν ἀπάθειαν, τῷ δὲ σωματικῷ βίῳ τὴν εὐσχημοσύνην γεννῶντας, καὶ ὅλως ἐν μηδενὶ τῶν καλῶν ἐπιτηδευμάτων ἀτονεῖν. {Νείλου.} Ὁμοίως καὶ τοῦτο, κατὰ τὴν λέξιν ἀδιανόητον· πρὸς δὲ διάνοιαν γέγραπται περὶ ψεκτῶν ὀδόντων·" Ὀδόντας ἁμαρτωλῶν συνέτριψας," καὶ," Ἐκεῖ ἔσται ὁ βρυγμὸς τῶν ὀδόντων·" περὶ δὲ ἐπαινετῶν," Ὀδόντες αὐτοῦ γάλα·" καὶ τὸ παρὸν ῥητόν· τάχα δ' ἂν εἶεν δυνάμεις ψυχῆς, δι' ὧν προτρέφεται λόγῳ αὕτη, τὴν διάκρισιν τοῦ λόγου πεπιστευμέναι καὶ λεπτοποιοῦσαι, καὶ οἱονεὶ μηρυκιζόμεναι, τὸν τέως ἁδρυμερέστερον διὰ τῆς ἀκοῆς παραδεχθέντα λόγον· συντρίβονται δὲ οὗτοι οἱ ὀδόντες, ὅταν αἱρετικῆς διδασκαλίας φάγωσιν ὄμφακας· ὠμοδιάσαντες γὰρ, ἄχρηστοι γίνονται τὸ λεᾶναι τὴν ἀληθῆ τροφήν· ἀγέλῃ οὖν κεκαρμένων ὁμοιοῖ τοὺς ὀδόντας τῆς Νύμφης· διὰ τὸ μηδὲν ἔχειν τοιοῦτον, οἷον οἱ προειρημένοι εἶχον ὀδόντες τῶν ἀσεβῶν· ἀλλὰ καὶ περιαιρεῖσθαι πάντα ῥῦπον διὰ τὸ λουτρὸν, 1644 καὶ περίττωμα διὰ τὴν κουράν· διδυμεύουσι δὲ οὗτοι οἱ ὀδόντες, ὅταν καὶ πρὸς τὸν παρόντα βίον χρήσιμα σκέπτονται, καὶ πρὸς τὸν μέλλοντα τῇ πρὸς τὰ νενοημένα διδυμοτοκίᾳ, τὴν αὐτῶν ἔργων προστιθέντες εὐτεκνίαν· ἀτεκνοῦσα γὰρ οὐκ ἔστιν ἐν αὐταῖς· ἀντὶ τοῦ, στεῖρα καλῶν πράξεων καὶ ἄγονος οὐδὲ μία ἐστί· καὶ οἱ ἐν τῇ Ἐκκλησίᾳ δὲ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ, καὶ τὴν τροφὴν παντὶ παραπέμποντες τῷ σώματι διὰ τὸ σύμφωνον καὶ ὁμόψυχον, ἀγέλῃ ὁμοιοῦνται· διὰ δὲ τὸ κοῦφον καὶ ἀμέριμνον τῆς ἀκτημοσύνης, πᾶσαν ὕλην πλούτου ἀποκειράμενοι, κεκαρμένοι ὀνομάζονται· καὶ ἀπὸ τῆς τοῦ λουτροῦ δὲ ἀναβάσεως, εἰσὶ διδυμεύοντες, οὐκ ἄτεκνον, ἀλλὰ καρποφόρον τὴν τῶν ἐναρέτων ἔργων ἐσχηκότες μήτραν, καὶ τοῖς καταλλήλοις ἑκάστῳ αἰῶνι, τῷ τε παρόντι καὶ τῷ μέλλοντι, θεωρήμασι διδυμεύσαντες· ἴσως δὲ διὰ τοῦτο ὀδόντες, ἀγέλῃ κεκαρμένων παραπλήσιοι, οἳ διδυμεύουσιν· ἐπεὶ δὲ οὐκ ἔτι εἰσὶ τρίχες, τὸ τῶν ἁμαρτημάτων ἄχθος ἀποκειράμεναι. {Ὠριγένους.} Διδυμεύουσαι δὲ ἄλλως, διὰ τὸ διττὸν τῆς νοήσεως τῆς τε ῥητῆς καὶ πνευματικῆς. {Φίλωνος.} Ἢ ὅτι μόναι κατελθοῦσαι εἰς τὸ ὕδωρ τὸ μυστικὸν σὺν ἁγίῳ ἀνέβησαν Πνεύματι.
1.29.1
Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. {Γρηγορίου.} Κόκκινον σπαρτίον ἐστὶ πίστις δι' ἀγάπης ἐπιτελουμένη· ἐπαινεῖ τοίνυν τῆς Ἐκκλησίας τὸν σύνδεσμον, καὶ τὴν ὁμογνωμοσύνην ἅμα καὶ τὴν ὁμολογίαν, δι' ἧς ὁμολογεῖ τὸν ὑπὲρ αὐτῆς σταυρωθέντα· καθ' ἣν ἡ Ἐκκλησία συμφωνοῦσα ἓν γίνεται χεῖλος, καὶ μία φωνὴ ἐκ διαφόρων τοῦ ἐρίου τοῦ νοητοῦ συγκεκλωσμένη καθάπερ σειρά· διὰ δὲ τοῦ εἰπεῖν κοκκίνου διδάσκεται τὴν ὁμολογίαν διὰ στόματος φέρειν, τοῦ ἐξαγοράσαντος ἡμᾶς διὰ τοῦ ἰδίου αἵματος· δι' ἀμφοτέρων γάρ ἐστι πληρουμένη τοῖς Ἐκκλησίας χείλεσιν ἡ εὐπρέπεια· ὅταν καὶ ἡ πίστις τῇ ὁμολογίᾳ προλάμπῃ, καὶ ἀγάπη τῇ πίστει συμπλέκηται. Διὰ μὲν οὖν τοῦ σπαρτίου ἐδήλωσε τὴν ἀγάπην· διὰ δὲ τοῦ κοκκίνου τὴν πίστιν· καὶ οὕτως ἡ λαλιὰ τῆς νύμφης γίνεται ὡραία, τοῦ ῥήματος τῆς πίστεως ὃ κηρύσσομεν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος·" Ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ." {Νείλου.} Χείλη πολλάκις τὸν λόγον ὀνομάζει ἡ Γραφὴ, ὡς τὸ," Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια." Καὶ," Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου." Εἴτε οὖν ἡ τελεία ψυχὴ, εἴτε οἱ ἐν τῇ Ἐκκλησίᾳ διδάσκαλοι, ὅταν ζῶντα τὸν λόγον ἔχωσι καὶ δεσμεῖν τὸν ἀκροατὴν δυνάμενον, ὡς μηκέτι τὸν ἅπαξ ἀκούοντα ἀναχωρεῖν δύνασθαι, σπαρτίον κόκ 1645 κινον ἔχουσι τὰ χείλη· σπαρτίον μὲν διὰ τὸ δεσμεῖν, κόκκινον δὲ διὰ τὸ ζωτικὸν τῆς τούτων δυνάμεως καὶ πεπυρωμένον· τοιαύτη γὰρ καὶ ζῶσα σὰρξ, τὴν ἐρυθρότητα μάρτυρα τῆς ζωῆς ἐπιφερομένη· τοῦτο δηλῶν ὁ Κύριος ἔλεγεν·" Οἱ ἐμοὶ λόγοι, πνεῦμά εἰσι καὶ ζωή·" διὰ μὲν τοῦ πνεύματος τὸν δεσμὸν τοῦ σπαρτίου, διὰ δὲ τῆς ζωῆς τὸ κόκκινον σημαίνων· καὶ ἡ λαλιὰ δὲ τούτων ὡραία, πολὺ μετὰ τοῦ ὠφελίμου καὶ τὸ τερπνὸν ἔχουσα. {Ὠριγένους.} Ἤγουν ἔστω διάπυρος ἡ τοῦ λόγου παρασκευὴ, κ. τ. λ. Ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς σιωπήσεώς σου. {Γρηγορίου.} Ἀρέσκεται κατὰ τὴν τοῦ στόματος ὥραν ὁ Νυμφίος, τῷ τῆς παρθενίας ἐρυθήματι, ὅπερ μῆλον καλεῖ ἡ συνήθεια· καὶ προσεικάζει αὐτὸ λέπυρον τῆς ῥόας· αἰδοῖ γὰρ ἐρυθραίνεται καὶ σωφροσύνῃ· ὡς γὰρ τῆς ῥόας ὁ καρπὸς ὑπὸ στρυφνοῦ τε καὶ ἀβρότου τῆς ἐπιφανείας φυλάττεται, οὕτω καὶ ὁ στύφος τε καὶ ἐγκρατὴς καὶ κατεσκληκὼς βίος, φύλαξ γίνεται τῶν τῆς σωφροσύνης καλῶν· ἐπαινεῖ δὲ καὶ τὴν προφανῆ καὶ τὴν ἔνδον ἁγνείαν· διπλοῦς γὰρ καὶ ἐνταῦθα ἔπαινος διά τε τῶν προφαινομένων κατὰ τὸν εὐσχήμονα βίον, καὶ διὰ τῶν ἐν τῇ τῆς ψυχῆς ἀπαθείᾳ κατορθουμένων· ἃ μόνῳ καθορᾶται τῷ εἰς τὰ κρύφια βλέποντι· διὰ τοῦτο φησὶν, Ἐκτὸς τῆς σιωπήσεώς σου. {Νείλου.} Ἐπὶ μὲν τῆς ψυχῆς, τὸ αὐστηρὸν τοῦ βίου καὶ τοῖς πάθεσιν ἀπρόσιτον, μῆλόν ἐστι παρειᾶς λεπύρῳ ῥόας διὰ τὴν στυφότητα παραπλήσιον· τούτῳ γὰρ μάλιστα τῷ μέρει κρίνεται ἡ κατάστασις, τοῦ μὲν σώφρονος σκυθρωπάζουσα, καὶ τοῖς ἀκολάστοις ὀφθαλμοῖς τῷ ἀμειδεῖ σχήματι, τὸ ἄγευστον σημαίνουσα τῆς ὄψεως· τοῦ δὲ διακεχυμένου, ὡσανεὶ ὑπομειδιῶσα καὶ κεχαλασμένη καὶ λίχνους προσκαλουμένη πόῤῥωθεν ὀφθαλμούς· καὶ τὸ τῆς ἠδονῆς αὐτοῖς πάθος εὐαγγελιζομένη τῇ φαιδρότητι· ἐπὶ δὲ τῆς Ἐκκλησίας τὸ τῶν παρθενευόντων τάγμα καὶ ἀσκουμένων τὴν σεμνότητα, αὐχμηροτέραν καὶ δυσέντευκτον τοῖς αἱρετικοῖς ἐρασταῖς δεικνυόντων τὴν ὄψιν τῆς Νύμφης· καὶ οὐδὲν ἔχουσα τῇ ἐκείνων γεύσει ἐδώδιμον· λέπυρον γὰρ ῥόας, τοὺς μὲν ἔξωθεν γενομένους ἀποσοβεῖ, ἀποτρόπαιον ἔχον τῇ γεύσει ποιότητα· κρύπτει δὲ τὸν ἕσω καρπὸν ἀσφαλῶς· λαώδης δὲ καὶ παραπλήσιος πανηγύρει πλήθους ἀγάπῃ συνδεδεμένου, ὁ τῆς ῥόας καρπός· οὐ μόνον ἕρκει κραταιῷ τῷ ἔξω φλοιῷ φρουρούμενος, ἀλλὰ καὶ ὑμέσι λεπτοῖς εἰ διάφορα διῃρημένος συστήματα· καὶ μιμούμενος τὰ τάγματα τῆς ἐκκλησιαστικῆς ἀκολούθου τάξεως· τοσοῦτον διῃρημένα, ὅσον μὴ συγκεχῦσθαι τὸν Ἐκκλησίᾳ πρέποντα κόσμον, καὶ λαῷ Θεοῦ καθήκουσαν κατάστασιν φυλάττεσθαι· ἀξιώμασιν ἀρετῆς καὶ λειτουργίαις ἱερατικαῖς οἰκονομικῶς μεριζόμενα, καὶ οὐ κεχωρισμένα διαθέσει, ἀλλ' ἀγάπῃ συνδεδεμένα· καὶ ἐντὸς δὲ τῆς σιωπήσεως τοιαύτη ἐστὶν ἡ παρειὰ τῆς Νύμφης, πολὺ τὸ σεμνὸν μετὰ αὐστηρᾶς κατέχουσα τῆς καταστολῆς. 1648 {Ὠριγένους.} Προστίθησι τῷ τῆς σωφροσύνης ἐπαίνῳ, κ. τ. λ.
1.30.1
Ὡς πύργος Δαβὶδ τράχηλός σου, ὁ ᾠκοδομημένος ἐν Θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτόν· πᾶσαι βολίδες τῶν δυνατῶν. {Γρηγορίου.} Ἐκ τούτων μανθάνομεν ὅτι τὰ παρὰ τῶν ἁγίων γινόμενα, τύπος τις καὶ διδασκαλία τῶν εἰς ἀρετὴν κατορθουμένων ἐγίνοντο· οἷον οἱ γάμοι, δι' ὧν τὴν τῶν ἀρετῶν συνοίκησιν ἡμῖν δι' αἰνιγμάτων ὑποτίθενται· ἡ ἀποικία, καὶ γὰρ τοῦ ἐναρέτου βίου τὸν οἰκισμὸν ὑποβάλλει· αἱ τῶν οἰκοδομημάτων κατασκευαὶ, τὴν γὰρ δι' ἀρετῆς οἰκοδομουμένην ἐπιμέλειαν ποιεῖσθαι διακελεύεται· ὁ κατὰ τῶν ἀλλοφύλων πόλεμος, διδάσκων κατὰ τῆς ἀδικίας ἡμᾶς ἀνδρίζεσθαι· οὕτω τοίνυν καὶ ὁ παρὰ τοῦ Δαβὶδ περιφανὴς πύργος, ἐν ᾧ τὰ ἀκροθίνια τῶν λαφύρων ἀνέθηκε, πρὸς τὴν προκοπὴν τῆς Ἐκκλησίας βλέπει· διὰ τούτου παρεμφαίνων θείους τινὰς εἶναι τοὺς ἐν τῷ λαῷ τὸν τραχήλου τόπον ἔχοντας διδασκάλους, οἵτινες τὴν ἀληθινὴν κεφαλὴν τὸν Χριστὸν βαστάζοιεν ἐφ' ἑαυτῶν· ἔχοντες καὶ τὴν θρεπτικὴν ἐνέργειαν, φημὶ δὴ τὴν διδασκαλίαν· δι' ἧς τῷ σώματι τῆς Ἐκκλησίας συντηρεῖται ἡ δύναμις· δεκτικοί τε τοῦ Πνεύματος ὄντες, τοῦ τὴν καρδίαν πυροειδῆ ποιοῦντος καὶ ἐκθερμαίνοντος, καὶ διὰ τῆς εὐήχου φωνῆς ὑπηρετοῦντες τῷ λόγῳ, καὶ τὴν ἐναρμόνιον τῶν σπονδύλων θέσιν, διὰ τοῦ συνδέσμου τῆς εἰρήνης φέρεσθαι, καὶ ἀνορθούμενον πάλιν ἐν τῷ τὰ ἄνω φρονεῖν, καὶ πρὸς τὰ πλάγια μεταστρεφόμενον εὐκόλως· ἐν ᾧ τὰς ποικίλας τοῦ διαβόλου μεθοδίας ἐκκλίνειν καὶ ἀσφαλίζεσθαι δεικνύντες, οἷος ἦν καὶ ὁ μακάριος Παῦλος, ὃς τὸ ὄνομα τοῦ Χριστοῦ ἐβάστασε, σκεῦος ἐκλογῆς γενόμενος, καὶ εὐήχῳ ἀρτηρίᾳ κηρύττων τὸ Εὐαγγέλιον, καὶ τὸν Χριστοῦ ἔχων λαλοῦντά τε καὶ φθεγγόμενον· ὁ τοιοῦτος οὖν τράχηλος, ὄντως παρὰ τὸν Δαβὶδ ᾠκοδόμηται· νόει δὲ διὰ τοῦ Δαβὶδ, τὸν τοῦ βασιλέως πατέρα, ἐν περιόπτῳ τινὶ τόπῳ καὶ ὑψηλῷ· τοῦτο γὰρ τὸ Θαλπιώθ· ὃς ἐξ ἀρχῆς τὸν ἄνθρωπον κατεσκεύασεν εἶναι πύργον, καὶ οὐχὶ σύμπτωμα· καὶ διὰ τῆς χάριτος αὐτοῦ πάλιν ᾠκοδόμησεν, ἀσφαλισάμενος τοῖς πολλοῖς θυρεοῖς, καὶ ταῖς βολίσι τῶν δυνατῶν, οὐ κειμένοις ἐπὶ γῆς, ἀλλὰ διαερίοις κρεμαμένοις, οἵτινες εἶεν ἀγγελικαὶ φρουραὶ, ὡς μηκέτι τῶν πολεμίων ἐφόδοις ἐπίβουλον γίνεσθαι, ἀλλὰ καὶ φόβον ταύταις ἐμποιεῖν, τοῦ μηδὲ τὴν ἀρχὴν ἐγχειρῆσαι καταδραμεῖν· τὸ δὲ, χίλιοι, εἰς ἔνδειξιν πλήθους λαμβάνεται· ὤμους δὲ νοήσεις, οἷς πέφυκεν οὗτος ὁ τράχηλος, τὰς πρακτικάς τε καὶ ἐνεργητικὰς σπονδὰς, δι' ὧν οἱ βραχίονες ἡμῶν τὴν σωτηρίαν αὐτῶν κατεργάζονται· ὅταν τοίνυν τις βασιλέως μὲν πύργος ᾖ, ἐπὶ δὲ τῆς ὑψηλῆς πολιτείας βεβηκὼς τύχῃ, τότε πληροῦται τὸ παρὰ τοῦ Κυρίου λεγόμενον·" Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·" νόει δέ μοι τὸν πύργον ἀντὶ τῆς πόλεως. Εἰ μὲν τοῖς ὀπίσω ὁ τράχηλος τῆς Νύμφης, ὡς 164 ὁρμίσκος διὰ τὸ καμπύλον ἐλέγετο, νῦν δὲ ὡς πύργος Δαβὶδ, διὰ τὸ ὄρθιον καὶ ἀνεστηκός· ἀλλὰ τῷ μὲν καμπύλῳ τὸ ὄρθιον ἐναντίον· ἡ δὲ ὡς ὁρμίσκος κατάστασις, τῇ ὡς πύργῳ διάφορος μὲν, οὐ μὴν ἐναντία· ὅτε μὲν γὰρ τὸ πρὸς τοὺς ἀσθενεστέρους συγκαταβατικὸν αὐτῆς, καὶ τὴν ἐπὶ ταῖς ἀρεταῖς ταπεινοφροσύνην βούλεται δηλοῦν ὁ λόγος, ὁρμίσκον τὸν τράχηλον αὐτῆς ὀνομάζει, τῷ μετρίῳ κεκαμμένην φρονήματι· ὅτε δὲ τὸ πρὸς τὰ πάθη καὶ τὰς ἀντικειμένας δυνάμεις ὑπερανέχον καὶ διανεστηκὸς, πύργον Δαβὶδ ἀπρόσιτον δηλαδὴ τοῖς πολεμίοις· Χίλιοι δὲ θυρεοὶ κρέμανται ἐπ' αὐτὸν, καὶ πᾶσαι βολίδες τῶν δυνατῶν, αἱ τῶν πρὸς αὐτὴν ἀγωνιζομένων δυνάμεων· ἃς χειρωσαμένη καὶ ἐξόπλους ποιήσασα· τοῦ ἑαυτῆς ἐξήρτησε τραχήλου, σημεῖον τοῦ παρ' αὐτῆς νενικημένου πλήθους ἐσομένας· οὐδὲν ὑπολιπομένη τοῖς ἐχθροῖς βέλος, ᾧ πάλιν βαλεῖν δυνήσονται κατ' αὐτῆς· οὐ γὰρ ἀριθμὸν βολίδων, ἀλλὰ πάσας ἔχει λαβοῦσα παρ' ἑαυτῇ· οὕτω καὶ ὁ Νυμφίος αὐτῆς ἐκένωσε τοῦ ἐχθροῦ πολεμοῦντος τὴν δύναμιν· ἔστι δὲ θυρεοὺς καὶ τὰς περικοπὰς τῆς πίστεως εἰπεῖν· τὸ δὲ Θαλπιὼθ, ἐν ἐπάλξεσιν, ἑρμηνεύεται· ἐπάνω οὖν τῶν πειρασμῶν ᾠκοδομῆσθαι τὸν πύργον φησίν. {Ὠριγένους.} Ἀκύλας τὸ Θαλπιὼθ, ἐπάλξεις ἐκδέδωκεν, κ. τ. λ. εʹ, ʹ. Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις· ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. {Γρηγορίου.} Δίδυμός ἐστιν ὁ ἄνθρωπος, ὅ τε ἔξωθεν καὶ φαινόμενος, καὶ ὁ ἔσωθεν καὶ κρυπτὸς, κατὰ ταυτὸν ἀλλήλοις συνεπιδημοῦντες τῷ βίῳ· οὔτε γὰρ προϋπάρχει τοῦ σώματος ἡ ψυχὴ, οὔτε προκατασκευάζεται τῆς ψυχῆς τὸ σῶμα· ἀλλ' ὁμοχρόνως ἐν τῇ ζωῇ γίνονται· τροφὴ δὲ τούτοις, κατὰ φύσιν μὲν ἡ καθαρότης καὶ ἡ εὐωδία, ὧν ἐφορῶσιν αἱ ἀρεταί· ἔστι δὲ ὅτε τὸ δηλητήριόν τισιν, ἀντὶ τοῦ τροφίμου σπουδάζεται, οἳ οὐχὶ τὰ ἄνθη τῶν ἀρετῶν ἐπιβόσκονται, ἀλλ' ἀκάνθαις καὶ τριβόλοις ἐπιτέρπονται. Ἐπεὶ τοίνυν διακριτικῶς χρεία ὀφθαλμῶν τῶν δυναμένων ἐν ἀκριβείᾳ διαγνῶναι τὸ κρίνον τε καὶ τὴν ἄκανθαν, καὶ τὸ μὲν σωτήριον προελέσθαι, τὸ δὲ φθοροποιὸν ἀποπέμψασθαι, διὰ τοῦτο τὸν καθ' ὁμοιότητα Παύλου μαζὸν τοῖς νηπίοις γινόμενον, καὶ γαλακτοτροφοῦντα τοὺς ἀρτιγενεῖς τῆς Ἐκκλησίας, διὰ δὲ μαζῶν ἀλλήλοις συγγενηθέντων, τῶν τοῖς νεβροῖς τῆς δορκάδος ὠνομασμένων ὁ λόγος ἀπείκασεν· διὰ πάντων μαρτυρῶν τῷ τοιούτῳ μέλει τῆς Ἐκκλησίας τὸ δόκιμον· ὅτι καθ' ἑκάτερον εὐοδοῦται πρὸς τὴν τῶν καθαρῶν κρίνων νομήν· ὀξὺ δεδορκὼς, καὶ διακρίνων τοῦ τροφίμου τὴν ἄκανθαν· καὶ ὅτι περὶ τὸ ἡγεμονικὸν ἀναστρέφεται· οὗ σύμβολον ἡ καρδία ἐστὶν, ἡ δι' ἑαυτῆς τοὺς μαζοὺς ὑποτρέφουσα· καὶ ἔτι πρὸς τούτοις, ὅτι οὐκ ἐν ἑαυτῷ κατακλείει τὴν χάριν, ἀλλ' ἐπιχεῖ τοῖς δεομένοις τοῦ λόγου τὴν θηλήν· ἕως, φησὶ, μηκέτι αἱ σκιαὶ κρατῶσι τῆς περὶ τὸν βίον 1652 σπουδαζομένης ἀπάτης· ἀλλ' ἤδη τοῦ φωτὸς πανταχῆ διαλάμψαντος, καταυγασθῇ τὰ πάντα τῆς ἡμέρας τῆς ὅπου θέλει διαπνεούσης, ἤγουν τοῦ παναγίου Πνεύματος τὸ φῶς. {Νείλου.} Τοὺς νηπίους ἐν Χριστῷ καὶ γαλακτοτροφουμένους ἔτι, ἔτι μαζοὺς ὀνομάζει νεβροῖς δορκάδων παραπλησίους· ἐπειδὴ καὶ οἱ ἀρχόμενοι τῆς θεοσεβείας διὰ τὴν τῆς πίστεως εὐγένειαν, τὸ τῶν δορκάδων ἔχοντες ὀξυδερκὲς, διορατικοὶ τυγχάνουσι, τῇ ἐλπίδι βλέποντες ὡς παρόντα τὰ μέλλοντα καὶ ἐν ἐπαγγελίαις κείμενα· καὶ ἐν κρίνοις δὲ νέμονται οἱ νεβροὶ, τῷ τῶν ἀκτημόνων τῆς Ἐκκλησίας καὶ ἀφροντίδων ἀνθηρῷ τρεφόμενοι· πρὸς γὰρ τὸν ὅμοιον ζῆλον φθᾶσαι ποθοῦντες, τρέφονται τῇ ἡδονῇ τοῦ ποθουμένου, ὡς ἐν λειμῶνι σκιρτῶντες τῇ τῶν ὠφελούντων πολιτείᾳ· τοῦτο δὲ ποιοῦσιν ἕως τὰ παρόντα σκιὰ εἰρημένα κινηθῇ· διαπνευσάσης καὶ ὑποφαίνειν ἀρξαμένης τῆς ἐκ τοῦ νοητοῦ ἡλίου γινομένης ἡμέρας· δίδυμοι δὲ οἱ νεβροὶ καλῶς εἴρηνται, μιᾶς κοιλίας καὶ ὠδῖνος ὄντες σύγχρονοι· καὶ γὰρ οἱ τῆς Ἐκκλησίας νήπιοι, μιᾷ ὠδῖνι διὰ τῆς χάριτος ἀπεκυήθησαν. {Ὠριγένους.} Τὸ ἡγεμονικὸν, κ. τ. λ. {Κυρίλλου.} Ἢ καὶ δύο νεβροὶ, ἡ ἠθικὴ καὶ δογματικὴ διδασκαλία, οἱ δύο τῆς Νύμφης μαστοί· ἐξ ὧν οἱ τρεφόμενοι ὀξύτητι βλέπουσι πρὸς Θεόν· ῥῖνα δὲ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν λόγων τὴν εὐωδίαν, ἅπερ νεμόμεθα μέχρι συντελείας. Πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης, καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου. {Γρηγορίου.} Κατὰ μέρος ἐπαινέσας τὴν Νύμφην, εἶτα μέλλων ὁλοσώματον ποιεῖσθαι τὸν ἔπαινον, καὶ ὅλην ὑφ' ἒν ἐγκωμιάζειν, μεταξὺ τὴν αἰτίαν τοιαύτην εἶναι παραβέβληκε λέγων· Πορεύσομαι ἐμαυτῷ, καὶ τὰ ἑξῆς· διὰ μὲν οὖν τῆς σμύρνης, τὸ πάθος· διὰ δὲ τοῦ λιβάνου. τὴν δόξαν τῆς θεότητος ἐνδειξάμενος· εἰπὼν δὲ, ἐμαυτῷ, παρέστησεν ὅτι οὐδεὶς αἴρει τὴν ψυχὴν αὐτοῦ ἀπ' αὐτοῦ· ἀλλ' ἐξουσίαν ἔχει θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν· διὰ δὲ τοῦ ὄρους, τὸ μέγα δείκνυσι τοῦ μυστηρίου καὶ ὑψηλόν. {Νείλου.} Εἶτα ἐπήγαγεν· ἐπειδὴ οὔτω καλὴν τὴν Νύμφην, εἴτε ψυχὴν, εἴτε καὶ τὴν Ἐκκλησίαν, σπεύδει λοιπὸν ἐπὶ τὸν θάνατον· ἵνα παραστήσῃ ἑαυτῷ ταύτην, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἢ τοιοῦτον· καὶ ἵνα καθαρίσῃ τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι· πορεύσεται δὲ οὐκ ἄκων, ἀλλ' ἑκών· ὄρος γὰρ τὸν θάνατον ἐδήλωσε· μεθ' ὃν βουνὸν τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν· ὄρος μὲν τὸν θάνατον, διὰ τὸ φοβερόν· βουνὸν δὲ τὴν ἀνάστασιν, διὰ τὸ τῇ ἐλπίδι τοῦ θανάτου τὸ δεινὸν ἐπελαφρίζειν· κατὰ μέρος δὲ ἐπαινέσας τὰ μέλη τῆς Νύμφης, διὰ τοῦ ἐπαγομένου ὅλην αὐτὴν ἐγκωμιάζει, ἄμωμον καὶ ὅλην καλὴν προσαγορεύων. 1653 ζʹ. Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. {Γρηγορίου.} Οὐ γὰρ ἔστιν ἄλλως καθαρθῆναι τοῦ μώμου τὴν ἀνθρωπίνην φύσιν, μὴ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, πᾶσαν δι' ἑαυτοῦ ἐξαφανίσαντος τὴν κακίαν, καταργῆσαι διὰ τοῦ θανάτου τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ πάλιν ἑαυτὸν ἐπαναγαγεῖν πρὸς τὴν ἰδίαν δόξαν τῆς θεότητος, ἣν εἶχεν ἀπ' ἀρχῆς πρὸ τοῦ τὸν κόσμον εἶναι· διό φησιν· Ἀνέξομαι θάνατον, ὅπως αὐτὴν καθάρω. Ὁ τοίνυν συμμετασχὼν τῆς σμύρνης, εἴτουν τοῦ θανάτου, συμμεθέξει πάντως καὶ τοῦ θανάτου· ὁ γὰρ συμπάσχων, καὶ συνδοξάζεται. Ὁ δὲ ἅπαξ ἐν τῇ θείᾳ δόξῃ γενόμενος, ὅλος γίνεται καλὸς, ἔξω τοῦ ἀντικειμένου μώμου γενόμενος.
1.31.1
Δεῦρο ἀπὸ Λιβάνου, Νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπ' ἀρχῆς πίστεως· ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἀερμών· ἀπὸ μανδρῶν λεόντων· ἀπὸ ὀρέων παρδάλεων. {Κυρίλλου.} Διδάσκει ἡμᾶς πόθεν ἡ Νύμφη, καὶ ὅτι ἐξ εἰδωλολατρείας ἔρχεται· κατείδωλον γὰρ ὄρος ὁ Λίβανος· ὅθεν, Ἐλεύσῃ, φησίν· διελεύσῃ δὲ διὰ τοῦ νόμου· ἀγνοοῦσα γὰρ αὐτὸν, τὸ Χριστοῦ κατηχήθης μυστήριον. {Γρηγορίου.} Εἰπὼν γὰρ, ὅτι" Καλὴ εἶ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·" ὡς ἂν μὴ τῇ μαρτυρίᾳ ταύτῃ ἐκχαυνωθεῖσα, πρὸς τὴν τῶν μειζόνων ἄνοδον ἐμποδισθεῖσα, πάλιν διὰ τῆς προτρεπτικῆς ταύτης φωνῆς ἐπὶ τὴν τῶν ὑπερκειμένων ἀναβῆναι παρακελεύεται. Καλῶς, φησὶν ἐν τοῖς φθάσασιν, ἠκολούθησας· ἦλθες μετ' ἐμοῦ πρὸς τὸ ὄρος τῆς σμύρνης· συνετάφης γάρ μοι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· συνανῆλθές μοι καὶ ἐπὶ τὸν βουνὸν τοῦ Λιβάνου· συνανέστης γὰρ καὶ ὑψώθης ἐν τῇ τῆς θεότητος κοινωνίᾳ· ἀνάβηθι καὶ ἀπὸ τούτων ἐπὶ ἕτερα ὄρη προκόπτουσα καὶ ὑψουμένη διὰ τῆς ἐνεργοῦς γνώσεως· ἀρχὴ γάρ σοι πίστεως καὶ ἐπὶ τῆς πρὸς τὰ ὑψηλὰ πορείας, οὗτος ὁ Λίβανος γέγονεν, οὗ μετέσχες διὰ τῆς ἀναστασέως, οὐκ ἔτι μνηστὴ, ἀλλὰ Νύμφη γινομένη· ἀπὸ τοίνυν τῆς ἀρχῆς ταύτης, ἥτις ἐστὶν ἡ πίστις. Ἐλεύσῃ καὶ διελεύσῃ· τουτέστι καὶ νῦν ἥξεις, καὶ εἰς ἀεὶ διερχομένη διὰ τῶν τοιούτων ἀνόδων οὐκ ἀπολήξεις. Ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἀερμών. Διὰ τούτων δὲ, τὸ τῆς ἄνωθεν γεννήσεως ὑποφαίνει μυστήριον· ἐντεῦθεν γὰρ, φησὶ, τὰς τοῦ Ἰορδάνου πηγὰς, ὧν ὑπέρκειται τοῦτο τὸ ὄρος, δύο λοφιαῖς μεριζόμενον, αἷς ταῦτα ἐπίκειται ὀνόματα· τὸ δὲ ἀπὸ λεόντων τε καὶ παρδάλεων, ἀπὸ διαβολικῶν εἱρκτῶν καὶ ποικίλων ἁμαρτημάτων, ἀφ' ὧν ψυχὴ καταστίζεται· ἀνέμνησε δὲ τῶν λυπηρῶν, διὰ τῶν θηρίων τούτων, ἡδίω ποιῶν τὰ εὐφραίνοντα· καὶ ἵνα μᾶλλον ἐντρυφῶν τοῖς παροῦσι καλοῖς· μανθάνουσα διὰ τῆς παραθέσεως οἷα ἀνθ' οἵων ἠλλάξατο, καὶ ἅμα τῇ ἀποστροφῇ τῶν χειρόνων τὸ ἀκλινές τε καὶ ἀπαράτρεπτον ἐν τοῖς ἀγαθοῖς κατορθώσειεν. {Νείλου.} Πάλιν προσκαλεῖται μέν τις τὴν Νύμφην· ὁ δὲ προσκαλεσάμενος σεσιώπηται· εἴτε δὲ αὐτὸς ὁ Νυμφίος ἐστὶν, εἴτε οἱ τοῦ Νυμφίου φίλοι, ἢ 1656 ἀπὸ τοῦ περιγείου τόπου καλοῦσιν αὐτὴν, ἢ ἀπὸ τῆς ἐθνικῆς διαγωγῆς· οἰκητήριον γὰρ λεόντων καὶ παρδάλεων εἰδότες τὸν Λίβανον, ἀπολιπεῖν αὐτὸν αὐτὴν συμβουλεύουσιν· καὶ ὡς ἔοικεν ἀρξαμένην ἀναχωρεῖν ἑωρακότες, καὶ προβαίνουσαν μετὰ πάσης σπουδῆς, ἐκ τῆς προθυμίας τὴν προκοπὴν στοχασάμενοι, λέγουσιν· Ὄντως ἐλεύσῃ καὶ διελεύσῃ· ἡ γὰρ τῆς πίστεως ἀρχὴ, καὶ ἡ ἐν προοιμίοις σπουδὴ, τὸ τάχος σημαίνει τῆς μελλούσης διαβάσεως, ἐλπίδα πολλὴν ὑποτιθεμένη τῆς πρὸς τὸν σπουδαζόμενον σκοπὸν ἀφίξεως· Ἐλεύσῃ οὖν ἀπὸ Λιβάνου τοῦ τῶν θηρίων χωρίου· διελεύσῃ δὲ αὐτὰ τὰ θηρία ἀβλαβῶς. Ἀπὸ κεφαλῆς γὰρ πίστεως ὁδεύειν ἀρξαμένη, καὶ ἀπὸ κεφαλῆς Σανεὶρ, ὅπερ ἑρμηνεύεται ὁδὸς λύχνου· καὶ Ἑρμὼν, ὅπερ μεταληφθέν ἐστι κέδρος ἢ δρόσος, εἰκότως πάντα τὰ πειράζοντα διαβαίνει· καὶ τὰς ἐνέδρας τῶν ἀντικειμένων δυνάμεων παρέρχεται τῇ ὁδῷ τοῦ λύχνου φωτιζομένη· καὶ καταφόρους τὰς τῶν ἐπιβούλων μηχανὰς ποιουμένη, τῇ δὲ δρόσῳ παραμυθουμένη τὸν ἐπὶ τῇ πορείᾳ κάματον· διὸ καὶ τὰς μάνδρας τῶν τῇ πρακτικῇ ἐπιβουλευόντων λεόντων, καὶ τὰ ὄρη τῶν τῇ θεωρίᾳ ἐναντίων παρδάλεων παρελθοῦσα, ἔκπληξιν παρέσχε τοῖς προσκαλουμένοις αὐτὴν ἐν τῷ τάχει· ἴσως δὲ καὶ λέοντας καὶ παρδάλεις, τά ποτε τῶν ἐθνικῶν ἤθη λέγει· ὄρη δὲ τὴν πεπλανημένην αὐτῶν τῆς εἰδωλολατρείας ἐπὶ τῶν ὑψηλῶν θρησκείαν· καὶ μάνδρας, τὸ τῆς φύσεως εὔνομον· ἀφ' οὗ κινούμενοι φυσικῶς ἐπεγίνωσκον τὸ καλόν· μάνδρα γὰρ προβάτων ποιμαινομένων αὐλὴ, οὐχὶ δὲ θηρίων καταγώγιον· λέοντες δὲ καὶ παρδάλεις, μονωτικὰ, καὶ οὐ σύννομα· τὰ ἔθνη οὖν διὰ τούτων δηλοῖ, θρησκείαν μὲν ἀσεβῆ, διὰ πλάνην μετερχόμενα· πολιτείαν δὲ ἴσως εἶχον, εἰ καὶ μὴ λογικῶν, ἀλλὰ προβάτων τέως εὔτακτον καὶ συμβαίνουσαν, οὐ τῇ Ἰουδαίων, ἀλλὰ τῇ Χριστιανῶν διαγωγῇ· ἀπὸ πίστεως οὖν ἀρξαμένη ὁδεύειν πρὸς τὸν Νυμφίον ἡ Νύμφη, καὶ διὰ τῶν εἰρημένων ὁδεύσασα πολλοὺς μεθ' ἑαυτῆς παρέστησε τῷ ἡρμοσμένῳ, ἔδνα καὶ φερνὴν αὐτῆς προσαγαγοῦσα τῷ Χριστῷ.
1.32.1
Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου Νύμφη· ἐκαρδίωσας ἡμᾶς ἐνὶ ἀπὸ ὀφθαλμῶν σου ἐν μιᾷ ἐνθέματι τραχήλου σου. {Κυρίλλου.} Ἤγουν εἰς πόθον ἡμᾶς ἤγαγες σεαυτῆς, ἑνὶ ῥήματι τῆς ὁμολογίας· ὅπερ ἔσχες ὀρθῶς ὁρῶσα τοῖς ἔνδον ὀφθαλμοῖς σου· ὑποταγεῖσα γὰρ ἐνθέματι τοῦ τραχήλου σου, τὴν ὁμολογίαν ἐποίησας. {Γρηγορίου.} Ταῦτα παρὰ τῶν φίλων τοῦ Νυμφίου, ἀγγελικῶν, φημὶ, Δυνάμεων, λέγεται πρὸς αὐτήν· διττῆς γὰρ οὔσης τῆς ὀπτικῆς ἐνεργείας, καὶ τῆς μὲν τὴν ἀλήθειαν ὁρώσης, τῆς δὲ ἑτέρας περὶ τὰ μάταια πλανωμένης, ἐπειδὴ περὶ μόνην τοῦ ἀγαθοῦ τὴν φύσιν ἀνέῳκται τῆς Νύμφης ὁ καθαρὸς ὀφθαλμὸς, ἀργεῖ δὲ ὁ ἕτερος· τούτου χάριν ἑνὶ τῶν ὀφθαλμῶν προσάγουσιν οἱ φίλοι τὸν ἔπαινον· ἀδελφὴν μὲν αὐτὴν καλοῦντες, διὰ τῆς ἀπαθείας συγγένειαν· Νύμφην δὲ, διὰ 1657 τὴν πρὸς τὸν Λόγον συνάφειαν. Ἐπεὶ οὖν, φησὶν, ὁ ὀφθαλμός σου εἷς ἐν τῷ πρὸς τὸ ἓν βλέπειν, καὶ ψυχὴ μία διὰ τὸ μὴ πρὸς διαφόρους διαθέσεις μερίζεσθαι· καὶ ἡ θέσις τοῦ τραχήλου σου τὸ τέλειον ἔχει τὸν θεῖον ζυγὸν ἐφ' ἑαυτῆς ἀραμένη (τοῦτο γὰρ τὸ, Ἐνθέματι τραχήλου σου·" εἴτ' οὖν ὁ τοῦ Κυρίου ζυγός)· τούτου χάριν ὁμολογοῦμεν ὅτι τοῖς θαύμασιν ἡμᾶς ἐκαρδίωσας· ὅπερ ἐστὶ ψυχήν τινα καὶ διάνοιαν πρὸς τὴν τοῦ φωτὸς κατανόησιν δι' ἑαυτῆς ἡμῖν ἐνεποίησας· καὶ γὰρ ἐν σοὶ τὸν τῆς δικαιοσύνης Ἤλιον ὡς ἐν κατόπτρῳ κατανοοῦμεν· διὰ δὲ τῆς δευτερώσεως ἀξιοπιστίαν προτιθέασι τῷ λεγομένῳ. {Νείλου.} Ὁ Νυμφίος ἐκ προσώπου παντὸς τοῦ χοροῦ ταῦτά φησιν· τὴν μὲν ἔκπληξιν ἐπὶ πάντας φέρων, τὴν δὲ οἰκειότητα τῆς Νύμφης, ἐπὶ μόνον ἑαυτὸν, Ἀδελφή μου, λέγων, Νύμφη, καὶ οὐχ ἡμῶν· κἂν γὰρ διαφέρουσι κατὰ τὴν οὐσίαν ἄγγελοι τῆς ψυχῆς, ἐλαττοῦνται τῷ ἀξιώματι τῆς ἡρμοσμένης Χριστῷ, καὶ ἀπ' ἀρχῆς γινομένης τοῦ ἡμετέρου φυράματος· καὶ τῆς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καθέδρας ἠξιωμένης· καὶ διὰ τοῦτο τοῦ Νυμφίου ἀδελφὴ ὀνομάζεται· καὶ ὁμαίμων αὐτῷ κατὰ τὴν τῆς σαρκὸς οἰκονομίαν γενομένη καὶ ὁμογάστριος· ἐκαρδίωσε δὲ αὐτοὺς ἑνὶ ἀπὸ ὀφθαλμῶν, ὡς τὰ θεῖα κατανοοῦντι πράγματα· οἱ γὰρ ὀφθαλμοὶ, ὁ μὲν ἀριστερὸς τοῖς σωματικοῖς προσέχει, ὃς καὶ ἐκαρδίωσε τοὺς ἑτέρους τοῦ Νυμφίου, καλῶς ταῦτα διατιθείς· ὁ δὲ ἕτερος τοῖς νοητοῖς ἐνατενίζει, καὶ τοῖς μέλλουσι προσέχει, ὃς καὶ ἐκαρδίωσε τοὺς ἑτέρους τοῦ Νυμφίου· περιεσκεμμένως καὶ μετὰ πολλῆς νήψεως παρελθὼν τὰς τῇ θεωρίᾳ λυμαινομένας παρδάλεις, καὶ τὸ οἰκεῖον κάλλος τηρήσας· καὶ ἐν μιᾷ ἐνθέματι τραχήλου τῆς Νύμφης ἐκαρδιώθησαν· ὅπερ οἱ λοιποὶ, Ἐν ἑνὶ ὁρμίσκῳ τράχηλός σου, πεποιήκασι· τάχα οὗν ἐπὶ ἀνωτέρω, Τράχηλός σου, λέγων, ὡς ὁρμίσκοι, τὴν ἐπὶ πάσαις ταῖς ἀρεταῖς ταπεινοφροσύνην ἐπῄνει· νῦν ἐφ' ἑνὶ ὁρμίσκῳ τοῦ τραχήλου ἐκπλήττεται ταύτην· ὅτι καὶ Νύμφη γενομένη τοῦ βασιλέως, τὴν αὐτὴν κατάστασιν τῆς ταπεινώσεως σώζει. {Ὠριγένους.} Τὸ ἔνθεμα εἴρηται παρὰ τὸ ἐντίθεσθαι καὶ ἐνορμᾶσθαι τῷ τραχήλῳ τῆς Νύμφης, κ. τ. λ.
1.33.1
Τί ἐκαλλιώθησαν οἱ μαστοί σου, ἀδελφή μου Νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. {Γρηγορίου.} Ἐπισφραγίζει τῆς Νύμφης ὁ Νυμφίος τὸ παρὰ τῶν φίλων ἐγκώμιον, ἐπαινῶν αὐτὴν ἐν ταῖς τῶν ἀγαθῶν διδαγμάτων πηγαῖς, οἶνον ἀλλ' οὐκ ἔτι γάλα προχεούσαις· δι' οὗ ταῖς τελειωτέραις καρδίαις ἡ εὐφροσύνη· ἡ δὲ τῶν ἀρετῶν εὐωδία πᾶν ἄρωμα, φησὶν, νενίκηκε νομικὸν, μυρεψούμενον τοῖς εὐαγγελικοῖς ἐπιτάγμασιν· ὅμοια δὲ τὰ τοῦ Νυμφίου, τοῖς ἐν ἀρχῇ παρὰ τῆς Νύμφης πρὸς ἑαυτὸν εἰρημένοις· Ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· τοιοῦτον γὰρ τὸ θεῖον ἔργον, ἐὰν ὁμοίους ἑαυτοὺς αὐτῷ 1660 διὰ τῆς προαιρέσεως δείξωμεν· διὸ νῦν ἡ Νύμφη τὴν ὁμοίαν ἀπόκρισιν δέχεται πρὸς τὸ κρεῖττον ἀλλοιωθεῖσα· ὅθεν καὶ ἀδελφὴν αὐτὴν καλεῖ διὰ τὸ οἶνον πηγάζειν ὁμοίως αὐτῷ. {Νείλου.} Βελτίωσιν καὶ προκοπὴν τῶν μαστῶν διηγεῖται τῆς Νύμφης· πρότερον μὲν ὅτε ἐν κρίνοις δύο νεβροὶ δίδυμοι δορκάδος ἐνέμοντο· τάχα τῶν ποιμαινομένων ὑπὸ τοῦ Κυρίου, καὶ εἰς τόπον χλόης κατασκηνούντων, προβάτων τὴν κατάστασιν ἐχόντων· νῦν δὲ ὅτε ἀπὸ οἴνου ἐκαλλιώθησαν, εἰς τὸ τῆς ἡτοιμασμένης τοῖς λογικοῖς τραπέζης, καὶ τοῦ μεθύσκοντος ποτηρίου ἀπολαύειν φθασάντων· οὐ ταυτὸν γὰρ γάλα καὶ οἶνος· τὸ μὲν γὰρ νηπίων, τὸ δὲ τελείων τροφή· ἐπεὶ οὖν τοῖς σιτίοις τῆς μητρὸς ἐξομοιοῦται τὸ γάλα, καὶ τοὺς τιθηνουμένους τρέφει καταλλήλῳ πιότητι, τότε ἀπὸ οἴνου τῆς Νύμφης οἱ μαστοὶ καλλιοῦνται, ὅτε τοὺς μαθητευομένους τῷ λόγῳ τελείαν πρὸς εὐφροσύνην πνευματικὴν παιδεύωσι διδασκαλίαν, τῷ μυστικῷ τονοῦντες αἵματι τὰ αἰσθητήρια τῶν γνωρίμων, πρὸς τὴν τῶν συμφερόντων ἐπίγνωσιν· Ὀσμὴ δὲ ἱματίων σου, τῆς Νύμφης εἰσὶν οἱ πρακτικοὶ, καὶ τοῖς ἔργοις τῶν ἀρετῶν εὐ ωδιάζοντες· ἱμάτια γὰρ, αἱ ἠθικαὶ ἀρεταί· ὡς καὶ Παῦλος," Ἐνδύσασθε, λέγων, χρηστότητα, ταπεινοφροσύνην·" πρᾶξις γὰρ πρὸς σωτηρίαν, θεωρίας ἐπιτηδειοτέρα.
1.34.1
Κηρίον ἀποστάζουσι χείλη σου, Νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. {Φίλωνος.} Μέλι τὸ Εὐαγγέλιον, γάλα ὁ νόμος. {Γρηγορίου.} Πλήρης σοι, φησὶ, γέγονεν ἡ καρδία τῶν τῆς παντοδαπῆς παιδεύσεως κηρίων· ὅθεν προσφέρεις ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας τὰς μελιχρὰς τῶν λόγων σταγόνας, ὡς εἶναι μέλι τὸν λόγον συναναμεμιγνύμενον τῷ γάλακτι· οὐ γὰρ μονοειδῆ τοῖς ἀκούουσι τὴν ὠφέλειαν παρέχεις, ἀλλὰ καταλλήλως πρὸς τὴν τῶν δεχομένων δύναμιν· ὡς καὶ τοῖς τελειοτέροις καὶ τοῖς νηπιάζουσιν οἰκείως ἔχειν, τοῖς μὲν τελειοτέροις μέλι, τοῖς δὲ νηπιάζουσι γάλα γίνεσθαι. {Νείλου.} Τῆς καθ' ἕξιν ὑπαρχούσης πρὸς πᾶσαν κατάστασιν ὠφελίμου διδασκαλίας τῇ Νύμφῃ, μέλιτος καὶ γάλακτος ὀνομαζομένης, ἡ κατ' ἐνέργειαν κηρίον εἴρηται· αὕτη γὰρ ἀποστάζει πᾶσιν, ἐν προφορᾷ τοῦ λόγου δηλουμένη· ἐκείνη δέ ἐστιν ὑπὸ τὴν γλῶσσαν λανθάνουσα, πλὴν τοῦ κοινωνοῦντος αὐτῇ Νυμφίου, τοὺς λοιποὺς ἅπαντας· ποιότης γὰρ στόματος ἐν φιλήματι κρίνεται, τοῦ ὑπὸ τὴν γλῶτταν μέλιτος ἐλεγχομένου· κοινωνία γλώττης ἑτέρας καὶ καρδίας διάθεσις, γνώσει τοῦ τὰ κρυπτὰ δοκιμάζοντος καταλαμβάνεται· ἐπειδὴ δὲ," ἐκ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ," στοχάσασθαι ἔστι τὸ κάλλος τῶν νοημάτων τῆς Νύμφης, ἐκ τοῦ ἀποστάζοντος τῶν χειλέων αὐτῆς κηρίου· ὀσμὴ δὲ ἱματίων αὐτῆς πρὸ μικροῦ μὲν ὑπὲρ πάντα τὰ ἀρώματα, νῦν δὲ οὐχ ὑπὲρ λίβανον, ἀλλ' ὡς ὀσμὴ λιβάνου· ἀντὶ τοῦ ὑπερβολικοῦ, συγκριτικῷ ὀνόματι δηλουμένη· 1661 πάλιν δὲ τὴν τῶν πρακτικῶν ἀρετὴν, τῇ τῶν θυμιαμάτων ὀσμῇ, διὰ τὸ πρὸς Θεὸν κατευθύνεσθαι ὡμοίωσεν· ὀσμὴν λιβάνου, τὴν τῶν ἔργων εὐωδίαν εἰρηκώς. Καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. {Γρηγορίου.} Ἤγουν κεκόσμησαι θεολογίας πνέουσιν ἱματίοις· ἐπείπερ οὐ μονοειδής τίς ἐστιν, οὐδὲ μονότροπος ἡ κατ' ἀρετὴν πολιτεία, ἀλλ' ὥσπερ ἐπὶ τῆς τῶν ὑφασμάτων κατασκευῆς, διὰ τῶν πολλῶν νημάτων ἡ ὑφαντικὴ τέχνη τὴν ἐσθῆτα ποιεῖ, οὕτω καὶ ἐπὶ τῆς ἐναρέτου ζωῆς πολλὰ χρὴ συνδραμεῖν, δι' ὧν ὁ ἀστεῖος ἐξυφαίνεται βίος· ἅπερ καὶ ἀπαριθμεῖται ὁ θεῖος Ἀπόστολος·" Χαρὰν, εἰρήνην, μακροθυμίαν," καὶ τὰ τοιαῦτα· τούτου χάριν ἀποδέχεται τὸν ἐν ἐσθῆτι κόσμον τῆς Νύμφης, ὡς τῷ λιβάνῳ κατὰ τὴν ὀσμὴν ὁμοιούμενον· καί φησιν· ὅτι Σοι, ὦ Νύμφη, τῶν ἀρετῶν ἡ περιβολὴ, τὴν θείαν μιμεῖται μακαριότητα, διὰ καθαρότητος καὶ ἀπαθείας τῇ ἀπροσίτῳ φύσει ὁμοιουμένη· τοιαύτη γὰρ ἡ τῶν ἱματίων ὀσμὴ, ὡς πρὸς τὸν λίβανον ἐμφερῶς ἔχειν τὸν ἀντικείμενον εἰς τὴν τοῦ Θεοῦ τιμήν.
1.35.1
Κῆπος κεκλεισμένος, ἀδελφή μου Νύμφη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. {Ἀπολιναρίου.} Κῆπος δὲ ἄλλως κεκλεισμένος ἡ Νύμφη, διότι πλείονα τοῦ φαινομένου κατὰ διάνοιαν ἔχει. {Κυρίλλου.} Κέκλεισται μὲν τῷ κόσμῳ, τῷ δὲ ἐπουρανίῳ Νυμφίῳ ἠνέῳκται· ἡ δὲ πηγὴ τῷ ἁγίῳ Πνεύματι ἐσφράγισται ᾧ χριόμεθα μετὰ τὸ βάπτισμα. {Γρηγορίου.} Διὰ τούτων πάλιν μανθάνομεν, πῶς ἄν τις γένοιτο τοῦ Κυρίου ἀδελφὴ καὶ ὁμόζυγος. Νύμφη μὲν γὰρ γίνεται, διὰ τοῦ προσκολληθῆναι τῷ Κυρίῳ· ἀδελφὴ δὲ, διὰ τοῦ τὸ θέλημα αὐτοῦ κατεργάζεσθαι· ὁ δὲ τοιοῦτος κῆπος εὐθαλὴς γενέσθω· πάντων ἔχων ἐν ἑαυτῷ τῶν φυτῶν τὴν ὥραν καὶ καρπὸν, προβαλλέσθω τοῦ Πνεύματος· κεκλεισμένος δὲ τοῖς ἐχθροῖς τῷ τῶν ἐντολῶν περιφράγματι· ὡς μηδὲ μίαν καθ' ἑαυτοῦ παρασχεῖν τῷ κλέπτῃ καὶ τοῖς θηρίοις τὴν πάροδον· ἀλλὰ τῷ κήπῳ τούτῳ καὶ πηγῆς ἐστι χρεία, ὡς ἂν εὐθαλὲς διαμένει τὸ κάλλος τῷ ὕδατι, εἰς τὸ διηνεκὲς πιαινόμενον· διὰ τοῦτο συνέζευξεν ἐν τοῖς ἐπαίνοις τὴν πηγὴν τῷ κήπῳ· αὕτη δ' ἂν εἴη ἡ διανοητικὴ τῆς ψυχῆς ἡμῶν δύναμις· ἡ παντοίους ἐν ἡμῖν λογισμοὺς βρύουσά τε καὶ πηγάζουσα· ἀλλὰ τὸ ἡμετέρα γίνεται ἡ πηγὴ, κατὰ τὸ," Ἡ πηγὴ τοῦ ὕδατος ἔστω σοι ἰδία·" ἤγουν τὸ τῆς διανοίας ἡμῶν κίνημα ὅταν πρὸς τὰ συμφέροντα ἡμῖν κινεῖται, πᾶσαν συνέργειαν πρὸς τὴν τῶν ἀγαθῶν κτῆσιν παρεχόμενον, καὶ μὴ πρὸς ἀλλοτρίους καὶ πονηροὺς λογισμοὺς ἐκχεόμενον, ἐξ ὧν φύονται ἄκανθαι· ἐπεὶ δὲ καὶ ἡ σφραγὶς τὸ ἄσυλον σημαίνει, τὴν ἀκροτάτην ἔοικεν ἀρετὴν μαρτυρεῖν τῇ Νύμφῃ, ὅτι ἀνέπαφος αὐτῆς μένει τοῖς ἐχθροῖς ἡ διάνοια, ἐν καθαρότητι καὶ ἀπαθείᾳ φυλαττομένη τῷ ἰδίῳ Δεσπότῃ, ἢ καὶ μὴ τοῖς σωματικοῖς ἐνασχολεῖσθαι, ἀλλὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν δι' ἀρετῆς ποιεῖσθαι παρακελεύεται. 1664 {Νείλου.} Ἔστι λάχανα πολλάκις κρεῶν προκρινόμενα, ὅταν μάλιστα μὲν ταῦτα ἐκκλησιαστικῆς συγκαταβάσεως ᾖ· τῶν ἀσθενῶν παραίνεσις πρόσφορος· τὰ δὲ κρέα, αἱρετικῆς διδασκαλίας ὠμὰ καὶ ἀκατέργαστα· μετὰ ταῦτα εἶναι καρπῶν παντοίων ἀρετῆς κῆπος ἡ Νύμφη· καὶ τούτων τῶν λαχάνων ἐστὶ κῆπος, κἂν ἀσθενούντων ἐστὶ παραμυθία, ἀλλὰ καὶ πρὸς φιλίαν καὶ χάριν παρατίθενται· ἔδει γὰρ καὶ λάχανα τὸν τῆς Νύμφης ἔχειν παράδεισον· ἵνα μὴ τῶν νηπίων ἐχόντων γάλα, καὶ τῶν τελείων ἄρτῳ καὶ οἴνῳ τρεφομένων, καὶ τῶν ἐντρυφώντων τοῖς λόγοις μέλιτι γλυκαινόντων, τὸν τῶν θείων νοημάτων αἰσθόμενον λάρυγγα μόνοι οἱ ἀσθενοῦντες ἀποστερῶνται τῆς καταλλήλου τρυφῆς· κεκλεισμένος δέ ἐστιν οὗτος διὰ τοὺς παραπορευομένους καὶ διὰ τὸν λυμαινόμενον τὰ ἀπερίφρακτα ὗν ἐκ δρυμοῦ· καὶ πηγὴ δέ ἐστιν ἐσφραγισμένη, ἵνα μὴ πρόχειρος ᾖ τοῖς ἀναξίοις ἀντλεῖν ἐπιχειροῦσιν· αἱρετικῶν γὰρ ὀφθαλμοῖς καὶ δυνάμεων ἀντικειμένων ἄψαυστον εἶναι θέλων τὴν Νύμφην, πηγὴν αὐτὴν καλεῖ ἐσφραγισμένην, τῇ σφραγῖδι τὸ ἀνεπιβούλευτον σημαίνων. {Ὠριγένους.} Δεύτερον τὸ, κῆπος κεκλεισμένος, κ. τ. λ. ιγʹιεʹ. Ἀποστολαὶ παραδείσου ῥοῶν μετὰ καρποῦ ἀκροδρύων· κύπροι μετὰ νάρδων· νάρδος, καὶ κρόκος, καὶ κάλαμος, καὶ κινάμωμον, μετὰ πάντων ξύλων τοῦ Λιβάνου· σμύρνα, ἀλόη, μετὰ πάντων πρώτων μύρων· πηγὴ κήπων φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ Λιβάνου. {Γρηγορίου.} Ὅρα τὴν ἄνοδον· εἰς τοσοῦτον γὰρ ὑψώθη τῆς ἐπὶ τὸ μεῖζον αὐξήσεως, ὡς ἐκ στόματος αὐτῆς βλαστάνειν παράδεισον· οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἀντὶ τοῦ, Ἀποστολαί σου, ἐκ στόματός σου, παράδεισος ῥοῶν, ἔχει· φησὶν οὖν, ὅτι Ὁ λόγος σου ὁ διὰ τοῦ στόματός σου ἀποστελλόμενος παράδεισός ἐστι ῥοῶν· αἱ δὲ ῥοαὶ, παγκαρπίαν τινὰ τῶν ἀκροδρύων ἐκφύουσι, τὰ ἀκρόδρυα, κύπρος καὶ νάρδος καὶ τὰ ἑξῆς· τίς δὲ ὁ λόγος, ἢ ὁ τῆς πίστεως; ὃς ἐν τοῖς ὑποδεχομένοις παράδεισος γίνεται διὰ τῆς ἀκοῆς ταῖς καρδίαις ἐμφυτευόμενος; ῥοῶν δὲ πλήρη φησὶν, ἐπειδήπερ ὁ δίκαιος ἐν ταῖς πικραῖς τοῦ βίου περιστάσεσιν, μάλιστα καρποφορεῖ, καὶ ἐν αὐταῖς ἔχει τὸ γλυκὺ καὶ τρόφιμον, ὥσπερ ἡ ῥόα, ἔνδον τοῦ στρυφνοῦ τὸ ἐδώδιμον· διὰ τοῦτο τοίνυν δίκην ῥοῶν παραδείσου ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ὁ ἀποστελλόμενος παρὰ τῆς Νύμφης λόγος ἐργάζεται· ἵνα μάθωμεν διὰ τῶν λεγομένων, μὴ διά τινος ἐκλύσεως καὶ τρυφῆς κατὰ τὴν παροῦσαν ζωὴν μαλακίζεσθαι, ἀλλὰ τὸν κατεσκληκότα διὰ τῆς ἐγκρατείας αἱρεῖσθαι βίον· οὕτω γὰρ ἂν ἀπρόσιτος γένοιτο τοῖς κλέπταις ὁ τῆς ἀρετῆς καρπὸς, τῇ στυφῇ τῆς ἐγκρατείας περιβολῇ πεφραγμένος· χρὴ δὲ καὶ πᾶσαν εὐωδίαν τὸν τῆς ψυχῆς φέρειν παράδεισον, διὰ τῆς πολυειδοῦς τῶν ἀρωμάτων φύσεως, ἐν τοῖς ἀκροδρύοις εὑρισκομένοις· καὶ πρῶτον μὲν, κύπροι μετὰ νάρδων, τὸ θερμὸν καὶ εὐῶδες ἔχοντες, ἵνα γένηται 1665 τῷ ἁγίῳ Πνεύματι ζέων· ἔπειτα δὲ κρόκος, ὃς παρηγορεῖ τὰς ὀδύνας, μέσως τε ψύξεως ἔχων καὶ θερμότητος· οὔτω γὰρ αἱ ἀρεταὶ μέσως ἔχουσιν ὑπερβολῆς τε καὶ ἐλλείψεως· ἢ τὸν τῆς πίστεως λόγον διὰ τούτου παρεμφαίνει, τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν, διὰ τὴν τριπλόην τὴν εὑρισκομένην ἐν τοῖς ἄνθεσι τούτοις· καὶ ἓν τὰ τρία ὑπάρχοντα κατά τε εὔχροιαν καὶ εὔπνοιαν· εἶτα κάλαμος καὶ κινάμωμον, τὰ ἀκρόδρυα τὰ ἐκ τῶν ῥοῶν τοῦ παραδείσου καρποφορούμενα· ἀλλὰ κάλαμος μὲν τοσοῦτον εὔπνοιαν ὑπερέχει, ὡς πρὸς τὸ ἱερατικὸν θυμίαμα ὑπὸ τοῦ νόμου παραλαμβάνεσθαι· τὸ δὲ κινάμωμον ποικίλην ἐνέργειαν διά τινος φυσικῆς δυνάμεως ἐπαγγέλλεται· καὶ γὰρ ἐν τοῖς θερμοῖς ἐκβαλλόμενον ἀποψύχει· δεικνύντος τοῦ λόγου, ὅτι ὅταν τις δι' ἐπιθυμίαν ζέων ᾖ ἢ τῷ θυμῷ πυρακτούμενος, τῷ λογισμῷ χρὴ κατασβεννύειν τὰ πάθη· ἔστι δὲ καὶ ἄλλως καὶ αὐτὸ μέρος τοῦ ἐλαίου τοῦ χρίσματος· ὁ πρὸς τοῦτο δὲ φθάσας τοῦ βίου τὸ μέτρον, διὰ πάντων ἐν ἑαυτῷ τοὺς θείους δείκνυσι χαρακτῆρας· ὅπερ ἐμφαίνει τὸ, ἀπὸ πάντων ξύλων τοῦ Λιβάνου· οὐ γὰρ μονοειδὲς τὸ ξύλον τοῦ Λιβάνου ὅθεν λιβανωτὸς ἀποῤῥεῖ, ἀλλ' ἔστι τις ἐν τοῖς ξύλοις διαφορὰ τὸ τοῦ ἀρώματος σχῆμα, τῷ εἴδει τοῦ ξύλου συνεξαλλάσσουσα· ὁ τοίνυν ἐπισημαίνων ἐν οἷς πράττει τῶν τοῦ Λιβάνου ξύλων τὸ κάλλος, οὗτος ἐν ᾧ τὸ θεῖον εἶδος χαρακτηρίζεται· οὐδεὶς δὲ τῆς θείας δόξης κοινωνὸς γίνεται, μὴ σύμμορφος πρότερον τῷ ὁμοιώματι τοῦ θανάτου γενόμενος· διὸ ἐπάγεται σμύρνα καὶ ἀλόη, τὴν ταφὴν ἐνδεικνύμενα· πρῶτον δὲ μῦρόν φησιν τὸ ἀμιγὲς ἁπάσης καπηλείας ἐμφαίνων καὶ καθαρὸν τῶν δογμάτων· ἡ δὲ πηγὴ ἕτοιμος πρὸς πόσιν παντὶ τῷ αἰτοῦντι λόγον· τὸ δὲ φρέαρ, τὸ βάθος τοῦ πλούτου δηλοῖ· οὗ δὲ ἡ πηγὴ καὶ τὸ ζωτικὸν φρέαρ ἀπὸ Λιβάνου, τουτέστι θεόθεν εἰς ἑαυτὴν ὀξὺ καθέλκει τὸ ῥεῖθρον. {Κυρίλλου.} Αἱ γὰρ ἀρεταὶ μὲν, διὰ τῶν ἀρωμάτων σημαίνονται· ξύλα δὲ τοῦ Λιβάνου, τοὺς προφήτας φησίν· διὰ δὲ τῆς σμύρνης καὶ τῆς ἀλόης, ὅτι ἐνταφιασθεὶς ὁ Χριστὸς ἐκοινώνησε τοῖς προλαβοῦσιν ἁγίοις· κατελθὼν γὰρ εἰς ᾅδου τούτους ἀνήγαγεν. {Νείλου.} Τὰ δῶρα τῆς Νύμφης παράδεισον ὀνομάζει Χριστὸς, διὰ τὸ πάντα ἔχειν τὰ παρὰ ἀνθρώποις τίμια· ἔχει δὲ οὗτος ὁ παράδεισος, ῥόας μὲν, τοὺς τῷ αὐστηροτέρῳ βίῳ τὸ ἐδώδιμον τῆς ἀρετῆς ἐγκρύπτοντας, τάχα τοὺς τὸν μοναδικὸν καὶ ἐγκρατῆ τρόπον ἐπανῃρημένους· καρποὺς δὲ ἀκροδρύων, τοὺς τῷ καρπῷ κομῶντας τοῦ πνεύματος, ἀγάπῃ, χαρᾷ, εἰρήνῃ, μετὰ τοῦ ἐναρέτου καὶ τὸ μειλίχιον ἔχοντας· οἱ μὲν γὰρ τῇ ῥόᾳ ὁμοιούμενοι, ἔχουσι τὸ ἀστεμφὲς καὶ αὐχμηρὸν σκυθρωπάζοντες· οἱ δὲ τοῖς ἀκροδρύοις παραπλήσιοι, τὸ πρὸς πάντας προσηνές· ἀγάπη γὰρ καὶ χαρὰ καὶ εἰρήνη, τούτων ὁ καρπὸς, ὧν χρηστότερον οὐδὲν, φαιδρᾷ διαθέσει δεξιουμένων τοὺς ἐντυγχάνοντας· ἔχει δὲ καὶ κύπρους μετὰ νάρδων, τοὺς τῇ ἀκμῇ τῆς θεοσεβείας τὸ θερμὸν καὶ διάπυρον τοῦ ζήλου κεκτημένους· νάρδος δὲ καὶ κρόκος καὶ κάλαμος καὶ κινάμωμον, ἐπειδὴ συν 1668 τιθέμενα ποιεῖ τὸ ἅγιον τῷ νόμῳ θυμίαμα, οἱ τῇ προσευχῇ προσκαρτεροῦντές εἰσιν· πρῶτα δὲ μῦρα, οἱ τὴν περὶ Τριάδος γνῶσιν εἰληφότες· σμύρνα δὲ καὶ ἀλόη, οἱ τὰ μέλη νεκρώσαντες καὶ συνταφέντες Χριστῷ· πηγὴ δὲ κήπων, ὁ τοὺς ἀσθενεστέρους ποτίζων λόγος· καὶ φρέαρ ὕδατος ζῶντος, ὁ τὰ βαθύτερα τοῖς πολλοῖς ἀσύνοπτα παραδιδοὺς μυστήρια· ῥοιζοῦσαν δὲ αὐτὴν ἀπὸ τοῦ Λιβάνου εἶπεν τὴν πηγὴν ἢ τὸ φρέαρ, διὰ τὸ τοὺς διδασκάλους τῆς Ἐκκλησίας ἀπὸ τοῦ Ἰουδαϊκοῦ ὁρμᾶσθαι γένους· τούτους γὰρ σημαίνει ὁ Λίβανος, καὶ τὸ ῥοίζωμα τῆς πηγῆς, δείκνυσιν ὁ Παῦλος Ἀθηναίοις δημηγορῶν, καὶ ποταμοὺς λόγων ἀναστέλλων τῷ οἰκείῳ ῥείθρῳ τοῦ λόγου· ταῦτα παράδεισον ὁ λόγος ὠνόμασεν, ἕδνα τῆς Νύμφης ὄντα· οὓς αὐτῷ πρὸ γάμου προσήνεγκεν ἢ ἀπέστειλε, τὸ σεμνὸν καὶ ἐν τούτῳ τῆς παρθενικῆς φυλάττουσα καταστάσεως· αἱ γὰρ ἀποστολαὶ τοῦτο σημαίνουσι· ὄτι οἴκοι μένουσα καὶ θαλαμευομένη, αἰδημόνως τὰ δῶρα δι' ὦν ἄξιον ἦν, τῷ Νυμφίῳ προσήνεγκεν.
1.36.1
Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. {Γρηγορίου.} Καὶ ἡ Νύμφη μιμεῖται τὸν ἐγερθέντα Νυμφίον, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσαντα, καὶ οὐχ ἡμερῶν ἐπιτάσσειν, ἀλλ' ἀποχωρεῖν καὶ φεύγειν διακελεύεται, ὡς ἂν ἀκωλύτως ὁ νότος ῥέῃ, μηδὲ μιᾶς ἀντιπνοίας ἐμποδιζούσης αὐτοῦ τὴν φοράν· τί δ' ἂν λέγοι βοῤῥᾶν; ἢ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους τὸν τῆς κατηφείας τοῦ χειμῶνος τοῦ νοητοῦ ἐργάτην, ὃς ἐν ταῖς Παροιμίαις σκληρὸς ὀνομάζεται, διὰ τὸ τῶν ψυχῶν ἁπαλὸν φύσει, ὑδατοδίκην ἀπολιθοῦν διὰ τῆς πήξεως καὶ σκληρὸν ἀπεργάζεσθαι· διὰ τί δὲ τούτῳ τῷ ὀνόματι παρωμοίωται; διὰ τὸ ἐκεῖνον τόπον ἀφεγγῆ τε εἶναι καὶ κατεψυγμένον εἰς ἀεὶ διαμένειν· μήτε λαμπόμενον ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων, μὴ θαλπόμενον, διὰ τὸ τὴν κίνησιν τοῦ ἡλίου τῷ νοτιαίῳ μέρει πρὸς τὰς δυσμὰς ποιεῖσθαι· αὕτη τοίνυν ἡ κατὰ τῶν παθῶν καὶ τῆς ἀντικειμένης δυνάμεως τὸ κράτος ἀναδυσαμένη, κατ' ἐξουσίαν τῆς ἰδίας ἀρχῆς τὸ ψυχρὸν πνεῦμα ἀποδιώκει· προσκαλεῖται δὲ τὸν μεσημβρινὸν καὶ θερμὸν, ὅπερ ὀνομάζει νότον· δι' οὗ τῆς τρυφῆς ὁ χειμάῤῥους ῥεῖ, ὥστε τῇ βιαίᾳ πνοῇ, καθάπερ ἐν τῷ ὑπερῴῳ τοῖς μαθηταῖς τοῖς ἐμψύχοις φυτοῖς ἐπιπεσόντα, κινῆσαι τοῦ Θεοῦ τὴν φυτείαν, πρὸς τὴν τῶν ἀρωμάτων φοράν· καὶ παρασκευάσαι διὰ στόματος ῥεῖν τὴν εὐώδη προφητείαν καὶ τὰ σωτήρια τῆς πίστεως δόγματα· τοιοῦτος γὰρ ποταμὸς ἀρωμάτων ἦν, ἐκ τοῦ κήπου τῆς Ἐκκλησίας ῥέων διὰ τοῦ πνεύματος ὁ μέγας Παῦλος· οὗ τὸ ῥεῖθρον Χριστοῦ εὐωδία ἦν τοιοῦτος ἄλλος, ὁ Ἰωάννης, ὁ Λουκᾶς, καὶ οἱ λοιποί. {Νείλου.} Τῶν προειρημένων φυτῶν δεῖξαι βουλομένη τὸ εὐγενὲς καὶ δόκιμον ἡ Νύμφη, τῶν πειρασμῶν προσκαλεῖται τὰ πνεύματα· καὶ τὸν μὲν βοῤῥᾶν ἡττηθέντα ἀποπέμπεται· τὸν δὲ νότον ἀγωνισόμενον προσκαλεῖται· ἢ πάντας ἅμα καλεῖ θαῤῥοῦσα τῇ ἐκ γυμνασίας καὶ συνεργείας Θεοῦ προσ 166 ούσῃ αὐτῇ δυνάμει· οὐκ ἄλλως γὰρ τῶν ἀρετῶν τὸ δόκιμον φαίνεται, εἰ μὴ πλῆθος πειρασμῶν τῇ καρτερίᾳ προσβαλὼν, τὰ τῆς ὑπομονῆς κρουνηδὸν εἰς τοὐμφανὲς ἐξαγάγῃ, δίκην ῥεύματος, ἀρώματα, καὶ φανεροὺς αὐτοὺς πᾶσι δεῖξαι ἀοιδίμους αὐτοὺς ἀπεργάσηται· μετὰ τοῦτο οὖν εἰς τὸν κῆπον παρακαλεῖ καταβῆναι τὸν Νυμφίον· τῆς ὀσμῆς τῶν ἀρωμάτων ἀντιληψόμενον, καὶ βρωσόμενον καρπὸν ἀκροδρύων· βρῶσις γὰρ ἀληθὴς τοῦ Νυμφίου, ἀγάπη, χαρὰ, εἰρήνη, καὶ οἱ τοὺς πτωχοὺς δὲ τρέφοντες, βρῶσιν ἑτοιμάζουσι τῷ Χριστῷ· ὅσοι δὲ παρορῶσι πένητα, συκῆ εἰσιν ἄκαρπος καὶ ξηρά. {Ὠριγένους.} Ἔοικεν ἐπιτιμᾷν ἡ Νύμφη τῷ βοῤῥέᾳ, κ. τ. λ. ΚΕΦΑΛ.
1.38.1
Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. {Γρηγορίου.} Πεπαῤῥησιασμένῃ φωνῇ, πᾶσι τοῖς οὖσι τὴν ζωὴν ἐκ τῆς ἰδίας πηγῆς ἐπιῤῥέουσαν ἡ Νύμφη προστίθησι τράπεζαν, κῆπον διὰ τῶν ἐμψύχων δένδρων πεφυτευμένον· ἡμεῖς δὲ τὰ δένδρα· εἴπερ δὴ καὶ ἡμεῖς οἱ τροφὴν αὐτῷ προτεθέντες τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν· κατὰ τὸ," Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου·" καρπὸς δὲ ἡμῶν ἡ προαίρεσις· ἐπειδὴ οὐκ ἔστιν ἡμᾶς ἄλλως ἀναληφθῆναι πρὸς τὸν Ὕψιστον, εἰ μὴ πρὸς τὸ χθαμαλώτερον ἐπικληθείη ὁ ἀναλαμβάνων πραεῖς Κύριος· εὐκτικῶς τὸ, καταβήτω, φησὶν, ἐπιδεικνυμένη τῷ Θεῷ τῶν τῆς ἀρετῆς ἀκροδρύων τὴν εὐφορίαν. Εἰσῆλθον εἰς κῆπον, ἀδελφή μου Νύμφη· ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων μου· ἔφαγον ἄρτον μου· ἔπιον οἶνόν μου μετὰ γάλακτός μου· φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθυσθήσεσθε, ἀδελφιδοί μου. {Γρηγορίου.} Ἥρμοσε καὶ νῦν τὸ," Ἔτι σοῦ λαλοῦντος, ἰδοὺ πάρειμι·" γεγονὼς γὰρ εὐθὺς ἐν τῷ κήπῳ τῶν τῆς ἀρετῆς ἀκροδρύων ἐνεφορήθη· καὶ διήγημα τὴν εὐωχίαν ποιεῖται· εἴ τι δὲ καλὸν παρ' ἑαυτοῦ, καὶ τοὺς μακαρίους κήπους, τοιαῦτα φέρειν παρασκευάζει φυτά· τῷ μὲν γὰρ τῆς εὐωδίας τρυφῶντι σμύρνα γίνεται μετὰ ἀρωμάτων, διὰ τῆς τῶν ἐπιγείων μελῶν νεκρότητος, τὸν καθαρὸν καὶ εὐώδη μυρεψοῦντι βίον, τὸν ἐκ ποικίλων τε καὶ διαφόρων τῶν τῆς ἀρετῆς ἀρωμάτων συγκεραννύμενον· τῷ δὲ τὴν τελειοτέραν ἐπιζητοῦντι τροφὴν, ἄρτος γίνεται, οὐκ ἔτι ἐπὶ πικρίδων ἐσθιόμενος, ἀλλ' ὄψον ἑαυτοῦ τὸ μέλι ποιούμενος· ὅταν ἐν τῷ ἰδίῳ καιρῷ ὁ καρπὸς τῆς ἀρετῆς καταγλυκαίνει τὰ τῆς ψυχῆς αἰσθητήρια· τῷ διψῶντι δὲ κρατὴρ γίνηται πλήρης οἴνου καὶ γάλακτος· πάντως δὲ οὐκ ἀγνοοῦμεν πῶς δένδρον ἦν σμυρνηφόρον ὁ Παῦλος· νεκρῶν ὁσημέραι τὰ μέλη, καὶ δι' ἀπαθείας ἀρωματίζων ὀσμὴν τοῖς σωζομένοις ζωῆς· πῶς δὲ σιτοποιεῖ τῷ Θεῷ τὰ ἔμψυχα τοῦ κή 1672 που φυτά; κατὰ τὸ," Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·" ἄρτος δὲ εὐφροσύνης ἐστὶν ἡ εὐποιία, τῷ μέλιτι τῆς ἐντολῆς γλυκαινόμενος· πῶς δὲ πάλιν οἰνοχοεῖ τὰ εὐέρνη τοῦ κήπου φυτά; πρὸς τοῦτο φησὶν, ὅτι" Ἐδίψησα, καὶ ἐποτίσατέ με," γάλακτι τὸν τὸν οἶνον κεράσαντες, τῇ τῆς ἀνθρωπίνης φύσεως τροφῇ, ἥτις καθαρὰ καὶ ἁπλῆ καὶ νηπιώδης ὄντως καὶ ἄδολος καὶ πάσης πονηρᾶς αἰτίας κεκαθαρμένη· καπήλων δὲ ἡ πρὸς τὸν οἶνον μίξις τοῦ ὕδατος· ὅπερ δὲ ἐνταῦθα λόγῳ τοῖς φίλοις παρεκελεύσατο, τοῦτο ἐν τοῖς Εὐαγγελίοις διὰ τῶν ἔργων ἐποίησεν, διὰ τῆς θείας ἐκείνης βρώσεώς τε καὶ πόσεως. Φησὶν οὖν τοῖς δι' ἀρετὴν γεγονόσι πλησίον, τὰ τοῦ Εὐαγγελίου μυστήρια παρατιθέμενος·" Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε," λέγων, ἐκ τῆς τοιαύτης βρώσεώς τε καὶ πόσεως, δι' ἧς μέθης αὐτὸς ἑαυτοῦ τις ἐξίσταται πρὸς τὰ θειότερα· ἀδελφοὺς δὲ καλεῖ, ὅτι ὁ ποιῶν τὸ θέλημα αὐτοῦ, ἀδελφὸς καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ὠνόμασται. {Νείλου.} Ἤκουσεν ὁ Νυμφίος τῆς παρακλήσεως· τοιαύτη γὰρ ἦν ἡ παρακαλέσασα, ὡς μὴ παρακουσθῆναι, καί φησιν· Εἰσῆλθον εἰς κῆπόν μου, καὶ τὰ ἑξῆς· ἐκείνη μὲν γὰρ καταβῆναι παρεκάλεσεν, ἢ μετριοφρονοῦσα, ἢ μᾶλλον πρὸς τὴν ἀξίαν ὁρῶσα καὶ τὸ ὕψος τοῦ Νυμφίου· οὗτος δὲ οὐ καταβεβηκέναι, ἀλλ' εἰσεληλυθέναι λέγει· τὴν κατάβασιν τῷ τῆς ἰσοτιμίας σεμνύνων ὀνόματι, διὰ τὴν πρὸς αὐτὴν διάθεσιν καὶ ἀγάπην· καὶ κῆπον δὲ τοῦ παραδείσου ἑαυτῆς, ταπεινοφρονοῦσα καλεῖ· οὐ γὰρ ἂν εἶχε ἀκροδρύων, εἰ κῆπος ἐτύγχανεν ὤν· παραδείσου γὰρ καὶ κήπου τὰ ἀκρόδρυα· αὐτὸς δὲ αὐτὸν κῆπον λέγει εἰκότως Θεὸς ὤν· καὶ τὰ παρ' αὐτοῖς δοκοῦντα μεγάλα, ταπεινὰ κρίνων τῇ ἑαυτοῦ παραμετρήσει· εὖ δὲ τὸ οὐκ, εἰς κῆπόν σου, ἀλλ', εἰς κῆπόν μου, τὸν ἑαυτῆς παράδεισον αὐτοῦ κῆπον ποιεῖν· τὰ γὰρ ἀνθρώπινα πράγματα, εἰ καὶ αὐτὰ παραμετρούμενα λάμπει, ἀλλὰ τοῖς θείοις καὶ νοητοῖς παραβαλλόμενα, ἀμβλύνεται· διὰ δὲ τῆς σμύρνης καὶ τῶν ἀρωμάτων τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν ὑπογράφει· σμύρνα γὰρ ὁ θάνατος· ἀρώματα δὲ, ἡ τῆς θεότητος ἐνέργεια, ἡ τῆς ἀναστάσεως τὴν εὐωδίαν ἐνεργήσασα· τὸ δὲ, Ἔφαγον ἄρτον, καὶ τὰ ἑξῆς, τὴν ἡδονὴν τοῦ πάθους καὶ τὴν νηπιώδη ἐπιείκειαν, μεθ' ὧν τὰς μάστιγας καὶ τὴν χλεύην ἣν ἤνεγκε κωμῳδούμενος, δηλοῖ· Ἐπιθυμίᾳ γὰρ, φησὶν, ἐπεθύμησα φαγεῖν τὸ Πάσχα· διὰ τὸν σταυρὸν, τὸ, Ἔφαγον ἄρτου μετὰ μέλιτός μου, δηλοῖ· τὸ δὲ, ῥαπιζόμενον, ἐμπαιζόμενον, καλάμῳ τυπτόμενον ἐπιεικῶς φέρειν, ἔπιον οἶνον μετὰ γάλακτός μου· Φάγετε, οἱ πλησίον μου, καὶ τὰ ἑξῆς· τάχα τοὺς μαθητὰς λέγων, ὅτε αὐτοὺς ἐπὶ τὴν τῶν μυστηρίων ἐκάλει μετουσίαν, Φάγετε, λέγων, τὸ σῶμά μου, καὶ πίετε τὸ αἷμά μου.
1.39.1
Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. {Γρηγορίου.} Ἀκολούθως διαδέχεται τὴν μέθην ὁ ὕπνος, ὡς ἂν διὰ τῆς πέψεως ἀναδοθείη τοῖς δαι 1673 τυμόσιν εἰς εὐεξίαν ἡ δύναμις· διὰ τοῦτο μετὰ τὴν πανδαισίαν ἐκείνην, ἐν τῷ ὕπνῳ ἡ Νύμφη γίνεται· ξένος δέ τις ὁ ὕπνος, καὶ τῆς φυσικῆς συνηθείας ἀλλότριος· ἐφ' ὧν γὰρ ὁ νοῦς μόνῃ τῇ θεωρίᾳ τοῦ ὄντος εὐφραίνεται, οὐδενὶ τῶν αἰσθητηρίων παρενοχλούμενος, ὡς ὕπνῳ τινὶ πάρετος ἡ τοῦ σώματος γίνεται φύσις πάσης σαρκικῆς κατακοιμισθείσης κινήσεως· διττῆς γὰρ οὔσης ἡμῖν ἡδονῆς, τῆς μὲν ἐν ψυχῇ δι' ἀπαθείας, τῆς δὲ διὰ ἀπαθοῦς ἐν σώματι, ἥνπερ ἂν ἡ προαίρεσις ἕληται, αὕτη κατὰ τῆς ἑτέρας ἔχει τὸ κράτος· διὰ τοῦτο ἡ ψυχὴ, ὅταν μόνῃ τῇ θεωρίᾳ τοῦ ὄντως εὐφραίνηται, πρὸς οὐδὲν ἐγρήγορε τῶν ἐνεργουμένων καθ' ἡδονὴν δι' αἰσθήσεως· ἀλλὰ πᾶσαν σωματικὴν κατακοιμίσασα κίνησιν, γυμνῇ τε καὶ καθαρᾷ τῇ διανοίᾳ τῆς θείας ἐγρηγόρσεως, δέχεται τοῦ Θεοῦ τὴν ἐμφάνειαν. Τὸν ἐν τοῖς σωματικοῖς εἶναι πειρασμοῖς, καθεύδειν λέγει· ὡς γὰρ ὁ βαπτισθεὶς τῷ ὕπνῳ, ἀγρυπνοῦσαν ἔχειν τὴν καρδίαν οὐ δύναται, οὕτως ὁ ἐμβαθύνας ταῖς σωματικαῖς ἀσχολίαις, αἴσθησιν τῆς φωνῆς τοῦ Νυμφίου λαμβάνει. Εἰς γὰρ πολυμέριμνον ψυχὴν φωνὴ οὐ φθάνει Θεοῦ· αὕτη δὲ οὕτως ἐκάθευδεν ὡς αἰσθέσθαι τῆς τοῦ Νυμφίου φωνῆς· τὸ ἐπιπόλαιον γὰρ καὶ χρειῶδες τῆς σωματικῆς ἀσχολίας ἑαυτῇ ἐμφαίνει· μνήμη γὰρ Θεοῦ, νηφάλιον ποιεῖ· καὶ μετρία ἐστὶ τῶν ἀναγκαίων φροντίς· φωνεῖ δὲ ὁ λόγος, ὅταν ὥσπερ ἦχός τις ἀδιόρθωτος προσπέσῃ τῇ ψυχῇ νόημα· κρούει δὲ ἐπὶ τὴν θύραν, ὅταν ἡ ἐπαπόρησις τὴν λύσιν εὐαγγελίζεται· εἰσέρχεται δὲ ὅταν σαφῶς θεωρηθῇ τὸ ἀπορηθὲν, καὶ τρανὸν δέξηται τὸ νόημα τὸν τύπον. {Κυρίλλου καὶ Φίλωνος.} Ἐν τῷ σταυρῷ φησι τὸν ὑπὲρ ἀνθρώπων ἀναδεχόμενος θάνατον· ἀγρυπνεῖ δὲ ἡ καρδία, καθὸ ὡς Θεὸς τὸν ᾅδην ἐσκύλευσεν. Φωνὴ τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. {Γρηγορίου.} Ἡ μαρτυρηθεῖσα τοσαῦτα ὅσα ἐν τοῖς φθάσασιν ἐπῄνεσεν ὁ λόγος, καὶ γνοῦσα πολλάκις ἤδη τὸν Νυμφίον, ὡς νῦν αὐτῇ πρῶτον ἐμφανιζομένου διάκειται. Εἰ γὰρ καὶ ἔγνων ὅσον κατείληφεν, ἀλλ' ἀπειροπλάσιον τὸ μήπω κατειλημμένον· ὥσπερ γὰρ εἴ τις πλησίον γένοιτο πηγῆς, θαυμάσειε μὲν τὸ ἄπειρον ὕδωρ, οὐ μὴν εἴπῃ ὅλον ἑωρακέναι τὸ ὕδωρ· πῶς γὰρ τὸ ταῖς λαγόσι τῆς γῆς κρυπτόμενον; ὥστε κἂν ἐπὶ πολὺ παραμείνει τῷ βρύοντι, ἀεὶ ἐν ἀρχαῖς ἐστι τῆς θεωρίας τοῦ ὕδατος· οὐ γὰρ παύεται τὸ ὕδωρ ἀεί τε ῥέον καὶ ἀεὶ τοῦ βρύειν ἀρχόμενον. Οὕτως ὁ πρὸς τὸ θεῖον ἐκεῖνο καὶ ἀόριστον κάλλος βλέπων, ἐπειδὴ τὸ πάντοθεν εὑρισκόμενον, καινότερόν τε καὶ παραδοξότερον πάντως παρὰ τὸ ἤδη κατειλημμένον ὁρᾶται, θαυμάζει μὲν τὸ ἀεὶ προφαινόμενον, οὐδέποτε δὲ ἵσταται τῆς ἰδεῖν ἐπιθυμίας διὰ τὸ πάντως τοῦ ἑωραμένου, μεγαλοπρεπέστερον εἶναι τὸ προσδοκώμενον· ὅθεν εἰ καὶ ὤφθη, ὡς μήπω φανεὶς, διὰ φωνῆς ἑαυτοῦ τὴν ἐμφάνειαν ἐπαγγέλλεται. 1676 Ὡς οὖν φωνοῦντος καὶ κρούοντος πρὸς τὴν ὑπακοὴν διανίσταται. Ἐνδοῦσα δὲ ταῖς ἀκοαῖς ἡσυχίαν, ἀκούει τοῦ διὰ τῆς φωνῆς προσηχήσαντος λόγου, ὅτε ἀναστὰς ἐπέστη τοῖς μαθηταῖς τῶν θυρῶν κεκλεισμένων. Ἄνοιξόν μοι, ἀδελφή μου, πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτόσ. {Φίλωνος.} Τῷ μεγάλῳ Μωσεῖ διὰ φωτὸς πρότερον ἐνεφανίσθη Θεὸς ἐπὶ βάτου· εἶτα διὰ νεφέλης αὐτῷ διαλέγεται· εἶτα ὑψηλότερος ἤδη γενόμενος, ἐν γνόφῳ Θεὸν βλέπει· ὃ δὲ διὰ τούτων μανθάνομεν, τοιοῦτόν ἐστιν. Ἡ πρώτη ἀπὸ τῶν ψευδῶν καὶ πεπλανημένων περὶ Θεοῦ ὑπολήψεων ἀναχώρησις, ἡ ἀπὸ τοῦ σκότους εἰς φῶς ἐστι μετάστασις· ἡ δὲ προσεχεστέρα τῶν κρυπτῶν κατανόησις, ἡ διὰ τῶν φαινομένων χειραγωγοῦσα τὴν ψυχὴν πρὸς τὴν ἀόρατον φύσιν, οἷόν τις νεφέλη γίνεται, τὸ φαινόμενον μὲν ἅπαν ἐπισκιάζουσα, πρὸς δὲ τὸ κρύφιον βλέπειν τὴν ψυχὴν χειραγωγοῦσα· ἡ δὲ διὰ τούτων ὁδεύουσα πρὸς τὰ ἄνω ψυχὴ, ὅσον ἐφικτόν ἐστι τῇ ἀνθρωπίνῃ φύσει, καταλιποῦσα ἐντὸς τῶν ἀδύτων τῆς θεογνωσίας γίνεται· τῷ θείῳ γνόφῳ πανταχόθεν διαληφθεῖσα, ἐν ᾧ τοῦ φαινομένου τε καὶ καταλαμβανομένου παντὸς, ἔξω τοῦ καταλειφθέντος, μόνον ὑπολείπεται τῇ θεωρίᾳ τῆς ψυχῆς, τὸ ἀόρατόν τε καὶ ἀκατάληπτον ἐν ᾧ ἐστιν ὁ Θεός· ἦν οὖν ποτε καὶ ἡ Νύμφη μέλαινα τοῖς ἀφωτίστοις δόγμασιν, τῇ δὲ πηγῇ τοῦ φωτὸς διὰ τοῦ μυστικοῦ φιλήματος προσαγαγεῖν τὸ στόμα ποθήσασα, καλὴ γίνεται, καὶ τὸ μέλαν τῆς ἀγνοίας ἀπέκλυσεν ὕδατι. Εἶτα ὡς ἵππος δραμοῦσα, καὶ ὡς περιστερὰ διαπτᾶσα, πρότερον μὲν τῇ σκιᾷ τοῦ μήλου μετ' ἐπιθυμίας ὑπαναπαύεται, μῆλον ἀντὶ νεφέλης τὸ ἐπισκιάζον κατονομάζουσα. Νῦν δὲ ἤδη ἀπὸ τῆς θείας νυκτὸς περιέχεται· καθ' ἣν ὁ Νυμφίος παραγίνεται μὲν, οὐ φαίνεται δέ· ἀλλ' αἴσθησίν τινα τῆς παρουσίας δίδωσι τῇ ψυχῇ· ἅπτεται δὲ τῆς σωματικῆς τῶν ἐναρέτων διανοίας ὁ λόγος· αὕτη γὰρ θύρα δι' ἧς εἰσοικίζεται τὸ ζητούμενον· ἐκφεύγει δὲ τὴν ἐν ἀρχῇ κατανόησιν, τῷ ἀοράτῳ τῆς φύσεως κρυπτόμενος. Ἔξω τοίνυν ἑστῶσα τῆς φύσεως ἡμῶν ἡ ἀλήθεια, διὰ τῆς ἐκ μέρους γνώσεως, καθά φησιν ὁ Ἀπόστολος, ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασι, θυροκρουτεῖ τὴν διάνοιαν, Ἄνοιξον, λέγουσα· καὶ μετὰ τῆς προτροπῆς ὑποτιθεμένη τὸν τρόπον, ὅπως ἀνοιγῆναι προσήκει τὴν θύραν, οἷόν τινας [κλεῖδας] ὀρέγουσα τὰ καλὰ ταῦτα ὀνόματα, δι' ὧν τὸ κεκλεισμένον ἀνοίγεται· κλεῖδες γάρ εἰσιν ἄντικρυς αἱ τῶν ὀνομάτων ἐμφάσεις τὰ κρυπτὰ διανοίγουσαι. Ἀδελφὴ καὶ πλησίον καὶ περιστερὰ τελεία· εἰ γὰρ Βούλει σὺ, φησὶν, ἀνοιγῆναι τὴν θύραν, καὶ ἐπαρθῆναι τῆς ψυχῆς σου τὰς πύλας ἵνα καὶ εἰσέλθῃ ὁ βασιλεὺς τῆς 1677 δόξης, χρή σε ἀδελφήν μου γενέσθαι ἐν τῷ τὰ θελήματά μου ποιεῖν. Χρὴ δὲ καὶ προσεγγίσαι καὶ πλησίον γενέσθαι, καὶ ἐν τῇ φύσει τῆς περιστερᾶς ἔχειν τὸ τέλειον· τοῦτο δέ ἐστι, τὸ ἀνελλιπῆ καὶ πεπληρωμένην εἶναι πάσης κακίας [ιτα ξοδ. ῃατ.; ξ. β. ἀκακίας] καὶ καθαρότητος· ταῦτα δὲ γενομένη ἔσται σοι κέρδος ἐκ τοῦ εἰσδέξασθαι· ἡ ἐκ τῆς κεφαλῆς μου δρόσος, ἧς πλήρης εἰμὶ, ἥτις ἴασίς ἐστι, κατὰ τὸν Προφήτην· καὶ αἱ ψεκάδες τῆς νυκτός· ἐπεὶ μὴ δυνατὸν τὸν ἐντὸς τῶν ἀδύτων γενόμενον, ὄμβρῳ τινὶ τῆς γνώσεως ἐντυχεῖν· ἀλλ' ἀγαπητὸν εἰ λεπταῖς τισι καὶ ἀμυδραῖς διανοίαις ἐπιψεκάζει τὴν γνῶσιν αὐτῷ ἡ ἀλήθεια τῆς λογικῆς σταγόνος ἀποῤῥεούσης· βοστρύχους γὰρ αὐτοῦ τῆς κεφαλῆς ἀπαιωρῆσθαί φησι, προφήτας, ἀποστόλους, εὐαγγελιστάς· οἵτινες ὅσον ἐχώρουν, ἐκ τῶν σκοτεινῶν τε καὶ ἀποκρύφων καὶ ἀοράτων θησαυρῶν ἀρυόμενοι, ἡμῖν μὲν ποταμοὶ γίνονται πλήρεις ὑδάτων, ὡς δὲ πρὸς τὴν ὄντως ἀλήθειαν δροσώδεις εἰσὶ ψεκάδες. {Νείλου.} Δρόσον καὶ ψεκάδας νυκτὸς, τάχα τὰς ἀπὸ τῆς Ἰουδαϊκῆς ἀγνοίας ἐπ' αὐτὸν ἐρχομένας καλεῖ. Εἰ γὰρ καὶ ἐπαινεῖται ἡ δρόσος ἐν τῇ Γραφῇ, ἀλλὰ μετὰ προσθήκης τῆς ἀπὸ τοῦ ἀνθρώπου· ἧς πλησθεῖσαν τὴν ἑαυτοῦ κεφαλὴν ὁ Νυμφίος ἀπομάξαι ζητεῖ ἐν τῷ οἴκῳ τῆς Νύμφης γενόμενος· οἷκος δὲ τῆς Νύμφης, ἢ τὸ ἑκάστου τῶν ποιημάτων ἡγεμονικὸν, ἢ αὐτὴ ἡ Ἐκκλησία· εἰ δέ τις ἰδεῖν βούλεται πῶς ἀπὸ τῆς Ἰουδαϊκῆς βλάβης ψεκάδας ἀπομάσσει τῆς κεφαλῆς τοῦ Νυμφίου ἡ Νύμφη, βλεπέτω τὸν λῃστὴν πῶς μετὰ τὰ ὀνείδη τῶν ἀρχιερέων καὶ γραμματέων βοᾷ τὸ Μνήσθητι· θεραπευτικὴ γὰρ ἡ δόξα αὕτη τῆς δυσφημίας ἐκείνης. {Ὠριγένους.} Ἀναγκαίως ἡ τοῦ, μοι, προσθήκη, κ. τ. λ.
1.40.1
Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούσ; {Γρηγορίου.} Καλῶς ἤκουσεν τοῦ κελεύσαντος ἀδελφὴν αὐτὴν καὶ πλησίον καὶ τελείαν καὶ περιστερὰν γενέσθαι· ἵνα διὰ τούτων εἰσοικισθῇ τῇ ψυχῇ ἡ ἀλήθεια. Ἐποίησε γὰρ ἅπερ ἤκουσεν, ἐκδυσαμένη τὸν δερμάτινον χιτῶνα, ὃν μετὰ τὴν ἁμαρτίαν περιεβάλετο· καὶ ἀπονιψαμένη τῶν ποδῶν τὸ γεῶδες ᾧ ἐνειλήθη, ἀπὸ τῆς ἐν παραδείσῳ διαγωγῆς εἰς γῆν ἀναλύσασα, διὰ τούτων ἤνοιξεν ἐπὶ τὴν ψυχὴν τῷ λόγῳ τὴν εἴσοδον. Οὐκοῦν ὁ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον, ὅ ἐστιν ἡ ἁμαρτία καὶ ὁ θάνατος, καὶ διὰ τοῦ βαπτίσματος περιελὼν τῆς καρδίας τὸ κάλυμμα, τῶν τε ψυχικῶν βάσεων ἀποκλείσας τὸν ῥύπον ἤνοιξε τῷ λόγῳ τὴν εἴσοδον, ὃν ἔνδον γενόμενον ἐνδύεται· Ἰησοῦς δέ ἐστι τὸ ἔνδυμα· ἡ δὲ περὶ τοῦ μηκέτι τὸν ἀποβληθέντα χιτῶνα πάλιν ἐπαναλαβεῖν, εἴτ' οὖν μὴ ἐπιστρέψαι εἰς τὰ πρώην τῆς Νύμφης, ὁμολογία, ἀνοίγει τῷ Νυμφίῳ τὴν θύραν πρὸς εἴσοδον τοῦ ἁγιασμοῦ· καὶ μηδὲ δύο χιτῶνας ἔχειν, ἀρκεῖσθαι δὲ τῷ ἐνὶ, κατὰ τὸν δοθέντα νόμον τοῖς μαθηταῖς· ὃν διὰ τῆς ἄνωθεν γεννήσεως ἀνακαινισθεῖσα, μετημφιά 1680 σατο· καὶ μηδαμῶς ἐπενδύσασθαι τὸν τῆς ἁμαρτίας χιτῶνα· τίς γὰρ κοινωνία τῷ σκοτεινῷ ἐνδύματι, πρὸς τὸ φωτοειδές τε καὶ ἄϋλον; οὐδὲ τοὺς πόδας νιψαμένη πάλιν τῇ βάσει τὸν ἐκ τῆς γῆς μολυσμὸν παραδέχεται. Οὐδὲ γὰρ Μωσῆς ἐν τῇ τῆς ἁγίας γῆς ἐπιβάσει τὴν δερματίνην νέκρωσιν τῶν ποδῶν ἐκβαλὼν, ἀνειληφέναι ταύτην αὖθις ἱστόρηται· οὐδὲ γὰρ τὴν ἱερὰν ἐσθῆτα, κατὰ τὸν ἐν τῷ ὄρει δειχθέντα τύπον φιλοτεχνήσας, τοῖς ποσί τινα κόσμον ἐπετεχνήσατο· ἱερατικοῦ δὲ ποδὸς ἡ γυμνότης γέγονε κόσμῳ· χρὴ γὰρ ἀεὶ βαίνειν ἐπὶ τῆς ἁγίας γῆς τὸν ἱερέα, ἧς μετὰ νεκρῶν δερμάτων ἐπιβατεύειν οὐ θέμις· διά τοι τοῦτο καὶ τοῖς μαθηταῖς ὁ Κύριος ἀπαγορεύει τὰ ὑποδήματα· ἐπειδὴ κελεύει αὐτοὺς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι, ἀλλὰ διὰ τῆς ἁγίας ὁδοῦ προϊέναι. Οὐκ ἀγνοεῖς δὲ πάντως τὴν ἁγίαν ὁδὸν, δι' ἧς οἱ μαθηταὶ τρέχειν κελεύονται, μαθὼν παρὰ τοῦ εἰπόντος·" Ἐγώ εἰμι ἡ ὁδός·" ἧς οὐκ ἔστιν ἄψασθαι, μὴ ὑπολυσάμενον τὴν τοῦ νεκροῦ περιβολήν. Ἐπεὶ οὖν ἐν ταύτῃ ἐγένετο τῇ ὁδῷ ἡ Νύμφη, ἐν ᾗ τῶν δι' αὐτῆς περιπατούντων ὁ Κύριος νίπτει τοὺς πόδας τῷ ὕδατι, ἐκμάσσει τῷ λεντίῳ ᾧ διεζώσατο· δύναμις δέ ἐστι καθαρτικὴ τὸ τοῦ Κυρίου διάζωσμα. Διὰ τοῦτο καθαρθεῖσα τοὺς πόδας ἐπὶ τῆς ὁδοῦ τῆς βασιλικῆς ἑαυτὴν φυλάττει, οὐκ ἐκκλίνουσα εἰς δεξιὰ ἢ ἀριστερὰ, ἵνα μὴ καθ' ἕτερον ἔξω τῆς ὁδοῦ παρενεγκοῦσα τὸ ἴχνος, μολύνῃ τῷ πηλῷ τὸν πόδα. Νοεῖς δὲ πάντως τὸ διὰ τῶν εἰρημένων δηλούμενον, ὅτι ἅπαξ διὰ τοῦ βαπτίσματος ὑπολυσαμένη τὰ ὑποδήματα (ἴδιον γὰρ τοῦ βαπτίζοντος ἔργον, τὸ λύειν τοὺς ἱμάντας τῶν ὑποδημάτων· ὅπερ Ἰωάννης ἐπὶ μόνου τοῦ Κυρίου μὴ δύνασθαι ποιῆσαι διεμαρτύρατο· πῶς γὰρ ἂν ἔλυσε, τὸν μηδὲ τὴν ἀρχὴν τῷ ἱμάντι τῆς ἁμαρτίας ἐνδεδεμένον;) αὕτη τοὺς πόδας ἐνίψατο, πάντα γήϊνον ῥύπον συναποβαλοῦσα τοῖς ὑποδήμασι· φυλάσσει τοίνυν ἐπὶ τῆς ὁδοῦ τῆς πεπλανημένης τὴν βάσιν ἀμόλυντον. {Νείλου.} Οὐ τὸ ἀνοῖξαι παραιτεῖται κατὰ τὴν ἠθικὴν ἔννοιαν· ἀλλ' ἐννοεῖ τὸν πόνον ὃν ὑπέστη, ἵνα ἀποδύσηται τὸν τῆς κοσμικῆς μερίμνης χιτῶνα· καὶ ἵνα τὸν ἐκ τοῦ ἐπιπορεύεσθαι τοῖς γηΐνοις προσγενόμενον τῷ λόγῳ ῥύπον τῆς ψυχῆς ἀπόθηται· καὶ μολυνθῆναι πάλιν ὀκνεῖ, ἀνοῖξαι μὲν βουλομένη, μολῦναι δὲ τοὺς ἄπαξ τῆς γῆς ἀναχωρήσαντας οὐ καταδεχομένη πόδας. Ὅμως οὐκ ἀκίνδυνος πρὸς τὸ ἀνοῖξαι ἡ μέλλησις, ὡς δηλοῖ τὰ ἐπιφερόμενα· κἂν γὰρ γένηται τὸ καλὸν, μεθ' ὑπερθέσεως δὲ, οὐκ ἔξω ἐστὶ μέμψεως· κατάγνωσιν τὸν ὄκνον, τῷ μὴ σπουδαίως ἐνεργήσαντι ψηφιζόμενον.
1.41.1
Ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς· καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν. {Φίλωνος.} Λέγει δ' ἂν ἀπὸ τῆς ὀπῆς· ἐπείπερ ἔλεγε τῷ Θωμᾷ," Βάλε τὸν δάκτυλόν σου εἰς τοὺς τύπους τῶν ἥλων·" δάκτυλοι μὲν σμύρναν πλήρεις· ἔγνων ὅτι τὸ σῶμα τὸ ταφὲν, αὐτὸ καὶ ἀνέστη. 1681 {Γρηγορίου.} Πάλιν ὑπερκειμένης ἀναβάσεως ἅπτεται ἡ καθαρθεῖσα ψυχή· μηκέτι φωνῆς τὴν καρδίαν θυροκρουστούσης, ἀλλ' αὐτῆς τῆς θείας χειρὸς ἐπὶ τὰ ἐντὸς παρεισδυείσης· ἀνοίγει τὴν θύραν περιελομένη τὸ τῆς καρδίας κάλυμμα· διέσχισε τὰς θύρας τὸ τῆς σαρκὸς παραπέτασμα· πᾶσα ἠνοίγη τῆς ψυχῆς ἡ πύλη, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης· ἀλλ' ἀπεδείχθη τῆς ψυχῆς ἡ εὐρυχωρία μικρά τις ὀπὴ, δι' ἧς οὐκ αὐτὸς ὁ Νυμφίος, ἀλλ' ἡ χεὶρ αὐτοῦ μόγις ἐχώρει· ὥστε δι' αὐτῆς ἐπὶ τὰ ἐντὸς γενέσθαι, καὶ ἅψασθαι τῆς ἐπιθυμούσης τὸν Νυμφίον ἰδεῖν· ἢ τοσοῦτον ἐκέρδανε μόνον, ὅσον γνῶναι ὅτι ἡ χείρ· οὕτω δὲ σκοπήσωμεν. Ἡ ἀνθρωπίνη ψυχὴ, δύο φύσεων οὖσα μεθόριος, ὧν ἡ μὲν ἀσώματός ἐστι καὶ νοερὰ, ἡ δὲ ἑτέρα σωματικὴ καὶ ὑλώδης καὶ ἄλογος, ἐπειδ' ἂν τάχιστα τῆς πρὸς τὸν παχὺν καὶ γεώδη βίον σχέσεως ἐκκαθαρθεῖσα δι' ἀρετῆς, ἀναβλέψῃ πρὸς τὸ συγγενὲς καὶ θειότερον, οὐ παύεται διερευνωμένη καὶ ἀναζητοῦσα τὴν τῶν ὅντων ἀρχήν. Πάντα δὲ περιεργαζομένη, ὥστε ἀπολαύειν τὸ ζητούμενον, ὅρον ποιεῖται τῆς καταλήψεως τοῦ Θεοῦ τὴν ἐνέργειαν, τὴν μέχρις ἡμῶν κατιοῦσαν, ἧς διὰ τῆς ζωῆς ἡμῶν αἰσθανόμεθα· οἷον ὁρᾷ τὸ κάλλος τοῦ οὐρανοῦ, τῶν ἀστέρων τὴν ποικιλίαν, τὰς πολυειδεῖς τῶν ζώων φύσεις, τάς τε τῶν φυτῶν ἰδέας, καὶ τὰ λοιπὰ πάντα, ἵνα μὴ καθ' ἕκαστον λέγω, δι' ὧν ἡ ἐνέργεια τοῦ Θεοῦ δείκνυται. Ταῦτα τοίνυν ὁρῶσα διὰ τοῦ θαύματος τῶν φαινομένων, ἀναλογίζεται τῇ διανοίᾳ τὸν διὰ τῶν ἔργων νοούμενον· ἴσως γὰρ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ἑτέρως γνωσόμεθα τὴν τοῦ ἀγαθοῦ φύσιν, καὶ τρανοτέρως καταληψόμεθα τὸ εἶδος τῆς ἀφθάρτου μακαριότητος· τέως δὲ ἀγαπητὸν τῇ ψυχῇ, ἡ ἐμφαινομένη τοῖς οὖσιν ἐνέργεια· ἥτις ἑρμηνεύεται χεὶρ τροπικῶς, ἢν ἀπέστειλε διὰ τῆς ὀπῆς· οὐ γὰρ ἐχώρει ἡ ἀνθρωπίνη πενία τὴν ἀόρατον καὶ ἀπερίληπτον φύσιν ἐν ἑαυτῇ δέξασθαι· πᾶσα δὲ αὐτῆς ἡ διανοητικὴ δύναμις, ἥτις ἐστὶ κοιλία, ἐθροήθη συγκινηθεῖσα πρὸς τὸ θαῦμα τῶν διὰ τῆς θείας χειρὸς ἐνεργουμένων· ὧν ἡ κατανόησις ὑπερκειμένη τῆς ἀνθρωπίνης δυνάμεως, τὸ ἀκατάληπτον τῆς τοῦ ἐνεργοῦντος φύσεως δι' ἑαυτῆς ἑρμηνεύει· πᾶσα γὰρ ἡ τῶν ὄντων κτῆσις τῆς χειρὸς ἐκείνης ἔργον ἐστὶ, κατὰ τὸ," Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα." Εἰ οὖν τὰ τῆς ἐνεργείας ἐκείνης καταλαβεῖν ἔργα οὐ χωρεῖ, πῶς τὴν ὑπερκειμένην τούτων καταλήψεται φύσιν; Τάχα δὲ καὶ τοῦτο δηλοῖ, ὅτι ἡ τῶν πάντων ποιητικὴ χεὶρ διὰ σαρκὸς ἡμῖν ἐπιφανεῖσα, θρόησιν ἐποίησε καὶ ξενισμὸν ταῖς ψυχαῖς· πῶς Θεὸς ἐν σαρκί; πῶς λόγος σάρξ; πῶς ἐν παρθενίᾳ τόκος; καὶ τὰ λοιπά. Ὅτε γὰρ ἐπὶ γῆς ὤφθη ὁ Κύριος καὶ τοῖς ἀνθρώποις συνανεστράφη, τότε καθαρόν τε καὶ ἄϋλον τοῦ Νυμφίου κάλλος, διὰ τῆς τῶν ἐνεργειῶν χειρὸς, ἤγουν τῆς τῶν θαυμάτων δυνάμεως ἐγνωρίσαμεν. Ταῦτα πάσχει, ἐπεὶ μὴ προθύμως ὑπήκουσε 1684 τῷ λόγῳ· ἵνα δειχθῇ, ὅτι καὶ ὁ πολυτίμιος Θεῷ, ἄνεσιν διώκων, καὶ ἀναπεπτωκὼς, καταφρονεῖται, καὶ τιμωρίας πεῖραν λαμβάνει. Ἀπέστειλε γὰρ, φησὶ, τὴν παιδεύσουσαν τοὺς ἀπειθεῖς χεῖρα, καὶ κατέφλεξε· ὡς ἐκ τῆς ἀγωνίας θροηθῆναι τὴν κοιλίαν. Διὸ καὶ σπουδαιότερον μετὰ τὴν τῆς παιδείας αἴσθησιν ἀνέστην ἀνοῖξαι· καὶ διὰ τὸ μὴ ἐκ προαιρέσεως, ἀλλ' ἐξ ἀνάγκης τοῦτο ποιῆσαι, αἱ χεῖρές μου ἔσταξαν σμύρναν, τὴν νεκρὰν, ὡς εἰπεῖν, ἐνέργειαν· πᾶν γὰρ τὸ ἀπροαιρέτως γινόμενον, νεκρόν ἐστι καὶ θελήματος ζωτικοῦ ἄμοιρον· ἔστι γὰρ εὐοδούμενόν τινα καταφρονεῖν τῶν ἐντολῶν, ὅταν δὲ πεῖραν λάβῃ παιδείας, εὐθὺς ζητεῖ τὸν Θεόν. Ἀλλ' ὁ προσέχων οὐ τοῖς γινομένοις, ἀλλὰ τῇ ποιούσῃ διαθέσει, παρῆλθε καὶ ἐξέκλινεν ἐκ μεταμελείας, τῇ προθέσει παρών· οὐκοῦν ἐδεξιώσατο ὡς πάντα περιελθοῦσαν αὐτήν· καὶ διὰ τὸ ἐγκαταλειφθῆναι τραυματισθεῖσαν ὑπὸ τῶν φυλασσόντων τὴν πόλιν δυνάμεων, καὶ τὴν καλύπτραν τῆς παρθενικῆς αἰδοῦς, ὅπερ θέριστρον ὀνομάζει, ἀφαιρεθεῖσαν εʹ. Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· χεῖρές μου ἔσταξαν μύρα, δάκτυλοί μου σμύρναν πλήρη. {Γρηγορίου.} Ἔλαβον, φησὶν, δύναμιν ἀναστάσεως διὰ τοῦ νεκρῶσαί μου τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ἐκουσίως μοι τῆς τῶν μελῶν ἐνεργηθείσης νεκρώσεως· ἀπέῤῥεον γὰρ αἱ χεῖρες σμύρναν, αἵτινές εἰσιν αἱ ἐνεργητικαὶ τῆς ψυχῆς κινήσεις, ἀφ' ἑαυτῶν στάζουσαν τὴν σμύρναν, καὶ οὐκ ἄλλοθεν, ὑποδεξάμεναι, ἀλλ' ἐκ τῆς ἐμῆς προαιρέσεως· ὡς ἐν πᾶσι τοῖς κατ' ἀρετὴν ἐπιτηδεύμασιν, ἅπερ δακτύλους ὠνόμασεν, ἀνελλιπῆ τὴν τοιαύτην ἐνορᾶσθαι διάθεσιν· ὡς μὴ τεθνάναι μὲν ἀκολασίᾳ τυχὸν, ζῇν δὲ τύφῳ ἢ θυμῷ, ἢ φιλοχρηματίᾳ, ἤ τινι τούτῳ· οὗ κακῶς ζῶντος οὐκ ἔστι πλήρεις τοὺς δακτύλους ἐπιδεῖξαι τῆς σμύρνης. Οὐ γὰρ διὰ πάντων φαίνεται τῶν ἐπιτηδευμάτων ἡ τοῦ κακοῦ νέκρωσις· οὔσης γὰρ διπλῆς ἐν ἡμῖν τῆς ζωῆς, τῆς μὲν παχείας καὶ ὑλικῆς καὶ βαρείας, τῆς δὲ νοερᾶς καὶ κούφης, μέσον ἀμφοῖν ἑστῶσα ἡ αὐτεξούσιος ἡμῶν προαίρεσις, ἐν ᾧ ἂν μέρει γένηται, τούτῳ δίδωσι κατὰ τοῦ ἄλλου τὰ νικητήρια· καὶ ἐν ᾗ ἂν ζῇ, τῇ ἑτέρᾳ πάντως ἀποθνήσκει. Ἐπὶ χεῖρας τοῦ κλείθρου, [ʹ] ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου. {Γρηγορίου.} Πρὸς τοσοῦτον μέγεθος ἐπαρθεῖσα, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· οὐδὲ λογίζεται καθ' ἑαυτὴν κατειληφέναι, ἀλλ' ἔτι πρὸς τὸ ὑπερκείμενον τρέχει, τοῖς ἔμπροσθεν ἑαυτὴν ἐπεκτείνουσα. Ἡ γὰρ πλήρης γενομένη τῆς σμύρνης, πᾶσι τοῖς τοῦ βίου ἐπιτηδεύμασι τὴν πρὸς τὸ κακὸν ἐπισημαίνουσα νέκρωσιν· καὶ τὸ ἑκούσιον τῆς ἀρετῆς διὰ τὸ οἴκοθεν ἀποστάξαι τῶν χειρῶν τὴν σμύρναν· ἅψασθαι, φησὶ, τὰς χεῖρας αὐτῆς τοῦ κλείθρου, ἤγουν τὰ ἔργα αὐτῆς ἐγγίσαι τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ ἧς τὸ κλεῖθρον ἐγχειρίζει τοῖς κατὰ Πέτρον ὁ λόγος· ἀνοίγει τοίνυν ἑαυτῇ τῆς βασιλείας τὴν θύραν, διά τε τῶν 1685 χειρῶν ἃ τὰ ἔργα δηλοῦσι, καὶ διὰ τοῦ κλείθρου τῆς πίστεως· δι' ἀμφοτέρων γὰρ τούτων ἡ κλεὶς τῆς βασιλείας τοῦ λόγου ἐν ἡμῖν κατασκευάζεται. Ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. {Γρηγορίου.} Ὅτε ἤλπισε κατὰ Μωσέα γνωστῶς ἰδεῖν τὸν ποθούμενον, τότε παρῆλθε τὴν κατάληψιν αὐτῆς ὁ ζητούμενος· παρῆλθε δὲ, οὐ καταλιπὼν τὴν ἑπομένην αὐτῷ ψυχὴν, ἀλλὰ πλέον αὐτὴν ἐφελκόμενος· ἡ γὰρ ἀπὸ τοῦ ἐν ᾧ ἐσμεν ἔξοδος, τῶν ὑπερκειμένων ἀγαθῶν εἴσοδος γίνεται. Αὐτὴν οὖν ἐξῆλθεν ἡ ψυχὴ τὴν ἔξοδον, ὁδηγῷ κεχρημένη τῷ λόγῳ εἰπόντι, ὅτι·" Ἐγώ εἰμι ἡ θύρα καὶ ἡ ὁδός· καὶ ὅτι δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, διελεύσεται καὶ ἐξελεύσεται." {Ὠριγένους.} Ἡνίκα ἔφθασεν ἡ Νύμφη τὸ κλεῖθρον, κ. τ. λ. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. {Ὠριγένους.} Συνεχῶς ἡ ψυχὴ, κ. τ. λ. {Γρηγορίου.} Ὅτε ἀνέστη διὰ τοῦ θανάτου, ὅτε ἐπληρώθη τῆς σμύρνης, ὅτε προσήγαγε τῷ κλείθρῳ διὰ τῶν ἔργων τὰς χεῖρας, καὶ εἰσοικίσασθαι τὸν ποθούμενον ἤλπισε, τότε ὁ μὲν παρέρχεται, ἡ δὲ ἐξέρχεται, οὐκ ἔτι μένουσα ἐν οἷς ἦν· οὐδὲ γὰρ ἐν τῷ καταλαμβάνεσθαι τὸ μέγεθος τῆς θείας γνωρίζεται φύσεως, ἀλλ' ἐν τῷ παριέναι πᾶσαν καταληπτικὴν φαντασίαν καὶ δύναμιν· ἡ γὰρ ἐκβᾶσα ἤδη τὴν φύσιν ψυχὴ, ὡς ἂν μηδενὶ τῶν συνήθων πρὸς τὴν γνῶσιν τῶν ἀοράτων κωλύοιτο, οὔτε ζητοῦσα τὸ μὴ εὑρισκόμενον ἵσταται, οὔτε καλοῦσα τὸ ἀνεκφώνητον παύεται· πῶς γὰρ ἂν καὶ εὑρεθείη, ὃν μηνύει τῶν εὑρεθέντων οὐδέν; οὐ τόπος, οὐ σχῆμα, οὐ χρῶμα, οὐ ποσότης, οὐ περιγραφὴ, ἀλλὰ πάσης καταληπτικῆς ἐφόδου ἐστὶν ἐξώτερον· ἐζήτησα τοίνυν αὐτὸν διὰ τῶν εὑρετικῶν τῆς ψυχῆς δυνάμεων· ἐν λογισμοῖς καὶ νοήμασι, καὶ πάντων ἐξώτερον ἦν, τὸν προσεγγισμὸν τῆς διανοίας διαδιδράσκων· καὶ ἐκάλουν ὅση δύναμις, ἐπινοοῦσα φωνὰς ἐνδεικτικὰς τῆς ἀφράστου μακαριότητος· ὁ δὲ κρείττων ἦν τῆς τῶν σημαινομένων ἐνδείξεως.
1.42.1
Εὕροσάν με φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει· ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ φύλακες τῶν τειχέων. {Γρηγορίου.} Ταῦτα ἴσως δόξει τισὶν ὀδυρομένης μᾶλλον, ἤπερ εὐφραινομένης εἶναι τὰ ῥήματα· οὐκ ἔστι δὲ, ἀλλ' ἢ μᾶλλον ἐγκαυχωμένης. Εἰ μὲν γὰρ κίνδυνοι ᾅδου εὗρον αὐτὴν, ἢ λῃσταῖς αὐτὴν εὑρῆσθαι λέγει, χαλεπὸν ἦν τὸ τῶν τοιούτων αὐτὴν εὕρεμα γίνεσθαι· εἰ δὲ οἱ φύλακες αὐτὴν εὕροσαν οἱ κυκλοῦντες ἐν τῇ πόλει, μακαριστή ἐστι τῆς εὑρέσεως· ἡ γὰρ ἀπὸ τῶν φυλάκων εὑρεθεῖσα ψυχὴ, ἅτινά ἐστι λειτουργικὰ πνεύματα, φρουροῦν 1688 τα τὴν πόλιν, ἥτις ἐστὶ ψυχὴ, τὸ τοῦ Θεοῦ οἰκητήριον, ὑπὸ λῃστῶν κλαπῆναι οὐ δύναται· ἡ δὲ θεία ῥάβδος ἡ διὰ τοῦ πατάσσειν ἐνεργοῦσα τὴν ἴασιν, τὸ πνεῦμά ἐστιν, οὗ καρπὸς καὶ ἡ παιδαγωγία τῆς ἐναρέτου πολιτείας ἐγκρατής. Ἐπεὶ δὲ ταῖς τοιαύταις πληγαῖς καὶ Παῦλος ἐγκαυχώμενος ἔλεγε·" Τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματί μου περιφέρω· δεικνὺς τὴν ἐν παντὶ κακῷ ἀσθένειαν· διὸ καὶ λέγειν εἶχεν· Ἡ γὰρ κατὰ Χριστὸν δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται, εἴτ' οὖν ἐν ἀρετῇ, διὰ τοῦ τοιούτου τραύματος, ἡ τοῦ θερίστρου γέγονεν αὐτῇ ἀφαίρεσις· ἥτις νοοῖτο ἂν πᾶσα διστάζουσά τε καὶ κραδαινομένη διάνοια, ὡς ἀνακαλυφθῆναι τῆς ψυχῆς τὸ κάλλος, μὴ ἐπισκοτοῦντος ἔτι τοῦ ἐπιβλήματος, ἀλλὰ καθαρῶς πρὸς τὴν ἀλήθειαν βλέπειν. Πόθεν δὲ τὸ θέριστρον τῇ ἀποβαλούσῃ τὸν παλαιὸν ἤδη χιτῶνα, πρὸς τῶν ἐπιτηρούντων τῆς ἀνθρωπίνης ψυχῆς τὰς διόδους; δῆλον ὡς ἀπὸ τῆς προκοπῆς. Καθήρθη γὰρ τοσοῦτον, ὡς πρὸ τούτου δοκεῖν, οὔπως ἀποδεδύσθαι τὸν παλαιὸν χιτῶνα· τοῦ γὰρ κατὰ Θεὸν ἀναβαίνοντος ἀεὶ πρὸ τοῦ παχύτερον. Τὸ δὲ θέριστρον, περιβόλαιον νυμφικὸν, συγκαλύπτον αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον· τουτὶ γὰρ καὶ περὶ Ῥεβέκκας ἱστόρηται· τὸ δὲ ἐκ τοῦ ἀφαιρεθῆναι αὐτῆς, ἔδειξε λέγων ὁ Παῦλος· Ὅταν δὲ ἐπιστραφῇ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Καλὸν δὲ καὶ ὑπὸ τοῦ καλοῦ ποιμένος πρόβατον· καὶ ἡ δραχμὴ ἐπὶ τοῦ λύχνου, ἐφ' ᾗ χαίρουσι πάντες οἱ φίλοι καὶ γείτονες. Εἴποις δ' ἂν καὶ οὕτως, ὡς ζητοῦσα ὃν οὐχ εὗρε καὶ καλοῦσα τὸν ἄῤῥητον, διδάσκεται διὰ τῶν φυλάκων, ὡς τοῦ ἀνεφίκτου ἐρᾷ· δι' ὧν πλήσσεται καὶ τραυματίζεται τῇ τοῦ ποθουμένου ἀνελπιστίᾳ. Ἀλλὰ περιαιρεῖται τῆς λύπης τὸ θέριστρον τῷ μαθεῖν ὅτι προκόπτει ἀεὶ διὰ τοῦ ζητεῖν· καὶ τὸ μηδέποτε τῆς ἀνόδου παύεσθαι, τοῦτό ἐστιν ἡ ἀληθὴς τοῦ ποθουμένου ἀπόλαυσις. Ὡς οὖν περιείλατο τῆς ἀνελπιστίας τὸ θέριστρον, καὶ εἶδε τὸ ἀόριστόν τε καὶ ἀπερίγραπτον τοῦ ἠγαπημένου κάλλος, ἐν πάσῃ τῇ ἀϊδιότητι τῶν ἀνθρώπων κρεῖττον ἀεὶ εὑρισκόμενον, σφοδροτέρῳ γίνεται πόθῳ καὶ μηνύει τῷ ἀγαπωμένῳ διὰ τῶν τῆς Ἱερουσαλὴμ θυγατέρων, τὴν τῆς καρδίας διάθεσιν, καί φησιν·
1.43.1
Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγέλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι. {Γρηγορίου.} Ὅτι οὐχ ἕτερα παρὰ τὰ ἐν Εὐαγγελίοις εἰρημένα τὸ," Μὴ ὀμόσαι ὅλως, ἀλλὰ τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ·" δῆλον ἂν γένοιτο ἐκ τούτων· ἐν ἑτέρᾳ γὰρ ἐκδόσει," Ὥρκισα ὑμᾶς κατὰ τῶν δορκάδων καὶ τῶν ἐλάφων," εὑρέθη· καὶ διδασκόμεθα διὰ τούτων, ἐν τίσιν ἡ τοῦ κόσμου τούτου ἰσχύς τε καὶ δύναμις· ἃ πρὸς βεβαίωσιν τῆς ἀληθείας δι' ὅρκου παρείληπται· δύο τοίνυν ἡμᾶς οἰκειοῖ τῷ Θεῷ, πίστις ὀρθὴ καὶ τρόπος ζωῆς· δορκὰς μὲν γὰρ 168 ἀπλανῶς ὁρᾷ, ἔλαφος δὲ τῶν ἰοβόλων ἐστὶν ἀναιρετική· ὑποτίθεται τοίνυν ταῖς νεάνισιν ἡ Νύμφη κάθαρσιν καὶ ἀλήθειαν· οὕτω γὰρ τὸ ἀμετάθετον ἡμῖν βεβαιοῦται ὁ καὶ τὴν ἀλήθειαν πιστούμενος ὅρκος, ἐν ᾧ πᾶς ὁ ὀμνύων ἐπαινεῖται κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἀληθῶς γὰρ ὁ ἐν τοῖς δυσὶ τούτοις, τὸ ἀσφαλὲς ἐν ἑαυτῷ κατορθώσας, ἕν τε τῷ λόγῳ τῆς πίστεως, ὅταν ἀπλανῶς πρὸς τὴν ἀλήθειαν βλέπῃ, καὶ ἐν τῷ τρόπῳ τῆς ζωῆς, ὅταν παντὸς καθαρεύῃ τοῦ ἐκ πονηρίας μολύσματος· οὗτος ὄμνυσι τῷ Κυρίῳ μὴ ἀναβῆναι ἐπὶ κλίνης στρωμνῆς, μὴ δοῦναι ὕπνον τοῖς ὀφθαλμοῖς, ἕως οὗ εὕρῃ τόπον τῷ Κυρίῳ, σκηνώματα τῷ ἐν αὐτῷ οἰκοῦντι γενόμενος. Μάθωμεν οὖν καὶ ἡμεῖς ἐκ τῆς νύμφης, εἰ τέκνα τῆς Ἱερουσαλήμ ἐσμεν, ὅπως ἔστιν ἰδεῖν τὸν ποθούμενον· ἐὰν γὰρ ὅρκιον ἑαυτῆς ποιήσωμεν τόν τε πρακτικὸν καὶ θεωρητικὸν βίον, ὀψόμεθα καθαρῶς τὸν Νυμφίον τῆς ἀγάπης τοξότην· ὃς διὰ βάθους ἐντίθησι τὸ ἑαυτοῦ βέλος, τὴν τῆς θεότητος, φημὶ, κοινωνίαν τῇ ψυχῇ διὰ τῆς κατὰ τὴν πίστιν ἀκίδος γινομένην. {Νείλου.} Εἶδε τὸ σφάλμα ἑαυτῆς, καὶ τὴν ἀγανάκτησιν ἐπέγνω τοῦ ποθουμένου ἐκ πολλῆς ἀποστροφῆς, καὶ ζητεῖ ὅτῳ δήποτε τρόπῳ γνωσθῆναι τούτῳ, ποθοῦσα καὶ τὴν ὀδύνην οὐ φέρουσα τοῦ χωρισμοῦ· ὅθεν ἐκείνης ἀντιλαβοῦσα παρακαλεῖ πρεσβεῦσαι πρὸς τὸν Νυμφίον, καὶ δηλῶσαι τὰ παρ' αὐτῆς ἐκείνῳ· αἷς πρὸ ὀλίγου σεμνυνομένη τῷ ἀξιώματι, ἔλεγεν· Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ, δεικνὺς πῶς μέγα συνείδησις πεπαῤῥησιασμένη, καὶ πῶς πάλιν ταπεινὸν παῤῥησίας ἀφαίρεσις. {Φίλωνος.} Παῤῥησιάζεται ἡ ἁγία Ἐκκλησία ἐν τοῖς ἑαυτοῖς τέκνοις τοῖς μάρτυσι, δι' ὧν ἐτρώθη· καί φησιν τοῖς ἀποστόλοις ταῦτα καὶ προφήταις.
1.44.1
Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ ἡ καλὴ ἐν γυναιξίν; {Νείλου.} Ἀποροῦσιν αἱ νεάνιδες ὁρκισθεῖσαι, τίς ἄρα εἴη καὶ ποταπὸς ὁ ἀγαπώμενος, ὅτι τοιούτῳ ὡρκίσθησαν ὅρκῳ· ὅθεν καὶ οὕτως ἀναπτερωθείσας αὐτὰς ἰδοῦσα ἡ Νύμφη, διαγράφει τὸν ζητούμενον χωρίζουσα τὸ κάλλος αὐτοῦ τῆς τῶν ἄλλων κοινωνίας, ἵνα μὴ τῶν πολλῶν εἷς λογίζεται ἁγίων, δεικνύουσα τὴν διαφορὰν τοῦ ἑαυτῆς ἀδελφιδοῦ, καὶ τῶν ἀδελφιδῶν τῶν νεανίδων. {Κυρίλλου.} Ἤγουν τί πεποίηκεν ὁ ἀδελφιδός σου, ἢ τί ἀπὸ ἀδελφιδοῦ σου ἔχεις; Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισα ἡμᾶσ; {Γρηγορίου.} Αἱ ὁρκισθεῖσαι θυγατέρες Ἱερουσαλὴμ, πυνθάνονται ὁποῖος ὁ χαρακτὴρ τοῦ Νυμφίου, ὡς εἰ περιτύχωσιν αὐτῷ ἐπίγνωσιν αὐτὸν ἐκ τῶν περὶ αὐτοῦ δοθησομένων σημείων. Διὸ καὶ χαρακτῆρα παραδίδωσιν· οὐχ ὃ ἦν ἀρχή· ἄῤῥητος γὰρ οὐχ οἷος τε δυνάμει λόγων φανερωθῆναι· ἀλλὰ πρὸς τὴν διὰ σαρκὸς ἐπιφάνειαν χειραγωγεῖ τὰς παρθένους, ὥσπερ καὶ πεποίηκεν Ἰωάννης·" Ὃ μὲν ἦν ἀπ' ἀρχῆς," σιωπήσας·" Ὃ δὲ ἑωράκαμεν καὶ 162 ἀκηκόαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς," τοῦτο μετ' ἐπιμελείας διηγησάμενος.
1.45.1
Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων. {Φίλωνος.} Λευκὸς μὲν, διὰ τὸ ἀναμάρτητον· πυῤῥὸς δὲ, διὰ τὸ αἷμα τὸ ὑπὲρ τῆς Ἐκκλησίας χυθέν. {Ὠριγένους.} Ἢ λευκὸς, ἐπειδὴ ὁ Θεὸς ἀληθινὸς, πυῤῥὸς δὲ διὰ τὴν σάρκωσιν. {Γρηγορίου.} Ἡ τελεία ψυχὴ ταῖς παρθένοις ὑπογράφει ψυχαῖς, τοῦ ποθουμένου καὶ ζητουμένου τὰ γνωρίσματα, διὰ τῶν ἐπὶ σωτηρίᾳ φανερωθέντων ἡμῖν· καὶ πᾶσαν τὴν Ἐκκλησίαν ἓν σῶμα τοῦ Νυμφίου ποθήσασα, ἴδιόν τι νόημα δι' ἑκάστου τῶν μελῶν ἐν τῇ ὑπογραφῇ τοῦ κάλλους ἐνδείκνυται· δι' ὧν ὅλος ἐκ τῶν κατὰ μέρος θεωρουμένων τὸ τοῦ σώματος κάλλος συμπαρεικάζεται. Ἐκ τοῦ σώματος τοίνυν τῆς κατηχήσεως ἄρχεται, καθὰ καὶ Ματθαῖος πεποίηκεν. Ἵνα δὲ μὴ τὴν κατὰ σάρκα τις ἀκούων γένεσιν, πρὸς τὰ τῆς φύσεως πάθη κατολισθήσειε τῇ διανοίᾳ, τούτου χάριν τὸν κοινωνήσαντα ἡμῖν σαρκὸς καὶ αἵματος, λευκὸν μὲν εἶναί φησι καὶ πυῤῥὸν, τὴν τοῦ σώματος δι' ἀμφοτέρων φύσιν αἰνιττομένη· οὐ μὴν ὁμοιότροπον αὐτοῦ τὴν λοχείαν τῷ κοινῷ τόκῳ· ἔχειν γὰρ κατ' ἐξαίρετον τὸ μὴ ἐκ λέχους γεγενῆσθαι· τοῦτο γὰρ τὸ ἐκλελοχισμένος· ἀπὸ μυριάδων δὲ τῶν ἀφ' ὧν γεγόνασιν ἄνθρωποι, καὶ εἰς ὃ προελεύσεται ῥέουσα, διὰ τοῦ τόκου τῶν ἐπιγενομένων ἡ φύσις. Ἐπὶ γὰρ τῆς ἀπειρογάμου τὸ τῆς λοχείας ὄνομα, οὐκ ἔστι κυρίως εἰπεῖν· οὗ γὰρ ἀσυνδύαστος μὲν ἡ κυοφορία, ἀμόλυντος δὲ ἡ λοχεία, ἀνώδινος δὲ ἡ ὠδὶν, θάλαμος δὲ ἡ τοῦ Ὑψίστου δύναμις, οἷόν τις νεφέλη τὴν παρθενίαν ἐπισκιάζουσα· πυρσὸς δὲ γαμήλιος, ἡ τοῦ ἁγίου Πνεύματος ἔλλαμψις· κλίνη δὲ ἡ ἀπάθεια, καὶ γάμος ἡ ἀφθαρσία· τούτου χωρὶς λοχείας ἡ γένεσις ὥσπερ καὶ χωρὶς γάμου ἡ σύστασις· ᾧ οὐχὶ συνήργησε πρὸς τὸ γενέσθαι ἡ φύσις, ἀλλ' ὑπηρέτησεν· οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ ἐκ τοῦ ὕδατος γένεσις τὸ τῆς λοχείας πάθος οὐ παρεδέξατο· καὶ ἡ ἐκ τῶν νεκρῶν παλιγγενεσία, καὶ ἡ τῆς θείας ταύτης κτίσεως πρωτοτοκία, ἀλλ' ἐν πᾶσι τούτοις καθαρεύει τῆς λόχου ὁ τόκος. {Νείλου.} Ἀνωτέρω μὲν τὰ μέλη τῆς Νύμφη, προέγραψεν, ἅτινα τοῖς τῆς Ἐκκλησίας ἐφήρμοσται διαφόροις τάγμασι· νῦν δὲ τὰ τοῦ Νυμφίου σκιαγραφεῖ, πολλὴν ἔχοντα τὴν ἀσφάλειαν. Εἰ μὲν οὖν ὁ Θεὸς Λόγος ἐν τούτοις διαγράφεται, θεῖαι δυνάμεις ἔσονται πάντως ἐν τοῖς μέλεσιν ἐκείνοις χαρακτηριζόμεναι· οὐ γὰρ μελῶν συνθέσει σχηματίζεται τὸ ἀσώματον· ἐνεργείαις δὲ νοηταῖς ὡσανεὶ σῶμα τὸ ποιούμενον, διὰ τὸ ἄλλως τὰ περὶ Θεοῦ παραδέχεσθαι, τὴν ἀνθρωπίνην οὐ πεφυκέναι αἴσθησιν. Ὀφθαλμοὺς γὰρ, τί ἄλλο ὑπολάβοι Θεοῦ, ἢ τὴν ἐποπ 163 τικὴν δύναμιν; καὶ κοιλίαν ἣν λέγει γεννᾷν, τὸ γνήσιον τῆς ὠδῖνος; πόδας καὶ πορείαν ἐπίσημον, τὴν προνοητικὴν ἐνέργειαν; ὡς ἐν ἴχνεσι τρανῶς τοῖς κηδεμονικῶς συμβαίνουσιν ἑκάστῳ κατ' οἰκονομίαν τοῦ κρείττονος θεωρουμένην· ὁμοίως ἐπὶ τῶν λοιπῶν· εἰ δὲ ὁ Κυριακὸς ἄνθρωπος σημαίνοιτο, εἴη ἂν κεφαλὴ, χρυσίῳ Κεφὰζ παρεικασμένη, ὅπερ ἑρμηνεύεται πέτρα, ὁ κορυφαιώτατος τῶν ἀποστόλων Πέτρος· καὶ τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ἐπὶ τῇ ὁμολογίᾳ τῆς πίστεως οἰκοδομηθῆναι παρασκευάσας· κοιλία ὁ Παῦλος, ὁ τοὺς ἐν Χριστῷ μορφουμένους ὠδίνων· στύλοι μαρμάρινοι περὶ ὧν φησι Παῦλος," Οἱ δοκοῦντες στύλοι εἶναι·" καὶ ἕκαστος κατὰ τὴν διαφορὰν τῶν λοιπῶν χαρισμάτων· ὁ μὲν σιαγόνων ἐπέχει τόπον φυουσῶν μυρεψικὰ, ὁ δὲ χειλέων κρίνοις ὁμοιουμένων στάζουσι τὴν σμύρναν πλήρη· οἳ τὸ χρειῶδες καὶ ἐγκρατὲς παραινοῦντες τοῖς ὑπηκόοις, καὶ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Εἶεν δ' ἂν βόστρυχοι, οἱ τὸν ὀνειδισμὸν φέροντες τῶν Χριστοῦ παθημάτων· καὶ ὀφθαλμοὶ πάλιν οἱ τὸ τοῦ βαπτίσματος φυλάσσοντες δώρημα, καὶ ἐπὶ τὸ πλήρωμα τῶν ὑδάτων ἀγρύπνως καθήμενοι· νηπιάζουσι δὲ, παιδικὴ ἡλικία. Λελουμένοι γάρ εἰσιν ἐν γάλακτι καὶ καθήμενοι ἐπὶ πληρώματα ὑδάτων· καὶ τὸ ἀκέραιον τῆς περιστερᾶς, καὶ τὸ ἄκακον τῆς γαλακτοτροφουμένης ἔχοντες ἡλικίας· λευκὸς δέ ἐστι διὰ τὸν ἐν ἀρχῇ Θεὸν Λόγον φῶς λεγόμενον τοῦ κόσμου· πυῤῥὸς δὲ δι' ὃν ἀνείληφεν ἄνθρωπον, ἐκ γῆς πλασθέντα πυῤῥᾶς· εἶδος δὲ ὑποφαίνων, καὶ τὴν ὀσμὴν τῆς γνώσεως φανερὰν τοῖς ἀποστόλοις δεικνύων τοῖς τύποις τῶν ἥλων καὶ τῇ τῆς λόγχης ὀπῇ· καὶ ἐκλεκτός ἐστιν ὡς κέδρος· περὶ ὧν ἔλεγε·" Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται·" τὸν γὰρ φάρυγγα ἔχει γλυκασμὸν οὐ γλυκαινόμενον, ἀλλὰ γλυκαίνοντα· οὐ γὰρ ποιοῦται, ἀλλ' αὐτὸ ποιότης ἐστίν· ἐπὶ πᾶσι δέ ἐστιν ὅλος ἐπιθυμία, οὐ μετέχων τῆς ἕξεως, ἀλλ' αὐτὸ ἕξις τυγχάνων. Ταῦτα δέ φησιν ἡ Νύμφη, ἵνα δείξῃ δικαίως ἐρῶσαν ἑαυτήν· ἀπολογίαν τοῦ πάθους, τὸ κάλλος τοῦ ἀγαπωμένου προβαλλομένη.
1.46.1
Κεφαλὴ αὐτοῦ, χρυσίον κεφάζ· βόστρυχοι αὐτοῦ, ἐλάται, μέλανες ὡς κόραξ. {Γρηγορίου.} Ἡ μὲν κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ἡ πάσης τῆς φύσεως ἡμῶν ἀπαρχὴ Χριστὸς, τὸ καθαρόν τε καὶ πάσης ἀμιγὲς κακίας χρυσίον ἐστί· τοῦτο γὰρ τὸ κεφάζ· βόστρυχοι δὲ οἵ ποτε ζοφώδεις κατὰ τοὺς κόρακας· οἷς ἔργον ἐστὶ τὸ τοὺς ὀφθαλμοὺς ἐκκόπτειν, ὡς ἡ Παροιμία φησίν· οὗτοι ἐλάται, τὰ ὑψηλά τε καὶ οὐρανομήκη δένδρα γενόμενοι, διὰ τοῦ ἀναδραμεῖν ἐκ γῆς πρὸς τὸ οὐράνιον ὕψος, προσθήκη τοῦ κάλλους γίνονται τοῦ Νυμφίου τῆς θείας κεφαλῆς ἐξαρτήσαντες ἑαυτοὺς, καὶ τῇ τοῦ Πνεύματος ἄρα περισοβούμενοι· δι' ὧν οἶμαι δηλοῦσθαι τοὺς ἀποστόλους, ὧν τινες ζοφώδεις ἐν οἷς ἔπραττον ἦσαν, ὁ τελώνης, ὁ λῃστὴς, 166 ὁ διώκτης, κατὰ τὸ μέλαν τε καὶ σαρκοβόρον· καὶ τῶν ὀφθαλμῶν ἀφανιστικὸν, τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους. {Ὠριγένους.} Οἱ βόστρυχοι διὰ τὴν πυκνότητα, κ. τ. λ.
1.47.1
Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. {Γρηγορίου.} Εἶεν ἂν ὀφθαλμοὶ οἱ τῆς Ἐκκλησίας καθηγούμενοι· καὶ ὃς δὲ τῶν τοιούτων ὀφθαλμῶν καὶ ἔπαινος ἡ ἀκακία· ἣν κατορθοῦσι, μηκέτι τῷ σαρκώδει βίῳ ἐμμολυνόμενοι, ἀλλὰ ζῶντες καὶ στοιχοῦντες τῷ πνεύματι. Ὁ γὰρ πνευματικός τε καὶ ἄϋλος βίος, τῷ τῆς περιστερᾶς εἴδει χαρακτηρίζεται, διὰ τὸ ἅγιον Πνεῦμα ἐν εἴδει ὀφθῆναι περιστερᾶς ἐν τῷ Ἰορδάνῃ. Χρὴ τοίνυν τὸν ἀντὶ ὀφθαλμοῦ τῷ σώματι τῆς Ἐκκλησίας ὑπὸ Θεοῦ τεταγμένον, εἰ μέλλοι καθαρῶς ἐπισκοπεῖν καὶ ἐφορᾷν πᾶσαν τὴν ἀπὸ τῆς κακίας λύμην ἀποκλύζειν τῷ ὕδατι· πολλὰ δὲ τῶν ῥυπτικῶν ὑδάτων εἶναι, φησὶ, τὰ πληρώματα. Ὅσαι γὰρ ἀρεταὶ, τοσαῦται καθαρσίων ὑδάτων πηγαὶ, καὶ καθαρωτέρους ἀεὶ ποιοῦσαι τοὺς ὀφθαλμούς· οἷον πηγὴ καθαρσίων ὑδάτων, ἡ σωφροσύνη· ἄλλη πηγὴ ταπεινοφροσύνης, ἡ ἀλήθειά τε καὶ δικαιοσύνη καὶ ἀνδρεία, καὶ τὰ τοιαῦτα, ἅτινα ὕδατά ἐστιν, ἐκ μιᾶς μὲν πηγῆς, διαφόρων δὲ ῥείθρων εἰς ἓν ἀθροιζόμενα πλήρωμα· δι' ὧν πάσης ἐμπαθοῦς λύπης γίνεται τοῖς ὀφθαλμοῖς τὰ καθάρσια· Ἀλλ' εἰσὶ μὲν ἐπὶ τὰ πληρώματα τῶν ὑδάτων οἱ ὀφθαλμοὶ, διὰ τῆς ἀκεραιότητός τε καὶ ἀκακίας, ταῖς περιστεραῖς ὡμοιωμένοι· τὸ δὲ γάλα τούτων εἶναι λουτρόν φησι, ὅτι μόνον ἐν ὑγροῖς τοῦτο εἰδώλου τινὸς ἀνεπίδεκτον καὶ ὁμοιώματος. Οὐδὲ γὰρ ἡ Ἐκκλησία μάταιόν τι καὶ πεπλανημένον καὶ ἀνυπόστατον ἐν ἑαυτῇ σκιαγραφεῖ παρὰ τὴν ἀλήθειαν· τὸ δὲ ἐπαγόμενον, νόμος ἐστὶ τοῖς ἐπαΐουσι· περὶ ἃ χρὴ τοὺς ὀφθαλμοὺς ἔχειν. Τὴν διηνεκῆ γὰρ προσεδρείαν τῆς περὶ τὰ μαθήματα προσοχῆς, τὸ Καθήμεναι ἐπὶ πληρώματα ὑδάτων, δηλοῖ· καθ' ὁμοιότητα τοῦ ξύλου τοῦ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένου· οὕτω γὰρ ὅ τε καρπὸς ἐπὶ τοῦ ἰδίου καιροῦ προβληθήσεται, καὶ ὁ κλάδος ἀειθαλὴς φυλαχθήσεται· τοιούτους εἶναι βούλεται τοὺς ὁρῶντας καὶ ἐπισκοποῦντας ὁ λόγος· ὧν χρὴ προβεβλῆσθαι μὲν τὴν τῶν θείων δογμάτων ἀσφάλειαν, ἐπικαλύπτεσθαι δὲ τῇ ταπεινοφροσύνῃ, καθάπερ τινὶ περιβολῇ τὸ καθαρόν τε καὶ στίλβον τῆς πολιτείας· μήποτε ἡ τῆς οἰήσεως δοκὸς ἐμπεσοῦσα τῷ καθαρῷ τῆς κόρης, ἐμποδὼν γένηται πρὸς τὴν ὅρασιν. {Φίλωνος.} Εἰ σῶμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία, εἴη ἂν αὐτοῦ ἕκαστον μέλος, ἕκαστον τάγμα τῶν ἐν τῇ Ἐκκλησίᾳ· καὶ πρῶτόν γε οἱ πατριάρχαι, ἐξ ὧν τὸ κατὰ σάρκα Χριστὸς, τῆς πίστεως αὐτῶν διὰ τὸ ἰσχυρὸν, ἀπεικαζόμενοι χρυσίῳ τινὶ ἰσχυρῷ· κεφὰζ 167 γὰρ, πέτρα ἑρμηνεύεται. Εἶτα τοὺς ἀποστόλους, ἐλάτας λέγων καὶ μέλανας, τὴν κακοπάθειαν αὐτῶν σημαίνων· καὶ ἑπταόφθαλμος δὲ τοῦ ἁγίου Πνεύματος δύναμις ἐφορῶσα τὴν Ἐκκλησίαν, ὀφθαλμοὶ αὐτοῦ εἴρηνται· πληρώματα δὲ τῶν ὑδάτων τούτων ἡ ἀγάπη· ἢ ἵνα τὸ πλήρωμα τοῦ λουτροῦ τῆς παλιγγενεσίας δείξῃ καὶ ἐν τῇ τῆς κακίας λευκότητι, ἐπὶ πληρώμασι τῶν Ἐκκλησιῶν καθεζομένους τοὺς ἱερεῖς.
1.48.1
Σιαγόνες αὐτοῦ, ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά. {Γρηγορίου.} Ἀκολούθως ἐπαινοῦνται μετὰ τοὺς ὀφθαλμοὺς αἱ σιαγόνες· ὧν ἕργον ἐστὶ, τὸ λεπτύνειν τὴν θείαν Γραφήν· δι' ἧς ἡ τοῦ σώματος τῆς Ἐκκλησίας συντηρεῖται δύναμις· ὡς εἶναι πάντα τηλαυγῆ καὶ νηπίοις κατάδηλα, καὶ δίχα τινὸς δολερᾶς κοιλότητος. Τοῦτο γὰρ ἡ φιάλη αἰνίττεται· μήτε ἄγαν βαθυνομένου τοῦ σχήματος αὐτῆς, μήτε δι' εὐθείας ἐξυπτιάζοντος· ὡς μήτε κοῖλον ἀκριβῶς εἶναι δοκεῖν, μήτε ἐπίπεδον. Εἰ οὖν τοιαῦταί εἰσιν αἱ φιάλαι τοῦ λόγου, οὐκ ἐκ γηΐνης ὕλης δηλονότι συστήσονται, ἀλλ' ἐκ τοῦ ἀρώματος αὐτῆς ἔσται ἡ φύσις ἐκείνου τοῦ ὑπὲρ πάντα τὰ ἀρώματα, καθὼς ἐν προοιμίοις φησὶν ἡ Νύμφη. {Ὠριγένους.} Σιαγόνας Χριστοῦ τοὺς διακονουμένους λόγῳ Θεοῦ καὶ τροφῇ πνευματικῇ νοητέον, κ. τ. λ. Χείλη αὐτοῦ, κρίνα στάζοντα σμύρναν. {Γρηγορίου.} Ἐπαινεῖται μετὰ τὰς σιαγόνας τὰ χείλη, δι' ὧν ὁ λόγος ἀρωματίζων προέρχεται. Δύο δὲ κατὰ ταυτὸν μαρτυρεῖ ἀρετὰς τῷ λόγῳ διὰ τοῦ διπλοῦ ὑποδείγματος· ὧν μὲν γάρ ἐστιν ἡ ἀλήθεια λαμπροτέρα τε καὶ φωτοειδὴς, ἐν τοῖς λεγομένοις θεωρουμένη ὥσπερ κρίνον, ἑτέρων δὲ, τὸ μόνην τὴν νοητὴν καὶ ἄϋλον ζωὴν ὑπὸ τῆς διδασκαλίας προδείκνυσθαι, διὰ τῆς τῶν νοητῶν θεωρίας, ἀπονεκρουμένης τῆς κάτω ζωῆς, τῆς διὰ σαρκός τε καὶ αἵματος ἐνεργουμένης. Ἡ γὰρ ἀποῤῥέουσα τοῦ στόματος σμύρνα, καὶ τὴν δεχομένην πληροῦσα ψυχὴν, ἐμφαίνει τὴν τοῦ σώματος νέκρωσιν· ὁ τοίνυν τέλειος καὶ καθαρὸς ὀφθαλμὸς ὁ τὴν σιαγόνα φιάλην ποιῶν τὴν τὰ μύρα ἐξ ἑαυτῆς πηγάζουσαν, οὗτος ἀνθεῖ τὰ κρίνα τῶν λόγων διὰ τοῦ στόματος, τῶν τῇ θείᾳ κεκαλλωπισμένων λαμπρότητι· οὕτω γὰρ τοὺς δι' ἀρετῆς εὐποροῦντας ὀνομάζει ὁ λόγος· ἀφ' ὧν γίνεται ἡ τῆς σμύρνης σταγὼν, ἀνελλιπῶς πληροῦσα τὴν τῶν δεχομένων διάνοιαν· ὅπερ ἐστὶν ἡ τῆς ὑλικῆς ὑπεροψία, διὰ τὴν τῶν ὑπερκειμένων ἀγαθῶν ἐπιθυμίαν, ἀνενεργήτων τε καὶ νεκρῶν γενομένων. {Κυρίλλου.} Τὰ στάζοντα σμύρναν λέγει, τὰ ὁμολογοῦντα χείλη τὸν θάνατον. {Ἀπολιναρίου.} Αὐτὸς μὲν οἷα κρίνον ἀκμάζει, ἡμῖν δὲ τὴν διὰ θανάτου πρὸς ζωὴν εἰσηγεῖται μετάθεσιν.
1.49.1
Χεῖρες αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι θαρσείσ. 1700 {Φίλωνος.} Τορευταὶ αἱ διατρηθεῖσαι χεῖρες· χρυσαῖ διὰ τὸ ἀναμάρτητον· πεπληρωμέναι τῆς ἐπιστροφῆς τῶν ἐθνῶν· Θαρσεὶς γὰρ ἐπιστροφὴ χαρᾶς. {Γρηγορίου.} Ὅτι μὲν ἀτελής ἐστιν ἐπὶ τοῦ σώματος τῆς Ἐκκλησίας ἡ τοῦ ὀφθαλμοῦ χάρις, τῆς τῶν χειρῶν ὑπουργίας διαζευγμένη, σαφῶς παρὰ τοῦ Ἀποστόλου μεμαθήκαμεν λέγοντος· Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· Τότε γὰρ μάλιστα τῶν ὀφθαλμῶν ἡ ἐνέργεια δείκνυται, ὅταν τὰ ἔργα μαρτυρεῖ τὴν ὀξυοπίαν τῷ ὄμματι, διὰ τῆς ἐπὶ τὰ καλὰ σπουδῆς τὴν ὁδηγίαν ἐπισημαίνοντα· οἷστισιν οὖν τὸ τῆς κεφαλῆς εἶδος ἐγκωμιάζεται, διὰ τῶν αὐτῶν καὶ ταῖς χερσί· κεφαλὴν δὲ τὸν Χριστὸν ἐνοήσαμεν, χρυσίον παρὰ τοῦ λόγου κατονομασθέντα, διὰ τὸ πάσης ἁμαρτίας ἐκτὸς εἶναι· χρυσᾶς οὖν καὶ τὰς χεῖρας δι' ὧν τὸ καθαρόν τε καὶ ἀναμάρτητον, καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον ἐμφαίνει. Χεῖρα δὲ νοοῦμεν πάντως, τὴν τὰ κοινὰ τῆς Ἐκκλησίας εἰς τὰς τῶν ἐντολῶν χεῖρας διαχειρίζουσαν· ἧς ἔπαινος τὸ ὁμοιωθῆναι τῇ τῆς κεφαλῆς φύσει κατὰ τὸ καθαρόν τε καὶ ἀναμάρτητον· καθαρὰ γίνεται ἡ χεὶρ ὅταν διὰ τῆς τορείας ἀποξύσηται τὸ ἐμποδίζον ἅπαν τῷ κάλλει· οἷον τὸ ἀνθρωπάρεσκον, τὸ φίλαυτον, τὸ φιλοκερδὲς, καὶ τὰ ὅμοια· τῆς δὲ Θαρσεὶς λέξεως, ποτὲ μὲν λαμβανομένης ἐπὶ κακοῦ, ὡς τό·" Συντρίψει πλοῖα Θαρσείς·" ποτὲ δὲ ἐπὶ τοῦ μεμακαρισμένου καὶ ἀγαθοῦ, ὡς τὸ ἐν Ἡσαΐᾳ [Ἰεζεκιὴλ] καὶ τό·" Εἶδος αὐτοῦ, ὡς εἶδος Θαρσείς·" τῇ τοῦ ἐπὶ τοῦ κρείττονος ἐχρήσατο σημασίᾳ, δηλούσης τῆς λέξεως τὸ ἀχρωμάτιστον καὶ νοητὸν καὶ ἀσώματον. Τότε οὖν γίνονται αἱ χεῖρες χρυσαῖ πλήρεις Θαρσεὶς, ὅταν ἀκριβῶς ἀφ' ἑαυτῶν πᾶν τὸ περιττὸν καὶ σωματοειδὲς ἀποτορεύσασαι ἐκ προαιρέσεως, πρὸς τὸ θεῖόν τε καὶ νοητὸν μεταβαίνουσι, τὴν ὑλώδη πᾶσαν καὶ βαρεῖαν περὶ τὰ πράγματα σχέσιν ἐκτιναξάμεναι. Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον, ἐπὶ λίθου σαπφείρου. {Γρηγορίου.} Κοιλία, τὸ διανοητικὸν καὶ λογιστικὸν τῆς ψυχῆς, ἐν ᾧ ἀποτίθεται καθαρῷ τε ὄντι καὶ λείῳ καὶ στίλβοντι· καθάπερ τὸ πυξίον τὸ ἐλεφάντινον· ὥστε τρανήν τε καὶ ἀσύγχυτον τὴν τῶν θείων λογίων ἐντυποῦσθαι Γραφήν. Ὁ οὐρανοειδὴς δὲ σάπφειρος, σύμβολον τοῦ τὴν καρδίαν ἡμῶν ταῦτα δεξαμένην τὰ μαθήματα τὰ ἄνω φρονεῖν, ὅπου τὸν θησαυρὸν ἐναποτίθεται· κἀκεῖ τὰς ὄψεις τῇ ἐλπίδι προσαναπαύειν· ὥστε μὴ κάμνειν ἐν τῇ προσοχῇ τῶν θείων παραγγελμάτων· τῆς οὐρανίας ἐλπίδος τὸ ὀπτικὸν τῶν τῆς ψυχῆς ὀμμάτων ἀναπαυούσης· ὥσπερ φασὶ τὴν λίθον ταύτην διὰ τοῦ κυανέου χρώματος προσαναπαύειν τὸν ὀφθαλμὸν κάμνοντα. {Ὠριγένους.} Κοιλία ἐστὶ τοῦ λόγου, οἱ χωρητικοὶ τῶν μυστηρίων, κ. τ. λ. 1701 {Κυρίλλου.} Εἶεν δ' ἂν οὗτοι καὶ βάσεις· οἱ γὰρ οἰκοδομούμενοι ἐποικοδομοῦνται τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.
1.50.1
Κνῆμαι αὐτοῦ, στύλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶσ. Ἀκολούθως τὰς κνήμας μετὰ τὴν κοιλίαν ἐπαινεῖ, ἅς φησι στύλους εἶναι μαρμαρίνους τεθεμελιωμένους ἐπὶ βάσεις χρυσᾶς· στύλοι δὲ τῆς Ἐκκλησίας, οἷον Πέτρος καὶ Ἰωάννης, οἳ θεμέλιον τὸν Χριστὸν χρυσὸν λεχθέντες· μαρμάρινοι δὲ, οὕσπερ εἶπε Παῦλος ἑδραίωμα· διὰ τὸ ἑδραῖον καὶ ἀσάλευτον, καὶ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζοντές τε· καὶ τὸ τὸν Θεὸν ἀγαπᾷν ἐξ ὅλης τῆς καρδίας, καὶ τὸν πλησίον ὡς ἑαυτὸν, ὡς διὰ στύλων μαρμαρίνων, τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας βαστάζειν. Ὁ γὰρ ἐν ταῖς δυσὶ ταύταις τελειωθεὶς ἐντολαῖς, στύλος καὶ ἑδραίωμα τῆς Ἐκκλησίας κατασκευάζεται· ὥστε τοῖς δυσὶ τούτοις κατορθώμασιν, ὅλον τὸ σῶμα τῆς Ἐκκλησίας, καθάπερ κνήμαις τισὶν ἐπερείδεσθαι τοῦ χρυσοῦ θεμελίου τῆς κατὰ πίστιν βάσεως τὸ ἀκλινὲς καὶ ἀμετάθετον· καὶ τῷ ἐν παντὶ ἀγαθῷ πάγιον τοῖς λογισμοῖς ἐμποιοῦντος.
1.51.1
Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτὸς, ὡς κέδροι· φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου, καὶ οὗτος πλησίον μου θυγατέρες Ἱερουσαλήμ. {Γρηγορίου.} Μετὰ τοὺς κατὰ τὸ μέρος ἐπαίνους, καθάπερ κεφαλαιουμένη ὅλον τοῦ Νυμφίου τὸ κάλλος, ταῦτά φησι· δηλοῦσα, ὡς οἶμαι, ὅτι περὶ τὸ βλεπόμενον κάλλος τοῦ Νυμφίου ἐστὶν ὁ ἔπαινος· ἐκεῖνό φημι τὸ βλεπόμενον· ὃ διὰ τὸν καθ' ἕκαστον μελῶν τῶν συμπληρούντων τὴν Ἐκκλησίαν σωματοποιεῖ ὁ Ἀπόστολος. Ἓν γὰρ εἶδος αὑτοῦ, φησὶν εἶναι τὰς μυριάδας τῶν κέδρων, αἷς διείληπται πανταχόθεν ὁ Λίβανος· δηλοῦσα διὰ τῶν λεγομένων ὅτι οὐδὲν ταπεινὸν καὶ χαμαίζηλον συντελεῖ πρὸς τὴν εὐμορφίαν τοῦ σώματος, ἐὰν μή τι κατὰ τὴν κέδρον ὑψηλὸν ᾖ καὶ πρὸς τὰ ἄνω τῇ ἀρετῇ ἐπειγόμενον. Ὁ Λίβανος δὲ ὄρος ἐστὶ περιφανές τε καὶ λάσιον· καὶ ἐπειδὴ πολλάκις καὶ ὁ διάβολος Λίβανος ὀνομάζεται, καὶ κέδροι οἱ δαίμονες, ὡς τό·" Καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου·" νῦν ἡ Νύμφη τῷ ἐκλεκτῷ Λιβάνῳ τὸ εἶδος τοῦ Νυμφίου παρείκασεν, ἐπὶ τὸ κρεῖττον ἐκλαμβάνουσα τὴν ὀνομασίαν· ὡς ἐν τῷ," Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται." Διὰ τί δέ ποτε μὲν ἐπὶ καλοῦ λαμβάνεται ὁ Λίβανος ἅμα τοῖς κέδροις, ποτὲ δὲ ἐπὶ τοῦ ἐναντίου; Ἐπειδὴ πέφυκε παρυφίστασθαι τῇ ἀρετῇ ἡ κακία, καὶ ἐξομοιοῦσθαι αὐτῇ· ὅθεν καὶ, Ὡς Λίβανος ἐκλεκτὸς, φησίν· ἐκλογὴ δὲ πάντως διὰ τῆς τοῦ ἐναντίου παραθέσεως γίνεται· διὸ ὁμώνυμόν ἐστι τὸ ἀγαθὸν, ἐπί τε τοῦ ὄντως ὄντος τοιοῦτον, καὶ ἐπὶ τοῦ ὄντος μὲν, ὑποκρινομένου δὲ δι' ἀπάτης καὶ δοκοῦντος εἶναι ὃ οὐκ ἔστιν. Ὁ μὴ δια 1704 μαρτάνων τοίνυν τῆς τοῦ καλοῦ κρίσεως, τὸ ἐξειλεγμένον ἀγαθὸν, ἀντὶ τοῦ ἠπατημένου προσείλετο. Ἐπειδὴ τοίνυν τὸ σῶμα Χριστοῦ διὰ τῶν καθ' ἕκαστον πληροῦται μελῶν, καὶ τὰ πολλὰ μέλη ἓν σῶμα γίνεται κατὰ τὸν Ἀπόστολον, τούτου χάριν ὅλον τοῦ Νυμφίου τὸ κάλλος τὸν ἐκλεκτὸν ὠνόμασε Λίβανον, τὴν πρὸς τὸν ἀπόβλητον διαφορὰν τῷ ἐκλεκτῷ διαστείλασα· ἐπειδὴ δὲ κηρία μέλιτος οἱ καλοί εἰσι λόγοι, ἡ δὲ τῆς φωνῆς γέννησις ἐκ τοῦ φάρυγγος, ἐν ᾧ τὸ πνεῦμα προσπῖπτον ἐκ τῆς ἀρτηρίας ἠχεῖ· ἔοικε δὲ διὰ ταύτης τοὺς ὑπηρέτας τοῦ λόγου δηλοῦν, ἐν οἷς λαλεῖ ὁ Θεὸς, τὸ μέλι, τὸ λεῖον διὰ τοῦ φάρυγγος τοῦ ἰδίου πηγάζοντας· χαρακτηρίσασα δὲ δι' ὧν ἠδύνατο τὸν ποθούμενον, τότε δεικτικῶς, Οὗτός ἐστι, φησὶν, ὃς διὰ τοῦ ἀδελφὸς γενέσθαι ἐξ Ἰούδα ἡμῖν ἀνατείλας πλησίον ἐγένετο.
1.52.1
Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. {Γρηγορίου.} Πρῶτον μὲν περὶ τοῦ, τί ἐστιν, ἐποιήσαντο τὸν λόγον αἱ παρθένοι ψυχαὶ, ὅπερ ἐδιδάχθησαν δι' ὧν αὐτὸν ὑπέγραψε. Διὸ ἀρτίως περὶ τοῦ ποῦ πυνθάνονται, ἵνα ὅπου μέν ἐστι μαθοῦσαι, προσκυνήσωσιν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ· ὅπου δὲ ἀπέβλεψεν, οὕτως ἑαυτὰς στήσωσιν, ὥστε καὶ αὐταῖς ἐποφθῆναι τὴν δόξαν αὐτοῦ, οὗ ἡ ἐπιφάνεια σωτηρία τῶν ἐποφθέντων γίνεται· καθηγεῖται τοίνυν αὐτῶν πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· καθάπερ Φίλιππός ποτε τῷ Ναθαναὴλ," Ἔρχου καὶ ἴδε·" ἀντὶ τοῦ, Ἴδε, τὸν τόπον ὑποδεικνύουσα ἐν ᾧ ἐστιν ὁ ζητούμενος, καὶ ὅπου βλέπει. {Νείλου.} Ἔπεισεν αὐτὰς ἐξηγουμένη τὸ κάλλος τοῦ Νυμφίου, καὶ διέθηκεν ὡς ἐβούλετο· ὅθεν καὶ τῷ λόγῳ συνεψηφίσαντο τῷ τῆς Νύμφης ἔρωτι, καὶ τοῖς ἔργοις βεβαιοῦσι τὸν πόθον· καὶ τῇ ἐρώσῃ συμπάσχουσαι, καὶ ἐρωτικὸν παθοῦσαί τι πρὸς αὐτὸν ἐκ τῆς διηγήσεως. Τοιαῦτα γὰρ τὰ ὄντως καλὰ, καὶ ὁρώμενα χειροῦται πρὸς πόθον, καὶ ἀκουόμενα ἐφέλκεται πρὸς διάθεσιν· διὸ καὶ ζητεῖν αὐτὸν μετ' αὐτῆς λοιπὸν σπουδάζουσιν. {Ἀπολλιναρίου.} Πανταχῆ μὲν πάρεστιν ὁ Νυμφίος Λόγος· πρὸς δὲ τὸ ἐπιτήδειον ποιεῖται τὰς ἐνεργείας, ὡς ἐν τῷ Ἰσραὴλ πρότερον, καὶ νῦν ἐν τῇ Ἐκκλησίᾳ τὸ ὅλον τοῦ Σωτῆρος ἡ παρουσία, ἐξαιρέτως δὲ ἐν τοῖς ἁγίοις· ἐνταῦθα τοίνυν διὰ τῶν συμβόλων δείκνυσιν αὐτὸν διατρίβοντα· τὸν καιρὸν αἰνιξαμένη καθ' ὃν ἔφη πατάσσεσθαι, καὶ τραυματίζεσθαι, καὶ τὴν περιβολὴν ἀφαιρεῖσθαι. ΚΕΦΑΛ. ʹ.
1.53.1
Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ· εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνει ἐν κήποις, συλλέγειν κρίνα. {Γρηγορίου.} Αὕτη μὲν ἡ σημαντικὴ τοῦ 1705 λόγου πρὸς τὰς νεάνιδάς ἐστιν ὁδηγία· δι' ὧν μανθάνουσι καὶ ὅπου ἐστὶ, καὶ ὅπου βλέπει· διὰ τούτων δὲ τὸ εὐαγγελικὸν μυστήριον μανθάνομεν. Ἀδελφιδὸς γὰρ παρ' αὐτῆς ὀνομάζεται, διὰ τὸ ἀδελφιδοὺς ὑπάρχειν τῶν τε ἐξ ἐθνῶν λαῶν, καὶ τῶν ἐξ Ἰουδαίων· τὸ δὲ κατέβη διὰ τὸν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβάντα, καὶ γενόμενον ἐν λῃσταῖς. Κατέβη γὰρ ἐκ τῆς ἀφράστου μακαριότητος φανερωθὲν ἐν σαρκὶ, τοῦ ποιῆσαι πάλιν κῆπον τὴν ἔρημον, τῇ τῶν ἀρετῶν φυτείᾳ καλλωπιζόμενον. Ἀναφυτεύει γὰρ τὸ ἑαυτοῦ γεώργιον ὁ ἀληθινὸς γεωργὸς ἡμᾶς τοὺς ἀνθρώπους. Ἡμεῖς γάρ ἐσμεν αὐτοῦ γεώργιον· αἱ δὲ τοῦ ἀρώματος φιάλαι, ἐν μὲν τῇ τοῦ κάλλους ὑπογραφῇ πρὸς τὸ τῶν σιαγόνων ἐγκώμιον παρελήφθησαν· ἐνταῦθα δὲ τόπος εἶναι τοῦ Νυμφίου καὶ ἐνδιαίτημα παρὰ τοῦ Λόγου μηνύεται· τοῦτο μανθανόντων ἡμῶν, ὅτι οὔτε ἐν ἑρήμῳ τῶν ἀρετῶν ψυχῇ ὁ Νυμφίος λόγος αὐλίζεται· ἀλλ' εἴ τις φιάλη ἀρώματος γένοιτο φύουσα μυρεψικὰ, ὁ τοιοῦτος κρατὴρ τῆς σοφίας γενόμενος, δέχεται ἐν ἑαυτῷ τὸν θεῖον ἀκήρατον οἶνον· δι' ὧν γίνεται τῷ δεξαμένῳ εὐφροσύνη. Νομὴν δὲ νέμεται τοῦ Νυμφίου τὸ ποίμνιον, οὐκ ἐν ἐρήμοις ἀκάνθας, οὐδὲ πόαν χορτώδη, τὰ δὲ ἐκ τῶν κήπων ἀρώματά τε καὶ κρίνα, ἅτινά ἐστιν ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα προσφιλῆ, ὅσα εὔφημα· εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος· ἅπερ εἰς τροφὴν αὐτῆς ὁ καλὸς συλλέγει ποιμήν· τὰ μὲν γὰρ κρίνα τοῦ λαμπροῦ καὶ καθαροῦ τῆς διανοίας αἴνιγμα γίνεται, ἡ διὰ τῶν ἀρωμάτων εὔπνοια, τοῦ πάσης ἁμαρτιῶν δυσωδίας ἀλλοτρίως ἔχειν. {Νείλου.} Ὅσην μὲν ἐπὶ τῇ λέξει ζηλοτυπίαν ἔχει τὸ ῥητόν· διακρούεται γὰρ τὰς μετ' αὐτὴν ζητεῖν βουλομένας, ἀπεληλυθέναι λέγουσα αὐτὸν, ὅπου δυσχερὲς ἢ ἀδύνατον ἐκείνας καταβῆναι· ἡ δὲ διάνοια δηλοῖ, ὅτι καταβέβηκεν ὁ Νυμφίος εἰς κῆπον οἰστικὸν λαχάνων, ἅ ἐστι ἀσθενῶν τροφὴ καὶ ὀλιγοπίστων ἔδεσμα· τάχα οὐκ ἂν καταβὰς, εἰ παράδεισος ὁ κῆπος ἐτύγχανεν ὤν. Εἰσέρχεται γὰρ εἰς τὰ τελειότερα· ὡς ἐπιπέδοις ὁμαλῶς ἐπιβαίνων τοῖς ἰσοτίμοις· καταβαίνει δὲ εἰς τὰ ὑποδεέστερα, τὴν τῆς συγκαταβάσεως οἰκονομίαν ὀνομάζων κατάβασιν· καὶ τοῦ ποιμαίνειν δὲ ἐν κήποις τὴν πρὸς τοὺς ποιμαινομένους συγκατάβασιν δηλοῖ· οὐ δυνηθέντας προβῆναι δι' ἀσθένειαν τοῖς ὄρεσι τῆς φυσικῆς καὶ ἀρχαίας εὐδιαγώγου νομῆς, πρὶν ὁ ποιμὴν πρὸς αὐτοὺς καταβῇ· ἐκεῖ διὰ φιλανθρωπίαν γενόμενος, ὅπου αὐτοὶ κατέπεσον δι' ἀμέλειαν· ποιμαίνων δὲ τοὺς ἀσθενεστέρους, ἐν τοῖς τῆς συγκαταβάσεως κήποις, εἴπου εὕρῃ κρίνα ἀνθεῖν ἀρξαμένους τὸ τῆς ἐπὶ Θεὸν πεποιθήσεως ἄνθος· καὶ τὴν μέριμναν τῆς σωματικῆς ἀνάγκης ἐπιῤῥίψαντα ἐπ' αὐτόν. Συλλέγει δὲ ταῦτα μεταφυτεύων ἐν ἐπιτηδειοτέρῳ τόπῳ πάντως καὶ τάγματι· κρίνων γὰρ ἐπιτήδειον τούτοις τὴν ἐν κήποις διαγωγήν· ἵνα μὴ καὶ τοῦ ἔθνους ἐπὶ τὴν ἀρχαίαν ἕλκοντος κατάστασιν, καὶ τῆς πρὸς τοὺς τοιούτους πολλῆς κοινωνίας ἐρεθιζούσης πρὸς ζῆλον μιμήσεως ἐπὶ τὴν παλαιὰν κατενεχθῶσι συνήθειαν. 1708 {Φίλωνος.} Κατέβη πρὸς τὰς ἐν ᾄδου τῶν δικαίων ψυχάς· φιάλαι γὰρ αὗται τοῦ ἀρώματος· πρῶτον γὰρ οἱ πατριάρχαι τὴν εἰς Χριστὸν ἔπνευσαν πίστιν· καὶ μετὰ τὴν ἀνάστασιν τὰς κατὰ τόπον ἐκκλησίας ποιμαίνειν· συλλέγειν δὲ κρίνα τοὺς ἀγαθοὺς ἄνδρας, ἢ τὸν λόγον τῆς ὁμολογίας αὐτῶν.
1.54.1
Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδός μου ἐμοὶ ὁ ποιμαίνων ἐν τοῖς κρίνοισ. {Γρηγορίου.} Κανὼν καὶ ὅρος τῆς κατ' ἀρετὴν τελειότητός ἐστιν οὗτος. Μανθάνομεν γὰρ διὰ τούτων τὸ μὴ δεῖν πλὴν τοῦ Θεοῦ μηδὲν ἔχειν, μηδὲ πρὸς ἄλλο τι βλέπειν τὴν κεκαθαρμένην ψυχὴν, ἀλλ' οὕτως ἑαυτὴν ἐκκαθᾶραι παντὸς ὑλικοῦ πράγματός τε καὶ νοήματος, ὡς ὅλην δι' ὅλου μετατεθεῖσαν πρὸς τὸν νοητόν τε καὶ ἄϋλον, ἐναργεστάτην εἰκόνα τοῦ ἀρχετύπου κάλλους ἑαυτὴν ἀπεργάσασθαι. Λέγει οὖν τὴν φωνὴν ταύτην ἡ Νύμφη τὸ προαιρετικόν τε καὶ ἔμψυχον κάτοπτρον· ὅτι Ἐπειδὴ ὅλῳ τῷ κύκλῳ ἐγὼ τὸ τοῦ ἀδελφιδοῦ πρόσωπον βλέπω, διὰ τοῦ ὅλον τῆς ἐκείνου μορφῆς τὸ κάλλος ἐν ἐμοὶ καθορᾶσθαι· οἷος ἦν Παῦλος ὁ εἰπών·" Ἐμοὶ τὸ ζῇν Χριστός." Οὐδὲν γὰρ τῶν ὑλικῶν καὶ ἀνθρωπίνων μαθημάτων ἐν αὐτῷ ζῇ, οὐ λύπη, οὐ θυμὸς, οὐ φόβος, οὐ δειλία, οὐ τύφος, οὐ θράσος, οὐ φιλοδοξία, οὐκ ἄλλο τι τῶν τὴν ψυχὴν διά τινος σχέσεως κηλιδούντων· ἀλλ' ἐκεῖνός μοι μόνος ἐστὶν, ὃς οὐδὲν τούτων ἐστὶν, ἀλλ' ἢ ἁγιασμὸς καὶ ἀφθαρσία, καὶ φῶς, καὶ ἀλήθεια, καὶ τὰ τοιαῦτα, ὅσα ποιμαίνει ψυχὴν, οὐκ ἐν χόρτοις ἢ φρυγάνοις, ἀλλ' ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Καὶ ὥσπερ ἐπὶ ὑελίνου σκεύους, οἷον ἂν ᾖ τὸ ἐμβαλλόμενον, διαφανὲς γίνεται· οὕτω τρέφεται μὲν ψυχὴ τοῖς κρίνοις, εἴτ' οὖν ταῖς ἀρεταῖς· ὧν ὁ τῆς ἀγαθῆς πολιτείας ἐμφορηθεὶς, ἐπίδηλον ποιεῖ διὰ τοῦ βίου ἑκάστης ἀρετῆς τὸ εἶδος, διὰ τοῦ ἤθους ἐπιδεικνύμενος. {Νείλου.} Ὅτι ζηλοτύπως ἡ λέξις ἐσχημάτισται· ἵνα γὰρ μὴ νομίσωσι κοινὸν εἶναι πασῶν, καὶ οὔπω τέως ἀξίων τὸν πρὸς τῶν τοιούτων ἔρωτα, μόνην μόνῳ ἑαυτῷ ἀνατίθησι. Πῶς δὲ νῦν ἐν κρίνοις ποιμαίνει; ποιμαίνων ἐν κήποις πρότερον ἢ πάντων προκοψάντων τῶν ποιμαινομένων. Ὥσπερ" τὸ σῶμα, οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ," οὕτω καὶ ἡ Νύμφη τῷ Κυρίῳ· καὶ ἔμπαλιν· εἰ δέ τι ἄνθος ὡραῖον ἐν ἀνθρωπίναις ψυχαῖς, ἐκεῖνο συλλέγων ὡς ἄξιον τοῖς ἑαυτοῦ ποιμέσι ποιμαντικῆς. {Φίλωνος.} Ἤγουν ἐγὼ τὰ ἔργα αὐτῷ, καὶ αὐτὸς ἐμοὶ τὸν μισθόν. {Ἀπολιναρίου.} Ὡς ἂν μή τις νομίσῃ διεστάναι τὸν κῆπον αὐτῆς, καὶ τὴν ἐκεῖ τοῦ Νυμφίου διατριβὴν, δείκνυσιν ἑαυτὴν εἶναι τὴν ὑπ' αὐτοῦ νεμομένην· καὶ αὐτὴν εἶναι τὰ κρίνα. Ταῦτα εἰπούσης, ὁ Νυμ 170 φίος ἐπιφαίνεται, ἐγκώμιά τε λέγων αὐτῆς, καὶ τὸ εὐδοκεῖν ἐν αὐτῇ, κατὰ τὸ" Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ." {Κυρίλλου.} Ἐγὼ αὐτῷ τὴν πίστιν, καὶ αὐτὸς ἐμοὶ τὴν βασιλείαν· ποιμαίνει δὲ ἐν τῇ καθαρότητι τῶν Γραφῶν καὶ τῶν ἁγίων δογμάτων.
1.55.1
Καλὴ εἶ ἡ πλησίον μου, ὡς εὐδοκία· ὡραία, ὡς Ἱερουσαλήμ· θάμβος, ὡς τεταγμέναι. {Γρηγορίου.} Ἀναθεῖσα ἑαυτὴν τῷ ἀδελφιδῷ, καὶ δεξαμένη τοῦ ἀγαπηθέντος τὸ κάλλος ἐν τῇ ἰδίᾳ μορφῇ, οἵων ἀξιοῦται παρ' αὐτοῦ; Τί δέ ἐστιν ὅ φησιν, ἐνδείκνυται ὁ λόγος τὸ διὰ τῆς κατορθουμένης ἀνόδου μέχρις ἐκείνου τὴν ψυχὴν ὑψωθῆναι, ὡς πρὸς τὰ τοῦ Δεσπότου θαύματα ἑαυτὴν ἀποκλῖναι. Εἰ γὰρ ὁ ἐν κόλποις τοῦ Πατρὸς ὑπὲρ τῆς ἡμῶν ἐνηνθρώπησεν εὐδοκίας, ἵνα γένηται ἐπὶ γῆς εἰρήνη, δηλονότι τὸ κάλλος ἑαυτῆς πρὸς τὴν εὐδοκίαν ὁμοιώσασα τὴν αὐτοῦ, Χριστὸν μιμουμένη τοῖς κατορθώμασι, γίνεται τοῖς ἄλλοις ὅπερ ὁ Χριστὸς τῇ ἀνθρώπων γέγονε φύσει. Καὶ λέγεται Ἱερουσαλὴμ πόλις τοῦ μεγάλου Θεοῦ εἰς οἴκησιν καὶ περίπατον· χωρήσασα τὸν ἀχώρητον, καὶ τῇ τοῦ ἐνοικοῦντος ὡραιότητι καλλωπιζομένη, καὶ πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦσα κατὰ μίμησιν τῶν ἄνω δυνάμεων, αἵ τινες ὑπὸ Θεοῦ εἰσι τεταγμέναι, μηδὲ μιᾶς κακίας ἀνατρεπούσης αὐτῶν τὴν εὐταξίαν· ὡς κοινῶν ἐφ' ἑαυτῆς τὸ θαῦμα καὶ τὴν ἔκπληξιν. Τοῦτο γὰρ ἑρμηνεύει τὸ θάμβος τοιοῦτον· οἷον ἐν ταῖς τεταγμέναις ἐστίν. {Ὠριγένους.} Ὅσον πλησίον γίνεται τοῦ Νυμφίου, κ. τ. λ.
1.56.1
Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. {Γρηγορίου.} Τινὲς μὲν παρὰ τοῦ Δεσπότου πρὸς τὴν καθαρὰν ταῦτα εἰρῆσθαι ψυχὴν λέγουσιν, ἐγὼ παρὰ τῆς Νύμφης τοῦτο οἶμαι εἰρῆσθαι. Ἐπεὶ γὰρ ἀποῤῥήτως τῇ Γραφῇ πτέρυγας εἶναι περὶ τὴν θείαν εἴρηται φύσιν, κατὰ τὸ ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με· καὶ διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς· ὁ δὲ ἄνθρωπος ἐγένετο κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν· πτερωτὴν συμβαίνει λέγεσθαι καὶ τοῦ ἀνθρώπου τὴν φύσιν, ἐν ᾧ τὸ κατ' εἰκόνα ἐφυλάττετο. Ἀπεγύμνωσε δὲ αὐτὸν τῶν τοιούτων πτερῶν ἡ κακία δυνάμεώς τε, φημὶ, καὶ μακαριότητος, καὶ ἀφθαρσίας τούτων νοουμένων· ἀλλ' ἐπεφάνη ὁ Χριστὸς ἵνα δι' ὁσιότητος καὶ δικαιοσύνης αὖθις πτεροφυήσωμεν· ὁμοῦ τε γὰρ φιλανθρώποις ἡμᾶς οἶδεν ὀφθαλμοῖς ὁ Θεὸς, καὶ κατὰ τὴν ἀρχαίαν φύσιν ἀνεπτερώθημεν. Ὅταν οὖν οἱ ὀφθαλμοί σου ἐπ' ἐμὲ ἐπιβλέπωσιν, ἀποστρέφονται ἀπὸ τοῦ ἐναντίου· οὐ γὰρ ὄψονταί τι ἐν ἐμοὶ τῶν ἐναντιουμένων τῷ πτέρυγας περιστερᾶς ἀναλαβεῖν διὰ τῶν ἀρετῶν, καὶ πετασθῆναι καὶ καταπαῦσαι. 1712 {Ὠριγένους.} Ἡ Ἐκκλησία τῇ ὡραιότητι, κ. τ. λ. {Νείλου.} Πολλὴν τῆς Νύμφης παῤῥησίαν δηλοῖ, ἐκ τοῦ ἐνατενίζειν ἀδεῶς τῷ Νυμφίῳ. Εἰ δὲ ὁ Λόγος ἐστὶν ὁ Νυμφίος, ἀναπτεροῦται καὶ ἐπὶ πλεῖον οὗτος ἀναβαίνει πρὸς ὕψος θεωρίας χωρῶν, ὅταν εὕρῃ θεωρητικὴν ψυχὴν, τῇ νοήσει παρακολουθῆσαι δυναμένην, ἵν' οὕτως εἴπω, ἀναιδῶς πᾶσιν ἐνατενίζειν τοῖς θεωρουμένοις. Ἀλλὰ παραινῶν κηδεμονικῶς, μὴ ἀτενὲς ἔχειν πάντοτε τὸ τοιοῦτον ὄμμα· καί ποτε δὲ ἀποστρέφειν αὐτὸ καὶ καμμύειν· ἵνα μὴ πολὺ πτερωθέντος τοῦ ἀτενιζομένου ἀτενίσῃ πρὸς τὴν συνανάβασιν καὶ τῶν ὑπὲρ φύσιν ἐφιεμένη· καὶ πρὸς τὰ λοιπὰ νοήματα, ἀμβλυωπέστερα γένηται. {Φίλωνος.} Ἤγουν τὰς ἐμὰς ὁδοὺς οἱ μεταστραφέντες τηρείτωσαν ὀφθαλμοί· τὸν σὸν γάρ μοι τοῦτο πόθον ἐργάζεται. {Κυρίλλου.} Ἀπὸ τῶν ἀπειθούντων σοι τοὺς σοὺς ἀπόστρεψον ὀφθαλμοὺς, καὶ εἰς ἐμὲ κλῖνον· αὐτοὶ γὰρ, φησὶν, τὴν ἀγάπην ἐξήγειράν σε.
1.57.1
Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνέβησαν ἀπὸ τοῦ Γαλαάδ· ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖσ. {Γρηγορίου.} Μόναι τοῦ σώματος αἱ τρίχες ἀμοιροῦσιν αἰσθήσεως· ἃς γυναιξὶν εἶναι κόσμον εἶπεν ὁ Παῦλος, ὡραϊζούσας τὴν κεφαλήν. Διδάσκει τοίνυν ὅτι χρὴ τοὺς περὶ τὴν κεφαλὴν τῆς Νύμφης θεωρουμένους, δι' ὧν ἡ Ἐκκλησία δοξάζεται, κρείττους τῶν αἰσθήσεων εἶναι· κρύπτοντας διὰ τῆς σοφίας τὴν αἴσθησιν κατὰ τὴν Παροιμίαν·" Ὅτι σοφοὶ κρύπτουσιν αἴσθησιν·" οἷς οὐχ ὅρασις τοῦ καλοῦ κριτήριον γίνεται, οὐ γεύσει τὸ ἀγαθὸν δοκιμάζεται, οὐκ ὀσφρήσει, οὐχ ἁφῇ· νεκρώσαντες γὰρ, φησὶ, τὰς αἰσθήσεις, ἐφάπτονται διὰ μόνης τῆς ψυχῆς τῶν κατ' ἔννοιαν ἀγαθῶν ὀρεγόμενοι· καὶ οὕτω δοξάζουσι γυναῖκα τὴν Ἐκκλησίαν, οὔτε τιμαῖς διογκούμενοι, οὔτε μικροψυχίαις πρὸς τὰ λυπηρὰ συστελλόμενοι, ἀλλ' ἐν τῇ πείρᾳ τῶν τριχῶν ἀναισθησίαν ὑποκρινόμενοι. Εἴληφε δὲ τὰς αἶγας εἰς παραβολὴν, ἢ διὰ τὸ φύσει δασὺ, ἢ ὅτι τῶν ἄκρων ἐπιβαῖνον τὸ ζῶον, οὐ περιολισθαίνει ταῖς πέτραις· ὅπερ τοῖς τὴν τραχεῖαν τῶν ἀρετῶν ὁδὸν κατορθοῦσι, προσφυῶς ἁρμόζεται· ἢ διὰ τὸ πρὸς πολλὰ τῆς νομικῆς ἱερουργίας παρειλῆφθαι συντελεῖν πρὸς ἐγκώμιον τῇ κεφαλῇ· κἀν ταῖς Παροιμίαις δὲ ἐν τοῖς τέσσαρσι τοῖς ἐνοδουμένοις, ὁ τράγος ἠρίθμηται, τοῦ αἰπολίου ἡγούμενος. Λεκτέον οὖν ὥσπερ εὑρεθὲν ἐπιτήδευμα, διὰ πολλῶν τῶν ἐφεξῆς διατρέχον, ἐπὶ τὸν εὑρετὴν ἀναφέρεται· ὡς ἐπὶ τὸν Θοβὲλ ἡ χαλκευτικὴ, καὶ ἡ ποιμαντικὴ ἐπὶ τὸν Ἄβελ, καὶ ἡ γεωργικὴ ἐπὶ τὸν Κάϊν, καὶ ἡ ἀμπελουργικὴ ἐπὶ τὸν Νῶε· οὕτως 1713 ἐπειδὴ τοῦ θείου ζήλου διαφερόντως Ἠλίας καθηγήσατο, ὅσοι μετ' ἐκεῖνον τοῖς ἑαυτοῦ ἴχνεσιν ἐπηκολούθησαν, τὸν ἐκείνου μιμησάμενοι βίον, αἰπόλιον γεγόνασι τοῦ ἡγησαμένου τῆς τοιαύτης ζωῆς· οἵ τινες δόξα καὶ ἔπαινος τῆς Ἐκκλησίας γίνονται, εἰς τὸν τῶν τριχῶν καταγέντες κόσμον, ὃν ἡ αἰσθητικὴ ζωὴ κεχώρισταί τε καὶ ἠλλοτρίωται· διὰ δὲ τῶν αὐτῶν, καὶ τοὺς τρέφοντας τὸ σῶμα τῆς Ἐκκλησίας ὀδόντας ἐπαινεῖ, οὓς εἶναι βούλεται διὰ παντὸς, ὡς ἀπὸ λουτροῦ καθαροὺς, καὶ τὰς τρίχας ἔχειν ἀπερίττους ὡς ἀπὸ προσφάτου κουρᾶς· καὶ κατὰ τὸν τόκον τῶν ἀρετῶν διδυμεύοντας, τῆς διπλῆς καθαρότητος γίνεσθαι πατέρας· τῆς τε κατὰ ψυχὴν καὶ τῆς κατὰ σῶμα θεωρουμένης· καὶ μηδὲν ἔχει ἀγονοῦν ἐν τῷ κρείττονι. {Ὠριγένους.} Εἴρηται δεύτερον ταῦτα τῇ Νύμφῃ, κ. τ. λ. ʹ. Ὡς σπαρτίον κόκκινον χείλη σου· καὶ ἡ λαλιά σου ὡραία· ὡς λέπυρον τῆς ῥόας, μῆλόν σου· ἐκτὸς τῆς σιωπήσεώς σου. {Γρηγορίου.} Μέτρου ὄνομα τὸ σπαρτίον· τὴν μὲν οὖν μεμετρημένην τοῦ λόγου διακονίαν δηλοῖ, ἢν ὁ ψαλμῳδὸς φυλακὴν καὶ θύραν περιοχῆς ὠνόμασε· τότε δὲ μάλιστα τυγχάνει τοῦ μέτρου ὁ λόγος, ὅταν τῷ τοῦ Σωτῆρος περικέχρηται αἵματι· ὁ τοίνυν λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, αὐτὸς ἔχει τὸ σχοινίον ἐπὶ τοῦ σώματος τὸ γεωμετρικὸν, τῷ τοῦ λυτρωτοῦ καλλωπιζόμενον αἵματι· λαλιὰν δὲ ὡραίαν ὀνομάζει τὸ σπαρτίον τὸ κόκκινον, δι' οὗ πάλιν σημαίνει τὸ καθαρὸν καὶ ἔμμετρον· τὸ γὰρ ἀκριβῶς ὡραῖον ἐν τῷ ἰδίῳ καιρῷ τῆς ἀκμῆς προσφερόμενον, οὔτε ἄωρόν ἐστιν, οὔτε ἐξέωρον· τῷ δὲ λεπύρῳ τῆς ῥόας τὸ μῆλον τῆς παρειᾶς ὡραΐζων, μεγάλην τινὰ προσμαρτυρεῖ τῇ Νύμφῃ τὴν ἐν τοῖς ἀγαθοῖς τελειότητα· σημαίνει γὰρ μὴ ἐν ἄλλῳ τινὶ τὸν θησαυρὸν αὐτῇ παρασκευάσθαι, ἀλλ' αὐτὴν εἶναι θησαυρὸν ἑαυτῆς, παντὸς ἀγαθοῦ παρασκευὴν ἐν ἑαυτῇ περιέχουσαν. Ὡς γὰρ τῷ λεπύρῳ περιέχεται τῆς ῥόας τὸ ἐδώδιμον, οὕτως ἐνδείκνυται τῷ φαινομένῳ κάλλει τοῦ βίου, τὸν ἔνδον αὐτῆς θησαυρὸν περιέχεσθαι. Οὗτος οὖν ἐστιν ὁ κρυπτὸς θησαυρὸς τῶν ἐλπίδων, ὁ ἴδιος καρπὸς τῆς ψυχῆς, τῷ ἐναρέτῳ βίῳ καθάπερ τινὶ ῥόας λεπύρῳ κρατούμενος· τὸ δὲ ἐκτὸς τῆς σιωπήσεώς σου τοιοῦτόν ἐστιν, ὅτι ὁ ἔπαινος οὐκ ἐκ τῶν φαινομένων τοσοῦτόν ἐστι ὅσα τῷ λόγῳ μηνύεται, ἀλλὰ μᾶλλον ὅσα τῇ σιωπῇ ἀποκρύπτεται, τὴν τοῦ λόγου διαφεύγοντα μήνυσιν· ὥσπερ γὰρ τὸ ἐκτὸς τοῦ λόγου σιωπὴ νοεῖται, οὕτω καὶ τὸ ἐκτὸς σιωπήσεως, τὸν λόγον νοήσεις. Ἐκεῖνο γὰρ σιωπῶμεν ὃ διὰ τῶν λόγων ἐξαγγέλλειν ἀδυνατοῦμεν· φησὶν οὖν ὅτι καλὰ μὲν καὶ μεγάλα τῷ λόγῳ φανῆναι δυνάμενα ὃ ἐκτός ἐστι τῆς σιωπήσεως· τὰ δὲ τοῦ λόγου ἐκτὸς τὰ τῇ σιωπῇ καλυπτόμενα, τὰ ἄῤῥητά τε καὶ ἀνεκφώνητα, μείζω πάντως καὶ θαυμασιώτερα τῶν ἐκφαινουμένων ἐστίν. 1716 ζʹ, ηʹ. Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς· ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν· εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσι· βασίλισσαι καὶ παλλακαὶ, καὶ αἰνέσουσιν αὐτήν. {Γρηγορίου.} Δόγμα ἐστὶ τῶν ἀστειοτέρων ἐν τοῖς ῥητοῖς τούτοις, φιλοσοφίαν διὰ τῶν ἐπαίνων τῆς Νύμφης παρατίθεται· ὅτι οὐ μετὰ τῆς αὐτῆς τάξεως καὶ ἀκολουθίας κτίζεται τὰ ὄντα καὶ ἀνακτίζεται. Ὅτε μὲν γὰρ κατ' ἀρχὰς διὰ τῆς θείας δυνάμεως παρήχθη ἡ κτίσις, ἐφ' ἑκάστου τῶν ὄντων ἀδιαστάτως τῇ ἀρχῇ συναπηρτίσθη τὸ πέρας· πᾶσι τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγενομένοις, ὁμοῦ τῇ ἀρχῇ συνανισχούσης τῆς τελειότητος· ἓν δὲ τῶν κτισθέντων καὶ ἀνθρωπίνη φύσις ἀπὸ τῆς πρώτης ὑπάρξεως συμπλασθεῖσα τῇ τελειότητι. Κατ' εἰκόνα γὰρ Θεοῦ ἐγένετο ὁ ἄνθρωπος καὶ ὁμοίωσιν· δεικνύντος τοῦ λόγου τὸ ἀκρότατον καὶ τελειότατον· τί γὰρ ὑπέρτερον τῆς πρὸς Θεὸν ὁμοιότητος; ἐπὶ μὲν οὖν τῆς πρώτης κτίσεως ἀδιαστάτως τῇ ἀρχῇ συνανεφάνη τὸ πέρας, καὶ ἀπὸ τῆς τελειότητος ἡ φύσις τοῦ εἶναι ἤρξατο, ἐπεὶ δὲ διὰ κακίας θανάτῳ παρεδόθη, οὐκ ἀθρόαν πάλιν ἐπαναλαμβάνει τὴν τελειότητα, ἀλλ' ὁδῷ τινὶ καὶ τάξει πρόεισιν ἐπὶ τὸ μεῖζον, κατ' ὀλίγον ἀποσκευαζομένη τὴν πρὸς τὰ ἐναντία προσπάθειαν, δι' ἀστειοτέρας διαγωγῆς περιξυομένη τὴν συμφυΐαν τοῦ χείρονος· ὅθεν καὶ πολλὰς μονὰς εἶναι παρὰ τῷ Πατρὶ μεμαθήκαμεν, κατὰ ἀναλογίαν τῆς ἑκάστῳ πρὸς τὸ καλὸν σχέσεως καὶ τῆς τοῦ χείρονος ἀποστάσεως, ἑτοιμαζομένης πᾶσι τῆς ἀντιδόσεως. Ὁ μὲν γάρ τις ἐν ἀρχῇ τῆς τοῦ βελτίονός ἐστι βιώσεως· ἄρτι καθάπερ ἐκ βυθοῦ τινος τοῦ κατὰ κακίαν βίου, πρὸς τὴν μετουσίαν τῆς ἀληθείας ἀνανηξάμενος· τῷ δέ τις γέγονεν ἤδη δι' ἐπιμελείας καὶ προσθήκη τοῦ κρείττονος· ἄλλος ἐπὶ πλεῖον διὰ τῆς ἐπιθυμίας τῶν ἀγαθῶν ἐπηυξήθη· ὁ δὲ μέσως ἔχει τῆς τῶν ὑψηλῶν ἀναβάσεως· ἕτερος καὶ τὸ μήπου παρέδραμεν. Εἰσὶ δέ τινες οἱ καὶ τούτων ὑπεράραντες· ἄλλοι κἀκείνους παρήλασαν· καὶ ὑπὲρ τούτους ἕτεροι πρὸς τὸν ἄνω δρόμον συντείνονται· καὶ ὅλως κατὰ τὴν ποικίλην τῶν προαιρέσεων διαφορὰν ἕκαστον ὁ Θεὸς ἐν τῷ ἰδίῳ προσδέχεται τάγματι, τὰς οἰκείας ἑκάστῳ ἀμοιβὰς ἀποδιδούς. Ταῦτα διὰ τῶν προκειμένων ῥητῶν φιλοσοφεῖν τὸν λόγον ὑπενοήσαμεν, τὴν διαφορὰν τῶν ψυχῶν, οἳ πρὸς τὸν Νυμφίον ὁρῶσιν, ἐν τοῖς εἰρημένοις ἡμῖν διαστείλαντα· οἱ μὲν γὰρ ἄρτι καθάπερ νηδύος τινὸς, τῆς ἐν βάθει κειμένης ἀπάτης ἔξω γινόμενοι, ἀρτιγενεῖς ὄντες, καὶ οὔπω διηρθρωμένον τὸν λόγον ἐν ἑαυτοῖς χωρήσαντα, τῇ ἀλογωτέρᾳ συγκαταθέσει τῆς πίστεως ἐν ἀπείρῳ θεωροῦντες πλήθει· σωτηρίον μὲν εἶναι πεπιστευκότες τοῦ μυστηρίου τὸν λόγον· οὐ μὴν ἐπιστήμῃ τινὶ καὶ τῇ διὰ τοῦ λόγου πληροφορίᾳ 1717 καθυδριμένην ἔχοντες ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. Αὗταί εἰσιν αἱ ὀνομασθεῖσαι νεάνιδες, διὰ τὸ ἔτι νέαν ἄγειν τὴν πνευματικὴν ἡλικίαν· αἱ γεννηθεῖσαι μὲν τῷ λόγῳ τῆς πίστεως, οὔπω δὲ διὰ τῆς προσηκούσης αὐξήσεως τοιαῦται γεγόνασιν ὡς ἐπὶ γάμον ἀκμὴν προελθεῖν, καὶ φθᾶσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον γαμικῆς ἡλικίας, ὥστε τῷ φόβῳ τοῦ Κυρίου δύνασθαι κυοφορῆσαι, καὶ Πνεῦμα σωτηρίας παιδοποιήσασθαι. Πλὴν καὶ οὗτοι τῶν σωζομένων· τῶν δὲ διὰ τῆς καθηκούσης ἐπιμελείας αὐξηθέντων τῇ διανοίᾳ, καὶ καταλελοιπότων ἤδη τὴν νηπιότητα, διπλῆν ὑπὸ τοῦ Λόγου τὴν διαφορὰν διδασκόμεθα. Γίνονται μὲν γὰρ αἱ ψυχαὶ σύσσωμοι τῷ Λόγῳ, καὶ αὗται κἀκεῖναι· ἀλλ' αἱ μὲν ἐρωτικαὶ, τινὶ διαθέσει προσκολλῶνται· αἵ τινες διὰ τῆς τελειοτέρας διαθέσεως ἀνακραθεῖσαι τῇ τοῦ Θεοῦ καθαρότητι, βασίλισσαι ὀνομάζονται, διὰ τὴν τῆς βασιλείας κοινωνίαν· οἷα ἦν ἡ τοῦ Δαβὶδ λέγουσα·" Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι·" καὶ ἡ τοῦ Παύλου·" Οὐδεὶς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ." Αἱ δὲ φόβῳ κολάσεως τὰς μοιχικὰς ἀποφεύγουσαι πείρας, μένουσαι καὶ αὖται ἐν ἀφθαρσίᾳ καὶ ἁγιασμῷ, ἀλλὰ φόβῳ μᾶλλον ἢ πόθῳ παιδαγωγούμεναι, αἵ τινες παλλακαὶ ἀπὸ τοῦ λόγου κατονομάζονται· οὔπω γάρ τις αὐτῶν μήτηρ βασιλέως, καὶ κοινωνὸς τῆς ἀξίας δυνατῶς ἔχει· διὰ τὸ μὴ ἀναλαβέσθαι τὸ ἀδέσποτον καὶ αὐτοκρατὲς τοῦ ἐναρέτου φρονήματος· ἡ δὲ κατὰ τὸν ἀριθμὸν διαφορὰ τῆς τῶν δύο ταγμάτων διαστολῆς, τοιοῦτόν μοι δοκεῖ νοῦν ἔχειν. {Γρηγορίου.} Ἕξ εἰσιν ἐντολαὶ δι' ὧν ἡ βασιλεία τοῖς δεξιοῖς ὀνομάζεται. Λογισώμεθα τούτων ἑκάστην, τὸ δεσποτικὸν εἶναι τάλαντον· προσήκει δεκαπλασιασθῆναι παρὰ τοῦ πιστοῦ οἰκέτου παρὰ τῆς ἐργασίας. Εἰ τοίνυν διὰ τῶν ἓξ τούτων ἐντολῶν, ἢ τῆς βασιλείας γίνεται κοινωνία τῇ ψυχῇ, τὸ δὲ τέλειον τῆς ἐργασίας ἐφ' ἑκάστης ἐστὶ, τὸ δεκαπλασιάσαι τὴν ἐντολὴν, καθώς φησιν ὁ ἀγαθὸς δοῦλος ἐκεῖνος, ὅτι ἴδε δέκα τάλαντα τὸ ἕν σου τάλαντον ἐποίησεν, εὑρίσκομεν ἐκ τοῦ ἀκολούθου τὴν μίαν βασίλισσαν εἰς ἐξήκοντα πλατυνομένην· τὴν διὰ τοῦ δεκαπλασιασμοῦ τῶν ἑξήκοντα ἐντολῶν εἰς κοινωνίαν τῆς βασιλείας παραδεχθεῖσαν· ὡς πολλὰς εἶναι τὴν μίαν, τῷ πολυτρόπῳ χαρακτῆρι τῶν ἐντολῶν ἐμμερισθεῖσαν, καὶ ἑκάστῳ τῶν κατορθωμάτων ἰδιαζόντως ἐμμορφωθεῖσαν· ἀκολούθως καὶ διὰ τῶν ὀγδοήκοντα, τὸ τῆς ὀγδόης μυστήριον παραδηλοῦσθαί φαμεν· πρὸς ἣν βλέποντες οἱ φόβῳ παιδαγωγούμενοι, τῆς τῶν κακῶν κοινωνίας ἀπείργονται. Οὕτω γὰρ ἐν ταῖς ψαλμῳδίαις ἐμάθομεν, ἐν αἷς προτέτακται διὰ τῆς ἐπιγραφῆς ἡ ὀγδόη. Μαστιγουμένων γὰρ ἄντικρυς αἱ φωναὶ τῷ φόβῳ τῶν ἐλπιζομένων εἰς ἔλαιον ἐπικάμπτουσαι τὴν ἀκοήν· φησὶ γὰρ πρὸς τὸν κριτὴν ὁ πρὸς τὴν ὀγδόην βλέπων·" Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέησον με, Κύριε, ὅτι ἀσθενής εἰμι·" ἔσται τοίνυν καὶ ἐπὶ τοῦτο ἀναλόγως τῆς ἐντολῆς, ἡ 1720 ἐπὶ τὸ δεκαπλάσιον αὔξησις, γενόμεναι ὀγδοήκοντα παλλακαὶ, τὴν δευτέραν τάξιν ἔχουσαι μετὰ τὴν βασίλισσαν· αἳ φόβῳ δουλικῷ καὶ οὐχὶ ἔρωτι νυμφικῷ τῷ ἀγαθῷ προσεγγίζουσι. Πλὴν εἰ ἔξω βάλλει τελείως ἡ ἀγάπη τὸν φόβον, καὶ μεταποιηθεὶς ὁ φόβος ἀγάπη γένοιτο, τότε εὑρίσκεται μονὰς τὸ σωζόμενον, ἐν τῇ πρὸς τὸν μόνον ἀγαθὸν συμφυΐᾳ· πάντων ἀλλήλοις ἑνωθέντων, διὰ τῆς κατὰ τὴν περιστερὰν τελειότητος· ἵνα καθώς φησιν ἐν Εὐαγγελίοις·" Ἓν ὦσι, καθὼς ἡμεῖς ἕν ἐσμεν·" τὸ δὲ συνδετικὸν τῆς ἑνότητος ταύτης τὸ Πνεῦμα τὸ ἅγιον· ὁ τοίνυν ἐκ μὲν νηπίου εἰς ἄνδρα τέλειον ἀναδραμὼν διὰ τῆς αὐξήσεως, καὶ φθάσας εἰς τὸ μέτρον τῆς νοητῆς ἡλικίας, ἐκ δὲ τῆς δούλης τε καὶ παλλακίδος τὴν τῆς βασιλικῆς ἀξίαν μεταλαβὼν, δεκτικὸς δὲ τῆς τοῦ Πνεύματος δόξης γενόμενος δι' εὐπαθείας καὶ καθαρότητος, οὗτός ἐστιν ἡ τελεία περιστερά. Μητέρα δὲ αὐτοῦ λέγει εἶναι τὴν περιστερὰν ἐκείνην, τὴν ἐπὶ τῷ Ἰορδάνῃ ἐκ τοῦ οὐρανοῦ καταπτᾶσαν· τῷ γὰρ τέκνῳ πάντως, ἡ τοῦ γεγεννηκότος ἐπιθεωρεῖται φύσις· ταύτην τὴν ψυχὴν μακαριοῦσιν οἱ νεάνιδες· ταύτην αἰνοῦσι παλλακαὶ καὶ βασίλισσαι· κοινὸς γὰρ ἐπὶ παντὸς τάγματος πάσαις ψυχαῖς ὁ δρόμος, πρὸς τὴν τοιαύτην μακαριότητα· φύσις δέ ἐστι πᾶσι πρὸς τὸ μακάριόν τε καὶ ἐπαινουμένοις τῆς ἐπιθυμίας συντείνεσθαι· ὥστε εἰ μακαρίζουσι τὴν περιστερὰν αἱ θυγατέρες, ἐπιθυμοῦσι πάντως γενέσθαι περιστεραὶ καὶ αὗται· καὶ τὸ αἰνεῖσθαι παρὰ τῶν παλλακίδων καὶ βασιλίδων, τεκμήριόν ἐστι τοῦ καὶ αὐτὰς πρὸς τὸν ἐπαινούμενον τὴν σπουδὴν ἔχειν· ἕως ἂν πάντων ἓν γενομένων τῶν πρὸς τὸν αὐτὸν τῆς ἐπιθυμίας βλεπόντων σκοπὸν, μηδὲ μιᾶς ἐν μηδενὶ κακίας ὑπολειφθείσης, γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι τοῖς διὰ τῆς ἑνότητος ἐν τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ συγκεκραμένοις. {Νείλου.} Ἑξήκοντα βασίλισσαι, τάχα τοὺς ἐν τῷ Ἰουδαϊσμῷ λέγει. Βασίλειον γὰρ ἦσάν ποτε ἱεράτευμα καὶ ἔθνος ἅγιον· ὀγδοήκοντα δὲ παλλακὰς, τὰς διὰ μὲν τὸ τῆς ἀναστάσεως μυστήριον τῇ ὀγδόῃ δεκάδι ἀριθμουμένας· διὰ δὲ τὸ μὴ γνησίαν τὴν πρὸς αὐτὸν ἔχειν συζυγίαν, τῷ τῶν παλλακίδων ὀνόματι σημαινομένας αἱρέσεις. Νεάνιδας δὲ, ἃς οὔτε ἀριθμοῦ ἠξίωσε, τὰ ἔθνη τὰ ἀπηλλοτριωμένα τοῦ Θεοῦ, καὶ ξένα τῶν διαθηκῶν τοῦ πατρός· οὐ γὰρ διὰ πλῆθος αὐτὰς ὁ τὸ πλῆθος τῶν ἄστρων ἀριθμῶν οὐκ ἠρίθμησεν, ἀλλὰ διὰ τὸ ἀνάξιον τοῦ ἀριθμοῦ. Ταῦτα γὰρ ἀξιοῖ ἀριθμεῖν, ὅσα τὴν τάξιν ἐλλόγιμον ἔχει καὶ ἀξιόπιστον· μίαν δὲ περιστερὰν λέγει τὴν Ἐκκλησίαν, ἥ τις διὰ τὸ κεκοιμῆσθαι ἀνὰ μέσων τῶν κλήρων, περιστερὰ γέγονε τελεία, τὰς πτέρυγας ἔχουσα περιηργυρωμένας, καὶ τὰ μετάφρενα ἐν χλωρότητι χρυσίου· διὰ τὸ τέλειον τῆς κατ' ἀρετὴν ἕξεως ὁμοιωθεῖσα τῷ ἐν οὐρανοῖς τελείῳ Πατρὶ, καὶ ἐκλεκτὴν οὖσαν τῇ μητρὶ αὐτῆς, τῇ ἐν τοῖς τῆς ἀληθείας δόγμασιν αὐτὴν τεκούσῃ σοφίᾳ ἣν νῦν μὲν εἴδοσαν θυγατέρες βασίλισσαι καὶ παλλακαὶ, οὐκ ἐνόησαν δὲ, οὐδὲ συνῆκαν τὸ περὶ αὐτὴν οἰκονομηθὲν μυστήριον· αἰ 1721 νέσουσι δὲ ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως· ἐξιωμένην τὴν πρὸς τὸν Χριστὸν συνάφειαν. Τὸ μὲν γὰρ, ἐπὶ τοῦ παρελθόντος· τὸ δὲ μακαριοῦσι καὶ αἰνέσουσι ἐπὶ τοῦ μέλλοντος. {Φίλωνος.} Ἢ ἑξήκοντα βασίλισσαι, τὰς ἐκ τῶν δώδεκα φυλῶν ταῖς πέντε καθαρευούσαις αἰσθήσεσι ψυχάς. Περιστερὰ δὲ ἡ ἄκακος Ἐκκλησία Χριστοῦ· τῇ δὲ μητρὶ αὐτῆς ἐστι μία τῇ ἐπ' οὐρανίῳ σοφίᾳ, τῇ σαρκὶ Χριστοῦ ἐκλεκτῇ οὔσῃ, ἐν τῷ ἀναγεννᾶσθαι αὐτήν· ἣν αἱ θυγατέρες μακαριοῦσι·" Πολλοὶ γὰρ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν ἃ ἴδετε, καὶ οὐκ εἶδον." {Ἀπολιναρίου.} Καὶ ἄλλως· τὸ τελειότατον αὐτῆς ἐν τῇ πρὸς Θεὸν οἰκειώσει δηλοῦται, παραβαλλομένης τῆς τελείας Ἐκκλησίας τοῖς τε ἐκ τῆς προτέρας κλήσεως ἐπιφανεστάτοις, καὶ τοῖς νῦν δευτέροις μετ' αὐτήν. Κοσμικὴ δὲ ἡ τοῦ προτέρου λαοῦ κλῆσις, καὶ τῇ ἑξάδι σύστοιχος τῇ κοσμογόνῳ· ἡγεμονικὴ δὲ αὕτη καὶ ἡ ἐπὶ βασιλείᾳ κειμένη· τηρεῖται δὲ τῷ γένει τῷ Ἰσραηλιτικῷ τὸ βασιλικὸν ἀξίωμα παρὰ Χριστοῦ κατὰ τὰς προφητείας, τὸν τοῦ Δαβὶδ ἐπαγγελλομένας θρόνον, καὶ τὸν τούτου κατορθωτὴν Χριστὸν, κατὰ τὸ ἐν Εὐαγγελίοις· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· τὰς δὲ τῆς Νέας Διαθήκης, ὀγδοήκοντα δείκνυσιν ἀριθμός. {Ἰσιδώρου.} Τί ἐστιν, ἑξήκοντά εἰσι βασίλισσαι, καὶ τὰ ἑξῆς, Ἄκουε· ἐχέτω μὲν ἡ ἀμώμητος καὶ παρθένος Ἐκκλησία, ἡ ὀρθὴν καὶ περὶ τὸν θεῖον πίστιν ἔχουσα τὰ πρωτεῖα, καὶ αὕτη καλείσθω περιστερὰ τελεία, ὅλων τῶν ταγμάτων ὑπερβαίνουσα τὴν ἀξίαν. Εἰ δὲ καὶ εἰς πράξεις αὐτὸ ἐκλαβεῖν χρὴ, λελέχθω καὶ τάδε· ἑξήκοντά εἰσι βασίλισσαι, αἱ τῆς βασιλείας ἕνεκεν εὖ πράττουσαι ψυχαί· καὶ ὀγδοήκοντα παλλακαὶ, αἱ φόβῳ τῆς κολάσεως ἀπεχόμεναι κακοῦ· καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμὸς, αἱ διά τινας προφάσεις κοσμικὰς σωφρονοῦσαι, καὶ τὸ δίκαιον διώκουσαι· δι' ὧν οὔτε πόθῳ τῆς βασιλείας, οὔτε φόβῳ τῆς κρίσεως τὸ δέον πράττουσαι, ἀλλ' ἵνα πλούτου ἢ δόξης ἤ τινος μὴ στερηθῶσι. Μία ἐστὶ περιστερὰ τελεία ἡ τὸ καλὸν πράττουσα, τῶν ἄκρων ἁγίων σύνοδος, ἡ οὔτε διὰ μισθὸν, οὔτε διὰ τιμωρίαν, οὔτε διὰ πρόφασίν τινα βιωτικὴν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ φίλον πράττουσα τὸ δέον. {Ὠριγένους.} Αἱ νεάνιδες ἀριθμὸν οὐκ ἔχουσαι, κ. τ. λ. Αἴτιος οὖν γενοῦ τῆς ἀγαλλιάσεως· αἴτιος οὖν γενοῦ τοῦ δραμεῖν αὐτὸν ἐπὶ σέ· θέλει γάρ σε προασπάσασθαι, θέλει προλαβεῖν. 1724 θʹ. Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ἥλιος, θάμβος ὡς τεταγμέναι; Νόει τὴν Νύμφην ἀνακεχωρηκέναι τοῦ Νυμφίου, τοὺς πολλοὺς αἰδουμένην ἐπαίνους· παρατιθεὶς δὲ ταύτην τὰς τῶν ἄλλων τῶν προσεληλυθότων ψυχὰς ὁ Νυμφίος, θαυμαζέτω τῆς ἀπούσης τὴν τελειότητα, ἐφ' οἷς αἱ θεωροῦσαι θυγατέρες αὐτῆς τὸ κάλλος, μακαρίζουσιν αὐτήν· καὶ αἱ παλλακαὶ καὶ βασίλισσαι ὡς θυγατέρα αἰνοῦσιν· ἐφ' οἷς ἡ Νύμφη καθάπερ ἐπὶ σκηνῆς λαμπροτάτη γενομένη φαινέσθω· καὶ τοῖς ἑτέροις ὁ Νυμφίος, τὰ προκείμενα λεγέτω περὶ αὐτῆς. Ἡ προκύπτουσα γὰρ ἐκ σκότους ψυχὴ, ὄρθρῳ πρῶτον εἰκάζεται, διὰ τὸ ἄρτι ἀρχομένας ἡμέρας καταυγάζεσθαι· ἐκκύψασα δὲ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, γίνεται ὡς ἐκλεκτὴ σελήνη τουτέστιν ἡ πανσέληνος, μὴ ἔχουσα ἐν ἑαυτῇ μέρος ἀφώτιστον τοῦ τῆς δικαιοσύνης Ἡλίου. Ἀλλ' ἐπεὶ ἡ σελήνη εἰς ἀρχὰς τέτακται τῆς νυκτὸς, οὐχ ἵσταται δὲ τὰ τῆς ἀμώμου καὶ ἀσπίλου Ἐκκλησίας, κατὰ τὸ τῆς σελήνης παράδειγμα, διὰ τοῦτο κατὰ τὸ παρ' Ἡσαΐᾳ, ἔσται ἡ σελήνη ὡς ὁ ἥλιος· τὸ δὲ φῶς αὐτῆς οὕτω καταπληκτικὸν, ὡς ἐκθαμβηθῆναι τοὺς ὑποδεεστέρους· ἴσον δύνασθαι τῶν ἐν αὐτῇ θεωρημάτων τὸ πλῆθος καὶ τῶν ἐκ τούτων ἔργων, ὅλῳ τῷ πλήθει τῶν ἐν τῷ παντὶ τεταγμένων. Τάχα δὲ ἐκ τοῦ νενοηκέναι τὴν ἐν τοῖς λόγοις τάξιν καὶ πάντων ἀνειληφέναι τὸν λόγον, τύποι ἐγγινόμενοι αὐτοὶ τῶν τεταγμένων ποιοῦσιν αὐτὴν εἶναι ὡς τὰς τεταγμένας ἐν τῷ παντὶ δυνάμεις. {Νείλου.} Τὸ ἐπουράνιον αὐτῆς πολίτευμα καταπλαγέντες οἱ φίλοι τοῦ Νυμφίου ἐθαμβήθησαν, καὶ ὁμολογοῦσι τὴν ἔκπληξιν, τὸ φῶς τῶν πράξεων αὐτῆς βλέποντες λάμπον ἔμπροσθεν τῶν ἀνθρώπων· ὅπως πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦσα, τεταγμένη ἐστὶ τῇ καταστάσει, οὐδὲν ἔχουσα πλημμελὲς, οὐδὲ συγκεχυμένον. Καλὴ δέ ἐστιν ὡς σελήνη, καὶ ἐκλεκτὴ ὡς ἥλιος· ἐπειδὴ καὶ τὰς ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ φωτίζει ἑκάστῃ καταστάσει τῶν ὠφελουμένων προσφόρως ἁρμοζομένη· καὶ ὡς ὄρθρος δὲ ἐκκύπτει τῆς οἰκείας ἕξεως συγκαταβατικῶς· οὐχ ὅλην δὲ αὐτὴν δεικνύουσα τοῖς ὅλην ἰδεῖν οὐ δυναμένοις, ἀλλὰ μερικῶς ἐκκύπτουσα πρὸς τὴν ἀναλογίαν τῆς τῶν ὁρώντων δυνάμεως· καὶ ἐκκύπτουσα ὡς ὄρθρος, οὐχ ὡς μεσημβρία οὐδὲ ὡς φέγγος ἡμερινόν· διὰ μὲν τὸ ἔτι τυγχάνειν ἀγεύστοις τῆς ἀπολαύσεως, δυναμένους ἡλιακῆς εὐθέως μετέχειν ἀκτῖνος· διὰ δὲ τὸ παρεληλυθέναι τὴν ζοφώδη κατάστασιν, χρῄζοντας ὀρθρινοῦ καὶ προσηνεστέρου φωτός· ὥστε μὴ ἀθρόᾳ ἡλιακῆς ἀκτῖνος αἴγλῃ καταλαμφθέντα ἀδικηθῆναι τὸν ἐν τῷ σκότει ἐνόντα ὀφθαλμόν. {Ἀπολιναρίου.} Καὶ κατὰ διαφόρους δὲ δυνάμεις, διαφόροις ἀπεικάζεται πράγμασιν· ἔχει γὰρ τῆς μὲν σελήνης τὸ προσηνὲς, τοῦ δὲ ἡλίου τὸ καθαρόν. {Φίλωνος.} Ἐπειδὴ γὰρ ὤφθη πρὸς μικρὸν τῷ 1725 θανάτῳ ὡς σελήνη, καὶ ἀνανεοῦται τῇ ἀναστάσει ὡς ἥλιος διὰ τὴν τῆς ἀρετῆς λαμπρότητα, θάμβους ἐστὶν ἀξία, ὡς ἀγγέλοις γενομένη ὁμοδίαιτος. ιʹ, ιαʹ. Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥόαι. Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα Ἀμιναδάβ. {Ὠριγένους.} Κατά τι παράδειγμα οἱ δίκαιοι, κ. τ. λ. {Νείλου.} Ἡ Νύμφη διηγεῖται ὡς καταβᾶσα εἰς κῆπον καρύας πρὸς τοὺς ἐπ' ἁμαρτήμασι παιδευομένους, οὐ τῇ τυχούσῃ ῥάβδῳ, ἀλλὰ καρυΐνῃ, πολὺ τὸ πικρὸν ἐχούσῃ καὶ ἐπίπονον, ἰδεῖν τὸν ἀπὸ τῆς παιδείας καρπὸν, ἰδεῖν ποῖον γέννημα γεωργοῦσιν. Οἱ ἐν τῷ χειμάῤῥῳ τῶν πειρασμῶν καταλελειμμένοι, εὐχαρίστως φέρουσι τὰ τῆς παιδείας δεινὰ, ἢ δυσανασχετοῦσι καὶ δυσφημίας καρποὺς ἀποδιδόασι τῷ ἰατρικῶς, ἀλλ' οὐ τιμωρητικῶς παιδεύοντι· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, ἢ ῥόα· οἱ ἐκ μεγάλων κατορθωμάτων διὰ ῥᾳθυμίας μικρᾶς, εὐκόλως ἁμαρτίᾳ ἁλόντες· καὶ εἰ ἤνθησαν οὗτοι οἱ παρελθόντες τὸ τοῦ χειμάῤῥου ἀνυπόστατον ὕδωρ, μὴ παρασυρέντες πρὸς βλάσφημον ἔννοιαν· εἶτά φησι, Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· τοὺς ἔτι τὸ τῆς νηπιότητος ἔχοντας γάλα· ἵνα βελτιωθῶσιν ἀπὸ οἴνου τῆς σῆς διδασκαλίας. Καὶ ἐπεὶ ἐβελτιώθη ὀξέως, τὸ τάχος θέλουσα δεῖξαι τῆς μεταβολῆς· Οὐκ ἔγνω, φησὶν, ἡ ψυχή μου, πῶς ἐγενόμην ἅρματα Ἀμιναδὰβ, τοῦ ἑρμηνευομένου ἄρχων λαοῦ μου. Λελυθότος γὰρ ἡ μὲν νηπιώδης ὑπέῤῥευσε παρελθοῦσα κατάστασις· ὄχημα δὲ γέγονε τοῦ ἄρχοντος τοῦ λαοῦ μου, ὅς ἐστι Χριστός· ἁμαξήλατον λοιπὸν τρέχουσα καὶ ἱππήλατον τὴν τῆς ἀληθείας ὁδόν· ταῖς ἁρματοτροχίαις ἐνσημαινομένη τῆς ἀγαθῆς πολιτείας τὰ σύμβολα, καὶ ἴχνη καταλιμπάνουσα τοῖς ὁδεύουσι τὸν βίον, πρεπούσης θεοσεβεῖν ἐθέλουσα ζωῆς. {Φίλωνος.} Τὴν Συναγωγὴν κῆπον καρύας παρὰ τοῦ Νυμφίου λελέχθαι φησίν· ἔνθα ἡ ῥάβδος Ἀαρὼν ἡ καρυΐνη· καὶ τὸ κατέβην ἐν τὸ καιρῷ τοῦ πάθους, εἰ ἤνθησεν ἡ ἄμπελος ἡ τῶν Ἰουδαίων, εἰ ἤνθησαν οἱ ῥόαι, αἱ διαφόρως ἐπ' αὐτῆς ἐπενεχθεῖσαι παιδεῖαι· διὰ τὴν ἔξωθεν στύψιν, καὶ τὸν ἔνδον εἰρηνικὸν καὶ τεταγμένον καρπόν. {Τοῦ αὐτοῦ.} Εἶτά φησιν ἡ Νύμφη, Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· τὰς δύο Διαθήκας τετελεσμένας ἐν ἔργῳ καὶ λόγῳ προσοίσω σοι· Οὐκ ἔγνω ἡ ψυχή μου· ἐν ἀγνοίᾳ, φησὶν, ἤμην τὸ πρότερον, ἕως οὗ ἔθετό με ἅρματα ἡ τοῦ Πατρὸς εὐδοκία. οὕτω γὰρ Ἀμιναδὰβ ἑρμηνεύεται· λέγει γὰρ Ἀββακούμ·" Ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου σωτηρία." ιβʹ. Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαβίτις· ἐπίστρεφε, ἐπίστρεφε· καὶ ὀψόμεθα ἐν σοί. 1728 ΚΕΦΑΛ.
1.59.1
Τί ὄψεσθε ἐν τῇ Σουλαβίτιδι; Ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν· ἀνέβη γὰρ ἐκ τοῦ λουτροῦ, ὡς τὰ ἀγγελικὰ τάγματα. {Φίλωνος.} Ἑτέρα γραφὴ Ὀδολομίτις ἔχει, τουτέστιν ἡ οὐρανία· καὶ ὀψόμεθα Χριστὸν τὸν λέγοντα," Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω." {Ὠριγένους.} Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, κ. τ. λ. Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ Ἀμιναδάβ; Τῆς Νύμφης τὰς προκοπὰς ἀποδέχεται, ἅς φησι διαβήματα· ὑποδήμασι δὲ, τοῖς βασιλικοῖς λέγει θεσπίσμασι· καθόδους δὲ ἔφη τὰ διαβήματα, ὡς καὶ ὁ Ἀπόστολος, ἀντιλήψεις, κυβερνήσεις· συγκατιὼν δὲ τοῖς ὑποδεεστέροις, ὑποδεδέσθαι λέγει τὰ διαβήματα, σωματικώτερον αὐτοῖς φαινόμενος· Ἀμιναδὰβ δὲ ἄρχων, ἤγουν ἡγεμὼν ἢ ἑκουσιαζόμενος ἑρμηνεύεται· οὗ θυγάτηρ ἡ Νύμφη· εἴη δ' ἂν ἄρχων, ὁ λέγων, ἄκουσον, θύγατερ· ὁ δὲ αὐτὸς ἑκουσιαζόμενος· ἑκούσια γὰρ πάντα Θεῷ. {Νείλου.} Ὑπομιμνήσκουσιν αὐτὴν τοῦ κέρδους τοῦ γενομένου ἐκ τοῦ πρὸς τοὺς χρῄζοντας αὐτῆς συγκαταβάσεως· ἅμα καὶ τὸν ὄκνον παρεμφαίνοντες ὅτε ἔλεγεν, Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολύνω αὐτούς; οὐκ ἂν ὡραιώθησαν διαβήματα αὐτῆς ἐν ὑποδήμασιν, εἰ μὴ τὸν ἄκαιρον ἐκεῖνον ὄκνον λύσασα, ὃν ἐπὶ λογισμῷ συμφέροντι, καὶ ἔξω γενομένη τῆς οἰκείας καταστάσεως διὰ τὴν τῶν δεομένων ὠφέλειαν. Τὸ γὰρ πρὸς αὐτὴν λεγόμενον τοιοῦτόν ἐστιν· Ἐπειδὴ, φησὶν, ἑστῶσα ἐν τόπῳ ἁγίῳ, καὶ ὑπολυσαμένη τὸ ὑπόδημα διὰ τὴν τῶν χρῃζόντων σου βοήθειαν, πάλιν ἐφόρεσα τοῦτο, μολῦναι τοὺς καθαροὺς καταδεξαμένη πόδας· ἐπανέρχῃ δὲ νῦν συγκύπτειν δοκοῦσα τοῖς προκόπτουσι· διὰ τοῦτο ὡραιώθη διαβήματά σου· ὡς τοῦ τῶν εὐαγγελιζομένων εἰρήνην ἡγουμένου.
1.60.1
Ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον χειρῶν τεχνίτου· ὀμφαλός σου, κρατὴρ τορνευτὸς, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου, θημωνία σίτου πεφραγμένη ἐν κρίνοις· δύο μαστοί σου, ὡς δίδυμοι δύο νεβροὶ δορκάδος· τράχηλός σου ὡς πύργος ἐλεφάντινος· ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἰεσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ· κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖσ. {Φίλωνος.} Ῥυθμοὺς μηρῶν λέγει τὴν εὔτακτον μὴν τῶν προκοπτόντων κίνησιν· ὅμοιοι δέ εἰσιν ὁρμίσκοις, ἔργον χειρῶν τεχνίτου· οὐ γὰρ ἐπηρμένην φρονήματι συνῆν τοῖς προκόπτουσιν, ἀλλὰ ταπεινῷ καὶ συγκεκραμμένῳ δίκην ὁρμίσκου· 172 διὰ δὲ τὸ ἐπιστημόνως τοῦτο ποιεῖν ἔργου χειρῶν τεχνίτου εἶναι λέγεται· καὶ τὸ διανοητικὸν δὲ, τὸ πάντοτε πεπληρωμένον νοημάτων τελείων κεκραμμένων, πρὸς τὴν τῶν μανθανόντων ἐπιτηδειότητα· πᾶσαν δὲ τετορευμένην ἔννοιαν αἰσχρὰν, ὀμφαλός ἐστι τορευτὸς, οὐχ ὑστερούμενος κρᾶμα· ἡ δὲ τῶν θείων βρωμάτων δεκτικὴ κοιλία μὲν τοῦ τροφίμου τὸ εὐανθὲς ἔχουσα, θημωνία σίτου πεφραγμένη ἐν κρίνοις λέγεται· τάχα δὲ καὶ ἡ ἀμέριμνος διάνοια, καὶ τὴν βασιλικὴν μορφὴν αἰτοῦσα, θημωνία ἐστὶ σίτου πεφραγμένη ἐν κρίνοις· ὁ δὲ τράχηλος, ὅτε μὲν ἐπὶ ταπεινοφροσύνης ἐπῃνεῖτο, ὁρμίσκος ἐλέγετο· ὅτε δὲ τοῖς πολεμίοις ἦν ἀπρόσιτος, πύργος Δαβίδ· νῦν δὲ πύργος ἐλεφάντινος λεῖός τις ὢν, καὶ μηδὲ μίαν ἔχων ἀντιλαβὴν, καὶ πᾶσι πτηνοῖς καὶ ἑρπετοῖς ἀπροσπέλαστος, ἡλίῳ μόνῳ βατός· τοιοῦτον γὰρ τὸ εὐσεβὲς φρόνημα, οὐ πάθεσι καμπτόμενον, οὐ δόγμασιν εἶκον αἱρετικοῖς, ἀλλὰ μόνῳ Χριστῷ ἀνακείμενον· καὶ τὸ θεωρητικὸν δὲ ἐκ πολλῆς μαθήσεως βελτιωθὲν, λίμναι εὐσεβῶν πλημμυρούσαις τὸ τῶν ἐναρέτων λογισμοὺς ὕδωρ παραβάλλεται. Ἐσσεβὼν γὰρ ἑρμηνεύεται λογισμοὶ ἐν πύλαις θυγατρὸς πολλῶν· ὅσοι γὰρ προφῆται καὶ ἀπόστολοι, τοσούτων θυγάτηρ ἡ Νύμφη· καὶ ὁ μυκτὴρ δ' αὐτοῦ ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ, ἥτις ἑρμηνεύεται, αἷμα πίνουσα. Ὁ οὖν καὶ τῇ πολιτείᾳ ὑψηλὸς, καὶ δόγμασιν ἐπιβεβηκὼς διεγηγερμένοις, καὶ προγινώσκων τὰς προβολὰς τῶν παθῶν, καὶ τὰς ἐφόδους τῶν ἐναντίων δυνάμεων, καὶ τὴν δυσωδίαν αὐτῶν εὐκόλως ἀντιλαμβανόμενος, μυκτήρ ἐστι τῆς Νύμφης· αὐτὸς σκοπεύων τὸ πρόσωπον Δαμασκοῦ, καὶ τὴν προσβολὴν ὡς κεφαλὴν τοῦ ὄφεως φυλαττόμενος· τῷ Καρμήλῳ δὲ τὴν κεφαλὴν αὐτὸς ὡμοίωσεν, ἐπειδὴ κεφαλή ἐστι τῆς Ἐκκλησίας ὁ Χριστός. Ὁ δὲ Κάρμηλος τῶν προφητῶν ἦν ἐνδιαίτημα τῶν περὶ τῆς κεφαλῆς μαρτυρούντων, καὶ τῷ πλοκίῳ τῶν λόγων τῶν βασιλικῶν, τὸν παραδραμεῖν ἐπειγόμενον δεσμούντων· ὅταν γάρ τις χλευάζων τὰ πάθη τοῦ Χριστοῦ παρατρέχῃ τὸ δόγμα ὡς μωρὸν καὶ χλεύης ἄξιον· εἶτα ᾧ μὴ πέπονθεν ἕκαστον εὕρῃ μηνύματι προφητικῷ μαρτυρούμενον, ὡς σπαρτίῳ δεσμούμενος, τῷ θείῳ λόγῳ παραμένει οὐκ ἰδιώτου τάξιν ἔχων, ἀλλὰ βασιλέως λαχόντος αἰώνιον βασιλείαν οὐρανῶν καὶ πόλεως ἀπορθήτου τῆς ἄνω Ἱερουσαλήμ· καὶ οἱ τοῦ Χριστοῦ δὲ λόγοι διδάσκοντες τὰ οὐράνια, καθάπερ πλοκῇ τὸν παρατρέχοντα δεσμεύουσιν. {Ὠριγένους.} Πολλαχοῦ τάττει τοὺς μηροὺς ἐπὶ τῆς Γενέσεως ἡ Γραφὴ, κ. τ. λ. {Κυρίλλου.} Τεχνίτην δὲ τὸν Δημιουργὸν ὀνομάζει Χριστός· ὡς γὰρ ὑπήκοος γέγονεν, οὕτως ἡ Ἐκκλησία. {Φίλωνος.} Δηλοῖ δὲ τὸ τεταγμένον καὶ ἡρμοσμένον καὶ ἀδιάλυτον τῆς παρθενίας, ἐν ᾗ ὁ τεχνίτης εἰργάσατο τὸν ναὸν ἑαυτῷ. {Κυρίλλου.} Λέγει δὲ καὶ τὴν σωφροσύνην αὐτῆς 1732 καὶ τὴν ὑποταγὴν τῆς ψυχῆς ταύτης ὑποτεταγμένης τῇ πίστει, τοῦ δὲ σώματος τῇ σωφροσύνῃ {Ὠριγένους.} Ἐπὶ τὸν ὀμφαλὸν δὲ τὸν κρατῆρα ἡ σοφία συγκαλεῖ λέγουσα, κ. τ. λ. {Κυρίλλου.} Δηλοῖ δὲ καὶ τὸ ἱερατεῖον αὐτῆς λέγων· Μὴ ὑστερούμενος κράματι, δηλονότι τῷ τοῦ Χριστοῦ αἵματι· τοῦτο γὰρ τοῖς ἱερεῦσιν ἐν χερσίν. {Φίλωνος.} Ἀλλὰ καὶ ἡ συναγωγὴ τοῦ πλήθους ἡ ἐξ ὁμονοίας, πέφρακται κρίνοις τοῖς εὐωδέσι λογίοις τοῦ Θεοῦ. {Ὠριγένους.} Κρίνα δ' ἂν εἴη καὶ τὰ ἄνθη τῆς χάριτος τοῦ Θεοῦ, ἃ συνελέξατο ἀπὸ μέσου τοῦ βίου ἀκανθῶν. {Κυρίλλου.} Τράχηλον δὲ αὐτῆς, τοὺς διακόνους τοῦ Χριστοῦ λέγει, διὰ τὸν Χριστὸν βαστάζειν τῆς Ἐκκλησίας τὴν κεφαλήν· βαστάζουσι γὰρ αὐτοῦ τὸ ἅγιον σῶμα, ἐν καθαρᾷ συνειδήσει, ὁμολογοῦντες αὐτοῦ τὰ μυστήρια· διόπερ ἐλεφάντινον εἴρηκεν, ὁποίους ὁ Παῦλός φησιν διακόνους," Σεμνοὺς, μὴ οἴνῳ πολλῷ προσέχοντας." {Ὠριγένους.} Πύργοι δὲ ἐκλήθησαν, κ. τ. λ. {Φίλωνος.} Ἀλλὰ καὶ τὸ διανοητικὸν αὐτῆς πεπληρῶσθαι, φησὶν, εὐσεβῶν λογισμῶν· Ἐσσεβὼν γὰρ ἑρμηνεύεται λογισμοί. Ἀπεικάζει δὲ λίμνας τοὺς νοεροὺς ὀφθαλμούς· ποταμοὶ γὰρ ἀναβλύζουσιν ἐκ τῆς κοιλίας τῶν δεχομένων τὸν λόγον. {Ὠριγένους.} Ὁ δὲ καθαρὰν ἔχων τὴν διαπνοὴν, κ. τ. λ. ʹ, ζʹ. Τί ὡραιώθης καὶ τί ἡδύνθης, ἀγάπη ἐν τρυφαῖς σου! τοῦτο μέγεθός σου ὡμοιώθης τῇ φοίνικι, καὶ οἱ μασθοί σου τοῖς βότρυσι. {Φίλωνος.} Πλόκιον δὲ τῆς κεφαλῆς, πολυάνθιον πλῆθος τῆς Ἐκκλησίας δηλοῖ, τῇ ἀγάπῃ πεπλεγμένον εἰς κόσμον τῆς Νύμφης. Ὡς πορφύρα δὲ τὸ πλόκιον εἴρηται, διὰ τὸ βεβάφθαι τὸ πλῆθος ἐν αἵματι Χριστοῦ· καὶ τοῦτο καθάπερ ἐσθῆτα περιβεβλῆσθαι βασιλικὴν, ἤγουν ὁ κόσμος τοῦ πλήθους ὁ βαφεὶς τῷ ἁγίῳ αἵματι, ὡς νίκῃ ἐθριάμβευσεν ἀπεκδυσάμενος τὰς ἀρχάς. {Κυρίλλου.} Ἢ καὶ ἄλλως, σύνδεσμον τῆς τῶν λαῶν ἀγάπης ἄγεσθαι φησὶν εἰς βασίλειον ἱεράτευμα. {Ὠριγένους.} Ὅτι ταῦτά φησιν ὁ Νυμφίος ἀποθαυμάζων αὐτῆς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν, κ. τ. λ. {Νείλου.} Τάχα μὲν ὄνομα αὐτῷ διατίθεται, τὸ ἀγάπη, ὡραιῶσθαι λέγων αὐτὴν ἐν ταῖς τρυφαῖς. Ἡ γὰρ ἐν τοῖς θείοις λόγοις τρυφὴ, καὶ τὸ κάλλος φαιδρότερον δεικνύει, καὶ τὴν συνουσίαν ἡδίω ἐργάζεται· τάχα δὲ τὸ μακάριον αὐτῆς κάλλος θαυμάζει· ἐν δὲ τὸ μακάριον αὐτῆς κάλλος θαυμάζει· ἐν δὲ 1733 ταῖς τρυφαῖς αὐτῆς, αὔξεσθαι τὴν ἀγάπην λέγει. Διὰ δὲ τοῦ ἑξῆς δηλοῖ τὸ ἐπὶ λόγοις σωματικοῖς ταύτῃ ἐρηρεισμένον ὕψος τῶν ἀρετῶν· ἀναγκαίως δὲ καὶ οἱ μασθοὶ αὐτῆς τοῖς βότρυσιν ὁμοιοῦνται, διὰ τὴν κατὰ Θεὸν ἀγάπην συνδεδεμένοι· τέως δὲ τοὺς μασθοὺς ἀπογαλακτώδους πιότητος εἰς μελιτώδη μεταβεβληκέναι ἡδονὴν λέγει. Πλεῖον γάρ τι μετ' ὀλίγον αὐτῆς μαρτυρήσει· ἀπὸ ταύτης τῆς καταστάσεως ἐπὶ τὸ μεῖζον προκόψασιν. {Κυρίλλου.} Ἢ καὶ ἐν τρυφῇ σου, τῇ ἀγάπῃ σου, διὰ τό τινα καὶ αὐτῶν τῶν δικαίων νομίζεσθαι· τοῖς δὲ βότρυσιν οἱ μασθοὶ ἀπεικάζονται· τοῖς ἔχουσι τὴν πνευματικὴν εὐφροσύνην. {Ὠριγένους.} Ἤγουν τὰ νοήματά σου, φησὶν, τρόφιμά τε καὶ πότιμα, καὶ οὐδαμῶς ὀμφακίζοντα. {Φίλωνος.} Ἢ τοῖς τῶν φοινίκων ἀπεικάζονται βότρυσι πρὸς τὸ εὐῶδές τε καὶ πεπληθυσμένον. ηʹ, θʹ. Εἶτα ἀναβήσομαι ἐν τῷ φοίνικι· κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μασθοί σου ὡς βότρυες ἀμπέλου· καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα· καὶ λάρυγξ ὡς οἶνος ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα ἱκανούμενος ἐν χείλεσί μου ὀδοῦσιν. {Φίλωνος.} Ἐκ προσώπου δὲ τοῦ Νυμφίου νοούμενα δηλοῖ· ὡς ἐὰν κρατήσῃ τοὺς δικαίους ὁ Κύριος, ἄπτωτα τούτων μένῃ τὰ ὕψη· καὶ ὡς βότρυες θλιβέντες εὐφροσύνης οἷον προχέουσιν· οὕτως ἐν ταῖς θλίψεσι εὐφραίνουσιν οἱ δίκαιοι τὸν Χριστόν· ῥὶς δὲ αὐτῆς ὁ Ἀπόστολος γεγονὼς εὐωδίας ὀσμὴ τῷ Χριστῷ ὡς μῆλον, βρῶσιν παρέχων καὶ πόσιν τῶν τοῦ Χριστοῦ μυστηρίων. {Ὠριγένους.} Ἀπεικασθεῖσα φοίνικι, κ. τ. λ. Ἐπειδὴ ἐπαπορητικῶς ἔλεγεν ὁ Νυμφίος· τί ὡραιώθης καὶ τί ἡδύνθης, καὶ τὸ μέγεθός σου ὡμοιώθη τῷ φοίνικι, τὴν αἰτίαν τοῦ πρὸς ὕψος ἐκτετακέναι ἑαυτὴν λέγει· ἐπειδὴ, γάρ φησιν σὺ ὁ Νυμφίος φοίνιξ εἶ, παραπεφύτευμαι δὲ κἀγώ σοι τῷ φοίνικι, τῷ σῷ ὕψει ἀναβαίνουσα, εἰκότως ὑψοῦμαι, ἐγγίσαι τῷ σῷ ὕψει ἐπιθυμοῦσα, ἵνα κρατήσω τοῦ σοῦ ὕψους, καὶ γένωμαι μιμουμένη σε, ὅπερ εἶ σὺ τῇ ἀπραξίᾳ τῆς φύσεως· διὰ τοῦτο γὰρ κατέβης ἵνα ἐγὼ ἀνέλθω καὶ ἴδω τοὺς σοὺς μασθοὺς, ὡς βότρυας τῆς ἀληθινῆς ἀμπέλου, ποτίζοντας ἐὰν θλασθῶσιν εὐφροσύνην, τοὺς τὰ αἰσθητήρια γεγυμνασμένα ἔχοντας· εἰς τοῦτο γὰρ ἀπὸ τῆς νηπιότητος ἔφθασαν, κατ' ὀλίγον προκόψαντες, καὶ τῆς ὀσμῆς τῶν ῥινῶν σου ἀντελάβοντο ὡς μήλων, τὴν τῆς θεότητος εὐωδίαν, ἐν τῷ ἀνθρώπῳ νοοῦσα· ἣν κεκρυμμένην διὰ τῆς ῥινὸς ἀναπέμπει τὸ ᾆσμα Παλαιᾶς καὶ Νέας Γραφῆς. Καὶ λάρυγξ σου, φησὶν, ὡς οἶνος ἀγαθός· ὁ εὐθύνων πρὸς σὲ τοὺς ἀφεστηκότας σου λόγος· ἱκανὸς ἐν χείλεσι καὶ ὀδοῦσιν, οὐκ ἐν τῇ γεύσει μόνον, ἀλλὰ καὶ ἐν τῇ χρήσει τὴν ἱκανότητα παρέχων· χείλη 1736 γὰρ τὴν γεῦσιν, ὀδόντες δὲ τὴν πλουσίαν ἀπόλαυσιν δηλοῦσιν. Εἰ δὲ ὁ Νυμφίος ταῦτα λέγει τῇ Νύμφῃ, τὰ μὲν πλεῖστα εἴρηται ὁμοίως· τὸ δὲ εἶπα ἀναβήσομαι καὶ τὰ ἑξῆς, τοιοῦτον· ὡς τοῦ Δεσπότου Χριστοῦ νικῶντος πᾶσαν τὴν ἀνθρωπίνην σπουδὴν ταῖς χάρισιν οὐκ ἐπὶ τοῦ κρατῆσαι, ἐπὶ τοῦ ἅψασθαι δὲ ἢ δράξασθαι· ἐπαναβῆναι δὲ καὶ ὑπερκύψαι καὶ πλεονεκτῆσαι τῷ ὕψει νοουμένου. Ὅσον γὰρ ἂν ἐκταθῇ δύναμις ἀνθρωπίνη περισωθῆναι ταῖς ἀμοιβαῖς φιλονεικοῦσα, τῇ μεγαλοδωρεᾷ, καὶ πόνοις κατορθωμένων ἐκτίσαι τὰς προϋπηργμένας χάριτας, ἡττηθήσεται πάντως, ταῖς ὑπερβαλλούσαις νικωμένη τοῦ Θεοῦ εὐεργεσίαις.
1.61.1
Ἐγὼ τῷ ἀδελφιδῷ μου· ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. {Νείλου.} Ἐκ τρίτου τοίνυν τὸ αὐτὸ, φησὶν, προσθεῖσα τὸ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ· ἀντὶ τοῦ, ἐπειδὴ ἐγὼ ἀνεθέμην αὐτῷ ἐμαυτὴν, πέπεισμαι ὅτι κἂν περισπασθῇ μικρὸν ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, ἐπ' ἐμὲ ἐπιστρέψει. {Κυρίλλου.} Ἢ ὅτι ἐγὼ τὴν ὁμολογίαν προσάγω, καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ· ἢ ἐν τῇ παρουσίᾳ τῇ δευτέρᾳ, ἢ καὶ ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων. {Φίλωνος.} Ἢ καὶ ἀγρὸν τὸν κόσμον καλεῖ, κώμας δὲ τὰς Ἐκκλησίας, ἀμπελῶνας δὲ τὰς εὐκάρπους ψυχὰς, τὸ δὲ, ὀρθρίσωμεν, τὴν ἄγνοιαν ἀπελάσωμεν· ἀνθῆσαι δὲ ἄμπελον τὸ κήρυγμα, τὸν κυπρισμὸν δὲ τοὺς λευκαυθέντας ἐν τῷ βαπτίσματι· πρὸς δὲ τὰς Ἐκκλησίας ἢ τῶν πιστῶν τὰς ψυχὰς, εἰ καὶ φαίνεται ἐπὶ καρποφορίαν θαῤῥοῦσα, ἀλλὰ τὸ κρίνειν οὐκ ἀποδίδωσιν ἑαυτῇ. {Ὠριγένους.} Τελειωθείσης ὁ λόγος, ὅτι μηδαμοῦ παντοδαπῆ ἀνάπαυσιν εὑρήσει, ὅπου ἑαυτὸν ἐπιστρέψει ὡς παρ' ἐμοί. ιαʹ, ιβʹ. Ἐλθὲ, ἀδελφιδέ μου· ἐξέλθωμεν εἰς ἀγρόν· αὐλισθῶμεν ἐν κώμαις· ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησαν αἱ ῥόαι. {Ὠριγένους.} Περὶ τῶν ὑποδεεστέρων ἡ Νύμφη παρακαλεῖ, κ. τ. λ. {Νείλου.} Ἀπὸ τὴς σωματικῆς ὥρας διαγράφει τὴν πνευματικήν· ἀγρὸν καὶ κώμας καὶ ὀρθρινὴν ἐπὶ τοὺς ἀμπελῶνας ἔξοδον, τῷ Νυμφίῳ ὑποθεμένη· ἀγρὸν τοίνυν φησὶ τὸν κόσμον, κῶμαι δὲ δύνανται λέγεσθαι αἱ Ἐκκλησίαι καὶ αἱ χωρητικαὶ τοῦ λόγου ψυχαί· αὗται γὰρ ἄμπελοι λέγονται, καὶ ῥόαι ἀνθοῦσαι διάφοροι ταύτης αἱ ἀρεταὶ, αἳ διὰ μὲν τῶν θλίψεων, οἶνος γενόμεναι ἀμπέλου· αἱ δὲ τὴν ἐλπίδα δι' ὑπομονῆς ἀσφαλίζουσαι ῥόαι. Ἐκεῖ δὲ πάλιν ἐπαγγέλλεται δώσειν τοὺς μασθοὺς, ἐπὶ τὴν τελειότητα μεταβληθησομένους, καὶ ἐπὶ οἰνότητα ἀπὸ γαλακτότητος· λέγει δὲ καὶ τοὺς μανδραγόρας δεδωκέναι ὀσμήν· τάχα τοὺς ἀπὸ μιμήσεως τοῦ Χριστοῦ τὸ εὐῶδες τῶν καλῶν ἔργων πνέοντας· καὶ γὰρ ὁ μανδραγόρας μιμεῖται τὸ 1737 τοῦ μήλου σχῆμα καὶ τὴν εὐωδίαν· τοιοῦτος ἦν Παῦλος, ὡς μανδραγόρας κατ' ἀμφότερα τὸ μῆλον Χριστὸν μιμούμενος. Εἴποις δ' ἂν καὶ τοὺς συναναστάντας Χριστῷ εἶναι μανδραγόρας, ἐκ τοῦ τὴν ῥίζαν εἶναι ἀνδροείκελον, δι' ἧς σημαίνεται ἡ νεκρότης· καὶ ἐπὶ θύραις δὲ ὅντα τὰ ἀκρόδρυα, εἰκότως καὶ ἀκολούθως εὐαγγελίζεται νέα πρὸς παλαιοῖς τετηρηκέναι λέγουσα· ἐπὶ θύραις γὰρ ὄντως καὶ πλησίον ἐν χερσὶ τὰ ἀγαθὰ τῶν τῆς εὐαγγελικῆς πολιτείας καρπῶν· φησὶν οὖν, Πρὸς τῇ φυλακῇ μὲν τῶν νέων παραγγελμάτων, καὶ τὰς παλαιὰς ἐντολὰς τετήρηκα. Ἐκεῖ δώσω τοὺς μασθούς μου σοί. Τοῖς γὰρ πιστοῖς τὰ βάθη τῶν δύο Διαθηκῶν ἀποκαλύπτεται· ἐπαγγέλλεται τοίνυν τὰ ἐν ταύταις νοήματα τῷ Νυμφίῳ ἀνατιθέναι.
1.62.1
Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν. Οἱ μανδραγόραι ὑπὸ γῆν οὐρανομόρφους ἔχουσι ῥίζας. Οἱ νεκρώσαντες οὖν ἑαυτοὺς διὰ Χριστὸν, ἔδωκαν εὐωδίαν ἔργων ἀγαθῶν· ἢ οἱ νεκροὶ τῆς Χριστοῦ παρουσίας αἰσθανόμενοι, τῆς ἀναστάσεως δέδωκαν τὴν ὀσμήν. Καὶ ἐπὶ θύραις ἡμῶν πάντα τὰ ἀκρόδρυα· νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, ἐτήρησά σοι. Τὰ ἤδη καρποφοροῦντα πρὸς ταῖς θύραις φησίν· δηλοῖ δὲ τοὺς κατὰ τὴν Παλαιὰν καὶ Νέαν ἀνθοῦντας. {Φίλωνος.} Ἤγουν κεῖσθαί φησιν ἐν τοῖς αἰσθητηρίοις ἡμῶν τὰς ἀρετὰς καὶ κακίας· καὶ ὅτι τὴν Παλαιὰν ἡ Καινὴ Διαθήκη ἐπισφραγίζει. ΚΕΦΑΛ.
1.64.1
Τίς δώσει, ἀδελφιδέ μου, θηλάζοντα μασθοὺς μητρός μου; Τῆς ἄνω Ἱερουσαλὴμ, φησὶν, ἧς σύμβολον ἡ ἐπὶ γῆς κειμένη, ῥεούσης γάλα καὶ μέλι, ἐν ᾗ βούλεται τῷ Νυμφίῳ συνεστιᾶσθαι· γάλα δὲ νῦν, ἡ ἄδολος καὶ τρυφητικὴ τροφή. {Κυρίλλου.} Ἁγιάζεται τοίνυν ἡ τροφὴ τῆς Νύμφης, συνευωχουμένου Χριστοῦ· ἤγουν εὔχεται τὴν ἐπιδημίαν τοῦ Σωτῆρος εἰς τὴν Ἰουδαίαν ἡ Ἐκκλησία γενέσθαι, κατὰ πρόνοιαν τοῦ διδόντος αὐτὸν τοῖς ἀνθρώποις, ἵνα θηλάσῃ τὴν Θεοτόκον. {Φίλωνος.} Ἐν γὰρ τοῖς ἀρτιγεννήτοις ὑπὸ τοῦ Πνεύματος μορφούμενος ὁ Χριστὸς, θηλάζει τὴν σοφίαν δι' αὐτῶν. {Νείλου.} Τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐπιθυμεῖν ἡ Νύμφη ἔοικεν· ἐν ᾗ συγκαταβαίνων διὰ τὸ ἀνθρωποπαθὲς, εὔληπτος αὐτῆς ἔσται, καὶ τῆς οἰκείας καταστάσεως ἔξω εὑρεθεὶς, μένων ὃ ἦν, μετὰ παῤῥησίας αὐτὴν κατασκευάσει, γνησίων καὶ ἡδονὴν ἔνθεον κινούντων ἀπολαῦσαι λόγων. Ἐπὶ τούτοις γὰρ τοῖς φιλήμασιν οὐκ ἐξουδενοῦται, ἔπαινον ἔχουσιν, οὐ κατάγνωσιν· παραλήψεται δὲ αὐτὸν αὐτὴ, ἐπειδὴ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· εἰσάξει δὲ καὶ εἰς οἶκον μητρὸς αὐτῆς καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης αὐτὴν τῆς ἀνθρωπίνης σοφίας· ἔδει γὰρ αὐτὸν ἄνθρω 1740 πον γενόμενον, πάντων αὐτῇ κοινωνῆσαι, καὶ ἀντιδοῦναι τὰ τῆς χάριτος, καὶ λαβεῖν τὰ τῆς φύσεως. Τὸ γὰρ εἰς οἶκον εἰσελθεῖν τῆς μητρὸς αὐτῆς, τὴν τῶν ἀνθρωπίνων παθῶν χωρὶς ἁμαρτίας ἀνάληψιν δηλοῖ· τὸ δὲ παραλήψομαι σημαίνει τὸ πρόθυμον τῆς πίστεως, καὶ τὸ διορατικὸν τῆς κατὰ τὸ μυστήριον ἀκραιφνοῦς θεωρίας. Οἷον δὲ μυρεψικὸν καὶ νάμα ῥοῶν, τοὺς φυσικοὺς καὶ ἠθικοὺς τῶν ἔξω λέγει λόγους, οὐκ ἐκ φύσεως ἔχοντας τὸ εὐῶδες, ἀλλὰ τεχνικῇ σκευασίᾳ παρηρτυμένα· ἀφ' οὗ ποτίσειν αὐτὸν ἐπαγγέλλεται μυρεψικῶς τὸ ἡδὺ προσλαβόντος ἐπινοίαις ἀνθρωπίναις. Ὁ γὰρ τοῦ Νυμφίου οἶνος, φυσικῇ χρήσει τὴν εὐφροσύνην ἔχει καὶ οὐκ ἐπείσακτον.
1.65.1
Εὑροῦσα ἔξω φιλήσω σε· καί γε οὐκ ἐξουδενώσουσί με· παραλήψομαί σε· εἰσάξω σε εἰς οἶκον μητρός μου· καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου. {Ὠριγένους.} Εὑρίσκουσα γὰρ αὐτὸν τῆς ἄνω περιωπῆς ἐκβάντα περιεπτύξατο αὐτόν. {Κυρίλλου.} Ἤγουν ἔξω Ἱερουσαλὴμ ὅπου ἐσταυρώθη. {Φίλωνος.} Τὸ δὲ, Οὐκ ἐξουδενώσουσί με, οἱ τὸ τῆς πνευματικῆς φιλίας ἀκατάγνωστον εἰδότες· ἢ ὅτι οὐκ ἔσομαι ἔτι ὡς τὸ πρὶν εὐάλωτος τοῖς ἐχθροῖς· εἰσάξω δὲ αὐτὸν εἰς οἶκον μητρός μου, τῆς γῆς καὶ τῆς ἐκ ταύτης σαρκός· ταμιεῖον δὲ αὐτῆς ὁ ᾅδης, ἔνθα ἦσαν αἱ ψυχαὶ ἀποτιθέμεναι τῶν ἁγίων. Οἶνος δὲ μυρεψικὸς τὸ ποτήριον τὸ κεκραμένον πνεύματι, ὃ πίνει διὰ τῶν πιστευόντων.
1.66.1
Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. {Κυρίλλου.} Ἢ τὸν ἐνταφιασμὸν λέγει, ὃν ἤνεγκεν Ἰωσὴφ καὶ Νικόδημος· ῥοῶν δὲ λέγει τῶν ἁγίων. Ἢ οἶνος μυρεψικὸς, λόγος εὐφροσύνης πνευματικῆς, ἀπὸ τῶν ἐν ταῖς θείαις Γραφαῖς παντοδαπῶν νοημάτων ἠρτυμένος· ἀπὸ δὲ ναμάτων ῥοῶν τῶν τεταγμένων, καὶ ἐν οἰκείῳ καιρῷ τελουμένων πράξεων. Ὁ μὲν νόμος ὑποστηρίζει τὸ ἡγεμονικὸν, τὸ δὲ Εὐαγγέλιον τοῦ παντός ἐστι περιληπτικόν· ἢ εὐώνυμος ἡ πρώτη ἐπιδημία, δεξιὰ δὲ ἡ δευτέρα· ἢ εὐώνυμος ὁ παρὼν αἰὼν, τῷ μέλλοντι παραλαβὼν, εἰσάγει εἰς τὰς ἄνω μονάς.
1.67.1
Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, τί ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ; {Ὠριγένους.} Ἤδη δεύτερον ὥρκισεν, κ. τ. λ. Ὁρκίζει τὰς τῶν ἁγίων ψυχὰς, πρεσβεύειν ὑπὲρ τῶν ἁμαρτωλῶν, ἕως ἂν παραλάβῃ ἡμᾶς ὁ Θεός.
1.68.1
Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφὸν αὐτῆσ; 1741 Οἱ ἅγιοι τοῦτό φασι θαυμάζοντες τὴν κάθαρσιν τῆς Νύμφης. {Νείλου.} Οἱ τῆς συναγωγῆς ἐκπλήσσονται, ἀπὸ τοῦ γαμικοῦ λουτροῦ ἀναβαίνουσαν αὐτὴν ὁρῶντες, αὐτὴν συγκρίνοντες τὴν νῦν αὐτῆς λευκότητα τῇ προτέρᾳ μελανίᾳ· μειζόνως δὲ θαυμάζουσι τὸ, ἐπιστηριζομένην αὐτὴν ἐπὶ τὸν ἀδελφιδὸν, ἀναβαίνειν. Ἄπταιστος γὰρ ὄντως γίνεται πορεία, καὶ προκοπὴ ψυχῆς λόγῳ χειραγωγεῖ κεχρημένης. Προφητεύεται τῆς Νύμφης ἡ ἄνοδος τὰς μακαρίας μονὰς, παντελῶς ἀποθεμένης τοῦ σκότους τῆς κακίας, καὶ τὴν τῆς ἀρετῆς ἀναλαβούσης λαμπρότητα, ἑπομένης τῷ λόγῳ· ὅθεν αἱ ἄνω δυνάμεις θαυμάζουσι τὴν ἐπὶ τοσοῦτον τῶν ἀνθρώπων μεταβολήν. Ὑπὸ μῆλον ἐξήγειρά σε. Τοῦτο τὸ φυτὸν, ὀσμῇ καὶ θέᾳ καὶ βρώσει καὶ ἁφῇ λεῖον ὑπάρχον ἐστὶ καλόν· ὁ οὖν διὰ τῶν αἰσθητηρίων εὖ τραφεὶς, λέγοιτο μῆλον· παρὰ ταύτῃ τῇ μηλέᾳ ὠδίνει ἡ ἄνω Ἱερουσαλὴμ, καὶ τίκτει τὰ τέκνα τῆς ἐλευθερίας· διό φησιν ὁ Ἰωήλ·" Ῥόα καὶ φοῖνιξ καὶ μῆλον καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ, δώσει τὸν καρπὸν αὐτῶν." {Φίλωνος.} Τὸ μῆλον ὑπὸ τὴν μυστικὴν τράπεζαν ἐγείρας τέθεικά σε· τροφὴ γὰρ καὶ ποτὸν ἐργάζεται. Μῆλον τὴν οἰκονομίαν ἐλέγομεν, ὡς ἐμπεριεχομένης τῆς θεότητος τῇ ἀνθρωπότητι· ὑφ' ὃ ἐξήγειρε τὴν Νύμφην, ἢ καθεύδουσαν ἢ καθεζομένην, ἀπὸ τῶν χοϊκῶν ἐπὶ τὰ οὐράνια αὐτῆς διεγείρας τὸ φρόνημα. Ἐκεῖ δὲ ὠδινᾶσθαι καὶ τετέχθαι ὑπὸ τῆς μητρός φησιν, ὑπὸ τὸ μῆλον, δηλονότι, τὴν διὰ τοῦ βαπτίσματος ἀναγέννησιν δηλῶν· μητέρα δὲ τὸ Πνεῦμα λέγει, τὸ γεννῶν τοὺς βαπτιζομένους. Τὸ δὲ δὶς αὐτὴν ὠδινᾶσθαι, οἶμαι μίαν μὲν ὠδῖνα λέγεσθαι, καθ' ἣν ἐντυποῦται τῷ λόγῳ τῆς διδασκαλίας τὸ κατ' εἰκόνα τῇ γεννωμένῃ τοιαύτην γέννησιν ψυχῇ· ἑτέραν δὲ καθ' ἣν διὰ τῆς ἀγαθῆς πολιτείας ἐν ταύτῃ μορφοῦται τὸ καθ' ὁμοίωσιν· μήτηρ γὰρ τὴν σχέσιν, τεκοῦσα δὲ δηλοῖ τὴν τῆς σχέσεως ἐνέργειαν. Ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου· ἐκεῖ ὠδίνησε σε ἡ τεκοῦσά σε. Ἡ σὰρξ τοῦ Χριστοῦ ἐν ταῖς ὠδῖσι τοῦ σταυροῦ ἐγέννησε τὴν Ἐκκλησίαν, τῷ ῥεύσαντι ἐξ αὐτῆς αἵματι καὶ ὕδατι. ʹ. Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλοσ. {Ὠριγένους.} Προτρέπεται αὐτὴν ὁ Νυμφίος, κ. τ. λ. {Νείλου.} Τὴν ἀπὸ τοῦ βαπτίσματος ἀγαπηθεῖσαν ψυχὴν, θέλει καὶ ἐν τοῖς ἐνθυμίοις, καὶ ἐν ταῖς πράξεσιν ὁ Χριστὸς ἐνσφραγίσαι ἑαυτοῦ, καὶ μόνην ἔχειν τὴν τούτου μνήμην, ἑτέρου δὲ μηδενὸς, τὸ τῆς ἀγά 1744 πης αὐτοῦ διηγούμενος ἔνθερμον, καὶ τοῦ ζήλου τὸ σκληρὸν καὶ διάπυρον· Ὅτι, φησὶν, ἀγαπῶ σφοδρῶς ἀγαπώμενος, καὶ ζητῶ [Ξ. Β. ζήλῳ] σφοδρότερον ζητούμενος· ὁ γὰρ ἐμὸς ζῆλος, πυρός ἐστι θερμότερος καὶ ᾅδου σκληρότερος· καὶ ἡ ἀγάπη τοῦ θανάτου κραταιοτέρα, πυρὸς φλόγας ἔχουσα τὰς ὁρμάς.
1.69.1
Περίπτερα αὐτῆς, περίπτερα πυρός· ἄνθρακες πυρὸς, φλόγες αὐτῆς· ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην· καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Τὰ οἰκοδομήματα αὐτῆς, τὸ πάντων ἐστὶ λεπτομερέστερον στοιχεῖον καὶ καθαρώτερον· ἵν' ὡς Θεὸς ποιῇ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, τοιαύτην, ὁποῖος ἦν καὶ ὁ τῷ Μωσεῖ ἐκ τῆς βάτου ἐν πυρὸς φλογὶ φανεὶς, οὕτως ἀγαπῶν ποιήσει φλόγα πυρὸς, παραπλησίως τοῖς ἑαυτοῦ λειτουργοῖς· καὶ τοὺς ἁγίους αὐτοῦ μεθέξοντας τῆς ἑαυτοῦ θεότητος, καθὸ πῦρ ἐστι καταναλίσκον· οὕτω γὰρ πᾶν ἑαυτοῖς ἀναλωθήσεται. Ἢ καὶ περίπτερα τῆς Ἐκκλησίας, Καινὴ καὶ Παλαιά· καὶ ὧδε μὲν πύριναι γλῶσσαι, ἐκεῖ δὲ πυρὸς βάτος. {Κυρίλλου.} Τὰ τείχη, φησὶν, τῆς Ἐκκλησίας πῦρ ἐστι. Καὶ ἄλλως· Κατὰ τὸ," Ἔσομαι αὐτῇ τεῖχος πυρὸς κύκλωθεν, λέγει Κύριος·" τὰς οὖν φλόγας τῆς ἀγάπης πειρασμοὶ οὐ συγκλύσουσι· τοιοῦτόν ἐστι καὶ τὸ," Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" {Νείλου.} Ἣν ἔχει ὁ Κύριος πρὸς ἡμᾶς ἀγάπην, οὐδὲν αὐτὴν σβέσαι δύναται, οὐδὲ ὕδωρ πολὺ τῆς ἀντικειμένης δυνάμεως, οὐδὲ ποταμοὶ πειρασμῶν φλεγμαίνοντι ῥείθρῳ φερόμενοι. Διὸ κἂν δῷ τις πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενωθήσεται, οὐδὲν τῆς τοῦ Δεσπότου ἀγάπης ἄξιον ἐπιδείξασθαι δυναμένους. Πάλιν, ἐπείπερ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, ἔστι δὲ καὶ κατὰ Θεὸν ἀγάπη, πῦρ καταναλίσκον ἐστὶν ἡ ἀγάπη· ἧς καὶ τὰς ὁρμὰς ἔχει πυρὸς φλόγας· οὗ τῆς δυνάμεως αἰσθάνονται οἱ τῷ πνεύματι ζέοντες. Ὕδωρ δὲ νῦν αἱ ἀντικείμεναι τοῖς αὐτὴν ἀνειληφόσιν ἐνέργειαι· πάντα γὰρ ὑπομένει, καὶ οὐδέποτε ἐκπίπτει. Περὶ δὲ τῶν μὴ συγκλυζόντων αὐτὴν εἴρηται ποταμῶν," Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος," καὶ τὰ ἑξῆς. Ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτήν. Τίνες ἄλλοι, ἢ οἱ τῆς ἀγάπης ἀλλότριοι; ὁ γοῦν ἑαυτὸν ἐπιδοὺς τῇ ἀγάπῃ Παῦλος φησίν·" Λοιδορούμενοι εὐλογοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν," καὶ τὰ ἑξῆς. Πᾶς δὲ βίος, ἁπλούστερον μὲν, ὅταν τις καταλέλοιπεν, ἵνα Χριστὸν κερδήσῃ καὶ τελείως ἀκολουθήσειεν· ἤγουν ἅτινα παρέχει πτωχοῖς· βαθύτε 1745 ρον δὲ ἡ λογικὴ πᾶσα ζωή· ἣν ὁ καταργήσας τὰ τοῦ νηπίου, πάντα πράττων ἐν ἀγάπῃ, τὸν βίον ἀνατίθησιν αὐτήν· ἡ ὡς ἐπεὶ μηδὲν ἐν ἀνθρώποις τῆς ἀγάπης ἄξιον πράττεται· κἂν πάντα τις ἐν ἀγάπῃ διατελέσας τὸν βίον, ὡς μηδὲν ἄξιον δράσας ἐξουδενωθήσεται.
1.70.1
Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μασθοὺς οὐκ ἔχει. Τὸ μὲν πρόθυμον τὸ περὶ τὴν νύμφην καὶ τὸ ἐνδιάθετον ἐπιδεικνύμεναι αἱ νεάνιδες, αὔξουσι τῷ λόγῳ τὸ φιλότιμον· ἀγνοοῦσαι δὲ τὴν κατάστασιν αὐτῆς, καὶ μηδέπω τῆς πρὸς ἄνδρα συζυγίας ὥραν ἔχειν νομίζουσαι, ἀποροῦσι πρὸς τὸ πρακτέον· καὶ τοῦ μνηστῆρος τὴν σπουδὴν ἐπὶ τὸν γάμον ἐπείγοντος, ὁρῶσι καὶ τὴν τῆς Νύμφης ὡς ἐνόμιζον νηπιότητα· καὶ τοιαῦτα πρὸς ἀλλήλας λέγουσιν· Οὐδὲν ὧν λείπει τῇ Νύμφῃ, τῆς ἡμετέρας ἤρτηται σπουδῆς καὶ συνεργείας, προσθεῖναι δὲ αὐτὴν προκοπὴν ἡλικίας, τῶν οὐκ ἐφ' ἡμῖν. Εἰ μὲν γὰρ ἦν τεῖχος ἐπάλξεσι λειπόμενον, οὐδὲν ἐκώλυε τὸ χρειῶδες ὑπερβῆναι τῇ φιλοτιμίᾳ, καὶ ἀργυρᾶς ἐπάλξεις ἀντὶ λιθίνων ἐπιστῆσαι τῷ τείχει· ἡ γὰρ πολυτέλεια τῆς προθυμίας ἔλεγχος ἐγίνετο· καὶ ἡ κηδεμονία, τεκμήριον ἀναμφίλεκτον διὰ τῆς διαθέσεως· τελειότητα δὲ προσθεῖναι νηπιότητι, καὶ μασθοὺς διεγεῖραι πρὸς ὄγκον, οὓς ἡ φύσις οὐδέπω πρὸς τοῦτο ἐκίνησεν, μεῖζον ἀνθρωπίνης ἐστὶ δυνάμεως. Οὐ γὰρ ᾔδεισαν αὐτῆς τὴν ἐν τῷ κρυπτῷ τελειότητα, νεάνιδες οὖσαι καὶ φύσεως ἀκολουθίᾳ προσέχουσαι. Λανθάνει γὰρ πάντα ἀνθρώπινον ὀφθαλμὸν κατάστασις ψυχῆς, μάλιστα τοῖς κρύπτειν ἐπισταμένοις τὰ κατορθώματα. {Φίλωνος.} Τοῦτο πρὸς τοὺς πίστιν μὲν ἔχοντας, οὔπω δὲ γνῶσιν τῶν δύο διαθηκῶν· διὰ τὸ νεοπαγεῖς εἶναι, καὶ μὴ δύνασθαι καὶ ἑτέρους τρέφειν. {Ὠριγένους.} Ὅτι μικρὰ ἡ τοῦ ἀνθρώπου ψυχὴ, κ. τ. λ.
1.71.1
Τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ ᾗ ἂν λαληθῇ ἐν αὐτῇ; εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην. Ὅταν κυρωθῶσι τῆς μνηστείας οἱ λόγοι, βούλονται ποιῆσαι τῇ ἀδελφῇ τὰ λείποντα ταύτῃ πρὸς τελειότητα. Εἰ γὰρ τεῖχος, φασὶν, ἐστὶν ἡ Ἐκκλησία, ὤσπερ στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας, ἐπαναπληρώσωμεν αὐτῇ τὰς λογικὰς τελειότητας· ἃς καὶ ἐπάλξεις εἰρήκασι· θύρα δὲ βεβαιότητος διαγραφομένη, οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος· ὡς ἐπὶ θύρας δὲ καὶ σανίδα φασὶν, ἐσχηματισμένη πρὸς θύρας τελείωσιν· ἡ δὲ κεδρίνη τὴν ἄφθαρτον δηλοῖ τοῦ πνεύματος περιβολήν· αὕτη γὰρ σφίγγει τὴν ἀνθρωπίνην ἀσθένειαν. Ἐρωτῶσι τοίνυν οἱ ἅγιοι περὶ τῶν νεοφωτίστων, καὶ δέχονται ἀπόκρισιν. Εἰ στερεὰ πέτρα ἐγένετο καὶ πίστει ἑδραία, προθῶμεν τὰ θεῖα λόγια· εἰ δὲ θύρα ἐστὶν εὔστροφος, καὶ ἐκ τῆς συναγωγῆς ἐπίστευσεν, ὑπογράψωμεν αὐτῇ τὴν ἄση 1748 πτον τῶν πατριαρχῶν πολιτείαν, καὶ περισφίγξωμεν αὐτὴν ἐπάλξεις πύργων.
1.72.1
Ἐγὼ τεῖχος· καὶ μασθοί μου ὡς πύργοι· ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην. Ὑμεῖς μὲν νομίζετε μή με μασθοὺς ἔχειν, καὶ τὰ ἑξῆς· ἐγὼ δὲ τῆς πολλῆς εἰς ἐμὲ χάριτος τοῦ Νυμφίου, καὶ τῆς ἐμῆς μνηστείας αἰσθανομένη πρὸς μέγεθος ἐδέησα περιποιουμένη καὶ ἄλλοις εἰς ἀσφάλειαν καὶ εἰς πλῆθος θεωρημάτων, ὡς διττοῖς ἀπεικάζεσθαι πύργοις· δηλούντων τὸν περὶ τῶν αἰσθητῶν λόγον, καὶ τὴν περὶ τῶν νοητῶν ἐπιστήμην. Καὶ ἐπεὶ ἐζήτησα τὴν εἰρημένην καὶ ἐδίωξα αὐτὴν, τοιαύτη τις ἤμην ἐν ὀφθαλμοῖς τοῦ Νυμφίου· μαθοῦσα καὶ τοῦτο ἀπὸ τοῦ Πνεύματος, ὅτι οἱ ὀρθῶς ζητήσαντες αὐτὸν, εὗρον εἰρήνην, ἥτις ἐστὶ Χριστός. Λύει τὴν ἀμφιβολίαν τοῦτο, οὐκ ἀνεχομένη νομισθῆναι ὡς ὑποπίπτουσαν λανθάνει, φησὶν, ὑμᾶς εἰκότως τὰ κατὰ τὴν ψυχὴν πλεονεκτήματα· ἐγὼ δὲ ἐν ὀφθαλμοῖς τοῦ Νυμφίου τετελείωμαι· εἰ γάρ εἰμι ἐν ὀφθαλμοῖς αὐτοῦ εὑρίσκουσα εἰρήνην, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρίσκουσιν εἰρήνην. Τεῖχός εἰμι δυσκαταμάχητον, δι' ἣν εἰρήνην οὐ δέδοικα πολέμου ἔφοδον· τεῖχος δὲ καὶ θύρα ἀκούσασα, τὸ μὲν κατεδέξατο· πρὸς δὲ τὸ κληθῆναι θύρα διὰ τῆς σιωπῆς ἀνένευσε· τὴν τοιαύτην προσηγορίαν τῷ Νυμφίῳ τηρήσασα· μόνος γὰρ οὗτος τῆς πατρικῆς γνώσεως εἴσοδος.
1.73.1
Ἀμπελὼν ἐγενήθη τῷ Σαλομὼν ἐν Βεελαμών· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν· ἀνὴρ οἴσει ἐν τῷ καρπῷ αὐτοῦ χιλίους ἀργυρίουσ. {Νείλου.} Ὁ ἀμπελὼν, καὶ ἐν κέρατι ἐγενήθη τῷ ἠγαπημένῳ, ὅ ἐστι Χριστός. Ἐν Βεελαμὼν δέ ἐστιν, ἐν πλήθεσιν, ἀμπελὼν δὲ ἐν πλήθεσιν ἡ τῆς Ἐκκλησίας πάμφορος ὁμήγυρις. Ἔδωκεν οὖν τὸν ἀμπελῶνα τοῦτον τοῖς τηροῦσι, τοῖς ἡγουμένοις τῆς Ἐκκλησίας, οὓς καὶ γεωργοὺς καὶ πανδοχέας ἐκάλεσεν. Ὃς ἂν οὖν ἀνὴρ ἐν τούτοις εὑρεθῇ, οἴσει καρπὸν αὐτῷ χιλίους ἀργυρίους, τὴν τελείαν τῶν ὑποτεταγμένων προκοπὴν τῆς ἐν τῇ θεοσεβείᾳ καρποφορίας. {Κυρίλλου.} Τῷ πνευματικῷ Σαλομὼν ἀμπελὼν ἐγενήθη· λέγει δὲ τὴν Ἐκκλησίαν· τὸ δὲ ἐν Βεελαμὼν, ἐν τοῖς πεπιστευκόσιν ἑρμηνεύεται. Τίνες δὲ πεπιστεύκασιν, ἢ οἱ τὰς ἐντολὰς αὐτοῦ δεξάμενοι; Χριστὸς ὁ εἰρημένος Σαλομὼν ὁ τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ ποιῶν εἰρήνην. Μηδεὶς οὖν ζητείτω ἔξω τοῦ Βεελαμὼν, τουτέστι τοῦ ἔχοντος πλῆθος ἀθροίσματος, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ συναγομένου τὸν καρποφόρον ἀμπελῶνα τοῦ Λόγου καὶ Χριστοῦ· ὃν καὶ παρέδωκε φυλάξειν, ἵνα μὴ λυμήνηται αὐτὸν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανεμήσεται αὐτὸν, μηδὲ τρυγήσωσιν αὐτὸν οἱ παραπορευόμενοι τὴν ὁδόν· 174 καὶ τοιοῦτος ὁ ἀμπελὼν, ὡς τὸν καρπὸν αὐτοῦ φέρεσθαι, ὑπὸ κατηργηκότος ἀνδρὸς τὰ τοῦ νηπίου· καὶ εἶναι ἄξιον ἀργυρίου χιλίων. Λόγου γὰρ τιμίου καὶ πολλοῦ ἀξίου καὶ θαυμασίου, ὃς ἀργύριον εἴρηται, τοῦ ἀμπελῶνος ἄξιος καρπός· ὁ δὲ τῶν χιλίων ἀριθμὸς, ἔχει πρὸς τὴν μονάδα συγγένειαν, διὸ καὶ παρείληπται. Φύλακες δὲ τοῦ ἀμπελῶνος οἱ ἄγγελοι.
1.74.1
Ὁ ἀμπελών μου ἐμὸς, ἐνώπιόν μου· οἱ χίλιοι Σαλομὼν καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ. Ταῦτα, εἴτε τῆς Ἐκκλησίας, εἴτε τῆς Νύμφης τοῦ λόγου ψυχῆς, ἐφ' ἑκατέρας ἀμπελὼν καρποφόρος νοεῖται· καὶ οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου· ἤδη δὲ καὶ Σωτῆρος τοῦ ἀληθῶς εἰρηνικοῦ. Λέγει οὖν ἐν τοῖς Κριταῖς πρὸς τὰ ξύλα ἡ ἄμπελος· Ἀφεῖσα τὸν οἶνόν μου τὴν εὐφροσύνην Θεοῦ καὶ ἀνθρώπων, πορευθήσομαι ἄρχειν τῶν ξύλων; οὐκοῦν ἀκόλουθον καὶ τὸν Χριστὸν ἀπὸ καρποῦ τῆς τοιαύτης ἀμπέλου λαμβάνειν, δηλοῖ τὸ Οἱ χίλιοι τοῦ Σαλομών. Εἰκὸς δὲ καὶ τοὺς φύλακας ἀγγέλους μεταλαμβάνειν τοῦ τῆς Νύμφης ἀμπελῶνος, ὅταν παρίσταται, διὰ τοῦ καὶ, Οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ· οὐ γὰρ μόνον τίς φυτεύει, ἀλλὰ τίς καὶ τηρεῖ ἀμπελῶνα, καὶ οὐ φάγεται τὸν καρπὸν αὐτοῦ; Τὰ περὶ Θεοῦ δόγματα τοίνυν, οἱ χίλιοί εἰσι συγγενῶς ἔχοντες τῇ μονάδι, τῷ Σαλομὼν ἀνακείμενοι· τὰ δὲ περὶ τὴν ὕλην καὶ τὰ αἰσθητὰ, τοῖς διακονουμένοις ἐν τῇ ὕλῃ διακοσίοις, πρὸς τὴν δυάδα συγγένειαν ἔχουσι· περὶ ὧν τὸ, Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα· ματαιότης γὰρ ἡ ὕλη καὶ τὰ σωματικά· οἱ δὲ καρποὶ τοῦ ἀμπελῶνος, ἀφ' ὧν οἱ χίλιοι καὶ οἱ διακόσιοι δίδονται, οἱ ὑπὲρ τῶν ληνῶν εἰσι ψαλμοὶ, ἡνίκα οἱ καρποὶ τοῦ ἀμπελῶνος ἐκπιεζόμενοι, τὸν εὐφραίνοντα Θεὸν καὶ ἀνθρώπους, καὶ τοὺς τηροῦντας οἶνον ποιήσουσιν. {Ἀπολιναρίου.} Ἐν ἀρχῇ μὲν οὖν ἔλεγον· Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν· ἐν δὲ τῷ τέλει τοῦ βιβλίου τέλειον εἰσήγαγε τὸν καρπόν· καὶ τῷ γῆς βασιλεῖ πολλὴν τὴν ἐκ τοῦ οἴνου τιμὴν καὶ τοῖς φύλαξιν· ὅτε δοξάζεται μὲν ἐπιδημῶν ὁ Δεσπότης, Παύλου λέγοντος·" Ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ·" καὶ φύλαξ, τοῦ ἀμπελῶνος αὖθίς φησι·" Καύχημά ἐσμεν εἰς ἡμέραν Χριστοῦ." Ἀλλ' ἐπεὶ Χριστοῦ χάριτι κατορθοῦται τὸ πᾶν, αὐτῷ πλέον ἀνήκει τέλειον· πολὺ δὲ καὶ τὸ τῶν ὑπηρετῶν, καθὸ διὰ παραβολῶν ἔφη περί τε τοῦ διπλασιάσαντος τὴν μνᾶν, καὶ τοῦ πενταπλασιάσαντος· πόλεσιν ἐπιστησαμένων εἰσαριθμῶν τῷ πολυπλασιασμῷ. Καθόλου δέ φησι Ματθαῖος Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, καταστήσει τὸν ἀγαθὸν οἰκέτην καὶ πιστὸν οἰκονόμον· εἰ δὲ μὴ ἔστιν ἀμφοτέρων διαφορὰ, τῶν χιλίων εἰς τοὺς ὑπηρέτας διανέμησις γίνεται· ὅτι τὰ τοῦ Κυρίου λαμβάνουσιν ἀνὰ διακοσίους πενταχῆ διαιρούμενα· ὅτι καὶ πέντε παρθένους ὁ Κύριος ἀπεικάζει τοῖς ἀπαντησομένοις τῶν ἁγίων. Ἐμὸς οὖν ὁ ἀφιερωμένος ἀμπελὼν, καὶ ἡ τούτου καρποφορία μεριζομένη 1752 τοῖς τελείοις ἐξ ἴσου, κατὰ τὴν ἐμὴν μετουσίαν, εἰς τάγματα πέντε, ἀποστόλους, προφήτας, διδασκάλους, διδασκομένους, μάρτυρας, εἰ καὶ κλήματα [ξ. β. κλίμακα] οἱ αὐτοὶ καὶ γεωργοὶ καὶ ἐπιστάται· πολυτρόπως γὰρ οἱ αὐτοὶ δηλοῦνται. Τοῦ ἀληθινοῦ Σολομῶντός ἐστιν ἡ φωνὴ τὸ ὅλον τῆς φυλακῆς τοῦ ἀμπελῶνος ἑαυτῷ μαρτυροῦντος. Εἰδὼς γὰρ τὸ τῶν ἀνθρώπων περὶ αὐτὸν ἀσφαλίζεται τὸ πρὸς τὴν οἴησιν ὀλισθηρόν· μάλιστα ἡγουμένων εὐχερῶς, ἐπὶ τῷ ἀξιώματι τῆς ἀρχῆς φυσωμένων· ὥστε μὴ σφετερίζεσθαι τύφῳ καὶ ἀπονοίᾳ τὰ τοῦ Θεοῦ πλεονεκτήματα, τὴν φυλακὴν τοῦ ἀμπελῶνος τῇ ἑαυτῶν σπουδῇ ἐπιγράφοντας. Ἐπειδὴ γὰρ, φησὶν, ἐνώπιόν μού ἐστιν ὁ ἀμπελὼν, καὶ οἱ ὀφθαλμοί μου διὰ παντὸς ἐπιβλέπουσιν ἐπ' αὐτὸν, διὰ τοῦτο καὶ ἡ σπουδὴ τῶν τηρούντων ἰσχύει· καὶ οἱ ἐπίβουλοι φεύγουσι τὸ ἐμὸν ὄνομα ἀτενῶς τῇ ἀμπέλῳ προσέχον φρίττοντες· διὰ δὲ τοῦ, διακόσιοι τοῖς τηροῦσι, τὸν ἀμπελῶνα οὐ συμμερίζεσθαί φησιν, ἀλλὰ μείζονας ὧν προσήνεγκαν τὰς ἀμοιβὰς δεχόμενοι. ιγʹ,
1.75.1
Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῆς φωνῆς σου· ἀκούτισόν με· φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων Καλοῦντός ἐστι φωνὴ, τὸ, Ὁ καθήμενος ἐν κήποις· καὶ σημαίνοντος τὴν ἀργίαν τῷ καθημένῳ. Τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν· Οὐχ ὁ καθήμενος ἐν κήποις, φησὶν, καὶ ἀσθενῶν, τροφῇ, λαχάνοις παραμένων, φυλάσσει τὸν ἀμπελῶνα· ἑταῖροι γάρ εἰσιν οἱ προσέχοντες τούτῳ, οἳ καὶ αὐτοὶ διὰ παντὸς ἑστῶτες συντόνῳ σπουδῇ, καὶ οὐ κήπους ἢ λάχανα, ἀλλὰ καρπὸν τέλειον ἀμπέλου φυλάττοντες. Τὸ μὲν γὰρ καθῆσθαι, τὴν τοῦ φυλάσσοντος ἀμέλειαν δηλοῖ· ὁ δὲ κῆπος σημαίνει τὴν τῶν φυλασσομένων ἀσθένειαν. Τάχα καὶ διὰ τὸ καθῆσθαι τὸν φύλακα, κῆπος οἱ φυλασσόμενοι γεγόνασι· τὸ δὲ, Τὴν φωνήν σου ἀκούτισόν με, παρὰ τοῦ Νυμφίου πρὸς τὴν Νύμφην λέγεται, βουλομένου ἐκ τῆς φωνῆς γνῶναι τὸ φρόνημα τῆς ψυχῆς, εἰ δύναται καὶ τὰ τῆς ἀναλήψεως εἰδέναι μυστήρια, προμαθοῦσα Γραφικαῖς προφητείαις αὐτά· διόπερ ἑτοίμως ἀποκρίνεται λέγουσα· Φύγε, καὶ τὰ ἑξῆς· ὡμοιώθης μὲν γὰρ πρῶτον τοῖς ζώοις τούτοις ἐπὶ ὄρη Βαιθὴλ, ἐνανθρωπήσας· πηδῶν ἐπὶ τὰ ὄρη τοῦ οἴκου τοῦ Θεοῦ. Δεύτερον ὡμοιώθης αὐταῖς ταῖς ἐν ᾅδου ψυχαῖς, κατιὼν κηρύξαι τὴν ἐκεῖθεν ἐλευθερίαν· ἐπὶ ὄρη κοιλωμάτων νῦν, ἐπειδὴ καιρὸς ἐπαρθῆναι τὴν μεγαλοπρέπειάν σου ὑπεράνω τῶν οὐρανῶν, καὶ καθίσαι ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Φύγε καὶ ὁμοιώθητι αὐτοῖς πάλιν ἐπὶ τὰ ὄρη τῶν ἀρωμάτων· ὄρη τῶν ἀρωμάτων, τοὺς ἐν τῇ ἄνω Ἱερουσαλὴμ ὄντας ἁγίους λέγει· τοὺς βεβαίαν διὰ τὸ ἐν ἀσφαλείᾳ εἶναι ἔχοντας τὴν τῶν 1753 κατορθωμάτων εὐωδίαν, ἣν ἐκτήσαντο ἐν τῇ ζωῇ ταύτῃ τοῖς πάθεσι μαχόμενοι, καὶ ὑπὲρ τῆς ἄνω κλήσεως ἀγωνιζόμενοι. Ἐν τρισὶ δὲ χωρίοις γενόμενος, τῷ περιγείῳ, τῷ καταχθονίῳ, τῷ ἐπουρανίῳ, δορκάδι δὲ καὶ νεβρῷ ὁμοιοῦται, ὄρεσιν ἐπιδιατρίβων τοῖς καθ' ἕκαστον χωρίον ἁγίοις, ἵνα πᾶν γόνυ κάμψῃ αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. {Φίλωνος.} Ἐπικάθηται γὰρ ταῖς Ἐκκλησίαις ἐφορῶν ταῦτα ὁ Κύριος· οἱ δὲ ὑποτεταγμένοι τῷ ἀρχιερεῖ λειτουργοὶ, προσέχουσι τὴν Ἐκκλησίαν παιδεύοντες· εἶτά φησιν ὁ Κύριος καὶ ἡ Ἐκκλησία πρὸς πάντα πιστόν· Φύγε, ἀδελφιδέ μου· ὁ γὰρ κατὰ Θεὸν ἄνθρωπος, ὀξέως τε ὁρᾷ καὶ φεύγει τὴν ἁμαρτίαν· ὄρη δὲ ἀρωμάτων, ὁ ὑψωθεὶς τυχὸν Ἰωσὴφ ἐν σωφροσύνῃ, καὶ Δαβὶδ, πρὸς οὓς ἔστι φευκτέον. Φύγε οὖν ἀπὸ τῶν γηΐνων καὶ κοσμικῶν πρὸς τοὺς ἐναρέτους ἄνδρας· ὑπὸ τούτων ὁδηγούμενος, μέτοχος γενήσῃ τῆς βασιλείας τῶν οὐρανῶν. {Κυρίλλου.} Ὁ μὲν καθήμενος ἐν κήποις τὰς Ἐκκλησίας ἐπισκοπεῖ, οἱ ἑταῖροι δὲ προσέχουσιν οὐδὲ κρίνουσιν, ἀλλὰ τὴν κρίσιν πᾶσαν ὁ Υἱὸς ποιεῖ. Ἐπιθυμεῖ δὲ ἡ Νύμφη ἀκοῦσαι," Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου·" ἀξιοῖ δὲ αὐτὸν καὶ τοὺς πονηροὺς ἐκβαλεῖν, Φύγε, λέγουσα ἐπὶ τοὺς ἁγίους ἐλθεῖν. {Ὠριγένους.} Εἶδεν ἡ Νύμφη τὸν Νυμφίον, κ. τ. λ. Τῇ φωνῇ καὶ αὐτὸν αὐτῇ παρορμῶντα παρασκευάσαι τὰ τῆς ἀκοῆς ἄξια τῆς αὐτοῦ, τὰ δὲ τελευταῖα παρὰ τῆς Νύμφης, τὸ Φύγε, ὡς ἂν ἕπεσθαι, καὶ τῇ αὐτῇ διὰ τὸ τέλειον δυναμένῃ. Τὸ δὲ, φύγε, τὴν αἰφνίδιον ἔδειξεν ἄνοδον, καὶ τὴν εἰς ἀπέραντον ἀναχώρησιν ὄρη λέγουσα· εἰς ἅπερ ἂν φεύγουσιν ἔλαφοι καὶ δορκάδες, ταῖς τῶν διωκόντων ὄψεσιν ἄληπτοι γίνονται, τῶν ἀρωμάτων δηλούντων τὸ εὐῶδες τῶν οὐρανίων καὶ καθαρόν.

Intertext edge

Open linked passage

Note