Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catena in Ecclesiasten
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Catena in Ecclesiasten (e cod. Marc. gr. 22) ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ Προκοπίου χριστιανοῦ σοφιστοῦ ἐξηγητικῶν ἐκλογῶν ἐπιτομή, ἀπὸ φωνῆς Γρηγορίου Νύσσης καὶ Διονυσίου Ἀλεξανδρείας, Ὠριγένους, Εὐαγρίου, Διδύμου, Νείλου [καὶ Ὀλυμπιοδώρου]. ηψπο. τ Ὑπόθεσις τοῦ αὐτοῦ. ηψπο. 1 Τῶν παροιμιακῶν νοημάτων γυμνασάντων τὸν νοῦν, ἡ ἄνοδος νῦν ἐπὶ τὴν ὑψηλοτέραν γίνεται θεωρίαν, πόνων ἔτι δεομένη μειζόνων. Πλὴν ὅμως κατὰ δύναμιν τῇ περὶ τούτων ἐγχωρητέον ζητήσει, τῷ σωτῆρι πειθομένοις εἰπόντι· ἐρευνᾶτε τὰς γραφάς. Αὐτὸς γὰρ ἡμῖν χορηγήσει καὶ πρὸς τοῦτο τὴν δύναμιν. Ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις γραφαῖς, ἱστορίαις τε καὶ προφητείαις, καὶ πρὸς ἄλλα τινὰ τῶν μὴ πάνυ τῇ ἐκκλησίᾳ χρησίμων ὁ σκοπὸς βλέπει· ἡ δὲ τοῦ βιβλίου τούτου διδασκαλία πρὸς μόνην βλέπει τὴν ἐκκλησιαστικὴν πολιτείαν, δι' ὧν ἄν τις τὸν ἐν ἀρετῇ κατορθώσειε βίον ὑφηγουμένη, ὑπερτιθεῖσα τὸν νοῦν τῆς αἰσθήσεως καὶ τῶν κατ' αἴσθησιν εἶναι δοκούντων λαμπρῶν, τῶν ἀνεφίκτων αἰσθήσει τὴν ἐπιθυμίαν ἐμβάλλουσα. Διὸ κατ' ἐξαίρετον Ἐκκλησιαστὴς ὄνομα τῷ βιβλίῳ. Τάχα δὲ καὶ πρὸς τὸν Ἐκκλησιαστὴν τὸν ἀληθινὸν ἡμᾶς τῆς ἐπιγραφῆς ὁ λόγος ἀνάγει, τὸν ἐξ ἁπάσης πλάνης τὰ διεσπαρμένα συνάγοντα, τὸν ἀληθινὸν βασιλέα, τὸν υἱὸν τοῦ θεοῦ, πρὸς ὅν φησι Ναθαναήλ· σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εἰ οὖν τὰ ῥήματα ταῦτα τοῦ βασιλέως ἐστὶν Ἰσραήλ, ὁ δὲ αὐτὸς καὶ υἱός ἐστι τοῦ θεοῦ, καὶ αὐτὸς ἄρα Ἐκκλησιαστὴς ὀνομάζεται, καὶ μανθάνομεν ὡς ἐπ' αὐτὸν ἡ τῶν παρόντων ῥημάτων ἀναφέρεται δύναμις.
1.1.1
Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαβίδ, βασιλέως Ἰσραὴλ ἐνἹερουσαλήμ. {Διδύμου.} Προσεκτικὸν ποιεῖ τὸν ἀκούοντα. Οὐ γὰρ ἰδιώτου ἢ τοῦ τυχόντος οἱ λόγοι. Τὰ μὲν γὰρ ἠθικὰ διδάσκων ἑαυτοῦ παροιμίας λέγει, φυσικὰ δὲ παραδιδοὺς οὐκέτι Σολομῶντος ἀλλ' Ἐκκλησιαστοῦ φησιν. Οὐ γὰρ ᾗ Σολομὼν ἁπλῶς καὶ ἄνθρωπος, ἀλλ' ᾗ σοφὸς καὶ θεοῦ διάκονος ταῦτα προφέρεται. Αὐτοῦ γοὖν ἐστιν εἰπόντος ἀκοῦσαι· οἱ ἐμοὶ λόγοι ὑπὸ θεοῦ εἴρηνται, καθάπερ ἀπο στόλων καὶ προφητῶν. Ἀλλὰ καὶ ὃν ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα λαλεῖ τοῦ θεοῦ. Λαλεῖ δὲ βασιλεύων οὐκ αἰσθητῶς ἀλλὰ νοητῶς τοῦ Ἰσραήλ, τοῦ διορῶντος νοῦ τὰ παρὰ θεοῦ λαλούμενα ῥήματα. Βασιλεύει δὲ οὐκ ἐν τόπῳ ψιλῷ, ἀλλ' ἐν Ἱερουσαλήμ, τῇ τῆς εἰρήνης ὁράσει. {Νείλου.} Ἐκκλησιαστὴν ἑαυτὸν ἐκάλεσεν ὁ Σολομών, ὡς πάντας ἀνθρώπους ἐκκλησιάζων καὶ δεσμεύων εἰς ὁμόνοιαν, καὶ ἐν κοινῷ τὴν φυσικὴν παραδιδοὺς θεωρίαν. {Διονυσίου.} Οὕτω καὶ Ματθαῖος υἱὸν Δαβὶδ ὀνομάζει τὸν κύριον.
1.2.1
Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, τὰ πάντα ματαιότησ. {Διδύμου.} Καλὰ λίαν· ὡς. δὲ πρὸς τὸν θεὸν πάντα ματαιότης, τὰ δὲ ὁρώμενα ματαιότης ματαιοτήτων. Καὶ Δαβὶδ δέ· πλὴν τὰ σύμπαντα ματαιότης, φησί, πᾶς ἄνθρωπος ζῶν. Εἰ δὲ ὁ ζῶν ἄνθρωπος ματαιότης, ὁ μὴ ζῶν ματαιότης ματαιοτήτων. Ἀλλὰ καὶ πρὸς τοὺς ἐλθόντας εἰς τὸ νοῆσαι τὴν ἐκκλησίαν καὶ θαυμάζοντας τὴν θεωρίαν τῶν γεγονότων ὁ λόγος φησί· μὴ νομίσητε τὸ ἔσχατον τέλος τοῦτο εἶναι, τὸ ἐν ἐπαγγελίᾳ ἡμῖν ἀποκείμενον. Ταῦτα γὰρ πάντα μάταια ἐνώπιον τῆς γνώσεως τοῦ θεοῦ· μετὰ γὰρ τὴν γνῶσιν τῆς τριάδος μάταιοι τῷ αἰῶνι καὶ κόσμῳ οἱ λόγοι, ὥστε μάτην περὶ τὸν βίον τοῦτον πλανώμεθα, τὸν χρόνον περιττῶς ἀναλίσκοντες. Ὅταν γὰρ φθάσῃ τὸ τέλος, οὐδὲν ἡμῖν τῶν ὁρωμένων παρίσταται, ἡμεῖς δὲ στενάξομεν ὡς μάτην μοχθήσαντες. Ἀνοιγέτω τοίνυν τὸ οὖς ἡ ἐκκλησία· πρὸς αὐτὴν γὰρ τὰ ῥήματα ὁ Ἐκκλησιαστὴς λαλεῖ, ὅσα περὶ τὸν βίον πλανῶμεν καὶ πλανώμεθα, ἥτις ἐστὶ ματαιότης.
1.3.1
Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; {Διονυσίου.} Τίς γάρ, ἐκ τῆς τῶν γηΐνων ἐργασίας πλουτήσας, δίπηχυς ὑπάρχων τρίπηχυς ἐγένετο; Ἢ τυφλὸς ὢν ἀνέβλεψε; Οὐκοῦν ὑπὲρ τὸν ἥλιον τοὺς πόνους πεμπτέον· ἐκεῖ γὰρ οἱ μόχθοι τῶν ἀρετῶν διαβαίνουσιν.
1.4.1
Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. {σξηολια αυξτορις νομινε ξαρεντ} Ἀλλ' οὐκ εἰς τοὺς αἰῶνας.
1.5.1
Ἀνατέλλει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. {Τοῦ Νύσσης.} Δείκνυσιν ὅτι τὸ μέγα τοῦτο στοιχεῖον πανταχοῦ διατρέχει καὶ κατὰ τὴν ἐξουσίαν τὴν ἑαυτοῦ πορεύεται. Εἰ γὰρ ἂν καὶ τὸν δρόμον ἐνήλλαττεν, ἀλλ' εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Τοῦτο δέ φησι ὀνειδίσαι βουλόμενος τὸ ἀνθρώπινον γένος, ὅπως παρέβη τὸν τοῦ θεοῦ νόμον, ὃν ἐξ ἀρχῆς ἐδέξατο. Διὸ καὶ γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ φύλλων δίκην τὸ μὲν φύει τὸ δὲ πίπτει καὶ μαραίνεται. Οὐκ ἂν δὲ τοῦτο πεπόνθαμεν, εἰ τὸν τοῦ θεοῦ νόμον ἐφυλάξαμεν. 1. 4βις Ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. {Τοῦ Νύσσης.} Σὺ οὖν κρατῶν ἀρετῆς μιμοῦ τὴν γῆν ἱσταμένην εἰς τὸν αἰῶνα, ὀλίγον αὐτὸς ἔχων τὸν τῆς ἀθλήσεως χρόνον.
1.8.1
Πάντες οἱ λόγοι ἔγκοποι· οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. {σξηολια αυξτορις νομινε ξαρεντ} Πλήττει οὖν ὁ λόγος καὶ τοὺς ἠμελημένως ἀκροωμένους. Καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεωσ. {Νείλου.} Ὡς γὰρ χρωμάτων καὶ σχημάτων ἀντίληψις οὐ στενοχωρεῖ τῆς ὁράσεως τὴν δύναμιν, οὐδὲ ἀκοὴν φωνῶν καὶ λόγων θλίβουσιν ἦχοιἀμφοτέραις γὰρ ταῖς αἰσθήσεσι φυσικῶς πάρεστι τὸ ἀπλήρωτονοὕτως καὶ ἡ ματαιότης, ἅπαξ νικήσασα τῆς χρείας τὸ σύμμετρον ὡς ἀνέφικτον ὅρον κτίσεως, ἐξερρίπισε τῆς ἐπιθυμίας τὸ πρόθυμον.
1.11.1
Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον· καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. Ὃς λαλήσει καὶ ἐρεῖ· καὶ ἴδε τοῦτο καινόν ἐστιν, ἤδη γέγονε τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν. Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενησομένοις οὐκ ἔσται αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην. {Τοῦ Νύσσης.} Ὡς ἡμῶν ἐξ ὧν εἶπεν ἀντιτιθέντων ὅτι, εἰ πάντα ματαιότης, οὐδὲν γέγονε· τὸ γὰρ μάταιον πάντῃ ἀνύπαρκτον. Τί οὖν τὸ γενησόμενον, ὃ ἐν τῷ εἶναι μένει; Πρὸς ὃ ἀπαντῶν φησι· εἰ τὸ γενησόμενον νοήσεις, μανθά νεις ὡς γέγονεν ἤδη. Σκόπει γὰρ οἷος ἔσῃ καθαρθεὶς καὶ τοὺς θείους χαρακτῆρας ἀπολαβών, καὶ γνώσῃ τὸ γενόμενον κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. Διὸ τὰ παρόντα ματαιότης ὠνόμασται, διότι ἐκεῖνο ἐν τοῖς παροῦσιν οὐκ ἔστιν. Εἶτα περὶ ψυχῆς εἰπὼν καὶ σώματος ἐπενήνοχεν, ἐκεῖνο, λέγων, ταῖς [δὲ] χερσὶ τοῦ θεοῦ τὸ σῶμα πεποίηται, ὃ δείξει τοῖς καθήκουσι χρόνοις αὐτὸ ἡ ἀνάστασις. Ἀκολούθως οὖν ἐπήγαγεν· οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον ὥστε τοῦτο δεικνῦντά τινα λέγειν· τοῦτο καινόν ἐστι καὶ τῷ ὄντι ὑφέστηκεν. Εἶτα ἐπαγωνίζεται λέγων· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς ἔμπροσθεν ἡμῶν. Εἰ δὲ λήθη τῶν γεγενημένων ἐκράτησεν, οὐ θαυμαστόν· καὶ τὰ νῦν γὰρ ὄντα λήθῃ συλληφθήσεται. Τοῦτο γὰρ δηλοῖ τὸ οὐκ ἔστιν τοῖς πρώτοις μνήμη, καὶ τὰ ἑξῆς· τῶν γὰρ μετὰ τὴν πρώτην εὐκληρίαν γεγονότων ἀνθρώποις κακῶν ἐξαλείψει τὴν μνήμην τὰ πάλιν ἐν τοῖς ἐσχάτοις ἐπιγινόμενα.
1.1213.1
Ἐγὼ Ἐκκλησιαστὴς βασιλεὺς ἐγενόμην, βασιλεὺς Ἰσραὴλ ἐν Ἱερουσαλήμ. Καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν ἥλιον· ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. {Διδύμου.} Οὐδὲ γὰρ ἠρκέσθην τοῖς ἀνθρωπίνοις ἀξιώμασιν, οὐδὲ πρὸς ῥαθυμίαν ἀπέκλινα καὶ τρυφήν, ἀλλὰ κατεσκοπούμην οὐκ ἐν σοφίᾳ οἵαν ἔχουσιν Ἕλληνες, ἀλλ' ἐν τῇ θείᾳ σοφίᾳ. Τί δὲ κατεσκοπούμην; Περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν οὐρανόν· καὶ τί κατασκεψάμενος εὗρον; Ὅτι περισπασμὸν πονηρόν, καὶ τὰ ἑξῆς. {Τοῦ Νύσσης.} Περισπασμὸν ὃν μετὰ τὴν παρακοὴν τέθεικε λέγων· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ἐπίπονον γὰρ τοῦτο. Ἔνθα δὲ περισπασμός, ἐκεῖ καὶ πονηροῦ προαίρεσις πνεύματος, ἐπειδὴ περισπασμῶν εἰσιν πονηρῶν ἄξιοι οἱ τῆς τοῦ θεοῦ γνώσεως ἑαυτοὺς ἀποστήσαντες.
1.14.1
Εἶδον σύμπαντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματοσ. {Τοῦ Νύσσης.} Οὐκ ἦν γὰρ ὁ συνιῶν ἢ ὁ ἐκζητῶν τὸν θεόν, ἐπειδὴ πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν. Διό φησι· καὶ πάντα ματαιότης. Ἀλλ' οὐκ αἴτιος τούτου θεός, ἀλλ' ἡ ἀνθρωπίνη προαίρεσις, ἣν ὠνόμασε πνεῦμα, οὐκ ἐξ ἀρχῆς ὂν τοιοῦτον, ἀλλ' ἐκ διαστροφῆς ἐξαρμοσθὲν τοῦ κοσμίου.
1.1618.1
Ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τοῦ λέγειν· ἰδοὺ ἐγὼ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ ἡ καρδία μου εἶδε πολλὴν σοφίαν καὶ γνῶσιν. Παραβολὰς καὶ ἐπιστήμην ἔγνων, ὅτι καί γε τοῦτο προαίρεσις πνεύματος· ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα. {Διονυσίου.} Ἐφυσιώθην μάτην καὶ προσέθηκα σοφίαν, οὐχ ἣν ἔδωκεν ὁ θεός, ἀλλὰ περὶ ἧς φησιν ὁ Παῦλος· ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν. Σολομὼν γὰρ καὶ ταύτην ἐπεπαίδευτο ὑπὲρ τὴν φρόνησιν [ὑπὲρ] πάντων τῶν ἀρχαίων. Δείκνυσιν οὖν ταύτης τὸ μάταιον, ὡς δηλοῖ καὶ τὰ ἑξῆς· καὶ ἡ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων· σοφίαν δὲ καὶ γνῶσιν οὐ τὴν ἀληθῆ, ἀλλ' ἥτις κατὰ Παῦλον φυσιοῖ. Εἶπε δέ, καθὰ γέγραπται, καὶ τρισχιλίας παραβολάς, ἀλλ' οὐ τὰς ἐν πνεύματι, ἀλλ' οἷαι τῇ κοινῇ πολιτείᾳ τῶν ἀνθρώπων ἁρμόττουσιν, οἷον περὶ ζῴων ἢ φαρμάκων. Διὸ καὶ ἀποσκώπτων ἐπήγαγεν· ἔγνων ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος. Πλῆθος δὲ γνώσεως, οὐ τοῦ ἁγίου πνεύματος, ἀλλ' ὅπερ ὁ ἄρχων ἐνεργεῖ τούτου τοῦ κόσμου, καὶ ἐπιπέμπει σκελίσαι τὰς ψυχάς, πολυπραγμονεῖν οὐρανοῦ μέτρα, γῆς θέσιν, θαλάσσης πέρατα. Ἀλλ' ὁ προστιθεὶς τούτων γνῶσιν προστίθησιν ἄλγημα. Ἐρευνῶσι γὰρ τὰ τούτων βαθύτερα· τίς ἡ χρεία τοῦ τὸ πῦρ ἄνω χωρεῖν, τὸ δὲ ὕδωρ κάτω; Καὶ μαθόντες ὅτι τὸ μὲν ὡς κοῦφον, τὸ δὲ ὡς βαρύ, προστιθέασιν ἄλγημα· καὶ διὰ τί μὴ ἀνάπαλιν;

Intertext edge

Open linked passage

Note