Catena in Ecclesiasten
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Εἶπον ἐγὼ ἐν καρδίᾳ μου· δεῦρο πείρασαι ὡς ἐν εὐφροσύνῃ, καὶ ἴδε ἐν ἀγαθῷ. Καί γε τοῦτο ματαιότησ. {Διονυσίου.} Πείρας γὰρ ἕνεκα καὶ κατὰ συμβεβηκὸς ἀπὸ τοῦ σεμνοτέρου καὶ κατεσκληκότος βίου ἦλθεν εἰς τὴν ἡδονήν. Εὐφροσύνην δέ φησιν ἣν ὀνομάζουσιν ἄνθρωποι, ἐν ἀγαθῷ δὲ ἃ καλοῦσιν ἀγαθά, ἅπερ οὐχ ἱκανὰ ζωοποιῆσαι τὸν κτησάμενον, ἃ ματαιοῖ τὸν πράττοντα.
2.2.1
Τῷ γέλωτι εἶπον περιφορὰν καὶ τῇ εὐφροσύνῃ· τί τοῦτο ποιεῖσ; {Διονυσίου.} Διπλῆν ὁ γέλως ἔχει περιφοράν· ὅτι τε περιφορὰ γεννᾷ γέλωτας καὶ πενθεῖν οὐ συγχωρεῖ τὰς ἁμαρτίας, καὶ ὅτι οὗτος περιφέρεται, καιροὺς καὶ τόπους ἐναλλάττων καὶ πρόσωπα· φεύγει γὰρ τοὺς πενθοῦντας. Καὶ τῇ εὐφροσύνῃ· τί τοῦτο ποιεῖς; Τί πορεύῃ πρὸς οὓς οὐ θέμις εὐφραίνεσθαι, πρὸς τοὺς μεθύσους καὶ πλεονέκτας καὶ ἅρπαγας; Διὰ τί δὲ ὡς οἶνον; Ἐπειδὴ τὴν καρδίαν οἶνος εὐφραίνει· πραϋθύμους γὰρ τοὺς ἀνθρώπους ἐργάζεται. Εὐφραίνει δὲ αὐτὴν καὶ ἡ σὰρξ εὔτακτα κινουμένη καὶ μέτρια.
2.3.1
Καὶ ἡ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ καὶ τοῦ κρατῆσαι ἐπὶ εὐφροσύνῃ, ἕως οὗ εἰδῶ ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν. {Διονυσίου.} Ὁδηγηθείς, φησίν, διὰ σοφίας κατεκράτησα τῶν ἡδονῶν ἐπὶ εὐφροσύνῃ· σκοπὸς δέ μοι τῆς γνώσεως τὸ ἐπὶ μηδενὶ ματαίῳ τὴν ζωὴν ἀσχολῆσαι, εὑρεῖν δὲ τὸ ἀγαθόν, οὗ τις τυχὼν οὐχ ἁμαρτάνει τῆς τοῦ συμφέροντος κρίσεως, ὃ διαρκές ἐστι καὶ οὐ πρόσκαιρον, τῇ δὲ ἁπάσῃ ζωῇ παρατείνεται.
2.48.1
Ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς πᾶν ξύλον πάγκαρπον· ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποιῆσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα· ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον, καὶ περιουσιασμοὺς τῶν βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, καὶ τρυφήματα τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οἰνοχόας καὶ οἰνοχόον. {Διονυσίου.} Θεωρεῖς ὅπως πλῆθος οἴκων καὶ ἀγρῶν καὶ τῶν λοιπῶν ὧν φησιν ἀριθμήσας, εἶτα μηδὲν ἐν τούτοις ἐπικερδὲς εὑρώνοὐδὲ γὰρ τὴν ψυχὴν ἐξ αὐτῶν βελτίων ἐγένετο, οὐδὲ διὰ τοῦτο τὴν πρὸς θεὸν οἰκείωσιν ἐκτήσατο ἀναγκαίως ἐπὶ τὸν ἀληθῆ πλοῦτον καὶ τὴν βεβαίαν ὕπαρξιν τὸν λόγον μετατίθησιν. Δεῖξαι τοίνυν βουληθεὶς ποῖα τῶν κτημάτων ἵσταται τῷ κτησαμένῳ, μένει τε αὐτῷ διηνεκῶς καὶ σῴζεται, ἐπήγαγε· καί γε σοφία ἐστάθη μοι.
2.911.1
Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καί γε σοφία ἐστάθη μοι. Καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου οὐκ ἀφεῖλον ἀπ' αὐτῶν, οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης, ὅτι ἡ καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου. Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι τοῖς ποιήμασί μου οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον. {σξηολια αυξτορις νομινε ξαρεντ} Καί γε σοφία ἐστάθη μοι. Μόνη γὰρ αὕτη μένει, τὰ δ' ἄλλα φεύγει καὶ ἀφίσταται, ὅσα φθάσας ἠρίθμησε. Σοφία τοίνυν ἐστάθη μοι, κἀγὼ δι' αὐτὴν ἐστάθην· ἐκεῖνά τε γὰρ πίπτει καὶ πεσεῖν ποιεῖ τοὺς αὐτοῖς ἐπιτρέχοντας. Ἀλλὰ γὰρ σύγκρισιν θεῖναι τῆς σοφίας καὶ τῶν ὑπ' ἀνθρώπων ἀγαθῶν νομιζομένων βουλόμενος, ταῦτα ἐπήγαγε· καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου οὐκ ἀφεῖλον ἀπ' αὐτῶν, καὶ τὰ ἑξῆς, οὐ μόνον τούτους κακίζων τοὺς μόχθους οὓς οἱ ἐν εὐφροσύνῃ τρυφῶντες πάσχουσι μοχθοῦντες, ἀλλὰ καὶ οὓς πρὸς ἀνάγκην καὶ βίαν οἱ ἄνθρωποι μοχθοῦντες ὑπομένουσι, τροφῆς ἕνεκα τῆς ἐφημέρου, ἐν ἱδρῶτι τοῦ προσώπου τὰς τέχνας ἐργαζόμενοι. Ὁ μὲν γὰρ μόχθος πολύς, φησίν, ἡ δὲ τέρψις ἡ ἐκ τοῦ μόχθου πρόσκαιρος, οὐδὲν προστιθεῖσα τῷ τερπομένῳ χρήσιμον. Διόπερ τὸ κέρδος οὐδέν· ἔνθα γὰρ οὐκ ἔστι περισσεία, οὐδὲ κέρδος ἔνι. Εἰκότως τοίνυν ματαιότης τὰ σπουδασθέντα καὶ προαίρεσις πνεύματος. Πνεῦμα δὲ τὴν ψυχὴν ὀνομάζει· ἡ γὰρ προαίρεσίς ἐστι ποιὰ νοῦ κίνησις. Καὶ ὁ Δαβίδ· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καί γε ἀληθῶς σοφία ἐστάθη μοι, ὅτι με γνῶναι καὶ συνιέναι πεποίηκε τοῦ λέγειν πᾶν ὅτι οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον. Εἰ τοίνυν ἀγαθοῦ κέρδους ἐπιθυμοῦμεν, εἰ περισσείαν θέλομεν, εἰ ἄφθαρτοι ζητοῦμεν εἶναι, μοχθήσωμεν μόχθους τοὺς ὑπὲρ τὸν ἥλιον τρέχοντας. Ἐν τούτοις γὰρ οὐκ ἔστι ματαιότης οὐδὲ προαίρεσις τοῦ εἰκαίου καὶ μάτην ὧδε κἀκεῖ περισπωμένου πνεύματος.
2.12.1
Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ περιφορὰν καὶ ἀφροσύνην· ὅτι τίς ἄνθρωπος ὃς ἐλεύσεται ὀπίσω τῆς βουλῆς σύμπαντα ὅσα ἐποίησεν αὕτη; {Γρηγορίου.} Θαυμάζω τὸν ὅστις ἀλόγως φερόμενος, εἶτα λαβόμενος ἑαυτοῦ, ἐπὶ τὸ δέον ἐπέστρεψεν ὀπίσω τῆς βουλῆς. {Ἄλλο Διονυσίου.} Σοφίαν φησὶ τὴν παρὰ θεοῦ, ἣ καὶ αὐτῷ ἐστάθη, περιφορὰν δὲ καὶ ἀφροσύνην τοὺς ἀνθρωπίνους μόχθους καὶ τὴν ἐπ' αὐτῶν τέρψιν εἰκαίαν καὶ ἀνόητον. Ταῦτα διαγνοὺς καὶ τί τὸ μέσον αὐτῶν καὶ τῆς ἀληθοῦς σοφίας, μακαρίζων ἐπήγαγεν· ὅτι τίς ἄνθρωπος ὃς ἐλεύσεται ὀπίσω τῆς βουλῆς; Αὕτη γὰρ ἡ βουλὴ ἡμᾶς σοφίαν τὴν ὄντως διδάσκει, περιφορᾶς τε καὶ ἀφροσύνης ἀπαλλαγὴν χαρίζεται.
2.13.1
Καὶ εἶδον ἐγὼ ὅτι περισσεία ἐστὶ τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότοσ. {σξηολια αυξτορις νομινε ξαρεντ} Οὐ κατὰ σύγκρισιν τοῦτό φησινἀσύγκριτα γὰρ τὰ ἐναντία καὶ ἄλληλα φθείρονταιἀλλ' ὅτι τὸ μὲν αἱρετὸν ἔγνω, τὸ δὲ φευκτόν. Τοιοῦτον καὶ τὸ ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. Τὸ γὰρ μᾶλλον τῆς αἱρέσεως τοῦ ἀγαπήσαντος, οὐ τῆς τῶν πραγμάτων συγκρίσεως. {Ἄλλο Νείλου.} Πολλὰ ψηλαφήσας, μόλις εὑρεῖν δεδύνημαι, ἄρας ἐμαυτοῦ τὸν τῆς διανοίας ὀφθαλμὸν πρὸς τὴν βουλήν, ἥνπερ ἡμῖν ὁ Χριστὸς ἐκ τῶν οὐρανῶν ἐπήγαγεν. Ὥσπερ ἐστὶ φωτὸς καὶ σκότου μέσον, τοῦτο σοφίας, τῆς παρὰ τοῦ θεοῦ καὶ περὶ θεοῦ τῆς ἁγνῆς καὶ τῆς εἰρηνικῆς, μεταξὺ καὶ τῆς ἀφροσύνης, τῆς περὶ τὰ πράγματα στρεφομένης τοῦ βίου, καθέστηκε. Ἐν μὲν γὰρ τῷ φωτὶ πάντα τηλαυγῶς βλέπομεν· τὸν αὐτὸν δὲ τρόπον, οἱ περὶ τὴν ἀφροσύνην τοῦ βίου ἑαυτοὺς ἀσχολήσαντες οὐδὲν μὲν ἰδεῖν τῶν θείων οὐδὲ διαβλέψαι πρὸς τὰ νοητὰ δύνανται, ἃ δὲ βλέπουσιν οὐκ ὀρθῶς ἀλλὰ καὶ λίαν ἡττημένοι βλέπουσιν· καλὰ γὰρ νομίζουσι τὰ μὴ καλά, καὶ πλουσίους νομίζουσι τοὺς κατ' ἀρετὴν πένητας, εὐπρεπεῖς ἡγοῦνται τοὺς πάσης ἀπρεπείας ἐκ τῶν πράξεων γέμοντας. Οἱ δὲ τῇ σοφίᾳ τοῦ θεοῦ πειθόμενοι τί καλὸν ἀληθῶς καὶ τί πονηρὸν ἴσασιν, ποῖά τε τῶν ὄντων ἀγαθά· διὸ καὶ πρὸς ταῦτα τὸν ἑαυτῶν βίον ῥυθμίζουσιν.
2.14.1
Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται [κάτω νεύων ἀεὶ καὶ ἐσκοτισμένον ἔχων τὸ ἡγεμονικόν]. {Διονυσίου.} Καὶ μὴν πάντες οἱ ἄνθρωποι ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς κεκτήμεθα, κατὰ τὴν τοῦ σώματος θέσιν· ἀλλὰ περὶ τῶν τῆς διανοίας ὀφθαλμῶν λέγει. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τοῦ χοίρου εἰς οὐρανὸν οὐκ ἀνανεύουσιν, διὰ τὸ φυσικῶς πεπλάσθαι ἐπὶ γαστέρα νεύειν, οὕτως ὁ νοῦς τοῦ ἅπαξ ἐγγλυκανθέντος ταῖς ἡδοναῖς δυσαποσπάστως ἐκεῖθεν ἔχει διὰ τὸ μὴ ἐπιβλέπειν ἐπὶ πᾶσιν τὰς ἐντολὰς τοῦ κυρίου. Καὶ πάλιν ἡ κεφαλὴ τῆς ἐκκλησίας ὁ Χριστός ἐστιν. Σοφοὶ δὲ οἱ τῇ ὁδῷ αὐτοῦ πορευόμενοι, διὰ τὸ εἰπεῖν αὐτόν· ἐγώ εἰμι ἡ ὁδός. Δεῖ οὖν πάντοτε τοὺς τῆς διανοίας ὀφθαλμοὺς τὸν σοφὸν εἰς αὐτὸν τείνειν τὸν Χριστόν, ἵνα ἐπὶ μηδενί, μήτε ἐπὶ εὐημερίᾳ πράγματος ἐπαίρηται, μήτε ἐπὶ κακοπραγίᾳ ὀλιγωρῇ, τῷ τὰ κρίματα αὐτοῦ ἀβύσσους εἶναι, ὅπερ ἀκριβέστερον γνώσῃ ἐκ τῶν ἑπομένων. Καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· ὡς συνάντημα τοῦ ἄφρονος συναντήσεταί μοι, καὶ ἵνα τί ἐσοφισάμην ἐγώ; Καὶ ἐγὼ περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, καί γε τοῦτο ματαιότης. Ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι ἐπερχόμεναι τὰ πάντα ἐπελήσθησαν· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονοσ; {Διονυσίου καὶ Νείλου.} Ἡ ἀκολουθία τοῦ λόγου διὰ τῶν ἑπομένων θεραπεύει τοὺς μικροψύχως διακειμένους περὶ ταύτην τὴν ζωήν, οἷς χαλεπόν τι τὸ τοῦ θανάτου νομίζεται καὶ αἱ σωματικαὶ ἀνωμαλίαι, καὶ διὰ τοῦτο κέρδος οὐδὲν τίθενται τοῦ κατ' ἀρετὴν βίου, διὰ τὸ μηδὲν διαφέρειν ἐν τοῖς συμπτώμασι τούτοις ἐπὶ σοφοῦ τε καὶ ἄφρονος. Τῆς περιφορᾶς οὖν ῥήματα λέγει ῥεψάσης ἐπὶ τὴν ἀφροσύνην, ὅθεν καὶ ἐπιφέρει· ὅτι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ἄφρονα ἑαυτὸν ἢ καὶ πάντα τὸν οὕτω λογιζόμενον εἰπών. Καταγινώσκων οὖν τῆς ἀτόπου ἐννοίας ταύτηςδιὸ καὶ ἐν καρδίᾳ ὑποστελλόμενος εἶπεν αὐτήν, δεδοικὼς πάντως τὴν ἐκ τῶν ἀκούσεσθαι μελλόντων δικαίαν κατάγνωσινἐπὶ λογισμῷ λύει τῆς ἀπορίας τὴν ἔνστασιν. Τὸ γὰρ" ἵνα τί ἐσοφισάμην;" ἐνδυάζοντος ἦν καὶ ἀμφιβάλλοντος, ἢ καλῶς τῇ σοφίᾳ ἢ μάτην προσανάλωμα, εἴ γε τοῦ ἄφρονος οὐδὲν διαφέρει πλεονεκτήματα, τοῖς αὐτοῖς ἐν τῷ νῦν αἰῶνι ὁμοίως αὐτῷ πάθεσιν ὑποκείμενος. Διὰ δὲ τοῦτο περισσόν, φησίν, ἐλάλησα ἐν καρδίᾳ μου, μηδὲν νομίσας εἶναι μέσον σοφοῦ καὶ ἄφρονος, ἐπειδὴ οὐκ ἔστι μνεία τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα. Παροδικὰ μὲν γὰρ τὰ τοῦ βίου συμπτώματα, εἴτε καθέστηκε λυπηρὰ εἴτε μή, περὶ ὧν φησιν· καθότι ἤδη τὰ πάντα ἐπελήσθη, ἐπειδὴ χρόνου μικροῦ παραδραμόντος λήθῃ τὰ συμβαίνοντα βιωτικὰ τοῖς ἀνθρώποις σβέννυται. Καὶ αὐτοὶ δέ, οἷς ταῦτα συμβέβηκεν, οὐχ ὁμοίως μνημονεύονται, εἰ καὶ συμπτώμασι βιωτικοῖς παραπλησίως ὑπήντησαν. Οὐδὲ γὰρ ἀπὸ τούτων μνημονεύονται, ἀλλ' ὥσπερ ἂν σοφίας ἔσχον ἢ ἀφροσύνης, ἀρετῆς ἢ κακίας. Τούτων γὰρ αἱ μνῆμαι τοῖς ἀνθρώποις, διὰ τὰς ἐπ' αὐτοῖς ἀμοιβάς, οὐ σβέννυνται. Διὰ τοῦτο ἀκολούθως ἐπήγαγε· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; Θάνατος μὲν γὰρ ἁμαρτωλῶν πονηρός, μνήμη δὲ δικαίου μετ' ἐγκωμίων γίνεται, ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
2.2223.1
Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ προαιρέσει καρδίας αὐτοῦ, ὡς αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον· ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμός ἐστι, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Καί γε τοῦτο ματαιότης ἐστί. {σξηολια αυξτορις νομινε ξαρεντ} Τῷ ὄντι γὰρ τοῖς εἰς τὸν περισπασμὸν τοῦ βίου τὴν ψυχὴν ἀσχολοῦσιν ἐπαλγὴς μὲν ἡ ζωή, οἷόν τισι κέντροις ταῖς τῶν πλειόνων ἐπιθυμίαις τὴν καρδίαν μαστίζουσα, ἐπώδυνος δὲ ἡ περὶ τὴν πλεονεξίαν σπουδή, οὐ τοσοῦτον οἷς ἔχει εὐφραινομένη ὅσον ἀλγυνομένη τοῖς λείπουσιν, καὶ τῆς μὲν ἡμέρας δαπανωμένης ἐν μόχθοις, τῆς δὲ νυκτὸς ἀποπεμπούσης τῶν ὀμμάτων τὸν ὕπνον ταῖς τοῦ κέρδους φροντίσι. Ματαία οὖν ἡ σπουδὴ τοῦ πρὸς ταῦτα βλέποντος.
2.2425.1
Καὶ οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπου, εἰ μὴ ὃ φάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς θεοῦ ἐστιν· ὅτι τίς φάγεται καὶ πίεται πάρεξ αὐτοῦ; {Διονυσίου.} Ὅτι μὴ περὶ αἰσθητῶν βρωμάτων ὁ λόγος νῦν, αὐτὸς ἐποίσει· ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον πότου, καὶ ἃ τοῖσδε νῦν ἐπήγαγε· καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καίτοι οὐκ ἀγαθὸν τῇ ψυχῇ αἰσθητὸν βρῶμα ἢ πόμα· ἡ γὰρ σὰρξ προστρεφομένη πολεμεῖ τῇ ψυχῇ καὶ στασιάζει κατὰ τοῦ πνεύματος. Πῶς δὲ καὶ οὐ πάρεξ θεοῦ ἀσωτία βρωμάτων καὶ μέθη; Οὐκοῦν περὶ μυστικῶν φησι· πνευματικῆς γὰρ τραπέζης οὐδεὶς μεταλήψεται, μὴ παρ' αὐτοῦ κεκλημένος καὶ τῆς σοφίας ἀκούσας· ἐλθὲ καὶ φάγε.
2.26.1
Τί τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ; Ἐν προσώπῳ αὐτοῦ ἔδωκε γνῶσιν καὶ σοφίαν καὶ ἐπιστήμην καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ. Ὅτι τοῦτο καί γε ματαιότης καὶ προαίρεσις πνεύματοσ. {Εὐαγρίου.} Σημείωσαι ὅτι ὁ φαῦλος σοφίαν οὐ λαμβάνει· ᾧ συνάψεις τὰ ἐν Ἡσαΐᾳ πρὸς τοὺς οἰήσει σοφούς· μὴ εἴπῃς· ναί, γινώσκω αὐτά. Διαφορὰ δὲ σοφίας καὶ γνώσεως αὕτη· ὅτι τὸ μὲν καταλειφθῆναι τὰ ἀληθῆ γνώσεως ἴδιον, τὸ δὲ καὶ κατασκευασθῆναι σοφίας. Ἔτι δὲ διδασκόμεθα ὅτι πρῶτον δεῖ τὰ ἤθη κατορθῶσαι.