Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catena in Ecclesiasten
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.2.1
Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. {Τοῦ Νύσσης.} Καλῶς ἐν πρώτοις τὴν ἀναγκαίαν ταύτην συζυγίαν τῷ λόγῳ συνέταξε, συνάπτων τῇ γεννήσει τὸν θάνατον· ἕπεται γὰρ κατ' ἀνάγκην τῷ τόκῳ ὁ θάνατος, ἵνα, διὰ τοῦ συνημμένως δειχθῆναι οἱονεὶ κέντρῳ τινί, τῇ τοῦ θανάτου μνήμῃ τοὺς ἐμβαθύνοντας τῇ κατὰ σάρκα ζωῇ καὶ τὴν παροῦσαν ἀγαπῶντας διαγωγὴν διυπνίσει, καὶ πρὸς τὴν φροντίδα τῶν μελλόντων διαναστήσει. Ἦλθε γὰρ ὁ καιρὸς καὶ ἐτέχθη, ἥξει ὁ καιρός, ἐν ᾗ ὥρᾳ οὐ γινώσκει, καὶ τεθνήξεται. Καὶ Μωσῆς ὁ μέγας τῷ τῆς Γενέσεως βιβλίῳ τὸ τῆς Ἐξόδου συνέζευξεν. Καιρὸς τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. {Τοῦ αὐτοῦ.} Δεῖ γὰρ ἐκτίλλειν τὰ τοῦ ἐπισπορέως ζιζάνια καὶ καταφυτεῦσαι τὰ τοῦ λόγου σπέρματα τὰ γνησιώτατα, ἐκκόπτειν τὴν κακίαν καὶ καταφυτεύειν τὴν ἀρετήν.
3.3.1
Καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασθαι. {Διονυσίου.} Ἀποκτεῖναι τὸν ἀσύγγνωστα πταίοντα, ἰάσασθαι τὸν ἔχοντα πληγὴν ἀνεξομένην φάρμακον ἐπιδέξασθαι. Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομεῖν. {Ὠριγένους.} Τὴν μοχθηρὰν οἰκοδομὴν καθελεῖν, ἀνοικοδομῆσαι καὶ τὴν βελτίονα.
3.4.1
Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. {Διονυσίου.} Καιρὸς τοῦ κλαῦσαι, ὅτε ὁ καιρὸς τοῦ πάθους, λέγοντος τοῦ κυρίου· ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε. Γελάσαι δὲ περὶ τῆς ἀναστάσεως· ἡ γὰρ λύπη ὑμῶν, φησίν, εἰς χαρὰν γενήσεται. Καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι. {Διονυσίου.} Ὅταν λογίσηταί τις τὸν θάνατον ὅνπερ ἡ τοῦ Ἀδὰμ παράβασις ἐπήνεγκε, κόψασθαι· πανηγυρίσαι δέ, ὅταν εἰς νοῦν λάβωμεν ἣν προσδοκῶμεν διὰ τὸν νέον Ἀδὰμ ἐκ νεκρῶν ἀνάστασιν.
3.5.1
Καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθουσ. {Τοῦ Νείλου.} Τάχα δι' αἰνίγματος τοὺς ἀκαίρως βληθέντας λόγους, εἴτε δογματικοὺς εἰς ἀναξίους ἀκοάς, εἴτε καὶ διαφόρους λυπηροὺς ἐσομένους τοῖς ἀκούουσι, λίθους ὀνομάζει. Εἰ καί ποτε οὖν τοὺς τοιούτους προχείρως τις ὡς λίθους βάλλει λόγους, ἢ τὸν ἄφρονα διὰ τῶν ἀκαίρων ἐπαίνων εἰς οἴησιν ἐπιτρίβοντας, ἢ φίλον λυποῦντας δοκοῦντι χαριεντισμῷ, ἢ τῶν μυστικῶν ἀνάξιον λόγων σκανδαλίζοντας, τούτους εὐθὺς πρὸς ἑαυτὸν συναγαγέτω σπουδαίως, τοὺς ἀπερισκέπτως ἀποβληθέντας ἀνακαλούμενος λόγους.
3.6.1
Καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν. {Διονυσίου.} Καιρὸς τοῦ φυλάξαι τὴν γραφὴν ἐπὶ τοῖς ἀναξίοις, ἐκβαλεῖν δὲ τοῖς ἀξίοις. Ἢ καὶ τὸ νομικὸν γράμμα πρὸ τῆς ἐπιδημίας καιρὸς ὑπῆρχε φυλάττεσθαι, ἐκβληθῆναι δὲ ἡνίκα ἤνθησεν ἡ ἀλήθεια.
3.7.1
Καιρὸς τοῦ ῥῆξαι καὶ καιρὸς τοῦ ῥάψαι. {Ὠριγένους.} Εἰρηνεῦσαι τοὺς μαχομένους, ὅ ἐστι ῥάψαι· ῥῆξαι δέ, ὅταν ἐξάρωμεν τὸν πονηρόν. Καὶ ἕκαστος δὲ τῶν εὐαγγελιστῶν καὶ ἀποστόλων, ῥήξας ἀπὸ νομικῆς ἢ προφητικῆς φωνῆς, ἔρραψεν ἐπὶ ἀποστολικὴν καὶ εὐαγγε λικὴν φωνήν, οὐ παλαιῷ προσράψας καινόν· πάντα γὰρ πνευματικά. Καὶ αἱρέσεως δὲ ἀποσχιζόμενοι, τῇ ἐκκλησίᾳ προσραπτόμεθα. Καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν. {Διονυσίου.} Καιρὸς τοῦ λαλεῖν, ὅταν ὦσιν οἱ τὸν λόγον δεχόμενοι ἀκροαταί· τοῦ δὲ σιγᾶν, ἡνίκα διαστρέφουσι τὸν λόγον οἱ ἀκροώμενοι, ὥς φησι Παῦλος· αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ.
3.8.1
Καιρὸς τοῦ μισῆσαι καὶ καιρὸς τοῦ φιλῆσαι. {Τοῦ Νύσσης.} Ἀγαπητὸν κυρίως τὸ ἀγαθόν· ἀγαπήσεις γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἰσχύος καὶ δυνάμεως. Ἓν δὲ τῇ ἀληθείᾳ μισητόν, ὁ τῆς κακίας εὑρετής.
3.10.1
- 11 Εἶδον οὖν τὸν περισπασμὸν ὃν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. Τὰ σύμπαντα ἃ ἐποίησε καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλουσ. {Διονυσίου.} Καὶ τοῦτο ἀληθές ἐστιν. Οὐδεὶς γὰρ τὰ ἔργα τοῦ θεοῦ ὁλοκλήρως καταλαβεῖν δύναται. Ποίημα δὲ τοῦ θεοῦ ὁ κόσμος. Τούτου οὐδεὶς εὑρεῖν τὸ ἀπ' ἀρχῆς καὶ μέχρι τέλους, τουτέστι τὸν τεταγμένον αὐτῷ χρόνον καὶ τὴν ὁρισθεῖσαν ἐπ' αὐτῷ προθεσμίαν, δύναται. Ἐπειδήπερ ἄγνοιαν ὁ θεὸς σύμπαντα τὸν αἰῶνα ἐν ταῖς καρδίαις ἡμῶν ἔδωκεν, ὥς φησί τις· τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Οὕτω πρὸς τὸ συμφέρον ἡμῖν τὸ τέλος τοῦ αἰῶνος τούτου, δηλαδὴ τῆς παρούσης ζωῆς, ἠγνόηται.
3.12.1
- 13 Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστι. {σξηολια αυξτορις νομινε ξαρεντ} Οὐ τὴν μονοφαγίαν καὶ κραιπάλην εἶπεν ἀγαθὴν εὐφροσύνην, ἀλλὰ τὴν μετὰ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Τότε γὰρ ὄντως εὐφροσύνη καὶ δόμα θεοῦ ἡ ἀπόλαυσις γίνεται, ὅταν ταῖς τῶν πενήτων παραμυθίαις ἐντρυφῶσα ἡ ψυχὴ τὴν ἐκ τῆς ἀνταποδόσεως ἑορτάζει εὐφροσύνην.
3.14.1
Ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστι προσθεῖναι καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ θεὸς ἐποίησεν αὐτὰ ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ. {Διδύμου.} Περὶ τῶν ὁρατῶν ὁ λόγος κτισμάτων. Τὰ μὲν γὰρ ἀδιάδοχα, τὰ δὲ τῇ διαδοχῇ μέχρι τέλους παραμένει, μήτε προσθήκης δεόμενα μήτε τῆς κατ' ἔννοιαν, ὡς περιττά, τινὸς ἀφαιρέσεως. Οἱ δὲ τὸν λόγον αὐτὸν ὡς οἷόν τε διὰ θεωρίας εὑρίσκοντες ἐκπλήττονται τοῦ δημιουργοῦ τὴν σοφίαν. Ἔμφυτον γὰρ ἡμῖν ὁ θεὸς τὸν διὰ τῆς τούτων εὐαρμοστίας φόβον ἐνέβαλεν, ἀναλογιζομένοις τὸν ποιητήν. Ὅρα δὲ ὅτι οὐκ εἶπεν· ἵνα φοβηθῶσι" τὸν θεόν", ἀλλά·" τὸ πρόσωπον αὐτοῦ". Πρόσωπον γὰρ κυρίου ἐπὶ ποιοῦντας κακά, πρόσωπον δὲ θεοῦ προηγουμένως ὁ υἱός, κατὰ τὸ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.
3.15.1
Τὸ γενόμενον ἤδη ἐστί, καὶ ὅσα τοῦ γενέσθαι ἤδη γέγονε, καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον. {Διδύμου.} Εἴ τι γέγονε, φησί, νῦν ἔστι, καὶ ὅσα μέλλει γίνεσθαι ἤδη γέγονε παρὰ τῷ θεῷ. Ὁ γὰρ ἀρχιτέκτων τῆς μεγάλης ταύτης καλλιπόλεως οὐδὲν ἔχει ἀτελές· κἂν γὰρ καθ' ἑκάστην ποιῇ, ἀλλ' οὐδὲν καινὸν ἢ πρόσφατον ὑπὸ τὸν ἥλιον. Ἐκδικεῖ δὲ ὁ θεὸς τὸν διωκόμενον, εἴτε ὑπὸ ἀνθρώπων εἴτε ὑπὸ ἁμαρτίας καὶ τῶν ταύτην ἐνεργούντων δαιμόνων.
3.1617.1
Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον τῆς κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Εἶπον ἐγὼ ἐν καρδίᾳ μου· σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ θεός· ὅτι καιρὸς τῷ παντὶ πράγματι καὶ ἐπὶ παντὶ ποιήματι. {Ὠριγένους.} Ἐν τόπῳ μὲν οὖν κρίσεώς φησιν εἶναι τὸν ἀσεβῆ, οὐκ ἔτι δὲ καὶ τὸν δίκαιον. Ἀκόλουθον δὲ τῷ τοῦ δικαίου ἀντιτάξαι τόπῳ τὸν τοῦ ἀδίκου, εἰ μὴ τὸν τῆς κρίσεως· τὸ δὲ σὺν ἐν τόπῳ παραλαμβανόμενον παρίστησιν ὅτι οὐ καθ' ἕνα κρινόμεθα, ἀλλ' ὑφ' ἕνα καιρὸν πάντες.
3.18.1
Ἐκεῖ εἶπον ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσί. {Διδύμου.} Τουτέστιν· εἰ περὶ λαλιᾶς μέλλει κρίνειν ὁ θεὸς τοὺς υἱοὺς τῶν ἀνθρώπων, παντὸς ἀργοῦ ῥήματος ἀπαιτῶν λόγον, πῶς οὐχ οἱ μὲν εὐσεβεῖς ἄξιοι κριθέντες τῆς ὄψεως τοῦ δικάζοντος στήσονται μετὰ παρρησίας, οἱ δὲ ἀσεβεῖς διακριθέντες καὶ χωρισθέντες αὐτῶν κτήνη λογισθήσονται, τὴν ἐκείνων ἄλογον μιμησάμενοι διαγωγήν, καὶ οὔτε εἰς κρίσιν ἐλευσόμενοι, κατὰ τὸν Δαβίδ;
3.2021.1
Τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένοντο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν· καὶ τίς εἶδε τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ τὸ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν; {Διδύμου.} Εἰ μὲν ἐξ οἰκείου προσώπου τοῦτο ὁ σοφὸς λέγει, οὕτως ἂν λέγοι· τίς οἶδεν εἰ ὁ κτηνώδης ὑψωθήσεται, ὡς τὰ ἔθνη καὶ ὁ λῃστής, καὶ οἱ ἄνθρωποι ταπεινωθήσονται, ὡς ὁ Ἰσραὴλ καὶ οἱ Ἰουδαῖοι; Οὐκ ἀμφιβάλλων δὲ ταῦτα λέγει, μακαρίζων δὲ τὸν εἰδότα τοῦτο ἀξίως πολιτευόμενον. Εἰ γὰρ καὶ πρὸς τὴν γῆν ὁμοίως ἡ σὰρξ ἡμῶν ἐπιστρέφει, ἀλλ' ὅμως τὸ μὲν τῶν κτηνῶν πνεῦμα μετὰ τῆς σαρκὸς ἀναλύεται, τὸ δὲ τῶν ἀνθρώπων πρὸς τὸν αὐτὸ δεδωκότα χωρεῖ. Ὁ τοίνυν εἰδὼς ὅτι αὐτὸς ἐνέπνευσεν αὐτό, πάντως πολιτεύεται ἀξίως.
3.22.1
Καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ἄνθρωπος ἐν ποιήματι αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ' αὐτόν; {Νείλου.} Ἀγαθὸν οὖν, φησίν, οὐ πλούτου συλλογὴ οὐδὲ σώματος ἰσχὺς οὐδὲ κάλλους ὥρα, ἀλλ' ὅπερ εὐφρανθῇ ἄνθρωπος ἐν τῷ ποιήματι αὐτοῦ, τὴν εὐφροσύνην παρέχων αὐτῷ τὴν αἰώνιον. Εἰ δὲ οὐδεὶς ἡμᾶς ἄξει θεάσασθαι τὰ μεθ' ἡμᾶς γενόμενα, πῶς τὸν ἡμέτερον κόπον περὶ τῶν ἐνταλθέντων μεθοδεῦσαι δυνάμεθα; Οὐδὲ γὰρ ἴσμεν τί τέξεται ἡ ἐπιοῦσα.

Intertext edge

Open linked passage

Note