Catena in Ecclesiasten
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν τὰς συκοφαντίας τὰς γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρακαλῶν. {σξηολια αυξτορις νομινε ξαρεντ} Ἐπέστρεψα, φησί, πόθεν ἐκ τῆς βιωτικῆς ἀχλύος πολλαὶ καὶ διάφοραι συκοφαντίαι γίνονται· καὶ οἱ μὲν διὰ φθόνον, οἱ δὲ διὰ πλεονεξίαν, οἱ δὲ διὰ φιλοπρωτείαν συκοφαντεῖν εἰώθασι. Καὶ ἰδού, φησί, δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν. Καὶ μήν εἰσιν οἱ τῷ λόγῳ παρακαλοῦντες πολλοί, ἀλλὰ τοῖς ἔργοις οὐδείς. Τίς γὰρ χωρὶς ὑποστολῆς τὸν συκοφάντην ἤλεγξεν; Οὐ γὰρ πρὸς τὸν συκοφαντούμενον τὸν ἀγῶνα μεριζόμεθα, οὐ κοινωνοῦμεν αὐτοῦ δεσμῶν ἢ φυλακῆς, ἀλλ' οὐδὲ χρήμασιν αὐτὸν τοῖς ἡμετέροις λυτρούμεθα. Καὶ ἀπὸ χειρὸς συκοφαντούντων ἰσχύς, ἀπό τε ἀξιωμάτων καὶ γένους καὶ πλούτου, καὶ διὰ τὸ μὴ εἶναι τὸν ἐπαμύνοντα πλεονάζει τοῖς ἀσθενέσι τὸ δάκρυον.
4.23.1
Καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν· καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὃς οὔπω ἐγένετο, ὃς οὐκ εἶδε σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον. {σξηολια αυξτορις νομινε ξαρεντ} Θάνατον οὐ τὸν κοινὸν τοῦτον λέγει, ἀλλ' ἕτερον, ὃν οἱ ἀποθνῄσκοντες ἐν ἐπαίνῳ πολλῷ εἰσιν, ὡς εὑρόντες τὸν εἰς ζωὴν ἀνακαινίζοντα θάνατον. Οὐ τοίνυν φησὶ" ἐμακάρισα", ἀλλ'" ἐπῄνεσα"· ἔπαινος δὲ κυρίως ἐπὶ τῶν ζώντων ἐστίν. Καὶ τίνας ἐπῄνεσα; Τοὺς τεθνηκότας τῇ ἁμαρτίᾳ, τοὺς ἐσταυρωμένους τῷ κόσμῳ, τοὺς μηδὲν τιθεμένους τὸν ἀνθρώπινον βίον, ἐπειδὴ οὔτε συκοφαντοῦσιν οὔτε συκοφαντοῦνται. Τῷ γὰρ κρινομένῳ περὶ χιτῶνος ἀφιᾶσι καὶ τὸ ἱμάτιον, καταφρονοῦσι δόξης, ὑπὲρ ἀκτημοσύνης αὐτοῖς ὁ δρόμος. Οὗτοι ἐπαινετοὶ ὑπὲρ τοὺς ζῶντας τῇ ἁμαρτίᾳ. Ἀγαθὸς δέ, φησίν, ὑπὲρ τοὺς δύο ὅστις οὔπω ἐγένετο, οὐ τὸν μήπω τεχθέντα λέγων· πῶς γὰρ ἀγαθὸς ὁ μὴ γεγονώς; Ἀλλ' ἐπειδὴ τὸν ἑαυτὸν τοῖς βιωτικοῖς ἐπιμίξαντα πράγμασι καὶ μεταξὺ τῶν συκοφαντηθέντων ἢ συκοφαντησάντων στραφέντα, εἶτα τούτων ἀποσχόμενον καὶ τεθνηκότα τῇ κοσμικῇ πολιτείᾳ, ἐπῄνεσεν ὑπὲρ τοὺς ἐν ταύτῃ ζῶντας, καθ' ὑπεροχήν τινα βίου ἀγαθὸν αὐτὸν καλεῖ καὶ ὑπὲρ ἐκεῖνον ἐπαινεῖ καὶ θαυμάζει τὸν μηδὲ ὅλως ἐν τοῖς βιωτικοῖς θορύβοις γενόμενον.
4.4.1
Καὶ εἶδον· ἐγὼ σύμπαντα τὸν μόχθον καὶ σύμπασαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὶ ἀπὸ τοῦ ἑτέρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματοσ. {Εὐαγρίου.} Μάταιοι μετὰ τῶν ζηλούντων οἱ ἐπὶ δυναστείᾳ ζηλούμενοι ἢ χρήμασιν ἢ ψευδοδοξίᾳ.
4.5.1
Ἄφρων περιέλαβε τὰς χεῖρας αὐτοῦ, καὶ ἔφαγε τὰς σάρκας αὐτοῦ. {σξηολια αυξτορις νομινε ξαρεντ} Καὶ τῶν ἐκ τῆς σαρκὸς αὐτοῦ φυομένων κακῶν ἐμπιπλάμενος ζῶν, κατὰ τὸ φρόνημα τῆς σαρκός, καὶ τοῖς σαρκικοῖς ἔργοις τρεφόμενος.
4.6.1
Ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματοσ. {Νείλου.} Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ἢ οὐχὶ κρεῖττον ἐν ὀλίγοις ἀναπαύεσθαι καὶ μὴ ἐν πολλοῖς περισπᾶσθαι καὶ κινδύνοις ὑφίστασθαι κακώσεως πνεύματος; Οὐδὲν γὰρ οὕτω τὸ πνεῦμα κακοῖ καὶ αἱ τοῦ πλούτου φροντίδες, ὥς φησιν ὁ ἀπόστολος.