⋯
Original: Pg Scrape Grc
Commentarii in Isaiam ΠΡΟΚΟΠΙΟΥ ΓΑΖΑΙΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΣΟΦΙΣΤΟΥ ΕΠΙΤΟΜΗ ΤΩΝ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ ΚΑΤΑΒΕΒΛΗΜΕΝΩΝ ΔΙΑΦΟΡΩΝ ΕΞΗΓΗΣΕΩΝ. Προφήτης ὁ προφάσκων ἢ τὸ μέλλον, ἢ τὰ παρόντα λανθάνοντα, ὡς ὁ Παῦλός φησιν·" Ἐὰν δὲ προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται." Καὶ Ἐλισαῖος·" Οὐχὶ ἡ καρδία μου, φησὶν, ἐπορεύετο μετὰ σοῦ, ἡνίκα ἀνέστρεφεν ὁ ἀνὴρ μετὰ τοῦ ἅρματος αὐτοῦ εἰς συνάντησίν σοι;" Ὁρᾷ δὲ ὁ προφήτης τὸ ἡγεμονικὸν, ὡς ἐν ὀνείροις ὕπαρ τυπούμενος· ἢ ὡς ἄν τις ἴδοι γραφὴν ἐπὶ πίνακος ἀγαθῶν, ἢ τῶν ἐναντίων πραγμάτων. Οὐ κατὰ ἔκστασιν διανοίας, ὥς τινες ἔφασαν, τοῦ ἀνθρωπίνου νοῦ καλυπτομένου παρὰ τοῦ πνεύματος, ὃ δὴ θείας ἐπιδημίας ἀνάξιον, ἔκφρονα ποιεῖν καὶ μανίας ἐγγὺς τὸν Θεὸν αὐτόν. Τελειωτικὸν γὰρ τὸ Θεῖον οἷς ἂν ἐγγένηται, ἀλλ' οὐ τῶν φυσικῶν ἀποστερητικὸν λογισμῶν. Οὐδὲ γὰρ εἰκὸς τὸν ὠφελοῦντα λόγον τοὺς ἄλλους, ἑαυτὸν ἀγνοεῖν, καὶ τῆς ἐκ τῶν λόγων ὠφελείας ἐκπεπτωκέναι. Πῶς δὲ τὸ πνεῦμα τῆς σοφίας ἄγνοιαν πληροῖ; φῶς γὰρ τύφλωσιν οὐ ποιεῖ· τὴν δὲ δύναμιν προκαλεῖται τὴν ὁρατικὴν εἰς ἐνέργειαν, ὡς καὶ Θεοῦ νοῦν καθαρὸν εἰς ἐποπτείαν πνευματικήν. Πονηρᾶς δὲ καὶ μόνης δυνάμεως, ἔκστασιν ἐμποιεῖν ἐπὶ τῇ τῶν δεξαμένων ἐπιβουλῇ. Πῶς δὲ σοφὸς ὢν ὁ Ἀπόστολος οὐκ ἔχει παρακολουθεῖν οἷς ἐρεῖ;" Σοφὸς γὰρ, φησὶν, νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χειλέων φέρει ἐπιγνωμοσύνην." Πῶς οὖν," Ἐξέστη Ἰσαὰκ, φησὶν, ἐπὶ τῇ εἰσόδῳ τοῦ υἱοῦ αὐτοῦ;" Καὶ ὁ μέγας Δαβὶδ," Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει 1820 μου;" Ἀλλὰ τὴν ἔκπληξιν οὕτω καλεῖ, ὡς τὸ," Ἐξέστη ὁ οὐρανὸς, καὶ ἡ γῆ ἔφριξεν." Ἔστι καὶ δι' ὀνείρων προφητεία, δι' ὧν Ἰωσὴφ ἐν Αἰγύπτῳ, καὶ Δανιὴλ ἐν Βαβυλῶνι προαγορεύει τὰ μέλλοντα. Καὶ θαυμαστὸν οὐδὲν, εἰ Φαραὼ καὶ ὁ Ναβουχοδονόσορ ἑωράκασιν. Περὶ κοσμικῶν γὰρ καταστάσεων τοὺς κρατοῦντας προβλέπειν ἐχρῆν, ἵνα πιστεύωνται. Καὶ Βαλαὰμ δὲ, καὶ Καϊάφας προέβλεπον ἔχοντες τοὺς πειθομένους· ὁ μὲν, ὡς ἀρχιερεὺς, ὁ δὲ, ὡς μάντις. Οἰκονομία τοίνυν ἐνταῦθα, οὐ νοῦς καθαρὸς ἐλλαμπόμενος. Ποτὲ μὲν οὖν οἱ προφῆται σαφῶς λέγουσι τὰ δηλούμενα, ὡς μὴ προσδεῖσθαί τινος αὐτοῖς ἑρμηνείας· ὡς τὸ," Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος, πλήρης εἰμὶ," καὶ τὰ ἑξῆς. Ποτὲ δὲ διὰ συμβόλων· ὡς ἐπὶ τῶν ὀνείρων τοῦ Ἰωσὴφ καὶ τοῦ Φαραὼ, δι' ἀσταχύων ἰδόντων· τοῦ μὲν, τὰ καθ' ἑαυτὸν, καὶ τοὺς ἀδελφούς· τοῦ δὲ, τοὺς ἐπιόντας καιρούς· ὡς καὶ τὸ," Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι," καὶ τὰ ἑξῆς. Καὶ Δανιὴλ δὲ τὰς Βασιλείας ἐν ἀχρείων ζώων ἴδεν μορφαῖς. Τινὰ δὲ καὶ συμπεπλεγμένως λέγεται· τῶν μὲν πρὸς λέξιν, τῶν δὲ πρὸς διάνοιαν εἰρημένων· ὡς τὸ παρὰ τῷ Σωτῆρι·" Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται;" Τοῦτο πρὸς λέξιν. Τὸ δὲ πρὸς διάνοιαν," Ἐπάρεστε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη." Τοιοῦτον καὶ Ἡσαΐᾳ τὸ," Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ, τὸ πορευόμενον ἡσυχῆ," καὶ τὰ ἑξῆς. Ἐν τούτοις γὰρ ὁ μὲν Σιλωὰμ, καὶ ὁ λεγόμενος ἰσχυρὸς ποταμὸς, τροπικῶς εἴρηνται. Πρὸς δὲ λέξιν·" Ὁ λαὸς ὁ βουλόμενος τὸν Ῥάασιν, ὃ ἦν βασιλεὺς Δαμασκοῦ, καὶ τὸ υἱὸν Ῥωμελίου τῆς Σαμαρείας βασιλεύοντα. Ἡ γὰρ θεία Γραφὴ τῆς ἁπάντων ὠφελείας γινομένη, καὶ τοῖς ἁπλουστέροις, ἢ καὶ ῥᾳθυμοτέροις πρόχειρον προτείνει διάνοιαν, καὶ τοῖς σπουδαιοτέροις νοῦ γυμνασίαν διὰ τῶν ἐπικεκρυμμένων χαρίζεται. Καὶ πᾶσαν δὲ τὴν ἀνθρωπίνην ἔσθ' ὅτε διακόσμησιν οὕτω διέπει Θεός. Ἥ τε γὰρ τῶν ἀναγκαίων ἔνδεια γυμνάζει τὸν νοῦν, αἵ τε δὴ περιστάσεις καὶ πᾶσαι συμπτώσεις. Τοιαύτη δὲ καὶ τῶν Γραφῶν ἡ ἀσάφεια, ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται. Καὶ ὅτι τὰ πόνου κτηθέντα, ἀγαπητά τε καὶ τίμια. Καὶ ἡ φύσις δὲ τοὺς ὀνείρους διὰ τοῦτο δείκνυσιν ἀσαφεῖς, Θεοῦ γυμνάζοντος τὴν διάνοιαν, ὡς ἔσθ' ὅτε δεῖσθαι θείου χαρίσματος πρὸς διάκρισιν, τῶν ἡμετέρων ἐννοιῶν οὐκ ἀρκουσῶν τῆς ἀληθείας πρὸς θήραν. Διὸ ταῦτα κρίνουσιν Ἰωσήφ τε καὶ Δανιήλ. Ἅμα δὲ καὶ διὰ τῆς συνεχοῦς μελέτης ἐντυποῦται τὰ θεῖα λόγια τῇ ψυχῇ, καὶ σεμνότερα καθίσταται. Δεῖ γὰρ τὸν πάντα· βίον μαθεῖν καὶ γνώσει καὶ πράξει. Ὡς ὁ Μωϋσῆς ἐπ' ἔτη τεσσαράκοντα τὴν τῶν Αἰγυπτίων σοφίαν μαθὼν, προφάσει τῆς ποιμενικῆς εἰς τὰς ἐρήμους ἰὼν, τῇ θεω ρίᾳ τῶν ὄντων ἐσχόλαζεν, καὶ μὴ βουληθεὶς πρὸς ἐπιμέλειαν ἀνθρώπων ἐκπέμπεται, μηδὲ τότε μόνῃ τῇ πράξει προσκείμενος, ἐπανιὼν δὲ πρὸς ἐποπτείαν πολλάκις, ὅτε καὶ πρὸς τὴν μοσχοποιίαν ἐτράποντο. Τοιοῦτος Ἠλίας τῶν ἀνθρωπίνων ἀποδιδράσκων τὸν ὄχλον. Εἰ τοίνυν τοῖς ἁγίοις πόνῳ προσεγίνετο τῆς ἀληθείας ἡ κτῆσις, καὶ μετὰ μυρίας ἀναχωρήσεις Ἠλίας ἠξίωτο τοῦ Θεοῦ, πῶς εἰκὸς ἡμᾶς ἀκονιτὶ καὶ ποσὶν ἀνίπτοις ἐμβατεύειν τοῖς κρείττοσι; Δεῖ δὲ τὰς κοινὰς καὶ ἀξιολόγους αἰτίας ἔχειν περὶ Θεοῦ ταῖς λέξεσιν ἐντυγχάνοντας. Ἀνθρώποις γὰρ οὖσιν ἀνθρωπίνως ἡ Γραφὴ διαλέγεται. Ὥστε κἂν ὀργιζόμενον, ἢ λυπούμενον, ἢ μεταμελόμενον λέγῃ τὸν Θεὸν ἡ Γραφὴ, ζητεῖν προσήκει τὸ τῆς λέξεως βούλημα ταῖς περὶ Θεοῦ προσηκούσαις ἐννοίαις ἁρμόττον. Τῶν δὲ προφητειῶν, ἐπειδὴ περὶ μελλόντων εἰσὶν, οἱ ἀπὸ τῶν βασιλέων προγράφονται χρόνοι. Ἐπεὶ περὶ ἑτέρους ἦν ἡ τότε κατάστασις τῶν παρ' Ἰουδαίοις πραγμάτων, ἤμελλεν δὲ τὰ μηδὲ πρὸς νοῦν ἐλθόντα μακροῖς ὕστερον χρόνοις γενήσεσθαι· ὡς ἂν γνωσθῇ πρὸ πόσου χρόνου ῥηθέντα μηδὲ πρὸς νοῦν ἐλθόντα μακροῖς ὕστερον χρόνοις γενήσεσθαι· ὡς ἂν γνωσθῇ πρὸ πόσου χρόνου ῥηθέντα μετὰ πόσον ἀπήντηκεν. Καὶ ὅτι, Ὅτε πεπλεόνακεν ἡ ἀσθένεια, ὑπερεπερίσσευσεν ἡ δύναμις. Σχεδὸν γὰρ οἱ πλεῖστοι συνέδραμον ἀλλήλοις κατὰ τὸν χρόνον. Ὠσηὲ ἐν ἡμέραις Ὀζίου, καὶ ἐν ἡμέραις Ἱεροβοάμ. Μιχαίας ἐν ἡμέραις Ἰωὰβ καὶ Ἀχάζ. Σοφονίας ἐνἡμέραις Ἰωσίου υἱοῦ Ἀμώς. Πρόκεινται δὲ νῦν βασιλεῖς, Ὀζίας, Ἰωὰς, Ἀχὰζ, Ἐζεκίας· καὶ δείκνυσιοὐκ ἐφ' ἐνὸς μόνου βασιλέως, ἐπὶ δὲ τῶν τεσσάρων, ἑωρακέναι τὰ κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἰερουσαλὴμ θεσπιζόμενα. Εὕροις γὰρ ἂν αὐτὸν ἐφ' ἑκάστης βασιλείας τοὺς Ἰουδαίους ἐλέγχοντα, προλέγοντά τε τὰ κατ' αὐτῶν μετὰ χρόνους κείμενα, μέχρι τέλους τῆς Βίβλου, ὡς εἶναι τὴν πᾶσαν ὑπόθεσιν, ὥς φησι, κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ ὅρασιν, ἣν ὡς ἐν κατόπτρῳ παρέδειξεν αὐτῷ τὸ Πνεῦμα τὸ ἅγιον. Ἰουδαίαν δὲ τὸ Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῖ, ἢ τὴν χώραν αὐτήν. Ἱερουσαλὴμ δὲ τὴν πόλιν, ἢ τὴν ἐν αὐτῇ τότε κατὰ τὸν νόμον λατρείαν· ὧν τὴν καθαίρεσιν, καὶ τὴν καινὴν τοῦ Χριστοῦ πολιτείαν προέδειξεν. Ἀπηλάθησαν γὰρ Ἰουδαῖοι διὰ τὸ ταῖς συνεχέσιν ἀπειθεῖν προτροπαῖς· ἐκλήθη δὲ τὰ ἔθνη τῆς τῶν εἰδώλων πλάνης παυσάμενα. Μέλλων δὲ ὁράσεις κατ' Αἰγύπτου, καὶ Δαμασκοῦ, καὶ Βαβυλῶνος εἰπεῖν, καὶ πλείστων ἅλλων μεμνῆσθαι, ταῦτα μὲν ἐν δευτέρῳ πάντα πεποίηται. Ἐκ δὲ τῶν ἀφιερωμένων Θεῷ τὴν ἀρχὴν ἐποιήσατο, κατὰ τὸ εἰρημένον·" Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε." Καὶ," Δυνατοὶ δυνατῶς ἐτασθήσονται." Καὶ," Οἷς τὸ πολὺ δέδοται, τὸ πολὺ ἀπαιτηθήσονται." Πλείστας γὰρ ἐκ Θεοῦ λαβόντες εὐεργεσίας, ἀνάξιοι τούτων ἐγένοντο. Καὶ σφοδρῶς ἐπιφέρεται ἄρχουσί τε καὶ ἑπομένοις, παραστήματι θείῳ παντὸς κινδύνου καὶ δέους ὑπερορῶν. Μία μὲν οὖν ἡ βίβλος. Εἴρηται δὲ 1824 κατὰ μέρος ἐν διαφόροις καὶ μακροῖς καιρῶν διαστήμασι. Καὶ δυσχερὲς τοῖς λόγοις ἐφαρμόσαι τοὺς χρόνους, καὶ ταῖς κατὰ βασιλείαν πράξεσιν ἀποδιδόναι τὴν πολιτείαν. Ἐφ' ὅλοις γοῦν ἔτεσιν ὁ τῶν προκειμένων βασιλέων ἀπαρτίζεται χρόνος πεντήκοντα, ᾧ περιέκλεισε τὴν προφητείαν ὁ λόγος. Φασὶ δὲ, ὡς τοῦ προφήτου τοὺς παρὰ τοῦ Θεοῦ λόγους κηρύττοντος παρῆσάν τινες οἱ λεγόμενοι ὑπομνηματογράφοι τὰ λεγόμενα σημειούμενοι, ἔν τε τῷ οἴκῳ τοῦ Θεοῦ, καὶ ἐν ταῖς πύλαις. Ἐκεῖ γὰρ τοὺς λόγους ἐποιοῦντο, διὰ τὰ ἐπεισιόντα πλήθη. Μετὰ γοῦν τὴν διήγησιν τοῦ προφήτου, τὰ λεχθέντα συνέταττον. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. 9Ὅρασις, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣνεἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίασ9. Ἀκριβεστέρα τῶν αἰσθήσεων ὅρασις πρὸς τὴν τῆς ἀληθείας κατάληψιν. Οὐχ ὁμοίως γὰρ ἀκοή τε καὶ ὅρασις, φοβερῶν, ἢ τῶν ἡδέων ἀντιλαμβάνονται. Δι' ὅπερ τῶν ἀληθῶν ἡ θεωρία, διὰ τὸ ἐναργὲς καὶ ἀναμφίβολον, ὅρασις προσηγόρευται. Δι' ὃ καὶ ὁρῶν ὁ προφήτης ἐλέγετο, καὶ ἔμπροσθεν βλέπων, ὡς Ἀμώς τε καὶ Σαμουήλ· τὸ μὲν, ὡς τὸ μέλλον ὁρῶν· τὸ δὲ, ὡς θεωρητικὸς τοῦ θείου βουλήματος. Ἔστι δὲ ἡμέτερον μὲν, τὸ πρὸς τὸ βλέπειν καθαίρεσθαι· Θεοῦ δὲ, καταυγᾶσαι τὸν νοῦν τῶν ἀποῤῥήτων πρὸς ἀποκάλυψιν. Ὅρασιν δὲ προτάξας, λόγων ἐπαγγελίαν ἐπήγαγεν. Οὐ γὰρ δι' ἀκοῆς ἐδέξατο, τῷ δὲ νῷ τυπωθεῖσαν ἐξαγγέλλει διάνοιαν. Λόγων μὲν οὖν χρεία τῶν ἑωραμένων πρὸς δήλωσιν. Ταῦτα δὲ Θεὸς ἐντυποῖ τοῦ ἡγεμονικοῦ τῶν ἀξίων ἁπτόμενος. Πατρικὴν δὲ τὴν προφητείαν δεικνὺς, καὶ τὸν πατέρα προσέθηκεν. Διττὸν δὲ τὸ εἶδεν· τὸ μὲν, ἵνα δείξῃ τὸ κοινὸν τῆς ὁράσεως· τὸ δὲ, τοῦ ἰδικοῦ παραστατικόν. Λόγους δὲ δείκνυσιν ὁρατοὺς, κατὰ τὸ ἐν Ἐξόδῳ·" Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν." Τῶν δὲ ἄλλων προφητῶν, οἱ μὲν ὅρασιν, οἱ δὲ λόγον τῆς προφητείας προέταξαν. Ὅρασιν μὲν, Ἀβδιοῦ, Ναοὺμ, Ἀββακούμ· Λόγον δὲ, Ὠσηὲ, Ἀμὼς, Μχαίας, Ἰωνᾶς, Σοφονίας, Ἀγγαῖος, Ζαχαρίας. Ὁ Μαλαχίας δὲ," Λῆμμα λόγου Κυρίου," φησί. Καὶ ὁ Ναοὺμ," Λῆμα Νινευῆ." Καὶ Ἀββακοὺμ," Τὸ λῆμμα ὃ εἶδεν Ἀββακούμ·" δηλοῦντες, ὅτι οὐκ ἀφ' ἑαυτῶν ἔχουσι τῆς προφητείας τὴν δύναμιν, ὡς 1825 τὸ λῆμμα ἴσον εἶναι τὸ δόμα παρὰ Θεοῦ· τὸ δὲ," Ἐν χειρὶ Ἀγγαίου," ταυτὸν τῷ λήμματι δύναται." Ὁ μὲν οὖν Ἡσαΐας προτάξας τὴν ὅρασιν, τοὺς λόγους ἐπήνεγκεν· ὁ δὲ Ἀμὼς λόγους προτάξας, τὸ," Οὓς ἴδεν ἐπήγαγεν·" καὶ οἱ μὲν χρόνους ὁρίζουσιν, οἱ δὲ ἀχρόνως συνέγραψαν. Καὶ οἱ μὲν τοῦ γένους βασιλέας προέγραψαν· οἱ δὲ τῶν Βαρβάρων ἴσως, διὰ τὸ τότε κρατεῖν ὡς ἐπισημοτέρους ἄρχοντας. Καὶ τοὺς ἑαυτῶν πατέρας οἱ μὲν ἐνέθηκαν, οἱ δὲ παρέλιπον. Καὶ τάχα φασὶν, οἱ μὲν ἐξ ἐπισήμων πατέρων, διὰ τὸ εὐπαράδεκτον· (πιστότεροι γὰρ οἱ γνωριμώτεροι)· οἱ δὲ τῶν ἀσήμων παρεσιώπησαν. Λέγουσι δὲ μὴ τὸν ἕνα τῶν δώδεκα τοῦ Ἡσαΐου τὸν πατέρα τυγχάνειν· ἐκεῖνος γὰρ Ἀμὼς ψιλῶς λέγεται, καὶ ἑρμηνεύεται λόγος σκληρός. Ὁ δὲ τοῦ Ἡσαΐου δασύνεται, καὶ σημαίνει τελέωσιν, καὶ δύναμιν, καὶ ἰσχύν. Ὀζίας δὲ ὁ αὐτὸς καὶ Ἀζαρίας ἐλέγετο. Ἐν μὲν γὰρ τῇ δευτέρᾳ τῶν Παραλειπομένων, Ὀζίας εἴρηται· ἐν δὲ τῇ δευτέρᾳ τῶν Βασιλειῶν, Ἀζαρίας, καὶ πατρὸς τοῦ αὐτοῦ καὶ μητρός. Ἡ μὲν γὰρ μήτηρ Χανᾶ· ὁ δὲ πατὴρ Ἀμασίας. Καὶ χρόνος τῆς βασιλείας ὁ αὐτὸς, πεντήκοντα δύο ἔτη. Ἐπὶ Ὀζίου δὲ τοῦ καὶ Ἀζαρίουἐπροφήτευσεν Ἡσαΐας, Ὠσηὲ, Ἀμώς. Ἀλλ' ἐπειδὴἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηὲ, μήποτε πρῶτος ἤρξατο προφητεύειν; καὶ ἐπειδὴ ὁ Ἀμὼς, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, μήποτε πρὸ τῆς Ὁράσεως Ἡσαΐου, ἐν ᾗ φησιν, Ἐπήρθη τὸ ὑπέρθυρον; Βʹ. 9Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν9. Καταπλήττει τοὺς ἀκούοντας, ὡς καὶ τῶν ἀναισθήτων αἰσθανομένων Θεοῦ λόγων, οὓς αὐτοὶ λογικοὶ ὄντες ἀπώσαντο. Ἴσως δὲ οὐ λόγων ἀκροατὰς ἀξιοπίστους ζητῶν, μέλλων δὲ δικαστὰς, ἐφ' ὧν ἤμελλε κατηγορεῖν τοῦ λαοῦ, τὰς ἐν οὐρανῷ δυνάμεις, καὶ τὰ ἐπὶ γῆς ἦκα συγκαλεῖ τὰ ἔθνη προαινιττόμενος, ἅπερ ἀντ' Ἰουδαίων τῶν ἀγνωμόνων κέκληκεν ὁ Θεὸς, οἳ καὶ τῆς ἐκείνων ἀγνωμοσύνης καταδικάζουσιν. Ἤγουν ἐπιδὴ μετὰ μακροὺς ἤμελλε γενέσθαι τὰ θεσπιζόμενα χρόνους, καὶ πρὸς τὴν ἔκβασιν οὐδεὶς ἂν τῶν ἀκουόντων διετέλεσε ζῶν, τὰς θείας δυνάμεις, καὶ τὰ διαιωνίζοντα μέρη τοῦ κόσμου καλεῖ καὶ πρὸς τὴν τῶν ἐκβησομένων ἐς ὕστερον μαρτυρίαν. Μήποτε δὲ, ὡς τοῦ Ἰουδαίων ἔθνους μηκέτι φωνῆς ἀξίου θείας ὑπάρχοντος, τῶν ἐθνῶν ἐπικαλεῖται τοὺς οὐράνιον ἔχοντας φρόνημα, καὶ τοὺς γεωδεστέρους; Διὸ τοῖς μὲν πρώτοις, ὡς συνετοῖς, τὸ ἀκούειν ἀπένειμεν· τοῖς δὲ δευτέροις, τὸ ἐνωτίζεσθαι. Σωματικώτε 1828 ρον γὰρ τὸ δι' ὤτων ἀκούειν. Ἡ γοῦν ἐπειδὴ καὶ ἐν τοῖς Ἰουδαίοις ἦσάν τινες ὑψηλοὶ, οἷον προφῆται, καὶ τοιοῦτοί τινες, εἰ καὶ σπάνιοι· τὸ δὲ λοιπὸν ἅπαν γεῶδες καὶ ταπεινὸν, ἀμφοτέρους ἐκάλεσεν. Τάχα δὲ καλεῖ μάρτυρας, ἐφ' ὧν ἡ τοῦ νόμου δόσις ἐγένετο, τὴν παρανομίαν ἐπὶ τῶν αὐτῶν διελέγξαι βουλόμενος. Ἐκκλησιάσατε γὰρ, φησὶ, πρός με τοὺς φυλάρχους ὑμῶν, καὶ τοὺς πρεσβυτέρους ὑμῶν, τοὺς κριτὰς, καὶ τοὺς γραμματοεισαγωγεῖς, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν, καὶ διαμαρτύρωμαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν." Διὸ καὶ Μωϋσῆς ἐπικαλεῖται τούτους ὡς μάρτυρας·" Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου." Τὸ δὲ πάντως ἐκβήσεσθαι ταῦτα δηλῶν, ἐπήνεγκεν· Ὅτι Κύριος ἐλάλησεν." Ἐπεὶ γὰρ, φησὶν, Θεὸς ἔφη, καὶ γίνεται." Ὡς τοίνυν ἐπισημοτάτη γέγονεν ἡ πρόσληψις τῶν ἐν Ἰσραὴλ, πάσης κατ' Αἰγυπτίων καὶ τῶν ἄλλων πολεμίων κινηθείσης τῆς κτίσεως· οὕτω καὶ τὴν ἀποβολὴν πᾶσιν ἐθέλει γνωρίζεσθαι. Καὶ πάλιν, ἐπεὶ παριδόντες τὸν νόμον ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, στρατιὰν οὐρανοῦ καὶ τὰ ἐξ ὕλης προσκυνήσαντες εἴδωλα, οἰκονομικώτατα τὴν ἐν τούτοις αὐτῶν ἀσέβειαν ὑπαινίττεται διὰ τῆς ἐπικλήσεως. Διὸ καὶ πρὸς ἕνα φησὶ τῶν προφητῶν ὁ Θεός·" Ἀνάστηθι, καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. Ἀκούσατε, οἱ βουνοὶ, τὴν κρίσιν τοῦ Κυρίου, καὶ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται." Οὐ γὰρ πρὸς ὄρη καὶ βουνοὺς ἡ κρίσις, πρὸς αὐτὴν δὲ τὴν ἀσέβειαν τὴν ἐν ὄρεσι καὶ βουνοῖς. Πρὸς δὲ τούτοις κέντρον μνήμης παρέσχεν αὐτοῖς. Οὐρανὸς γὰρ καὶ γῆ διὰ παντὸς θεωρούμενα τὴν τῶν ὁρώντων λήθην ἐξέκρουεν, ἐφ' ὧν αὐτοὺς ἐποιήσαντο. Ἐπὶ πάντων ἀκούειν λεκτέον· πρὸς ἀνθρώπους γὰρ ὁ λόγος, οὓς ἐκάλεσεν υἱούς. Καὶ ἐπεὶ πᾶς ἄνθρωπος ἐκ ψυχῆς οὐρανίας καὶ σώματος γηΐνου συνέστηκε, καὶ συγγένειαν ἔχει πρὸς οὐρανόν τε καὶ γῆν, ἐπὶ τῶν οἰκειοτάτων αὐτοῦ τὴν ἁμαρτίαν ἐλέγχει. 9Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. [γʹ.] Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν9. Τῷ Θεῷ Λόγῳ πρέποι ἂν τὸ περὶ ψυχῶν εἰπεῖν λογικῶν, Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα. Ἐγέννησε δὲ κατ' ἀμφότερα· τοῦτο μὲν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών· τοῦτο δὲ, κατ' ἀρετὴν καὶ δόγματα σπουδάσας ἀποδεῖξαι βελτίονας· καθὼς καὶ τὸ ὕψωσα λέγεται. Οὕτω καὶ Παῦλος ὠδίνει τοὺς ἐν οἷς δεῖ μορφωθῆναι Χριστόν. Νόμον γὰρ αὐτοῖς παρέσχε, καὶ προφήτας ἀπέστειλεν. Ἢ τὸ ὕψωσα, διὰ τὸ ἐξαγαγεῖν αὐτοὺς μετὰ δόξης Αἰ 1829 γύπτου, καὶ τοσαῦτα κατὰ τῶν λυπούντων ἐπιτελέσαι παράδοξα. Καὶ πατρικὴν δὲ πρόνοιαν ὑπὲρ αὐτῶν ἐπεδείξατο· οἷον, ἄρτον ἐξ οὐρανοῦ, καὶ τράπεζαν ἐν ἐρήμῳ διδούς. Υἱοὺς οὖν αὐτοὺς, καὶ ὡς κτίσματα καλεῖ νοερὰ, καὶ ὡς πλείονος παρὰ τοὺς ἅλλους τυχόντας κηδεμονίας, ὅτε ἐγενήθη" Μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτῶν Ἰσραήλ. Διόπερ αὐτοὺς καὶ τῆς προσηγορίας ταύτης ἠξίωσεν, εἰ καὶ ἀνάξιοι ταύτης ἐγένοντο. Διὸ καὶ τὴν υἱῶν προσηγορίαν ἔσχον εἰκονικήν. Ἡ γὰρ ἀληθὴς υἱοθεσία ἐκείνων ἐστίν." Οἷς ἔδωκεν ἐξουσίαν υἱοῖς Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγενήθησαν·" ὡς πρὸς ἀντιδιαστολὴν πρωτότοκος Ἰσραὴλ, ἀλλ' οὐ μονογενὴς εἴρηται· μὴ τοίνυν Ἰουδαῖοι φρονείτωσαν ἀκούοντες, Υἱὸς πρωτότοκός μου Ἰσραήλ· ἐπεὶ καὶ Κάϊν πρωτότοκος ὢν κατηράθη, θαυμασθέντος τοῦ Ἄβελ. Καὶ Ἰσμαὴλ πρωτότοκος, ἀλλ' οὐ κληρονόμος· καὶ Ἡσαῦ πρωτότοκος, ἀλλ' ἐμισήθη." Τὸν Ἰακὼβ γὰρ ἠγάπησα, φησὶν, τὸν δὲ Ἡσαῦ ἐμίσησα." Καὶ Ῥουβὴν πρωτότοκος, ἀλλ' ἀπεβλήθη, εἰς τὴν περὶ Χριστοῦ ἐπαγγελίαν, Ἰούδα προτιμηθέντος. Θεὸς μὲν οὖν, τὸ ἐπ' αὐτῷ, καὶ γεννᾷ καὶ ὑψοῖ, καὶ δίδωσι τοῖς ἀξίοις εἰπεῖν," Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς." Οἱ δὲ ἐξ Ἰσραὴλ ἠθέτησαν αὐτὸν, οὐ φοβηθέντες ὡς Θεὸν, οὐχ ὡς πατέρα τιμήσαντες. Τὸ γὰρ σέβας τοῖς εἰδώλοις ἀπένειμαν, λέγοντες" Τῷ ξύλῳ· Θεός μου εἶ σύ· καὶ τῷ λίθῳ· Σύ με ἐγέννησας," τὸν διάβολον ἐπιγεγραμμένοι πατέρα. Ὁ γὰρ ποιῶν τὴν ἁμαρτίαν, φησὶν, ἐκ τοῦ διαβόλου γεγέννηται. Καὶ τοῖς πονηρευομένοις φησίν·" Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ." Ταῦτα δὲ καὶ προφητικῶς τῷ Σωτῆρι λέγειν ἁρμόττει, μήτε προσδεξαμένων, καὶ σταυρῷ τετιμηκότων αὐτὸν τῶν ἐξ Ἰσραὴλ, μόνοις αὐτοῖς ἐξ ἁπάντων ἐπιδημήσαντα τῶν ἐθνῶν. Διόπερ φησίν· Ἰσραήλ με οὐκ ἔγνω. Καὶ ὁ λαός με οὐ συνῆκεν. οὐ γὰρ συνῆκαν, οἷος ἄρα αὐτὸς ἦν, ὁ καὶ τοῖς πατράσιν αὐτῶν ἐν ἀνθρωπείῳ σχήματι διαφόρως ἑωραμένος. Τοιγαροῦν φησιν·" Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἴδεν, καὶ ἐχάρη." Καί·" Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε!" Περὶ παντὸς μὲν οὖν ἀνθρώπου, τὸ κατ' εἰκόνα καὶ τὴν λογικὴν ἀπολωλεκότος ἀξίαν εἴρηται· καὶ," Ὃς ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς·" Ἰουδαῖοι δὲ, τοσαύτης τιμῆς ἀπολαύσαντες, μὴ μόνον λογικοὶ γενόμενοι, ἀλλὰ καὶ Θεοῦ χρηματίσαι λαὸς, οὗτοι δὴ, φησὶν, ἀλόγων κτηνῶν πεφήνασιν ἀλογώτεροι, μήτε κατὰ βοῦν, τὸν δεσπότην γινώσκοντες. Φυσικὴ γὰρ τοῦτον φαντασία γινώσκει. Μήτε κατὰ ὄνον, τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ. 1832 Ὁ γὰρ ὄνος κἂν τὸν δεσπότην οὐκ οἶδεν, ἀλλ' οὖν εἰς τὸν τόπον τῆς φάτνης ἀπὸ συνηθείας ἐπείγεται. Τὴν φάτνην γὰρ γνωρίζει διὰ τὸ λαίμαργον, Διόπερ, ὡς ἀνοικείως ἐχόντων πρὸς ἄλληλα τῶν ζώων, ἐν Δευτερονομίῳ μὴ ἀροτριᾷν ἐν μόσχῳ καὶ ἀνθρώπῳ παρακελεύεται· τουτέστι, τὸ ἐνεργὸν τῆς ψυχῆς καὶ φιλόπονον, τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς. Οὐ γὰρ περὶ τῶν βοῶν μέλει τῷ Θεῷ. Ἀλλαχοῦ δὲ πάλιν συνέζευκται. Μακάριος γὰρ ὃς πειρῶν ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Τουτέστιν, ὁ τῷ διδακτικῷ λόγῳ τό τε φιλόπονον τῆς ψυχῆς ἐπεγείρων, καὶ τὸ φιλήδονον αὐτῆς θεραπεύων· τὸ γὰρ ἐπιθυμητικὸν τῷ βάρει τῆς ἁμαρτίας πεφορτισμένον ἀχθοφοροῦντι ὄνῳ προσέοικεν. Ἐμὲ οὖν, φησὶν, οὐκ ἔγνω τὸν εὐεργέτην, τὸν πάντων Δημιουργόν. Ὅση δὲ βοῒ πρὸς ὄνον διαφορὰ, τοσαύτην Ἰσραὴλ, ὁ Θεὸν ὁρῶν, ἔχει πρὸς τὸν ἁπλῶς λαὸν χρηματίζοντα. δ ʹ. 9Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι9, κ. τ. ἑ. Ἔθνος καὶ λαὸς πολλαχοῦ συνεζευγμένως λέγεται ὡς τὸ," Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκθλίψει λαοῦ συντριβὴ δυνατοῦ." Καὶ τὸ," Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοί;" Νυνὶ δὲ ἀπὸ τοῦ ἔθνος εἶναι ἁμαρτωλὸν ἀρξάμενοι, ἐπιδιδόντες πρὸς κακίαν, γίνονται λαὸς πλήρης ἀνομιῶν· καὶ ἀπὸ τοῦ σπέρμα πονηρὸν εἶναι, καὶ τὸ γενέσθαι υἱοὶ ἄνομοι· ἡ γὰρ αὔξησις ἀπ' ἐλαττόνων ἐν ἀρετῇ καὶ κακίᾳ. Ἀκολούθως δὲ μετὰ τὸ σπέρμα, υἱὸς, καὶ ἀναλόγως ἐπὶ ψυχῆς. Σπέρμα γὰρ διδασκαλίας, ἡ τῶν μαθημάτων καταβολή. Υἱὸς δὲ πᾶς ὁ τῷ διδαξαμένῳ γεγονὼς παραπλήσιος, εἴτε κατ' ἀρετὴν, εἴτε κατὰ κακίαν. Ἀλλ' ὁ μὲν βασιλείας χρηματίζει, ὁ δὲ γεέννης υἱός. Ὀνειδίζει δὲ τοῖς Ἰουδαίοις, ὡς χείροσι τῶν ἄλλων ἐθνῶν. Οὐχ υἱοθεσία γὰρ τούτους, οὐχ ὕψος δόξης, κρείττους ἐποίησεν. Οὐ διάφοροι μάστιγες τοῦ μαστιγοῦντος πάντα υἱὸν, ὃν παραδέχεται. Καὶ ἐπείπερ εὐγένειαν ηὔχουν σωματικὴν, ὡς ὄντες ἐξ Ἀβραὰμ, σπέρμα πονηρὸν, καὶ υἱοὺς ἀνόμους καλεῖ, ὡς καὶ ἐξάρχοντας Σοδόμων καὶ λαὸν Γομόῤῥας, δεικνὺς ὡς προαίρεσις καὶ βίος εὐγένειάν τε καὶ τοὐναντίον ποιεῖ. Οὗτοι δὲ προγόνους μὲν ἔσχον λαμπροὺς τοὺς πατριάρχας· ἐκ πονηρῶν δὲ τῶν μετὰ ταῦτα πατέρων γεγόνασι πονηροὶ, ἀλλ' οὐ φύσει, μιμησάμενοι δὲ τὴν ἐκείνων προαίρεσιν. Μεγάλη δὲ κατηγορία, χρηματίζειν ὅλον ἔθνος ἁμαρτωλὸν, ὡς μηδένα σχεδὸν ἐν αὐτῷ κατορθοῦν. Τὸ δὲ, πλῆρες ἁμαρτιῶν, πᾶν εἶδος κακίας ὑπέδειξεν. Τοιοῦτον τὸ," Πεπληρωμένους πάσης ἀδικίας." Καὶ τὸ," Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων." Καὶ ὁ Σωτὴρ δέ φησιν·" Πληρώσατε καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν." Σπέρμα δὲ πονηρὸν, 1833 ὅπερ ἐχθρὸς ἄνθρωπος ἐπέσπειρε τῷ σίτῳ ζιζάνιον, ὃ τελειωθὲν υἱὸς γέγονεν ἄνομος, ἀντὶ Υἱοῦ τοῦ Ὑψίστου. Διὸ θρηνεῖ τοῦτον σχεδόν που λέγων·" Πόθεν που μεταπέπτωκας;" Πρώτη μὲν οὖν κατηγορία, τὸ πονηρόν· δευτέρα καὶ μείζων ἡ τοῦ ἀγαθοῦ ἐγκατάληψις, ἣν ἐπαναβαίνει τὸ παροξύναι τὸν ἀγαθόν τε καὶ πρᾶον· τῶν, κατὰ τὴν ἀναλογίαν, ὀργὴ θησαυρίζεται. Ἀλλ' ὥσπερ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται· οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν ἀναποδίζει. Περὶ οὗ φησιν·" Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ὡς δὲ πᾶν εἶδος θεραπείας προσενεγκὼν ἁμαρτάνουσι, Τί ἔτι πληγήσεσθε, φησί; Τοῖς μὲν γὰρ ἰάσιμα πλημμελήσασι φησὶν ἀπειλῶν ὁ λόγος·" Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν." Τοῖς δὲ νοσοῦσιν ἀνίατα· Τί ἔτι πληγεῖτε; ὡς ἄν τις ἀπορῶν καὶ ἀπογνοὺς τὴν διόρθωσιν. Τῶν δὲ περιστατικῶν συγχωρήσεων, αἱ μὲν ἐφ' ἁμαρτήμασι γίνονται· αἱ δὲ πρὸς τὴν τῶν πειραζομένων βελτίωσιν· αἱ δὲ πρὸς ἀνάδειξιν ἀρετῆς λανθανούσης, ὡς ἐπὶ τοῦς Ἰώβ· αἱ δὲ πρὸς τὴν τῶν ἀπεγνωσμένων ἀπώλειαν, ὡς αἱ νῦν ἀπειλούμεναι, ὥσπερ αἱ τοῦ Φαραώ. Ταύτας δὲ δυνατὸν μόνως νοεῖν, μετὰ τὸ σωτήριον πάθος παραδοθέντος τοῦ ἔθνους. Οὐ γὰρ ἦν ὅ τι μεῖζον ἁμάρτωσιν Ἰουδαῖοι εἰπόντες·" Αἶρε, αἶρε, σταύρου αὐτόν."" Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα." Τοιγαροῦν διαμαρτύρονται τούτοις οἱ τοῦ Χριστοῦ μαθηταὶ ὡς πρώτοις κατάρξαντες, καὶ μὴ δεξαμένων ἐπὶ τὰ ἔθνη τρεπόμενοι, μονονουχὶ λέγοντες·" Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη. Ἐγκαταλίπωμεν αὐτήν." Βαβυλῶνι γὰρ, ὡς ἀσεβεῖς, ἀπεικάζονται. Αἱ γὰρ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἁμαρτίαι οὐκ ἦσαν ἀνίατοι. Καὶ προφήτας γὰρ ἔσχον ἐν Βαβυλῶνι. Καὶ πάλιν ἐναπελθόντες, τῇ λατρείᾳ τῇ κατὰ νόμον ἐχρήσαντο, μετὰ δὲ τοὺς Ῥωμαίους, οὐκ ἔτι, καθαιρεθέντος αὐτοῖς τοῦ νεὼ, καὶ πάντων διεσπαρμένων. Κύριον ἄρα καὶ ἅγιον Ἰσραὴλ τὸν Χριστὸν παρίστησιν ὁ προφήτης, ὃν ἐγκατέλιπον, ὄτε καὶ πᾶσα κεφαλὴ τούτων εἰς πόνον ἐγένετο, ἀρχικὴ δῆλον ἐξουσία ταπεινωθεῖσα. Καὶ ἀπὸ ποδῶν μέχρι κεφαλῆς ἡ πληγή. Ἀπὸ σμικροῦ μέχρι τοῦ μείζονος. Τοιγαροῦν ἀπεγνώσθησαν. Τίς γὰρ ἂν αὐτοῖς μείζων ἐπεγένετο θεραπεία, μετὰ τὴν ἐκ τοῦ Σωτῆρος ἐπιδημήσαντος, τοῦ πᾶσαν νόσον καὶ μαλακίαν ψυχῶν τε καὶ σωμάτων τοῖς πεπιστευκόσι δυνηθέντος ἰάσασθαι; Τινὲς δὲ, πᾶσα κεφαλὴ, τὸν καθ' ἕνα φασὶν ἄνθρωπον, ὡς τὸ," Λάβετε ἀρχὴν ἀπὸ πάσης συναγωγῆς Ἰσραὴλ κατὰ κεφαλὴν αὐτῶν." Ὡς μηδενὸς εὑρεθέντος ἀξίου τὴν ἀπειλουμένην δίκην διαφυγεῖν. Ἔστι δὲ τραῦμα μὲν, λύσις τῆς τοῦ σώματος συνεχείας, κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης· ὃ δηλοῦν δύναται τὰ σχίσματα τῆς Ἐκκλησίας. Ὁ δὲ μώλωψ, ἴχνος ἐστὶ πληγῆς ὕφαιμον, θλασθέντος τοῦ σώματος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαντος. Καὶ τοῦτο δὲ 1836 κατά τι μέρος συνίσταται· ὃ τὰς ὑπούλους καρδίας δηλοῖ. Φλεγμονὴ δὲ ὄγκος ἐστὶ πυρώδης, συῤῥεόντων ἐπὶ τὸ ἀσθενὲς μέρος τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός· ὃ δηλοῖ, ψυχῆς ἔπαρσιν ἐξ οἰήσεως ἀλόγου ὀγκουμένης, καὶ διὰ τοῦτο κατὰ τῆς γνώσεως ἐπαιρομένης Χριστοῦ. Φησὶ δὲ περὶ τῶν Ἰουδαίων, ὡς οὐχ ἓν ἀφωρισμένως ἐσχήκασι πάθος, ἀλλ' ἡνωμένως αὐτοῖς ἐπίκειται τὸ κακὸν, ὡς πάντα συγκεχῦσθαι ὁλοσχερῶς τὰ πάθη, καὶ μὴ δέχεσθαι πάθος ἕκαστον τὰ κατάλληλα βοηθήματα. Μάλαγμα μὲν οὖν ὁ μετὰ πραότητος καὶ ἐπιεικείας ταπεινωτικὸς τῶν ματαίων φυσιώσεων λόγος. Ἔλαιον δὲ ὁ μετὰ οἴκτου καὶ συμπαθείας τὸ δολερὸν, καὶ ὕπουλον, καὶ τραχὺ τῶν ἐν ὑποκρίσει ψευδολόγων καταλεαίνων. Κατάδεσμος δὲ ὁ τὰ πρὸς διάστασιν ἐπειγόμενα συγκρατῶν. Τὸ δὲ, Οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, καὶ τὰ ἑξῆς, Σύμμαχος οὕτως ἐξέδωκεν· Οὐκ ἔστιν ἐν αὐτῷ ὑγιὲς, ἀλλὰ τραῦμα, καὶ μώλωψ, καὶ πληγὴ, τραύματος οὐ σφιγγομένου, οὐδὲ ἐπιδεννομένου, οὐδὲ ἁπαλυνομένου ἐλαίῳ. ζʹθʹ. 9Ἡ γῆ ὑμῶν ἔρημος αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν9, κ. τ. λ. Ταῦτα προεῖπεν ἐπὶ τῆς Ὀζίου βασιλείας, ἐπληρώθη δὲ μερικῶς μὲν ὑπὸ Βαβυλωνίων· ἐπὶ δὲ τῆς ὑπὸ Ῥωμαίων πολιορκίας ὁλοσχερῶς, ἃ μέχρι νῦν ὁρᾶται. Ἀμπελῶνα δὲ τὸ ἔθνος καλεῖ. Λέξει γὰρ προϊών·" Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι." Τὴν δὲ τῆς ἐρημίας αἰτίαν φησὶν, ὅτι κραυγὴν ἐπόθησαν, καταλιπόντες τὸ πνεῦμα τὸ πρᾶόν τε καὶ ἡσύχιον. Ἀντιμετρεῖ γὰρ δικαίως ὁ Θεὸς ἐγκαταλιπὼν τοὺς ἐγκαταλιπόντας αὐτόν. Τὸ παντελὲς δὲ τῆς ἐγκαταλείψεως ἡ τοῦ ἀμπελῶνος σημαίνει σκηνή. Ἐν ὅσῳ γὰρ ἔχει καρποὺς, οἰκεῖται ὑπὸ τοῦ φυλάττοντος ἡ σκηνή. Τρυγηθέντων δὲ τούτων, ἔρημος ἀπολείπεται. Οὕτω τοῦ παντὸς ἔθνους καρποφοροῦντος, ὁ θεῖος εἱστήκει νεώς. Ἀντ' ἐπισκοπῆς ἐντεῦθεν ἐφρούρει τοῦτο Θεὸς λέγων·" Ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος [εἰς τεῖχος] πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς." Τοιγαροῦν ἀγγελικαῖς ἐχαρακοῦτο δυνάμεσιν. Ὡς δὲ τῶν ἁμαρτιῶν τὰς ἀκάνθας ἐβλάστησε, καὶ σταφυλὴν χολῆς, καὶ κληματίδα Γομόῤῥας ἐποίησε, φησὶ, διὰ τοῦ ψάλλοντος ὁ Θεὸς," Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγεῖν," καὶ τὰ ἑξῆς. Καὶ δι' ἄλλου δὲ προφήτου φησίν·" Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου," καὶ τὰ λοιπά. Ἱστόρη 1837 κεν δὲ καὶ ἐν τοῖς περὶ ἁλώσεως ὁ Ἰώσηπος, ὡς πρὶν ἁλῶναι τὴν πόλιν, ἠκούοντο τοῖς ἱερεῦσιν φωναὶ λεγόντων ἀγγέλων," Μεταβαίνομεν ἐντεῦθεν·" Οὐ μόνον δὲ, φησὶν, τὴν ὡς ἐν καρπῷ τιμιωτέραν οὐκ ἤνεγκε σταφυλὴν, οὐδὲ ὀπώραν τὴν πρόσκαιρον, καὶ σωματικὴν, κατὰ τὸν Μωσέως νόμον, λατρείαν. Ὡραία μὲν γὰρ τῇ θέᾳ καὶ εὐθαλὴς, ἀλλὰ καὶ πρόσκαιρος· πρὸς ἣν εἴρηται ἡ τοῦ ὀπωροφυλακίου κατάλειψις, ὅπερ αὖθίς ἐστιν ὁ νεώς. Σικυήρατον δὲ, τὸ τῶν σικυῶν εἴρηται φυλακτήριον. Ὅταν γὰρ τὸν ὄντως ἀφέντες Θεὸν, τὰς χεῖρας ἡμῶν ἐπάρωμεν πρὸς Θεὸν ἀλλότριον, παραδιδόμεθα τοῖς καταστρέφουσιν. Νόει δὲ καὶ γῆν μὲν ἔρημον, τὴν ψυχὴν ὡς δεχομένην τοῦ λόγου τὰ σπέρματα. Ἔρημον δὲ τὴν ἀρετῶν καὶ θεοσεβείας ἐστερημένην. Ἡ δὲ τοιαύτη καὶ πόλις πυρίκαυτος, διὰ τὸ πολλὴν ἔχειν ἐν τοῖς ἔργοις ματαιότητα, ξύλα, χόρτον, καλάμην· ἅπερ ἐν ἡμέρᾳ τῆς κρίσεως καταπίμπραται. Ἡ αὐτὴ καὶ χώρα κατεσθιομένη ὑπ' ἀλλοτρίων, οὔτε τῶν καρπῶν πεπληρωμένη τοῦ Πνεύματος, ἀγάπης, χαρᾶς, καὶ τῶν ἄλλων ἀλλοτρίων λογισμῶν ἐπιπεσόντων, καταναλίσκηται, καταστρέφουσί τε αὐτὴν οἱ ὄντως ἀλλότριοι δαίμονες, οἳ δὴ περιαιροῦντες τὰς ἀρετὰς, οὐκ ἀφίστανται πρὶν ἂν καὶ γνῶσιν ἐσφαλμένην ἐμβάλωσιν. Οὕτω πᾶς ἄκαρπος ἐπισκοπῆς ἀποστερεῖται Θεοῦ. Καρποφορῶν δὲ τῶν ἀποθηκῶν τῶν αἰωνίων ἀξίως, τῷ θείῳ φυλάττεται Πνεύματι ἀποσοβοῦντι τοὺς δυσμενεῖς. Τὴν δὲ ὀπώραν καὶ ἐπὶ τῆς βιωτικῆς ἡδυπαθείας δεξώμεθα, περὶ ἃς οὐ προσῆκεν ἐπτοῆσθαι ψυχὴν, ἄμπελον ὑπὸ Θεοῦ φυτευθεῖσαν ἀληθινὴν, κατ' εἰκόνα τοῦ Κτίσαντος αὐτὴν, ὃς τὸ μὲν καρποφοροῦν καθαίρει πρὸς γένεσιν πλειόνων καρπῶν. Συλλαμβάνεται γὰρ τοῖς ἐθέλουσιν πρὸς τὴν ἀπὸ τῶν παθῶν κάθαρσιν, καθάπερ γεωργὸς ἄμπελον κλαδεύει, τῆς περιττῆς ἀπείργων λεύχης, καὶ τὴν πρὸς τὸ ἀγαθὸν σπουδὴν τελειῶν· τῆς δὲ μὴ βουλομένης ψυχῆς πίπτουσιν οἱ φραγμοὶ, αἱ παρὰ τῶν ἀγγέλων βοήθειαι, καὶ τοῖς παροδεύουσιν καὶ πορθεῖν βουλομένοις προτίθεται, υἱός τε ἄγριος ἀφανίζει τὸ πᾶν εἰσπηδῶν· καὶ ξένοι μὲν οἱ διοδεύοντες ἡμᾶς, αἱ τῶν παρὰ τὴν γνῶσιν ἁμαρτημάτων ἐνεργητικαὶ δυνάμεις εἰσὶν υἱὸς δὲ δίκην ἀλόγιστα ὁρμῶντος, καὶ ταῖς δυσωδίαις καλινδουμένου, τὰ πάθη προκαταλαμβάνει τὴν τοιαύτην ψυχὴν, ὅτι μὴ τὰ ἄξια τῆς θείας ἀποθήκης ἐκαρποφόρησεν, ἡδονὰς δὲ τὰ ῥευστὰς καὶ δυσώδεις, ὧν ἐπιθυμήσας ὁ ἐπιθυμητὴς πάλαι λαὸς ἐν τῇ ἐρήμῳ ἐτάφη. Ἔκλαιον γὰρ, φησὶ, μνησθέντες τῶν σικυῶν, καὶ τῶν πεπόνων, τῶν Αἰγυπτιακῶν βρωμάτων, ἃ οὐκ ἂν φάγοι Ἰσραηλίτης ὁ τῷ ἄρτῳ τῷ οὐρανίῳ τρεφόμενος. Ὃν ἐξουδενώσαντες ἐκεῖνοι τῶν κρομμύων ἐπεθύμουν καὶ τῶν σκορώδων. Τοιοῦτος γὰρ ὁ καθ' ἡδονὴν βίος, ἐρεθιστικὸς καὶ δριμὺς ὑπάρχων, καὶ τῷ βάθει δυσωδίαν ἐναφίει, καὶ δάκρυα τοῖς ζῶσι κατ' αὐτὸν ἐμποιῶν· οἳ καὶ ὡς πολιορκουμένη πόλις 1840 ἐγκαταλείπονται, ἣν πολέμιοι περικάθηνται, τῶν ἔνδον ἐπιτηδευόντων τὴν ἄνεσιν, ὡς ἂν ἀφυλάκτοις ἐπίθωνται. Ἐκάλεσεν δὲ αὐτὴν ἐκ τοῦ προτέρου ταύτης ὀνόματος θυγατέρα. Ἀκολούθως δὲ τοῖς κατὰ τοῦ Σωτῆρος τολμηθεῖσιν ἐπήνεγκεν· Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα. Τοῦτο δ' ἂν εἴη περὶ οὗ φησιν ὁ Θεὸς Ἀβραάμ·" Ὅτι σοὶ δώσω καὶ τῷ σπέρματί σου." Ὡς γὰρ ἐφ' ἑνὸς εἶπεν, ὅς ἐστι Χριστὸς, ὁ κωλύσας τὰ Σοδόμων καὶ Γομόῤῥας παθεῖν. Οἱ γὰρ ἄλλοι πάντες, ὡς ἔφη, υἱοὶ ἄνομοι, καὶ λαὸς πλήρης ἁμαρτιῶν· ὧν οὐκ ἂν εἴη τὸ σπέρμα· οὓς ὀφείλοντας τὰ Σοδόμων παθεῖν, τῇ ἰδίᾳ παρουσίᾳ κεκωλυμένους. Καὶ μετὰ τὴν κατὰ Χριστοῦ δὲ τόλμαν, τὸ μὲν λεῖμμα τὸ κατ' ἐκλογὴν χάριτος ἐσώθη. Οἱ δὲ λοιποὶ ἐπωρώθησαν, οἳ καὶ παρεδόθησαν τῇ καταστροφῇ· περὶ ὧν φησιν Ἀμὼς ἐκ Θεοῦ·" Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν Κύριος Σόδομα καὶ Γόμοῤῥα," τὴν τελευταίαν σημαίνων καταστροφήν. Σπέρμα δὲ καὶ τὸν ἀποστολικὸν νοητέον χορὸν, οὐχ ὡς τῶν ἀσεβῶν σπέρμα, τῶν δὲ προφητῶν μᾶλλον ὑπάρχοντας, οἳ τὸ πᾶν ἔθνος ἀπεγνωκότες, παραμυθίας ἐτύγχανον, περὶ τοῦ ἐξ αὐτῶν ἀναφανησομένου σπέρματος φωτιζόμενοι, ὅπερ ὡς ζύμη γενόμενον ἐν τοῖς ἔθνεσι, πάντας πρὸς τὴν οἰκείαν εἵλκυσεν ὁμοιότητα, ὡς κἀκείνους Ἰσραὴλ χρηματίζειν καὶ λαὸν Κυρίου, καὶ κρυπτὸν Ἰουδαῖον, καὶ τῶν πνευματικῶν ἐπαγγελιῶν κληρονόμον. Εἰ δὲ μὴ πρόξενοι πάσης θεοσεβείας ἐγένοντο, καὶ δι' αὐτῶν ἐκκλησίαι πανταχοῦ καθίδρυντο (τοῦ νεὼ τοῦ παρ' Ἰουδαίοις λελυμένου), τίσι τούτους ἐχρῆν παραβαλέσθαι, ἢ τῇ Σοδόμων καὶ Γομόῤῥας καταστροφῇ, ὧν οὐδὲν ὑπολέλειπται; Σόδομα δὲ ἔκκλισις, Γομόῤῥα δὲ στάσις ἑρμηνεύεται. Πάντες οὖν εἴχομεν, φησὶν, ἐκκλῖναι Θεοῦ, καὶ τὴν πνευματικὴν εἰρήνην ἀφέντες πολέμου πληρωθῆναι καὶ στάσεως, ἃ δὴ κακία καὶ τὰ πάθη ποιεῖ. Νῦν δὲ ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη διὰ σαρκὸς πᾶσιν ἐπέλαμψεν· καὶ ταύτην εὐηγγελίσαντο πᾶσιν οἱ τοῦ Χριστοῦ μαθηταὶ, ὡς τὴν Ἐκκλησίαν τῆς εὐεργεσίας προσάγουσαν χαριστήρια, τὸ, Εἰ μὴ Κύριος κατέλιπεν ἡμῖν σπέρμα, μετὰ πάσης εὐφημίας ὑμνεῖν. Πλὴν ἔσται καὶ τῶν Ἰσραηλιτῶν ἐν ὑστέροις ἀνάκλησις, εἰ καὶ ἐν ἀρχῇ λεῖμμα μόνον ἐγένετο. Καὶ τοῦτο προφητικὸς ἐδήλωσεν λόγος," Διότι, λέγων, ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαυῒδ τὸν βασιλέα αὐτῶν." Καὶ ἀλλαχοῦ·" Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ καταλίπω τοῦ ἐξαληφθῆναι τὸν Ἐφραΐμ." Τοῦτο καὶ καθ' ἕτερον ἡμῖν ἐδηλοῦτο τρόπον. Ἠπείθησε μὲν γὰρ ὁ πάλαι λαὸς, περὶ οὗ φησιν, ὡς" Ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου," Χαλὲβ δὲ καὶ Ἰησοῦς 1841 συνεισέβησαν τῷ νέῳ λαῷ, τύπος ὄντες τοῦ ἐγκαταλείμματος Ἰσραὴλ, σεσωσμένου μὲν δι' ὑπακοῆς καὶ πίστεως τῆς ἐν Χριστῷ, διαβιβασθέντος δὲ μεθ' ἡμῶν τὸν ἅγιον Ἰορδάνην, καὶ κληρονομεῖν μέλλοντος τὴν τῶν οὐρανῶν βασιλείαν. ιʹ. 9Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, ὁ λαὸς Γομόῤῥασ9. Ἄνω μὲν οὐρανὸν καὶ γῆν ἐμαρτύρατο. Νῦν δὲ τοῖς Ἰουδαίοις αὐτοῖς διαλέγεται, μερίσας αὐτοὺς εἰς ἄρχοντας, καὶ λαόν. Σοδόμων δὲ αὐτοὺς καὶ Γομόῤῥας καλεῖ, ὡς μέλλοντας αὐτοὺς παθεῖν παραπλήσια, ἢ καὶ διὰ τρόπων ὁμοιότητα. Καὶ προϊὼν γὰρ ἐρεῖ. Τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀπήγγειλαν, καὶ ἐνεφάνισαν σὺν τῇ ἀδικίᾳ αὐτῶν, ἐπεὶ ἐβουλεύσαντο βουλὴν πονηρὰν, καθ' ἑαυτῶν εἰπόντες·" Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν." Ἡ τοίνυν κατὰ τοῦ ἑνὸς λεγομένη δικαίου, Χριστοῦ δηλονότι, παρανομία, τοιαύτης αὐτοὺς προσηγορίας ἐνόχους ἀπέδειξε. Κολάζει δὲ αὐτῶν καὶ τὸ ὡς ἐπ' εὐγενείᾳ τῇ ἐξ Ἀβραὰμ ὑπερήφανον, δηλῶν, κατὰ τὸν θεῖον Ἀπόστολον·" Ὡς οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστι," καὶ τὰ ἑξῆς. Καὶ πάλιν·" Οὐ γὰρ οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντως τέκνα." Οὐκοῦν ἐκ τῶν ἐναντίων καὶ τοὺς ἐξ ἀλλοφύλων δυνατὸν χρηματίσαι ἄρχοντας Ἰσραὴλ, καὶ λαὸν Θεοῦ πράξεις ἀξίας παρεχομένους καὶ δόγματα. Χωρισθέντος δὲ τοῦ ἐγκαταλειφθέντος ἡμῖν σπέρματος, ἀκολούθως τοὺς λοιποὺς τοιούτων ὀνομάτων ἠξίωσεν, ἄρχοντας λέγων Σοδόμων, διὰ τὸ μητρόπολιν ὥσπερ εἶναι τῆς πονηρίας τὰ Σόδομα, ἦς κατὰ κακίας ὑπερβολὴν ὑπερέχειν τοὺς ἄρχοντας. Οἰκείως δὲ καὶ παρέθηκεν, ὅτι ὥσπερ ἐκεῖνοι παρητοῦντο τὸν τὰ δίκαια κρίνοντα Λὼτ, λέγοντες·" Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν;" Οὕτω καὶ οὗτοι τὸν δίκαιον παρῃτοῦντο κριτὴν, λέγοντες·" Σταύρου, σταύρου, αἶρε τὸν τοιοῦτον." Κἀκεῖνοι μὲν, εἰς ξένους ὕβριζον· οὗτοι δὲ, τὸν εἰς τὰ ἴδια ἐλθόντα. Κἀκεῖνοι μὲν, εἰς ἀγγέλους· οὗτοι δὲ, εἰς Θεόν. Καὶ Ἱερουσαλὴμ τοίνυν ἐξ ἀσεβείας ἐγένετο Σόδομα. Ὡς γὰρ ἐν ἐκείνοις οὐχ εὗρε δέκα δικαίους ζητῶν ὁ Θεὸς, δι' οὓς ἔδει σωθῆναι τὴν πόλιν· οὕτως ἡ Ἱερουσαλὴμ πολλὴν εἶχε τῶν δικαίων τὴν σπάνιν. Διόπερ Ἱερεμίᾳ λιπαροῦντι περὶ αὐτῆς ἔφασκεν ὁ Θεός·" Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος." Καὶ παντὸς ἐστερημένοι καλοῦ, προσέτι καὶ πρὸς ἄκρον ἀσεβείας κατήντησαν, τὸν Χριστὸν ἀποκτείναντες· ὃ δὴ μάλιστα γέγονεν, διὰ τὴν τῶν ἀρχόντων ἀνοσιότητα. Εἰδότες γὰρ ὡς ἔστιν ὁ κληρονόμος, ἀνελεῖν ἐπεχείρησαν, θέλοντες αὐτοῦ τὸν ἀμπελῶνα 1844 κλῆρον ἴδιον ἀπεργάσασθαι. Περὶ ὧν ἐν προφήταις φησὶν ὁ Θεός·" Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου," καὶ τὰ ἑξῆς. Καὶ πάλιν·" Ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Διὰ τοῦτο οὐκ ἔγνω πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν." Ἐχρῆν γὰρ Μωσῇ πιστεύσαντας ἐπιγνῶναι Κύριον, καὶ πρὸς αὐτὸν ὁδηγῆσαι τοὺς ἄλλους." Περὶ ἐμοῦ γὰρ, φησὶν, ἐκεῖνος γέγραφεν, εἰπών· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε." Ὅθεν πληκτικῇ νουθεσίᾳ φιλανθρώπως αὐτοὺς ὁ προφήτης ἐπάγεται πρὸς τὸ δεῖν αὐτὸν ἐπιγνῶναι, τοῖς μὲν ἄρχουσιν ὡς ἐντρεχεστέροις, τοῦ ἀκοῦσαι βοῶν, ὅπερ μᾶλλον διανοίας ἐστίν. Διὸ πρὸς τὸ γνῶναι τὸ βούλημα τῶν ἑαυτοῦ λόγων διεγείρων ὁ Κύριος φησίν·" Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω·" τοῖς δὲ λαοῖς, ὡς ἀσυνέτοις, τὸ προσέχειν, ἢ τὸ ἐπωτίζεσθαι, ὡς ἐξέδωκαν ἕτεροι. Δῆλον δὲ τὸ ψιλὸν τὸν ἦχον ἐντίθεσθαι τοῖς ὠσίν. Διὸ καὶ ἐν Ἐξόδῳ φησὶν ὁ λαός·" Πάντα ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα." Οἱ μὲν γὰρ ἀτελεῖς ποιοῦσι τὰ σωματικὰ τοῦ νόμου φυλάττοντες· διὸ καὶ προτέτακται·" Ὁ δὲ τέλειος ἀκούει," νοῶν τῶν ἐν τῷ νόμῳ τὸ βούλημα. Οὕτω δὲ πάλιν τοῖς μὲν ἄρχουσι τὸν λόγον ἀπένειμεν· τῷ λαῷ δὲ τὸν νόμον. Ὁ μὲν γὰρ νόμος κανών ἐστι δικαίων καὶ ἀδίκων· προστακτικὸς μὲν ὧν ποιητέον· ἀπαγορευτικὸς δὲ ὧν [οὐ, ἢ, μὴ] ποιητέον, ὃν ὁ πολὺς φυλάττειν ἐσπούδακεν ἄνθρωπος τὸν σκοπὸν ἀγνοῶν. Ὁ δὲ λόγος καὶ τῆς αἰτίας ἐστὶν ἀποδοτικὸς, δι' ἣν ἔκαστον εἴρηται, πνευματικὸν τὸν νόμον δεικνύς. Ἄρχοντας δὲ Σοδόμων, οὐχ ὡς πονηρῶν ἄρχοντας μόνον, φησὶν, ἀλλὰ καὶ ὡς αὐτοὺς τοιούτους ὑπάρχοντας. Καὶ τοῦ λαοῦ δὲ τὴν πονηρίαν παρέστησεν εἰπὼν, λαὸς Γομόῤῥας. Ἤρκει γὰρ τὸ πρῶτον, εἰ τοῦ λαοῦ τὴν πονηρίαν ἐδήλου. Ταύτης δὲ τὸ πλέον ἀπονέμει τοῖς ἄρχουσι, διὰ τὸ προκαθέζεσθαι τὰ Σόδομα τῆς Πενταπόλεως, ἀρχικὴν αὐτῷ καὶ μείζω τὴν κακίαν δεικνύς. Ἄρχοντας δὲ Σοδόμων, πλὴν τῶν ἡττηθέντων, ἐξ ἱστορίας οὐ παρειλήφαμεν· διὰ δὲ τὸ σὺν πολλῇ παῤῥησίᾳ τοὺς ἀδικοῦντας ἐλέγχειν, φησὶν ὁ Παῦλος·" Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει." Τοιγαροῦν καὶ μίαν ταύτην αἰτίαν τῆς ἐπιβουλῆς τῆς κατὰ τοῦ προφήτου φασίν. Χρήσαιτο δ' ἄν τις τούτοις πρὸς ἄρχοντας ἐκκλησιῶν ἀτόπους, καὶ παρανομοῦντα λαόν. ιαιεʹ. 9τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ9, κ. τ. λ. Καινὴν νομοθεσίαν ὁ λόγος εἰσάγει τὴν παλαιὰν παραιτούμενος, ὡς τοῖς σωματικῶς κατ' αὐτὴν βιοῦ 1845 σιν ἀνόνητον. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, εἰ καὶ αὐτοὶ πλημμελοῦντες διὰ τούτων ἐνόμιζον ἐξιλεοῦσθαι Θεόν. Περιῃρημένου δὲ τοῦ σπέρματος, ὃ κατέλιπε Κύριος ὁ Θεὸς, εἰκότως νομιστέον περὶ τῶν κατὰ Χριστοῦ τοιαῦτα τετολμηκότων τὸν λόγον καθίστασθαι ἀρχόντων τε καὶ ἑπομένων. Τοιγαροῦν, φησὶν, Οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ἀνῆκε γὰρ τοῖς εἰς Βαβυλῶνα ληφθεῖσιν ἑβδομήκοντα παρελθόντων ἐτῶν, ὡς ὁ Ζαχαρίας φησίν·" Τὰς πόλεις Ἰούδα ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος·" τοῖς δὲ Χριστὸν σταυρώσασιν οὐκ ἀνήσειν, φησὶν, πλὴν ὅτι ἐν ἐσχάτῳ τῶν ἡμερῶν τὸ ἐγκατάλειμμα σωθήσεται. Τῆς δὲ τοιαύτης ἐγκαταλείψεως τὴν αἰτίαν ἐπήνεγκεν λέγων, Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, τὴν Χριστοῦ μιαιφονίαν δηλῶν. Τηρεῖ γὰρ ὡς οὐδαμοῦ νῦν αὐτῶν ὡς εἰδωλολατρούντων κατηγορεῖ, ἀλλ' ὅτι μὴ ἔγνωσαν τὸν Κύριον, καὶ ὅτι ἐγκατέλιπον αὐτὸν, καὶ παρώξυναν τὸν ἅγιον τοῦ Ἰσραήλ. Διὸ καὶ τὰς θυσίας αὐτῶν, ὡς ἀσεβῶν, ἀποστρέφεται, καὶ προσκειμένων τοῖς ἁμαρτήμασιν." Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον." Ἕκαστον γὰρ ἑαυτὸν προσάγειν δεῖ θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, λογικὴν λατρείαν, θυσίαν αἰνέσεως. Ταῦτα γὰρ καὶ αἱ πρὶν θυσίαι σκιὰν ἔχουσαι τῶν μελλόντων ἀγαθῶν, ὑπῃνίττοντο· εἰ καὶ τοῖς τότε παχέσιν οὖσιν κατὰ τὸ φαινόμενον ἥρμοττον μέχρι καιροῦ διορθώσεως· ἐπεὶ, ὅσον εἰς τὸ ἀρέσκειν Θεῷ, οὐκ ἂν τὰς θυσίας ἐνομοθέτησεν. Ἐπειδὴ δὲ τὸ πλῆθος τῶν κατὰ νόμον θυσιῶν ἀποπέμπεται, μίαν προσεδέξατο θυσίαν ἐπ' ἐσχάτων αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ τῆς ἀληθείας φανείσης, ἀνόνητος ἡ σκιά. Καὶ δεῖ Θεῷ προσάγειν ἀρετάς τε καὶ πίστιν. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεός. Ἐπεὶ καὶ πάλαι ὑπὲρ τῶν ἰδίων πλημμελημάτων προσέφερον, καὶ συνεχώρει Χριστὸς, ἐν τοῖς προσαγομένοις τυπούμενος. Ἀλλὰ νῦν ἐπιδημήσας, τοῖς τύποις πέρας ἐπέθηκεν. Τὸ δέ· Πλήρης εἰμὶ, ληπτέον καθ' ἑαυτὸ, μὴ συνάπτοντα τοῖς ἑξῆς. Θεῷ γὰρ μόνῳ τὸ πλῆρες ἁρμόττει πάσης μακαριότητος, ἀλλ' οὐ τῶν ἐφ' ἑξῆς ἐπιφερομένων." Ἐκ τοῦ γὰρ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν." Πάντων γάρ ἐστιν ἐφετὸν, αὐτὸς οὐδενὸς ἐφιέμενος. Ἀπ' αὐτοῦ στέφανος πλήρης χάριτος καὶ δυνάμεως. Καὶ Παῦλος, μετὰ τὴν ἐπίγνωσιν, πλήρης πνεύματος ὑπέστρεψεν εἰς Ἱερουσαλήμ· πλήρης ἐντεῦθεν ἡμερῶν Ἀβραάμ. Καὶ ἐν τῷ ἐπιστρέφοντι λαῷ ἡμέραι πλήρεις εὑρεθήσονται. Ἀλλ' εἰ ἀποβάλλει πᾶσαν τὴν διὰ Μωϋσέως λατρείαν, πῶς" Ἓν ἰῶτα οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου ἕως ἂν πάντα γένηται;" Οὐκ οὖν εὔδηλον ὡς τὸ σωματικὸν ἐκβαλὼν, τὸ πνευματικὸν πληροῦν ἐπαγγέλλεται. Τήρει δὲ ὡς οὐ πᾶν ἀπεδοκίμασεν αἷμα, τὸ δὲ ἐξ 1848 ἀλόγων ζώων, πρὸς ἀντιδιαστολὴν τοῦ ἐπ' ἐσχάτων ἡμερῶν ἐκχυθέντος εἰς ἄφεσιν ἁμαρτιῶν, κρεῖττον λαλοῦντος παρὰ τὸ τοῦ Ἄβελ. Μετατιθεμένων δὲ τῶν θυσιῶν ἐπὶ τὸ πνευματικὸν, καὶ τὴν ἱερωσύνην ἐχρῆν μετατίθεσθαι, ἵνα ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀντεισέλθῃ. Διασταλτέον δὲ καὶ τὸ ὁλοκαύτωμα, καὶ οὕτως ἐπενεκτέον, τῶν κριῶν· ἵνα πρὸς τὸ, οὐ βούλομαι, συμφώνως ἐπενεχθῇ. Πρὸς ὃ ἀποδοτέον τὸ, Οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Κοινὸν γὰρ τὸ, οὐ βούλομαι. Ἀθετεῖ δὲ μετὰ τῶν θυσιῶν καὶ τὸ, δεῖν ὁρᾶσθαι πᾶν ἀρσενικὸν ἐνώπιον Κυρίου. Ἄδικοι γὰρ ἦσαν καὶ σκολιοί. Γέγραπται δέ·" Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους." Καὶ" Εὐθύτητας ἴδε τὸ πρόσωπον αὐτοῦ· λέγει δὲ καὶ, Τίς ταῦτα ἐζήτησεν ἐκ τῶν χειρῶν ὑμῶν; τὰ σωματικὰ δηλονότι τοῦ νόμου. Ὅλος γὰρ ὁ νόμος ἀνακεφαλαιοῦται ἐν τῷ," Ἀγαπήσεις τὸν πλησίον σου, ὡς ἑαυτόν." Καὶ, Πατεῖν μου, φησὶ, τὴν αὐλὴν οὐ προσθήσεσθε. Οὕτω φοβερὸν καταφρονεῖν Ἐκκλησίας ἀφορισθέντας, εἰ μὴ τὸ μέγιστον τῶν ἐπιτιμίων αἱρουμένους ἐπίτηδες. Δηλοῖ δὲ τὴν ὑβριστικὴν αὐτῶν εἴσοδον, ὡς καταπατούντων τὰ ἅγια. Τῶν δὲ εἰσιόντων ὁ μὲν εἰς αὐτὰ φθάνει τὰ Ἅγια τῶν ἁγίων, ἔσωθεν τοῦ καταπετάσματος τὰ σαρκικὰ διαβὰς, καὶ γυμνῇ τῇ θεωρίᾳ τῶν νοητῶν ὁμιλῶν· ὁ δὲ τῆς σωματικωτέρας λατρείας ἐφάπτεται. Ὁ δὲ νῦν εἰσαγόμενος τῆς αὐλῆς μόνης ἐπιβῆναι κελεύεται. Ὁ δὲ καὶ ταύτης ἔξω τῶν τῆς εὐσεβείας τόπων ἐλήλαται. Πρὸς δὲ τὰ πνευματικὰ τοῦ νόμου παρακαλεῖ διὰ τῆς τῶν σωματικῶν ἐκβολῆς. Πνευματικὴ γὰρ σεμίδαλις, λόγος περὶ Θεοῦ σωματικῆς ἐννοίας κεχωρισμένος. Ἀνάξιον Θεοῦ καὶ τὸ, Νομίζειν αὐτὸν τῆς δι' ὀσφρήσεως εὐωδίας ἐπιθυμεῖν, καὶ μὴ θυμιάματος τὸν ἁγιασμὸν νοῆσαι τοῦ σώματος ὑπὸ τῆς κατὰ ψυχὴν σωφροσύνης ἐπιτελούμενον, ἰσοκρατῶς ἐχόντων κ... στασίαν πρὸς ἄλληλα τῶν μερῶν τῆς ψυχῆς κατὰ τὴν σύνθεσιν τοῦ θυμιάματος. Παρακαλεῖ δὲ καὶ νουμηνίαν ποιεῖν αἰωνίοις πρέπουσαν ἔτεσι, καὶ τὴν διὰ μετανοίας πρὸς τὸ ἀρχαῖον ἀποκατάστασιν ἑορτήν. Νουμηνία γὰρ ἡ ἀρχὴ τοῦ ἐν φωτὶ βίου ἐκλειφθέντος τῇ πρὸς τὸ χεῖρον τροπῇ. Ἡ πρὸς αὐτὸ ἐπάνοδος, ἑορτή. Βούλεται δὲ καὶ Σάββατον τὴν τῶν κακῶν ἀργίαν νοεῖν. Ἀντὶ δὲ τῆς μεγάλης ἡμέρας, κλητὴν ἐξέδωκαν οἱ λοιποί· ὡς μὴ μίαν σημαίνεσθαι, πᾶσαν δὲ τὴν ἐν τῷ νόμῳ καλουμένην κλητὴν, οἷα ἡ πρώτη ἑβδόμη τῶν Ἀζύμων, καὶ τῆς Πεντηκοστῆς, καὶ ἡ δεκάτη τοῦ μηνὸς, καὶ πᾶσαι ἁπλῶς ἐπίσημοι ἑορταί. Καὶ νηστείαν δὲ βούλεται τὴν χωρὶς ἐπιδείξεως δουλαγωγοῦσαν τὸ φρόνημα τῆς σαρκὸς, ὅπερ οὐ διὰ πλησμονῆς βρωμάτων γίνεται, ἀλλὰ καὶ δι' ἀναστροφῆς ἀγαθῆς καὶ συνουσίας τῶν ὠφελούντων. Οὐδὲ τὴν ἀποχὴν δὲ τῶν βρωμάτων ἐπιτείνειν χρεὼν, ὥστε λυθῆναι τὸν τόνον τοῦ σώματος, καὶ περιέλκειν εἰς ἀπροσεξίαν τὸν νοῦν. Παρ 1849 όντος δὲ τοῦ νυμφίου μὴ νηστεύειν ἐκελεύσθημεν τὴν ἐκ τοῦ λόγου νηστείαν. ι ʹκʹ. 9Λούσασθε· καθαροὶ γένεσθε. Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν9, κ. τ. λ. Ἀκολούθως προτρέπεται τῆς ἐθελοθρησκείας τῆς κατὰ τὸν σωματικὸν νόμον μεταστάντας, τῆς Καινῆς ὑπηκόους Διαθήκης γενέσθαι. Διὸ καὶ τὰ ταύτης εἰσάγει μυστήρια, μονονουχὶ τὸ ἐν Εὐαγγελίοις βοῶν·" Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." Καὶ τό·" Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὅνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος." Πῶς δὲ ὡς ἀνίατα ἡμαρτηκότων εἰπών·" Ἐὰν πληθύνητε τὴν δέησιν ὑμῶν, οὐκ εἰσακούσομαι·" νῦν ὡς ἰᾶσθαι διὰ τοῦ λουτροῦ δυνάμενος διαλέγεται; Ὅτι τὸ ἀδύνατον τοῦ νόμου Χριστὸς ἐλθὼν ἀνεπλήρωσεν, οὐκ ἐφ' ἑκάστῳ καθαίρων μολύσματι ῥύπου σωματικοῦ, οὐδὲ πλύνειν κελεύων ἱμάτιον, ἐν δὲ βαπτίσματι τὰς ἡμετέρας ἀποκαθαίρων ψυχὰς, καὶ ἐποικοδομεῖν τῷ βαπτίσματι τὰς ἀρετὰς προτρεπόμενος. Ἡ μὲν γὰρ τοῦ λουτροῦ κάθαρσις, φιλανθρωπίας ἐστὶ Θεοῦ. Ἡ δὲ τῆς τῶν κακῶν ἕξεως ἀπόθεσις, ἔργον ἡμέτερον, βοηθοῦντος κἀνταῦθα Θεοῦ, καὶ τοὺς ἐθέλοντας ὁδηγοῦντος πρὸς ἀρετήν. Οὐ δεῖ γὰρ ἀπρακτεῖν τῇ τοῦ βαπτίσματος ἐπανέχοντας χάριτι. Λοῦτρον μὲν γὰρ καθαίρει· ἀρεταὶ δὲ φαιδρύνουσιν. Ἀπέναντι δὲ τῶν ὀφθαλμῶν μου, φησὶν, ἐπειδὴ τοῖς ἀνθρώποις δυνατὸν ἐπιπλάστως καὶ καθ' ὑπόκρισιν δοκεῖν ἠμᾶς ἀγαθούς· Θεὸς τὰς καρδίας ἐμβατεύων, καὶ τὰ κρυπτὰ τῆς διανοίας ὁρᾷ· ἤγουν ὡς μηδεμιᾶς πράξεως καθηκόντως ἀνυομένης, εἰ μὴ μετὰ τῆς εἰς Χριστὸν εὐσεβείας ἐπιτελῆται. Δεῖ οὖν λογισμοὺς καθαίρειν, οὐ μόνον κακίας ἀποκόπτειν ἐνέργειαν, ὃ τῆς τελείας ἀγάπης ἐστί. Κατὰ γὰρ Παῦλον," Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν." Καὶ τοῦτο ὄντως ἐστὶ τὸ, Βαπτισθῆναι Πνεύματι ἁγίῳ, καὶ πυρὶ πάντα ῥύπον συντῆξαι. Παραγγέλλει δέ που καὶ λόγιον," Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν." Φησὶ δὲ, Μάθετε καλὸν ποιεῖν. Οὐ γὰρ σαφὴς ὁ ἠθικὸς λόγος. Δικαίως γὰρ, φησὶ, τὸ δίκαιον διώξεις, δεῖν ὡς ἡμᾶς μετάγων περὶ δικαιοσύνης λόγον τὴν δικαίαν πρᾶξιν ἐπιτελεῖν. Ἐκζητήσατε κρίσιν. Ἢ τὸ φροντίζειν ἀεὶ καὶ μεριμνᾷν τοῦ Χριστοῦ τὸ κριτήριον (ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ) καὶ τὸ τοῦτο μελετᾷν ἀπείργει κακίας, καὶ προτρέπει πρὸς ἀρετήν. Ἢ τὸ δεῖν ἕκαστα κεκριμένως ποιεῖν." Μετὰ βουλῆς γὰρ, φησὶ, πάντα ποίει." Καὶ," Λογι 1852 σμοὶ δικαίων κρίματα." Διττὴ δὲ ἡ ἀδικία· εἰς ψυχικὰ, καὶ σωματικά. Καὶ μείζων ἡ πρώτη, καὶ ταύτης μεῖζον τὸ κώλυμα." Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, κατ' ἀρετήν τε καὶ δόγματα." Καὶ δεῖ τούτοις βοηθεῖν τὴν ἀπάτην ἐλέγχοντας." Ῥύσαι γὰρ, φησὶν, ἀγομένους εἰς θάνατον, καὶ ἐκ πρίω κτεινομένους, μὴ φείσῃ." Δεῖ δὲ καὶ τὴν σωματικὴν ἀδικίαν ἀπείργειν ὅση τις δύναμις. Κρίνατε ὀρφανῷ. Καὶ πατρὸς γὰρ ἔρημος, καὶ βοηθεῖν ἑαυτῷ διὰ τὴν ἡλικίαν ἀδυνατεῖ. Εἰ δὲ καὶ τῶν πεπιστευκότων Πατὴρ ὁ Θεὸς, ἐάν τις παραβὰς ἀποστατήσῃ τῆς πίστεως, καὶ τῶν πρεπόντων ἔργων τῇ πίστει, γέγονε μὲν ὀρφανὸς τοῦ Θεοῦ, τῆς αὐτοῦ προνοίας ἔρημος ὤν. Δεῖ δὲ τοῦτον ἐπαναγαγεῖν, ὅθεν ἐκπέπτωκεν, ἐπιτιμήσει μετρίᾳ, καὶ λόγοις προσήκουσιν. Ἀλλὰ καὶ ὁ τὰ πονηρὰ πράσσων πατέρα ἔχει τὸν διάβολον, οὗπερ ἀποστὰς γέγονεν ὀρφανὸς ἀγαθὸς, καὶ δεῖται τοῦ χειραγωγοῦντος πρὸς τὸν ὄντως Πατέρα Θεὸν, ἀναγεννηθῆναι διὰ τοῦ Εὐαγγελίου βουλόμενος. Τυγχανέτω οὖν τῆς προσηκούσης οἰκονομίας παρὰ τῶν τὰ κοινὰ διοικούντων. Καὶ ἡ χήρα δὲ ἡ ὄντως χήρα, καὶ πάσης ἔρημος βοηθείας, καὶ προσκειμένη λειτουργίᾳ Θεοῦ· καὶ ἡ ἀναλόγως ταύτῃ χήρα, τοῦ νυμφίου Λόγου, ψυχὴ ἐκπορευθεῖσα τοῖς δαίμοσιν, τῆς προσηκούσης ἀναλόγως ἑκατέρα βοηθείας ὀφείλει τυχεῖν. Εἴποις δ' ἂν χήραν καὶ τὴν κατὰ σάρκα τῶν Ἰσραηλιτῶν Ἐκκλησίαν ἀποθεμένην τὸν τοῦ νόμου ζυγὸν, ὥστε μηκέτι μοιχαλίδα χρηματίζειν γενομένην ἀνδρὶ ἑτέρῳ Χριστῷ, ἣν δεῖ παρ' ἡμῶν δικαιοῦσθαι, τὴν τοῦ Εὐαγγελίου δικαιοσύνην μανθάνουσαν. Ταῦτα πάντα δεῖ προσεῖναι ἡμῖν ἐνώπιον τοῦ Θεοῦ, οὐ κατ' ὀφθαλμοφάνειαν, οὐδ' ὡς ἔνδοθεν εἶναι λύκους ἅρπαγας. Οὐδ' ἵνα τις, κατὰ τὸν Ἱερεμίαν," Τῷ στόματι λαλῇ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχῃ τὴν ἔχθραν." Περὶ οὗ, φησὶν ὁ Δαβίδ·" Ἡπαλύνθησαν ὁ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες." Κἂν γὰρ λανθάνειν οὗτοι σπουδάζοιεν· ἀλλ' ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτοὺς, νεφροὺς καὶ καρδίας εἰδώς. Διὸ καὶ Παῦλός φησι·" Προνοούμενοι καλὰ οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων." Ἐὰν δέ τις ἐξάρῃ τὰς πονηρίας ἀπέναντι τῶν ὀφθαλμῶν Κυρίου, γίνεται Ναθαναὴλ ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ὁ δὲ τοιοῦτος, παῤῥησίαν πως λαβὼν, εἰς τὸ δικαστήριον ἀπαντᾷ τοῦ Θεοῦ. Ἀξιοῖ γὰρ διὰ φιλανθρωπίαν πρὸς ἡμᾶς διελέγχεσθε, δεικνὺς ὅσα εὐεργετήσας ὅσα πέπονθεν ὑφ' ἡμῶν. Καὶ ὅμως ἀμνηστίαν ποιεῖται τῷ προειρημένῳ, καὶ αἵματι πεφοινιγμένους καθαίρων ἡμᾶς διὰ τῆς 1853 τοῦ λουτροῦ παλιγγενεσίας, καὶ βασιλείαν οὐρανῶν ἐπαγγέλλεται. Πρὸς ὃν λέξομεν ἐλεγχόμενοι [ὧδε]," Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;" Πολλαχοῦ δὲ τῆς Γραφῆς ἔχομεν ὡς ὁμοτίμως τοῦ Θεοῦ τοῖς ἀνθρώποις εἰς κρίσιν συγκαταβαίνοντες." Φησὶ γὰρ αὐτός·" Κύριος ἥξει εἰς κρίσιν μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ." Καὶ Μιχαίας δέ φησιν," Ἀκούσατε λόγον Κυρίου· Κύριος εἶπεν· Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὅρη, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ λαοῦ αὐτοῦ διελεγχθήσεται." Θεῷ γὰρ πρέπουσα κρίσις ἡ κοινωνικὴ μᾶλλον, ἢ τυραννικὴ, τόπον ἀπολογίαις τοῖς κρινομένοις παρέχουσα. Γραφικῆς δὲ ταῦτα προσωποποιίας μέριμναν ἡμῖν ἐμποιούσης τῆς ἐκ τῶν ἔργων ἀπολογίας. Οὐ γὰρ ἀκούσομέν τι καὶ λέξομεν. Ἡ δὲ κρίσις μεταξὺ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ, ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Τοῦτο καὶ παρὰ τῷ Δανιὴλ λεγόμενον σημαίνουσι βίβλοι, ἐν τῷ μνημονευτικῷ τῶν ἀνθρώπων ἀνακινεῖσθαι διδάσκουσαι τῶν πεπραγμένων τοὺς τύπους, μνημονεύοντος ἑκάστου καὶ βλέποντος δι' ὃ κολαζόμεθα. Ὁ τοίνυν ἔλεγχος οὐχ ὡς κρινομένων ἡμῶν τῷ Δεσπότῃ (δικαιωθήσεται γὰρ ἐν τοῖς λόγοις αὐτοῦ, καὶ νικήσει κρινόμενος. Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδὲ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν), ἐλεγχομένων δὲ μᾶλλον ἐν ἑαυτοῖς, ὡς" Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς." Τὸ δὲ θεῖον λοῦτρον οἱ μέν φασιν ἀρκεῖν πρὸς τὸ λευκαίνειν ἡμᾶς ὡς χιόνα Δυσέκπλυτον γὰρ οὐδέν φασι Θεοῦ διασμίχοντος. Κατὰ Παῦλον εἰπόντα·" Οὐ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις." Καὶ," Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" Οἱ δέ φασιν καθαίρειν μόνον, πράξεων δὲ χρῆναι πρὸς τὴν τοσαύτην λαμπρότητα, ὁποία ἡ ὀρφανοῦ κρίσις, καὶ χήρας δικαίωσις. Τοῦ δὲ φοινικοῦ τὸ κόκκινόν ἐστιν ἐρυθρότερον, ὅθεν ἀναλογεῖ τὸ μὲν πρὸς χιόνα, τὸ δὲ πρὸς ἔριον. Ἐρυθρῷ δὲ χρώματι τὰς ἁμαρτίας ἀπείκασεν, ὡς φοίνικας τῶν ἡμετέρων ψυχῶν. Ἀλλ' ἡ μέν ἐστι δεσοποιὸς ὡς ἐν χρώματι, καὶ ἀνέκπλυτος. Ἡ δὲ τὴν ἐπιπολῆς ἔχουσα τάξιν εὐχερῶς ἀποπλύνεται, κατὰ λόγον τῶν ἁμαρτημάτων, τῆς ψυχῆς ῥᾷον, ἢ δυσκόλως καθαιρομένης. Τὸ μὲν οὖν ἔριον καίπερ ἔσθ' ὅτε φυσικῶς ὑπάρχον λευκὸν, ἐξ ἐπιμελίας τινὸς ἑαυτοῦ λευκότερον γίνεται. Ὡς καὶ ἄνθρωπος τὰς φυσικὰς ἀφορμὰς ἐξ ἀσκήσεως τελειῶν, ἐπὶ πολὺ δύναιτο προελθεῖν ἀρετῆς. Ἡ δὲ χιὼν, ὕδωρ ἐν νεφέλαις οὖσα, τῇ τοῦ πνεύματος ἀνακοπτομένη βίᾳ λευκαίνεται, εἰς ἀφρὸν μὲν οἰδαίνουσα, πῆξιν δὲ λαβοῦσα τῷ τοῦ ἀέρος ψυχρῷ, καὶ πρὸς τὰ κάτω βάρη κινουμένη καὶ ῥέπουσα. Οὕτω καὶ ψυχὴ τὰς φυσικὰς ἀφορμὰς οἰκείᾳ τε ἀσκήσει, καὶ τῇ βοηθείᾳ τοῦ 1856 Πνεύματος συναυξήσασα, ἀξία γίνεται, ἐν τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει, τῆς χάριτι Θεοῦ διδομένης τοῖς ἁγίοις λαμπρότητος· ἧς τὸ αὐτεξούσιον ὁ λόγος ὑποφαίνων φησίν· Ἐὰν ἐθέλητε, καὶ εἰσακούσητέ μου, φάγεσθε, φησὶν, ἀγαθά· ἢ διὰ τῶν σωματικῶν παχεῖς ὄντας τοὺς Ἰουδαίους παρακαλῶν· ἢ γῆν, φησὶ, τὴν ψυχὴν, κατὰ τὴν ἐν Εὐαγγελίοις τοῦ σπόρου παραβολὴν, ἣ τὸν οὐράνιον σπόρον ὑποδέχεσθαι λέγεται, ἧς ἀγαθὰ, τὰς κατ' ἀρετήν φησι προκοπάς· ἢ τὰ ἐπηγγελμένα ἐν οὐρανῶν βασιλείᾳ γῆ λεγομένη, κατὰ τὸ," Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·" ἢ τὰ ἀγαθὰ," Ἃ ὀφθαλμὸς οὐκ ἴδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη." Ἔνθα καὶ Ἱερουσαλὴμ, καὶ τὸ Σιὼν ὄρος, τὰ ἐπουράνια ταῦτα τοῖς πειθομένοις, τοῖς δὲ ἀπειθοῦσιν μάχαιραν ἀπειλεῖ. Κατὰ μὲν τὸ αἰσθητὸν, τὴν Ῥωμαϊκὴν, ἥτις αὐτοῖς παρὰ πόδας ἀπήντησε· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν διαβολικὴν, ὑφ' ἣν γεγόνασιν, Χριστοῦ τὴν χάριν ἀρνούμενοι, ἤγουν ἁπλῶς ἔμψυχόν τινα [καὶ] νοητήν· περὶ ἧς εἴρηται, ὅτι ἐμεθύσθη ἀφ' αἵματος τραυματιῶν. Στόμα δὲ Κυρίου, τάχα τὸ Πνεῦμα τὸ ἅγιον, τὸ συνεργῆσαν αὐτὰ γραφῆναι. Ὡς ἂν γὰρ μὴ καταφρονῶμεν τῶν ἀπειλῶν, στόμα τὸ ἀψευδὲς Κυρίου ταῦτα, φησὶν, εἴρηκεν. Καὶ προέταξε δὲ τοῦ μὴ εἰσακοῦσαι πάλιν τὸ μὴ θελῆσαι, καὶ τῶν κακῶν αἴτιον τὸ ἐφ' ἡμῖν ὑποτίθεται. Συμφωνεῖ δὲ ταῦτα τοῖς διὰ Μωσέως εἰρημένοις ὑπὸ Θεοῦ·" Ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον." Διὸ καὶ, Ἀφέλετε τὰς πονηρίας, προεῖπεν. Οὐδὲ γὰρ ἄλλον ὠφελεῖν ἢ βλάπτειν, ὡς αὐτὸς ἑαυτὸν ἕκαστος δύναται. Τὸ δὲ προσῆκον ποιοῦντες, ὡς πρὸς ἰατρὸν δραμούμεθα καθαίροντα τὰς ἐν χρόνῳ πολλῷ στυφείσας ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν συνειδήσεις. καʹκγʹ. 9Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταὶ9, κ. τ. λ. Ἐλέγετο καὶ πρόσθεν·" Ἐγκαταλειφθήσεσθαι ἡ θυγάτηρ Σιὼν." Οὕτω δὲ τὴν πόλιν ἐκάλει τὴν ἐπὶ τοῦ Σιὼν ὄρους, οἱονεὶ θυγατέρα τοῦ ὄρους, ἤγουν τὸν ἐν τῇ πόλει νεών. Νῦν δὲ ὥσπερ ἀποθαυμάζει τῆς τοσαύτης ἐπὶ τὸ χεῖρον μεταβολῆς τὴν αἰτίαν. Νόμῳ γὰρ τραφεῖσα θείῳ, πῶς ἐξεπόρνευσεν; πρῶτον μὲν, πρὸς εἰδωλολατρείαν· μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, εἰς διδασκαλίαν [καὶ] ἐντάλματα ἀνθρώπων. Αἰτία δὲ τῆς κατὰ ψυχήν τε καὶ σῶμα πορνείας, ἀπιστία. Οὐδεὶς γὰρ Θεὸν πανταχοῦ παρεῖναι πιστεύων, βλέπειν δὲ καὶ τὰ ἐν διανοίαις λαν 1857 θάνοντα, ἀνέχεται [οὐδὲν] ηνη φρονεῖν τι δεινὸν, ἢ τοῖς ἔργοις ἐπιτελεῖν. Πίοτειν δὲ πόλιν τὴν τῶν πιστῶν οἰκητόρων καλεῖ, ἐν οἷς ἀρετὴ καὶ δικαιοσύνη ἐνοικοῦσα ὥσπερ ἐπανεπαύετο. Τοῦτο γὰρ διὰ τοῦ κεκοιμῆσθαι παρέστησεν. Τοὺς κατὰ Δαβὶδ δὲ χρόνους ὑπογράφειν δοκεῖ. Ταύτην γὰρ ἐκ χειρὸς ἀλλοφύλων λαβὼν, τοῦ [Θεοῦ] τὴν κιβωτὸν ἐν αὐτῇ, καὶ τὴν σκηνὴν κατεστήσατο, ᾤκει τε ταύτην [ἅγιον τό] πον χρηματίζουσαν. Τότε γὰρ ἦν πιστὴ καὶ δικαία. Χορούς τε γὰρ ὑμνοῦντας τῷ Θεῷ διέταξεν ὁ Δαβὶδ, ψαλμούς τε καὶ λογικωτέραν λατρείαν, ἧς αὐτὸς γέγονεν εὑρετὴς, συνόντων ἑτέρων αὐτῷ προφητῶν Ναθὰν, καὶ Γὰδ, καὶ Ἀσὰφ, τά τε περὶ τὸν Ἰδιθοὺμ, καὶ Αἰμᾶν υἱῶν τε Κορὲ, ὅσοι τε τοῖς τούτων χοροῖς συνετάττοντο. Εἰκὸς δὲ καὶ μετὰ Δαβὶδ, ἐπὶ τῶν εὐσεβῶν βασιλέων εὐηρεστημέναι Θεῷ, πιστοὺς καὶ δικαίους ἔχουσαν ἐξ εὐσεβείας οἰκήτορας. Πόρνη δὲ γέγονεν διὰ τοὺς πορνεύσαντας ἐν αὐτῇ, οὓς καὶ καλεῖ φονευτάς. [Ὕστερ] ον γὰρ ἐξέχεον αἷμα Χριστοῦ λέγοντες·" Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς." Καὶ πρὸ τούτου τοὺς προφήτας ἀπέκτειναν." Ἱερουσαλὴμ, γὰρ φησὶν, Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας."" Τίνα γὰρ τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;" ὁ Στέφανος Ἰουδαίους ἐπωνείδισεν. Ἁρμόσει δὲ μᾶλλον ἐπὶ τοῦ τῆς ἐπιδημίας ὁ λόγος καιροῦ· διὸ καὶ ὁ Σωτὴρ γενεὰν πονηρὰν καὶ μοιχαλίδα τοὺς αὐτοὺς τούτους καλεῖ. Τοιγαροῦν ὁ προφήτης οὐκ εἰδωλολατρείαν νῦν ἀλλὰ μιαιφονίαν αὐτοῖς ἐγκαλεῖ. Καὶ ἐπειδὴ μετὰ τὸ τοσοῦτον κατὰ τοῦ Δεσπότου τόλμημα, θεοσεβείας εἶναι προσεποιοῦντο διδάσκαλοι, ταῖς τε Γραφικαῖς ἑρμηνείαις δευτερώσεις μυθικὰς ἐπεισέφερον· εἰκότως αὐτῶν ἀδόκιμον καλεῖ τὸ ἀργύριον. Καπηλεύοντας ὡς ἐξυδαροῦντας τὸν ἄκρατον καὶ ἐπιστρεπτικὸν τῶν Γραφῶν νοῦν, καὶ τὸν οἶνον τὸν εὐφραίνοντα καρδίας ἀνθρώπου, διὰ τῆς μυθώδους αὐτῶν παραδόσεως. Καὶ οἱ ἄρχοντές σου, φησὶν, ἀπειθεῖς. Καλοῦντι γὰρ οὐχ ὑπήκουσαν τῷ Χριστῷ. Καὶ Ἰούδα δὲ τοῦ κλέπτου γεγόνασι κοινωνοί. Συνῆσαν γὰρ αὐτῷ τῆς προδοσίας μετέχοντες. Προὐδίδοσαν δὲ καὶ δωροδοκοῦντες τὸ δίκαιον. Ἀνταπεδίδοσαν δὲ κακὸν, τὸν ὑπὲρ ὠφελείας ὑφαιροῦντες ἔλεγχον. Πεπιστευμένοι δὲ τῶν ἐνδεῶν τὴν ἐπισκοπὴν, ὀρφανοὺς καὶ χήρας παρέβλεπον· ἐν πᾶσί τε τούτων ἐκπεπορνευκότων, Θεοῦ ἡ πόλις ὠνόμασται πόρνη. Οὕτω τε ταύτην Ἱερεμίας καλεῖ λέγων·" Ἴδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραήλ. Ἐπορεύθησαν εἰς πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ." Καὶ πάλιν·" Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνέκαμπτες πρός με, λέγει Κύριος." Πλὴν ὅτι ὁ μὲν εἰδωλολατρείαν, [ὁ] δὲ πᾶσαν πονηρίαν κατηγορεῖ. Ἀπείη δὲ ταῦτα πάσης Ἐκκλη 1860 σίας ἀκοῦσαι, ὅταν ἀποβαλοῦσα τὸν λόγον τῆς πίστεως, ὃν ἐξαρχῆς οἱ Πατέρες παρέδοσαν οἱ παρθένον αὐτὴν ἁγνὴν παραστήσαντες τῷ Χριστῷ, πολλὰ καὶ ποικίλα λόγου παραδέχηται σπέρματα παρὰ τῶν τὴν σεμνότητα τῶν μυστηρίων ἐκπορνευσάντων, οἳ καὶ ψυχῶν εἰκότως λέγονται φονευταὶ, ἀπάτῃ καὶ δόλῳ τῶν ἁπλουστέρων τὴν ζωὴν ἀφαιρούμενοι, καθάπερ ξίφει, τῷ λόγῳ τῆς τοῦ κόσμου σοφίας· ὧν ὁ τῆς πίστεως λόγος παρατετυπωμένος, ἀργύριόν ἐστιν ἀδόκιμον, τὴν βασιλικὴν μὴ φέρον εἰκόνα, ἣν ἀπόστολοι καὶ προφῆται παρέδωκαν, ὃ ἐχθροὶ παρακόψαντες, καὶ πολεμίαν ἐμβαλόντες μορφὴν, τοῖς βασιλικοῖς θησαυροῖς ἐπεισάγουσιν, τὸν θεῖον διαφθείροντες πλοῦτον. Καὶ τὸν οἶνον τὸν ἐμποιοῦντα εὐφροσύνην αἰώνιον οἰνοχοοῦντος τοῦ Πνεύματος, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων ἐξυδαροῦντες, ἐλέγχονται τὸν ἑαυτῶν ἐγκαταμιγνύοντες νοῦν, καὶ ἀπειθοῦντες τῷ Πνεύματι, καὶ τοὺς ὑπηκόους μιμεῖσθαι παρασκευάζοντες. Ἐξομοιοῦσθαι γὰρ φιλοῦσι τοῖς ἄρχουσι. Διὸ καὶ τὸ πιστὸν ἡ πόλις ἀποθεμένη, γέγονε πόρνη· τούτους καὶ κλεπτῶν κοινωνοὺς εἶναί φησιν, οὐ τῶν ἐπὶ κλέμμασιν ἑαλωκότων σμικροῖς, ἀλλ' ἐθνῶν ἢ πόλεων ἄρχοντες, τὰ κοινὰ πα... έγοντες προφάσει θεοσεβείας, ἐξ ὧν ἀδικοῦσι, προσφέρουσιν. Οἱ δὲ, δέον ἐλέγχειν καὶ διορθοῦσθαι, λαμβάνουσιν, ἔσθ' ὅτε καὶ μακαρίζοντες τοὺς παρέχοντας. Διὸ καὶ ἀγαπῶντας δῶρα, φησὶ, διὰ τοῖς προσιοῦσι συγχωροῦσι τῶν ἀπηγορευμένων πολλὰ, καὶ διώκουσιν ἀνταπόδομα, ὅπερ παντὸς μᾶλλον ἀλλότριον ἄρχοντος, [δέον, ἢ, ὃν δεῖ] τοὺς λελυπηκότας κατὰ πάντα τρόπον ἀμύνεσθαι. Πῶς γὰρ ἂν καὶ διδάσκοι μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ; Τὴν δὲ τούτων ἀλαζονείαν χείρω τῆς τοῦ κριτοῦ τῆς ἀδικίας ἐλέγχων ὑπάρχουσαν ἐπήνεγκε, Κρίσει χήρας οὐ προσέχοντες. Ἐκεῖνος γὰρ εἰ καὶ ἀσυμπαθὴς ἦν, διὰ τὸ τῆς προσιούσης χήρας καρτερικὸν προσέσχε τῇ κρίσει· οὗτοι δὲ καθόλου προσχεῖν οὐκ ἠνέσχοντο. κδʹλαʹ. 9Διὰ τοῦτο, τὰδε λέγει ὁ Δεσπότης Κύριος Σαββαώθ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ. Οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω9, κ. τ. λ. Σαβαὼθ ἑρμηνεύεται Κύριος τῶν δυνάμεων, ἢ Κύριος στρατιῶν. Ἀναφέρεται δὲ ἐπὶ τὸν Σωτῆρα τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐν τρίτῳ γὰρ καὶ εἰκοστῷ ψαλμῷ, περὶ τῆς ἀνόδου λέγων αὐτοῦ τῆς εἰς οὐρανὸν, ἐπήνεγκε·" Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης." Περὶ οὗ καὶ Παῦλός φησιν·" Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν." Τοῦ δὲ κατεφθάρθαι τὴν Ἱερουσαλὴμ ἀνατίθησιν τὰς αἰτίας τοῖς ἄρχουσι, τοῖς εἰς τὸ πλημμελεῖν τὸν λαὸν ὁδηγήσασιν. Οὗτοι δὲ ἦσαν περὶ ὧν φησιν ὁ Σωτὴρ συμφώνως τοῖς νῦν·" Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί." Ἑαυτοῦ δὲ θυμὸν 1861 ὁ ἀπαθὴς λέγει Θεὸς, τὴν κολαστικὴν αὐτοῦ δύναμιν, Κύριον τοῖς ἄρχουσιν ἐποίσειν φησὶν, ἀνθρωπίνως φοβῶν. Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Οἱ γὰρ ἰσχύοντες ἐν πλούτῳ, ἢ λόγῳ, ἢ ἄλλῃ τινὶ δυνάμει, καὶ μὴ τὴν προσήκουσαν ἐπικουρίαν τοῖς ἀσθενεστέροις προτείνοντες ἐν Ἐκκλησίᾳ, καὶ πανταχοῦ δίκας τίνουσι τῷ Θεῷ τῷ πρὸς τὰ δεδομένα τὸ ἔργον εἰσπράττοντι· οὓς καὶ ὑπεναντίους φησὶν, ὡς ἂν εἰ βαρυνθέντας αὐτοῦ τοῖς προστάγμασιν, ἀφ' ὧν οὐ παύει τὸν θυμὸν ὅσον ὑπεναντίοι τυγχάνουσιν. Καλεῖ δὲ τούτους ἐχθροὺς, καὶ κρίσιν ἐξ αὐτῶν ποιήσειν φησίν. Ἔφη γὰρ αὐτός·" Ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ κρίνεται. Ὁ δὲ ἀπιστῶν, ἤδη κέκριται." Οἱ ἐχθροὶ τοίνυν τῆς κρίσεως αἴτιοι." Ἔρχεται γὰρ, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας." Λέγει δὲ κεκριμένως τὰς κολάσεις ἐπάγειν αὐτοὺς, κατὰ τὴν ἀξίαν καὶ τῶν ἡμαρτημένων τὸ μέγεθος. Φιλάνθρωπος δὲ ὢν ὁ Λόγος, καὶ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, ἐπαγγέλλεται τοῖς μὴ τοῦ θυμοῦ δεομένοις, τὴν θεραπευτικὴν χεῖρα προσενεγκεῖν, καὶ διὰ ταύτης πυρώσειν ἐπὶ τὸ καθᾶραι, καὶ διακρῖναι τῶν χειρόνων τοὺς κρείττους. Δι' ὃ Σύμμαχος μὲν εἶπεν, εἰς καθαρὸν τὴν σκωρίαν σου. Ὁ δὲ Ἀκύλας, τὸ γιγαρτῶδές σου, ὥσπερ οἱ πυροῦντες χαλκὸν, ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσι, καὶ τὸ γιγαρτῶδες ἐν τοῖς ληνοῖς. Δηλοῖ δὲ τούτους εἶναι, δι' ὧν ἐπιφέρει, τοὺς ἀνόμους, καὶ τοὺς ὑπερηφάνους· α... ων σαφέστερον εἰρημένων ὑπὸ τῶν Ἑβδομήκοντα, καὶ τὴν ἀλληγορίαν ἡρμηνευκότων. Οἱ λοιποὶ, κασσίτερον, ἐκδεδώκασι. Τινὲς δὲ τὸν αὐτὸν θυμὸν καὶ χεῖρα νοήσαντες, καὶ περὶ τῶν αὐτῶν ἑκάτερον, Ὅρα, φασὶ, τὸ αἴσιον τέλος τῆς κρίσεως τοῦ Θεοῦ. Θυμοῦται γὰρ οὕτως, ὡς ἂν εὐεργετῇ τοὺς ἁμαρτωλοὺς διορθούμενος, ἀλλ' οὐ κολάζων αὐτοὺς εἰς ἀφανισμόν. Καὶ τοῦτό φησιν αὐτὸς Κύριος· Πορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον." Καὶ τί λοιπὸν ἐντεῦθεν τὸ χρήσιμον;" Ἔσονται, φησὶ, τῷ Θεῷ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ." Πῦρ δὲ καλεῖν ἔοικε, τὰς ἐκ τοῦ πολέμου καὶ τῶν ἄλλων περιστατικῶν συμφορὰς, πάλαι μὲν δι' εἰδωλολατρείαν, ὕστερον δὲ διὰ τὴν εἰς Χριστὸν παροινίαν, ὅτε καὶ τὴν χεῖρα τούτοις ἐπαγαγὼν, ὥσπερ τις τεχνίτης, διέκρινεν ἐν πυρὶ τὸ κίβδηλόν τε καὶ γνήσιον, τὸ μὲν τηρήσας ἑαυτῷ, τὸ δὲ εἰς ὄλεθρον παραδούς. Βαπτίζει γὰρ πνεύματι καὶ πυρὶ, καὶ τῷ πτύῳ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὰ ἑξῆς· Οὐκοῦν, τοὺς ἀποστόλους ἐπιλεξάμενος, τοὺς ἀνόμους καὶ ἀλαζόνας Ῥωμαίοις παρέδωκεν, ἀπειθήσαντας μὲν 1864 τῷ νόμῳ, ἐπάραντας δὲ κέρας εἰς ὕψος καὶ λαλήσαντας κατὰ τοῦ Θεοῦ ἀδικίαν. Μεγάλη δὲ εὐεργεσία ψυχῇ, τὸ τοὺς ἀνόμους καὶ τῆς ἀποστάσεως αἰτίους αὐτὴν χορηθῆναι. Διὸ καὶ τῆς Ἐκκλησίας οἱ τύποι, τοὺς ἀπηγορευμένα πλημμελοῦντας χωρίζουσιν, ὡς ἂν μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ, τύπον ὄντας τῶν ἐκ τοῦ φοβεροῦ κριτηρίου πρὸς τὸ σκότος χωριζομένων, ὃ μὴ νοοῦντες ἀνεσθητοῦσιν πολλάκις. Τὴν δὲ ἀπὸ τοῦ τοὺς ἀνόμους μὴ χωρίζεσθαι βλάβην παρίστησι Παῦλος ἐπιτιμῶν Κορινθίοις, ὅτι μὴ ἐπένθησαν, ἵνα ἐξαρθῇ ἀπ' αὐτῶν τὸ πονηρὸν ἐξειργασμένος. Τούτων δὲ, φησὶν, ἀπεληλαμένων, τοὺς περιλειφθέντας ὡς Χριστὸν δεδοκιμασμένον ἐπιστήσω σοι κριτὰς καὶ συμβούλους κατὰ τοὺς πρώην ἐκείνους. Εἰ μὴ γὰρ εἶχον πάλαι τοιούτους, οὐκ ἂν ἔλεγε διὰ τοῦ αὐτοῦ προφήτου·" Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τοῦ Ἱερουσαλήμ." Εἶτα εἰπὼν τίνας, ἐπιφέρει·" Καὶ δικαστὴν, καὶ προφήτην," ἐν οἷς καὶ θαυμαστὸν Σύμβουλον, δι' οὓς ὑπῆρχε τότε πιστὴ καὶ πλήρης κρίσεως καὶ δικαιοσύνης· καθ' οὓς ἐπαγγέλλεται τοὺς ἀποστόλους ποιῆσαι τὸ κατ' ἐκλογὴν λεῖμμα· περὶ ὧν ἔλεγεν· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὅτε καινῷ ὀνόματι πόλις δικαιοσύνης κληθήσεται ἀντὶ πόρνης· καὶ ἀντὶ τοῦ φονευτῶν, πόλις πιστὴ δικαιοσύνης καὶ ἀντὶ πόλεως, μητρόπολις. Καὶ ἄλλοις καθηγουμένη πρὸς σωτηρίαν· καὶ οἷον ἀποικίας τινὰς στέλλουσα τῶν μοναζόντων τὸ σύστημα· τοῦτο δὲ πάλαι μὲν συνεστήκει παρ' Ἰουδαίοις, καὶ πέπτωκε, νυνὶ δὲ καθ' ὅλης ὁρᾶται τῆς οἰκουμένης ἐν Ἐκκλησίαις Χριστοῦ τεθεμελιωμένον ἐπὶ τὴν πέτραν, ἀρχὴν ἀπὸ τῶν ἀποστόλων λαβὸν, καὶ τῇ διαδοχῇ προεδρεῦον ἐν Ἐκκλησίαις, περὶ ὧν θαυμάζων ἔλεγεν ὁ Δαβίδ·" Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί." Ἰουδαῖοι γὰρ ὄντες, καὶ Ἰουδαίων οἱ μαθηταὶ, καὶ τῆς ἐκείνων Συναγωγῆς υἱοὶ, πρὸς πατέρων μετέστησαν τάξιν ὁδηγοῦντες τὴν πάλαι μητέρα Συναγωγὴν ἐπὶ τὸν Χριστόν. Καὶ ἄλλος δὲ προφήτης περὶ Χριστοῦ φησι καὶ τῶν μαθητῶν·" Ἰδοὺ δὴ βασιλεὺς δίκαιος." Διὰ τί δὲ ὑπερβὰς τοὺς βασιλεῖς, τῶν κριτῶν ἐμνήσθη, καίτοι καὶ ἐν βασιλεῦσί τινες γεγόνασιν ἀγαθοί; Ὅτιπερ ἐπὶ τῶν κριτῶν, αὐτόνομος ὑπῆρχεν ἡ πολιτεία, καὶ Θεὸν μόνον ἠπίσταντο βασιλέα. Κατ' ἰδίαν γὰρ γνώμην ἐξ ἀβουλίας ἠρήσαντο βασιλέα. Ἐχρῆν οὖν εὐεργετουμένους ἐπανελθεῖν ἐπὶ τὴν μακαρίαν κατάστασιν, τὸ ἐλευθέριον ἔχοντας." Οὐ γὰρ ἦν βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ' ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει." Ἢ ὅτι τοῦ ἀληθινοῦ βασιλέως ἐπειδημήσαντος, οὐκέτι βασιλέων ὑπῆρχε καιρὸς, κριτῶν δὲ, περὶ ὧν εἴρηται, ὅτι Καθίσετε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Πάλιν δὲ, διὰ τὸ αὐτεξούσιον, συμβούλους δώσειν ἐπήγγελται. Βασιλεὺς 1865 μὲν γὰρ προστάττει, πείθει δὲ σύμβουλος τοὺς οὐκ ἀφ' ἑαυτῶν συνορῶντας τὰ δέοντα. Πᾶς οὖν ἐπίσκοπος, οὐκ ἄρχων, ἀλλὰ σύμβουλος δέδοται, ὡς οἱ προφῆται, καὶ Μωϋσῆς· οἷς πᾶσιν... νόσιν ἐξομοιοῦσθαι χρεών." Γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου." Ὅτι δὲ περὶ ὀλίγων ὁ λόγος, ἀπὸ τοῦ Ἰουδαίων περιλειφθέντων λαοῦ δεδήλωκεν ἐπενεγκών· Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Ἢ ὡς οἱ λοιποὶ ἑρμήνευσαν μετὰ δικαιοσύνης. Οἱ γὰρ σωτηρίας ἄξιοι κριθέντες ὑπὸ Θεοῦ, μόνον τεύξονται τῆς ἐπαγγελίας, τῶν Ἰουδαίων φανταζομένων μίαν τὴν ἐπιστροφὴν ἔσεσθαι τοῦ παντὸς αὐτῶν ἔθνους. Αἰχμαλωσίας δὲ ἀπαλλαγὴν ἀπὸ πλάνης ἐπὶ Θεοῦ γνῶσιν μεταβολὴν, διὸ καὶ ὁ Σωτὴρ τὴν ἔχουσαν περικοπὴν·" Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με." Ἐν ᾗ ἐστι," Κηρῦξαι αἰχμαλώτοις ἄφεσιν·" περὶ ἑαυτοῦ εἰρῆσθαι διισχυρίσατο. Οὐδὲν γὰρ νῦν ὁ προφήτης περὶ αἰσθητῶν πολεμίων διήλεκται. Ἀλλ' ἕκαστος ἁμαρτάνων ὑπὸ τοῦ πολεμίου δέσμιος, καὶ......................... σχηματισμῶ τὴν παρ' ἀνθρώπων δόξαν θηρῶντες, μετὰ τὴν φανέρωσιν τῶν κρυπτῶν (ὅταν γένηται πάντα γυμνὰ καὶ τετραχηλισμένα, μηδέ τις ἢ κτίσις ἀφανὴς), ἄωρον ἔσονται θέαμα τῆς νῦν περὶ αὐτοὺς ἀπάτης ἀφανισθείσης, ὥς τε δρυὶ τὰ κατ' αὐτοὺς ἀπεικάζεσθαι· οὕτω γὰρ οἱ λοιποὶ τὴν τερέβινθον ἐκδεδώκασιν. Καὶ ἐν τῇ γενέσει δὲ τὴν αὐτὴν δρῦν καὶ τερέβινθον μεμαθήκασιν. Ἔσται δὲ καὶ ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου. Ἀλλ' οὐ σίτου, οὐ δέ τινος ἑτέρου ἀναγκαιοτέρου," Διὰ τὸ ἀφῃρῆσθαι παρ' αὐτῶν ἰσχύοντα, καὶ ἰσχύουσαν ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος, γίγαντα, καὶ ἰσχύοντα." Ὡς μὴ δύνασθαι κατὰ Παῦλον εἰπεῖν," Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστοῦ; ἀπολέσαντες γὰρ τὴν ἐλευθερίαν, τοῖς τυχοῦσι Ῥωμαίων δουλεύουσιν ἄρχουσιν, καὶ ἡ τῶν εἰδώλων, ἐν οἷς ἐθάῤῥουν, ἰσχὺς διελήλεγκται. Οὕτω σειραῖς τῶν ἰδίων ἁμαρτημάτων ἕκαστος σφίγγεται. Αὐτὰ γὰρ αὐτοῖς γέγονε μονονουχὶ πῦρ τε καὶ ξύλα. Καὶ ἡ προσδοκηθεῖσα δύναμις αὐτοὺς πυρὶ ἀσβέστῳ παρέδωκεν, ὡς καὶ πάντα τὰ παρ' ἡμῶν πλημμελούμενα πυρὶ τοὺς δράσαντας παραδίδωσιν, κἂν αὐχῶσιν εἶναι Χριστιανοί. Ἄνομοι [καταυχηθήσονται] γὰρ, φησὶ, καὶ ἁμαρτωλοὶ ἅμα. Μηδεὶς οὖν ψιλῷ καυχάσθω Χριστιανισμῷ. Αἱ γὰρ ἐργασίαι πᾶσι πυρὸς αἴτιαι γίνονται τοῖς μὴ χρυσὸν μηδὲ ἄργυρον, μηδὲ λίθους τιμίους, μόνην δὲ καλάμην οἰκοδομοῦσιν, ὡς περὶ τῶν Ἰουδαίων ὁ λόγος· ὧν τὴν μητρόπολιν καὶ τὸ αἰσθητὸν ἐπενείματο πῦρ παροινησάντων εἰς τὸν Χριστόν. Τινὲς δὲ, διὰ τῶν προκειμένων, τὴν μετὰ τὴν αἰχμαλωσίαν ἔφησαν 1868 δηλοῦσθαι κατάστασιν, τὴν ἀρχαίαν δόξαν ἀπειληφότων, καὶ κριτὰς ἀγαθοὺς, καὶ αἰσχυνομένων ἐφ' οἷς πάλαι κατέλιπον τὸν Θεόν· καὶ ἐν τῇ αἰχμαλωσίᾳ δὲ ταύτην φασὶ, τὴν αἰσχύνην ᾐσχύνθησαν πάντων στερηθέντες, καὶ ματαιωθείσης αὐτοῖς τῆς ἐπὶ τοῖς εἰδώλοις ἐλπίδος, δι' ἣν γεγόνασιν ἀσθενεῖς, καὶ τῆς ὀργῆς τοῦ Θεοῦ τὸ πῦρ ἀνῆψαν ἐφ' ἑαυτούς. Ἀπόφασιν δὲ Θεοῦ τίς δὴ κωλῦσαι δυνήσεται; ΚΕΦΑΛ. Βʹ. αδʹ. 9Λόγος ὁ γενόμενος πρὸς Ἡσαίαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ9. Ἡ μὴν πρώτη, κατὰ τῆς Ἰουδαίας ὅρασις ἐπεγέγραπτο· ἡ δὲ νῦν, περὶ τῆς Ἰουδαίας· κατὰ δὲ Σύμμαχον, ὑπὲρ τοῦ Ἰσραήλ. Εἰ μὲν περὶ ταύτης ἐπέφερεν ἀγαθὰ, τῆς εἰρημένης ἀπειλῆς ἡνεικα ειν μεταβολήν. Ἐπειδὴ δὲ σκυθρωπὰ περὶ ταύτης πάλιν ἐπήνεγκεν... νηκε τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰακὼβ, καὶ τὰ λοιπά. Καὶ πάλιν, Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ τὰ ἑξῆς· ἀκολούθως ἀποδέδοται καὶ... κατὰ τῆς Ἰουδαίας ὁράσει καθάπερ ἐκείνης ἐπανάληψιν ὄντα ῥώνης... Τὰ νῦν κατὰ τῆς Ἰουδαίας ἐπέγραψεν, ἐπειδὴ μετὰ τῶν ἐθνῶν, περὶ ὧν νῦν ὁ λόγος, καὶ τοὺς Ἰουδαίους ἐπὶ τὴν τῆς ἀληθείας γνῶσιν καλεῖ λέγων, Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν ἐν τῷ φωτὶ τοῦ Κυρίου. Τάχα δὲ καὶ προηγουμένως τούτους καλεῖ. Καὶ διὰ τῆς προλαβούσης γὰρ ὁράσεως ἱκανῶς αὐτοὺς προετρέψατο, καὶ πλὴν ὀλίγων ἀποδοκιμάσας αὐτοὺς, πρὸς τὰ ἔθνη χωρεῖ. Μεθ' ὧν κἀκείνους οὐδὲν ἧττον καλεῖ. Τοιγαροῦν καὶ Παῦλός φησιν·" Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν τοῦ Θεοῦ λόγον· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη." Τοῦτο καὶ νῦν ἐν τοῖς τοῦ προφήτου λόγοις γεγένηται. Οὐκ ἀποτρόπου δὲ πάλιν ὑπὲρ τῆς Ἰουδαίας εἶναι νῦν εἰπεῖν τὴν ἐπιγραφὴν, διὰ τὸ τὴν εὐαγγελικὴν ἐντεῦθεν ἄρξασθαι χάριν, καθ' ἣν τὸ κήρυγμα, καὶ τὰς θεραπείας ὁ Χριστὸς ἐπεποίητο. Τὸ γὰρ αὐτοὺς ἠπειληκέναι, τὴν τοῦ Θεοῦ χάριν οὐκ ἀθετεῖ πρῶτον εἰς αὐτοὺς γενομένην. Τοιγαροῦν καὶ Ζαχαρίας ταύτην εὐηγγελίζετο·" Χαῖρε σφόδρα, θύγατερ Σιὼν," καὶ τὰ αὐτὰ ταῦτα. Τῷ δὲ πρὸς νοῦν ὁρῶντι περὶ ἑτέρας δόξειεν λέγεσθαι νῦν Ἰουδαίας· καὶ Ἱερουσαλὴμ, καὶ ὑπὲρ Ἰουδαίας, κατὰ τὸν Σύμμαχον. Εἰσάγει γὰρ νόμον παρὰ τὸν Μωσέως καινὸν, καὶ Λόγον ἕτερον, καὶ ὄρος ἄλλο καινὸν, τὸ πάλαι μὲν ἀφανὲς, νῦν δὲ γεγονὸς ἐμφανὲς, οἶκόν τε Θεοῦ τοῖς ἔθνεσιν ἐγνωσμένων, 1869 οὐκ Ἰουδαίοις. Ἀκολούθως οὖν καὶ Ἰουδαίαν καὶἹερουσαλὴμ ἐκληπτέον ἐπηγγελμένας τοῖς ἔθνεσιν. Περὶ ἧς φησι," Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός." Εἴη δ' ἂν ἡ τὴν Θεοῦ γνῶσιν ἀνειληφυῖα ψυχὴ, ἣν οὐκ ἔσχεν ὁ πρῶτος λαός. Ἔφη γὰρ," Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν." Διὸ λαὸς Γομόῤῥας καὶ Σοδόμων ἄρχοντες ἐχρημάτισαν. Ἀκολούθως τοίνυν κλήσεως ἐθνῶν θεσπιζομένης, τὸν τοῦ Θεοῦ Λόγον προτάττειν ἐχρῆν συμφώνως Ἰωάννῃ τὴν τοῦ Εὐαγγελίου ἀρχὴν ἀπὸ τούτου ποιήσαντι," Ἐν ἀρχῇ ἦν ὁ Λόγος." Αὐτὸν γὰρ καὶ νῦν ὁ προφήτης εὐαγγελίζεται. Ταὐτὸν δὲ ὅρασίς τε καὶ Λόγος. Οὐδέτερον γὰρ αἰσθητόν. Ἃ γάρ τις ἀκούει, βλέπει τῷ νῷ. Καὶ ὧν αὖθις ὁρᾷ, φέρει τοὺς λόγους ἐν ἑαυτῷ. Καὶ πάλιν, μία μὲν ἡ τοῦ Πνεύματος χάρις δύναμιν ἐκ Θεοῦ τοῖς ἁγίοις παρέχουσα πρὸς τὴν τῶν ἀγνοουμένων διάγνωσιν δι' ἀποκαλύψεώς τε καὶ φωτισμοῦ τῆς καρδίας· κατὰ δὲ τὴν τῶν πραγμάτων διαφορὰν, περὶ ἃ ἡ γνῶσις, ὅρασις, ἢ λόγος εἰκότως ἂν λέγοιτο. Ἀνωτέρω μὲν οὖν τὰ παρόντα ἐβλέπετο, ἡ κακία τοῦ λαοῦ, ὁ ἀπὸ τοῦ Θεοῦ χωρισμὸς, τὸ περὶ τὸν εὐεργέτην ἀχάριστον· ἐνταῦθα τὸ μέλλον προαγορεύεται. Διὰ τοῦτο Λόγος περὶ τῶν ἐθνῶν τονῦν προαγορεύεται. Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν. Καὶ κατὰ τὸν θεῖον Ἀπόστολον," Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἔστιν, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ." Τῷ μὲν οὗν φανερῷ τὰ προειρημένα, τῷ δὲ κρυπτῷ τὰ μέλλοντα λέγεσθαι. Ὁ δὲ οἶκος τοῦ Θεοῦ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τεθεμελιωμένη ἐπὶ τὴν ἀῤῥαγῆ καὶ σωτήριον πέτραν. Ἐσχάτας δὲ ἡμέρας καλεῖ, τὰς τῷ τέλει τοῦ παρόντος αἰῶνος ἐγγύς· συγγενεῖς γὰρ τοῖς ὁρωμένοις ὁ χρόνος καὶ φθειρομένοις συμφθείρεται. Συνῳδὰ δὲ τούτοις τεθέσπικεν Ἰακὼβ τὰ ἐπ' ἐσχάτων ἐσόμενα τοῖς παισὶ λέγειν ἐπαγγειλάμενος," Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Καὶ νῦν γὰρ ἥξει, φησὶ, πάντα τὰ ἔθνη ἐπὶ τὸ ὄρος Κυρίου, καὶ ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, τὴν Χριστοῦ δηλῶν Ἐκκλησίαν, περὶ ἧς αὐτός φησιν· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Τὸ ἐπ' ἄκρου δὲ τῶν ὀρέων ὁ Παῦλος ἡμῖν ἐξηγήσατο φήσας," Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν." Τὸ δὲ ὅρος τοῦ Θεοῦ εἴποις ἂν ἴσως σωματικώτερον, ὡς Ἰουδαῖοι, τὸ ἐπὶ χωρὰς αὐτοῖς. Καὶ πῶς ἐμφανὲς ἔσται φησὶν, ὡς λανθάνοντος πρότερον; οὔτε γὰρ ἄλλου ὄρους γένεσιν, οὔτε δευτέρου οἴκου κατασκευὴν ἐπ' ἄλλων ὀρῶν ἐσομένην ὁ σάρκινος Ἰσραὴλ περιμένει· κατὰ δὲ τοὺς Ἡσαίου χρόνους καὶ τὸ Σιὼν ὄρος, καὶ ὁ ναὸς, πᾶσιν ἐφαίνετο κατὰ τὴν νῦν διάνοιαν ὁ ὑψηλὸς καὶ οὐράνιος τοῦ Κυρίου λόγος ὁ εὐαγγελικός. Ἢ, ὡς ὁ μέγας Παῦλος Σιὼν ὄρος ἐπουράνιον εἶναι διδάσκει, καὶ ἄνω Ἱερουσαλὴμ, ἥν τινά φησιν εἶναι μητέρα πάντων ἡμῶν. Οὐκ ἦν δὲ ἄρα τοῖς παλαιοῖς ἀνθρώποις ἐμφανὲς τοῦτο τὸ 1872 ὅρος· ἀλλ' ὅτε Χριστὸς εἰς ἀθέτησιν ἀμαρτίας πεφανέρωται, γενόμενος τοῖς ἐπὶ γῆς πέτρα, ἐφ' ᾗ τὴν ἰδίαν ᾠκοδόμησεν Ἐκκλησίαν. Ἐφάνη γὰρ νῦν ἅπασιν ὁ εὐαγγελικὸς λόγος μετὰ τῆς ὑποκειμένης αὐτῷ πέτρας, ὅτε τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων ἐπὶ συντελείᾳ τῶν χρόνων ἐφανερώθη. ὄρη δὲ ἡ τοῦ Κυρίου κάθοδος ἐπὶ γῆς παρεικάσθη, διότι τὸ ὄρος ἐπὶ γῆς ἐστιν ὑψηλόν· καὶ ἡ σὰρξ δὲ τοῦ Κυρίου, γῆ κατὰ τὴν κοινὴν φύσιν ὑπάρχουσα, διὰ τῆς συναφείας τῆς πρὸς τὸν Θεὸν ἀνυψώθη, ὃν οἱ μιμούμενοι χρηματίζουσιν ὄρη, καὶ πέτραι τὸν οἶκον ἀνέχοντες τοῦ θεοῦ, οἷος ἦν ὁ Πέτρος πρὸς ὃν εἴρηται." Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν," καὶ πᾶς ὅς τις ὑψηλὸν καὶ ἐπηρμένον ἔχει τὸ φρόνημα τῶν γηΐνων ὑπερανεστηκὸς, χωροῦν τε τὴν θείαν γνῶσιν διὰ μέγεθος νοῦ καὶ καθαρότητα πράξεων. Οἱ δὲ τοιοῦτοι ἄκρα εἰσὶ τῶν ὀρέων, ἐφ' ὧν ᾠκοδόμηται ὁ τοῦ Θεοῦ οἶκος ὑπερυψούμενος τῶν βουνῶν, οἵ τινες γήλοφοί τινές εἰσιν εὐπερίγραπτον ἔχοντες τὴν ἀπὸ γῆς ἐπανάστασιν, τῶν μὲν ταπεινῶν ὑπερέχοντες, τῶν δὲ ὑψηλοτάτων ἀπολιπόμενοι. Ἐπεὶ οὖν ἀνείκαστος ἡ κατὰ τὸ ἀνθρώπινον τοῦ Κυρίου ὑπεροχὴ πρὸς πάντας ὁμοῦ τοὺς ἐν οἵοις δήποτε διαφανεστάτους κατορθώμασιν, διὰ τοῦτο καὶ τῶν βουνῶν ὑπερανέστηκε. Μείζονος γὰρ δόξης παρὰ Μωϋσὴν ἠξιώθη, καθ' ὅσον μείζονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· καὶ παρὰ τὸν Ἀβραὰμ, ὃς ἠγαλλιάσατο τὴν ἡμέραν ἰδεῖν τῆς ἐνανθρωπήσεως, καὶ ἴδεν, καὶ ἐχάρη, καὶ δεκάτας δέδωκε τῷ Μελχισεδὲκ, ὃς ἦν τύπος τοῦ Κυρίου. Ἡ μὲν οὖν ἔνσαρκος τοῦ Κυρίου οἰκονομία τοιαύτη." Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Μὴ γὰρ εἴη τὴν θεότητα δοξάζειν ἐκ τῆς πρὸς τὰ δοῦλα ὑπεροχῆς, ἧς ἐπήρθη ἡ μεγαλοπρέπεια ὑπὲρ ἄνω τῶν οὐρανῶν. Ἐπὶ οὖν τοῦ Κυρίου πᾶν ἔθνος ἥξει, φησίν. Ἥξει γὰρ ἐπὶ τὴν πίστιν πάντα κληθέντα τῷ σωτηρίῳ κηρύγματι·" Κηρυχθήσεται γὰρ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ." Καὶ τῶν ἀποστόλων ἐξῆλθεν ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν. Ἀλλὰ πῶς ἐν μὲν τῷ, ἥξειν πάντα ἔφη τὰ ἔθνη· ἐν δὲ τῷ, πορεύεσθαι πολλά; ὅτι τὸ μὲν, ἐπὶ τοῦ πιστεύειν τέτακται· τὸ δὲ πορεύεσθαι, ἐπὶ τοῦ πολιτεύεσθαι. Πάντες γὰρ ὁμολογοῦμεν τὴν πίστιν. Πάντες δὲ, κατὰ τὰς ἐντολὰς [οὐ] πορευόμεθα. Ἐπὶ γὰρ πολιτείας καὶ ὁ θεῖος ἔφη Δαβὶδ," Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου." Πῶς οὖν ἔθνη πολλὰ, φησὶ, τοῦ Κυρίου λέγοντος ὀλίγους εἶναι τοὺς εὑρίσκοντας τὴν ὁδόν; ὅτι ἄλλο ἔθνος, ἡ ὁλότης· ἄλλο δὲ τὸ πλῆθος τὸ ὑπ' αὐτό. Πολλὰ μὲν οὖν ἔθνη, ἐν οἷς οἱ βιοῦντες ὀρθῶς· ἐκ δὲ τῶν ὑφ' ἕκαστον ἔθνος, ὀλίγοι.