Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1873.1
Καὶ Σοφονίας φησὶ," Πάντες οἱ βασιλεῖς τῆς γῆς ἥξουσι τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα." Ἀπολιπόντα τοίνυν τὰ ἔθνη τὴν πολύθεον πλάνην καὶ τὰ πάλαι νομιζόμενα δαίμοσιν ἢ θεοῖς ὄρη σωματικὰ σπεύδει νῦν ἐπὶ τὸν ὄντως Θεὸν ἀλλήλοις παρακελευόμενα· Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Οὐκ εἴρηται δὲ νῦν οὐρανοῦ καὶ γῆς Κύριος καὶ Θεὸς, ἀλλ' Ἰακώβ· ἐπειδήπερ ὤφθη τῷ Ἰακὼβ ἐν ἀνθρωπίνῳ σχήματι, καὶ τὴν τοῦ πατριάρχου προσηγορίαν μετέβαλεν καλέσας αὐτὸν Ἰσραήλ. Διὸ καὶ τὸν τόπον ἐκάλεσεν εἶδος Θεοῦ, εἰπών· Ἴδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Νῦν οὖν φησιν αὐτὸν ἐκεῖνον τοῖς ἔθνεσι γνώριμον ἔσεσθαι, ὡς τῷ Ἰακὼβ τὴν τῶν ἐθνῶν ἐπηγγείλατο κλῆσιν· οἷς νῦν προφητεύει τὸ ὄρος καὶ τὸν οἶκον τοῦ Θεοῦ, τὰ ἐν οὐρανοῖς ἐμφανῆ γενέσθαι καὶ γνώριμα Παύλου λέγοντος·" Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν." Καὶ," Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ." Οἱ δὲ προκόπτοντες τῇ γνώσει, καὶ οἷον προκαταλαβόντες τὰ ἄνω, προκαλοῦνται πρὸς ὅμοιον ζῆλον τοὺς ἐμφιλοχωροῦντας τοῖς κάτω. Ὁ γὰρ συνεγερθεὶς τῷ Χριστῷ, καὶ τὰ ἄνω ζητῶν, χειραγωγεῖ τοὺς φρονοῦντας ἐπίγεια. Καὶ εὐκτέον ἀνιόντας μὴ κατελθεῖν. Διττὴ γὰρ ἡ σχέσις. Νοοῖτο δ' ἂν ἐπὶ τῆς σαρκικῆς οἰκονομίας ὀρθῶς, Θεοῦ μὲν συγκαταβαίνοντος τῇ τῆς σαρκὸς κοινωνίᾳ, ταύτης δὲ συνυψουμένης ἑνώσει τῇ πρὸς αὐτόν. Προτρέπωμεν τοίνυν ἀλλήλους ἐπὶ τὸ ὕψος τῆς θεολογίας ἀναδραμεῖν, ἀπὸ τοῦ πάθους ἀρχόμενοι, καὶ πρῶτον εἰς τὸ ὄρος τοῦ Κυρίου, κατὰ τὰς κοινὰς περὶ Θεοῦ προλήψεις· εἶτα προκοπτούσῃ τῇ γνώσει τὴν τοῦ Θεοῦ προσθήσομεν ἰδιότητα τοῦ Θεοῦ Ἰακώβ." Ἐγὼ γὰρ, φησὶν, ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Τοῦτό μού ἐστιν ὄνομα αἰώνιον." Συνῆψε γὰρ ἑαυτῷ τοὺς ἁγίους ἀειμνήστους εἶναι ποιῶν παρὰ τοῖς ἀεὶ μεμνημένοις Θεοῦ. Γνώσεται δὲ Θεὸν μὲν Ἰακὼβ, ὁ ἔτι παλαίων καὶ πτερνίζων τοὺς δαίμονας, τὰ ἑαυτῷ μανθάνων ἐφικτὰ καὶ ἁρμόδια· Θεὸν δὲ Ἰσραὴλ, ὁ τὴν τελείαν θεωρίαν δεξάμενος· ὁ δ' οὖν Θεὸς Ἰακὼβ οὐκ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, ἐὰν μὴ ἀναβῶμεν εἰς τὸ ὄρος. Μὴ δεχόμενοι γὰρ τὸ Εὐαγγέλιον, πῶς κατ' αὐτὸ βιωσόμεθα; οἱ δὲ καλοῦντες ἀλλήλους, ἐὰν ὦσιν ἴσοι, πόθεν ἐπίστανται τὴν ὁδόν; Ἀλλὰ δηλονότι τὴν προθυμίαν ἐμφαίνουσιν, οὕτω δὲ τῶν ἀγαθῶν τὴν ἐπίτευξιν· ὡς εἰ νῦν τινες ἀλλήλοις λέγοιεν· Δεῦτε τῶν γηΐνων ἀποστάντες φρονήσωμεν τὰ οὐράνια· εἰσέλθωμεν εἰς οἶκον Θεοῦ, καὶ τὴν ὁδὸν ἐκεῖθεν 1876 γνωσόμεθα τῆς πρὸς τὸ τέλειον ἀναβάσεως. Πόθεν δὲ ὁρμηθέντα τὰ ἔθνη, ἢ τίνος διδάξαντός φασι· Δεῦτε ἀναβῶμεν, ἐπήνεγκε λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται ὁ νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καινὸς γὰρ οὗτος ὁ νόμος, καὶ ξενίζων λόγος παρὰ τὸν ἐν ὄρει Σινᾶ, λεγόμενος ἐκ Σιὼν ἐξελεύσεσθαι, καὶ διδάξειν τὰ ἔθνη. Ὁ γὰρ εὐαγγελικὸς τοῦ Χριστοῦ νόμος ἄνωθεν ὁρμηθεὶς, ἐκ τῆς ἐπ' οὐρανίου Σιὼν, μᾶλλον δὲ καὶ τῆς ἐπιγείου, ἐν ᾗ πέπονθεν ὑπὲρ ἡμῶν ὁ Σωτὴρ, καὶ παθὼν ἀνέστη, καὶ τὰ τῆς Καινῆς Διαθήκης μυστικὰ παραγγέλματα τὴν ἀρχὴν λαβόντα προῆλθεν εἰς πᾶσαν τὴν οἰκουμένην. Τοὺς γὰρ περὶ τοῦ Μωσέως νόμου λέγεσθαι ταῦτα νομίζοντας, καὶ πῶς ἐκ Σιὼν οὗτος ἐρωτητέον· πῶς δὲ μέλλουσαν αὐτοῦ προφητεύει τὴν ἔξοδον. Τίς δὲ καὶ ὁ λόγος; Εἰ γὰρ ὁ προφητικὸς, πῶς ἐξ Ἱερουσαλήμ; Πανταχοῦ γὰρ τῆς Ἰουδαίας γεγένηται. Μᾶλλον δὲ κἀν τῇ αἰχμαλωσίᾳ καὶ Νινευῇ. Οὐκοῦν δεχέσθωσαν τὴν τοῦ Κυρίου νομοθεσίαν ἀπὸ τοῦ σκοπευτηρίου γενομένην, ἀπὸ τῆς αὐτοῦ σαρκὸς, ἀφ' ἧς ἐπεσκόπει τὰ καθ' ἡμᾶς, οὐ καὶ ὁ λόγος ἀρξ... μὲν ὡς ἐξ Ἱερουσαλὴμ εἰς πάντα διεδόθη τὸν κόσμον. Φασὶ τοίνυν οἱ καλοῦντες ἀλλήλους, ἢ ὅτι ληψόμεθα λόγον ἐκ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τοῦτον ἐκεῖ γεγονότες εἰσόμεθα· ἢ ὅτι καταλέλοιπε τὴν Σιὼν, καὶ οἷον ἐκβέβηκεν ἀπ' αὐτῆς ὁ νόμος, καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ὁ θεῖος [Λόγος] ἀποπεφοίτηκε, παροινησάντων αὐτῶν εἰς αὐτόν. Ἀφ' οὗ τις ἔφη προφήτης·" Καὶ εἶπα, οὐ μὴ ποιήσω ὑμᾶς. Τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλειπὸν ἐκλειπέτω," καὶ τὰ κατάλοιπα." Ἐσθιέτω ἄνθρωπος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ." Ἐσφραγίσθη γὰρ ὅρασις καὶ προφητεία μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. Διὸ [καὶ μὴ] δεξαμένοις τὸν λόγον ὁ Παῦλός φησιν," Ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος." Αὐτὸς δὲ καὶ διέκρινεν ἀναμέσον τῶν ἐθνῶν, ἀφορίσας ἑαυτῷ τοὺς ἀξίους, καὶ ἐκλεξάμενος τοὺς κλητοὺς ἀπὸ τῶν μὴ τοιούτων. Ἀλλ' ἐν μὲν συναγωγῇ Θεῶν στὰς Θεὸς διακρινεῖ· ἀναμέσον δὲ τῶν ἐθνῶν κρινεῖ. Τοῖς μὲν γὰρ ἁγίοις τὸ διακρίνεσθαι πρέπει, πρὸς τὴν τῆς ἀξίας αὐτοῦ γνῶσιν. Τοῖς δὲ μάτην βεβιωκόσιν τὸ κρίνεσθαι. Καὶ πάντες μὲν οὖν, φασί τινες, οἱ τῆς εὐσεβείας ἐκτὸς κατ' αὐτὸ τοῦτο κρίνονται· πρὸς δὲ τὸν διάφορον ἐκάστου βίον καὶ πολιτείαν καὶ ἡ κρίσις διάφορος. Οὕτως οὖν ὁ εὐαγγελικὸς λόγος, τῶν ἐθνῶν διακρίνας [τὸν] λαὸν πολὺν, ἤλεγξεν, ἤτοι τοὺς πιστεύσαντας εἰς αὐτὸν, τὴν προτέραν αὐτῶν πλάνην ἐλέγξας, ἢ τοὺς εἰς αὐτὸν μὴ πιστεύσαντας ἐλέγξας, παρὰ τὴν αὐτῶν αἰτίαν 1877 ἀπολλυμένους. Διὰ δὲ τοῦ ἐλέγξει, τὸ δίκαιον τῆς κρίσεως δείκνυται." Ἐλέγξω γάρ σε, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου." Ἀλλ' ἐνταῦθα μὲν διὰ μαρτύρων ὁ ἔλεγχος· ἐν δὲ τῷ τῶν κρυπτῶν δικαστηρίῳ, αὐτὰ ἡμῖν τὰ πράγματα παρίστανται, ἐν τῷ ἰδίῳ σχήματι ἑκάστης ἁμαρτίας παρισταμένης τῷ ἁμαρτήσαντι. Κἀκεῖ μὲν ὁ ἔλεγχος εἰς σύστασιν τοῦ δικαίου τῆς κρίσεως· ἐνταῦθα δὲ πρὸς διόρθωσιν. Βασανιζόμεθα γὰρ πικρῶς, τῶν ἡμαρτημένων λαβόντες συναίσθησιν, ἀναισθητοῦντες τὸ πρότερον. Οἱ δὴ οὖν καταδεξάμενοι αὐτὸν, πάσης πολεμικῆς προαιρέσεως ἀπαλλαγέντες, ἐν εἰρήνῃ διάγουσιν, ἀπηλλαγμένοι τῶν πάλαι κρατούντων δαιμόνων, οἷς φησιν ὁ Σωτήρ·" Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν." Ὃ δὴ καὶ σημεῖον τῶν χρόνων ὁ λόγος ἐδίδου, φήσας τὰ πολεμικὰ πρὸς εἰρήνης ὄργανα μετατίθεσθαι, πάλιν πάντων ἐπ' ἀλλήλους μεμηνότων. Οὐκ ἂν γὰρ εὕροι τις τοιαύτην εἰρηναίαν κατάστασιν, ὁποίαν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, κατὰ ἔθνη καὶ πόλεις τε καὶ ἀγρούς. Διό φησι, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Τὸ δὲ τῶν ἐλέγχων εὔχρηστον τέλος, τὸ τοὺς ταραχώδεις εἰς εἰρήνην μεταβαλεῖν. Ὁ γὰρ Χριστοῦ νόμος καὶ λόγος εἰρήνην ἐκήρυξεν τοῖς ἐγγὺς, καὶ τοῖς μακρὰν, Ἰουδαίοις καὶ ἔθνεσιν, ὡς τὴν φθείρουσαν μάχαιραν, ζωοποιῶν σπερμάτων τῶν ἐκ τῆς σοφίας ταῖς λογικαῖς ψυχαῖς ἐγγινομένων εἶναι παρασκευαστικὴν ἄροτρον γενομένην ἁπαλύνον τὰ πεπορωμένα, ἀκάνθας ἀνατρέπον· τὴν δὲ ζιβύνην, τὸ πόῤῥωθεν κατακοντίζον καὶ ἀπωθούμενον, εἰς τὸ συνάγον ἐγγὺς καὶ συνδετικόν. Δρεπάνη γὰρ τὰ διεσκορπισμένα συναγαγοῦσα πρὸς κοινωνίαν, συνδεῖσθαι παρασκευάζει τὰ δράγματα. Πρὸς δὲ τὸ λογικὸν αὐταὶ θέρος συμβάλλονται, περὶ οὗ φησιν·" Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε ὅτι αἱ χῶραι λευκαί εἰσιν." Πρὸς ὃν ἀποστέλλει τοὺς μαθητάς. Πολεμοποιὸς γὰρ οὐδεὶς πρὸς τοιοῦτο θέρος ἐστὶν ἐπιτήδειος. Ὡς οὖν ἐν τῇ καρδίᾳ πολέμου μὴ ἔχουσιν ὄργανον δέδωκεν ἐξουσίαν εἰρήνην ἐναφιέναι τοῖς οἴκοις εἰς οὓς ἀφίκονται· ὅπερ οὐκ ἦν ἕως ἐνείργει τὸ διαπύρως ὁ τῆς τοῦ κόσμου σοφίας λόγος. Ἠκουνημένη γὰρ μελέτῃ καὶ πιθανότητι στίλβουσαν τοῦ λόγου τὴν μάχαιραν ἀλλήλοις προσέφερον· ὡς δὲ κατηγγέλει," Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη," ἅπαν ὅσον ψεῦδος τῇ ἀληθείᾳ ὑπεσιώπησε, καὶ οὐκέτι τοῖς διδασκάλοις λογομαχίας τρίβουσιν λόγος. Ἐπὶ δὲ τὴν χάριν τοῦ σωτηρίου λουτροῦ φιλανθρώπως καὶ τοὺς Ἰουδαίους καλεῖ. εθʹ. 9Καὶ νῦν ὁ οἶκος Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν ἐν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακὼβ9, κ. τ. λ. 1880 Φιλοστόργως ἄγαν παρακαλεῖ τοὺς οἰκείους καταδέξασθαι τὴν πᾶσι τοῖς ἔθνεσι χυθεῖσαν εἰρήνην, καὶ τοῦ Εὐαγγελίου τὸ φῶς. Παρορμητικῶς δὲ ἄγαν ἑαυτὸν τῇ παραινέσει φέρων ὑπέβαλεν. Καλεῖ δὲ αὐτοὺς οὐκ Ἰακώβ (ἀνάξιοι γὰρ), ἀλλ' ὡς οἶκον τούτου διακενόν. Ὑπεραπολογούμενος δὲ τοῦ Θεοῦ, τοῦ ἀνεθῆναι τὸν λαὸν τὰς αἰτίας ἐπήνεγκεν. Ἄλλο δέ τι τρανότερον, μετὰ τὸ ὄρος Κυρίου, καὶ τὸν οἶκον ἐπήνεγκε, κατὰ τὴν τῶν προκοπτόντων ἀνάβασιν καθαρωτέρας καταλαμβανόντων αὐγῆς εἰς κατανόησιν τῶν μακαρίων καὶ νοητῶν θεαμάτων. Τοιοῦτον τὸ," Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθείη." Πῶς γὰρ ἂν αἰσχύνοιντο, ἐφ' οὓς ἐσημειώθη τὸ φῶς τοῦ προσώπου Κυρίου; Καὶ ἐπειδὴ φῶς αὔταρκες τὸ νομικόν τε καὶ προφητικὸν ἔχειν ἑαυτοὺς ἐνόμιζον, τὸ Κυρίου προσέθηκεν. Ἐκεῖνα γὰρ λύχνος οἷα καὶ ἀστέρες ἦσαν, πρὶν ὀφθῆναι τὸν ἤλιον, μεθ' ὃν ἐκεῖνα καλύπτεται τῶν ἀνονήτων γενόμενα. Διὸ καὶ ὁ Σωτὴρ αὐτοῖς ἔλεγεν·" Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ." περὶ ἑαυτοῦ λέγων·" Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου." Καὶ νῦν ὁ προφήτης μονονουχὶ μεταπλάττομαί φησι, τὰ Μωϋσέως γράμματα πρὸς ἀλήθειαν. Ἀλλ' ἐπεὶ διὰ τοὺς πατέρας ᾤοντο μελεῖν Θεῷ, κἂν δεινῶς ἁμαρτάνωσιν, κἂν μὴ τὸν δι' ἡμᾶς σαρκωθέντα προσίοιντο, φησὶν αὐτοῖς· Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ. Δηλοῖ δὲ τοῦτο προφήτης ἄλλος εἰπών·" Καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον." Καὶ ἐπὶ τὸν Κύριον ἐμεγαλύνοντο λέγοντες·" Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς τὰ κακά;" Διὰ τοῦτο," Δι' ὑμᾶς, Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται," καὶ τὰ ἑξῆς. Τοῦτο καὶ ὁ Σωτὴρ ἔλεγεν μὴ βουλομένοις αὐτὸν ὑποδέξασθαι·" Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Ἀλλὰ γὰρ διὰ τί ἀνῆκεν αὐτοὺς, ὁ προφήτης ἐπήνεγκεν, ὅτι τοὺς πρὸ αὐτῶν τὴν χώραν οἰκοῦντας ἀσεβεῖς ἐμιμήσαντο. Χαλεπωτάτη δὲ ζημία ἡ ἀπὸ Θεοῦ ἐγκατάλειψις. Ὡς γὰρ κρατοῦντος αὐτοὺς τῇ χειρὶ διὰ φυλακῆς τοῦ Θεοῦ, τὸ, ἀνῆκας φησὶ, μηκέτι τοῦ λαοῦ προνοούμενος. Καὶ ὅρα πόσων κακῶν ὁ κληδονισμὸς Θεοῦ γιγνόμενος ἐγκαταλείψεως αἴτιος, διὰ τοὺς, ὅσοι τῶν πιστῶν τοῖς τοιούτοις συμπεριφέρονται. Πάντα γὰρ ταῦτα καὶ ὁ Μωσέως ἀπεκήρυξε νόμος, ὡς δαιμόνων εὑρήματα." Σοὶ δὲ οὐχ οὕτω, φησὶν, ἔδωκεν Κύριος ὁ Θεός σου." Ἄτοπον γὰρ, ἔχοντας τὴν ἐκ τῶν δικαιωμάτων τοῦ Θεοῦ συμβολὴν, τοῖς εἰκῆ γινομένοις ἀπάγεσθαι. Εὕρημα δὲ τῶν Φυλιστιαίων ἔοικεν εἶναι κληδονισμὸς, ὡς Χαλδαίων ἀστρολογία, καὶ Αἰγυπτίων ἐπῳδαί τε καὶ φαρμακεῖαι, καὶ Κρητῶν οἰωνοσκοπία. Καὶ τέκνα, φησὶν, ἀλλόφυλα ἐγεννήθησαν ἐν αὐτῇ. Ὅταν γὰρ πόλις ἔθη μοχθηρὰ καταδέξηται, τοῖς ἐπιγινομένοις λοιπὸν ὥσπερ νόμος γίνεται τὸ τῶν πατέρων ἁμάρτημα· καὶ εὐθὺς ἐκ γενέσεως ἀλλότρια γίνεται 1881 τοῦ Θεοῦ ἀλλόφυλα χρηματίζοντα, καὶ τῆς πορνείας πληθυνθείσης ἴσως ἐκ γυναικῶν ἀλλοφύλων ἐγένοντο. Ἐπὶ ψυχῆς δὲ τέκνα ἀλλόφυλα οἱ ἀπὸ τῶν ἔξωθεν τῆς θεοσεβείας λόγων καρποί. Τὸ δὲ φιλοπλουτεῖν, ὅσον δεινὸν δείκνυσιν μετὰ τοιούτων ἀσεβημάτων τάξας αὐτό. Χωρὶς γὰρ τῆς ἀδίκου κτήσεως ἡ μὲν πενία παιδαγωγός ἐστιν εἰς ἀδίκου κτήσεως πλοῦτος ὕβρεως ἀφορμή. Διό φησι μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς. Τῶν δ' ἵππων, φησὶν, οὐκ οὖν ἀριθμὸς, εἰπόντος τοῦ νόμου, μὴ πληθυνεῖς σεαυτῷ ἵππον. Καὶ πᾶς ἅγιος τὴν τούτων χρῆσιν ἀπέφυγε. Δηλοῖ δὲ διὰ τούτων τὴν Ἰουδαίων ἀλαζονείαν. Τὸ δὲ, οὐκ ἦν ἀριθμὸς, ἢ ὑπερβολικόν· ἢ ὅτι παρὰ Θεῷ τῶν κακῶν οὐδὲν ἐναρίθμιον· οὐ γύναιον, ὡς ἀσθενές· οὐ παιδίον, ὡς εὐκαταφρόνητον, πλὴν πρωτοτόκων, καὶ Λευϊτῶν· οὐ δοῦλος, διὰ τὸ ἄτιμον· οὐκ ἐπίμικτος, διὰ τὸ ἀλλότριον. Εἶτα, καὶ περὶ βδελυγμάτων φησίν. Ἔδει γὰρ ἀρξαμένους ἀπὸ κληδονισμῶν, διὰ φυλαργυρίας τε καὶ ἱππομανίας ὁδεύσαντας, καταντῆσαι πρὸς εἰδωλολατρείαν τοὺς ἐπὶ πλούτου θαῤῥήσαντας ἀδηλότητι, καὶ ψεύδεσιν ἵπποις εἰς σωτηρίαν, ἀλλ' οὐ τῷ δυνατῷ συντρίβειν πολέμους. Βδέλυγμα δὲ παρὰ Κυρίῳ πᾶσα πρᾶξις παράνομος. Πρὸς δὲ τὴν εἰδωλολατρείαν, ἐφ' οὗ ἐχρήσατο ἡ Γραφὴ, πᾶς ἀναπλασμὸς ψευδῶν δογμάτων ἐν διανοίᾳ τυπούμενος, εἰκότως λέγοιτο βδέλυγμα. Καὶ κατὰ τὸ φαινόμενον δέ φησιν ἡ Γραφὴ," Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν [βδέλυγμα Κυρίῳ] ἔργον χειρῶν τεχνίτου. Πρὸς ὃ σχετλιάζων ὁ προφήτης φησί· Καὶ ἔκρυψεν ἄνθρωπος, καὶ προσεκύνησεν ἀνήρ. Εἰ τὸ τιμιώτατον μετ' ἀγγέλους ἐν λογικοῖς, εἰκόνι τε τιμηθὲν Θεοῦ ὑπέπεσεν εἰδώλῳ καθάπερ σώζειν ἰσχύοντι εἰς γῆν κεκυφὼς, καὶ μηδὲ ἄξιος ἀνανεύειν εἰς οὐρανοὺς, διὰ τὴν εἰς αὐτὸν ἁμαρτίαν. Διὸ καὶ ἐταπεινώθη φησὶν, ὡς ἐξ ὕψους τοσούτου πεσὼν ὁ Χριστὸν ἔχων κεφαλὴν, καὶ τὸ μέγιστον τῆς αἰσχύνης, ὅτι καὶ ἀνήρ· διὸ καὶ, ὅτε μετὰ τοσαύτας παρανομίας εἰς εἰδωλολατρείαν κατήντησαν, ἐπήνεγκεν· οὐ μὴ ἀνήσω αὐτοῖς, ὡς ἑαυτούς τε καταισχύνασι, καὶ τοῦ Θεοῦ τὴν ἀξίαν προσενέγκουσιν εἰδώλοις, καὶ τὸ μὴ ἀνεῖναι δὲ θείας εὐεργεσίας. Ἡ γὰρ ἄνεσις ἀκολασίας ἐστὶν ἀφορμή. Θεοῦ δὲ μνήμην ἡ θλῖψις ἐργάζεται. Ἰστέον μέντοι ὡς οἱ λοιποὶ ἑρμηνευταὶ, ἀντὶ τοῦ (ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ) πρὸς τὸν Θεὸν τὸν λόγον ἀπέστρεψαν. Ἀκύλας μὲν, εἰάσας εἰπών· ὁ δὲ Σύμμαχος, ἀπέῤῥιψας. Ὁ δὲ Θεοδοτίων, ἀνῆκας. Οἳ καὶ ἐμφαίνουσιν ἀλλοφύλους τινὰς κατὰ τοὺς προφητευομένους χρόνους μέλλειν οἰκῆσαι τὴν Ἰουδαίαν, δηλαδὴ τοὺς Ῥωμαίους πλούτῳ χαίροντας κληδονισμῷ τε, καὶ ἵπποις, καὶ τῇ τῶν εἰδωλολατρείᾳ, ἃ χερσὶν ἰδίαις κατασκευάσονται. Ταῦτα δὲ τοῖς Ἰουδαίοις τὸν Σωτῆρα μὴ δεξαμένοις ἀπήντηκεν ἀπειθήσασι τῷ λέοντι προφήτῃ· Δεῦτε καὶ πορευθῶμεν τῷ 1884 φωτὶ Κυρίου, ἐπὶ δὲ τοῖς ἐκ τῶν ἀλλοφύλων γινομένοις ὁ προφήτης ἀγανακτῶν, πρὸς Κύριον ἔλεγεν ἀνῆκας τὸν λαόν σου τὸν Ἰακώβ. Καὶ τεκμήριον τῆς ἀνέσεως ἐξέθετο, τὰ παρὰ τῶν ἀλλοφύλων γινόμενα. Καὶ μετὰ ταῦτά φησι· Καὶ μὴ ἀφῇς αὐτοῖς· ἀντὶ γὰρ τοῦ, οὐ μὴ ἀνήσω αὐτοὺς, ὁ μὲν Ἀκύλας, οὐ μὴ ἀνῇς αὐτοῖς ἑρμήνευσεν. Ὁ δὲ Σύμμαχος, καὶ μὴ ἀφῇς αὐτοῖς. Ὅπερ οὐκ ἂν ἔχοι λόγον περὶ Ἰουδαίων εἰρῆσθαι (πῶς γὰρ ἂν ὁ προφήτης κατηύξατο τοῦ ἰδίου λαοῦ;) ἀλλὰ τῶν ἐπῳκηκότων τὴν Ἰουδαίαν ἐθνῶν. Τοιγαροῦν ἐν τοῖς προκειμένοις, οὔτε τοῦ ἔθνους, οὔτε τοῦ λαοῦ ἐμνημόνευσεν· ἀλλὰ τῆς χώρας, καὶ γῆς, ὡς μελλούσης ξένων οἰκητόρων πληροῦσθαι. Τοῦτο δὲ μετὰ τὴν τοῦ Σωτῆρος παρουσίαν ἐγένετο. Πρότερον δὲ οὐ φαίνονται ἀλλόφυλοι τὴν Ἰουδαίαν οἰκήσαντες. Πρὶν μὲν γὰρ ἀπαχθῶσιν εἰς Βαβυλῶνα οἱ ἀπὸ τοῦ Δαβὶδ ἐβασίλευον· κατὰ δὲ τὴν αἰχμαλωσίαν ἔρημος ἦν παντελῶς· μεθ' ὃ πάλιν Ἰουδαῖοι ταύτην κατῴκησαν μέχρι τῆς Ῥωμαίων πολιορκίας. Μεθ' ἣν ἄβατος αὐτοῖς ἡ πόλις ἐγένετο. Μέτοικοι γὰρ ὑπὸ Ῥωμαίων ἀχθέντες τῶν τόπων ἐκράτησαν. Τὰ δὲ μέλλοντα. ι. καʹ. 9Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν9, κ. τ. λ.................................. τέλος αὐτὰς ἀποῤῥίψουσι φόβῳ τοῦ θραύοντος Κυρίου τὴν γῆν· ἃ δὴ καὶ ἐπὶ τῆς πρώτης παρουσίας ἐκ μέρους γεγένηται. ἐληλεγμένων τῶν πάλαι νομιζομένων θεῶν. Ἑαυτοῖς γὰρ ἐπικουρεῖν οὐ δεδύνηνται. Διὸ τεταπείνωνται μὲν οἱ τούτων προσκυνηταί· ὁ δὲ τῶν ὅλων ὕψωται Κύριος. Καὶ δεδιότες τὴν τῆς πολυτελοῦς ὕλης τῶν ζοάνων ἀφαίρεσιν, ταῦτα κατὰ τὴν προφητείαν ἀπέκρυπτον ἐν ἀφεγγέσι χωρίοις, τοὺς βασιλικοὺς ἄνδρας λανθάνειν πειρώμενοι. Τὸ δὲ μὴ κείμενον παρὰ τοῖς ἑβδομήκοντα, παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, δοκεῖ μὲν ἀνακολούθως τοῖς πρόσθεν ἐπάγεσθαι. Πλὴν ἐπειδὴ πολλὰ περὶ τῶν ὑπερηφάνων καὶ μετεώρων προλέλεκται, παραινεῖ νῦν ὁ λόγος μὴ προσέχειν ἐκείνοις, μηδ' εἰς θνητὸν ἐλπίζειν τινὰ, καὶ τὴν πᾶσαν ἐν τοῖς μυκτῆρσι κεκτημένον ζωήν. Ἴσως δὲ καὶ ταῖς ἀοράτοις

Intertext edge

Open linked passage

Note