Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1885.1
προστάσσει δυνάμεσιν, ἃς νυκτερίδας ὠνόμασε τροπικῶς, ἀπέχεσθαι λοιπὸν τῆς ἀνθρώπων ἐπιβουλῆς ἀσθενῶν μὲν ὄντων κατὰ τὴν σάρκα, τιμίων δὲ, καὶ μηδὲν ἀζήτητον ἐχόντων παρὰ Θεοῦ. Τὴν δὲ προκειμένην ῥῆσιν ἄλλως ἄνωθέν τινες ἐκλαμβάνουσι λέγοντες, ἄλλη παράκλησις αὐτὴ πρὸς τὸν οἶκον Ἰακὼβ, ἐπὶ τὸ συμφέρον παρακαλοῦσα. Ὡς γὰρ ἡ, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· καὶ ὡς ἡ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου· οὕτω καὶ τὸ, εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Τίς δὲ τολμήσει συκοφαντεῖν τὴν Γραφὴν, ὡς συμβουλεύουσαν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου φυγεῖν, ἐν ταῖς κοιλότησι κρυφθέντας τῆς γῆς;" Ποῦ γὰρ, φησὶ, πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Τῶν τοίνυν ἠριθμημένων πρόσθε κακῶν μία τίς ἐστιν ἀπαλλαγὴ, τὸ εἰσελθεῖν εἰς τὴν σκέπην τῆς πέτρας, εἰς τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, ὅπου καὶ Μωϋσῆς ἐτέθη μέλλων ἰδεῖν τὸν Θεόν. Καὶ τὸ, Κρυφθῆναι τῇ γῇ θάπτοντας ἑαυτοὺς διὰ τοῦ βαπτίσματος, ὡς ἂν συνταφέντες αὐτῷ, καὶ τεθνηκότες τῇ ἁμαρτίᾳ ἐν καινότητι ζωῆς περιπατήσωμεν. Οὕτω γὰρ ἐκκλίνομεν ἀπὸ τοῦ φόβου Κυρίου θραύοντος τὴν γῆν, τὰ γήϊνα καὶ τὸν χοϊκὸν, ἵνα τὴν ἐν τῷ πνευματικῷ ζωὴν ἀνεμπόδιστον ἔχωμεν. Οὕτω δὲ φθᾶσαι τὴν μετ' ἰσχύος αὐτοῦ καὶ δόξης ἀνάστασιν. Καὶ ἵνα μὴ νομίσῃς ἀναχώρησιν ἀπὸ Θεοῦ συμβουλεύειν σωματικὴν, δείκνυσιν ἐξ ὕψους ἀποσκοπεύοντα τὸν Θεὸν οὐδὲν τῶν κάτω λανθάνειν. Ταπεινὸς δὲ ἄνθρωπος οὐδὲν ὢν ἐν παραθέσει Θεοῦ, ἢ ὁ τὴν ἀλαζονείαν ἀποθεὶς μετρίῳ φρονήματι, ἢ ὁ πεσὼν ἐξ ὕψους δι' ἁμαρτίαν· ἐν ἐπαίνῳ δὲ νῦν ἡ τοῦ ὕψους τῶν ἀνθρώπων ταπείνωσις εἴρηται, ἀποτιθεμένου τοῦ ματαίου φρονήματος πρὸς τὴν ἰδίαν ἀπανιόντων ἀξίαν. Ἐπὶ κακῷ γὰρ ἐλέγετο τὸ, ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ. Νῦν γὰρ ὁ λόγος περὶ τῶν ὑποφυγόντων τῇ πέτρᾳ καὶ συνταφέντων Χριστῷ. Τὸ γὰρ ταπεινὸν ἐπιγνόντες τῆς φύσεως, μόνῳ τὸ, ὕψος μαρτυροῦσι Θεῷ, Ἐκείνῃ δὲ, φησὶ τῇ ἡμέρᾳ, ὥσπερ ὡμολογημένης διαλεγόμενος, ἢ μὴ σωματικὸν φῶς ἄρχον καὶ λῆγον ἀποτελεῖ, ἀλλ' ἔστιν ἀκίνητος, ὁμοῖα πρὸς ἑαυτήν· ἐν ᾗ μόνος, φησὶν, ὑψωθήσεται Κύριος Πᾶν γὰρ ὕψος, καὶ πᾶσα λαμπρότης, κἂν αὐτῶν εἴη τῶν νοερωτέρων δυνάμεων, τῇ τῆς θείας ὑπερβολῇ δόξης ἀφανίζεται· πᾶν τε μέγα προφητῶν τε, καὶ ἀποστόλων, καὶ τῶν ἐν οὐρανῷ πάντων, ἐκείνου φανέντος, ταπεινωθήσεται. Πρὸς ἡμᾶς γὰρ τοὺς πτωχοτέρους μεγάλα ταῦτα καὶ ὑψηλά. Πρὸς αὐτὸν γὰρ, οὐδεὶς οὐ δυνατὸς, οὐ σοφός. Πρὸς ὃν καὶ Μωϋσῆς ἰσχνόφωνος καὶ βραδύγλωσσος, καὶ Ἀβραὰμ γῆ καὶ σποδός. Ὡς γὰρ φῶς καὶ λυχνία ὄντα τῷ φωτὶ τῆς σταθερᾶς μεσημβρίας ὑπεραυγάζονται· τὴν ἡμέραν δὲ Κυρίου, φησὶν, ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Ἀρχὴ γὰρ αὐτὴ κακῶν. Κόρῳ γὰρ 1888 ἐξυβρίσας ὁ διάβολος ἀπέστη Θεοῦ κοινωνοὺς ἑτέρους λαβὼν, λέγων·" Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου·" ἄλλα τε εἰπὼν ἔφη·" Ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ." Ἐχρῆν τοίνυν ἐντεῦθεν ἄρξασθαι τὴν ἐκδίκησιν. Προηγεῖται δὲ τῆς ὑπερηφανίας ἡ ὕβρις. Ὁ γὰρ τοὺς ἄλλους διαπτύων, ἀλαζονείαν προοιμιάζεται. Τὸ ὑπερφαίνεσθαι γὰρ ἡ ὑπερηφάνεια δηλοῖ. Κολάζεται γὰρ ὁμοιοτρόπως τὰ συγγενῆ πλημμελήματα. Τῇ δὲ σχέσει διαφέρει τούτων ὁ ὑψηλὸς καὶ μετέωρος. Καὶ καθ' ἑαυτὸν γὰρ ὢν ἑαυτὸν ὑψοῖ καὶ ἐπαίρει, διὰ κουφότητα μηδὲν ἔχων ἐστηριγμένον. Ἑαυτὸν δὲ ἀγνοήσας κολάζεται. Ἁμαρτία γὰρ, φησὶν, ἐστὶν ὁ μετεωρισμός. Τοὺς ἀναισθήτως δὲ φυσιουμένους, κέδρους τοῦ Λιβάνου καλεῖ. Ὑψηλαὶ γὰρ αὐταὶ λίαν ἀχρήστους ποιοῦσαι καρποὺς, οὐ γηρῶσαι ῥᾳδίως, οὔτε κατασηπόμεναι. Πλήρης δὲ πάσης ἦν εἰδωλολατρείας ὁ Λίβανος· καὶ τὰς ἐμφιλοχωρούσας αὐτῷ δυνάμεις ὀλεθρίας αἱ κέδροι σημαίνουσι, τὰ τῆς πονηρίας ὑψώματα τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· περὶ ὧν, φησὶν ὁ Δαβίδ·" Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου." Σημαίνουσι δὲ καὶ τὰ ἤθη τὰ διακενῆ ἐπαιρόμεναι χωρὶς ὑποκειμένων καρπῶν· ἔστι γὰρ ἐπί τινι τῶν πλεονεκτημάτων, εἰ καὶ κακῶς, ὅμως δι' αἰτίαν ἐπαίρεσθαι. Καὶ πῶς οὗτοι, Λιβάνου; Πρῶτον μὲν, ὅτι δαιμονιῶδες πᾶν ἔπαρμα· ἔπειτα, ὅτι τὰ ἐπ' ὄρους δένδρα, ἀλλοτρίῳ ὕψει μείζονά πως δοκεῖ. Τοιοῦτοι δὲ καὶ οἱ τοῖς μὴ ἐφ' ἡμῖν ἐπαιρόμενοι. Εὕροις δ' ἂν καὶ κέδρους ἐπαινουμένας." Χορτασθήσονται γὰρ τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσε." Καὶ" Αἰνοῦσι τὸν Κύριον ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι." Δείκνυται γὰρ, ὡς οὐδὲν τῇ φύσει κακόν. Παρ' ἑαυτὸν δέ τις ἀλλοτριοῦται Θεοῦ, καὶ συνάπτεται. Αὐταὶ δὲ τοῦ Λιβάνου κοπτόμεναι (ὅ περ ἐστὶν εἰδωλολατρείας) εἰς τὴν κατασκευὴν παραλαμβάνονται τοῦ ναοῦ· μένουσαι δὲ κατ' αὐτὴν συντρίβονται. Καθόλου μέν τοι, καὶ τὰ τῶν ζώων ἤθη, καὶ τὰ τῶν φυτῶν εἴδη, εἰς τὸ ποικίλον τῆς προαιρέσεως τῶν ἀνθρώπων λαμβάνεται. Δένδρον δὲ βαλάνου Βασᾶν, σκληρὸν ἦθος δηλοῖ καὶ ἀντίτυπον. Τοὺς δὲ τοιούτους, καὶ ἡ κοινὴ συνήθεια παρεικάζει δρυῒ, ἧς ὁ καρπὸς χοίρων τροφή. Ὅθεν δένδρον αἰσχύνης ὠνόμασται. Τοῦτο γὰρ τὸ Βασᾶν ἑρμηνεύεται. Κολάζονται οὖν καὶ ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Κατὰ δὲ τὸ ῥητὸν, χωρίον τοῦτο τῆς Ἰουδαίας εἶναί φασι τὴν Βασᾶν, τὴν νῦν Βαταναίαν, δένδρων ἀρίστην τροφόν. Οὐ μόνον δὲ τὸν ἀσελγῆ βίον, ἀλλὰ καὶ τὴν εἰδωλολατρείαν, αἰσχύνην φησὶν ἡ Γραφή. Ὡς Ἐλιοῦ πρὸς Ἀχαὰβ," Ἀποστεῖλαι, φησὶ, πρὸς αὐτὸν, εἰς τὸν Κάρμηλον τοὺς προφήτας, τῆς αἰσχύνης ἄνδρας, οἳ ἤσθιον τὰς τραπέζας Ἰεζαβέλ." Πλὴν," Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν εἰς πῦρ ἐμβάλλεται κοπὲν ἐν τῇ Κυρίου ἡμέρᾳ." Καὶ ἐπὶ πᾶν ὄρος, φησὶ, καὶ ἐπὶ πάντα βουνόν. Πονηραὶ δυνάμεις αὐταὶ, μέτρα τῶν 1889 ἀδικημάτων ἔχουσαι τὴν πρὸς ἀλλήλας διαφορὰν, ὡς ὄρη τε καὶ βουνοὶ τοῖς ὑποκειμένοις διαφέροντα. Κακεῖ γὰρ προαίρεσις μία τῷ μεγέθει διάφορος. Ὁ δὲ πύργος, ὑψηλὸν σκοπευτήριον πρὸς φυλακὴν πόλεως, καὶ γνῶσιν ἐφόδων πολεμικῶν, ὁποῖος ἡμῖν ὁ νοῦς ἐδόθη παρὰ Θεοῦ, φυλακτικὸς μὲν ἀγαθῶν, προβλέπων δὲ τοὺς ἐπιβουλεύοντας. Οὐ χρὴ δὲ τοῦτον ἐν αὐτῷ διὰ τῶν γηΐνων τὴν εἰς οὐρανὸν ἄνοδον πραγματεύεσθαι. Καταβαίνει γὰρ ὁ Κύριος πρὸς αὐτὸν κάτω πεσόντα διὰ τὸ φρόνημα, διασπῶν ἐπὶ σωτηρίᾳ τὴν πρὸς τὰ κακὰ συμφωνίαν αὐτοῦ· περὶ οὗ τῆς οἰκοδομῆς κελεύει πρῶτον ψηφίζειν ὁ Κύριος, εἶτα πρὸς ἀπαρτισμὸν ἐκτησάμεθα. Τοῦτον ὑψηλοφρονοῦντα δεδιέναι δεῖν τὴν ἡμέραν Κυρίου φησίν. Καὶ τὸ τεῖχος δὲ φυλᾶττον πόλιν, τῶν πολεμίων τὰς προσβολὰς ἀποκρούεται. Οὕτω καὶ λόγων τῶν ἐν ἡμῖν, οἱ μὲν τῶν τῆς ἀληθείας δογμάτων φυλακτικοὶ, τῷ νῷ πρὸς τὸ μὴ καθαιρεῖσθαι τὰ δόγματα περικείμενοι· οἱ δὲ πρὸς ὀχύρωσιν ψεύδους, καὶ φυλακὴν ματαιότητος ἐκ τῆς ἔξωθεν ἐπινοίας ἐπιτηδευόμενοι. Τεῖχος γὰρ ἡ διαλεκτικὴ, μὴ συγχωροῦσα τοῖς βουλομένοις διαρπᾶσαί τε καὶ διαλῦσαι τὰ δόγματα. Διὸ τὰ μὲν τῆς Ἱερουσαλὴμ τείχη ἐπὶ τῶν χειρῶν ἀναγέγραπται τοῦ Κυρίου· τὰ δὲ Ἱεριχοῦς ὑπὸ Ἰωσιοῦ καθαιρεῖται φωνῇ μόνῃ διαλυόμενα. Ἄνω μὲν οὖν μόνα κατηγορεῖται τὰ ὑψηλά. Ἐνταῦθα δὲ, καὶ τὰ ἰσχύν τινα μετὰ τοῦ ὕψους ἔχοντα τὴν ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις ἐπὶ πολὺ κραταιωθεῖσαν πιθανότητα, καὶ ὑψωθεῖσαν, τεῖχος ὑψηλὸν τροπικῶς λέγοντος τοῦ προφήτου διαβεβαιουμένου ἐν ἡμέρᾳ Κυρίου τοῦτο καθαιρεθήσεσθαι. Γυμνασίας δὲ χάριν διὰ ὀνομάτων αὐτὰ παραδίδωσιν ἡ Γραφὴ μηδὲν εἰκῆ προσίεσθαι, μηδὲ τὸν νοῦν ἔχειν χαμαὶ συνεθίζουσα. Μετὰ δὲ τὸν ὑψηλόφρονα νοῦν, καὶ τοῖς ταπεινοῖς οὐ συναπαγόμενον, καὶ περὶ σωμάτων αὖθις αἰνίττεται, πλοῖα ταῦτα θαλάσσης εἰπών. Οὐ τοῖς ἀψύχοις γὰρ φοβερὰ ἡ τοῦ Κυρίου ἡμέρα· τοῖς δὲ διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ τοῦ βίου τοῦ τούτου κλύδωνι σαλευομένοις, ὃν δὴ καταπατοῦσιν οἱ ἐν σαρκὶ ζῶντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, ποιοῦντες ἐργασίαν ἐν ὕδασιν πολλοῖς, ὅτε καὶ τῷ βίῳ συγκαταβαίνουσιν ἐπὶ τὸ τῶν βεβυθισμένων κερδάναι τινάς. Διὸ εἴδοσαν τὰ ἔργα Κυρίου, μισθὸν τῆς ἐργα 1892 σίας τὴν σύνεσιν τῶν ἔργων Κυρίου, καὶ τῶν ἐν τῷ βυθῷ θαυμασίων λαμβάνοντες. Ἀπειλεῖ δὲ καὶ τοῖς τὰ σώματα καλλωπίζουσιν, καὶ περὶ τὴν τούτων θέαν περιέργως ἐπτοημένοις. Οὐ γὰρ ἡ τῶν πλοίων θέα φοβερά· ἀλλ' ἡ πρὸς ἐπιθυμίαν τοῦ σώματος κατανόησις. Ὅτι δὲ τὰ περὶ τῶν προειρημένων ἐστιν αἰνίγματα, δεδήλωκεν εἰπών· καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος τοῦτ' ἕστι πᾶσα ἰδέα τῶν ἐν ἀνθρώποις κακῶν καταπεσεῖται. Μόνος δέ φησιν ὁ Κύριος ὑψωθήσεται. Φωτὸς γὰρ ἀναφανέντος, ἀφανίζεται σκότος, καὶ ἀληθείας ἀποδειχθείσης, ἡ τοῦ ψεύδους φύσις ἐλέγχεται. Καὶ πάσης τῆς ἀληθινῆς θεωρίας καταληφθείσης, εὐκαταφρόνητα τὰ δοκοῦντα πρὶν ὑψηλὰ καὶ μετέωρα, πάσης λογικῆς φύσεως τὸ ὕψος μόνον μαρτυρούσης Θεῷ. Ἐπιπεπλεγμένως δὲ περὶ τῶν δύο τοῦ Κυρίου παρουσιῶν ἡ Γραφὴ διαλέγεται. Τὰ μὲν γὰρ προειρημένα, περὶ τῆς δευτέρας. Τὰ δὲ περὶ τῶν εἰδώλων ἐπιφερόμενα, περὶ τῆς πρώτης, ἀφ' ἧς τὰ εἴδωλα, ξύλα καὶ λίθοι νομίζεται. Σταυροῦ δὲ καὶ θέαν καὶ τοὔνομα φεύγουσι δαίμονες. Οὐκ ἀπᾴδει δὲ παντελῶς οὐδὲ τῆς δευτέρας ὁ λόγος, ἥτις πρὸς τὴν τελείαν τῆς ἀσεβείας ἴδοι καθαίρεσιν. Εἴδωλα δὲ, καὶ τὰς ἐντυπωθείσας περὶ ψευδῶν δογμάτων φαντασίας ἐλέγομεν. Τοῦ τοίνυν ἀληθινοῦ φανέντος φωτὸς, ἕκαστος τῶν ἰδίων δογμάτων κατεγνωκὼς, ἐξαφανίσαι ταῦτα σπουδάσει ἐν οἱονεὶ σπηλαίοις καὶ τρώγλαις ἐγκατακρύψας αὐτὰ, ὁρῶν ἐκ τῆς ἐνεργείας τὰ φοβερὰ τοῦ Θεοῦ θραύοντος τὰ ὑλικά τε καὶ γήϊνα πρὸς τὴν τῶν πνευματικῶν ἤδη φανέρωσιν, καὶ ὡς δεῖ, ἐξαφανισθῆναι τοῦ χοϊκοῦ τὴν εἰκόνα, ἵνα ἡ τοῦ ἐπ' οὐρανίου ἀναφανῇ. Ἀλλ' οἱ τὸ πρῶτον τὰ εἴδωλα κατακρύψαντες, ὕστερον ἐκβάλλουσιν. Δεῖ γὰρ πρῶτον ἐπαισχυνθῆναι τῷ ψεύδει, εἶτα καὶ ἐκβαλεῖν τῆς καρδίας, Καὶ ἀργυρᾶ μὲν εἴδωλα, τὰ λόγοις πιθανοῖς ψευδῆ συγκείμενα δόγματα. Χρυσᾶ δὲ, οἱ ἐν τῇ διανοίᾳ περὶ τοῦ ψευδοῦς ἐναποκείμενοι. Προσκυνεῖ δὲ τὰς νυκτερίδας ὁ τὴν τῶν δαιμόνων τὴν δύναμιν συγγενῆ οὖσαν τῷ σκότῳ θεοποιῶν· ὧν τις παυσάμενος εἰς τὰς τρώγλας εἰσελθεῖν τῆς στερεᾶς πέτρας ζητήσειεν. Μόναι δὲ αὗται κατὰ τὴν ἀναλογίαν τῆς εἰς Χριστὸν πίστεως διαιρούμεναι. Σχισμαὶ δὲ πετρῶν, τοῦ σώματος αὐτοῦ τὸ πάθος σημαίνουσιν, ᾧ προσφυγεῖν καὶ ἐγκατακρυφθῆναι τῇ σκέπῃ πάντες εὔχονται διαπαντὸς οἱ σωζόμενοι· κατὰ δὲ τὸν ῥητὸν, γέλωτος ἀξίαν τὴν τῶν Ἰουδαίων ἀποφαίνεται σκέψιν, εἰ κατακρύπτουσι τοὺς θεοὺς καὶ σώζειν τοὺς προσκυνουμένους ἐπείγονται, τὸ τούτων ἀδρανὲς οἷς ποιοῦσι σημαίνοντες, μὴ σὺν αὐτοῖς αἰχμάλωτοι τοῖς πολεμίοις γενήσονται. Οὐδὲν γὰρ ἀπώναντο τῶν εἰδώλων οἱ ταῦτα κατασκευάσαντες. Καὶ τάχα που ταῖς νυκτερίσιν ἀνεδείμαντο τοὺς ναούς. Ἐμφιλοχωρεῖ γὰρ τοῖς ἀφεγγέσι τόποις τὸ ζῶον, οὓς δὴ καὶ δυσωδίας πληροῖ. Ἀναλογίσονται τοίνυν 1893 ὅτι δὴ μᾶλλον νυκτερίσι προσεκύνουν τοῖς εἰδώλοις ἐμφωλευούσαις αἴσθησιν ἐχούσαις τοῖς τούτων καταγωγίοις ἀναισθήτοις ὑπάρχουσιν. Συγκατορύττεσθαι δὲ τοῖς ἑαυτῶν θεοῖς ἐσπουδάκασιν, ἀλλ' οὐ μετὰ Θεοῦ τῶν ὅλων ὄντες ἐκρύπτοντο, ἀλλ' ὁ Φαραὼ διώκων κατεποντίζετο. Ἀλλ' οὐδὲ Ῥαψάκου ταῖς ἀπειλαῖς μανέντος ὁ Θεὸς ἀπεκρύπτετο τὸν ἀσεβῆ τιμωρούμενος. ΚΕΦΑΛ. Γʹ. αιαʹ. 9Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαββαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος. Γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν9, κ. τ. λ. Εἰπὼν περὶ τῆς ἡμέρας τῆς ἐκδικήσεως, νῦν ἐξ ἑτέρας ἀρχῆς ἀφαίρεσιν ἀπειλεῖ τῶν ἐν τῷ προτέρῳ λαῷ τῶν τοῦ Θεοῦ χαρισμάτων, οὐ δι' εἰδωλολατρείαν εἰπὼν, οὐ δι' ἄλλας ἀφαιρεθήσεσθαι πράξεις, διὰ δὲ τὴν βουλὴν, ἣν κατὰ τοῦ δικαίου, φησὶν, ἐβουλεύσαντο. Τοὺς προφήτας γὰρ ἀποκτείναντες, τέλος καὶ τῷ Δεσπότῃ πάντων ἀσεβῶς ἐπεμάνησαν, τὸν ἀρχηγὸν τῆς ζωῆς, ὅσον ἧκεν εἰς αὐτοὺς, ἀποκτείναντες, ἀφαιρεῖ δὲ πρῶτον ἰσχύοντα καὶ ἰσχύουσαν, κατὰ δὲ Ἀκύλαν, ἔρεισμα καὶ ἐρεισμόν. Κατὰ δὲ τὸν Σύμμαχον, Στήριγμα καὶ στηριγμὸν, δηλῶν, κατὰ τὸν λόγον τὸν ἀποστολικὸν, τοὺς κατὰ Θεὸν διαπρέποντας, οὓς καλεῖ στύλους καὶ ἑδραιώματα. Τοιούτους γὰρ εἶχεν καὶ ὁ πάλαι λαὸς ἰσχύεν δὲ καὶ ὁ θείᾳ ῥοπῇ κρατῶν τῶν παθῶν. Τοιοῦτος δὲ νῦν παρ' Ἰουδαίοις οὐδείς. Οὐ γὰρ δύνανται λέγειν," Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." Ἠσθένησαν γὰρ τῇ διὰ τὸν σταυρὸν ἀπιστίᾳ. Ὁ γὰρ μὴ ἔχων τὸν Χριστὸν, τὴν τοῦ Θεοῦ δύναμιν τὴν ἰσχὺν, οὐκ ἔχει. Ἰσχύν τε ἄρτου, φησὶ, καὶ ἰσχὺν ὕδατος. Οὐκ ἄρτον οὔτε ὕδωρ ἁπλῶς, ἀλλ' ἰσχὺν ὃ δὴ προφήτης ἄλλος ἡρμήνευσεν εἰπών·" Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐ δὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου," ὧν νομίζουσι μεταλαμβάνειν ἐν τῷ διέρχεσθαι τὰς θείας Γραφὰς, φιλοκαλεῖν τε τὴν τούτων ἐκμάθησιν, οὐκ ἔχοντες τὴν τῶν θρεπτικῶν λόγων ἰσχὺν, καὶ πηγῆς τῆς ζωοποιοῦ. Ἄρτου δὲ περὶ οὗ φησιν ὁ Δαβὶδ," Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς." Καὶ ὑδάτων περὶ ὧν φησιν ὁ προφήτης·" Ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου." Καὶ ὁ Σωτὴρ," Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." Καὶ πάλιν," Ἡ σάρξ μου, φησὶν, ἀλη

Intertext edge

Open linked passage

Note