Commentarii in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
1896.1
θής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις·" ἃ μὴ ἔχοντες, οὐκ εἶχον ἰσχὺν ἄρτου καὶ ὕδατος. Ἐξ ἀσθενῶν δὲ τροφῶν, ἀσθενεῖς οἱ τρεφόμενοι. Ἐπέλιπε δὲ αὐτοῖς καὶ ἡ ἰσχὺς τοῦ προφητικοῦ πνεύματος, καὶ κατάδιψοι τούτου τυγχάνουσιν. Ἔστι δὲ καὶ παρ' ἡμῖν τροφὴ ἰσχὺν μὲν οὐκ ἐμποιοῦσα, κωλύουσα δὲ τελευτᾷν· ἧς οἱ Κορίνθιοι νήπιοι ὄντες μετέλαβον. Ἀλλὰ καὶ λάχανα ἀσθενούντων τροφή, Τελείων γὰρ ἦν στερεὰ τροφή. Δεῖ δὲ τοὺς ὀφθαλμοὺς ἀνοῖξαι πρὸς τὸ τοιούτου ἐμπλησθῆναι ἄρτου καὶ ὕδατος." Διάνοιξον γὰρ, φησὶ, τοὺς ὀφθαλμούς σου, καὶ ἐμπλήσθητι ἄρτων." Καὶ διηνοίγησαν, φησὶ τῆς Ἄγαρ οἱ ὀφθαλμοὶ, καὶ ἴδεν τὸ ὕδωρ. Καὶ ἄλλως δὲ τῶν Ἰουδαίων ἀφῄρηται ὁ ζωοποιὸς ἄρτος, ὃς δίδωσι τῷ κόσμῳ ζωὴν, καὶ τὸ ὕδωρ τοῦ ἁγίου βαπτίσματος, καὶ ἡ ἰσχὺς αὐτοῦ ἡ τῶν ἁμαρτιῶν ἀπόθεσις, ἡ πνευματικὴ ἀνακίνησις ἡ συμμόρφους ἐργαζομένη Χριστοῦ, καὶ τὸ παῤῥησίαν ἔχειν εἰς οὐρανῶν βασιλείαν·" Ἐὰν γάρ τις, φησὶ, μὴ γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." Γίγαντα δὲ, οὔτε τῶν Ἑβραίων ἡ φωνὴ, οὔτε οἱ λοιποὶ τῶν ἑρμηνευσάντων ὠνόμασαν· ἀντὶ δὲ τούτου, Ἀκύλας μὲν δύνατον, ὁ δὲ Σύμμαχος ἀνδρεῖον, ὁ δὲ Θεοδοτίων δυνάστην ἐξέδωκαν. Πλὴν ἐπὶ καλοῦ τὴν γίγαντος ἐνταῦθα προσηγορίαν εὑρίσκομεν, ὡς κἂν τῷ," Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν." Δηλοῖ δὲ τὸν εἰς ἄκρον ἰσχύος ἐλθόντα πνευματικῆς. Ἰσχύοντα δὲ, τὸν ὑποβεβηκότα βραχὺ, καὶ τῆς ἐν ἐκείνῳ νοουμένης ὑπεροχῆς ἐλαττούμενον. Ἑκάστῳ γὰρ δέδοται χάριτος μέτρον παρὰ Θεοῦ. Φησὶν γὰρ ὁ Παῦλος," Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν." Ἀλλ' ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἀπὸ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως." Δύναιτο δ' ἂν καὶ ἄλλως γίγας μὲν δηλοῦν τὸν ἐκ φύσεως ἔχοντα προτερήματα εἰς ἀνάληψιν ἐπιστήμης, ἢ πρὸς ἄσκησιν ἀρετῆς· φυσικὴ γὰρ ἡ τῶν γιγάντων ἰσχὺς, ἰσχύων δὲ, τὸν ἐκ μελέτης καὶ πόνων τὸ ἐκ φύσεως ἀγαθὸν τελειώσαντα. Οὐκ ἔτι δὲ παρ' Ἰουδαίοις πολεμισταί· οὐδὲ γὰρ ἐναριθμοῦνται τοῖς στρατιωτικοῖς καταλόγοις. Νικῶνται δὲ ταῖς ἡδοναῖς καὶ πάθεσι ψυχικοῖς, καὶ λόγοις ἐναντίοις, κρατεῖν οὐκέτι δυνάμενοι· ἀλλ' οὐ δὲ ταῖς κατὰ νοῦν δικάζειν ἐννοίαις. Οὐκ ἔχουσι γὰρ τὸν κατευθύνοντα πρὸς τὸ δέον Θεόν· ἀλλ' οὐ δὲ περὶ τῶν προσπιπτόντων κρίνειν ἴσασιν, ὅπερ ἀρέσκον ἐστὶν αὐτῷ. Οὗτοι δὲ καὶ παρεδόθησαν δικασταῖς τοῖς αἰχμαλωτίσασιν αὐτοὺς, αὐτοὶ μηκέτι δικάζοντες· καὶ ἐν Ἐκκλησίᾳ δὲ πολεμισταὶ μὲν, οἱ τὴν τοῦ Κυρίου πανοπλίαν ἀναλαμβάνοντες, καὶ πρὸς τὰς τοῦ διαβόλου μεθοδίας γενναίως ἱστάμενοι, συγκακοπαθοῦντες τῷ Εὐαγγελίῳ, καὶ μὴ ἐμπλεκόμενοι ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσωσιν. Δικασταὶ δὲ οἱ τοὺς ἀδελφοὺς συμβιβάζοντες, ἀφ' ὧν καὶ ὁ κόσμος 1897 κρίνεται, οἳ καὶ ἀγγέλους κρινοῦσιν. Ἐὰν δὲ μὴ ὦσιν, ἀλλ' ἐπὶ τῶν ἀπίστων κρίνονται δι' ἀπορίαν ἁγίων· καὶ οὕτω σημεῖον ἐγκαταλείψεως. Ἀφαιρεῖ δὲ καὶ προφήτην. Πέπαυται γὰρ παρ' αὐτοῖς τῆς προφητείας ἡ χάρις. Καὶ ἐσφράγισται ὅρασις καὶ προφητεία κατὰ τὸν Δανιήλ. Μέχρι γὰρ Ἰωάννου παρ' αὐτοῖς ὑπῆρχεν ἡ προφητεία. Ἐν δὲ τῇ Ἐκκλησίᾳ Θεὸς ἔθετο πρῶτον ἀποστόλους, δεύτερον δὲ προφήτας." Ἐὰν γὰρ, φησὶ, προφητεύητε, εἰσέλθῃ δὲ ἄπιστος, ἢ ἰδιώτης· ἐλέγχεται." Ἀλλ' ὁ μὲν προφήτης, ἀποκαλύψει τοῦ Πνεύματος, προαγορεύει τὰ μέλλοντα· ὁ δὲ στοχαστὴς, συνέσει τῇ δι' ἐμπειρίαν πραγμάτων, ἐξ ὁμοίου παραθέσεως τὸ μέλλον τεκμαίρεται· ὥσθ' ὅταν τὰ Σοδομιτῶν ποιήσωμεν, πεισόμεθα παραπλήσια, ἐὰν μετανοήσωμεν, ὡς οἱ Νινευῗται σωζόμεθα. Πρεσβύτερος δὲ οὐχ ἀπλῶς ὁ τῆς προεδρίας ἀξιωθεὶς, ἀλλ' ὁ φρενῶν κοσμούμενος γενναιότητι, καὶ τὸν τοῦ πρεσβυτέρου χαρακτῆρα φέρων ἀκέραιον· μάλιστα μὲν ἄγαμος· εἰ δὲ μὴ, μιᾶς γυναικὸς ἀνὴρ τέκνα ἔχων πιστὰ, καὶ τὰ ἑξῆς· ἀντεχόμενος τοῦ κατὰ τὴν διδασκαλίαν πιστοῦ λόγου, ὡς δυνατὸς εἶναι καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Δεῖ δὲ προήκειν καθ' ἡλικίαν πολλῶν πεπειραμένον διὰ τὸν χρόνον, καὶ τὸ εὐσταθὲς τῶν ἠθῶν ἐκ τῆς ἐπανθούσης αὐτῷ πολιτείας ὑποφαίνοντα. Δόξα γὰρ πρεσβυτέρου πολιαί. Κἂν ἐν ἡλικίᾳ δὲ ἓν φρόνημά τι εὕρῃ πρεσβυτικὸν, οὐκ ἀτιμαστέον τὸ δῶρον. Πολιὰ γὰρ, φησὶ, φρόνησις ἐν ἀνθρώποις. Ὧν ἀφῃρημένων τῆς Ἱερουσαλὴμ ψευδώνυμοι νῦν οἱ παρ' Ἰουδαίοις πρεσβύτεροι. Διὰ δὲ τῆς ἀφαιρέσεως τοῦ πεντηκοντάρχου, πᾶσαν τὴν εὔτακτον περὶ αὐτοὺς οἰκονομίαν δηλοῖ συγχυθήσεσθαι, ἀπὸ μέρους τὸ ὅλον εἰπὼν, ὅσον Ἰοθὸρ Μωϋσεῖ συνεβούλευσεν. Καὶ τὴν πᾶσαν δὲ πολιτικὴν εὐταξίαν παρίστησιν. Ἔτι γὰρ συνόντος αὐτοῖς τοῦ Χριστοῦ, καὶ καλοῦντος ἐπὶ ζωὴν τὴν αἰώνιον, ἦσαν ἔτι παρ' αὐτοῖς ἀρχιερεῖς, καὶ ἡγούμενοι Γραμματεῖς καὶ Φαρισαῖοι. Τὰ δεινὰ δὲ τολμήσαντες κατ' αὐτοῦ, τῶν ἀγαθῶν ἁπάντων ἐστέρηνται, καὶ συμβούλων τῶν εἰσηγουμένων τὰ δέοντα. Καὶ πρὸς τὰ βιωτικὰ μὲν γὰρ οἱ τοιοῦτοι λυσιτελεῖς, πρὸς δὲ τὰ ψυχικὰ, καὶ μάλα τοῖς πειθομένοις σωτήριοι. Ὧν τις ἀπορῶν, σκάφος ἐστὶν ἀκυβέρνητον ταῖς τρικυμίαις ἐκδεδομένον. Ἀφ' οὗ δὲ τὸ πονηρὸν συμβούλιον ἐποιήσαντο, τὸ πῶς παραδώσουσιν Ἰησοῦν τὸν θαυμαστὸν, ἀφηρέθησαν σύμβουλον, οὗ τὰς συμβουλὰς ἐθαύμα 1900 ζον. Ἐξεπλήττοντο γὰρ ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ταῖς δὲ παραινέσεσιν αὐτοῦ οὐκ ἐπείθοντο. Πῶς δὲ οὐ θαυμαστὸς, ἀντὶ τοῦ, Ὀφθαλμὸν ἀντ' ὀφθαλμοῦ, συμβουλεύων στρέφειν τῷ παίοντι καὶ τὴν ἄλλην σιαγόνα, μὴ ὀργίζεσθαι, μὴ δικάζεσθαι, μὴ ἐπιθυμεῖν κακῶς, μὴ κρίνειν ἐχθρὸν, νικᾷν δὲ ἀγάπῃ τὴν ἔχθραν; Τὸν οὖν τοιαῦτα συμβουλεύοντα, διὰ τὸ μὴ παραδεχθῆναι παρ' αὐτῶν, ἀφεῖλεν Κύριος καὶ πρότερον τοὺς προφήτας τὰ εἰς σωτηρίαν Ἰουδαίοις εἰσηγουμένης. Σοφὸς δὲ ἀρχιτέκτων, πᾶς οἰκοδομεῖν ἐκκλησίαν εἰδὼς, ὡς ὁ Παῦλος εἰπὼν," Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα." Καθ' ὃν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀρχιτεκτονεῖ Ἐκκλησίαν Θεοῦ λέγοντα, συνοικοδομεῖσθαι εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Καὶ τὸ, διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος συνοικοδομεῖσθαι καὶ αὔξειν εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Τοὺς οὖν ἀποβαλόντας τὸν θαυμαστὸν σύμβουλον τὸν Θεοῦ Λόγον, ἐρήμους ἐποίησε τοῦ σοφοῦ ἀρχιτέκτονος τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ καὶ συνετὸν ἀκροατὴν ἀφαιρεῖ τὸν ἔχοντα διάκρισιν Πνεύματος, καὶ συνιέντα, τίς μὲν ὁ ἐν Πνεύματι Θεοῦ λαλῶν, τίς δὲ ὁ ἐν Βεελζεβούλ. Διὸ καὶ Παῦλός φησιν·" Γίνεσθε φρόνιμοι τραπεζῖται, πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε." Εἰ δὲ κατὰ τὸν Σολομῶντα, Λόγος πολυτελὴς εἰς ἐπήκοον οὖς· ὅπου λόγος οὐκ ἔστιν, οὐδ' ἀκοῆς χρεία. Τοῦ δὲ θαυμαστοῦ συμβούλου παραιρεθέντος, καὶ ὁ συνετὸς ἀκροατὴς συναφῄρηται. Μὴ ὄντος γὰρ ἀργυρίου, τραπεζίτης ἀργεῖ· λυπηρὸν δὲ καὶ ὅταν λόγος μὲν ᾖ πλήρης νοημάτων, ὁ δὲ συνιεὶς μὴ παρῇ, τῷ μὴ ἔχειν ὦτα ψυχῆς, ἃ ζητεῖ Χριστὸς πρὸς τὴν τῶν ἰδίων λόγων ἀκρόασιν, λέγων," Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω." Καὶ ἐκ τούτων δὲ πάντων συνίσταται τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι· οὔτε γὰρ κατὰ τοὺς Ἡσαΐου χρόνους, οὔτε κατὰ τὴν ὑπὸ Βαβυλωνίων ἅλωσιν, ταῦτα γεγένηται. Πολλοί τε γὰρ συνῆσαν προφῆται πρὸ τῆς πολιορκίας αὐτοῖς. Ἐπὶ τῆς τε Βαβυλῶνος κατὰ τὴν ἐκεῖθεν ἐπάνοδον. Εἶχον δὲ καὶ διοικητὰς τοὺς κρίνοντας τὸν λαόν. Ἐν μὲν γὰρ Βαβυλῶνι Δανιὴλ κρίνει τοὺς πρεσβυτέρους. Μετά τε τὴν ἐπάνοδον ἦν Ἰησοῦς, ὁ τοῦ Ἰωσεδὲκ, καὶ Ζωροβάβελ ὁ τοῦ Σαλαθιήλ. Καὶ μετ' αὐτοὺς Μακαβαίους ἐγένοντο χρόνους. Καὶ πεντηκόνταρχοι δὲ πάντως ὡς ἐν τάξει πολεμικῇ, καὶ ὡς εἰκὸς σύμβουλοι θαυμαστοὶ, καὶ λόγων σοφῶν ἀρχιτέκτονες, κατὰ Παῦλον τῆς Ἐκκλησίας τὸν ἀρχιτέκτονα. Καὶ συνετοὶ 1901 δὲ ἀκροαταὶ οἳ τοὺς τῶν προφητῶν λόγους ἐνέκρινον, τοὺς τῶν ψευδοπροφητῶν ἀποδοκιμάζοντες πνεύματι κριτικῷ, κατὰ τὸν λέγοντα, ᾧ μὲν προφητείαν δεδόσθαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων. Πάντων δὲ τούτων ἐκπεσόντες μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν ἐμπαίκταις κυρίοις καὶ νεανίσκοις ἄρχουσι παρεδόθησαν. Διπλῆ δὲ τιμωρία, καὶ ἀφαιρεθῆναι τὰ ἀγαθὰ, καὶ παραδοθῆναι τοῖς χείροσιν. Χαλεπὴ γὰρ τιμωρία, τὸ ὑπὸ νεανίσκων ἄρχεσθαι πόλιν. Μυρία γὰρ ὑπὸ κουφότητος κακὰ συνέζευκται τῇ νεότητι. Ἑνικῶς δὲ εἰπὼν τὰ χρηστὰ, ἰσχύοντα καὶ ἰσχύουσαν, καί τ' ἄλλα πρὸς πλῆθος ἀπειλεῖ κακά. Οὐχ ὅτι ἡλικίαν δὲ νέος κατηγορεῖται, ἀλλ' ὁ νεαρὸς τὸ ἦθος. Ἐπεὶ καὶ πρὸς... διελέγετο," Μὴ λέγε ὅτι νεώτερός εἰμι," δεικνὺς μὴ οὖσαν ἐν αὐτῷ τὴν νεότητα, διὰ τὴν τῆς διανοίας τελείωσιν. Ἐμπαῖκται γὰρ κυριεύσουσιν ὑμῶν τῶν παραστησάντων ἑαυτοὺς δούλους τῇ ἁμαρτίᾳ. Ὁ γὰρ κοινὸς ἐχθρὸς γινόμενος κύριος, οὐχ ὡς ἰδίοις χρῆται τοῖς ὑπὸ χεῖρα, ἀλλ' ὡς ἐχθροῖς ἐμπομπεύει κατεπαιρόμενος αὐτῶν, καὶ κυρίου, οὗπερ τούτους ἀπέστησε. Τοιγαροῦν ὁ τῆς ἐκεῖθεν ἐνεργείας ἐπαισθανόμενος, φησὶν, ὅτι" Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων." Τούτους δὲ τοὺς ἐμπαίκτας οὐκ αὐτός φησιν ἐπιστήσειν ὁ Κύριος, ὡς τοὺς νεανίσκους ἄρχοντας. Ἀφ' ἑαυτῶν δὲ κυριεύειν, φησὶν, ἑκάστου τὸ κυριευθῆναι παρ' αὐτῶν, διὰ τῶν ἔργων ἐπισπωμένων. Ἐμπαίξαντες δὲ πρὸς τοῦ σταυροῦ τῷ Χριστῷ, νεωτέρᾳ παρεδόθησαν τῇ Ῥωμαίων ἀρχῇ· ἐμπαῖκται δὲ καὶ αὐτῶν ἐκυρίευσαν, οὐκ ἔχοντες ἐν ἑαυτοῖς τὴν ἀλήθειαν, μόνον δὲ πρὸς τὸ δοκεῖν διακείμενοι· ἔσθ' ὅτε καὶ χρήμασιν ὠνούμενοι τὸ καλεῖσθαι ῥαββί. Τοὺς δὲ τοιούτους πῶς οὐκ ἄν τις εἴποι καὶ νέους εἶναι τὸ φρόνημα; τοιούτους ἔστιν αὐτοὺς Ἰουδαίων διδασκάλους ἰδεῖν. Ἀπείη δὲ τοιαύτην Ἐκκλησίαν ὁρᾷν ἀγομένην ὑπὸ τῶν πανουργίᾳ δηλούντων τὸν λόγον, ἐν ὑποκρίσει ψευδολόγων, διὰ τῆς χρηστολογίας καὶ πιθανολογίας ἐξαπατώντων τοὺς ἀκεραίους. Οὓς ἄν τις εἰκότως ἐμπαίκτας καλέσειεν. Ἀλλ' εἰς ὅ τι φέρει ταῦτα τέλος, ἐπήνεγκεν, ὅτι συμπεσεῖται ὁ λαὸς ἄνθρωπος πρὸς ἄνθρωπον, πᾶσαν δεικνὺς ἀμιξίαν καὶ ταραχὴν, αἰδοῦς ἁπάσης ἀνῃρημένης καὶ τάξεως· φανερῶς δὲ, καὶ οὐ δι' αἰνιγμάτων ἔτι, τὰ τῆς ἐσχάτης ἁλώσεως ἐκδιηγεῖται κακά. Στάσεως γὰρ καὶ φόνου τὴν πόλιν ἀνέπλησαν, μηδὲ φόβῳ τῶν πολεμίων ἀλλήλοις ὁμονοήσαντες, ἀλλήλοις δὲ φιλαρχοῦντες ἐπῄεσαν, μηδενὸς ἐμμένοντος πρεσβυτέρου διδάγμασιν· ἔχων δέ τις ἐκ βίου τὴν ἀτιμίαν, κατὰ σεμνοῦ τὸν τρόπον ὡπλίζετο. Ἐκτετηκότες δὲ λιμῷ, καὶ ἀλλήλων γευσάμενοι, προστάτας τοὺς δοκοῦντας πλουτεῖν ἐπεγράφοντο, καὶ συγγενεῖς, εἴπως διὰ τὸ γένος ἐπικλασθεῖεν πρὸς ἔλεον, οὐκ ἀγαθοὺς ζητοῦντες ἄρχειν, ἀλλὰ τοὺς τρέφοντας. 1904 Οἱ δὲ πενίαν ἴσην ἀντιπροὐβάλοντο. Κατακρατούσης δὲ τῆς διαστάσεως, οὐκ ἀπὸ συμφώνου τὴν ἐκλογὴν τῶν ἄρχειν δυναμένων ἐπεποίηντο. Ἕκαστος δὲ τοῦ προστυχόντος ἐπελαμβάνετο. Ἐληλάσθω δὲ τῆς ἐκκλησίας τὸ πάθος, ὥστε τὸν ἀποροῦντα γαμικῶν ἐνδυμάτων ωχεύοντά τε βρωμάτων πνευματικῶν, καὶ τὸν ἀληθινὸν ἄρτον τὸν στηρίζοντα καρδίαν ἀνθρώπου ἐν τῷ κ [ρυπ] τῷ τῆς διανοίας οἴκῳ μὴ ἔχοντα πρὸς ἡγεμονίαν καλεῖν. Καὶ παρὰ μὲν Ἰουδαίοις οἱ καλούμενοι πρὸς ἀρχὴν, ὃ μὴ εἶχον, οὐκ ἐπηγγέλλοντο. Παρ' ἡμῖν δέ τινες οὐ Χριστὸν ἐνδεδυμένοι, οὐ σπλάγχνα οἰκτιρμοῦ, πρὸς ἀρχὴν πηδῶσι καὶ ἄκλητοι. Ἐδέοντο δὲ ἱματίου εὐσχήμονος, καὶ κοσμίου λόγου, τοῦ καλύπτοντος αὐτῶν τῆς ψυχῆς τὴν ἀσχημοσύνην. Οἱ δὲ κληθέντες οὐ καθόλου τότε παρητήσαντο τὴν ἀρχὴν, τὴν δὲ τοῦ λαοῦ τούτου. Καὶ τὴν αἰτίαν φασὶν, ὅτι Αἰνεῖτε Ἱερουσαλήμ. Ὑπὸ χειρὸς γὰρ Κυρίου τῷ δεσμῷ τῆς συναφείας κεκρατημένη, νῦν ἀποβέβληται, καὶ πέπτωκεν Ἰουδαία τῶν στηριγμάτων ὑφαιρεθέντων, ἀνόμων δὲ γλῶσσαν ἐκτήσαντο, τὴν καρδίαν πρὸς τὸν Θεὸν ἀλλοτρίαν κτησάμενοι, καὶ ἀντὶ τοῦ μελετᾷν ἐν νόμῳ Κυρίου ἡμέρας καὶ νυκτὸς, Σαμαρείτην εἶναι λέγοντες, αὐτὸν ἔχειν δαιμόνιον, φάγον τε καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγενημένον. Ἐφ' οἷς ἂν εἴποι τις οὐκ ἀδίκως, ἐκτείνεται δίκτυα πτερωτοῖς. Καταστροφὴ δὲ ἀνδρῶν παρανόμων κακή. Παῤῥησίαν τοίνυν μὴ ἔχοντες οὐκ ἀνανεύουσι πρὸς Θεόν. Τοιαῦτα γὰρ ἥμαρτον, ὡς Σοδομίταις αὐτοὺς παραβάλλεσθαι, μηδὲ λάθρα παρανομήσαντας δι' αἰσχύνην, διὰ δὲ τὸ γαυριᾷν, τὴν ἁμαρτίαν πᾶσιν ἀναγγείλαντας. Ὡς γὰρ Σοδομῖται τῷ Λὼτ τοὺς ἄνδρας ἀπαιτοῦντες ἀνήγγειλαν τὴν ἀσέλγειαν· οὕτως οὗτοι τῷ Πιλάτῳ τὴν ἀνομίαν," Αἶρε, αἶρε βοῶντες, σταύρου αὐτόν." Κακὰ δὲ πᾶς βουλευόμενος, ἐφ' ἑαυτὸν ἐβουλεύσατο· ὡς ἀπὸ στεῤῥῶν σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφέντας ἐπάνεισιν. Τίς δὲ ἡ βουλή; Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Δήσαντες γὰρ τὸν Χριστὸν ἤγαγον πρὸς τὸν Καϊάφαν. Δύσχρηστος δὲ τοῖς ἀδικοῦσιν ἡ δικαιοσύνη, καθάπερ ὀφθαλμιῶσιν ὁ ἥλιος. Τὰ γεννήματα δὲ τῶν ἔργων αὐτῶν, αἰχμαλωσία, διασπορὰ, καταστροφὴ τοῦ ναῦ, ἡ ἀπὸ δόξης κατάπτωσις, ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν, δι' ἣν οὐκ ἀναβλέπουσι πρὸς Θεὸν, εἰς τὸν μονογενῆ Υἱὸν ἀσεβήσαντες, καὶ δήσαντες τὸν Λόγον, τὴν ἀλήθειαν, τὸ φῶς, τὴν δικαιοσύνην, τὸν Σωτῆρα, τὸν ἰατρὸν, τὸν ἐλευθερωτήν· ἃ δὴ ποικίλως ἐπινοεῖται Χριστός. Ἐστέρηνται Λόγου, φωτὸς, ἀληθείας, ἀνθ' ὧν ἔσπειραν, τοιαῦτα θερίζοντες." Ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει." Καὶ ὡς παρέδοσαν Πιλάτῳ τὸν Ἰησοῦν, καὶ ταῖς τῶν στρατιωτῶν ἀνημέροις ὀργαῖς· οὕτω καὶ αὐτοὶ, φησὶ, Ῥω 1905 μαίων παραδοθήσονται στρατιαῖς. Οἷς Ἰεζεκιὴλ συμφώνως φησὶ," Καθὼς ἐποίησα, φησὶν, οὕτω καὶ ἔσται σοι. Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου." Ταῦτα δὲ περὶ τῆς ἐσχάτης θείας εἴρηται κρίσεως ἀντιμετρούσης ἑκάστῳ τὸ δίκαιον. Εἰ δὲ διὰ τοῦτο· Οὐαὶ τῷ πονηρῷ, ὅτι κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ· ᾧ μὴ προεχώρησεν εἰς ἔργον ἡ κακία, ἐν δὲ τῇ κακίᾳ συνετελέσθη, ἆρ' οὐκ ἔσται κόλασις, καὶ οὐαί; Ἀλλὰ τὸ τέλειον εἰπὼν ἐν κακίᾳ, σοὶ τὸ λειπὸν ἐξ ἀναλόγου κατέλιπεν. Τὸ γὰρ ἔργον τελειοῖ, ἡ δὲ τῆς διανοίας ὁρμὴ ἀτελής. Ἀντὶ δὲ τοῦ, αἱ γλῶσσαι αὐτῶν, Ἀκύλας φησὶ τὰ ἐπιτηδεύματα. Ἀντὶ δὲ τοῦ, ἀπειθοῦντες, ὁ Σύμμαχος, εἰς τὸ παραπικρᾶναι αὐτὸν, ἐξέδωκεν. Ἀπὸ δὲ τοῦ αἴου τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν, ὁ προφήτης λέγει θρηνῶν, ἰδὼν αὐτῶν τὴν ἀναιδῆ καὶ Σοδομιτικὴν τόλμαν τὴν εἰς ἀσέβειαν· ιβιεʹ. 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύσουσιν ὑμῶν. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν9, κ. τ. λ. Τῶν κατά τι πλημμελούντων, οἱ μὲν πταίουσιν ἐν γνώσει, νικώμενοι μὲν ὑπὸ τῆς κακίας, ὑπὸ δὲ τοῦ συνειδότος δακνόμενοι. Οἱ δὲ ἐν ἀγνοίᾳ, βοσκημάτων δίκην βιοῦντες. Πάντων δὲ χείρους, οἱ καὶ ἄλλους δι' ἁρπαγῆς πρὸς τὴν κακίαν ἐνάγοντες· ὁ δὲ τοῦ Θεοῦ Λόγος πολλοὺς κατὰ πλάνην ἐν Ἰουδαίοις ὁρῶν ἁμαρτάνοντας, ἀφορίζει μὲν τῶν πρόσθε κατηγορηθέντων αὐτοὺς, οἷά τε Πατὴρ Χριστὸς τούτους παρακαλεῖ, λαὸν ἴδιον αὐτοὺς ὀνομάζων προτρεπτικῶς. Αὐτοῦ γὰρ πάντες, κἂν ἁμαρτάνωμεν. Διὸ καὶ πάντας θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, μὴ βουλόμενος ἡμῶν τὸν θάνατον ὡς τὴν μετάνοιαν, ἤγουν ὡς δυναμένων, εἴπερ ἕλοιντο, Κυρίου γενέσθαι λαός· συγγνώμην τε νέμων τοῖς κατ' ἄγνοιαν πλημμελήσασιν, τοὺς αἰτίους αὐτοῖς τῆς εἰς αὐτὸν ἀπιστίας ἐλέγχει, οὓς ἔμπροσθεν ἐμπαίκτας ὠνόμαζεν, οὓς καὶ καλαμᾶσθαί φησιν τὸν λαὸν, τὰς ἀπαρχὰς καὶ δεκάτας λαμβάνειν ἐθέλοντες, οὐ συνεχώρουν πιστεύειν Χριστῷ. Ἐν οἷς γὰρ ἐπλούτουν, μόνον φυλάττειν τὸν νόμον ἐκέλευον, ἐντολῶν παραμελοῦντες τῶν ἄλλων. Διόπερ αὐτοὺς ἐταλάνιζεν, ὡς ἀποδεκατοῦντας τὸ ἄνηθον, καὶ τὸ ἡδύοσμον, καὶ τὸ 1908 κύμινον, ἀφιέντας δὲ τὰ τοῦ νόμου βαρύτερα, τὴν 1908 κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν. Ἔσθ' ὅτε δὲ κα δίκην ἐπῆγον τοῖς πταίουσιν, ὡς ἄν τις ἁλοὺς, ἐπὶ ἐγκλήματι τὰ ὑπὲρ δύναμιν αὐτοῖς προσάγει φοβούμενος. Ὅθεν καλαμᾶσθαί φησιν, ὡς μετὰ τὸ θερίσαι, καὶ τοῖς ἔτι λειπομένοις προσάγοντας δεξιάν· καὶ πράκτορας καλεῖ. Κατεξουσίαζον γὰρ αὐτῶν οὐ πράως, ὡς δὴ μαθηταῖς διδάσκαλοι προσφερόμενοι, ὡς δὲ σκληροὶ δεσπόται πρὸς τὸ δοκοῦν ἀναγκάζοντες, ἐναντίως τῷ θείῳ Πέτρῳ παραγγέλλοντι τοῖς διδασκάλοις μὴ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. Καὶ ψυχῶν δὲ τυγχάνουσι πράκτορες πονηραὶ δυνάμεις τὴν ἐπὶ τὸ χεῖρον ἀπαιτοῦσαι σπουδήν· ὅθεν ἡ Γραφὴ μακαρίζει τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου· τὸν τὰ πάθη δηλονότι νενικηκότα, καὶ τῆς ἑαυτοῦ διανοίας, ὡς μήτε θερίζεσθαι, μήτε καλαμᾶσθαι τὸν νοῦν· ἃ δὴ ποιεῖν οἱ Φαρισαῖοι πάντα τρόπον παρ' Ἰουδαίοις ἐθέλοντες, πῆ μὲν ἐφόβουν, ὡς εἴρηται· πῆ δὲ τοὺς τῶν Ἰουδαίων οἴκους περιφοιτῶντες χρηστοεπεῖν ἐπεχείρουν, εὐλογημένον τε λαὸν ὠνόμαζον καὶ κλῆρον Θεοῦ, κέρδους τε χάριν παραλῦσαι τὸν νόμον ἀνέπειθον. Ἠτιᾶτο γὰρ αὐτοὺς ὁ Κύριος ὡς ἀκυροῦντας τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν ἰδίαν παράδοσιν. Ταῦτα οὖν δρῶντες, οὐκ ἐῶσι, φησὶν, ὑμᾶς πρὸς τὸν σωτήριον λόγον ὁδοιπορεῖν, εἰδότες ὡς καταργουμένου τοῦ νόμου, μετέχειν τῶν διὰ τούτου λημμάτων οὐχ ἕξουσιν. Συνέχεον οὖν αὐτῶν τὰς ὁδοὺς, ταῖς σκιαῖς ἐναπομεῖναι κελεύοντες. Κολακικῶς δέ τις μακαρίζων, οὐ μέτρια βλάπτει, τὴν ἐπὶ τοῖς ἁμαρτήμασι παραιρούμενος αἴσθησιν, καὶ κωλύων τὴν ἐπὶ μετάνοιαν βαδίζειν ὁδόν. Αἱ μὲν γὰρ θλίψεις ταπείνωσιν, ὁ δὲ μακαρισμὸς φυσίωσιν ἐμποιεῖ. Κολακεία μὲν οὖν τοὺς ἁπλουστέρους ἐπαίρει, σπουδαίαν δὲ ψυχὴν οὐ κακηγορία συστέλλει, οὐκ ἔπαινοι ταύτην ἐπαίρουσιν...... ΚΕΦΑΛ. Εʹ. αηʹ. 9Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνί μου9, κ. τ. λ...... καὶ τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Ὅπερ ὁ κακὸς οἰκονόμος οὐ διαπράττεται. Σκάπτειν γὰρ, φησὶν, οὐκ ἰσχύω. Ἀκολουθεῖ δὲ τῷ μὴ τέμνεσθαι, μηδὲ σκάπτεσθαι, τὸ ἀναβαίνειν ὡς εἰς χέρσον ἀκάνθας, ἃς ὁ Κύριος ταῖς βιωτικαῖς μερίμναις ἀπείκασεν. Ἄνω μὲν οὖν ἔλεγεν. Ἐποίησε δὲ ἀκάνθας· ἐνταῦθα δὲ προσέθηκεν, ἀναβήσονται. Τὸ γὰρ μέγεθος τῆς κακίας, καὶ τὴν ἐπὶ πολὺ χύσιν ὁ λόγος ἐμφαίνει. Ἐπεὶ οὖν, φησὶ, ἀνέμεινα μὲν τοῦ ποιῆσαι καρπὸν, ἐξ ἰδίας δὲ προαιρέσεως ἀκάνθας ἐποίησεν, παραδώσω αὐτὸν ἐρημίᾳ τε καὶ ἀφανισμῷ, ὧν ἑαυτὸν κατέστησεν ἄξιον. Ἀλλὰ καὶ ταῖς νεφέλαις ἐντέλλεται τοῦ μὴ βρέξαι ἐπ' αὐτόν· οὕτω τοὺς προ 1909 φήτας καλῶν, διὰ τὸ καθαρὸν αὐτῶν καὶ διαυγὲς τοῦ βίου, διὸ οὐράνιος αὐτοῖς ἐχορηγεῖτο λόγος. Ὡς γὰρ νεφέλη ἀήρ ἐστι πάσχυς ἐκ τῆς ὑγρᾶς ἀπὸ γῆς ἀναθυμιάσεως συνιστάμενος· καὶ μετεωρισθεὶς τοῖς ἀνέμοις, ὅταν λάβῃ παρ' αὐτῶν ἀξιόλογον ἄθροισμα, καὶ τὸ ἐκ τῆς ἐνεσπαρμένης αὐτῷ νοτίδος βάρος ἱκανὸν ἐγγένηται, τότε σταγόνας εἰς τὴν γῆν καθίησιν. Καὶ αὐτὴ τῶν ὄμβρων ἡ φύσις ἀπὸ γῆς εἰς γῆν φερομένων· οὕτω καὶ οἱ προφῆται ἐκ μὲν τῆς κοινῆς ὁρμώμενοι φύσεως, διὰ καθαρότητα δὲ ψυχῆς τῇ δυνάμει τοῦ Πνεύματος συνυψούμενοι, καὶ λόγων γονίμων σταγόνας ταῖς ψυχαῖς ταῖς ἀγαθαῖς καὶ καρποφόροις ἐνστάζοντες. Τοιοῦτος ὁ Μωϋσῆς," Προσδοκάσθω, λέγων, ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου." Καὶ πάλιν," Ὡς ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον τὰ ῥήματά μου." Ἐντέλλονται οὖν μὴ βρέχειν ἐπὶ τὸν ἀκανθοφόρον ἀμπελῶνα, τὸν ταῖς ἀκάνθαις ταῖς οἰκείαις στεφανώσαντά μου τὸν Κύριον, καὶ κραυγὴν ἄθεον ἐπὶ τούτῳ κινήσαντα," Αἶρε, αἶρε, σταύρου αὐτόν." Ταύτην γὰρ, φησὶν, τῆς ἐγκαταλείψεως τὴν αἰτίαν, δι' ἣν καὶ ὁ ναὸς ἐπὶ γῆς, καὶ τὸ ἔθνος ἀνεπισκόπευτον, καὶ ὑετὸς αὐτοῖς οὐκ ἔστιν οὐράνιος· καίτοι καὶ ἐν Αἰγύπτῳ καὶ Βαβυλῶνι προφῆται συνῆσαν αὐτοῖς, καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον· νῦν δὲ παντελῶς ἐκλελοίπασιν. Εἰ δέ τις λέγοι καὶ πρὸ τῆς ἐπιδημίας ἐπιλελοιπέναι τοῦ Χριστοῦ, ἀλλ' οὐχ ἅπαντα· ἔτι γὰρ καὶ ὁ νεὼς συνειστήκει, καὶ τὴν νομικὴν ἐτέλουν λατρείαν, μέχρι τῆς αὐτοῦ παρουσίας. Νῦν δὲ καὶ πύργου καθαίρεσις, καὶ ἐρημία τοῦ ἀμπελῶνος, καὶ ἔκλειψις προφητῶν, ἀντὶ τῶν ἀκανθῶν ἐκείνων, καὶ τῆς κραυγῆς, ἣν ἀφίησιν πᾶσα ἡ πρὸς θάνατον ἁμαρτία, αὐτῆς βοώσης τῆς πράξεως, ὡς καὶ τὸ αἷμα τοῦ Ἀβὲλ βοᾷ. Ἀνομίαν δὲ ποιεῖ πᾶς μὴ κανόνι δικαιοσύνης, μηδὲ νόμου, πράττων δὲ ἀδιακρίτως τὰ δόξαντα, κραυγῆς ὢν καὶ θορύβου καὶ συγχύσεως αἴτιος· ὡς τοῖς δικαίοις κρίμασιν ἡσυχία παρέπεται, τῶν κρινομένων εὐσταθῶς καταδεχομένων τὰ ὁριζόμενα. Διὸ καὶ Παῦλός φησι," Πᾶσα κραυγὴ καὶ θόρυβος ἀρθήτω ἀφ' ὑμῶν." Ἔστι δὲ καὶ κραυγή τις ἀστεία, ἣν ὁ Κύριος ἑστὼς ἐν τῷ ἱερῷ ἔκραξεν. Ἧ καὶ Δαβὶδ ἐκέχρητο λέγων," Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα," ὃ δηλοῖ τὸ μεγαλόφωνον καὶ μεγαλοφυὲς τῶν οὐρανίων δογμάτων. Ὡς ἡ πρώτη κραυγὴ συγγενής ἐστιν ἀπὸ Σοδόμων καὶ Γομόῤῥας. Διῃρέθη δὲ ἡ προσηγορία τοῦ Ἰακὼβ εἰς τὸν Ἰσραὴλκαὶ Ἰούδαν· καὶ πρότερον μὲν ἐπὶ τοῦ Δαβὶδ, μετὰ τὴν τελευτὴν τοῦ Σαοὺλ, εἰς αὐτὸν Δαβὶδ, καὶ τὸν υἱὸν τοῦ Σαούλ· ὕστερον δὲ ἡνίκα τοῦ Ῥοβοὰμ τὰς δέκα φυλὰς ἀπέστησεν Ἱεροβοάμ. Διὸ καὶ νῦν τὰς δύο προσηγορίας φησίν. Πλείονα δὲ ἡμάρτανεν Ἰσραὴλ, ὅθεν καὶ θᾶττον ᾐχμαλωτίσθη. Διὸ καὶ ἐνταῦθα, ὁ μὲν ἀκανθοφόρος ἀμπελὼν οἶκος τοῦ Ἰσραὴλ γίνεται· ὁ δὲ ἄνθρωπος τοῦ Ἰούδα, 1912 οὐκέτι ἀμπελὼν, ἀλλὰ νεόφυτον, οὐ κεχερσωμένον, ἀλλ' ἠγαπημένον. Ἐπειδὴ δὲ σεσιώπηται ἐν τούτοις ὁ περὶ τῶν γεωργῶν τοῦ ἀμπελῶνος λόγος· διὰ τοῦτο Χριστὸς τοῖς ἄρχουσι τοῦ λαοῦ τὴν προκειμένην, ὡς γνώριμον, ἔφη παραβολὴν, καὶ τοὺς γεωργοὺς προστίθησι, τὸ λεῖπον ἀναπληρῶν· ἐν ᾗ φησιν, Ὃς ἐξέδοτο τὸν ἀμπελῶνα καὶ ἀπεδήμησεν. Οἱ δὲ τοὺς δούλους κατὰ καιρὸν ἥκοντας ἐπὶ τὸ λαβεῖν τοὺς καρποὺς, ἀπέκτειναν, οἷσπερ ὕστερον καὶ τὸν υἱὸν καὶ κληρονόμον προσέθηκαν. Διὸ κακοὺς κακῶς ἀπολέσειν ἠπείλει τοὺς γεωργούς. Εὐξώμεθα τοίνυν ἀπηρτῆσθαι τῆς ἀληθινῆς ἀμπέλου, οἷα κλήματα τῆς ζωοποιοῦ πιότητος ἐκπληρούμενοι. Οὕτω γὰρ δι' οἰκειότητα πνευματικὴν καρποφόροι γινόμεθα. Διό φησι," Μείνατε ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν οὐδὲν, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ μὲν ὢν ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν." Αὐτὸς οὖν καρποφόρους ποιεῖ. Αὐτὸς φραγμὸν περιτίθησιν. Καὶ ἐγείρας τεῖχος ἀποστήσει τοὺς διοδεύοντας. Πρὸς γὰρ αὐτὸν, λόγιόν φησιν ἕτερον," Καὶ οἰκοδομηθήσονταί σοι ἔρημοι αἰώνιοι, καὶ μνημόσυνον γενεῶν γενεαῖς καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀναμέσον παύσεις." ηʹιηʹ. 9Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαββαὼθ ταῦτα9, κ. τ. λ. Δύναται μὲν καὶ κοινὰ ταῦτα εἶναι παραγγέλματα τοῖς πλεονεξίαν καὶ τρυφὴ νενοσηκόσι. Δύναται δὲ καὶ συνηρτῆσθαι τῶν ἄνω, καὶ τὰς ἀκάνθας διηγεῖσθαι κατὰ μέρος, ἃς ἔφη τὸν ἀμπελῶνα πεποιηκέναι. Καὶ πάλιν, ἃ διὰ ταύτας Ἰουδαίοις συμβήσεται δυσχερῆ, ὧν ἔσεσθαι μελλόντων ὀλιγωροῦντες, ἀρπαγὲς καὶ μέθαις προσέκειντο, καὶ ταῦτα κατὰ τοῦ Κυρίου τολμήσαντες δεινότατα. Ἐπειδὴ δὲ καὶ ἡμῶν ἕκαστος ἐν ἑαυτῷ φέρει γεώργιον, φυλαξώμεθα τὸ προσκροῦσαι Θεῷ. Τότε γὰρ ὡς οἶκον ἀσφαλῆ τὴν ποικίλην ἀρετὴν κατοικήσομεν, πληθυνοῦμεν δὲ σῖτον ὥσπερ κοιλάδες. Εὐλογούμενα γὰρ αὐξήσει τὰ γεννήματα τῆς δικαιοσύνης ἡμῶν, κατὰ τὸν θεῖον Ἀπόστολον. Οὓς δὴ καὶ, φησὶν, ὅτι μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Τούτους γὰρ καὶ νῦν ὁ προφήτης θρηνεῖ μὴ συγχωρουμένους ἰδεῖν τὰ ἔργα Κυρίου νήφοντι λογισμῷ. Συγκαιόμενοι γὰρ οἴνῳ, πρὸς τὸ πίνειν οὐκ ἔχουσι πέρας, τῆς συγκαύσεως δηλούσης καὶ τὴν φλόγα τὴν ἐκ τῶν ἄλλων ἐγειρομένην παθῶν ἐπιτεινόντων ταῦτα, καὶ τῶν ὀργάνων τῶν μουσικῶν, ἃ τοῦ Ἰωβάλ ἐστιν εὑρήματα, τοῦ ἐκ τοῦ Κάϊν καταγομένου, οἷς καὶ Λάβαν ἠβούλετο 1913 παραπέμπειν τὸν Ἰακὼβ, ἀλλ' ἀπέδρα πρὸς τὸ ἰδεῖν τὰ ἔργα Κυρίου, ταῦτα κρίνας ἐμπόδιον, ὧν ἀκοῦσαι καὶ αἱ φυλαὶ τῶν Βαβυλωνίων κατέπιπτον. Οἱ δὲ φυγόντες τὸν οἶνον τὸν Βαβυλώνιον, καὶ τοῦ βασιλέως ἐκείνου τὴν τράπεζαν, οὔτε πεσόντες προσεκύνησαν, καὶ τὴν δύναμιν ἔσβεσαν τοῦ πυρός. Βλέπει μὲν οὖν τις δι' ὀφθαλμῶν τὰ ἔργα Κυρίου. Ἀπὸ δὲ τούτων κατανοεῖ τὰ ἀόρατα. Ταῦτα γὰρ τοῖς ποιήμασι νοούμενα καθορᾶται. Καὶ πῶς ἂν τοῦτο γένοιτο σκοπουμένου τῇ μέθῃ τοῦ νοῦ, καὶ Θεὸν ὁρᾷν οὐκ ἰσχύοντος; ἔργα δὲ χειρῶν, καὶ ἡ προσδοκωμένη κατὰ τὸν ᾅδην ἀντίδοσις, πῦρ καὶ γλῶττα ξηραινομένη, καὶ τὰ λοιπά· ὅθεν ἀνιστάμενοι ζῇν ἐθελήσωμεν ἱερατικῶς." Οἶνον γὰρ καὶ σίκερα, φησὶν, οὐ πίεσθε" πρὸς Ἀαρὼν καὶ τοὺς υἱοὺς ὁ Θεὸς," ἡνίκα ἂν εἰσπορεύεσθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου." Σίκερα δὲ καθ' Ἐβραίους πᾶν ἐμποιῆσαι μέθην δυνάμενον. Εἶτα λοιπὸν ἐπάγει τὰ διὰ ταῦτα δεινὰ γενόμενα μὲν αὐτοῖς ὑπὸ Βεσπασιανοῦ καὶ Ἀδριανοῦ Ῥωμαίων αὐτοκρατόρων. Καὶ κατὰ διάνοιαν δὲ στερηθέντες τοῦ ἐπιουσίου καὶ λογικοῦ ἄρτου τῆς ζωῆς, λιμώττουσι δεινῶς, κατὰ τὸ," Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν." Καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι, τῷ τῆς ψυχῆς θανάτῳ περιπεπτώκασιν, ἀποστραφέντες τε τὸν ἐλθόντα κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, τοῖς νοητοῖς παρεδόθησαν αἰχμάλωτοι πολεμίοις. Ἐνεκρώθησαν οὖν οὐ διὰ λιμὸν ἄρτου, οὐδὲ διὰ δίψαν ὕδατος, ἀλλὰ διὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, καὶ διὰ δίψαν ὕδατος, οὗ τις ἐκ τοῦ Κυρίου μεταλαβὼν οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· οὐ λιμοκτονήσει γὰρ Κύριος ψυχὰς δικαίων· οὐδὲ τὸ σπέρμα τοῦ δικαίου ζητεῖ ἄρτους· οὐδὲ νηστεύουσιν οἱ τοῦ νυμφῶνος υἱοὶ παρόντος αὐτοῖς τοῦ νυμφίου. Τὸ δὲ, Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, τὸ πάθος τῶν ἀπολουμένων δηλοῖ. Οὐ γὰρ τὸ ζῶον οὕτως, οὐδ' ἡ δύναμις ἐπιτεταμένη τοῖς ἀποθνήσκουσιν. Τὸ δὲ στόμα λέγων, παρέστησεν τόπον τινὰ ἐκ τῆς εἰς θάνατον ἁμαρτίας ἐνδοτάτω τῆς γῆς ἀφεγγῆ διὰ στομίου τινὸς τοὺς κατιόντας δεχόμενον. Αἰχμαλωτίζεται δέ τις, ἀπαχθεὶς ἀπάτῃ τῆς ἐν τῷ παραδείσῳ μακαριότητος. Νεκροῦται δὲ, τὴν ἐκ τῆς ἐντολῆς οὐκ ἔχων ζωήν. Εἰς ᾅδου δὲ κάτεισι ὁ φύσει κακίας τοῦ Θεοῦ χωρισθεὶς, τῷ ἀγαθῷ ποιούσης ἐναντίαν διάθεσιν. Ἐκ δὲ τῶν ἐναντίων ὁ δίκαιος συνηγέρθη Χριστῷ, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανιοῖς. Κατίασι δὲ πρὸς ᾅδην, πρῶτον οἱ ἔνδοξοι, δοκοῦντες μὲν ἀγαθοὶ, μὴ τοιαῦτα δὲ τὰ ἕργα κτησάμενοι. Εἶτα οἱ μεγάλοι. δυνάμει καὶ ἀρχῇ τῶν πολλῶν ὑπερέχοντες, οἱ ἐξ ἀδικίας τε πλούσιοι, ἢ οἱ τὴν ἐπιθυμίαν τοῦ πλείονος ἀκόρεστον ἔχοντες, λοιμοί τε πάντες, οἱ διδάσκον 1916 τες πονηρὰ λόγοις, ἢ τῷ πρὸς ἁμαρτίαν ἐρεθισμῷ. Ἀγαλλιᾶται δὲ ἐν Ἰερουσαλὴμ τῇ γηΐνῃ, ὁ κατὰ σάρκα ζῶν Ἰουδαῖος, πρὸς τὴν ἀποκειμένην τοῖς ἁγίοις μὴ βλέπων μακαριότητα. Ταπεινοῦται δὲ ἄνθρωπος μὲν ἁπλῶς ὁ κατὰ τὰς κοινὰς ἐννοίας μείζων, καὶ τὴν δύναμιν τὴν ἐκ πρώτης αὐτῷ δοθεῖσαν κατασκευῆς, διὰ τὴν πρὸς τὰ κάτω συμπάθειαν. Ὁ δὲ καταξιωθεὶς ἤδη χρηματίζειν ἀνὴρ, πρὸς τὰ πάθη μαλακιζόμενος, ἀτιμάζεται ζημειωθεὶς οὐ τὸ κοινὸν ἁπλῶς, ἀλλὰ καὶ τὸ ἐξ ἀσκήσεως αὐτῷ γεγονὸς ἀγαθόν." Τοὺς γὰρ δοξάζοντάς με, δοξάσω· καὶ οἱ ἐξουθενοῦντές με, ἀτιμασθήσονται," φησὶν ἐν πρώτῃ Βασιλειῶν. Ἐξουθενοῖ δὲ Θεὸν ὁ παραβαίνων τὰς ἐντολάς. Ὀφθαλμοὶ δὲ μετέωροι τῶν τὴν διάνοιαν εἰς τὸ ὕψος ἀράντων. Θεασάμενοι γὰρ τὸν τὰ πάντα ποιήσαντα, καὶ ὑπεράνω γεγονότες τῶν αἰσθητῶν, διὰ ψευδοδοξίας καὶ τοῦ προσπάσχειν τοῖς ὑλικοῖς, εἰκότως ἐταπεινώθησαν. Ὑψοῦται δὲ Κύριος ἐν κρίματι, κατὰ τὴν δικαίαν τῶν εἰρημένων ἀνταπόδοσιν. Καὶ καθ' ἕκαστον δὲ κατόρθωμα ὑψοῦμεν Θεόν. Συνεργίᾳ γὰρ κατορθοῦμεν τῇ παρ' αὐτοῦ. Διό φησιν," Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με·" καὶ πάλιν, ὑψοῦμεν αὐτὸν, θεωροῦντες αὐτοῦ τὴν σοφίαν, τὴν δύναμιν, τὰ κρίματα· ὡς λέγεσθαι περὶ τοῦ δικαίου," Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτοῦ." Ὁ δὲ τὸν Κύριον ἰδὼν ὑψούμενον, ἐν τοῖς κρίμασιν, ὁρᾷ καὶ τὴν δόξαν τῆς δικαιοσύνης αὐτοῦ. Ἀντὶ δὲ τοῦ, Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, ὁ Σύμμαχος, Νεμεθήσονται, φησὶν, οἱ ἀμνοὶ αὐτῶν. Τὰ δὲ ἔρημα τῶν παρανόμων πάροικοι φάγονται· ἃ καὶ πρὸς λῆξιν ἐγένετο. Τῶν γὰρ ἀρχόντων τοῦ λαοῦ δίκην ταύρων ἀγέλης ἡγουμένων εἰς μετοικίαν ἀπαχθέντων, καὶ ἐπὶ τῆς ἀλλοδαπῆς διαρπασθέντων, τὰς ἐρήμους αὐτῶν χώρας πάροικοί τινες ἐπελθόντες καὶ μέτοικοι κατέσχον· ὅπερ ἔλεγε, Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν. Οὗ τοὐναντίον ἦν, ὅτε Θεὸς ὑπερεμάχει τοῦ ἰδίου λαοῦ. Νῦν δὲ δι' ἄλλου προφήτου φησὶν ὁ Θεὸς," Καλαμᾶσθε, καλαμᾶσθε, ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραήλ. Ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ." Φησὶν οὖν καὶ οὗτος, ὅτι οἱ πάλαι ὑπὸ τῶν Ἰουδαίων διηρπασμένοι ἡνίκα τούτοις συνεμάχει Θεὸς, τὰ τούτων βοσκηθήσονται, ταύρων ἔχοντες δύναμιν. Καὶ τὰς ἐρήμους, φησὶ, τῶν πολιορκηθέντων ἄρνες οἱ ἐξ ἐθνῶν βοσκηθήσονται. βαθυτάτην, ὡς ἐν ἐρήμῳ, πόαν νεμόμενοι. Τοὺς [μὲν] ἰσχυροὺς ταύρους εἰπὼν, τοὺς δὲ μὴ τοιούτους ἄρνας. Τοιαῦτα δὲ πάσχομεν ὑπὸ τῶν ἀντικειμένων δυνάμεων ἡττώμενοι κατὰ πόλεμον καὶ ὑπὸ τῶν ἀλόγων κινημάτων, ταύρων δίκην, ἐν τῇ ἐρημίᾳ τοῦ βίου τούτου διάξομεν. Ὅθεν οὐκ ἔφη, Βόες. Συναγελαστικαὶ γάρ. Ὁ δὲ ταῦρος θυμοειδὴς ὢν ἀποσπᾶται τῶν ἄλλων. 1917 ιηιθʹ. 9Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν. Καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν9. Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἀκόλουθα. Πολλῶν γὰρ ἐπακούσαντες διδασκαλικῶν λόγων τοῦ Σωτῆρος, μετ' αὐτόν τε τῶν ἀποστόλων, ἐπιμένοντες ἀπιστίᾳ, προσθήκας ἐποιοῦντο πλημμελημάτων, ἀεὶ τοῖς προλαβοῦσιν ἐπισυμπλέκοντες ἕτερα, καθάπερ οἱ πλέκοντες σχοινίον, παυσαμένου τοῦ κλωθομένου συνάπτουσιν ἕτερον, μακρὸν ποιῆσαι βουλόμενοι. Πᾶς δὲ ἁμαρτάνων, δεσμοὺς ἑαυτῷ δι' ὧν ἁμαρτάνει κατασκευάζεται, μακρὸν, ἢ βραχὺ, κατὰ λόγον τῶν ἁμαρτημάτων, τὸ σχοινίον ᾧ δεσμεῖται ποιῶν. Διὰ γὰρ τοῦτο γινόμεθα δέσμιοι κατὰ τὴν Ἱερεμίου φωνήν. Σειραῖς γὰρ τῷ ὄντι τῶν ἰδίων ἁμαρτημάτων ἕκαστος σφίγγεται. Καὶ ἅπερ δὲ κατὰ τὸν πλησίον οὐκ ἐκ τοῦ παρατυχόντος, ἀλλ' ἐκ βουλῆς καὶ ἐνέδρας καὶ μακρῶν συντελοῦμεν κατασκευῶν, σχοινίον ἐστὶ μακρὸν, δι' οὗ καὶ πόῤῥω κειμένας ἑαυτοῖς τὰς ἁμαρτίας ἐπισυρόμεθα, ἤγουν τὰς ἐπ' αὐταῖς τιμωρίας. Καὶ ταύτας γὰρ οἶδεν ἁμαρτίας καλεῖν ἡ Γραφή. Τρόπον γάρ τινα τὴν τοῦ Θεοῦ καθ' ἑαυτὸν ἐλθεῖν βιαζόμεθα δίκην, ὡς ἡμῶν ἑκάστῳ λέγεσθαι·" Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς;" Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Οὐαὶ οἱ ἕλκοντες τὰς ἀνομίας, ὡς σχοινίῳ ματαιότητος, καὶ ὡς βρόχῳ τῆς ἁμάξης τὴν ἁμαρτίαν. Μακρὰ γὰρ ὄντα τὰ σχοινία δυσδιάλυτά ἐστιν, τῷ τῶν ἁμαρτημάτων εὐτόνῳ πυκνούμενα. Οἱ γὰρ ζυγόδεσμοι, οὐδὲ ὑπὸ τῶν ἰσχυροτάτων ζυγῶν, καὶ βιαίως ἐπισπωμένων τὰ βάρη, εὐχερῶς διαῤῥήγνυνται. Τὴν δὲ ἰσχὺν ἐπέτεινεν ἐκ δαμάλεως εἰπὼν τὸν ἱμάντα ἰσχυροῦ τε ζώου, καὶ οὔτε διὰ πόνον, οὔτε διὰ χρόνον ἠσθενηκότος. Ἢ οὕτως, ὡς οἱ τὰς δαμάλεις, ἤτοι τὰς βοῦς ὑποφέροντες τοῖς ζυγοῖς, ἕλκουσιν ἔσθ' ὅτε σὺν βίᾳ πολλῇ εἰς πόνους [καὶ] καταδεσμεύουσιν· τὸν αὐτὸν τρόπον τοῖς ἐκ θείας ὀργῆς ἐσομένοις ἑαυτοὺς ὑποφέροντες ἔφασκον, Ἐγγισάτω τὸ τάχος ἃ ποιήσει, τὰς καθ' ἑαυτῶν ἀπειλὰς παρά τε προφητῶν, καὶ αὐτοῦ τοῦ Σωτῆρος ἀκούσαντες, δι' ἀπιστίαν τε ταύτας ἐπικαλούμενοι. Διό τις αὐτοὺς ταλανίζει προφήτης εἰπών·" Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς." Καὶ αὐτὸν μέντοι γενόμενον δέσμιον ἁμαρτίας ἀκολουθῆσαι Χριστῷ τῷ ἐροῦντι τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε. Ἅγιον δὲ Ἰσραὴλ τὸν μονογενῆτοῦ Θεοῦ Λόγον φησίν. κʹ. 9Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ