Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1920.1
καλὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν9. Καὶ ταῦτα τοῖς αὐτοῖς ἐπιφέρεται. Τοὺς γὰρ ἀγαθοὺς τοῦ Σωτῆρος καὶ [φρο] νίμους λόγους ἀποστρεφόμενοι, τοὺς ἐναντίους λογισμοὺς ἀπεδέχοντο. Ἀντὶ δὲ τοῦ εὐαγγελικοῦ φωτὸς, τὸ τῆς αὐτῶν πλάνης σκότος, ὥσπερ τι φῶς, κατησπάζοντο, τῆς τε κακίας τὴν πικρὰν φύσιν, ὥσπερ τινα γλυκεῖαν ἡδονὴν μετεδίωκον. Ὡς καὶ νῦν τοῦ Εὐαγγελίου τὴν ἀλήθειαν ἀποστρέφονται, καὶ τοὺς γραώδεις μύθους θαυμάζοντες, τοιοῦτον ἦν καὶ τὸ Χριστὸν μὲν ἀρνήσασθαι, τὸν δὲ Βαραββὰν ἐξαιτεῖν τῆς τῶν ληστῶν γεγονότας μερίδος· καὶ τὸ εἰδωλολάτρας μὲν ἀποδέχεσθαι, διώκειν δὲ τοῦ Χριστοῦ τὸν λαὸν τὸν σεμνόν τε καὶ σώφρονα. Παρωσάμενοι γὰρ τὸν διὰ Χριστοῦ φωτισμὸν, μεμενήκασιν ἐν σκότῳ, κατὰ τό·" Ὑπομεινάντων αὐτῶν, τὸ φῶς ἐγένετο αὐτοῖς εἰς σκότος· ὑπομείναντες αὐγὴν ἐν ἀωρίᾳ περιέστησαν." Τελείου δέ ἐστιν, τοῦ διὰ τὴν ἕξιν γεγυμνασμένα ἔχοντος τὰ αἰσθητήρια, διακρίνειν δύνασθαι τὴν τοῦ καλοῦ φύσιν, ἀπὸ τοῦ πονηροῦ. Καὶ δοκίμου τραπεζίτου, τὸ καλὸν κατέχειν· ὥσπερ ἀδοκίμου, τὸ παρὰ φύσιν ἔχειν τὰ κριτήρια διακείμενα. Τρεῖς μὲν οὖν συζυγίαι νῦν παρετέθησαν, ἐν μὲν τοῖς σωματικοῖς διαφέρουσαι, ἐν δὲ τοῖς ψυχικοῖς, κατὰ διαφόρους ἐπινοίας περὶ ἕν τι στρεφόμεναι. Καλὸν μὲν οὖν ὁρίζονται ἀγαθὸν ἐπαινετὸν, ᾧ τὸ αἰσχρὸν ἀντίκειται, ὃ νῦν ὠνόμασε πονηρόν· ὅπερ ἂν εἴη κακὸν ψεκτόν. Φῶς δὲ οὐσία διαχυτικὴ σκότους· Σκότος δὲ ἀὴρ ἐστερημένος φωτός. Καὶ γλυκύτης μὲν λειότης χυμοῦ ἢ χυλοῦ τὴν γευστικὴν ἡδύνουσα αἴσθησιν. Τὸ δὲ πικρὸν γευστὸν ἐκτραχύνον τὴν γεῦσιν. Ταῦτα μὲν οὖν κατὰ τὴν πρόχειρον ἔκδοσιν. Ἀλλ' ἔοικε μὴ περὶ τῶν αἰσθήσει γνωρίμων ὑπάρχειν ὁ λόγος. Ἀλλ' εἴπερ ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμοὺς, ὁ μὴ ταύτῃ ζῶν, ἐν ὑλικοῖς δὲ πάθεσι κυλινδούμενος, ταῦτα νενόμικε φῶς ἐκείνην σκότος δοκῶν, καὶ δογματικῶς ὁ μὴ πιστεύων εἰς τὸ φῶς τὸ ἀληθινὸν, τοῦτο μὲν σκότος, φῶς δὲ ποιεῖ τὸν διάβολον. Καὶ, εἰ γλυκεία τῷ λάρυγγι τοῦ δικαίου τὰ λόγια τοῦ Κυρίου, ὁ τὸ τῶν προσταγμάτων φεύγων ἐπίπονον, συγκατατιθέμενος δὲ τῷ λείῳ τῆς ἡδονῆς, οὗτος ἀναστρέφει τὸ γλυκὺ καὶ πικρόν. Ἀλλὰ καὶ δογματικῶς, γλυκύτης ἐστὶν τοῖς ἐπιστημόνως αὐτοῦ γευομένοις ὁ Κύριος·" Γεύσασθε γὰρ, καὶ ἴδετε ὅτι Χριστὸς ὁ Κύριος." Μὴ πιστεύων δέ τις αὐτῷ, τὸ γλυκὺ λέγει πικρόν. Καὶ τὸ ἀληθὲς δὲ καλὸν, τὸ ἐν τῇ ψυχῇ συμμέτρως διακειμένῃ κατ' ἀρετήν. Μεσότης γὰρ ἡ ἀρετὴ, ἧς τὸ ὑπερβάλλον ἢ λεῖπον, κακία· ὡς ἐπ' ἀνδρείας ἔλλειψις μὲν ἡ δειλία, ἡ δὲ θρασύτης πλεονασμὸς, ἅπερ αἶσχος ἐργάζονται, καὶ ὁ μὴ πιστεύων δὲ εἰς τὸν Κύ 1921 ριον, οὐδὲ τῇ τοῦ καλοῦ συγκατατίθεται φύσει. Κυρίως γὰρ ἐκεῖνο καλὸν, κατὰ τὸ," Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου·" αἶσχος δὲ πᾶν ὁ διάβολος. Ἐπεὶ οὖν οὐκ ἔστι κοινωνία φωτὶ πρὸς κάλλος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ, χωριστέον ταῦτα ἀλλήλων· καὶ μὴ παραλογισθέντες, φῶς, νομίσωμεν τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς, μηδὲ γλυκεῖαν τὴν ἡδονὴν, μηδὲ κάλλος σωματικὸν τοῦ ψυχικοῦ προτιμήσωμεν. Διὰ τί δὲ ἐπὶ μὲν τοῦ καλοῦ, τὸ, λέγοντες, εἴρηται· ἐπὶ δὲ τοῦ φωτὸς καὶ τοῦ γλυκέος τὸ, τιθέντες; κατά τι δὲ καὶ πικρότερον. Παρὰ γὰρ τὰς πρώτας αἱρέσεις τοῦ βίου διὰ τοῦ λόγου μόνον σφαλλόμεθα. Ἐνεργοῦντες δὲ τὸ κακὸν, καὶ μετὰ πεῖραν προσμένοντες, ὥσπερ ὅρους ἑαυτοῖς ἀκινήτους τῶν τῆς κακίας ἔργων τιθέμεθα. Κἄν τις ἐξ ἀσελγείας πρὸς σωφροσύνην οὐ μετατίθεται, τίθησιν ἑαυτῷ τὸ πικρὸν γλυκύ. Χεῖρον δὲ τούτου, τὸ καὶ συνηγορεῖν τῷ κακῷ, καὶ λέγειν τὸ καλὸν πονηρόν· οὐ μόνον γὰρ ποιοῦσι, φησὶν, αὐτὰ, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τιθέναι μὲν οὖν, τὸ πράττειν. Λέγειν δὲ, τὸ δογματίζειν. Ὃ τὴν εἰς θάνατον ἁμαρτίαν τινὲς ἀπεφήναντο τῶν εὐδοκούντων οὖσαν, ἀλλ' οὐ δακνομένων ἐφ' οἷς ἁμαρτάνουσιν· ἐξ οὗ τὸ μηδὲ μετανοεῖν ἐπιγίνεται. κακγʹ. 9Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται, καὶ οἱ κεραννύντες τὸ σίκερα. Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντεσ9. Καὶ ταῦτα τοῖς ἄνω πάλιν ἐφήρμοσεν, εἰ καὶ γενικὴν πρὸς τοὺς δοκησισόφους ἔχει τὴν ἀπειλὴν ὁποῖοί τινες ἦσαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι, μηδὲν μὲν ἐπ' ἀκριβείας διδάσκοντες, καλαμώμενοι δὲ τὸν λαὸν, καὶ τῇ μέθῃ προσκείμενοι. Τοῦ γὰρ νόμου λέγοντος," Κρῖμα δίκαιον κρίνατε," ὁ προφήτης φησὶ πρὸς τὴν Ἱερουσαλήμ·" Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες." Ταῦτα γὰρ ἔδρων αἰσχρῶν λημμάτων ἡττώμενοι, πρὸς τὴν ἀσωτίαν τοῦ βίου. Διὸ τῆς προφήτης φησὶν," Οἶνον ἐκ συκοφαντιῶν ἔπινον." Καὶ κακῶν δὲ ὄντες διδάσκαλοι, τῷ τῆς ἀγνοίας ἐκεκάρωντο σκότῳ, καὶ τοῖς ἄλλοις ποτὸν ἐκίρνων δεδολωμένον, τὸ σίκερα, τὸν τοῦ Θεοῦ καπηλεύοντες λόγον. Πρὸς οὓς ἔλεγον," Οἱ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι," καὶ κατεδίκαζον δὲ τὸν ἀθῶον, ἀφιέντες τὸν αἴτιον. 1924 Λέγεται δὲ τὸ, οἱ συνετοὶ ἐν ἑαυτοῖς, οὐ μόνον περὶ τῶν εἰδέναι δοκούντων, ἅπερ οὐκ ἴσασιν, ἀλλὰ καὶ περὶ τῶν ἐχόντων μὲν χάρισμα γνώσεως, οὐ μεταδιδόντων δὲ τούτου τοῖς ἄλλοις." Σοφία γὰρ κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφελία ἐν ἀμφοτέροις;" Οἷος ἦν ὁ τὸ τάλαντον κρύψας παρ' ἑαυτῷ μείνας σοφός. Κἂν ἐπὶ κακῷ δέ τις, καὶ μὴ εἰς δόξαν Θεοῦ χρῆται τῇ γνώσει, οὐκ ἔστιν ἐνώπιον Θεοῦ ἐπιστήμων, ὡς οὐδὲ ὁ καταγράφων ἑαυτῷ τὸ κατόρθωμα, καὶ μὴ τὸν Θεὸν, ὡς αἴτιον τῆς δωρεᾶς ἀνυμνῶν. Πρὸς ὃν εὔκαιρον εἰπεῖν," Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;" Λέγεται δὲ σύνεσις, οἷον εὐπαρακολουθησία ψυχῆς, ὀξέως εἰς ἓν συναγούσης τὰς τῶν πραγμάτων ἐννοίας· ἤγουν ἐντρέχεια διανοίας εὐπαρακολούθητος, τῷ ἑκάστῳ πράγματι οἰκεῖον εὑρίσκουσα. Ἐπιστήμη δὲ, ἕξι ἐν ἑαυτῇ τὸ βέβαιον ἔχουσα, ἀμετάπτωτος ὑπὸ λόγου. Σοφίαν δὲ, φασὶν, ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν. Ἐπειδὴ δὲ αὐτοσοφία ὁ Χριστὸς, σοφὸν ἐροῦμεν τὸν κατὰ μετοχὴν Χριστοῦ, καθ' ὃ σοφία ἐστὶν, τετελειωμένον· ὡς οἱ τῆς σκηνῆς ἐκείνης ἀρχιτέκτονες·" Ἐμπλήσω γὰρ αὐτοὺς, φησὶ, πνεύματος σοφίας καὶ ἐπιστήμης·" ἅ τις αὐτῷ μὴ ἀνατιθεὶς ταλανίζεται. Ἀπείρητο δὲ Ναζιραίοις οἷνος καὶ σίκερα, καὶ τοῖς ἱερεῦσιν εἰσιοῦσιν εἰς τὰ ἅγια. Καὶ Σολομῶν ἐν Παροιμίαις φησίν·" Οἳ δυνάσται θυμώδεις εἰσὶν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας." Δεῖ γὰρ ἀθόλωτον ἔχειν τὸν νοῦν τόν τε Θεὸν θεραπεύοντα, καὶ τὸν ἀνθρώπων ἐπιμελούμενον. Ὁ μὲν γὰρ ἐλάχιστος καὶ συγγνωστὸς ἐλέου·" Δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται." Καὶ ᾧ πολὺ παρέθεντο περισσότερον ἀπαιτήσουσιν αὐτόν. Καὶ πᾶς δὲ πάθει κρατούμενος, μεθύειν λέγεται τοσοῦτον, ὅσον τούτῳ κεκράτηται, κατὰ λόγον ὑπομένων τὴν ἔκστασιν, καὶ συγχύσει ταύτης εἰς λήθην τῆς σοφίας χωρῶν, ἀλλὰ πῶς ὁ ἔχων σοφίαν θυμώδης; Ὅτι μήπω λέγει τὸν ἀπαθῆ· περὶ δὲ τοῦ μετριοπαθοῦς καὶ ἑτέρωθί πού φησιν," Ἄφρων αὐθήμερον ἐξαγγελεῖ ὀργὴν, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος." Λογισμῷ γὰρ τὸ πάθος ἡνιοχεῖ, καθὸ λέγεται," Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε." Ὁ δὲ Κύριος διατάσσων τὰ τελειότερα, καθόλου τὴν ὀργὴν ἀπηγόρευσεν. κδλʹ. 9Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης. Ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν, ὡς κονιορτὸς ἀναβήσεται. 1925 Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαββαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν9, κ. τ. λ. Προανακηρύττει πάλιν ταῖς ἀπειλαῖς τὰς κολάσεις, εἴ πως ἐπιστραφεῖεν ἀκούσαντες. Λέγει δὲ, διὰ τοῦτο, τοῦτ' ἔστιν διὰ τὰ εἰρημένα, οὐ διά τινα συντυχίαν, ἢ φυσικὴν ἀνάγκην, ἢ εἱμαρμένην, δι' ἅπερ δὲ ἐξέθετο πλημμελήματα. Τοῖς γὰρ ἀντὶ σταφυλῆς ξύλα, καὶ χόρτον, καὶ καλάμην, ἀκανθῶν τε πλῆθος πεποιηκόσιν, εἰκότως τὸ, Ὃν τρόπον συγκαυθήσεται καλάμη, φησὶ φλόγα δὲ ἀνειμένην καλεῖ τὴν ἀκάθεκτον, καὶ μηδενὸς κωλύοντος ἐπ' ἐξουσίας· βαδίζουσαν. Δὲ τὴν ὡραιότητα λέγει τοῦ σώματος, τοῦ τε πλούτου τὴν δόξαν, καὶ τοῦ παντὸς ἔθνους εὐπρέπειαν, ἃ τρόπον κονιορτοῦ, φησὶ, διασκεδασθήσεται. Οὐδὲ νῦν δὲ αὐτῶν εἰδωλολατρείαν κατηγορεῖ, ἀλλ' ὅτι μὴ τὸν νόμον κατεδέξαντο, περὶ οὗπερ ἔφασκεν·" Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ." Λέγοι δ' ἂν καὶ τὸν Μωϋσέως·" Εἰ ἐπιστεύετε γὰρ, φησὶ, Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν." Ἀλλ' οὐδὲ τὸν εὐαγγελικὸν ἐδέξαντο λόγον. Διὸ τεθυμῶσθαι, φησὶν, ἐπὶ τὸν λαὸν αὐτοῦ Κύριον. Ἑαυτοῦ γὰρ ἤθελεν εἶναι λαὸν, οἱ δὲ οὐκ ἐδέξαντο· λοιπὸν αὐτοῖς πολεμίων ἔφοδον προφωνεῖ, καὶ πλῆθος τῶν ἀναιρουμένων, ὡς καὶ αὐτὰ πληροῦσθαι τὰ ὄρη σωμάτων νεκρῶν. Οἷον δὲ παραμενούσης αὐτοῖς εἰς ἔτι νῦν τῆς τοῦ Θεοῦ ὀργῆς, εἴρηται τὸ, Ἔτι ἡ χεὶρ ὑψηλή. Ὃ δηλῶνὁ Παῦλός φησιν," Ἔφθασεν δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος." Πόθεν δὲ τὰ τοσαῦτα θνησιμαῖα λοιπὸν ἐπενήνοχεν, ἔφοδον ἐθνῶν ὑπογράφων, παράταξίν τε πολεμικήν; Πόθεν τε τὰ ὄρη παρωξύνθη, μᾶλλον δὲ ἐκλονήθη, κατὰ τὸν Ἀκύλαν· ἢ ἐταράχθη, κατὰ τὸν Σύμμαχον; Ἦν οὐκ ἀφ' ἑαυτῶν ἐποιήσαντο, ὡς ἐκ Θεοῦ δὲ συρόμενοι, πρὸς τὴν τῶν ἡμαρτηκότων πολιορκίαν, ἐξ ἄκρου τῆς γῆς, ἵνα τὸ Ῥωμαίων δηλώσῃ στρατόπεδον ἀπὸ τῶν δυτικῶν ὥρμησαν μερῶν. Βαβυλωνίους γὰρ καὶ Ἀσσυρίους ἡ ἐξ ὀνόματος ἡ ἀπὸ βοῤῥᾶ καλεῖν εἴωθεν ἡ Γραφή. Βορειότεροι γὰρ οὗτοι τῆς Ἰουδαίας εἰσίν. Νῦν δὲ περὶ Ῥωμαίων λέγων φησὶν, Ὀργῶσιν ὡς λέοντες, καὶ [παρέστησαν] ὡς σκύμνοι λέοντος. Δηλῶν δὲ καὶ τὸ πλῆθος καὶ τὸ συμμιγὲς τῆς φωνῆς, θαλάττῃ κυμαινούσῃ τούτους ἀπείκασεν. Περὶ δὲ τῶν πολιορκουμένων φησὶν, Ἐμβλέψονται εἰς γῆν. Καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν, τὴν ἐκ τῶν δειμάτων ἀπορίαν δηλῶν, οἳ καὶ κοπρίων δίκην ὑποκείσονται τοῖς ἐχθροῖς. Σύσσημα δὲ, φησὶν, τὰ ὑπὸ τῶν ἀνατεταμένων σημείων, ἢ κατασπωμένων τοῖς στρατοπέδοις δηλούμενα. Ταῦτα δὲ πεπόνθασιν ἀποστραφέντες τὸν Λόγον Κυρίου, καθάπερ καὶ Ἱερεμίας φησὶν," Ἐπτοήθησαν καὶ ἑάλωσαν." Σοφία τίς ἐστιν αὐτοῖς, ὅτι τὸν Λόγον Κυρίου ἀπεδοκίμασαν; 1928 Διὸ νῦν αὐτοὺς ἀπεικάζει καλάμῃ, ἥτις διάκενος οὖσα, ἐπὶ σαθρᾶς βαίνει τῆς βάσεως, ἀνώμαλόν τε ἔχει τὴν αὔξησιν, οἵους ἄν τις ὑπόθοιτο τοὺς ἀπὸ τῶν τοῦ κόσμου τούτου γνωρίμους. Κενοὶ γὰρ ὄντες τὸν ἔσω ἄνθρωπον, τῇ τοῦ βίου συζῶσιν ἀνωμαλίᾳ, βαίνοντες γὰρ ἐπὶ σαθροῦ. Ἄνθραξ δέ ἐστι πῦρ γεῶδες μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ ὕλῃ ἐναπομεῖναν. Τοῖς οὖν ὑπὸ παθῶν φλεγομένοις, ὡς ἔνδον ἔχουσι τῆς καύσεως τὴν αἰτίαν, ἐξ ἧς ὁ πλούσιος ὑπὸ δίψης ἐφλέγετο, οἷοι καὶ οἱ τὸν οἶνον πίνοντες, καὶ ὑπὸ τούτου φλεγόμενοι, πρὸς οὓς νῦν ὁ λόγος, τὸν ἐκ τῆς καύσεως εἰκότως ἀφανισμὸν ἀπειλεῖ. Ἀλλὰ καὶ δώρων, ἔφη, χάριν τὸ δίκαιον διαστρέφουσιν. Διὸ καὶ τὴν ῥίζαν αὐτῶν συγκαυθήσεσθαι, ἥτις ἐστὶν ἡ φιλαργυρία· ἀφ' ἧς ῥίζης οὐ καρποὶ γίνονται. Ἄνθος δὲ ὁποῖον; εἰκὸς κονιορτῷ παραπλήσιον ἀστάτῳ φύσει καὶ σκεδαστῇ. Καὶ, ὥσπερ οὗτος ἐμποδίζων ταῖς ἀναπνοαῖς ἐπιβουλεύει ἡμῶν τῇ ζωῇ· οὕτω, καὶ τῆς φιλαργυρίας τὰ ἄνθη, αἱ πλεονεξίαι, τὸ ψεῦδος, αἱ συκοφαντίαι, τὴν ἀληθῆ ζωὴν ἡμῶν ἀναιρεῖ, τῇ καθαρότητι τοῦ Πνεύματος ἐμποδίζοντα· εἰπὼν δὲ, Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, καὶ οἱ δυνάσται, νῦν φησὶ, Καὶ ἐθυμώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς καὶ αὐτοῦ κατὰ ζῆλον τῶν προεστώτων ἡμαρτηκότος. Ἀπ' ἐκείνων γὰρ ἐπὶ τοῦτον ἡ ὀργὴ τὴν πάροδον ἔσχηκεν· θυμὸς δὲ καὶ ὀργὴ τροπικῶς ἐπὶ Θεοῦ. Καὶ τάχα ἡ μὲν ἐπίπονος παίδευσις, ὀργή. Ὁ δὲ ταραχὴν ἡμῶν ἐμποιῶν τοῖς λογισμοῖς ἔλεγχος, θυμὸς προσηγόρευται. Ἐν θυμῷ γὰρ αὐτοῦ, φησὶ, ταράξει αὐτοὺς, μήπω λόγου μεταλαβεῖν αὐτοὺς ἀξιῶν. Ἡ δὲ ὀργὴ παιδεύει κατὰ τό·" Τότε λαλήσει, πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Θυμοῦ τοίνυν ἀνύει μᾶλλον, παιδεύουσα. Διόπερ Ἱερεμίας," Παίδευσον ἡμᾶς, φησὶ, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ." Οὐ γὰρ εἶπεν, Καὶ μὴ ἐν ὀργῇ. Χρηστοτέρα δὲ ἡ ἀπὸ κρίσεως παίδευσις, τῆς ἀπὸ θυμοῦ καὶ ὀργῆς. Ὁ γὰρ ἐν κρίσει παιδευθεὶς, ἀπὸ τῶν τοῦ Θεοῦ κριμάτων φωτίζεται πρὸς τὸ κρίσει πάντα καὶ λόγῳ ποιεῖν. Λογισμοὶ γὰρ δικαίων καὶ κρίματα. Τοῦ δὲ Θεοῦ τὴν χεῖρα ἐπάγοντος τῷ λαῷ, τουτέστι τὴν κολαστικὴν δύναμιν, κατὰ τὸν Ἰώβ·" Χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μου ἐστίν· περὶ οὗ καί φησιν ὁ διάβολος·" Οὐ μὴν δὲ, ἀλλ' ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστέων αὐτοῦ. Τότε, φησὶ, παρωξύνθη τὰ ὄρη. Συγκινεῖται γὰρ τῷ Θεῷ πρὸς δίκην ἡ κτίσις. Οὕτω πανταχόθεν ἦσαν αἱ τῶν Αἰγυπτίων πληγαὶ, ἀπὸ ἀέρος, ἀπὸ γῆς, ἀπὸ ὕδατος. Καὶ πῦρ δὲ πρὸς τούτοις ἐφλόγιζε. Τινὲς δέ φασιν οὕτως εἰρῆσθαι τὰς Ῥωμαίων ἀρχὰς, διὰ τὸ ἐν δόξῃ περιφανὲς, καὶ τὸ ἐν ἀξιώμασιν ἐπηρμένον. Κοπρίοις δὲ διὰ τὴν ἀτιμίαν ἀπεικάζει τοὺς τεθνηκότας. Τοιοῦτοι καὶ οἱ τοῖς ἁμαρτήμασιν ἐπιμείναντες, καὶ ὑπὸ

Intertext edge

Open linked passage

Note