Commentarii in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
1929.1
τῶν ἐναντίων δυνάμεων καταπατούμενοι. Διὰ γὰρ τὴν ἀμετανόητον αὐτῶν καρδίαν, τὸν θυμὸν, φησὶν, οὐκ ἀποστραφήσεσθαι, πρὸς δὲ δίκην μένειν ἐπηρμένην τὴν χεῖρα· καθ' ὧν καὶ τὰ ὄρη τὰ νοητὰ παροξύνεται, ἀρχαὶ, καὶ ἐξουσίαι, καὶ κοσμοκράτορες, ὑφ' ὧν θνήσκει ψυχὴ, Θεοῦ μηκέτι κωλύοντος· ὡς ἐπὶ τῶν δικαίων παρεμβάλλει ἄγγελος Κυρίου κλωτῶν φοβουμένων αὐτὸν, καὶ ῥύεται αὐτούς. Τοῦτο δὲ τέλος τῆς κατὰ Ὀζίαν τὸν βασιλέα προφητείας ἀρξαμένης ἀπὸ τοῦ, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Τὰ δὲ ἑξῆς μετὰ τελευτήν ἐστιν Ὀζίου ἐπὶ Ἰωαθὰμ, ὃς αὐτὸν διεδέξατο. ΚΕΦΑΛ. ʹ. αεʹ. 9Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ9, κ. τ. λ. Τὸν Κύριον, ὃν ἐν τοῖς φθάσασι πολλάκις Σαβαὼθ ἀνεκήρυξεν, αὐτοψίᾳ παρείληφεν. Ἦν δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ὃς ὑποκαταβαίνων ἔσθ' ὅτε τοῦ ἰδίου μεγέθους, ὁρατὸν ἀνθρώποις ἑαυτὸν ἀπεργάζεται. Ὤφθη πολλάκις τῷ Ἀβραὰμ, καθά φησιν ἡ Γραφὴ, καὶ ἐσχηματισμένος ἐν ἀνθρώπου μορφῇ, ὡς καὶ ὑπὸ δρῦν γενέσθαι, καὶ τοὺς πόδας ἀπονίψασθαι, καὶ κοινωνῆσαι τραπέζης. Καὶ Ἰσαὰκ δὲ ὤφθη, καὶ Ἰακὼβ πολλάκις· καὶ παλαίοντα τοῦτον εἶδεν ὡς ἄνθρωπον. Ἤτει δὲ καὶ Μωϋσῆς γνωστῶς ἰδεῖν τὸν Θεὸν, ἀλλ' ἀκήκοεν·" Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου. Οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται." Ἡ γὰρ θεότης τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μένει τοῖς πᾶσιν ἀθέατος. Καὶ Ἰεζεκιὴλ δὲ τὴν τούτου δόξαν δι' αἰνιγμάτων ἑώρακεν. Τούτου δὲ καὶ ὁ παρὼν προφήτης ἠξίωται, καὶ μάρτυς ὁ Ἰωάννης. Εἰπὼν γὰρ, ὅτι εἶπεν Ἡσαΐας, Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ τὰ λοιπὰ," Ταῦτα εἶπε, φησὶν, Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ." Νῦν γὰρ Ἡσαΐας τοῦτό φησιν·" Ἀκοὴν ἀκούσετε, καὶ οὐ μὴ συνῆτε," καὶ τὰ ἑξῆς. Ὤστε τὴν Χριστοῦ δόξαν διὰ τῶν προκειμένων ὁ προφήτης ἑώρακεν, οὐ πάντως σαρκὸς ὀφθαλμοῖς, ἀλλὰ τοὺς ἔνδον πεφωτισμένους ὑπὸ τοῦ θείου Πνεύματος. Συνεργίᾳ γὰρ φωτὸς τοῖς ἔνδον ὁρῶμεν καὶ τοῖς ἔξωθεν ὀφθαλμοῖς. Δι' ὅ φησιν ὁ Σωτήρ·" Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται." Οἷος ὢν Ἡσαΐας, Εἶδε τὸν Κύριον Σαβαὼθ, ἀλλ' οὐ ζῶντος Ὀζίου· τοῦ γὰρ οὗτος ἐπὶ τοῖς 1932 διὰ Θεοῦ κατορθώμασιν, ἂ κατώρθωσε θεοσεβὴς τὰ πρῶτα γενόμενος, εἰς ἱερατικὴν ἰέναι λειτουργίαν παρεβιάζετο, μέχρι τῷ μετώπῳ λέπρας ἐπανθησάσης ἐλήλαται. Τοῦ δὲ νόμου κελεύοντος ἐκπέμπεσθαι τῆς παρεμβολῆς τὸν νεκρὸν, ὡς ἀκάθαρτον, ᾤκησεν Ὀζίας ἐν Ἱερουσαλὴμ, τὴν πᾶσαν πόλιν μιαίνων· ὅθεν ὁ Δεσπότης σεσίγηκεν, οὐ τοὺς προφήτας ἀτιμάζων, ἀναξίους δὲ τῆς αὐτοῦ κρίνων νουθεσίας τοὺς ἀκαθάρτῳ συνοικοῦντας· καὶ γάρ φησι πρὸς Ἰεζεκιήλ·" Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ὅτι οἶκος παραπικραίνων ἐστί." Καὶ νῦν δὲ δι' ἀγανάκτησιν σιωπᾷ, καὶ διὰ ταύτην Ἱεροσόλυμα σέσεισται. Δεδήλωκε δὲ τὸ τοιοῦτον Ἀμὼς εἰπών·" Λόγοι Ἀμώς." Εἶτα τοὺς βασιλεῖς εἰπὼν, ἐφ' ὧν οἱ λόγοι γεγόνασιν, ἐπήνεγκε· Πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Συμπέπαυται τοίνυν καὶ ἡ σιγὴ τετελευτηκότι τῷ βασιλεῖ, βασιλεύσαντος Ἰωαθὰμ, ὃς καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου πεποίηκεν καὶ μαρτύρεται. Εἶδεν οὖν τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Ἀλλ' οὐκ ἐν τῷ οἴκῳ τὸν Κύριον ὁ προφήτης ἑώρακεν, ἀλλ' ἐν θρόνῳ· περὶ οὗ πάντως φησὶν ἡ Γραφή·" Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ. Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ." Καὶ ὁ Κύριος δέ φησι·" Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου." Καὶ ἄλλος·" Ὑψοῦ ἦρται ὁ θρόνος αὐτοῦ," ὅτι πάσης ἐστὶν ἐπέκεινα φύσεως ἡ τοῦ Θεοῦ βασιλεία. Τὸ δὲ βέβαιον, καὶ ἐν ταυτότητι τῶν ἀγαθῶν ἱδρυμένον, τῷ καθῆσθαι δεδήλωκεν. Καὶ ὁ Δαβίδ φησιν·" Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ." Καὶ Ἱερεμίας," Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα." Ἄνω μὲν οὖν ἑώρα τὸν Κύριον, τὸν δὲ οἶκον τὸν ἐπὶ γῆς [φησὶ] πλήρη τῆς δόξης, ὥσπερ φωτὸς ἀκτῖσιν ἄνωθεν ἐξ οὐρανοῦ ταῖς τοῦ θείου Λόγου μαρμαρυγαῖς αὐγαζόμενον. Οὔπω γὰρ δεδυσσεβηκότος Ἰσραὴλ εἰς τὸν Δεσπότην Χριστὸν, ἐπλήρου τὸν ἐκεῖσε ναὸν ἡ δόξα Κυρίου. Ἀρνησάμενοι δὲ τὴν βασιλείαν αὐτοῦ, ἀκηκόασιν·" Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Διερμηνεύεται δὲ σεραφεὶμ, ἐμπρησταὶ, ἤτοι θερμαίνοντες. Ψυχρὸν γὰρ οὐδὲν παρὰ ταῖς ἀνωτάτω δυνάμεσιν, καὶ ὁ κολλώμενος δὲ τῷ Κυρίῳ, ζέων ἀποτελεῖται τῷ Πνεύματι, καὶ θερμὸς τὴν ἀγάπην τὴν εἰς Θεόν. Τὰς δὲ κύκλῳ Θεοῦ δυνάμεις καὶ Δανιὴλ ἐδήλωσε λέγων·" Χίλιαι χιλιάδες ἐλιτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ." Οὐκ ἐᾷ δὲ, καθ' ἅ τινες ἐνόμισαν, δύο 1933 νοεῖσθαι τὰ Σεραφεὶμ, τὸ λέγεσθαι αὐτὰ κύκλῳ εἶναι Θεοῦ, καὶ περιέπειν αὑτοῦ τὸν θρόνον, τῷ ἐξ αὐτοῦ ζωοποιεῖσθαί τε καὶ φωτίζεσθαι, δι' ἃς δυνάμεις καὶ Κύριος λέγεται Σαβαὼθ, δηλοῦν τὸ, Κύριος τῶν δυνάμεων, ἢ, Κύριος στρατιῶν. Ἓξ δὲ πτέρυγας ἑκάστῳ πεφυκέναι φησὶν, ἅπερ εἰσὶν ἔμφυτοί τινες ἀρεταὶ, δι' ἃς ὑψοῦνται τοσοῦτον, ὡς πλησίον εἶναι Θεοῦ τὸν νοῦν ἔχοντες ἐν ἀποῤῥήτοις νοημάτων ὑψώμασιν. Ὡς γὰρ φυσικαί τινές εἰσι σωμάτων αἰσθήσεις, οὕτως ἐκείνας εἰκὸς δυνάμεσι θείαις παραδόξων τινῶν ἐνεργητικαῖς, ἡμῖν δὲ ἀγνώστοις, κεχρῆσθαι. Μή ποτε δὲ προαιρετικὰς αὐτὰς μᾶλλον ὑποθετέον, ἢ φυσικάς. Οὕτω γὰρ δίδωσι νοεῖν ὁ πεσὼν Ἑωσφόρος. Σωματικαὶ δὲ οὐκ ἂν εἶεν αἱ πτέρυγες, ὡς οὐδὲ ἐπὶ τοῦ·" Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων." Τῶν οὖν οὕτω λεγομένων πτερύγων, δύο μὲν τὸ ἴδιον ἐκάλυπτον πρόσωπον· ἀμέλει Σύμμαχος ἐξέδωκεν, τὸ πρόσωπον ἑαυτοῦ, ὡς μὴ τολμᾷν ἀτενὲς ὁρᾷν εἰς τὸ θεωρούμενον." Οὐδεὶς γὰρ ἔγνω τὸν Υἱὸν, εἰ μὴ ὁ γεννήσας αὐτὸν Πατήρ." Δύο δὲ τοὺς πόδας ἐκάλυπτον τοὺς ἑαυτῶν, τὰ ἔσχατα τῆς οἰκείας πορείας, ὡς ἂν εἴποι τις τὰ βήματα, τοῦ βίου τὰς πράξεις ἐπισκιάζοντα, ὡς ἂν μὴ ἀκαλύπτοις ποσὶν τῷ ἑαυτῶν παραστήκοιεν βασιλεῖ. Τοῦ βίου δὲ κρύπτοντα τὴν πορείαν, τὴν μέσην μόνην κατάστασιν ἑαυτῶν παρεῖχον ὁρᾷν. Καὶ αὐτοῦ δὲ τοῦ Μονογενοῦς τῆς μέσης προνοίας καὶ διοικήσεως τὴν σοφίαν ὑπερεθαύμαζον, μήτε τὸ πρόσωπον τῆς θεότητος τολμῶντα θεάσασθαι, μήτε τὸ ἀπειρομέγεθες τῆς ἀτελευτήτου καὶ ἀκαταλήπτου φύσεως, ὅπερ πόδας ἐκάλεσε. Ταῦτα γὰρ ἐκπληττόμενα ἐβόων κατὰ δύναμιν ἕκαστον, πολλάκις προσάλληλα τὴν ὑμνώδη ταύτην φωνήν· οὔτε γὰρ μίαν φωνὴν, οὔτε μὴν ἀθρόαν ἔπεμπον ἅπαντα, πρὸς δὲ τὸν ἕτερον ἕτερος ἐμφαίνων τὸ θαῦμα. Μάλιστα δὲ ὑπερεξέπληττεν αὐτὰ ἡ ἀπὸ τῶν ὑψηλοτάτων ἐπὶ τὰ ταπεινὰ τοσαύτη κατάβασις τῆς δόξης τοῦ Θεοῦ Λόγου, ὡς μὴ μόνον τὸν οὐρανὸν ἔχειν τὴν δόξαν αὐτοῦ, διικνεῖσθαι δὲ καὶ μέχρι τῆς γῆς, καὶ ταύτην πληροῦν, ὅπερ ἐστὶ φιλανδρίας ὑπερβολή. Ὅτε μὲν οὖν ἡ τούτων ἐγένετο θέα, μόνος τῶν ἐπὶ γῆς ὁ ἐν Ἱερουσαλὴμ οἶκος, πλήρης ὑπῆρχε τῆς δόξης αὐτοῦ. Τοῦτο γὰρ ἔφησεν ὁ προφήτης. Ὅτε δὲ προγνώσει τοῦ μέλλοντος ἔμαθον, ὡς ἡ πᾶσα γῆ πλήρης ἔσται τῆς δόξης αὐτοῦ, τότε καὶ τὸ ὑπέρθυρον αἴρεται, ὁ δὲ οἶκος ἐπληροῦτο καπνοῦ. Ἐδείκνυτο γὰρ διὰ τούτων ἥ τε τῆς ἀσφαλείας ἀφαίρεσις, τοῦ ναοῦ γυμνουμένου, ὅτε τῷ οἴκῳ παρεσόμενος ἐμπρησμὸς, Χριστοῦ γνωσθέντος τοῖς ἔθνεσιν, ὅτε καὶ πᾶσιν ἐδείχθη τῆς αὐτοῦ θεολογίας ἡ δόξα, οὐχ ἑνὸς ἔτι, πλειόνων δὲ καθ' ὅλης τῆς οἰκουμένης σταθέντων οἴκων κρειττόνων. Ὡς γὰρ τῇ Ἰουδαίων Συναγωγῇ τοῦ, Ἅγιος, ἅγιος, ἅγιος, οὐχ ἁρμόττοντος (ὁ γὰρ ὕμνος τῇ Ἐκκλησίᾳ τῇ καθ' ὅλης τῆς οἰκουμένης ἀπέκειτο), ἡ ἄνωθεν αἴρεται χάρις. 1936 Ἀνάγκη τοίνυν καὶ τὰς παραστάδας σαλεύεσθαι ῥᾳδίως, ὅθεν πᾶσα χεὶρ σαλεύει τὰ Ἰουδαϊκά. Διὸ προφήτης τις ἔλεγεν·" Θήσω τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα." Ὃ δὴ γέγονε πάσης τῆς γῆς πληρωθείσης τῆς δόξης αὐτοῦ. Τοῦτο δὲ καὶ προείρητο Μωϋσεῖ περὶ τῆς τοῦ λαοῦ μοσχοποιίας τὸν Θεὸν δυσωπήσαντι·" Πλὴν ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ὅτι πλησθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ." Καὶ ἐν πρώτῳ καὶ ἑβδομηκοστῷ ψαλμῷ φησι," Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο." Καθὰ καὶ νῦν ἐβόα τὰ Σεραφεὶμ μέλλουσαν ἐκλάμπειν ἐπὶ γῆς ὁρῶντα τὴν δόξαν αὐτοῦ, μηδὲν ἐκ τῆς γεώδους ζημιουμένην οὐσίας, τὸν δὲ ἁγιασμὸν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, μᾶλλον δὲ καὶ ἀπειράκις ἐφθέγγετο, πρὸς τὸν ἕτερον ἕτερος τὸ ἴδιον θαῦμα δηλῶν· ἤγουν ἐξ ἀμοιβῆς ἀντιφωνοῦντα πρὸς ἄλληλα, οὐ διὰ τὸ κάμνειν, διὰ δὲ τὸ τὰς τιμὰς ἀλλήλοις παραχωρεῖν, ἀντιδωρεῖσθαί τε τὰς δοξολογίας· πάντα γὰρ ἐν κόσμῳ τὰ ἄνω. Τρὶς δὲ τὸ ἅγιος λέγοντες, κατακλείουσι τὴν δοξολογίαν εἰς τὸ, Κύριος Σαβαὼθ, ἐν μιᾷ θεότητος φύσει τὴν ἁγίαν τιθέντες Τριάδα. Τὴν δὲ μέλλουσαν αὐτοὺς ἐρημίαν καταλαβεῖν ὁ προφήτης μαθὼν, δέδοικε μὴ τῷ πλήθει καὶ αὐτὸς συναπόλοιτο. Καὶ τὴν ἀνθρωπίνην δὲ φύσιν τῇ φανείσῃ παρατιθεὶς, ὡς ἔστι τάλας φησὶ, καὶ τῶν ἰδίων χειλῶν τὴν ἀκαθαρσίαν ὁμολογεῖ, οὐ ψυχῆς, οὐδὲ παντὸς τοῦ σώματος, πλὴν εἰ μὴ τὴν πᾶσαν ἑαυτοῦ φύσιν ἐκ μέρους δηλοῖ, μᾶλλον δὲ τὰ λοιπὰ καὶ τὴν καρδίαν κεκάθαρτο. Οὐ γὰρ ἂν ἴδε τὸν Κύριον, τὰ δὲ χείλη φησὶν ἔχειν ἀκάθαρτα Πόθεν, ἢ ἐκ τῆς πρὸς τοὺς ἀκαθάρτους ὁμιλίας, οἷς ὁμιλῶν ἠναγκάζετο τῆς ἐκείνων μοχθηρίας ἄξια φθέγγεσθαι; οὕτω γὰρ ἦν καθαρὸς, ὡς κἀπὶ σμικρῷ κατανύττεσθαι καὶ ταλανίζειν ἑαυτόν. Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· καὶ Ἀβραὰμ δὲ θεωρήσας τὸν Κύριον, γῆν καὶ σποδὸν ἑαυτὸν ἀπεκάλεσε, πρότερον μὴ τοῦτο εἰπὼν, ὡς οὐδὲ νῦν Ἡσαΐας τὸ τάλας πρὶν κατανοῆσαι τὸν Κύριον. Οὐδὲ Μωϋσῆς παιδευόμενος τὴν Αἰγυπτίων σοφίαν, καὶ, ὡς εἰκὸς, εὐφυίᾳ καὶ συνέσει τούτους νικῶν, ᾔσθετο ἑαυτοῦ ἰσχνοφώνου ἢ βραδυγλώσσου· ἀλλ' ὅτε ἤκουσε τοῦ χρηματίζοντος, τὴν ἰδίαν φωνὴν ἐμέμψατο. Ὁ μέντοι Μωσέως προσέταξε νόμος μὴ συναναμίγνυσθαι τοῖς ἁγίοις τὸν βέβηλον· καὶ τοῦτο διὰ πολλῆς ἐτίθεντο φυλακῆς. Διὸ καὶ Πέτρος ἐν τῷ τῆς ἄγρας πλήθει, τῆς Ἰησοῦ δυνάμεως πειραθεὶς, ὅτε κελεύσαντος αὐτοῦ καθῆκε τὸ δίκτυον, Ἔξελθε, φησὶν, ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Ἄλλως γὰρ οὐκ ἂν ἠξίωσεν ἀπ' αὐτοῦ τὸν Χριστὸν ἀπελθεῖν. Καὶ οἱ Γεργεσηνοὶ δὲ μετὰ τὴν πεῖραν τῶν τοσούτων θαυμάτων παρεκάλεσαν μεταβῆναι ἀπὸ τῶν ὁρίων 1937 αὐτῶν, καίτοι κρατεῖν ἔδει μᾶλλον τὸν ἐλαύνοντα δαίμονας, καὶ πάσης νόσου γινόμενον ἰατρόν. Ὅθεν καὶ Φαρισαῖοι, κληθέντος πρὸς σωτηρίαν Ματθαίου, καὶ εἰς τὸν οἶκον ἑαυτοῦ καλέσαντος Ἰησοῦν, ἐπειδὴ πολλοὶ συνῆσαν ἁμαρτωλοὶ καὶ τελῶναι, τοῖς αὐτοῦ μαθηταῖς ἔλεγον· Διὰ τί μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Αἰτιᾶται δὲ καὶ τοὺς ἐξάρχοντας τῶν Ἰουδαίων Θεὸς λέγων, Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον. Δι' ὃ καὶ νῦν ὁ προφήτης ὑπὸ τοῦ συνειδότος κατανένυκται, φησὶν, ὅτι τῶν ἁγίων δυνάμεων χείλεσι παναγίοις ὑμνούντων τὸν Κύριον, οὐκ εἶχε σὺν αὐτοῖς ἀνυμνεῖν, εἰδὼς ὡς οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Διόπερ ἐξέδωκε Σύμμαχος· Οἴμοι, ὅτι ἐσιώπησα. Ἦν μὲν γὰρ ἀκάθαρτος χείλεσιν Ἰσραὴλ, βλασφημήσας τὸν Κύριον Ἰησοῦν τὸν Χριστόν. Ὁ δὲ προφήτης πρὸς αἷς εἰρήκαμεν αἰτίαις, μετριάζων ἑαυτὸν συναναμίγνυσιν τῷ λαῷ· τάχα δὲ καὶ τῆς ἀνθρώπου φύσεως τὴν νόσον ὁμολογεῖ, κατὰ Δαβὶδ εἰρηκότα·" Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης." Νοσεῖ γὰρ τὸ ψεῦδος ἡ φύσις, εἰ καὶ νήφοντες ὀλίγοι τοῦτο φεύγειν δεδύνηνται. Ὅτι δὲ χρὴ καθαροῖς χείλεσιν ὑμνολογεῖν τὸν Θεὸν, δηλοῖ τις τῶν μαθητῶν περὶ τῆς γλώσσης εἰπὼν," Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Κύριον, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν Θεοῦ γεγονότας. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν ἔτι σαφέστερον εἰπών· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ πρὸς ποδῶν αὐτοῦ ἐπλήρου τὸν ναόν. Σεραφεὶμ ἑστῶτα ἐπάνωθεν. Ἐπειδὴ γὰρ ὁ οὐρανὸς αὐτῷ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, ὁ ἐπὶ γῆς δὲ ναὸς, ἐν τῷ ὑποποδίῳ αὐτοῦ συνειστήκει· εἰκότως τὰ πληροῦντα τὸν ἐπὶ γῆς οἶκον, πρὸς ποδῶν ἐλέγετο τοῦ Θεοῦ. Σεραφεὶμ δὲ εἰστήκει ἐπάνωθεν τοῦ οἴκου. Οὐ γὰρ δὴ τοῦ Κυρίου, ἀλλ' οὐδὲ εἴσω ἦν τοῦ οἴκου (ἦ γὰρ ἂν καὶ αὐτὰ πρὸς τοῖς ποσὶν ἦν τοῦ Θεοῦ), ἀλλ' ἦν ὑπεράνω τοῦ οἴκου περιπολοῦντα τὸν βασίλειον θρόνον. Μὴ ἀγνοῶμεν δὲ ὡς οἶκόν τινες ἔφασαν τὸ σύμπαν σύστημα τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως, ἐπηρμένον δὲ θρόνον, τὴν ἐπὶ πάντων ἀρχήν. Ἐχρῆν δὲ τούτους προσθεῖναι καὶ πῶς ὁ οὕτω νοούμενος οἶκος ἐπληρώθη καπνοῦ. ιγʹ. 9Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφεὶμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου9, κ. τ. λ. Τῷ μὲν Ἱερεμίᾳ εἰρηκότι·" Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ, οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ 1940 εἰμι," ἐξέτεινε Κύριος τὴν αὑτοῦ χεῖρα, καὶ ἥψατο τοῦ στόματος αὐτοῦ πληρῶν τῆς προφητικῆς αὐτὸ χάριτος, ἐπείπερ οὐκ ἐδεῖτο καθάρσεως. Νῦν δὲ τῷ δεομένω ταύτης, οὐχ ὁ Κύριος, ἓν δὲ τῶν Σεραφεὶμ προσάγει τὸν ἄνθρακα τὸν καθάρσιον, ὅθεν εἰκότως τὴν, ἐμπρησταὶ, ἤγουν ἐμπιπρῶντες, προσηγορίαν ἠνέγκαντο. Δι' ὃ περὶ τῆς ἀγγελικῆς δυνάμεως εἴρηται·" Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα." Καθαρτικοὶ γάρ εἰσι τῶν δεομένων καθάρσεως. Πληροῖ δὲ τὸ ἑαυτοῦ θυσιαστήριον ἀνθράκων καθαρτικῶν ὁ Θεὸς, δι' ὅ πού φησιν· Ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. Καὶ πῦρ καταναλίσκον τὸν Θεὸν ἐκάλει Μωσῆς. Βαπτίζει καὶ ὁ Σωτὴρ ἁγίῳ Πνεύματι καὶ πυρί. Οὐκ ἔστι γὰρ καθαρθῆναι, πλὴν διὰ τοῦ θείου πυρός. Ὁποῖον γάρ ἐστιν ἑκάστου τὸ ἔργον, τὸ πῦρ αὐτὸ δοκιμάσει. Καὶ σωθήσεται δὲ, φησὶν, ὡς διὰ πυρός. Μή ποτε δὲ Χριστοῦ σύμβολον ληπτέον τὸν ἄνθρακα, ὃς ξύλον μέν ἐστι τῇ φύσει, πλὴν ὅλος δι' ὅλου μεμέστωται τοῦ πυρὸς, οὗ καὶ τὴν δύναμιν ἔχει καὶ τὴν ἐνέργειαν. Παρεικάζειν δὲ φιλεῖ πυρὶ καὶ τὸν Θεὸν ἡ θεία Γραφή." Γέγονε δὲ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Ἐν τῷ Χριστῷ γὰρ πᾶν τὸ τῆς θεότητος κατῴκηκε πλήρωμα, κατὰ τὸν τῆς ἑνώσεως τρόπον. Θαυματουργὸς ἐντεῦθεν καὶ τοῦ Σωτῆρος ἡ σάρξ. Ἥψατο γοῦν τῆς σοροῦ καὶ ἀνέστησε τὸν τῆς χεῖρας υἱόν. Καὶ πτύσας, τὸ βλέπειν χαρίζεται, ὃς περικαθαίρει τὰ χείλη γινόμενος ἐν αὐτοῖς, ὅταν τὴν πίστιν ὁμολογῶμεν τὴν εἰς αὐτόν. Διὸ καὶ Παῦλός φησιν·" Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστιν τὸ κήρυγμα τῆς πίστεως, ὃ κηρύσσομεν," καὶ τὰ ἐπὶ τούτοις. Δι' αὐτοῦ γὰρ ὁ τῆς ἁμαρτίας ἐκτήκεται ῥύπος, γινόμεθά τε τῷ πνεύματι ζέοντες. Αὐτοῦ γὰρ ἡ σὰρξ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ Δαβὶδ δέ φησι·" Πεπυρωμένον τὸ λόγιον σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό·" τῆς ἐντεῦθεν ἐνεργείας αἰσθόμενος. Συγγενὲς δὲ τούτου τὸ πῦρ τὸ ἐπὶ τῆς βάτου καὶ τοῦ Χωρήβ· τοιούτῳ πυρὶ Κλεώπα καὶ Σίμωνος ἐκαίετο ἡ καρδία, ὅτε διήνοιγεν αὐτοῖς ὁ Κύριος τὰς Γραφάς. Τοιοῦτον Ἱερεμίας ἔλαβε πῦρ, δι' ὃ καὶ ἔλεγεν·" Καὶ ἐγένετο πῦρ ἐν τοῖς ἐγκάτοις μου, καὶ παρ' εἶναι πάντοθεν." Τοῦτο καὶ ὁ Σωτὴρ ἐπὶ τὴν γῆν ἦλθεν βαλεῖν." Καὶ τί θέλω, φησίν; ἀλλ' ἤδη ἀνήφθη." Τοῦτο τὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου λαμβάνει τὸ Σεραφείμ. Χωρίον δὲ τοῦτο καθαρισμοῦ ψυχῶν ἐπουράνιον, ὅθεν ἐκπέμπεται ταῖς ἁγιαζομέναις δυνάμεσι τὸ καθάρσιον πῦρ. Αὖται μέντοι τῆς πρεπούσης ἑκάστῃ παρὰ Θεοῦ τιμῆς ἀπολαύουσαι ὑπὸ ζυγὸν ὑπάρχουσιν ἕνα· νεύμασι γὰρ ὑπηρετοῦσι Δεσποτικοῖς, ἐν μέρει τιμῆς τὴν δουλείαν δεχόμενα. Διὸ καὶ νῦν 1941 τὸ Σεραφεὶμ τῇ τοῦ προφήτου καθάρσει διακονεῖ, λαμβάνον τῇ λαβίδι τὸν ἄνθρακα, τὸ σέβας ἐμφαῖνον, ὅπερ ἔχει πρὸς τὸ θυσιαστήριον, χειρὶ μὴ τολμῆσαν ἐφάψασθαι. Ἀληθινὸν γὰρ ἦν τὸ πῦρ, ἀλλ' οὐκ ἀλλότριον, ᾧ Ναβὰδ καὶ Ἀβιοὺδ κατεκάησαν. Τοῦτο γὰρ ὡς μὴ καῖον τοῖς χείλεσιν τοῦ προφήτου προσάγεται. Οὗτο νῦν διὰ τὸ καυστικὸν ἡ λαβὶς, ἀλλὰ δηλοῖ τὴν ἐν ἑκάστῳ τυγχάνουσαν ἐπιτηδειότητα πρὸς τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ ὑπαρχούσης πρὸς τὸ καλὸν οἰκειώσεως. Ἢ, ὅτι τὴν ἐπὶ Χριστῷ πίστιν καὶ γνῶσιν, καθάπερ τινὶ λαβίδι, δεχόμεθα διὰ νομικῶν τε ἅμα καὶ προφητικῶν παιδευμάτων, ὧν ταῖς μαρτυρίαις οἱ ἀπόστολοι τοὺς ἰδίους λόγους ἐπισφραγίζοντες, ἔπειθον τοὺς ἀκούοντας, τὸν ἄνθρακα τοῖς αὐτῶν προσάγοντες χείλεσιν, καὶ τὴν πίστιν ὁμολογῆσαι παρασκευάζοντες· ὃν ὁ προφήτης δεξάμενος θαῤῥεῖ, μηκέτι λέγων· Τάλας ἐγώ· ἀποστολῇ δὲ τῇ παρὰ τοῦ φανέντος ἐπιτρέχων αὐτόματος. Τοσοῦτον δύνανται δυνάμεις λειτουργικαὶ πεμπόμεναι πρὸς τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, οὐκ αὐθεντικῶς, οὐδὲ αὐτεξουσίως παραγινόμεναι. Προηγουμένη γὰρ αὐταῖς καὶ κατὰ φύσιν ἐστὶ ζωὴ τῷ τοῦ Θεοῦ κάλλει ἐνατενίζειν ἀεὶ, καὶ διηνεκῶς δοξάζειν αὐτόν· περιστατικὴ δὲ ταύταις ἐνέργεια ἡ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἐπιμέλεια καὶ στροφή. Τοιαύτη καὶ ἡ νῦν προσενεγκοῦσα τὸν ἄνθρακα. Νοήσωμεν δὲ τοῦτον λόγον ἀληθῆ, διαπύρως καὶ ἐλεγκτικῶς τὸ ψεῦδος καθαίροντα, οἷς ἂν ἀπὸ τῆς δραστηρίου δυνάμεως προσενεχθῇ. Τὴν γὰρ χεῖρα τοῦ Σεραφεὶμ ἐνέργειαν χρὴ νοεῖν ἀγαθῶν παρεκτικήν. Ὁ δ' οὖν Κύριος καθαρθέντα τὸν προφήτην προστακτικῶς οὐκ ἀπέστειλεν, ἀλλά φησι· Τίς πορεύσεται; Δοκιμάζοντος δὲ τοῦτον ἡ τοιαύτη φωνὴ, καὶ τὴν αὐτοῦ προθυμίαν προκαλουμένου, ὡς ἂν τῆς ἀγαθῆς προαιρέσεως κομίζοιτο τὸν μισθόν. Ἔοικε δὲ καὶ αἰτιᾶσθαι λίαν τὸν Ἰσραὴλ, ὡς τοῖς ἀποστελλομένοις ἀεὶ γινόμενον ἀπειθῆ, καὶ διαφόρως αὐτοὺς τιμωρούμενον. Τοιγαροῦν καὶ πρὸς τὸν Ἰεζεκιήλ φησιν ὁ Θεός·" Ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ ἐθελήσωσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου, ὅτι πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι." Ὅθεν ἔοικεν ἀποροῦντι, Τίς δυνήσεται πεῖσαι τὸν Ἰσραήλ; Ὁ δὲ, ἅτε ἄνθρακος τοῦ θείου μεταλαβὼν, καθαρὸς μέν ἐστι, πρόθυμος δὲ καὶ νεανικὸς πρὸς ἀποστολὴν, οὗ μετειληφότες μᾶλλον οἱ τοῦ Χριστοῦ μαθηταὶ θερμότεροι πρὸς ταύτην ἐγένοντο. Θεὸς δὲ τὸν Μωϋσῆν οὐκ ἠρώτησεν, ὡς νῦν Ἡσαΐαν· ἀλλ' ὡς ἔχων ἕτοιμον, φησί·" Δεῦρο, ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου." Καὶ ὅμως παραιτεῖται, ὁ δὲ πλείστῃ τῇ ἀγάπῃ φερόμενος, ἀορίστως ἀκούσας τοῦ λόγου, ἐπιδίδωσιν ἑαυτὸν μηδὲν ὧν πάσχειν ἤμελλεν λογισάμενος. Ἀλλ' οὐκ ἐναντίαν ταύτῃ διάθεσιν ἔσχεν ὁ Μωϋσῆς. Ἀλλ' ᾔδει τὴν ὑπόθεσιν, εἰς ἣν ἀπεστέλλετο, καὶ ὡς ἀνένδοτός ἐστιν ὁ Φαραὼ, 1944 ὁ δὲ λαὸς Ἰσραὴλ δυσπειθὴς, πεῖραν τούτου μαθών. Εὖ γὰρ παθόντες τὸν εὐποιήσαντα φυγεῖν παρεσκεύασαν, καὶ προφάσει ποιμενικῆς τοὺς τῶν ἀνθρώπων θορύβους ἐξέκλινεν. Δηλοῖ δὲ τὴν γνώμην τοῖς ἐφεξῆς. Ὡς γὰρ ταῖς αὐτοῦ λιταῖς τὴν ἐπὶ τῇ μοσχοποιίᾳ δίκην ἀπέδρασαν, τοῦ Θεοῦ πρὸς αὐτὸν εἰπόντος·" Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ τὸν ἄγγελόν μου ἐξαποστελῶ ἔμπροσθέν σου," φησὶν εὐθέως·" Δέομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν." Τίνος χάριν; Ὅτι ἁμαρτωλὸς ὁ λαὸς χρῄζει τοῦ ἀφιέντος ἁμαρτίας, ὅπερ ἀγγέλοις ἀδύνατον. Τιμωρητικοὶ μὲν γὰρ τῶν ἁμαρτανομένων οἱ ἄγγελοι, συγχωρητικοὶ δὲ τούτων οὐκέτι. Διὸ καὶ ἐξαρχῆς ἔλεγεν, Προχείρισαι ἄλλον ὃν ἀποστελεῖς. Τουτέστιν, Ἐλθέτω ὁ ἀληθινὸς νομοθέτης, ὁ δυνατὸς Σωτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Οὐκ εἰσηκούσθη δὲ, ὅτι μήπω παρῆν τὸ πλήρωμα τῶν καιρῶν, καὶ ἔδει ἐν τοῖς τύποις προεθισθῆναι τὴν ἀνθρωπότητα. Ἡσαΐας δὲ τῶν ἁμαρτιῶν ἀφείμενος εἰπὼν, ὅτι Ἐν μέσῳ λαοῦ ἐγὼ οἰκῶ ἀκάθαρτα χείλη ἔχοντος· εἶτα νῦν ἀκούσας, Τίς πορεύεται πρὸς τὸν λαὸν τοῦτον; νομίσας ἐπὶ τῷ παραπλήσια κακείνους εὐεργετηθῆναι, ζητεῖσθαι τὸν ἀποστελλόμενον, ὑπὸ περιχαρείας ἑαυτὸν ὑποβάλλει, ὡς ἂν κακείνοις ἀφεθῇ τὰ ἡμαρτημένα· ἀσφαλῆ μέντοι πεποίηται τὴν ἀπόκρισιν, ὡς ὠφελημένος ἐκ τῆς τοῦ ἄνθρακος ἤδη καθάρσεως. Πρὸς γὰρ δύο λόγους μίαν πεποίηται τὴν ἀπόκρισιν, Τίνα ἀποστελῶ; καὶ, Τίς πορεύσεται; Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με, μηκέτι προσθεὶς καὶ, Ἐγὼ πορεύσομαι. Τὸ μὲν γὰρ δέξασθαι τὴν ἀποστολὴν, ἐφ' ἡμῖν· τὸ δὲ δυναμωθῆναι πρὸς τὴν πορείαν, ἐκ τοῦ διδόντος τὴν χάριν Θεοῦ· διὸ τοῦτο κατέλιπε τῷ Θεῷ, μηδὲν ἐπαγγειλάμενος ἀσθενείᾳ τῆς φύσεως... περ οὐκ ἔλαβεν ἑαυτῷ, τοῦτο χαρίζεται Κύριος, εἰπών· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ. Τὸ δέ· Ἰδοὺ, εἰμὶ ἐγὼ, θαῤῥῶν εἶπεν, ὡς ἤδη τοῦ ὄντος μεταλαβὼν, καὶ ἐν τοῖς οὖσιν ἀριθμῶν ἑαυτὸν μετὰ τὴν κάθαρσιν. Ἐπεὶ δὲ ἔθετο ὁ Θεὸς πρῶτον ἀποστόλους, δεύτερον προφήτας, διὰ τοῦτο Ἡσαΐας πρῶτον τὸ τῆς ἀποστολῆς δέχεται χάρισμα· καὶ Μωϋσῆς ἀκούει·" Δεῦρο ἀποστελῶ σε·" καὶ Ἱερεμίας·" Ὅτι πρὸς πάντας οὓς ἂν ἐξαποστελῶ σε, πορεύσῃ." Ἀκούει δὲ φωνῆς Κυρίου ὁ τὸ ἡγεμονικὸν ἐξ αὐτοῦ τυπωθεὶς, διὰ τὴν ἐν αὐτῷ καθαρότητα τοῦ ἐνηχοῦντος ἀκροώμενος Λόγου, ὥσπερ βιβλίῳ τῇ ψυχῇ τὰ νοήματα τὰ θεῖα χαράττοντος. Τί οὖν εἰπεῖν Ἡσαΐας προστάττεται, Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Τίνα δὲ βλέψουσιν, ἢ τίνος ἀκούσονται, παρῆκεν ἡμῖν καταλιπὼν τοῦτο 1945 σκοπεῖν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου λεγούσης, ὅτι Ὃν σὺ τεθέασαι Κύριον, ὦ προφῆτα, τοῦτον ὄψεται καὶ ὁ λαὸς οὗτός ποτε· καὶ οὗπερ ἀκήκοας, κακεῖνος ἀκούσεται· ἀλλ' οὐ συνήσει, οὐδὲ γνώσεται, τὴν αὐτοῦ χάριν δέξασθαι μὴ βουλόμενος, ὡς ἀνθρώπου φανέντος ἐπὶ τῆς γῆς. Τοιγαροῦν προϊὼν," Ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, φησὶ, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων." Τὸν δὲ τρόπον τοῦ ἑωρακέναι δεικνὺς, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ὁ μὲν γὰρ, ἅτε φῶς ὑπάρχων, πάντων ἐφώτιζε τὰς ψυχὰς, ὡς καὶ τυφλοῖς τὸ βλέπειν χαρίζεσθαι. Οἱ δὲ τοὺς ὀφθαλμοὺς καταμύσαντες, βλέποντες οὐκ ἔβλεπον, τουτέστι, δυνάμενοι βλέπειν, οὐκ ἤθελον. Γίνεται δὲ τοῦτο, ἢ καταφρονήσει τοῦ ὁρωμένου παρατρεπόντων τοὺς ὀφθαλμοὺς, ἢ προσποιήσει τοῦ μὴ ἑωρακέναι, ἅ τις ἑώρακε. Τὸ μὲν οὖν βλέψαι παρῆν αὐτοῖς ἀπὸ τῆς τοῦ ὀφθέντος χάριτος· τὸ μὴ ἰδεῖν δὲ συμβέβηκεν μυσάντων τοὺς ὀφθαλμούς. Οὕτως ἀκούων τις οὐκ ἀκούει, εἰ μὴ συνιῇ παρακούων· ἃ δὴ γέγονεν αὐτοῖς ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας. Παρόντα γὰρ αὐτὸν ὀφθαλμοῖς ὁρῶντες οὐκ ἔβλεπον, τά τε μυστήρια τῆς βασιλείας διδάσκοντος οὐκ ἠνείχοντο. Οὕτω γὰρ καὶ Παῦλος νοῶν ἔλεγεν ἐν ταῖς Πράξεσιν πρὸς τοὺς ἐν Ῥώμῃ τυγχάνοντας Ἰουδαίους·" Καλῶς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν λέγον· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ," καὶ τὰ ἑξῆς, εἰς τὴν τοῦ Σωτῆρος ἀναφέρων ἐπιδημίαν τὸν λόγον. Τοῦτο δὲ ἦν ἄρα καὶ μάλα σαφῶς, ὅπερ ἔφη Χριστὸς, τοῖς ἐξ Ἰσραὴλ ἀπειθεῖν εἰρημένοις·" Μὴ γογγύζετε κατ' ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν." Καὶ πάλιν·" Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν, ἔρχεται πρός με." Οὐκ οὖν ἐκκέκληνται πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ δι' ἀποκαλύψεως τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι μηδὲ ἦσαν ἄξιοι τῆς αὐτοῦ σωτηρίας τε καὶ ζωῆς· καὶ ἐν τούτῳ τὸ εὔλογον τῆς τοῦ Θεοῦ κρίσεως ἀναφαίνεται. Εἰπόντος γὰρ Ἡσαΐου· Ὅτι ἀκάθαρτα χείλη ἔχω, καὶ περὶ τοῦ λαοῦ πάλιν τὰ ὅμοια, αὐτῷ μὲν ἐδόθη διὰ τοῦ ἄνθρακος ἡ χάρις τῆς συγχωρήσεως· τοῖς δὲ, οὐκέτι. Ὁ μὲν γὰρ ἰδὼν Κύριον Σαβαὼθ, ἐπίστευσεν οἷς ἐθεάσατο· οἱ δὲ βλέποντες ἐπιδημοῦντα τὸν Κύριον, οὐκ ἐπίστευον. Καὶ ὁ μὲν ἀκούσας τῆς δοξολογίας, συνῆκεν· οἱ δὲ τοῦ Σωτῆρος ἀκούσαντες, οὐκ ἐδέχοντο. Καὶ ὁ μὲν κατανυγεὶς τῆς ἰδίας ἁμαρτίας ᾐσθάνετο, καὶ τάλας ἔφη πρὸς ἑαυτόν· τῶν δὲ ἐπαχύνθη ἡ καρδία, πρὸς τὸ μὴ τῶν ἰδίων κακῶν ἐπαισθάνεσθαι, καὶ προσελθεῖν τῷ δωρουμένῳ τὴν ἄφεσιν. Δι' ὅ φησιν ὁ Κύριος πρὸς αὐτούς·" Ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν." Δόξει δὲ κωλύειν ἐπὶ τοὺς χρόνους ταῦτα τοῦ Σωτῆρος ἀνάγεσθαι, τὸ (Εἶπον τῷ λαῷ τούτῳ) λέ 1948 γεσθαι δεικτικῶς. Τοῦ γὰρ δεικνυμένου λαοῦ τίς ἤμελλε τοῦ Σωτῆρος ἀκούειν, ἢ βλέπειν αὐτοῦ τὰ θαυμάσια; Ἐξ ὁμοίου δὲ τοῦτο νοήσομεν. Εἴρηται γάρ τινι τῶν δώδεκα·" Λαός μου, τί ἐποίησά σοι; ἀποκρίθη τί μοι. Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα ἔμπροσθέν σου τὸν Μωσῆ, καὶ Ἀαρὼν, καὶ Μαριάμ." Ὥσπερ γὰρ τότε οὐχὶ ὁ κατὰ τὸν προφήτην λαὸς εἶδε τὴν Αἴγυπτον, οὐδὲ παρὰ τῶν εἰρημένων ὡδήγηται, καὶ ὅμως, ὡς ἐπὶ τούτοις ἀγνωμονῶν ὀνειδίζεται· οὕτω καὶ νῦν οἱ μὲν τότε ζῶντες ἐδείκνυντο· τὰ δὲ τῆς προφητείας, κατὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν ἐξέβαινεν. Ἔστι δὲ καὶ συνήθης ὁ τοιοῦτος λόγος ἡμῖν, ὃν ἀλλοιούμενόν τινες προσηγόρευσαν. Τὸν αὐτὸν γὰρ καλοῦμεν χορὸν, καὶ ὅτε καθ' ἕνα ἐκάστου τῶν αὐτὸν πληρούντων ὑπεξελθόντος, ἕτεροι τοὺς ἐκείνων διαδέξονται τόπους. Ὃ δὴ καὶ πάσχουσιν πόλεις διαδοχῇ τῶν ἐπιγινομένων ἀντὶ τῶν ἐν μέρει θνησκόντων ἀναπληρούμεναι. Οὕτω καὶ λαὸς ὁ νῦν τῷ προφήτῃ δεικνύμενος λέγοιτ' ἂν ὁ αὐτὸς τῷ ἐπὶ τοῦ Σωτῆρος ὑπάρχειν, οὐ διαμονῇ τῶν καθ' ἕκαστον, τῇ κοινῇ δὲ τοῦ ἔθνους ὀνομασίᾳ. Τούτων οὖν ὁ προφήτης ἀκούσας πυνθάνεται. Ἕως πότε, Κύριε; Τί γὰρ ἔσται τέλος τῆς τοσαύτης αὐτῶν ἀβλεψίας; Ὁ δὲ Θεὸς, δι' ὧν ἐπιφέρει, δηλοῖ τὰ ἐπὶ Οὐεσπασιανοῦ γενόμενα τοῖς Ἰουδαίοις κακὰ, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ὅτε καὶ πλεῖσται πόλεις γεγόνασιν ἀφανεῖς, ὡς ὄνομα τούτων μὴ λείπεσθαι, καθάπερ ἱστόρησεν ὁ Ἰώσηπος. Καὶ ὡς οἶκοι πλεῖστοι τῶν οἰκητόρων κεκένωνται μαχαίρᾳ, καὶ λιμῷ, φυγαῖς τε καὶ αἰχμαλωσίᾳ διεφθαρμένων. Ἀντὶ δὲ τοῦ, Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, σαφέστερον ἐξέδωκε Σύμμαχος εἰπών· Μακρὰν ποιήσει Κύριος τοὺς ἀνθρώπους. Τοῦτο δὲ τὴν αἰχμαλωσίαν παρίστησι, καὶ τὸν τῆς φυγῆς σκεδασμόν. Τινὲς δὲ τοῦτό φασι δηλοῦν τὴν τῶν Ἰουδαίων ἀπὸ τοῦ Θεοῦ ἀλλοτρίωσιν, οἷς ἡ ἀπὸ μέρους ἐγένετο πήρωσις, ἵνα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἐμακρύνθησαν δὲ ἁγίους ἀπεκτονότες, προσθέντες δὲ καὶ αὐτὸν τὸν ἀρχηγὸν τῆς ζωῆς· ἀλλὰ καὶ οἱ καταλειφθέντες, φησὶ, πληθυνθήσονται, καίπερ οὕτως ὄντες ὀλίγοι, ὡς δοκεῖν αὐτοὺς μέρος εἶναι τῶν ἐφθαρμένων τὸ δέκατον. Τί δὲ καὶ τούτων ἔσται τέλος, ἐπήνεγκε. Καὶ πάλιν ἔσται εἰς προνομὴν, καὶ τὰ ἑξῆς· ἀνθ' ὧν ἐξέδωκε Σύμμαχος, Καὶ πάλιν ἔσται εἰς καταβόσκησιν ὡς δρῦς, καὶ ὡς βάλανος, ἥτις ἀποβαλοῦσα ἵσταται μόνη, ἐρημίαν παντελῆ τοῦ λόγου προαγορεύοντος ὑπ' Ἀδριανοῦ γεγονυῖαν τοῦ αὐτοκράτορος, ὅτε διατάγμασι καὶ νόμοις βασιλικοῖς οὐδὲ πόῤῥωθεν αὐτοῖς ἐξῆν τῆς ἑαυτῶν μητροπόλεως τὴν ἐρημίαν ἰδεῖν· ὅτε καὶ ξένοι τινὲς ἀλλογενεῖς κατέσχον ἐξελληνισθέντα τὸν τόπον, καὶ τὴν προσηγορίαν ἡ πόλις μετέλαβεν, ἐπώνυμος γενομένη τοῦ ταύτην ὑστάτου πολιορκήσαντος. 1949 Οἰκεῖα δὲ λίαν τὰ παραδείγματα, ὡς τερέβινθος, ἢ ὡς δρῦς, ἢ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Οὐκέτι γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, οὐδ' ὡς παράδεισος Θεοῦ, οὐδ' ὡς ἐλαία ὡραία, οὐδ' ὡς φοῖνιξ κατὰ τὸν δίκαιον, ἢ ἄλλο τι τῶν ἡμέρων καὶ ἀναγκαίων φυτῶν ἔσεσθαι τούτους φησὶν, ὡς βάλανον. Οὐδὲ αὐτὴν συνεστῶσαν, ἀλλὰ πεσοῦσαν τῆς θήκης. Καὶ ὡς τερέβινθον, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, ὡς δρῦν δὲ καὶ βάλανον. καὶ δρυμὸν, καὶ τῶν ἄλλων δένδρων, ὅσαπερ ἄκαρπα καὶ ἀνήμερα τὰ ἔθνη καλεῖν τὰ ἀλλόφυλα σύνηθες τῇ Γραφῇ. Οἴει ὅμοιον ἔσεσθαι τὸ Ἰουδαίων ἔθνος φησὶ, μηδενὶ διαφέροντα τρόπῳ καὶ βίῳ, πλὴν ἐπὶ τὸ χεῖρον, ὡς τοὺς μὲν τὰς οἰκείας ἐπέχειν χώρας, καὶ τοὺς κατὰ φύσιν τὴν αὐτῶν προφέρειν καρποὺς, τοὺς δὲ τῆς ἑαυτῶν ἐκπεπτωκέναι, καὶ μηδὲ ὁμοίως ἐκείνοις ἐνεργεῖν, ὡς διὰ τοῦτο παραβάλλεσθαι δοκεῖ ἀγρίῳ φυτῷ, καὶ βαλάνου καρπῷ ζώων ἀλόγων θρεπτικῷ. Ἐπὶ τούτοις, μετὰ προσθήκης ἀστερίσκων, ἐπιλέγει περὶ τοῦ ἐξ αὐτῶν ἁγίου σπέρματος, περὶ οὗ τό·" Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα," προὐλέγετο. Θεοδοτίων μὲν γὰρ ἔφη, Τὸ σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Ὁ δὲ Ἀκύλας στήλωσις ἔφησεν. Ὁ δὲ Σύμμαχος, ἡ στάσις αὐτῆς. Στάσις γὰρ τοῦ ἐκπεσόντος λαοῦ, τὸ ἐξ αὐτῶν ἅγιον σπέρμα τὸ μὴ τὴν ὁμοίαν τοῖς λοιποῖς ὑπομεῖναν πτῶσιν. Οἱ τὴν σωτήριον χάριν δεξάμενοι, καὶ συνέντες τὴν ἀκοὴν, καὶ ἰδόντες ἐθεάσαντο. Οὓς μακαρίζων ὁ Σωτὴρ ἔλεγεν·" Μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι." Τινὲς δὲ τὸ, Καὶ οἱ καταλειφθέντες πληθυνθήσονται, ἐπὶ τῶν εἰς Χριστὸν πεπιστευκότων ἐδέξαντο. Εἰ δέ φησι, Καὶ ἔσονται εἰς προνομὴν, καὶ τὰ ἑξῆς, δηλοῖ, φασὶ, τὴν κατὰ μικρὸν ἀπὸ τῶν Ἰουδαϊκῶν ἐθῶν, ἐπὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν μεταβολήν. Πάλιν γὰρ εἰς προνομὴν οὗτοι γενήσονται συνηγμένοι, ὡς συνάγεται ὁ τῆς τερεβίνθου καρπὸς, καὶ ὡς ἡ βάλανος ἡ ὥριμος ἤδη πρὸς συλλογήν. Τότε γὰρ ἀπολύεται ἀπὸ τοῦ πρὸς τῇ θήκῃ δεσμοῦ ἡ πεφθεῖσα ἤδη καὶ τελειωθεῖσα τῷ χρόνῳ. Τάχα δὲ, φασὶ, καὶ διὰ τὸ ἐκπεπτωκέναι γενομένους ἐν τῇ διασπορᾷ, βαλάνῳ τῆς θήκης ἐκπεσούσῃ παρεβλήθησαν. Συνάγονται δὲ οὗτοι, ὡς τερέβινθός τε καὶ βάλανος, ἐν τῷ γενέσθαι σπέρμα ἅγιον ἐν τῇ στάσει καὶ βεβαιότητι αὐτῶν, κατὰ τὴν προσθήκην Θεοδοτίωνος. Τινὲς δὲ οὕτως ἐνόησαν. Ἠρώτησεν ὁ προφήτης· Μέχρι τίνος ἡ πώρωσις; ὁ δὲ Θεὸς δηλῶν τὴν τοῦ παρόντος βίου συντέλειαν, τὰ ἐπὶ τούτοις ἐπήνεγκε. Δεῖ γὰρ πρῶτον πολέμους ἡμᾶς ἀκοῦσαι, καὶ ἀκοὰς πολέμων, ἀναστῆναί τε 1952 ἔθνος ἐπ' ἔθνος, ἐρημωθῆναί τε πόλεις, καὶ οἴκους, εἶτα τὸ τέλος. Μεθ' ὃ μακρύνονται λοιπὸν, μετὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, διηνεκῆ ζῶντες βίον, ἀνῃρημένης εἰς ἅπαν φθορᾶς τε πάσης καὶ ἁμαρτίας· τὸν δὲ νῦν πεπωρωμένον Ἰσραὴλ, ἐν ἐσχάτοις τοῦ αἰῶνος κληθήσεσθαι καιροῖς ἡ θεία λέγει Γραφή. ΚΕΦΑΛ. Ζʹ. αθʹ. 9Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβηῬαασσὼν βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου, βασιλεὺς Ἰσραὴλ, ἐπὶ Ἱερουσαλὴμ, πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτὴν9, κ. τ. λ. Τὰ πρῶτα τῆς προφητείας ἐπὶ Ὀζίου βασιλέως ἐλέλεκτο. Μεθ' ὃν Ἰωάθαμ. Οὗ κατ' ἀρχὰς τῆς βασιλείας ἡ ὀπτασία γέγονε Κυρίου Σαβαὼθ καὶ τῶν Σεραφεὶμ, δηλοῦσα τοῦ Μονογενοῦς τὴν θεότητα. Ἐτῶν δὲ διαγενομένων ἑκκαίδεκα (τοσαῦτα γὰρ ἐβασίλευσεν Ἰωάθαμ), Ἄχαζ ὁ δυσσεβέστατος διαδέχεται, καθ' ὃν θεσπίζεται τὰ προκείμενα, προφητεύοντα περὶ τῆς κατὰ σάρκα γενέσεως τοῦ Μονογενοῦς. Ἔδει γὰρ ἀκολούθως ἐπενεχθῆναι ταύτην τοῖς περὶ τῆς θεότητος εἰρημένοις. Ἡ δὲ τῆς προφητείας ὑπόθεσις αὕτη.... ἀσεβοῦντι μετὰ τῶν ὑπηκόων Ἄχαζ κατὰ θείαν δίκην δύο βασιλεῖς ὁ Δαμασκοῦ καὶ Σαμαρείας ἐπέθεντο. Ῥαασσὼν ὁ πρῶτος, ὁ δὲ δεύτερος Φακεέ. Τοιγαροῦν ἀναιροῦσι μὲν αὐτῶν δώδεκα μυριάδας αἰχμαλώτους δὲ λαμβάνουσιν εἴκοσι· μετὰ τὴν τοιαύτην πληγὴν, καὶ δεύτερον ἐπεστράτευσαν ἑλεῖν ἐκ πολιορκίας ἐθέλοντες τὴν Ἱερουσαλὴμ, ἀποκτεῖναί τε τὸν Ἄχαζ, καὶ ἀντ' αὐτοῦ βασιλέα καταστῆσαι τὸ νῦν Ταβεήλ. Ὧν ἀναγγελθέντων τῷ οἴκῳ Δαβὶδ (οὕτω δὲ τοὺς ἐκ Δαβὶδ ἅπαντας μετὰ τῶν ὑπηκόων ἐκάλουν), πάντες οὗτοι σαλεύονται τὴν ψυχὴν, πείρᾳ τῶν προλαβόντων δεδιότες τὰ μέλλοντα. Ταῦτα μετ' ἀκριβείας ἡ δευτέρα τῶν Παραλειπομένων ἐδήλωσεν. Τὸν δὲ σάλον αὐτῶν ἀπεικάζει ξύλῳ δρυμοῦ, μηδὲ νῦν δένδρον παραλαβὼν εὐγενές τε καὶ ἥμερον. Ἀλλ' ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ μετανοῆσαι, καὶ ἐπιστρέψαι, καὶ ζῇν αὐτὸν, οὓς πρώην τιμωρία, τούτους νῦν φιλανθρωπία μετέρχεται. Πέμπει γὰρ πρὸς Ἄχαζ τὸν προφήτην, μετὰ τοῦ περιλειφθέντος ἐκ πλειόνων υἱοῦ. Καλεῖ δὲ τοῦτον Ἰασούβ. Περιελείφθη δὲ ἢ θανάτου τῶν ἀδελφῶν, ἢ τῆς τῶν πολλῶν Ἰουδαίων πλάνης μὴ μετασχών. Ἔδει γὰρ τὸν σωθέντας τῆς πλάνης μαθητεύεσθαι τῷ πατρὶ διὰ τοῦ παρεῖναι προσιόντι θαρσαλέως Θεῷ, καὶ ποιοῦντι τὰ κελευόμενα· εἰπεῖν δὲ προστάττει· Φύλαξαι τοῦ ἡσυχάσαι. Ὅπερ 1953 Σύμμαχος μέν φησιν, Φύλαξαι, καὶ ἡσύχασον. Ὁ δὲ Θεοδοτίων, Πρόσχες, καὶ ἡσύχασον. Καπνιζομένους δὲ δαλοὺς, τοὺς δύο κέκληκε βασιλεῖς, ὡς μήτε φῶς, μήτε δύναμιν ἔχοντας καυστικὴν ἤδη σβεσθεῖσαν. Εἰ γὰρ καὶ παιδευτικῇ, φησὶ, δυνάμει μετῆλθεν ὑμᾶς, ἢν ὀργὴν οἶδε καλεῖν ἡ Γραφὴ, παραδοὺς τοῖς πολεμίοις ὑμᾶς, ἀλλ' οὖν παίσας ἰάσομαι, δι' ἀμφοῖν ὑμᾶς καλῶν εἰς εὐσέβειαν, δι' ὃ νῦν ἀνόνητος ἡ τῶν βασιλέων βουλή. Ἀρὰμ δὲ λέγει Συρίαν, Σαμάρειαν δὲ τὴν νῦν Σεβαστήν. Ἀρκεῖ γὰρ, φησὶν, τῇ μὲν Σαμαρείᾳ κεφαλὴν ἔχειν τὴν Δαμασκὸν, καὶ ταύτης εἶναι βασιλέα τὸν Ῥαασσών· τῷ δὲ Ἐφραῒμ τῆς Σαμαρείας. Οὕτω δὲ ἐκάλουν τὰς δέκα φυλὰς Ἰσραὴλ, διὰ τὸν ἐξ Ἐφραῒμ αὐτῶν βασιλεύσαντα, καὶ ταύτης ἡγεῖσθαι Ῥωμελίου υἱόν. Γνῶθι δὲ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις, Ἄχαζ, ὡς ἐντὸς ἐτῶν πέντε καὶ ἑξήκοντα ἡ τῆς Σαμαρείας ὑπὸ τῶν Ἀσσυρίων βασιλεία καταλυθήσεται, τοῦ βασιλέως σὺν ὑπηκόοις παραδοθέντος αἰχμαλωσίᾳ. Ταῦτα προσέταξε λέγειν ὁ Θεὸς τῷ Ἄχαζ ἀπαντήσαντα τὸν προφήτην, κατά τινα τόπον, ὃν εὔκαιρον ᾔδει πρὸς τὸ περιτυχεῖν τῷ Ἄχαζ. Τοῦ δὲ χρόνου συμπληρωθέντος, Δαμασκὸς καὶ Σαμάρεια, οἵ τε τούτων βασιλεῖς καὶ ὑπήκοοι, πρὸς τῶν Ἀσσυρίων ἑάλωσαν, ὡς ἡ τετάρτη τῶν Βασιλείων δηλοῖ. Εἷλε γὰρ ὁ μὲν Τεγλαθφαλλασὰρ τὴν Δαμασκὸν καὶ τὸν Ῥαασσὼν, ὁ δὲ Σαλμανασὰρ τὸν Ὠσηὲ καὶ Σαμάρειαν. Κατὰ κοινοῦ δὲ, τὸ ἐκλείψει ἐν τῷ, καὶ ἡ κεφαλὴ Σομόρων. Τά γε μὴν ἑξήκοντα πέντε ἔτη παῖδες Ἑβραίων φαίνονται μετ' ἀκριβείας συνάγεσθαι, τούτων εἰ ποιήσαιτό τις ἀρχὴν ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς Ὀζίου βασιλείας. Προφητεύει μὲν γὰρ κατὰ τοῦτον Ἡσαΐας ὁμοῦ καὶ Ἀμώς· θεσπίζει δὲ πρῶτος Ἀμὼς τὴν ἅλωσιν Ἰσραὴλ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, πρὸδύο ἐτῶν τοῦ σεισμοῦ τοῦ γενομένου, φασὶν, ὅτεπερ Ὀζίας εἰσελθὼν εἰς τὸ ἁγίασμα λεπροῦται, καὶ ἡ τοῦ θυσιαστηρίου πιότης ἐκκέχυται. Γίνεται δὲ τὰ λοιπὰ τοῦ Ὀζίου ἔτη εἰκοσιεπτά. Τὰ γὰρ πάντα δύο καὶ πεντήκοντα βεβασίλευκεν, ὧν κατὰ τὸ πέμπτον καὶ εἰκοστὸν, πρῶτος Ἀμὼς θεσπίζει τὰ περὶ τῆς ἁλώσεως Ἰσραήλ· μεθ' ἃ τοῦ Ἰωαθὰμ ἔτη ἑκκαίδεκα, καὶ τοῦ Ἄχαζ ἄλλα τοσαῦτα, καὶ τῆς Ἐζεκίου βασιλείας ἕξ. Ἃ δὴ συντεθέντα πληροῖ τὰ πέντε καὶ τὰ ἑξήκοντα. Ἕκτῳ γὰρ ἔτει Ἐζεκίου τὴν ὑστάτην Ἰσραὴλ αἰχμαλωσίαν ὑπέμεινεν. Ταῦτα προλέγει Θεός. Συνιδὼν δὲ τὸν Ἄχαζ καὶ τὸν ὑπ' αὐτῷ λαὸν ἀπίστως ἔχοντα πρὸς τὰ λελεγμένα, ἐπήγαγε τὸ, Ἑὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Τοῖς γὰρ ταῖς ἀπιστίαις περιυβρίζουσιν τοῦ Θεοῦ τὸν λόγον, οὐδ' ἂν γένοιτο σύνεσις ἡ παρ' αὐτοῦ. Τὸ δὲ, ἔξελθε, πρὸς 1956 τὸν προφήτην εἰρημένον, ὑψηλῶς ἐκδεκτέον. Ψυχὴ μὲν γὰρ ἑαυτὴν πρὸς τὴν θεωρίαν τῶν ὄντων συλλέγουσα, τῆς πρὸς τὸ σῶμα ἐπιπλοκῆς ἐξιέναι λέγεται. Πρὸς δὲ τοῖς ἀνθρωπίνοις γεγενημένη, ἢ καὶ πρὸς ἀναγκαίαν θεραπείαν τοῦ σώματος, ἢ καὶ μὴ δυνηθεῖσα πρὸς τὰ διαφέροντα πλέον ἐκτείνεσθαι, ἀπὸ τῶν ἔξω πρὸς τὰ ἔνδον ὥσπερ εἰσέρχεται. Ἔδει οὖν τοῦ ἔξελθε πρὸς τὸν προφήτην μέλλοντι λόγον ἀκοῦσαι Θεοῦ. Οὕτω πρὸς Ἀβραὰμ, Ἔξελθε ἐκ τῆς γῆς σου, φησίν. Δεῖ γὰρ ἀναβῆναι τῆς γῆς, δηλαδὴ τῶν σωματικῶν, ἐξιόντας αὐτῆς. Εἶτα καὶ ἀπὸ τῆς συγγενείας, ἅπερ ἐστὶ τὰ αἰσθητήρια, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, ὅς ἐστιν ἡ πρὸς τὰ φαῦλα τῶν ἐπιτηδευμάτων οἰκείωσις. Μεθ' ἃ γέγραπται ὡς ἐξήγαγεν αὐτὸν ἔξω ὁ Θεὸς, τὴν προθυμίαν αὐτοῦ τὴν πρὸς τὴν ἔξοδον τελειῶν. Διὰ τοῦτο καὶ Μωϋσῆς ἔξω πήγνυσι τῆς παρεμβολῆς τὴν ἰδίαν σκηνήν. Διαβεβηκὼς γὰρ ἀπὸ τῶν ἀνθρωπίνων, ἔξω κατέπηξε τὴν ἰδίαν σκηνὴν, τὴν ἑαυτοῦ ζωὴν ἑδράσας ἀσάλευτον. Ἑρμηνεύεται δὲ Ἰασοὺβ, ἐπιστρέφων· δεικνύντος τοῦ λόγου, ὡς ἐπιστρέφειν ἐθέλοντες δύνανται μετὰ τοῦ προφήτου κατορθῶσαι τὴν ἔξοδον, τῶν τῆς σαρκὸς παθῶν ἐξερχόμενοι. Τινὲς δέ φασιν ὑπόλειμμα καὶ ὑπολελειμμένος τὸ Ἰασοὺβ ἑρμηνεύεσθαι, τοῦ τύπου σημαίνοντος, ὅτι σωθήσεται τὸ ὑπόλειμμα τοῦ Ἰούδα μετὰ Θεοῦ μεμενηκός· Θεοῦ γὰρ εἰς τύπον ὁ προφήτης λαμβάνεται. Κελεύεται δὲ ἀνελθεῖν ἐπὶ τὴν ἄνοδον τὴν οὖσαν πρὸς τὴν κολυμβήθραν. Ἦν μὲν γὰρ ὁ τόπος καὶ κατὰ τὴν ἱστορίαν ἐπίσημος· γέγραπται γὰρ ὅτι ἀπέστειλεν ὁ βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμμετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. Ἅμα δὲ διδάσκει τῶν ταπεινῶν καὶ χαμαὶ κειμένων ἀφίστασθαι. Τοῖς γὰρ ἄνω γενομένοις ὕδωρ ἐστὶν εἰς ἀποκάθαρσιν, καὶ ἀγρὸς κναφέως τοῦ τὸν ῥύπον ἀποκαθαίροντος, τοῦ Ἐκκλησιαστοῦ παραγγέλλοντος·" Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά." Κελεύει δὲ καὶ τῷ Μωϋσεῖ Κύριος πλύνειν τὰ ἱμάτια τοὺς μέλλοντας ἀκούειν Θεοῦ. Ἔνθα τις φθάσας καὶ τὸ τοῦ γάμου ἔνδυμα ἔτοιμον ἕξει, ὡς ἂν μὴ δεθεὶς χεῖρας καὶ πόδας, τοῦ νυμφῶνος ἐκρίπτηται. Τινὲς δὲ καὶ τοῦ θείου βαπτίσματος τὴν κολυμβήθραν ἀπεφήναντο τύπον. Χρήσιμον δὲ καὶ ἡμῖν τὸ, Φύλαξαι τοῦ ἡσυχάσαι, πρὸς τὸ πάσῃ φυλακῇ τὴν καρδίαν τηρεῖν. Ἐὰ γὰρ ὁ ἰσχυρὸς φυλάσσῃ τὴν αὐτοῦ αὐλὴν ἐγρηγόρως, ἐν εἰρήνῃ ἐστὶν πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ὃς καὶ ἡσυχάζει τοῦ ὄχλου μὴ φέρων τὸν θόρυβον, μηδὲ φοβούμενος παθητικὸν φόβον ἐν ἰσχυούσῃ ψυχῇ τῷ πνεύματι τῆς ἰσχύος. Διὰ τῶν