Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1957.1
δύο δὲ καπνιζομένων δαλῶν λαμβάνομεν πρόσταγμα, μὴ δειλιᾷν ἀπὸ τῶν Ἑλληνικῶν πιθανοτήτων, τῶν τε παρὰ τοῖς ἑτεροδόξοις δυσφημιῶν. Οἱ γὰρ δαλοὶ ἀπώλεσαν τοῦ τε φυτοῦ τὸ ζωτικὸν, καὶ τοῦ ξύλου τὸ ἰσχυρὸν, καὶ τὸ φωτεινὸν οὐκ ἔχοντες τοῦ πυρὸς, μελαίνουσι μόνον τοὺς ἁπτομένους αὐτῶν. Δακρύειν δὲ παρασκευάζουσι τῶν ὁρώντων τοὺς ὀφθαλμούς. Διό φησι Σολομῶν·" Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν, καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ·" δηλῶν τῷ μὲν ὄμφακι, τὴν ἀμαρτητικὴν πρᾶξιν· τῷ δὲ καπνῷ, τὴν ἀπὸ τῆς ψευδωνύμου γνώσεως βλάβην, τὸ διορατικὸν τῆς ψυχῆς ἡμῶν συγχέουσαν. Εἶτά φησι, ὡς Μετὰ τὰς ἐπιστρεπτικὰς πληγὰς ὑμᾶς ἀπαλλάττω τῶν σκυθρωπῶν, ὡς ἰατρὸς μετὰ καῦσιν ἢ τομὴν θεραπεύων τὰ τραύματα. ιιζʹ. 9Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν· Ἀκούσατε δὴ, ὁ οἶκος Δαβὶδ9, κ. τ. λ. Ἵνα περὶ τῆς δεδωρημένης αὐτῷ σωτηρίας πεισθῇ, βούλεται Θεὸς καὶ σημείῳ βεβαιῶσαι τὴν χάριν, ἐπειδὴ καὶ τοῖς εἰδώλοις προσέκειτο, καὶ φίλον ἀεὶ τοῖς τοιούτοις πολυπραγμονεῖν τὰς τῶν μελλόντων ἐκβάσεις διὰ χρησμῶν τε καὶ μαγγανείας, ὅτε καὶ μάλιστα κινδυνεύουσιν. Ὧν αὐτῶν ὁ Θεὸς ἀποτρέψαι βουλόμενος, παρ' ἑαυτοῦ κελεύει τὸ σημεῖον αἰτεῖν. Ἀνωτέρω μὲν οὖν Ἄχαζ ἡσυχάζειν καὶ μὴ δειλιᾷν ἐδιδάσκετο· νῦν δὲ ὡς εὐπειθὴς πρὸς τὴν τοῦ προφήτου διδασκαλίαν γενόμενος, ἀμέσως τῆς θείας ἀξιοῦται φωνῆς· φέρει γὰρ τὸ πείθεσθαι τοῖς διακονοῦσι Θεῷ, πρὸς τὸ καὶ αὐτοῦ ἀκούειν δύνασθαι τοῦ Θεοῦ. Οἱ δὲ κατὰ τὸν Ἀβραὰμ, καὶ Μωϋσῆν, καὶ Ἡλίαν, καὶ Ἱερεμίαν ἀρχῆθεν, ὡς καθαροὶ, καὶ ἄνευ μέσου χωρῆσαι δύνανται τὰς ἐμφάσεις τοῦ Πνεύματος. Δι' ὧν δὲ λέγει προσέθετο, τοῖς προάγουσιν ἐπισυνάπτει τὸν λόγον. Καὶ ἀκόλουθόν γε ἦν μετὰ τὴν προφητείαν, τὴν περὶ τοῦ ἐκλείψειν τὸν Ἐφραῒμ, τουτέστι τὸν ἀποστάντα Ἰσραὴλ, περὶ τοῦ Ἐμμανουὴλ προφητεύεσθαι. Ἢ, καὶ οὕτως ἀπειρηκότος τοῦ Ἄχαζ τοῦ σημείου τὴν αἴτησιν, οὐκ ἀνεχομένου τε τιμᾷν, ἢ εἰδέναι τὸν ὄντως ὄντα Θεὸν, παρίστησιν ὡς οὐκ εἰς ἅπαν ἀγνοηθήσεται Κύριος παρὰ τοῦ Ἰσραὴλ, κατὰ καιροὺς δὲ αὐτὸν ἐπιγνώσονται. Διὸ, μηκέτι λόγου τὸν Ἄχαζ ὡς ἄπιστον ἀξιῶν, εἰ καὶ προσχήματι δῆθεν εὐλαβείας ἠπείθησε, τῷ οἴκῳ τοῦ Δαβὶδ διελέγετο, ἐξ οὗπερ ἤμελλεν ἀνατέλλειν κατὰ σάρκα Χριστὸς, καὶ πρὸς οὓς προηγουμένως ἀφίκετο· ὅτι γὰρ οὐκ εὐλαβείας εἵνεκεν παραιτεῖται τὸ σημεῖον αἰτεῖν, οὐδὲ τὸ συμφέρον θηρώμενος, δῆλον 1960 ἐκ τοῦ μὴ ἂν αὐτῷ προστάξαι τὸν Κύριον, εἴπερ ὑπῆρχεν ἀσύμφορον, ὅπερ ἐκεῖνος νομίσας ἀπέφυγεν. Ἄλλοι δὲ τὸν περὶ τοῦ Χριστοῦ σκοπὸν οὕτω τοῖς προκειμένοις ἁρμόττουσι· Ἐκ προσώπου, φασὶν, ἰδίου φησὶν ὁ προφήτης, Ἀκούσατε δὴ, οἶκος Δαβίδ. ὁ μὲν Θεὸς οἷα φιλάνθρωπος σημεῖον ὑμῖν ἠβουλήθη σωτήριον παρασχεῖν, δι' οὗ τοὺς δύο βασιλέας νικήσετε. Ὑμῶν δὲ ἀπειθησάντων, οὐδ' οὕτω παρεῖδεν ἀπολλυμένους. Τὸ γὰρ σημεῖον ὑμῖν καὶ μὴ βουλομένοις χαρίζεται παράδοξον ὃν, καὶ οἷον οὐκ οἶδεν ἡ φύσις. Θεὸς γὰρ ἐκ Παρθένου τεχθήσεται, γαμικῆς συνόδου χωρίς. Τοῦτον οὖν ἀνακαλεῖσθε τοῖς βασιλεῦσι μαχόμενοι, τῇ τῆς προσηγορίας πεποιθότες δυνάμει. Μεθ' ἡμῶν γὰρ εἶναι δηλοῖ τὸν Θεὸν, καὶ παῦσαι τοὺς θεοὺς Δαμασκοῦ, καὶ τοὺς οὐκ ὄντας ἀνακαλούμενος. Λέγε δὲ παρὰ τὴν συμβολὴν συνεχῶς τὸν Ἐμμανουήλ· δι' ὃ, καλέσεις, ἕχει, ἀλλ' οὐ, καλέσουσιν, ὡς ἐσφαλμένως ἐν Εὐαγγελίοις ἐγράφη. Οὔτε γὰρ τὸ Ἑβραϊκὸν, οὔτε τις οὕτως ἐξέδωκεν. Οὐ γὰρ περὶ μέλλοντος ἡ κλῆσις ἡ τοῦ Ἐμμανουήλ. Οὐδὲ ὡς πάντες αὐτὸν οὕτω καλέσουσιν, εἴρηκεν. Ἡ γὰρ ἂν αὐτὸν καὶ ὁ ἄγγελος οὕτως ἐκάλεσεν ὁ φανεὶς τῇ μητέρι, ἀλλ' οὐκ Ἰησοῦν τῆς σωτηρίας ἐπώνυμον. Οὐ καλέσουσιν οὖν, ἀλλὰ σὺ νῦν αὐτὸν οὕτω κάλει, ὡς συνόντα σοι Θεὸν τοῦτον ἀνακαλούμενος, τὸν ὕστερον μὲν ἐν ἐσχάτοις καιροῖς φανησόμενον, νῦν δέ σε ῥύσασθαι οἰκείᾳ σωτηρίᾳ δυνάμενον, ἀντ' ἐπῳδῆς δαιμόνων λεγόμενος· ἐκλιπεῖν γὰρ ἀδύνατον ὑμῶν τὸ σπέρμα, εἰ καὶ διὰ φόβον οὕτω διάκεισθε, ἕως κυήσῃ Παρθένος. Τοσαῦτα περὶ τοῦ σκοποῦ τῆς περὶ τοῦ Σωτῆρος προφητείας εἰπόντες, ἄνωθεν τοῖς κατὰ μέρος λοιπὸν ὑπεξέλθωμεν, τὰς τῶν ἄλλων ἑρμηνείας πρῶτον ἐκθέμενοι. Ἀντὶ γὰρ τοῦ εἰς βάθος, ἢ εἰς ὕψος, ὁ μὲν Σύμμαχός φησιν, Βάθυνον εἰς ᾅδην, ἢ ὕψωσον ἄνω. Ὁ δὲ Ἀκύλας, Βάθυνον εἰς ᾅδην, μετεώρισον εἰς ὕψος. Ὁ δὲ Θεοδοτίων, βάθυνον εἰς ᾅδην, ὕψωσον ἄνω. Ἔστι μὲν οὖν σημεῖον πρᾶγμα φανερὸν κεκρυμμένου τινὸς καὶ ἀφανοῦς ἐν ἑαυτῷ τὴν δήλωσιν ἔχον· ὡς τὸ σημεῖον Ἰωνᾶ, δηλοῦν τὴν εἰς ᾅδου κατάβασιν, καὶ τὴν ἐκεῖθεν ἐπάνοδον. Δεῖ δὲ τὸ μὲν σημεῖον κατὰ τὸ ἐνεστὼς θεωρεῖσθαι· τὸ δὲ δηλούμενον, τοῖς τρισὶν ἔσθ' ὅτε καταμερίζεσθαι χρόνοις· ἐνεστῶτι μὲν, ὡς ὁ ἐξιὼν ἐξ οἰκίας καπνὸς, τοῦ ἔνδον ἐστὶ σημεῖον πυρός· μέλλοντι δὲ, ὡς ἡ τῶν ὁρωμένων νεφῶν συνδρομὴ τοῦ γενησομένου ἐπὶ γῆς ὑετοῦ· παρεληλυθότι δὲ, ὡς τὰ τῆς ἀνθρακιᾶς λείψανα τῆς προκαυθείσης ἐπὶ ταύτῃ πυρᾶς. Ἡ μέντοι Γραφὴ, παράδοξα καὶ παραστατικά τινος μυστικοῦ λόγου σημεῖα καλεῖ. Ἐκ δὲ τῶν ἐν Αἰγύπτῳ 1961 σημείων, τὸ εἰς ὕψος, ἢ εἰς βάθος, νοήσομεν, περὶ ὧν εἴρηται·" Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε." Ἀπὸ γῆς μὲν γὰρ ἦσαν βάτραχοι, καὶ ἀκρίδες, κνίπες τε καὶ κυνόμυια· ἐξ οὐρανοῦ δὲ χάλαζα, πῦρ, σκότος τριήμερον, οἷον ἐπ' Ἐζεκίου ὁ τοῦ ἡλίου γέγονεν ἀναποδισμὸς, καὶ τὸ ἀνελθεῖν φασιν ἐξ ᾅδου τὸν Σαμουὴλ εἰς ἔλεγχον τοῦ Σαούλ. Ἐκ δὲ βάθους σημεῖον ἦν Ἰωνᾶς ἐκ γαστρὸς τοῦ κήτους ἀναδραμών. Προστάττεται τοίνυν Ἄχαζ ὅθεν ἐθέλοι σημεῖον αἰτεῖν· μᾶλλον δὲ τὸ πάντων παραδοξότατον, καὶ θειότατον, καὶ ἄμφω συνειληφὸς ἐν αὐτῷ. Τοῦτο δὲ μόνου Θεοῦ παρασχεῖν. Διό φησιν· Αἴτησαι παρὰ Κυρίου Θεοῦ σου. Τῆς μὲν οὖν κτίσεως οὐρανὸς μὲν ἀνώτατον, γῆ δὲ κατώτατον. Ἐπεὶ οὖν ὁ Λόγος σὰρξ ἐγένετο, τὸ μὲν βάθος τὴν γῆν, ἀφ' ἧς ἡ σὰρξ ἐλήφθη, δηλοῖ· τὸ δὲ ὕψος, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, τὸν ἐν ἀρχῇ πρὸς τὸν Πατέρα καὶ Θεὸν ὄντα Λόγον. Μή ποτε δὲ βάθος μὲν σημαίνει τὰ κατώτατα τοῦ ᾅδου· ὕψος δὲ τὴν ὑπερουράνιον χώραν. Κατὰ τό· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστιν Χριστὸν καταγαγεῖν· ἢ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἐπεὶ οὖν ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς, τὸ μὲν σημαίνει τοῦ Κυρίου τὴν κάθοδον· τὸ δὲ, τὸ ὑπεράνω γενέσθαι τῶν οὐρανῶν. Ἀναγκαίως δὲ, φασὶν, οἱ περὶ τηλικούτων λόγοι τῷ τότε κεκρατηκότι γίνονται βασιλεῖ, ὡς ἂν εἰς πάντας δι' αὐτοῦ λαληθῇ τὰ προφητευόμενα· Ἡσαΐας μὲν γὰρ ἴσως ἂν ἠπιστήθη φθόνῳ τῶν κατ' αὐτὸν ἀνθρώπων, ἢ τῇ λοιπῇ περὶ τὸν βίον ταπεινότητι, ὡς ἐκ τῆς ἰδίας ἀναπλάσας καρδίας τὸν περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας χρηματισμόν. Ὁ δὲ Ἄχαζ οὕτω τοῦτον ἐδέξατο, ὡς Λαβὰν, ὡς Ἀβιμέλεχ, ὡς Ναβουχοδονόσωρ, ὡς Φαραὼ, ὡς ὁ Καϊάφας· οὐ διὰ τὴν ἀξίαν τοῦ βίου, ὅσον διὰ τὴν ἐκ τοῦ ἀξιώματος προσοῦσαν αὐτῷ ἀξιοπιστίαν. Ἀποστρέφει δ' οὖν πρὸς τὸν οἶκον Δαβὶδ τὸν λόγον εἴτε Κύριος, εἴτε ὁ προφήτης, καί φησιν· Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ὅπερ Ἀκύλας οὕτως ἑρμήνευσεν· Μήτι ὀλίγον μοχθεῖν ἄνδρα, ὅτι μοχθεῖτε καί γε τὸν Θεόν; Τοιοῦτος δὲ τῶν προκειμένων ὁ νοῦς· Οὐ μόνον ὅτι τοῖς ἀνθρώποις τοῦ Θεοῦ, τοῖς προφήταις ἐπιβουλεύοντες οὐ παύεσθε μόχθους ὑπὲρ τῆς ὑμετέρας σωτηρίας παρέχοντες, ἀλλὰ καὶ αὐτῷ τῷ πάντων Θεῷ, τοῖς μὲν εἰδώλοις προσέχοντες, αὐτῷ δὲ μὴ πειθόμενοι περὶ ὧν ὑμῖν ἐπηγγείλατο; Ἀγωνία μὲν οὖν φόβος ἐστὶ διαπτώσεως. Ἀλλὰ τοιοῦτο πάθος οὐ λέγει περὶ Θεὸν, δηλοῖ δὲ διὰ ταύτης τὴν ἀντιδιάθεσιν τῶν ἀνθισταμένων αὐτοῦ τοῖς προστάγμασιν. Ὅμως, φησὶ, 1964 κἂν μὴ τῆς ὑποδοχῆς εὑρίσκῃ τὸν ἄξιον, αὐτὸς δώσει τὸ σημεῖον, διὰ τὴν προωρισμένην οἰκονομίαν τῆς διὰ σαρκὸς γεννήσεως τοῦ Χριστοῦ, τουτέστιν, οὐ διὰ μέσου καὶ διακόνου τινος, αὐτὸς δὲ δι' ἑαυτοῦ· δηλῶν ἐντεῦθεν τοῦ διδομένου τὸ μέγεθος. Τὸν μὲν γὰρ νόμον διετάξατο δι' ἀγγέλων ἐν χειρὶ μεσίτου Μωϋσέως. Τοῦτο δὲ αὐτὸς δίδωσιν. Εἰ δὲ θαυμάζεις Θεὸν γεννώμενον ἀκούων, πίστευσον ὅτι καὶ τρυφῇ νηπίων χρήσεται τοῖς ἄλλοις βρέφεσιν ὁμοίως· οὐ κατὰ φαντασίαν γὰρ ὀφθήσεται ἄνθρωπος· τοῦτο μὲν οὖν ἀνθρώπινον. Τὸ δὲ τῆς θεότητος αὐτοῦ παραστατικὸν, ὅτι μὴ περιμένει πρόσφορον ἡλικίαν πρὸς διάκρισιν ἀγαθοῦ καὶ κακοῦ. Παρ' αὐτὴν γὰρ τὴν γέννησιν κριτὴς ὢν, ἐκ φύσεως, ἀγαθῶν ἔσται ποιητικὸς καὶ κακῶν ἀφοριστικός· ὅπερ αὐτοῦ καὶ τὴν καθόλου κρίσιν παρίστησιν. Πονηρίας μὲν ἀποῤῥιπτομένης, ἀρετῆς δὲ τῶν προσηκόντων τυγχανούσης γέρων· ἀνθίστανται δὲ Ἰουδαῖοι τῇ ἐκδόσει τῶν Ἐβδομήκοντα, διὰ τὸ Παρθένον εἰρῆσθαι, καὶ μὴ νεᾶνιν, ὡς ἡ τῶν Ἑβραίων ἕχει Γραφὴ, ὅπερ δηλοῖ τὴν ἀκμάζουσαν, ἀλλ' οὐ γάμων ἄπειρον πάντως γυναῖκα. Καὶ πῶς σημεῖον, ἤτει θαυμαστὸν, ἐξ ἀνδρὸς γυναῖκα τεκεῖν; τὸ γὰρ σημεῖον, τεραστίου τινὸς καὶ παρηλλαγμένου τῆς τῶν ἀνθρώπων συνηθείας ἐστὶν ἐπίδειξις. Πῶς δὲ καὶ τὸ ἀπὸ θελήματος σαρκὸς γεννηθὲν Ἐμμανουὴλ ὀνομάζεται; Εἰ μὲν γὰρ σημεῖόν ἐστι τὸ δοθὲν, παράδοξος ἔσται καὶ ἡ γέννησις. Πῶς σημεῖον; Πῶς δὲ πάλιν Ἐμμανουὴλ προσηγόρευται; Ὅτι δὲ καὶ τὴν Παρθένον νεᾶνιν ἰδίως κέκληκεν ἡ Γραφὴ, δῆλον ἐξ ὧν ἐν Δευτερονομίῳ φησίν·" Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ τὴν παῖδα τὴν μεμνηστευμένην, καὶ ἐκβιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον μόνον. Καὶ τῇ νεάνιδι ποιήσετε οὐδὲν," καὶ τὰ ἑξῆς. Καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, ἡ θάλπουσα τὸν Δαβὶδ παρθένος ἡ Ἀβισὰκ νεᾶνις εἴρηται, περὶ ἧς φησιν· Καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. Ἐκ Παρθένου τοίνυν ἁγίας ὁ Ἐμμανουὴλ, τῆς εἰπούσης· Καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Πρὸς ἣν εἶπεν ὁ ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Αὐτὴ ὑπόδικος οὐκ ἔστι τῷ περὶ καθαρισμοῦ νόμῳ. Φησὶ γὰρ ἐν Δευτερονομίῳ· Γυνὴ ἥτις ἂν σπερματισθῇ καὶ τεκῇ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Μὴ σπερματισθεῖσα δὲ τοῦ Ἐμμανουὴλ ἡ μήτηρ, καθαρά τέ ἐστι καὶ ἀμίαντος. Ἐπεὶ γὰρ ὁ πρῶτος Ἀδὰμ οὐκ ἐκ συνόδου γέγονε γαμικῆς, ἐκ δὲ τῆς γῆς ἐπλάσθη ληφθεὶς, καὶ ὁ ἔσχατος ἀνακαινίζων αὐτοῦ τὴν φθορὰν, ἐν τῇ παρθενικῇ μήτρᾳ διαπλασθὲν τὸ σῶμα 1965 λαμβάνει, ὡς ἂν ἐν ὁμοιώματι γένηται τῷ τῆς ἁμαρτίας διὰ σαρκός. Ὡς ἂν δὲ μὴ τὸ παράδοξον τῆς γεννήσεως τοῖς μὴ παραδεχομένοις τὴν θείαν οἰκονομίαν, ἄπιστον γένηται· ἔκτισέ τινα τῶν ζώων ὁ Δημιουργὸς ἐκ θηλείας μόνης, χωρὶς ἀῤῥένων τικτόμενα. Τοιαῦτα γὰρ περὶ γυπῶν ἐν τῇ περὶ ζώων ἱστορεῖται συγγραφῇ. Πάλιν δέ φασιν Ἰουδαῖοι περὶ τῆς Ἄχαζ ταῦτα λέγεσθαι γυναικὸς τὸν ἐξ αὐτῆς γενόμενον Ἐζεκίας μηνύοντα. Καὶ τίς ἐκάλεσε τοῦτον Ἐμμανουήλ; Πῶς δὲ ἠπείθησε πονηρίᾳ πρὶν γνῶναι ἀγαθὸν ἢ κακόν; πῶς δὲ τοῦτο σημεῖον; Τὸ δὲ αὐτὸ πάλιν ἐροῦμεν· Τί δὲ προὔκειτο νῦν περὶ τῆς τούτου λέγειν γενέσεως; ἀλλὰ καὶ ἦν ἤδη τεχθεὶς, εἴ τις τοὺς χρόνους σκοπήσειε τῆς τε παρούσης προφητείας, καὶ τῆς ἐκείνου γενέσεως. Οὐκοῦν Ἐμμανουὴλ Θεοῦ Λόγος ὁ σαρκωθεὶς, ὃν καὶ σὺ, φησὶν, καλέσεις, ὦ οἶκος Δαβίδ· τοῦτ' ἔστιν, ὁμολογήσεις τὸν Θεὸν ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα, τὸν Ἀδὰμ ἀνακτίζοντα. Τοιγαροῦν, ὡς ἐκεῖνος ἦν πρὸ τῆς ἁμαρτίας, ἐν ἀγνοίᾳ τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ κατὰ πεῖραν· οὕτω καὶ ὁ Ἐμμανουὴλ, ἐν τῇ παιδικῇ διαθέσει, τὸ ἀκέραιον καὶ ἄτρωτον ἔτι τοῦ Ἀδὰμ ἐμιμήσατο. Ἐν δὲ τῷ ἀθετεῖν πονηρίαν, τὴν ἐκ τῆς παρακοῆς παρανομίαν ἐπηνωρθώσατο. Νῦν μὲν οὖν, φησὶ, διὰ τὴν ἐμὴν φιλανθρωπίαν θαῤῥήσατε. Οὐ γὰρ λήψονται τὴν γῆν τὴν ὑμετέραν οἱ βασιλεῖς· μᾶλλον δὲ, τοῦ κατὰ τὸν Ἐμμανουὴλ μέλλοντος γίνεσθαι θαύματος ὕστερον, ἀξιόπιστον νῦν ἐνέχυρον λαμβανέτω, τὴν γῆν ἐλευθερωθῆναι, δι' ἥνπερ πεφόβησαι. Οὐ γὰρ οἷόν τε τοῦ Σωτῆρος εὐαγγελισθέντος μὴ γενέσθαι νῦν ὑμῖν πολιορκουμένοις ἐλευθερίαν. Πλὴν ἥξει καὶ ἐφ' ὑμᾶς, ὁ οἷκος Δαβὶδ, οἷα μηδέ ποτε· σημαίνων τὰ ἐκ τῶν Ἀσσυρίων, κατὰ δέ τινας, Ῥωμαίων ἐπενεχθέντα δεινὰ, καθὰ οὐ γέγονεν, ἐξ οὗπερ οἱ τὴν Σαμάρειαν οἰκοῦντες εἰς ἑαυτοὺς περιέσπασαν τὴν Ἀσσυρίων ἔφοδον. Μείζω γὰρ ἀσεβήσαντες, οὐκ ἀφῆκαν ὑμᾶς πρώτους παθεῖν. Τὸ δὲ καταλειφθῆναι τὴν γῆν, τινὲς οὕτως ἑρμήνευσαν· ὅταν ἡ παρθένος ἐν γαστρὶ λαβοῦσα τέκῃ, καὶ σὺ καλέσῃς τοὔνομα αὐτοῦ Ἐμμανουὴλ, τότε πάντες οἱ παρενοχλοῦντες τῇ ἁγίᾳ γῇ, καταλείψουσιν αὐτήν. Οἱ γὰρ πολεμήσαντες τὴν Ἐκκλησίαν, τὸ ἄμαχον αὐτῆς ἰδόντες, ἀπεῖπον ἀφέντες αὐτὴν, ὡς παρὰ Θεοῦ σωζομένην. Καὶ τὸ, Ἀφ' οὗ ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα, τινὲς οὕτωςπαρέστησαν· Ἀφ' οὗ ἀπέστη Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα, ἐν ἡμέραις Ἰεροβοάμ· ἀπ' ἐκείνου τοίνυν οὐχ ἥκασιν ἡμέραι τοιαῦται τῷ οἴκῳ Δαβὶδ, οἵας ἐπάξει Κύριος. Ποίας δέ φησιν ἡμέρας; λέγω τὸν βασιλέα τῶν Ἀσσυρίων. ιηκεʹ. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συριεῖ Κύριος μυίαις, αἳ κυριεύουσι μέρος ποταμοῦ 1968 Αἰγύπτου· καὶ τῇ μελίσσῃ, ἤ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Καὶ ἐλεύσονται, καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν9, κ. τ. λ. Αἰγυπτίων ἔφοδον διὰ τούτων δηλοῖ μυρίας αὐτοὺς εἰπὼν, διὰ τὸ χαίρειν λύθροις καὶ αἵμασι τοῖς κατὰ τὴν εἰδωλολατρείαν· ἢ διὰ τὸ πλῆθος, καὶ τὸ μὴ λίαν εὔηχες τῆς φωνῆς. Θεοῦ δὲ νεύματι δείκνυσι τοὺς ἐπὶ τὴν Ἰουδαίαν χωρήσαντας, οἱονεὶ συρίγματι καλουμένους Θεοῦ, οὐκ ἀπὸ πάσης, ἐκ δὲ μέρους Αἰγύπτου. Ἥξειν δὲ καὶ Ἀσσυρίους φησὶν, οὓς μελίτταις ἀπείκασεν, διὰ τὸ πολεμικῷ κέντρῳ κεχρῆσθαι, καὶ τῶν λοιπῶν ἐθνῶν τότε κρατεῖν. Ἢ, ὅτι ποικίλη καὶ εὔχρως ἡ μέλιττα. Τοιοῦτοι δὲ τὰς ἐσθῆτας Ἀσσύριοι, οὓς ἐλθόντας εἰς Ἰουδαίαν, πάντα τόπον καθέξειν ἀπόῤῥητον, μήτι γε τὰς πόλεις αὐτὰς, ἤγουν, ὡς περὶ μυιῶν λέγων ἐπέμεινε τῇ τροπῇ, δηλῶν ἅμα, ὡς πᾶσαν αὐτῶν ἐρευνήσουσι τὴν χώραν, ὡς μὴ δύνασθαί τι τῶν κεκρυμμένων λαθεῖν. Οὓς χρὴ δεδιέναι, φησὶν, ἀλλ' οὐ τοὺς δύο τούτους καπνιζομένους δαλούς. Γέγονε δὲ ταῦτα πρὸς λέξιν, ὅτε Νεχαὼ Φαραὼ κατὰ τῶν Ἀσσυρίων χώρων, κωλύοντα τὸν Ἰωσίαν ἀπέκτεινεν, καὶ τὸν Ἰωαχὰζ αἰχμάλωτον τὸν τούτου παῖδα λαβὼν, Ἐλιακεὶμ καταστήσας ἄρχειν, Ἰουδαίων ὑποφόρους τούτους ἐποίησε, μεθ' ὂν Ἰεχονίας ἐκράτησεν, εἶτα Σεδεκίας, ἐφ' οὗ Ναβουχοδονόσωρ κατὰ τῆς Ἰουδαίας ἐλθὼν, ἐχειρώσατο, μικροῦ τε πάντας ἀνδραποδισάμενος Ἀσσυρίους οἰκήτορας εἰς τὴν χώραν ἐξέπεμψεν. Οἳ καθῃρημένων τῶν πόλεων σπήλαιά τε καὶ φάραγγας καὶ νάπας κατῴκησαν. Μεθ' ἃ λοιπὸν ἀκολούθως, καὶ τὴν Ἀσσυρίων προφητεύει καθαίρεσιν, οἳ παρέτειναν ἄρχοντες τῆς Ἀσίας ἀπάσης, Αἰγύπτου τε καὶ Λιβύης ἐφ' ὅλης ἔτεσιν χιλίοις που καὶ τριακοσίοις. Ἀλλ' ἐπεὶ λαβόντες Ἱεροσόλυμα, καὶ τὸν νεὼν ἐμπρήσαντες, τὰ σκεύη τὰ ἱερὰ τοῖς εἰδώλοις ἀνέθηκαν, οὐκ εἰς μακρὰν ὑπὸ Μήδων καθῄρηνται. Περσῶν τε πρῶτος ἐβασίλευσεν Κῦρος, ὃς τοὺς αἰχμαλώτους ἀνεὶς, οἰκοδομηθῆναι προσέταξε τὸν ναὸν, τὰ ἱερά τε πάλιν ἀπέδωκε σκεύη. Διό φησιν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ξυρήσει Κύριος τοῦ βασιλέως Ἀσσυρίων οὐ τὴν κεφαλὴν μόνην τὴν πάλαι κομῶσαν, ὅτε τῆς οἰκουμένης ἐκράτουν, ἀλλὰ καὶ τὰς τρίχας τῶν ποδῶν, δηλαδὴ τὸ ἀνδρεῖον σχῆμα, ἢ τὸν πολὺν καὶ χυδαῖον λαὸν, καὶ τὸν πώγωνα, τοῦτ' ἔστιν τὸν κατὰ φύσιν ἀνθρώποις πρέποντα κόσμον, ἤγουν τῆς ἀνδρείας τὰ σύμβολα. Τῆς ἐσχάτης δὲ ἀτιμίας ὁ τρόπος οὗτος ἐκρίνετο, κεφαλὴν ξυρεῖσθαι καὶ πώγωνα. Τοῦτο γὰρ καὶ ἐκδρῶν τινὲς ἐπὶ νεκροῖς ἑαυτοὺς ἀτιμάζοντες. Ὃ τοῖς ἱερεῦσιν ὁ τοῦ Μωϋσέως ἀπηγόρευσε νό 1969 μος· φησὶ δὲ καὶ Ἱερεμίας, πεπορθημένων δὲ τῶν Ἱεροσολύμων ὑπὸ τοῦ Ναβουχοδονόσωρ," Ἀνέβησαν ἄνδρες ἀπὸ Συχὲμ καὶ ἀπὸ Σαλὴμ καὶ Σαμαρείας ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διεῤῥωγότες τὰ ἱμάτια καὶ κοπτόμενοι." Ταῦτα δὲ τὸ πένθος καὶ τὴν ἀτιμίαν δηλοῖ. Φησὶν οὖν τὴν βασιλείαν Ἀσσυρίων ταπεινὴν ἀποδεῖξαι καὶ ἄνανδρον καὶ ἀσχήμονα. Μεμεθυσμένῳ δὲ λέγει ξυρῷ, τῇ μαχαίρᾳ ἀφειδῶς τε κειρούσῃ καὶ πληρουμένῃ τῶν πιπτόντων τοῦ αἴματος. Τινὲς δὲ (ὡς τοῦ ῥητοῦ, φασὶ, μεμισθωμένῳ ἔχοντος) δύναμίν τινα μισθοφορικὴν ἀποδείκνυσι, τὴν μέλλουσαν τῶν Ἀσσυρίων βασιλείαν ψιλοῦν. Μετὰ δ' οὖν τὴν ἅλωσιν Ἱερουσαλὴμ πτωχείαν ὑπερβάλλουσαν τοῖς ἀπομείνασιν ὁ λόγος δηλοῖ. Οὐ βοῶν γὰρ ἀγέλας, οὐ δὲ ποίμνιον προβάτων, μίαν δὲ δάμαλιν, καὶ πρόβατα δύο κεκτῆσθαι μόλις λέγει τινά. Καὶ τῷ βουτύρῳ δὲ καὶ μέλιτι τρέφεσθαι, λιμὸν παρίστησιν ἄρτου. Τὸ ἀπὸ τούτων δὲ γάλα πλεῖστον εἶναι δόξει, διὰ τὸ τῶν τρεφομένων ἐλάχιστον. Οὕτως οἱ ἀπειθοῦντες Θεῷ τῇ τῶν πνευματικῶν ἀγαθῶν ἐνδείᾳ κατατακήσονται γεγονότες ὀλιγοστοὶ, καὶ ἀποροῦντες ἄρτου τρέφειν εἰδότος εἰς εὐεξίαν τὴν νοητὴν, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· πρὸς οὕς φησιν ὁ Θεός·" Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται· ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε." Τοῖς δὲ φρονοῦσιν ἅπερ ἐστὶν αὐτοῦ, λέγει·" Φάγετε, πίετε, καὶ μεθύσθητε, οἱ πλησίον." Δηλοῖ δὲ σαφέστερον ὁ λόγος τῶν ἀπομεινάντων τὴν ἔνδειαν, χερσοῦσθαι λέγων πᾶσαν ἄμπελον, κἂν σίκλον ἔχῃ τιμήν. Φέρειν δὲ μόνας ἀκάνθας τὴν γῆν, ὡς ἀντὶ ἄρτου καὶ οἴνου, βουτύρῳ κεχρῆσθαι καὶ γάλακτι. Παρίστησι δὲ ταῦτα μετὰ τὴν ὑπὸ Βαβυλωνίων ἅλωσιν ἡ Γραφὴ, λέγουσα· Καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς ἐφ' οὓς Γοδολίαν κατέστησε. Δεικνὺς δὲ τὸ χερσῶδες καὶ ἠκανθωμένον τῆς γῆς, φησὶν, ὡς οὐδὲ βαδίζειν ἔσται διὰ ταύτης ψιλῶς, δίχα βέλους καὶ τοξεύματος. Δίκην γὰρ βελῶν ἀντικείσονται τοῖς παριοῦσιν ἄκανθαι. Καὶ ἀκολούθως ἐπιλειψάσης ἡμῖν ἀμπέλου τῆς νοητῆς, πᾶν εἶδος ἐν ἡμῖν ἀνίσχει φαυλότητος. Τέλος δὲ ἀκάνθης τὸ πῦρ. Διὸ καὶ Παῦλός φησι·" Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον ὑετὸν," καὶ τὰ ἑξῆς. Τοὺς οὖν ὑπολειφθέντας ὀλίγους, τοσούτῳ φησὶ κατέχεσθαι δείματι, ὡς τὰς ἐν ὄρεσι ποιεῖσθαι διατριβὰς, ὕλαις τε καὶ λόχμαις ἐγκατακρύπτεσθαι, κατὰ τὸ ὑπὸ τοῦ Σωτῆρος·" Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη." Ἃ καὶ γεωργεῖν ἐπεχείρουν, τῆς ἀρίστης γῆς δι' ἐρημίαν κεχερσωμένης, ὡς ἂν μόνον ἀναγκαίας εὐποροῖεν τροφῆς, λογιζόμενοι τὸ ἀδεὲς τῆς ἐνταῦθα διατριβῆς. Ἡ δὲ λοιπὴ γῆ κεχερσωμένη εἰς βόσκημα ἔσται προβάτου, καὶ καταπάτημα βοὸς, τοῦτ' ἔστιν εἰς κατανομὰς προβάτων. Ἴσως καὶ διὰ τοῦτο, πολὺ τὸ γάλα καὶ τὸ βούτυρον ἔλε 1972 γεν ἔσεσθαι. Τὸ δὲ προκείμενον χωρίον οὕτω τινὲς ἐξηγήσαντο· Εἰς Αἴγυπτον, φησὶ, κατέβη ὁ λαός μου παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Διατοῦτο προφητεύει ἐπὶ τῇ γεννήσει τοῦ Ἐμμανουὴλ, εἴτε ἐν Αἰγύπτῳ τις εἴη τῶν ἀπὸ τοῦ λαοῦ, εἴτε ἐν Ἀσσυρίοις, ἐξελεύσεσθαι τούτους, καὶ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας γενομένους, ἀναπαύεσθαι ἐν ταῖς αὐτοφυέσι καὶ σχολαζούσαις καταδύσεσιν. Μυίας μέντοι κυριεύειν μέρους ποταμοῦ Αἰγύπτου, καὶ μελίττας ἐν τῇ χώρᾳ εἶναι τῶν Ἀσσυρίων φησὶ, τὸ εὐτελὲς ἐνδεικνύμενος τῶν ἀντικειμένων δυνάμεων. Μυῖα γὰρ ὀχληρὸν τοῖς ἀνθρώποις ζῶον, καὶ μυσαρὸν ἔχον ἀπὸ κόπρου τὴν γένεσιν. Ὧν καὶ ἡ ζωὴ ὀχληρὰ, καὶ ὁ θάνατος βδελυκτός. Τό τε μέρος κυριεύσουσι τοῦ ποταμοῦ Αἰγύπτου. Ἄνωθεν γὰρ ἐκ τῶν Αἰθιόπων ὁ Νεῖλος ἀρχόμενος, περὶ βραχὺ μέρος ἑαυτοῦ τὸ πρὸς ταῖς εἰς θάλατταν ἐκβολαῖς κατοικοῦσαν ἔχει τὴν Αἴγυπτον· ἐν ᾧ τόπῳ πᾶν εἶδος ἀλόγων ζώων τεθεοποίηται. Ταύτας οὖν τὰς μυίας τὸ ἀσθενὲς τῆς ἀντιτεταγμένης δυνάμεως, συριγμῷ ἑαυτοῦ ἀφανίσει ὁ Κύριος, δηλαδὴ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Καὶ ἡ μέλισσα δὲ μικρὸν ζῶον καὶ ἀσθενὲς, ἐν ᾧ ἀμύνεται τελευτῶν. Ἐναφεῖσα γὰρ τὸ κέντρον, συναπόλλυται τῇ πληγῇ, πάσχουσα ὧν ἔδρασε μείζω. Ὁποῖοι τῶν ἀνθρώπων οἱ πονηρότατοι. Μετὰ τὴν γέννησιν τοίνυν Χριστοῦ διασκεδασθείσης πάσης ἀντικειμένης δυνάμεως, συναχθήσονται οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς αὐτοφυέσιν ὑποδοχαῖς, καὶ ἀναπαύσονται τῆς αἰχμαλωσίας ῥυσθέντες, ἀτιμωθέντος τοῦ ἐπιβουλεύσαντος βασιλέως αὐτοῖς· ὅτε τοσαύτη κατὰ τὴν χώραν εὐετηρία γενήσεται, ὡς ἀρκεῖν τῷ κεκτημένῳ δάμαλιν καὶ πρόβατα δύο πρὸς αὐτάρκη τροφήν. Διὰ τὸ πάντας βουτύρῳ καὶ μέλιτι τρέφεσθαι· τοῦτ' ἔστι, θρέψει ἔκαστος τὸ φιλόπονον καὶ γεωργικὸν τῆς ψυχῆς τὸ ἥμερόν τε καὶ εὐμετάδοτον. Ἀπὸ προβάτου γὰρ ἡ ὕλη τῆς σκέπης ἡμῖν, ὡς ἀπὸ τῆς κατ' ἀρετὴν περιβολῆς ἡ ζωὴ τῷ σπουδαίῳ κεκόσμηται. Ἐπεὶ οὖν καὶ τρέφεται πνευματικῶς καὶ κοσμεῖται, διὰ τοῦτο θρέψει δάμαλιν καὶ πρόβατα δύο. Βούτυρον δὲ καὶ μέλι τὰ εἰσαγωγικὰ τῆς θείας διδασκαλίας λέγει διδάγματα· νηπιώδης γὰρ αὐτὴ καὶ πρώτη τροφὴ, μεθ' ἣν εἰς ἄνδρας ἐλθὼν πρέπουσιν ἀνδρὶ πνευματικοῖς μαθήμασιν ἑαυτὸν ἐπιδίδωσιν. Εἶτα τοὺς ἐκ περιτομῆς δηλῶν, περὶ τῶν χιλίων ἀμπέλων φησίν·" Ἄμπελον γὰρ ἐξ Αἰγύπτου μετῆρε," καὶ τὰ ἑξῆς. Ἥτις εὐθηνήσασα πρότερον, ὕστερον ἠμελήθη στραφεῖσα πρὸς πικρίαν. Καὶ γέγονεν εἰς χέρσον, ὅτε μετὰ μυρίων αὐτοῖς βελῶν καὶ τοξευμάτων ὁ πολέμιος ἐπῆλθε στρατὸς ἐρημίαν ἐπάγων. Ὄρη δὲ ἀροτριώμενα, αἱ εἰς Χριστὸν πεπιστευκυῖαι ψυχαὶ, πρότερον μὲν 1973 ἔρημοι καὶ ἀγεώργητοι, καὶ ἠκανθωμέναι πρὸ τῆς Χριστοῦ παρουσίας· ἐπειδὴ δὲ ἦλθεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν, καὶ ἐκάλεσε τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήσῃ· διὰ τοῦτο, οἱ μὲν ἐκ περιτομῆς ἀπολέσαντες τὸ εὐθαλὲς καὶ τὸ ἔγκαρπον, εἰς χέρσον μετέβαλον· τὸ δὲ ἀπὸ τῶν ἐθνῶν σύστημα, τὸ ἀροτριώμενον ὄρος, ἀροτριᾶται ἀπαλλαγὲν πάσης δειλίας τῶν πολεμίων. Ὅρος γὰρ ἡ ὑπὸ τῆς τοῦ Κυρίου διδασκαλίας ὑψωθεῖσα ψυχή· οὗ ἐλθόντος, ἐξεκλάσθη μὲν Ἰσραὴλ, κατεφυτεύθη δὲ τὰ ἔθνη, ὡς ἂν τῷ ἐκείνων παραπτώματι ἡ σωτηρία πᾶσιν οἰκονομηθῇ, καὶ ἀδεῶς τοῖς ὄρεσι τούτοις καὶ πρόβατα καὶ βόες ἐννεμόμενα, ἄφθονον τὴν παρ' ἑαυτῶν ὠφέλειαν παρέχονται. Πρόβατα μὲν οἱ τὰ ἤθη χρηστότεροι· βόες δὲ οἱ πρὸς τὴν ἐργασίαν τῶν ἀναγκαίων φιλοπονώτατοι. ΚΕΦΑΛ. Ηʹ. αδʹ. 9Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινὸν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου9, κ. τ. λ. Εἰπὼν τὰ μέλλοντα καταλαβεῖν αὐτοὺς δυσχερῆ, τὸν περὶ τοῦ Ἐμμανουὴλ ἐπανείληφε λόγον. Ἐπεὶ γὰρ τὸ σημεῖον ὑπῆρχε παράδοξον, παιδίον ἐκ παρθένου γενόμενον, οὐκέτι μὲν τῷ Ἄχαζ, οὐδὲ τῷ οἴκῳ Δαβὶδ, αὐτῷ δὲ τῷ προφήτῃ παραδείκνυσι τοῦ μυστηρίου τὸν τρόπον. Διδάσκων γὰρ αὐτὸν ἅπερ ἐν τῷ καινῷ γράφειν τόμῳ δεήσειεν, ἐκ προσώπου τοῦ ἰδίου φησὶ, καὶ προσῆλθον πρὸς τὴν προφῆτιν. Τοῦτ' ἔστι ταῦτα γράψον. Ἐπειδὴ δὲ οὐκ ἐκφορὰ ταῖς πάντων ἦν ἀκοαῖς, προστάττει τῷ προφήτῃ λαβεῖν τόμον, ἢ τεῦχος, ἢ διφθέρωμα, ἢ κεφαλίδα, κατὰ τοὺς λοιπούς. Ὁ δὲ τοῦ καινοῦ καὶ μεγάλου τόμος τύπος ἂν εἴη τῆς καινῆς καὶ μεγάλης διαθήκης, ὡς τῆς πρώτης πεπαλαιωμένης. Ἀσθενὴς γὰρ ἦν, καὶ τελειοῦν εἶχεν οὐδένα· Σεαυτῷ δέ φησιν, ἀντιδιαστέλλων τοὺς πιστεύοντας πρὸς τοὺς ἀπειθεῖν εἰρημένους. Ἐκείνοις γὰρ τὰ ἐν τῷ καινῷ δίδοται τόμῳ τὸ Χριστοῦ μυστήριον περιέχοντα. Λέγεται δὲ καὶ μέγας ὁ τόμος. Οὐ δὲ γὰρ ἔχει τῆς νομικῆς ἱστορίας τὸ ταπεινόν. Δι' ὃ καὶ ζημιοῦται Παῦλος ἡδέως, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Καθὰ γάρ φησιν ἐπὶ κρείττοσι θυσίαις ἡ νέα νενομοθέτηται. Γραφίδι δέ φησιν ἀνθρώπου, διὰ τὸ λέξει ἀνθρωπίνῃ, καὶ τοῖς πολλοῖς βατῇ γεγράφθαι τοῦ Εὐαγγελίου τὰ ῥήματα. Εἶναι γὰρ ἑτέραν γραφὴν, οὐκ ἀνθρωπίνην, καθ' ἣν δυνάμει τοῦ Πνεύματος οἱ ἐν βίβλῳ ζωῆς ἀπογράφονται. Τάχα δὲ τὰ περὶ τῆς θεότητος τοῦ Μονογενοῦς οὐκ ἀνθρωπίνης ἐστὶ γραφί 1976 δος, ὡς τὰ περὶ τῆς τούτου σαρκώσεως, περὶ ἧς νῦν πρόκειται λόγος. Ἕτερος γὰρ ἐκεῖνος ὁ κάλαμος, ὡς καὶ Δαβὶδ ὁ θεῖός φησιν·" Ἡ γλώσσα μου κάλαμος γραμματέως ὀξυγράφου."" Οἶδεν γὰρ οὐδεὶς τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα πλὴν τοῦ Υἱοῦ, καὶ ᾧ ἐὰν βούληται ὁ Θεὸς ἀποκαλύψαι." Γραφίδι γὰρ ἀνθρωπίνῃ φησὶν Ἰωάννης· Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ὅσα τὰ τούτοις ἀκόλουθα περὶ τῶν κατὰ σάρκα λεγόμενα. Γράφει τοίνυν ὑπὲρ τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Ἐγγίζειν γὰρ τὸν καιρὸν, καθ' ὃν δεῖ ταῦτα τοὺς δύο βασιλέας παθεῖν ὑπὸ τοῦ βασιλέως τῶν Ἀσσυρίων, δυνάμει τοῦ Ἐμμανουήλ Ὃν ἐπᾴδειν ἐν τῇ μάχῃ τοῖς Ἰουδαίοις προσέταξεν. Καὶ ἐπ' αὐτῆς δὲ τῆς παρουσίας ταχεῖα γέγονε καὶ ἀστραπῆς πάσης ὀξυτέρα τοῦ Εὐαγγελίου ἡ διδασκαλία, διὰ πάσης τῆς οἰκουμένης σκυλεύουσα τοῦ αἰῶνος τούτου τὸν ἄρχοντα, καὶ πρὸς ὑπακοὴν τοῦ Χριστοῦ τοὺς αἰχμαλωτισθέντας ἀφέλκουσα. Μάρτυρες δὲ τῶν γραφομένων ἔστωσαν, φησὶν ἐν τῷ Εὐαγγελίῳ, Οὐρίας καὶ Ζαχαρίας. Ἦσαν γὰρ τότε Οὐρίας μὲν ἱερεὺς, ὡς δῆλον ἐκ τῆς ἱστορίας, Ζαχαρίας δὲ προφήτης. Ἐπ' Ἐζεκίου γὰρ γέγονεν, ὡς ἐν ταῖς Παραλειπομέναις γέγραπται. Συμβολικῶς δὲ τούτους εἰς μαρτύριον καλεῖ. Δηλοῖ γὰρ ὁ μὲν ἱερεὺς τὸν νόμον, ὅνπερ ἐδίδασκεν· οἱ δὲ προφῆται διὰ Ζαχαρίου σημαίνονται. Συνίσταται δὲ τὸ εὐαγγέλιον ὑπὸ νόμου καὶ τῶν προφητῶν μαρτυρούμενον. Ὅθεν ἐν τῷ καιρῷ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως, Μωϋσῆς καὶ Ἠλίας συνελάλουν περὶ Χριστοῦ, καὶ τῆς ἐξόδου, ἧς ἤμελλε πληροῦν ἐν Ἱερουσαλὴμ, ἥτις δηλοῖ τῆς οἰκονομίας τὸ πέρας, τὸν σταυρὸν, τὸν θάνατον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν. Ἑρμηνεύεται δὲ ὁ μὲν Οὐρίας φωτισμὸς Θεοῦ, ὁ δὲ Ζαχαρίας μνήμη Θεοῦ. Υἱὸς δὲ Βαραχίου τῆς εὐλογίας τῆς τοῦ Θεοῦ. Τίς δὲ μάρτυς ἀξιοπιστότερος τοῦ πεφωτισμένου ὑπὸ Θεοῦ, καὶ μνήμην ἔχοντος τοῦ Θεοῦ; Ὧν δὴ παρόντων γράφει· Προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν. Φησὶ γὰρ ὁ Κύριος, ὡς Αὐτὸς ἐγὼ προσελεύσομαι τῇ προφήτιδι. Καλεῖ δὲ οὕτω τὴν Μητέρα Χριστοῦ διὰ τὸ Πνεύματος ἁγίου μετασχεῖν, κατὰ τό·" Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι." Παιδεύεται γὰρ ὁ προφήτης, ὡς οὐκ ἐξ αἴματος σαρκὸς, ἢ θελήματος ἀνδρὸς ἡ Χριστοῦ γενήσεται γέννησις." Ἀπαρχὴ γὰρ Χριστὸς," καὶ τῶν εἰς αὐτὸν ἀναγεννωμένων· περὶ ὧν εἴρηται ταῦτα. Δεξαμένη δὲ τὸ Πνεῦμα τὸ ἐπελθὸν ἐπ' αὐτὴν ἡ Παρθένος προεφήτευσε λέγουσα·" Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·" καὶ τὰ ἐπὶ τούτοις. Προσῆλθον δὲ, φησὶ, συνηθείᾳ γραφικῇ ἀντὶ μέλλοντος τῷ ἐνεστῶτι χρησάμενος. Τὸν δὲ τεχθέντα, φησὶν, ὀνόμαζε ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Ἐπειδὴ καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως, καὶ πρὶν ἐπιγράψασθαι γονέας σαρκικοὺς, τοὺς δύο καθαιρεῖ νῦν βασιλέας. Καὶ τοῦτο πράξει 1977 διὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, ὡς ἐμῇ χρώμενος, φησὶ, δυνάμει, τὰς βασιλείας αὐτῶν καταστρέψεται. Καὶ ἄλλως δὲ, ταχέως ἐσκύλευσε, τὸν ἰσχυρὸν, τὸν φυλάσσοντα, καθάπερ ἴδιον κτῆμα, τοὺς ὑπὸ τὴν ἁμαρτίαν πεπραμένους καὶ δεδεμένους θανάτῳ. Προενόμευσε δὲ, ταῖς ἰδίαις δυνάμεσι παραδοὺς εἰς φυλακὴν τοὺς πιστούς·" Ὧν οἱ ἄγγελοι βλέπουσιν, ὡς λέγει, τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς." Τὴν δὲ ὀξεῖαν αὐτοῦ προνομὴν δηλοῖ τὸ," Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν. Ἔλαβεν δόματα ἐν οὐρανοῖς·" ὃ πεποίηκε," Εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ διαρπάσας αὐτοῦ τὰ σκεύη," καθά φησιν αὐτὸς ἐν παραβολῇ. Καὶ ὁ προφήτης δέ φησιν ἀλλαχοῦ·" Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν." Τὸ δὲ πάρεστιν εἰπὼν, ἅμα μὲν δηλοῖ τὴν τῶν βασιλέων τιμωρίαν οὐκ εἰς μακρὰν ἐσομένην. Ἅμα δὲ καὶ τὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐγγίζειν φησίν. Ὃν δὲ κέκληκεν Ἐμμανουὴλ, νῦν ἐκάλεσε Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ἔθος γὰρ τῇ Γραφῇ τὸν Θεὸν ἐκ τῶν διαφόρων ὀνομάζειν ἐνεργειῶν· ὡς καὶ Ἰησοῦν, παρὰ τὴν ἀπὸ Θεοῦ δεδομένην ἡμῖν σωτηρίαν. Δύναμις δὲ Δαμασκοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες. Σκύλα δὲ Σαμαρείας, οἱ ἐκ περιτομῆς εἶεν ἄπιστοι. Δαμασκὸς μὲν γὰρ Συρίας μητρόπολις, Σαμαρεία δὲ τοῦ Ἰσραήλ. Πῶς ὁ γεννηθεὶς εὐθὺς τούτους ἐσκύλευσε; Διὰ τὸ μέλλειν οὐκ εἰς μακρὰν ταὐτὸ ποιεῖν· ἢ καὶ, ὅτι μάγοι προσελθόντες αὐτῷ προσεκύνησαν, ὡς Θεῷ, καὶ δῶρα προσήνεγκαν σκυλευθέντες πρὸς θεοσέβειαν ἔτι βρέφους ὑπάρχοντος πολεμήσαντος ὑπὲρ αὐτῶν, καὶ τῶν ἄλλων, ἀπέναντι τοῦ νοητοῦ βασιλέως τῶν Ἀσσυρίων. Τὸ δὲ, καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, οὐκ ἀπὸ προσώπου τοῦ Κυρίου, τοῦ δὲ προφητικοῦ φασιν εἰρῆσθαί τινες· οἳ καὶ τὸ, προσῆλθον, φασὶν ἀντὶ τοῦ ἤγγισα τῷ πνεύματι καὶ τῇ προγνώσει τῶν ἐσομένων τῇ προφήτιδι. Κατέλαβον γὰρ, καὶ οἷον ἐπλησίασα τῇ προγνώσει τῇ προφητικῇ, καὶ εἶδον τὴν σύλληψιν πόῤῥωθεν προενατενίσας τῷ χαρίσματι τῆς προφητείας· οἳ καὶ ἀποροῦσι πῶς κελευθεὶς ὁ προφήτης τόμον λαβεῖν, ἄλλο ποιεῖ, πρὸς τὴν προφῆτιν εἰσιών. Ἀλλὰ δῆλον, φασὶν, ὡς ἡ σιωπὴ ἡ πρὸς ἐκεῖνον συγκατάθεσιν καὶ πρᾶξιν ἐδήλωσεν. Πῶς γὰρ ἂν ὁ προφήτης παρήκουσε τοῦ Θεοῦ; ἀλλ' ἐκείνου δηλονότι περιγεγραμμένου, τὸ τῆς προφήτιδος ἐξ ἰδίας ἀρχῆς παραδίδοται. εηʹ. 9Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· Διὰ τοῦ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ 1980 τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασσὼν, καὶ τὸν υἱὸν Ῥωμελίου βασιλέα ἐφ' ὑμῶν, διὰ τοῦτο, ἰδοὺ Κύριος ἀνάγει ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν, καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ9, κ. τ. λ. Καὶ ταῦτα τῆς αὐτῆς ὑποθέσεως· ἅπερ οὐ τῷ λαῷ, τῷ δὲ προφήτῃ λέγων προσέθηκε Κύριος, ὅτι παρήκουσεν ὁ λαὸς προσταχθεὶς μὴ φοβεῖσθαι τοὺς βασιλέας, τῇ δὲ τοῦ Ἐμμανουὴλ ἐπικλήσει θαῤῥεῖν. Ὁ μὴ ποιήσαντες δουλεύειν ἠγάπων τοῖς βασιλεῦσι, τὸ ὕδωρ μὴ δεχόμενοι τοῦ Σιλωάμ· ὅπερ αὐτὸν δηλοῖ τὸν Ἐμμανουήλ· ὅς ἐστι πηγὴ ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Ὃν οὔτε κατὰ τὸν πόλεμον τῶν βασιλέων, οὔτε κατὰ τὸν καιρὸν τῆς αὐτοῦ σαρκώσεως ὑπεδέξαντο. Ἡσυχῇ δὲ καὶ κατὰ τὴν ἱστορίαν τὸ ὕδωρ ἐκδίδοται τοῦ Σιλωὰμ. Δηλοῖ δὲ περὶ Χριστοῦ, ὅτι καὶ πρὶν ἐπιδημῆσαι, λανθανόντως συνεπορεύετο τῷ λαῷ, τὰς ψυχὰς αὐτῶν ἀρδεύειν ἐπισκοπεῖν τε βουλόμενος, καὶ μηδέπω κηρυχθεὶς εἰς πάντα τὰ ἔθνη· ἀψοφητὶ δὲ καὶ τὴν ἑαυτοῦ παρουσίαν πεποίηται. Συμβαίνει δὲ καὶ τῇ προσηγορίᾳ τοῦ Σιλωὰμ ὃς ἀπεσταλμένος ἑρμηνεύεται. Ἀπόστολον γοῦν αὐτὸν καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ὁ Παῦλος καλεῖ. Καὶ τὸν ἐκ γεννητῆς δὲ τυφλὸν συμβολικῶς ὁ Σωτὴρ εἰς τὸν Σιλωὰμ ἐξαπέστειλεν. Ἀλλ' ὁ μὲν ἀνέβλεψε τὸ ὕδωρ δεξάμενος τοῦ Σιλωάμ. Ὁ δὲ νῦν κατηγορούμενος ὑπὸ τοῦ Κυρίου λαὸς, μὴ πιστεύσας τῷ Σιλωὰμ, ὅς ἐστιν Ἐμμανουὴλ, ἔρημος αὐτοῦ γίνεται. Καὶ ἀντὶ τῶν δύο βασιλέων, οἷς ἠγάπων, δουλεύειν τοῖς Ἀσσυρίοις ἐκδίδονται, καὶ τῷ νοητῶς τούτων ἐπάρχοντι, ὅτι τὸ ὕδωρ οὐκ ἠβουλήθησαν τοῦ Σιλωὰμ ἤγουν ἀπεδοκίμασαν, κατὰ Σύμμαχον, κατὰ τὸ," Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γονίας." Ἀνθ' ὧν αὐτοῖς ἐπάξειν φησὶ τὸ πολύ τε ὕδωρ καὶ ἰσχυρὸν τὸν Ἀσσύριον, τῷ ὕδατι τῷ ἡσύχῳ τοῦτον ἀντιτιθείς. Δόξαν δὲ αὐτοῦ, τοὺς ὑπ' αὐτὸν ἄρχοντας ἐκάλεσεν καὶ λαούς. Ὕδατι δὲ παρεικάζειν τὸ πλῆθος φίλον τῇ θείᾳ Γραφῇ. Φησὶ γοῦν διὰ φωνῆς προφητῶν·" Καὶ Νινευὴ, ὡς κολυμβήθρα ὑδάτων, τὰ ὕδατα αὐτῆς." Οὐ μενεῖ δὲ, φησὶ, παρ' αὐτοῖς ἀνὴρ αἴρων κεφαλήν· τοῦτ' ἔστιν ἄρξαι δυνάμενος. Τὸ δὲ πλῆθος καλύψει πᾶσαν τὴν χώραν. Ὅπερ ἐπὶ Ἱερεμίου γέγονεν, στρατεύσαντος τοῦ Ναβουχοδονόσωρ. θιʹ. 9Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἰσχυκότες, ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσατε, πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριοσ9, κ. τ. λ. Τοῖς περὶ τοῦ Ἐμμανουὴλ καὶ ταῦτα συνήρτηται· 1981 ὃ καὶ δηλοῖ μεθ' ἡμῶν ὁ Θεὸς, δεύτερον νῦν ὑπὸ τοῦ προφήτου λεγόμενον. Ὧ μὴ πιστεύσαντας τοὺς ἄλλους ἐλέγξας τῆς ἐκείνων ἑαυτὸν κατηγορίας ἐλευθερῶν, ἐξ ἑαυτοῦ καὶ τῶν ὁμοίων σὺν ἡδονῇ πλείστῃ, μεθ' ἡμῶν ὁ Θεὸς ἀνακέκραγεν στραφεὶς πρὸς τὰ ἔθνη. Ταῦτα δ' οὖν γνῶναι παρακελεύεται τὸν Ἐμμανουήλ· ὃν ὁ ἐκ περιτομῆς λαὸς οὐκ ἔγνω, οὔτε συνῆκεν. Ὑμεῖς δὲ, φησὶ, τὴν καλὴν ἧτταν ἡττήθητε αἰχμαλωτισθέντες εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, δι' οὗ τῆς δουλείας ἐλεύθεροι τοῦ νόμου τῆς ἀμαρτίας γενήσεσθε. Ἐπακούσασθε τοίνυν ἕως ἐσχάτου τῆς γῆς τῶν καταγγελλόντων ὑμῖν τὸ Εὐαγγέλιον." Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν." Καὶ, οἱ ἐν ὑμῖν δὲ ἰσχυροὶ τῷ λόγῳ καὶ δυνατοὶ, νικᾶσθε τοῦ τῆς εὐσεβείας κηρύγματος· καὶ μὴ θέλοντες γὰρ ἡττηθήσεσθε ἐπὶ ταῖς ματαίαις κατὰ τοῦ Θεοῦ βουλαῖς ὑμῶν ἐλεγχόμενοι, καὶ λόγοις τοῖς ἐξ ἀπειλῆς λεγομένοις. Λέγοι δ' ἂν ἀποθέσθαι καὶ τὴν ἰσχὺν τὴν σωματικὴν, καὶ σαρκὸς ἀναλαμβάνειν ἀσθένειαν, ὡς ἂν ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελειωθῇ. Ἐὰν δέ σοι πάλιν ἐπαναστῇ τὸ φρόνημα τῆς σαρκὸς, πάλιν ὑπόταξον τοῦτο τῷ πνεύματι, καὶ ἡ βουλὴ δὲ ὑμῶν καὶ ὁ λόγος ἀργήσει, διότι ἀπειλεῖ· Τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσει. Βουλὴν γὰρ ἀνθρωπίνην καταργεῖ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ λόγον ἀνθρώπινον ἀθετεῖ ὁ Θεὸς Λόγος. Χρήσιμον δὲ ταῦτα λέγειν τοῖς τὴν Ἐκκλησίαν διώκουσι. Τινὲς δὲ τὰ μὲν πρῶτα πρὸς ἔθνη καὶ Ἰουδαίους εἰρῆσθαί φασιν, ἀπὸ δὲ τοῦ, ἰσχυκότες, ἡττᾶσθε, πρὸς Ἰουδαίους· κατίσχυσαν γὰρ τό γε ἧκον εἰς αὐτοὺς τοῦ Χριστοῦ, παραδόντες σταυρῷ. Ἀλλ' ἐβουλεύσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι. Πῶς γὰρ ἂν θανάτῳ περιέβαλον τὸν ἀρχηγὸν τῆς ζωῆς; Διά φησιν, ἡττᾶσθε λοιπὸν μετὰ τοσοῦτον ἀνόνητον τόλμημα. Εἰ δὲ πάλιν ἀντιστῆτε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, πάλιν ἡττηθήσεσθε κολάζοντι λοιπὸν τῷ κριτῇ δίκας ὑπέχοντες. Χριστοῦ γὰρ ἀναληφθέντος, καὶ αὐτοῖς ἐπεβούλευον τοῖς ἀποστόλοις·" Παραγγελίᾳ, λέγοντες, παρηγγείλαμεν μηδὲν λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ." Καί·" Ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν." Καὶ τύπτοντες ἐδόκουν πάλιν ἰσχύειν, ἀλλ' ἐνίκων οἱ μαθηταὶ λέγοντες· Διότι μεθ' ἡμῶν ὁ Θεός. Ἀνθ' ὧν ἔτισαν δίκας ὑπὸ Ῥωμαίων ἡττώμενοι. ιαιεʹ. 9Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες· Μή ποτε εἴπητε σκληρόν. Πᾶν γὰρ ὃ 1984 ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρὸν ἐστί. Τὸ δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδὲ μὴ ταραχθῆτε9, κ. τ. λ. Τὸν παρόντα λόγον πρὸς τοὺς ἀπειθοῦντάς φησιν· κατὰ μέν τινας, Ἰουδαίους· κατὰ δέ τινας, ἐθνικούς· χεὶρ δὲ ἰσχυρὰ, ἡ δημιουργικὴ τῶν ὄντων ἁπάντων δύναμις, ὁ δι' οὗ τὰ πάντα γέγονεν, Υἱὸς τοῦ Θεοῦ, ὁ καὶ καταργήσας τὸν θάνατον, συντρίψας τε τὸν Σατανᾶν, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ πρὸς ἀφθαρσίαν ἀνακαινίζων τὸ γένος, ᾧπερ ἀντέστησαν Ἰουδαῖοι κληθέντες καὶ μὴ δεξάμενοι τὸν Ἐμμανουήλ. Ἔτι δὲ καὶ ὅσοι τῶν ἐθνῶν παρέμειναν πρὸς τὴν πίστιν ἀσύμβατοι. Διχῶς γὰρ ἐπὶ Θεοῦ γνῶσιν ἀγόμεθα, ἢ φυσικαῖς ἐννοίαις χρησάμενοι, διὰ τῶν κτισμάτων γινώσκοντες τὸν Δημιουργὸν, ἢ διὰ τῆς τοῦ δοθέντος ἡμῖν νόμου διδασκαλίας· οὗτοι δὲ οὔτε τοῖς ποιήμασι τῆς ἰσχυρᾶς χειρὸς ἠκολούθησαν, περὶ ἧς εἴρηται, Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, καὶ, Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν· οὔτε τῇ ὁδῷ. Αὐτὸς δέ φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Ἢ πορείαν λέγει τὴν ὁδὸν τοῦ βίου τὴν νομικὴν, τοῦ Κυρίου τυφλοὺς ὁδηγοὺς τοὺς διδασκάλους τοῦ νόμου προσαγορεύοντος. Εἴρηται δέ·" Καὶ ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην." Καί·" Ἐν τῇ ὁδῷ σου ζήσομαι." Καί·" Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ." Ταῦτα μὲν οὖν ὀρθῶς πρὸς Ἕλληνας εἴρηται. Εἰ δὲ πρὸς Ἰουδαίους ἢ, κατ' ἔλλειψίν ἐστιν· ἵνα ᾖ, καὶ τοῖς βαδίζουσιν ὁδοῦ πορείαν οὐ τὴν εὐθεῖαν καὶ τοῦ Κυρίου. Ἀπειθήσαντος ἤγουν τοῦ λαοῦ τούτου, φησὶν, οὗ τὸ πρόσωπον ἀναλαβὼν ἀρτίως ἔφασκεν, μεθ' ἡμῶν ὁ Θεός· ἵνα πορείαν λέγει τὴν εὐαγγελικὴν τῆς ἐν νόμῳ παρεωραμένης σκιᾶς. Ἡ Συμμάχου δὲ ἔκδοσις τῇ ἐξηγήσει τῇ κατ' ἔλλειψιν μαρτυρεῖ. Φησὶ γὰρ τάδε· Εἶπεν Κύριος πρὸς μὲ ὡς ἐν κράτει τῆς χειρὸς καὶ ἀπέστησέν με μὴ πορεύεσθαι τῇ ὁδῷ τοῦ λαοῦ τούτου, λέγων· Οὐκ ἐρεῖτε, ἄνταρσις. Πᾶν ὃ ἐὰν εἴποι ὁ λαὸς οὖτος, ἄνταρσις. Φησὶ δὲ, ὡς τῇ ἑαυτοῦ χειρὶ Κύριος ἐπιλαβόμενος ἀπέστησε τὸν ἑαυτοῦ προφήτην ἐμὲ, τοῦ μὴ τὴν αὐτὴν ὁδὸν βαδίζειν τῷ ἀπίστῳ τούτῳ λαῷ, μὴ πιστεύσαντι τῇ προφητείᾳ τοῦ ἐπικαλέσασθαι τὸν Ἐμμανουήλ. Οὗτοι μὲν γὰρ ἄνταρσιν ἡγοῦνται τὴν ὑμετέραν ἐξ αὐτῶν ἀναχώρησιν. Ὑμεῖς δὲ οὐκ ἐρεῖτε τοῦτο. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Μὴ εἴπητε, φησὶ, σκληρὸν εἶναι τὸν λόγον, ὥσπερ οὗτοι νομίζουσιν τὸν περὶ τοῦ δεῖν ἀποστῆναι τῆς τοῦ λαοῦ τούτου πορείας· κἂν ἐπιβουλεύοιεν ὡς ἀποστάντες ὑμῖν, αὐτοὺς μὲν μηδαμῶς, τὸν Θεὸν δὲ μόνον φοβεῖσθε. Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου. Δι' οὗ πᾶς ὁ ἐξ ἀνθρώπων ἐλαύνεται φόβος. Καὶ τότε λοιπὸν ἔσται σοι εἰς ἁγίασμα μηκέτι δεομένῳ σωματικοῦ τινος ἁγιάσματος. Οὕτω δὲ τὸν παρ' αὐτοῖς ἐκάλουν συνεστῶτα νεὼν, καὶ τούτου τὰ ἐνδοτάτω. Αὐτὸς οὖν ἁγιάσει σε Κύριος, ἐὰν ἔσῃ πεποιθὼς 1985 ἐπ' αὐτῷ, κατὰ δὲ τοὺς νοήσαντας λαὸν λέγεσθαι τὸν πιστὸν καὶ μετὰ τοῦ προφήτου ταττόμενον, ὅγε ἔλεγεν, μεθ' ἡμῶν ὁ Θεός· νοητέον τὸ, μήποτε εἴπητε σκληρὸν, ὅτι σκληρὸς Ἰουδαίοις ἐδόκει τῶν ἁγίων ἀποστόλων ὁ λόγος, μὴ ἀνεχομένων ἐμμένειν τῇ τοῦ νόμου σκιᾷ. Τοῖς οὖν ἀποστόλοις παρακελεύεται μὴ δεδιέναι τῶν ἐν νόμῳ τὸν φόβον, εἶναι δὲ μόνον θεοσεβεῖς. Ἤγουν ὅτι φοβουμένων αὐτῶν προσκροῦσαι Θεῷ, εἰ τὴν νομικὴν διώθοιντο λατρείαν τῷ Σωτῆρι πειθόμενοι τὴν σκιὰν καταλύοντι. Διόπερ ἔλεγον·" Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον." Ὑμεῖς καίπερ ἐξ αὐτῶν ὄντες, μὴ τοῖς αὐτοῖς ὑποφέρεσθε φόβοις. Ἁγιαζέσθω δὲ μᾶλλον παρ' ὑμῶν ὁ τῆς δόξης Κύριος, τοῦτ' ἔστι Χριστός. Κατὰ δὲ τοὺς οἰομένους πρὸς τοὺς ἐξ ἐθνῶν ἀπιστοῦντας εἶναι τὸν λόγον, μὴ πειθομένους μήτε φυσικῷ νόμῳ μήτε γραπτῷ· λέγοι ἂν, ὡς οὐ καρτεροῦσι τὰ προστάγματα τῆς ὁδοῦ τοῦ λαοῦ, τὸ σκληρὸν τῶν διατεταγμένων μὴ φέροντες, καθὰ καὶ Ἰουδαῖοι δυσανασχετοῦντες πρὸς τὰ τοῦ Κυρίου διδάγματα ἔλεγον, Σκληρός ἐστιν ὁ λόγος οὗτος, τις δύναται αὐτοῦ ἀκούειν; Σκληρὸν γὰρ πόρνῳ τὸ σωφρονεῖν, καὶ τοῖς ἐν κακίᾳ τῆς ἀρετῆς ὁ ζυγός. Ἡ μὲν γὰρ τῷ λείῳ δελεάζει τῆς ἡδονῆς· τὴν δὲ περιποιοῦσιν οἱ πόνοι. Ὅθεν ἡ μὲν τὸ πλεῖστον, ἡ δὲ βραχεῖς ἄγαν ἔχει τοὺς ἐραστὰς λέγοντας, Διὰ τὸν λόγον τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Οἳ καὶ πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν. Σπέρμα γὰρ αἱ νῦν θλίψεις τῶν μελλόντων εἰσὶν ἀγαθῶν. Ἀποτρέπουσιν οὖν οἱ ἐθνικοὶ τὸν λαὸν, καὶ σκληρὰ μὴ λέγειν αὐτοῖς ὀκνοῦντες προσιέναι πάλαι μὲν τῷ νόμῳ, νῦν δὲ τῇ πίστει, τοῦ μὲν τὸν ζυγὸν, τῆς δὲ τὴν πολιτείαν οὐχ ὑποφέροντες· πρὸς οὕς φησι· Τὸν φόβον αὐτῶν μὴ φοβεῖσθε, δηλαδὴ τῶν ἀρετῶν. Ἢ καὶ μεταστρέψας πρὸς τὸν λαὸν ἀποτείνεται, ὡς ἐκεῖνοι μὲν ταῦτα περὶ ὑμῶν ἐπειλήφασιν, τὴν πρὸς ὑμᾶς ἕνωσιν διὰ τῶν νόμων φοβούμενοι, ὑμεῖς δὲ τὰς παρ' αὐτῶν ἐπιβουλὰς μὴ ταράττεσθε. Ἔστω δέ σοι φόβος ὁ Κύριος. Μέγα δὲ πρὸς τελείωσιν πεπαιδευμένως φοβεῖσθαι καὶ μὴ εἶναι ψοφοδεεῖς. Περὶ ὧν φησιν ὁ Δαβίδ·" Ἐκεῖ φοβηθήσονται φόβῳ ᾧ οὐκ ἦν φόβος." Ἐκείνου τοίνυν τὴν παρουσίαν ἐκδέχου· ἐκείνου φοβοῦ τὸ κριτήριον. καὶ τὴν ἐ.. γῆ μετ' ἀγγέλων παρουσίαν. Ἐὰν γὰρ ἦς πεποιθὼς ἐπ' αὐτῷ, οὐ προσκόψεις, ὡς. λίθῳ προσκόμματος, καὶ πέτρᾳ σκανδάλου. Οἱ γὰρ τυφλοὶ προσπταίουσι λίθοις, σφαλεροί τε τὰς βάσεις περιολισθαίνουσι πέτραις, οὕτως ὁ τυφλὸς τὴν ψυχὴν, καὶ μὴ διὰ τῆς τῶν Γραφῶν διδασκαλίας ἐπιγνοὺς τοῦ Κυρίου τὴν παρουσίαν, τῷ εὐαγγελικῷ κηρύγματι περιπταίει καὶ σκανδαλίζεται λέγων·" Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν." Καὶ προσκόψαντες οὗτοι τῷ λόγῳ πεπτώκασιν· τοῖς δὲ πεπιστευκόσιν 1988 ἁγίασμα γίνεται, ἀλλ' οὐ πέτρα σκανδάλου διὰ τῆς ἐκ Παρθένου κυήσεως ὁ Ἐμμανουήλ. Ταῦτα καὶ Παῦλος ἐδίδασκε, λέγων Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. Καὶ πάλιν, Ἰσραὴλ μὲν διώκων νόμον δικαιοσύνης, εἰς νόμον οὐκ ἔφθασε· διὰ τί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου προσέκοψεν τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται·" Τοῦ τεθῆναι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ [πᾶς] ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται." Τὸ μὲν οὖν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου ἐντεῦθεν εἴληφεν ὁ Ἀπόστολος, τὸ δέ·" Ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται·" ἐξ ἑτέρου τῆς προφητείας μέρους, ἐν ᾧ λέλεκται·" Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον. Καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται." Ὁ αὐτὸς δὲ Κύριος, τοῖς μὲν ἁγίασμα, τοῖς δὲ πρόσκομμα γίνεται. Καὶ πρόσκομμα μὲν ἴσως Ἕλλησιν τοῖς σοφίαν ζητοῦσιν, ἡ μωρία τοῦ κηρύγματος· Ἰουδαίοις δὲ ζητοῦσι σημεῖα, πέτρα σκανδάλου. Ἡμῖν δὲ τοῖς μὴ ζητοῦσι λογικαῖς ἀποδείξεσι τὴν τοῦ κηρύγματος ὑποβάλλειν ἁπλότητα, μήτε διὰ σημείων ἐκπειράζουσι τὴν ἀλήθειαν, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τῷ δὲ οἴκῳ Ἰακὼβ, τοῖς Ἰουδαίοις, φησὶν, οἱ πολλὴν κατὰ Χριστοῦ νοσήσαντες τὴν ἀπόνοιαν, ἔσονται προσεοικότες τοῖς ἐν παγίδι πεσοῦσιν καὶ τεθηρευμένοις εἰς ὄλεθρον, καὶ τοῖς ἐν κοιλώμασι, τοῦτ' ἔστιν τοῖς εἰς βάθρον ὠλισθηκόσιν. Ἐγγιοῦσι δὲ, φησὶν, παντὶ κατασείειν εἰδότι, μηδεμίαν ἰσχὺν κεκτημένοι, κατὰ τοὺς πιστοὺς εἰπεῖν μὴ δυνάμενοι·" Ἡ ἰσχύς μου καὶ ἡ ὕμνησίς μου ὁ Κύριος." Ἁλώσονται γὰρ οἱ ἐξ Ἰσραὴλ ὅσον μὲν ἦκεν εἰς ἐπικουρίαν τὴν ἄνωθεν, ὄντες ἐν ἀσφαλείᾳ πρὸς τοὺς αἰσθητοὺς καὶ νοητοὺς πολεμίους. Φησὶ γὰρ περὶ τῆς Ἱερουσαλὴμ ὁ Θεός·" Κἀγὼ ἔσομαι αὐτῇ τεῖχος πυρὸς κύκλοθεν." Τῇ δὲ εἰς Χριστὸν παροινίᾳ τοῖς ἐχθροῖς γεγονότες εὐάλωτοι, εἰς τὰ ἔθνη μετελθούσης τῆς χάριτος. Ὁ δὲ Σύμμαχός φησιν· Εἰς λίθον προσκόμματος, καὶ εἰς πέτραν πτώματος, τοῖς δύο οἴκοις Ἰσραὴλ, εἰς παγίδα, καὶ εἰς σκάνδαλον τῶν οἰκούντων Ἱερουσαλήμ. Δύο δὲ οἴκους φησὶ, τόν τε τῶν ἀρχόντων καὶ τὸν τῶν ἀρχομένων, τὸ πᾶν ἔθνος δηλῶν. Καὶ οἱ λοιποὶ δὲ, τοὺς δύο οἴκους ἐξέδωκαν. Διὰ τοῦτο δὲ, φησὶν, ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, δῆλον δι' ὅτι γέγονεν αὐτοῖς εἰς λίθον προσκόμματος. Ἀντὶ δὲ τοῦ ἐγγιοῦσιν, Σύμμαχος ἐξέδωκεν, Καὶ παγιδευθήσονται καὶ 1989 συλληφθήσονται. Τὸ δὲ, ἄνθρωποι ἐν ἀσφαλείᾳ, περιττὸν, καὶ ὠβέλισται. ι ιηʹ. 9Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ9, κ. τ. λ. Τὸν πρῶτον στίχον ὁ Σύμμαχος οὔτως ἐξέδωκεν· Δῆσον μαρτύριον, σφράγισαι τὸν νόμον ἐν τοῖς διδακτοῖς μου· οἷς καὶ τὰ Ἀκύλου συνᾴδει. Τότε δὲ, φησὶ, μετὰ τὸ συμβῆναι τὰ εἰρημένα τοῖς δύο οἴκοις τοῦ Ἰσραήλ· τότε δῆσον τὸν νόμον. Οὐκέτι γὰρ χρεία τοῦ Μωϋσέως νόμου, οὐδὲ τῶν παρ' αὐτοῦ μαρτυρίων, τῆς καινῆς παραδιδομένης διδασκαλίας τοῖς διδακτοῖς αὐτοῦ, τοῖς ἐξ ἐθνῶν κεκλημένοις, οἵτινες φανεροὶ ἔσονται σφραγίζοντες τὸν νόμον τοῦ μὴ μαθεῖν αὐτὸν, οὐκ ἔτι ὄντα χρήσιμον τῇ παραθέσει τοῦ κρείττονος. Ἄρ' οὖν ἀφεξόμεθα τῶν νομικῶν ἀναγνωσμάτων Χριστοῦ λέγοντος·" Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστι πλουσίῳ ἀνθρώπῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά." Οὐκ οὖν, οὐ καθάπαξ, τὴν δὲ σωματικὴν ἐκδοχὴν αὐτοῦ παραιτούμεθα. Τινὲς δὲ διαβάλλεσθαι διὰ τούτων φασὶ τοὺς τῷ θείῳ νόμῳ τὰς ἀκοὰς ἀποκλείοντας, οἳ καὶ σφραγίζεσθαι λέγονται, τῇ μορφῇ τοῦ ἀντικειμένου ἑαυτοὺς ὁμοιώσαντες, μὴ θέλοντες ἐν ἑαυτοῖς μορφωθῆναι Χριστόν. Προτιμῶντες δὲ τοῦ ἐπουρανίου τὴν εἰκόνα τοῦ χοϊκοῦ, ἀφ' ἑαυτοῦ δὲ ὁ νόμος τῇ ἀσαφείᾳ τῶν ῥημάτων ἐσφράγισται διὰ νοῦ γυμνασίαν οὕτω παραδοθείς. Ὁ δὲ μὴ τῇ μελέτῃ λῦσαι τῇ ἀγνοίας ἐπιχειρῶν τὸν δεσμὸν σφραγίζειν αὐτὸν λέγεται. Ἐσφράγιζον καὶ Ἰουδαίων οἱ διδάσκαλοι προφάσει τῆς κατὰ τὸ γράμμα τηρήσεως οὐκ ἀποκαλύπτοντες τὰ ἐν τῷ βάθει μυστήρια. Περὶ ὧν, φησὶν ὁ Σωτὴρ, ὄτι Ἤρατε τὰς κλεῖς, καὶ οὔτε αὐτοὶ εἰσέρχεσθε, καὶ τοὺς δυναμένους εἰσελθεῖν κωλύετε. Ὁ δὲ τοιοῦτός φησιν Ἰουδαϊκός· μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα, καὶ τὰ ἑξῆς. Λέγει δέ· Οὐ δέχομαι τὸν Ἐμμανουὴλ, εἰ καὶ νῦν ἐγκαταλέλειμμαι· μενῶ δέ ποτε τὴν ἐπισκοπὴν τοῦ Θεοῦ τοῦ νῦν ἡμᾶς ἀποστραφέντος. Κατὰ δὲ τὴν προτέραν ἐξήγησιν, οἱ εἰς Χριστὸν ἠλπικότες ταῦτά φασιν, τὸν μὲν νόμον ἀποστρεφόμενοι, τὴν δὲ τοῦ Χριστοῦ περιμένοντες χάριν, ὡς ἂν αὐτῶν ἁγίασμα γένηται· κατὰ τό·" Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν μοι." [ὑπομένει δὲ Κύριον] Ὃς καὶ καρτερεῖ τὰ δοκοῦντα Θεῷ, καὶ τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἀνέχεται, στάσιν ἐν Θεῷ ποιούμενος ἀσφαλῆ, διὰ τοῦ βλέπειν, ὡς ἀπεστράφη Θεὸς τοὺς ἠπειθηκότας αὐτῷ. Τινὲς δὲ οἱ ταῦτα λέγοντες· διδάξει τὸ τοῦ Μονογενοῦς πρόσωπον εἰσαχθὲν καὶ λέγον περὶ αὐτῶν· 1992 Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός· ἃ καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους παρέθετο. Τὰ μὲν γὰρ Ἰουδαϊκὰ παιδία ἐξ ἀνδρός τε καὶ γυναικός· τὰ δὲ, τοῦ χρηματίζοντος ταῦτα Κυρίου, οὐκ ἐξ αἵματος, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν, τοῦ Πατρὸς αὐτῷ τοιαῦτα τέκνα δεδωρημένου κατὰ σάρκα. Καθ' ὃ γὰρ Θεὸς, πάντων κρατεῖ φυσικῶς, μηκέτι τῷ Μωϋσέως προσέχοντα νόμῳ. Παιδία δέ φησι τοὺς πιστοὺς, ὡς ἀναγεννηθέντας τῷ πνεύματι, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀπεκδυσαμένους· ἁπαλοὺς τὸν τρόπον, καὶ ἀπειροκάκους, ἀπογεγαλακτισμένους λοιπὸν ἀπὸ τῶν εἰσαγωγικῶν λόγων, καὶ ἐπὶ τὴν τῶν τελειοτέρων τροφὴν τῶν μυστηρίων χωροῦντας. Δοὺς δὲ ἡμῖν καὶ τὸ κράζειν ἐν πνεύματι, Ἀββᾶ ὁ πατὴρ, ἀδελφοὺς ἡμᾶς προσηγόρευσεν τῷ Πατρὶ καθάπερ ἀντιδιδοὺς οὓς ἐδέξατο· πρὸς ὃν καί φησιν·" Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς ἔδωκας." Κατὰ τό·" Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου." Διὰ τούτων δὲ τῶν παιδίων, φησὶν, ἔσται σημεῖα καὶ τέρατα· ὅθεν οὕτως ἐξέδωκαν οἱ λοιποί· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ δέδωκέν μοι ὁ Κύριος, εἰς σημεῖα, καὶ εἰς τέρατα ἐν Ἰσραήλ. Ἔδωκε γάρ μοι, φησὶν, αὐτὰ θαυματουργεῖν δι' αὐτῶν· οἷς καὶ ἔλεγεν ὁ Σωτὴρ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ ἀποστέλλων αὐτὰ," Ἀσθενοῦντας θεραπεύετε, δαίμονας ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε." Δι' ὧν σημείων καὶ ἡ τῶν ἐθνῶν ἐγίνετο κλῆσις. Τὸ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ πρὸς ἀρετὴν ἐκ κακίας μεταβαλεῖν, Ἐκκλησίας τε Θεοῦ πανταχοῦ συστῆναι τῆς γῆς, Θεοῦ χάριτος ἐναργῆ σημεῖα καθέστηκεν. Ἅπερ ἐστὶ παρὰ τοῦ Κυρίου σαβαώθ. Τίς δὲ ἄλλος τῶν στρατιωτῶν Κύριος, ἢ ὁ λεγόμενος ἀρχιστράτηγος τῆς δυνάμεως τοῦ Θεοῦ, παρ' οὗ δέδοται τοῖς παιδίοις τὰ σημεῖα τοῖς εἰς αὐτὸν πεπιστευκόσιν; περὶ ὧν αὐτὸς λεγόντων·" Ὡσαννᾶ ἐν τοῖς ὑψίστοις," εἰρῆσθαι, φησὶ τὸ, ὅτι" Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον." Περὶ ὧν ἐξομολογούμενος τῷ Πατρὶ, φησὶν, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Τὰ μυστικὰ παιδία νηπίους καλῶν τοὺς διὰ τῆς μαθητείας τῆς ἀποκαλύψεως τῶν μυστηρίων τυχόντας, οἷς ἀπεκάλυψεν ὁ ἐν Σιὼν κατοικῶν τῷ ἐπουρανίῳ ὄρει. Περὶ οὗ φησιν ὁ Ἀπόστολος·" Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ." 1993 ιθκβʹ. 9Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν. Οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι; Τί ἐκζητήσουσι περὶ τῶν ζώντων τοὺς νεκρούσ9; κ. τ. λ. Κατηχητικὸν ἐξυφαίνει λόγον ὁ Ἐμμανουὴλ τοῖς εἰς τέκνα λελογισμένοις, τῆς ἀρχαίας ἀπάγων αὐτοὺς δεισιδαιμονίας, ὡς ὄντας αὐτοῦ διδακτούς. Εἰ γὰρ συγγενεῖς ὑμᾶς [φησὶν] ἢ φίλοι παρακαλοῖεν ἐπὶ τὴν προτέραν πλάνην ἐπανελθεῖν, μὴ πείθεσθε τῇ συμβουλῇ, προφάσει προγνώσεως. Ταῦτα γὰρ ἐνεργοῦσιν ἐπὶ καταστροφῇ τῶν γινομένων οἱ δαίμονες. Καὶ πάθη γὰρ θεραπεύειν, καὶ προλέγειν ἰσχύουσι· τὸ μὲν, διὰ τὸ διορατικώτεροι εἶναι τῶν ὑλικωτέρων ἰδιωμάτων, οἷον βοτανῶν ποιότητος καὶ κατ' ἀλλήλου προσαγωγῆς· τὸ δὲ, τὸ πρώτους ὁρᾷν τὰ γεγενημένα, καὶ ὡς ἐσόμενα δῆθεν προβάλλεσθαι. Οἷον γνόντες τὰ τετυπωμένα περὶ Σαοὺλ ἀποφάσει τε δημοσιευθέντα Θεοῦ, τὸ τοῦ Σαμουὴλ σχηματισάμενοι πρόσωπον, ὡς ἰδίαν ἀπόφασιν ἀφηγήσαντο. Ἀπὸ γῆς δὲ φωνεῖν τοὺς ἐγγαστριμύθους φησίν. Οὐδὲν γὰρ οὐράνιον φθέγγονται· ὅπερ ὁμολογεῖ καὶ ἡ λέγουσα πρὸς Σαοὺλ, Ὁρῶ θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς. Ψυχὰς γὰρ ἐπαγγέλλονται τετελευτηκότων ἀνάγειν εἰς τὴν τῶν ζητουμένων φανέρωσιν· οὓς καὶ ματαιολόγους λέγει καὶ φωνοῦντας ἐκ κοιλίας· οὓς ὀνομάζουσι πυθῶνας· τάχα καὶ ὡς ἀπὸ καρδίας ἑαυτῶν φθεγγομένους. Ἀναπλάττει γὰρ τὸ ψεῦδος, τοῦ τῶν παρόντων θελήματος στοχαζόμενος. Λέγοιντο δ' ἂν οὕτω, καὶ ὧν ὁ Θεὸς ἡ κοιλία, κἂν εὐλάβειαν ὑποκρίνοιντο καὶ διδάσκοιεν, πληρῶσαι ταύτην ἐθέλοντες. Κενολογοῦσι γὰρ, οὐκ ἀπὸ διαθέσεως λέγοντες. Ὁ γὰρ μὴ ποιῶν καὶ διδάσκων, πρὸς ὠφέλειαν οὐκ ἀξιόπιστος. Τὸ δὲ, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσιν; Κατ' ἐρώτησιν εἴρηται καὶ κατ' ἔλλειψιν ἴσως τοῦ, λέγετε πρὸς αὐτούς. Εἰ γὰρ ἕκαστον ἔθνος, εἰ καὶ πεπλανημένως, ὅμως δ' οὖν τοῦ ἰδίου Θεοῦ περιέχεται. Τοὺς τὴν ἀπλανῆ γνῶσιν ἔχοντάς τι ποιητέον, ἢ τὸν ἑαυτῶν ἐκζητῆσαι Θεὸν, μηδὲ ἐρωτᾷν περὶ πραγμάτων τοὺς ἁπάσης ἑτερημέρους ζωῆς; ἢ περὶ τῶν εἰδώλων λέγων, ἢ περὶ τῶν τῆς ὄντως ἐκπεπτωκότων ζωῆς, ὁποῖοι διὰ τῆς ἀποστασίας οἱ δαίμονες, μὴ ἔχοντες ἐν ἑαυτοῖς τὸν ζῶντα τοῦ Θεοῦ λόγον· ἢ καὶ ὅτι ἄτοπον περὶ τῶν ἔτι ζώντων ἐπερωτᾷν τοὺς ἐν τῇ γῇ κειμένους. Πᾶσα γὰρ ἡ τοιαύτη μαγγανεία περὶ τὰ μνήματα στρέφεται. Τὸ δὲ, τί ἐκζητοῦσιν; δυσανασχετοῦντός ἐστιν ἐπὶ τῇ τούτων ἀνοίᾳ, δι' ὅτι τὸν κωφὸν ὁ λογικὸς ἐρωτᾷ γιγνόμενος κοινωνὸς διὰ τῆς παρακοῆς τῆς νεκρώσεως. Εἰ γὰρ χωροίης εἰς μαντεῖον, ἢ χρήσαιο καθαρμοῖς, ἢ τοῖς τοιούτοις, ἴσθι πρὸς νεκροὺς ἀπελθών. 1996 Ἔχων δὲ τὸν τοῦ Θεοῦ λόγον καὶ νόμον τὸν εὐαγγελικὸν, μὴ πολυπραγμόνει τὸ μέλλον· τὰ δὲ παρόντα πρὸς τὸ χρήσιμον διατίθεσο. Νόμον γὰρ εἰς βοήθειαν ἔλαβες, ἔχων μὲν μεγάλην ἐνυπάρχουσαν ἐκ φύσεως πρὸς τὸ καλὸν ἐπιτηδειότητα· ταύτην δὲ τελειῶν ὁ Θεὸς, καὶ τὴν ἐκ τοῦ νόμου σοι χειραγωγίαν προσέθηκεν. Εἰ δὲ βούλει περὶ τῶν μελλόντων πεπεῖσθαι, ποίει τὰ διατεταγμένα κατὰ τὸν νόμον, καὶ ἀνάμεινον τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Οὗτος δὲ ὁ νόμος οὐκ ἔστι, φησὶν, ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου. Οὐ γὰρ πρὸς ἀπάτην κέρδους χάριν ἐπινενόηται, ἀλλ' ἀληθείας ἐστὶ διδάσκαλος πᾶσι προῖκα προκείμενος, κατὰ τὴν λέγουσαν Ἡσαΐου φωνήν·" Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ· καὶ ὅσοι μὴ ἔχοντες ἀργύριον, βαδίσαντες ἀγοράσατε ἄνευ ἀργυρίου καὶ τιμῆς." Ἓν γὰρ δῶρον τοῦ καθ' ἡμᾶς ἄξιον, νόμου τοῦ δοθέντος ἡ φυλακή. Ἐκεῖ δὲ πιπράσκουσι πολλάκις οὓς ἀναπλάττουσι πρὸς ἀπάτην χρησμούς. Εἰ δὲ τούτῳ τῷ νόμῳ τοῦ Θεοῦ μὴ προσέχητε, ἥξει σκληρὰ λιμὸς ἐφ' ὑμᾶς. Παιδαγωγεῖ γὰρ οὕτω πρὸς ἐπιστροφὴν ὁ Θεός. Ἐκάκωσα γάρ σε, φησὶν, καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω. Ἀλλ' ὁ λιμὸς ἢ σίτου μόνον ἐστὶν, ἢ καὶ τῶν ἄλλων ἐδωδίμων. Ὡς λέγεται σκληρὸς εἰκότως ἀπαραμύθητος ὢν, δι' οὗ λύπην ἐθέλει ποιεῖν εἰς σωτηρίαν ἀμεταμέλητον. Τάχα δὲ τοῖς ἐκπεσοῦσι τοῦ θείου νόμου λιμὸς σκληρὸς ἐπιφέρεται οὐκ ἄρτου, οὔτε ὕδατος, ἀλλὰ τοῦ ἀκούειν λόγον Κυρίου. Οὗτος γὰρ ἄρτος ἐξ οὐρανοῦ ζωὴν διδοὺς τῷ κόσμῳ. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκεν· Καὶ παρελεύσεται ἐξ αὐτοῦ ἐσκανδαλισμένος, καὶ πεινάσει. Ἔσται δὲ ὅταν πεινάσῃ καὶ παροξυνθῇ, καὶ καταράσεται βασιλέα ἑαυτοῦ. Παραβὰς γάρ τις τὸν θεῖον νόμον καὶ σκανδαλισθεὶς ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης πρόγνωσιν ἐπαγγελλομένης, λιμὸν ἕξει τροφῶν λογικῶν, ἔκστασίν τε καὶ παροξυσμὸν, ὡς τὸν πάλαι βασιλέα βλασφημεῖν ἑαυτοῦ. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, τὸν ἄρχοντα καὶ τὰ πάτρια· ὡς γὰρ μηδὲν σεμνὸν τῶν Ἐκκλησιαστικῶν ἐχόντων θεσμῶν τῶν Πατρόθεν ἡμῖν παραδεδομένων, αὐτά τε κακῶς ἐροῦσι, καὶ Χριστὸν τὸν τούτων καθηγησάμενον, οὓς καὶ σκότος τὸ νοητὸν διαδέξεται τῶν Εὐαγγελίων ἀποστραφέντας τὸ φῶς. Τινὲς δὲ τούτους, τοὺς περὶ ὧν νῦν ὁ λόγος, ὠφελημένους, ἐκ τοῦ λιμοῦ πρὸς ἐπιστροφὴν ἐκλαβόντες, φασὶν αὐτοὺς μετανοεῖν, βλασφημοῦντας τοῦ κόσμου τούτου τὸν ἄρχοντα, τῆς ἐξ αὐτοῦ βλάβης λαβόντα συναίσθησιν. Πάτρια δὲ τῶν ἐν ἁμαρτίαις ζώντων αἱ τοῦ βίου πραγματεῖαι, τὰ ἔργα τῆς σαρκὸς, οἷς συζῶντες τὸν θεῖον ἀπεστρέφοντο νόμον. Ὁ δὲ τοιοῦτος μακάριος. Εὑρήσει γὰρ τὸν ἀληθινὸν ἄρχοντα καὶ πατρίδα τὴν Ἱερουσαλὴμ, οἵ τινες καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, συγκύπτοντες πάλαι καὶ τὰ ὑψηλὰ κατανοεῖν οὐ δυνάμενοι τῶν 1997 θείων θεωρημάτων· νῦν δὲ τὸν πρὸς τὰ γήϊνα δεσμὸν διαλύσαντες, καὶ τῶν νοητῶν θεωροῦντες τὴν φύσιν, καὶ τὸν τόπον, ἔνθα δεήσει τὸν θησαυρὸν ἀποτίθεσθαι. Ἐμβλέψονται δὲ καὶ εἰς τὴν γῆν, τὸ εὐτελὲς τῆς ἑαυτῶν φύσεως ἐκ τῆς πρὸς τὴν γῆν συγγενείας, οἱ τέως ἐπηρμένοι καὶ φρονοῦντες ἐφ' ἑαυτοῖς. Ἐπὶ δὲ θαύματι τῶν τηλικούτων ἀποροῦντες στενοχωρούμενοι [καὶ] τῇ τῶν κατειλημμένων ἐκπλήξει τεταραγμένοι." Ὅταν γὰρ συντελέσῃ, φησὶν, ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται." Οὐδεὶς γὰρ οἶδεν πόσα οὐκ οἶδεν, ἐὰν μὴ γεῦμα λάβῃ τῆς γνώσεως. Κατὰ τὸ," Εἶπα, Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ." Πλὴν ὁ ἀγαθὸς Θεὸς ἐπαγγέλλεται τούτοις χρηστότερα. Οὐκ ἀπορηθήσεται γὰρ, φησὶν, ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Οὐκ εἰς τὸ παντελὲς αὐτὴ ἡ ἄγνοια τῶν ἀνθρώπων καθέξει τὸ γένος. Ὁ γὰρ νῦν τῆς ἀληθείας ὠδίνων τὴν εὕρεσιν, ὄψεταί ποτε πρόσωπον πρὸς πρόσωπον, ἐπειδ' ἂν ἐνστῇ ὁ καιρὸς τῆς τῶν ὅλων ἀποκαταστάσεως, ὃ δηλοῖ τὸ ἕως καιροῦ. Τινὲς δὲ ἀπὸ τοῦ ἥξει εἰς ὑμᾶς σκληρὰ λιμὸς, ἀποστροφὴν εἶναι πρὸς τὸ Ἰουδαίων ἔθνος φασὶν, οἳ τὸν νόμον λαβόντες παρὰ Θεοῦ, οὐ προσήκαντο τὸν Χριστόν· οὗπερ ἐκπεσόντες, λιμῷ περιπεπτώκασι νοητῷ. Καί ποτε τῶν ἰδίων κακῶν ἐλθόντες εἰς αἴσθησιν, κακῶς ἐροῦσιν τὸν ἄρχοντα, τοὺς καθηγητὰς αὐτῶν Γραμματέας καὶ Φαρισαίους, καὶ τὰ ἔθη τὰ νόμιμα, δι' ἃ δῆθεν ἀπέτρεπον αὐτοὺς πιστεύειν Χριστῷ, καὶ πρὸς τὴν κατ' αὐτοῦ μιαιφονίαν διήγειρον, οὐδὲ νόμον πάντως λέγοντες, ἀλλ' ἐντάλματα πάτρια δῆθεν καὶ διδασκαλίας ἀνθρώπων· διὸ σκοτούμενοι διαπορηθήσονται. Τὰ δὲ ἔθνη τὰ νῦν ἐν στενοχωρίᾳ τε καὶ λιμῷ, τῆς ἀφθόνου τραπέζης Χριστοῦ μεταλήψονται, ὅταν ἐνστῇ τῆς κλήσεως αὐτῶν ὁ καιρός. ΚΕΦΑΛ. Θʹ. αζʹ. 9Τοῦτο πρῶτον ταχὺ πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, ὁδὸς θαλάσσης. Καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει· ἴδετε φῶς μέγα, οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου9, κ. τ. λ. Τῶν περὶ τοῦ Ἐμμανουὴλ ἤρτηται λόγων καὶ ταῦτα· ἀλλ' ἄνω μὲν ἦν περὶ τῶν ἀπειθησάντων ὁ λόγος· ἐνταῦθα δὲ περὶ τῶν αὐτὸν δεξαμένων· τίνες δὲ ἦσαν οἱ πρῶτοι τὸν Χριστὸν παραδεξάμενοι, Ἰωάννης ἐν Εὐαγγελίοις φησίν·" Ἀκούσας δὲ ὁ Σωτὴρ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς Γαλιλαίαν." Εἶτα μακαρίσας τοὺς αὐτὴν κατοικοῦντας, καὶ τὴν παροῦσαν λέξιν ἐκθέμενος, ἐπάγει·" Ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύσσειν καὶ λέγειν, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν." Ἔδει γὰρ τὴν χώραν εἰπεῖν, 2000 ὅθεν τε ἤρξατο κηρύττειν, καὶ καθ' ἣν τὰς πλείστας ἐποιεῖτο διατριβάς· ταύτην [οὖν] εὐαγγελίζεται φάσκων· Τοῦτο πρῶτον πίε. Δύο δὲ φυλαὶ ταύτην διεκληρώσαντο Ζαβουλών τε καὶ Νεφθαλείμ. Μεταξὺ δὲ τούτων καὶ ἀλλογενεῖς ᾤκουν, ὧν μέμνηται λέγων, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν, καὶ πέραν τοῦ Ἰορδάνου, τὰ γνωρίσματα λέγων τῆς κατὰ Παλαιστίνην Γαλιλαίας, πρὸς ἀντιδιαστολὴν τῆς κατὰ Φοινίκην· παραλίαν δὲ λέγει πᾶσαν τὴν ἀμφὶ τὴν Γεννησαρῖτιν λίμνην χώραν, ἣν καλεῖ τὸ Εὐαγγέλιον θάλασσαν." Παράγων δὲ, φησὶν, ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν δύο ἀδελφούς." Ἐντεῦθεν γὰρ ἦσαν οἱ μαθηταί. Περὶ ἣν λίμνην εἰσὶ καὶ κῶμαι Καφαρναοὺμ, καὶ Βηθσαϊδὰ καὶ ἡ Χωριάζει καὶ ὧν ἑτέρων ἐμνήσθη. Ἔστι δὲ καὶ Ἰορδάνου πέραν ἡ Γαλιλαία, καθ' ἣν τὰ πλεῖστα διέτριβεν ὁ Σωτὴρ, δι' ὃν πότον σωτήριον καὶ φῶς μέγα τοῖς ἐν αὐτῇ πρώτοις εὐαγγελίζεται. Τοῦ δὲ ζωοποιοῦ τούτου πότου εἰκόνα παρεῖχεν αἰσθητῶς ὁ Σωτὴρ τὸ ὕδωρ εἰς οἶνον ἐν τῷ γάμῳ μεταβαλὼν, ὃ καὶ ἀρχὴν σημείων Ἰωάννης φησὶν, καὶ ὡς ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν οἱ μαθηταὶ αὐτοῦ εἰς αὐτόν. Ὅθεν ὁ προφήτης φησί· Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. Βούλεται γὰρ δι' ἔργων τὸν καρπὸν τοῦ λογικοῦ πόματος ἀποδιδόναι τοὺς τῆς θεοφανείας ἀξιωθέντας, καὶ τὸ μέγα φῶς δεξαμένους. Λέγοι δ' ἂν τοῦτο καὶ ὡς δεδιψηκότι λαῷ τὴν προσδοκωμένην εὐαγγελιζόμενος χάριν. Θᾶττον γὰρ ὁ τοιοῦτος ἐκπίνοιτο πόμα σὺν ἡδονῇ· τοῦτ' ἔστιν ὑποδέξαι τὴν εὐφροσύνην τὸ δόγμα τῆς σωτηρίας μηδὲν αὐτοῦ προτιμῶν. Τί γὰρ τοῦ κτίσαντος πρεσβύτερον, ἢ τιμιώτερον τοῦ πρωτοτόκου πάσης τῆς κτίσεως; Πίε τοίνυν τοῦτο, μαθὼν ὡς Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐδὲν πρὸ ἀρχῆς, οὐδὲν πρὸ τοῦ ἐν ἀρχῇ. Μὴ αἰῶνα προπίῃς, μὴ διάστημα τοπικὸν, ἢ χρονικόν· τούτου δὲ πρῶτον ἐπὶ τὴν τοῦ ἔργου χώρει παραδοχὴν συντόνως τε καὶ σπουδῇ. Τοιγαροῦν ὁ Παῦλος ὁμοῦ τε ἔπινε τὴν πίστιν, καὶ οὐδένα καιρὸν ἀνεβάλετο πρὸς τὸ κήρυγμα, ὅς γε οὐ δὲ προσανέθετο σαρκὶ καὶ αἵματι· δρομεὺς δὲ ὢν ἀγαθὸς, ἅμα τῷ συνθήματι πρὸς τὸ τέλος ἠπείγετο κατὰ σκοπὸν διώκων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Οἱ τοίνυν εὐαγγελιζόμενοι, πρὸ τῆς ἐπιδημίας ἐν τῷ σκότῳ τῆς ἀγνοίας πορευόμενοι· ἐν τῇ Ἀνατολῇ τοῦ φωτὸς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, φῶς εἶδον μέγα. Πῶς δὲ οὐ μέγα, ὃ καὶ νοητοῖς ἐπιλάμπει καὶ αἰσθητοῖς; ὃ καὶ Πατρὶ σύνεστι, καὶ πάντα φωτίζει; ἐν σκιᾷ δὲ ἦσαν θανάτου οἱ τὰ" Πρὸς θάνατον ἁμαρτάνοντες, κατὰ τὸ, Ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται." Ὁ δὲ τοιοῦτος, ἕως μὲν ἐν τῷ παρόντι βίῳ τυγχάνει, οὔπω κατεπόθη θανάτῳ, μετανοῆσαι δυνάμενος, οὐ μὴν ἀπήλλακται παντελῶς. 2001 Διὸ λέγεται ἐν σκιᾷ θανάτου εἶναι. Καὶ ἄλλως ἐσκιάζοντο ὑπὸ θανάτου. Βαθεῖα γὰρ αὐτοὺς νεφέλη τῆς εἰδωλολατρείας ἐπέκειτο. Λοιπὸν ὁ λόγος πρὸς αὐτὸ μεταβαίνει τοῦ Κυρίου τὸ πρόσωπον. Τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες, ἐν εὐφροσύνῃ. Ἐν ταύτῃ γὰρ τῇ χώρᾳ πλεῖστον ἐκτήσατο λαὸν, καὶ τοὺς ἀποστόλους αὐτοῦ. Ἀντὶ δὲ τοῦ κατήγαγες, ἐμεγάλυνας ἑρμήνευσαν οἱ λοιποί. Εὐφρανθήσονται δὲ οὗτοι καθάπερ ἐν ἀμητῷ. Πρὸς μὲν τὴν λέξιν, δι' οὓς εὐλόγησεν ἄρτους ἐν ταύτῃ τῇ χώρᾳ ἑπτά τε καὶ πέντε, καὶ τοσούτους ἐχόρτασεν. Καὶ ἐν θερισμῷ γὰρ ἠθροισμένως καὶ κατὰ τὸ αὐτὸ συμποσιάζειν εἰώθασιν. Πρὸς δὲ διάνοιαν, ὅτιπερ οἱ ἀπόστολοι, καὶ οἱ τούτων εἰσέτι νῦν ὄντες διάδοχοι, ἐνώπιον τοῦ Σωτῆρος εὐφραίνονται δίκην ἀμώντων ἐργαζόμενοι τοῦ θερισμοῦ τῶν ἐθνῶν ἐργᾶται τυγχάνοντες· πρὸς οὓς ἔλεγεν, ὁ μὲν θερισμὸς πολὺς οἱ δὲ ἐργᾶται ὀλίγοι, καὶ πῶς γὰρ οὐκ ὀλίγοι τινὲς, οἳ, ὡς δεῖ καθηγούμενοι πρὸς τὸν μέγαν καὶ πολὺν τῶν ἐθνῶν θερισμόν; οἳ καὶ τῆς πολυθέου πλάνης εἰς ἑαυτοὺς διῃροῦντο τὰ σκύλα, ἃ δέδωκεν αὐτοῖς εἰς προνομεῖν ὁ Σωτὴρ ὁ λεγόμενος πρόσθε, ταχέως σκύλευσον, ὀξέως προνόμευσον; Κατὰ γὰρ τὴν παραβολὴν, τοῦ ἰσχυροῦ τυγχάνων ἰσχυρότερος, ἦρε τὴν πανοπλίαν αὐτοῦ, καὶ τὰ σκύλα διέδωκεν. Πανοπλίαν μὲν τὰς πονηρὰς δυνάμεις, δι' ὧν ἐνείργει τὴν εἰδωλολατρείαν. Σκύλα δὲ τὰς τῶν ἀνθρώπων ψυχὰς, ἃς ὑποσυλήσας εἶχεν ὑφ' ἑαυτῷ λῃστοῦ καὶ τρόπῳ καὶ βίᾳ χρησάμενος. Ὁ δὲ ὡς ἀληθῶς ἰσχυρὸς καθελὼν τὴν εἰδωλολατρείαν, ἐλευθερώσας τε τὰς σκυλευθείσας ψυχὰς, διένειμε τοῖς μαθηταῖς προνοεῖν καὶ θεραπεύειν αὐτάς· οἳ καὶ εὐφραίνονται καθάπερ ἐν ἀμητῷ τῆς Ἐκκλησίας, ὁρῶντες τὰ λήϊα. Καὶ ἄλλως, ὃ σπείρει ἕκαστος, τοῦτο καὶ θερίσει. Ἐν οὖν τῇ ἀνταποδόσει οἱ τὸν λόγον δεξάμενοι καὶ καρποφορήσαντες, ἀνάλογον τῶν ἐνταῦθα προκαταβεβλημένων παρὰ τοῦ δικαίου Κριτοῦ λαμβάνοντες τὸν μισθὸν, εὐφρανθήσονται τοῖς ἑαυτῶν ἐναπολαύοντες πόνοις. Οἱ γὰρ ἐκ σκύλων πλουτοῦντες ἀθρόαν ὑποδέχονται τοῦ πλούτου τὴν ἀφορμὴν, διόπερ ἄμφω φησὶν, καὶ τὰ ἐξ ἀντιδόσεως ἀγαθὰ, καὶ τὰ ἐκ χάριτος παρὰ τοῦ τὰ μεγάλα δωρουμένου διδόμενα· ἀλλ' ἐπανέλθωμεν ὅθεν ἐξέβημεν. Εὐφραίνονται τοίνυν οἱ τοῦ Χριστοῦ μέχρι νῦν μαθηταὶ, διότι ἀφῄρηται ὁ ζυγὸς ὁ πάλαι τοῖς σκύλοις ἐπικείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῶν σκύλων. Τὸν γὰρ τράχηλον αὐτῶν συνέκαμπτε ζυγὸς καὶ ῥάβδος θανατική. Τὰς γὰρ ψυχὰς τῇ δουλείᾳ τῆς ἁμαρτίας ὑπέταξεν ὁ πρὸς τοῦτο συλήσας αὐτάς· ὡς γὰρ ἀπαιτητὴς ἐφέστηκεν τῇ ἀνθρωπίνῃ ζωῇ ῥαβδίζων, καὶ νεύειν εἰς γῆν τῇ πρὸς τὰ πάθη σχέσει ποιῶν. Ὑπὸ ταύτης τῆς ῥάβδου πληγεὶς ἔλεγεν ὁ Δαβίδ·" Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου." Ἡ πονηρὰ γὰρ ῥάβδος δυσώδεις μώλωπας τῷ πληγέντι ποιεῖ. Λογίζου τὸν ἐπιθυ 2004 μίαις ποικίλαις ἀγόμενον πῶς ἔοικεν ῥαβδιζομένῳ. Κέντρα γὰρ καὶ ὠδῖνας ἐπιθυμία τοῖς ἀκολάστοις ποιεῖ, μέχρι μώλωπα δυσώδη ψυχαῖς ἀθλίαις ἐναπομάξηται, ὃν ἡ τῶν αἰσχρῶν ἐνεργάζεται μνήμη. Ταύτην οὖν διασκεδάσει τὴν ῥάβδον, ὡς διεσκέδασε τὴν ἀρχὴν Μαδιάμ. Ἱστορίας δὲ μέμνηται ἡ τῆς ἐν Ἀριθμοῖς [καὶ ἡ] ἢ τῆς ἐν τοῖς Κριταῖς. Πῆ μὲν λέγων," Παρετάξαντο ἐπὶ Μαδιὰμ καθὰ ἐνετείλατο Κύριος τῷ Μωϋσεῖ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν, καὶ τοὺς βασιλεῖς Μαδιάμ." Πῆ δέ φησι Γεδεών·" Ἀνάστητε, ὅτι παρέδωκεν Κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιάμ." Ὃ καὶ μᾶλλον ἔοικεν ὁ λόγος δηλοῦν. Ὡς γὰρ ἐπὶ Γεδεῶνος οὐχ ὅπλων παρατάξει νενίκηντο οἱ πολέμιοι, ἀφανεῖ δὲ καὶ θεηλάτῳ πληγῇ· οὕτω τῶν ψυχῶν οἱ πολέμιοι· καὶ ἡ τούτων διεσκέδασται ῥάβδος, ὧν ὁ ζυγὸς ἐπέκειτο, καὶ τοῖς ἐξ ἐθνῶν διὰ τῆς εἰδωλολατρείας, καὶ τοῖς ἐξ Ἰσραὴλ, διὰ τῶν Φαρισαίων. Πρὸς γὰρ τῷ ἀπὸ τοῦ νόμου ζυγῷ, περὶ οὗ φασιν οἱ μαθηταί·" Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ὑμεῖς οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστᾶσαι;" καὶ αὐτοὶ βαρύτερον ἐπετίθεσαν ἀπλείστως καλαμώμενοι τὸν λαόν. Λέγοι δ' ἂν καὶ ῥάβδον τὴν τούτων πλεονεξίαν, οἱ καὶ ἥδιστα πᾶν ὁτιοῦν ἂν ἔπαθον ἤπερ τὴν ἐπιδημίαν εἶδον Χριστοῦ. Διεσκέδασται τοίνυν τοῦ ἀπαιτοῦντος ἡ ῥάβδος, οἳ καὶ ἡττηθέντες πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀπαιτήσουσιν. Ἐπειδὴ γὰρ τὸν κόσμον τῆς ψυχῆς, καὶ τὴν στολὴν αὐτῆς, τόν τε τῆς ἀρετῆς χιτῶνα μετὰ τῶν ἰδίων δυνάμεων σεσύληκεν ὁ διάβολος, γυμνὴν ἀποδείξας αὐτὴν καὶ ἀσχήμονα, καὶ ταῦτα δόλῳ καὶ ἀπάτῃ τῇ πρὸς αὐτὴν ἐποιήσατο; τούτου χάριν, φησὶν, ἀποτίσουσιν· οἱ καὶ τὸν καιρὸν δεδιότες τῆς ἀποτίσεως, ἐθελήσουσιν, εἰ ἐγενήθησαν, πυρίκαυστοι μᾶλλον, ἢ τὸν Σωτῆρα τῶν ὅλων ἐπιδημοῦντα θεάσασθαι. Τοῦτον γὰρ φρίττοντες ἔλεγον·" Τί ἡμῖν καὶ σὺ, Υἱὲ τοῦ Θεοῦ, ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς." Τὸ δὲ μεταλλαγῆς μετὰ προσθήκης φησίν. Οὐ γὰρ ἅπερ ἀφῃρήμεθα μόνον ἀπολαμβάνομεν, ἀλλὰ καὶ τῇ προσθήκῃ τῆς εἰς Χριστὸν πίστεως βελτιούμεθα." Ἐνέδυσε γάρ με, φησὶν, ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης." Ἐπισυνηγμένην δέ φησιν λαθραίως ἀφαιρεθεῖσαν. Τίς δὲ ἦν οὗτος, ὃν ἔφριττον, ἐπήνεγκεν· ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱός· ὁ αὐτὸς δὲ τῷ Ἐμμανουὴλ, ὁ νῦν υἱὸς καὶ παιδίον λεγόμενος. Τρίτον τοῦτο υἱὸς ἐν τῇ νῦν προφητείᾳ καὶ παιδίον ῥηθείς. Ἔλεγεν γὰρ," Ἡ Παρθένος τέξεται υἱὸν, ὃν καλέσεις Ἐμμανουήλ·" ᾧ ἐπήγαγεν," Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν." Καὶ πάλιν," Ἡ προφῆτις, φησὶν, ἔτεκεν υἱόν." Καὶ ἐπήνεγκεν," Διότι πρὶν ἣ γνῶναι τὸ παιδίον καλεῖν πατέρα καὶ μητέρα."

Intertext edge

Open linked passage

Note