Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2005.1
Καὶ νῦν τρίτον, ὅτι παιδίον ἐγεννήθη ἡμῖν. Ὁ οὖν, υἱὸς οὗτος καὶ τὸ παιδίον ὁ παρὰ τοῦ Θεοῦ δῶρον ἡμῖν τοῖς πεπιστευκόσι δοθεὶς, καὶ δι' ἡμᾶς οὐ δι' αὐτὸν γεννηθεὶς, πολυώνυμός τις ὢν, μεγάλης βουλῆς ἄγγελος ἐπὶ τοῦ παρόντος ὠνόμασται. Αὐτὸς γὰρ ὁ τὴν μεγάλην βουλὴν τὴν ἀποκεκρυμμένην ἀπὸ τῶν αἰώνων, τὴν ἑτέραις γενεαῖς μὴ φανερωθεῖσαν ἀγγείλας, ἐφανέρωσεν τὸν ἀνεξιχνίαστον ἑαυτοῦ πλοῦτον ἐν τοῖς ἔθνεσιν, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Τοῦτ' ἔστιν ἡ βασιλεία καὶ ἡ δυνάμις ἐν τῷ σταυρῷ, ἐφ' οὗπερ ὑψωθεὶς πάντας εἴλκυσε πρὸς ἑαυτόν. Τὴν γὰρ ἰσχὺν διὰ τοῦ ὤμου δηλοῖ. Πᾶσα γὰρ ἡμῶν ἡ ἰσχὺς ἐν ὤμοις τε καὶ βραχίοσιν. Εἴρηται γὰρ καὶ βραχίων Κυρίου, κατὰ τό·" Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;" ἦρξε τοίνυν τοῖς ἐπ' οὐρανῶν διὰ τῆς ἰδίας δυνάμεως. Ἰσχὺς γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρός. Τινὲς δὲ τὸν σταυρὸν ἔφασαν, ὅτι τοῦτον ἦρεν ἐπὶ τοῦ ὤμου. πῶς δὲ μεγάλης βουλῆς ἄγγελός ἐστιν, Ἰωάννης ἐδήλωσεν λέγων·" Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ." Καὶ τοῖς ἀποστόλοις φησὶν ὁ Σωτήρ·" Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἐγνώρισα ὑμῖν." Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Καὶ κληθήσεται ὄνομα αὐτοῦ παραδοξασμὸς, βουλευτικὸς, ἰσχυρός. Ὁ δὲ Ἀκύλας· Θαυμαστὸς, συμβουλεύων, ἰσχυρός. Ὁ δὲ Θεοδοτίων, θαυμαστὸς, συμβουλεύων, ἰσχυρός. Συμφώνως γὰρ πάντες τῷ παρὰ τοῖς Ἑβδομήκοντα Θεὸς, ἐξέδωκαν ἰσχυρὸς, ὥσπερ εὐλαβηθέντες ἐπὶ παιδίου γεννωμένου τάξαι τοῦ Θεοῦ τοὔνομα. Οἱ δὲ Ἑβδομήκοντα τοῖς θεοπρεπῶς περὶ αὐτοῦ λεγομένοις ἐνατενίσαντες, τὸ παρὰ τοῖς Ἑβραίοις Ἢλ, Θεὸν εἰκότως ἑρμήνευσαν. Εἴπερ ἄρχων εἰρήνης, εἴρηται καὶ ἄρχων τοῦ μέλλοντος αἰῶνος, καὶ τὴν εἰρήνην ἔχειν ἀπέραντον. Τὸ δὲ Ἢλ ἐπὶ τοῦ Θεοῦ πολλάκις παρείληφεν ἡ Γραφή. Καὶ γὰρ ἔνθα φησὶ, Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ Θεός ἐστιν. Ἀντὶ τοῦ Θεὸς, τὸ Ἑβραικὸν Ἢλ ἔχει· Καὶ πάλιν ἐν τῷ λέγεσθαι," Σὺ γὰρ εἶ ὁ Θεὸς καὶ οὐκ ᾔδειμεν·" πάλιν τὸ Ἢλ ἐμφέρεται. Καὶ πάλιν ἐν οἷς εἴρηται·" Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος." Τὸ Ἤλ ἐστιν ἀντὶ τοῦ, Θεός. Οὐκοῦν καὶ νῦν τὸ Ἢλ γιββὼρ, Θεὸς ἰσχυρὸς εἰκότως ἑρμηνεύεται. Ἐπὶ καὶ αὐτὸς ὁ ἐκ τῆς παρθένου γενόμενος Ἐμμανουὴλ τὸ Ἢλ ἔχων, μεθ' ἡμῶν ὁ Θεὸς, καὶ παρὰ τῶν ἄλλων ἑρμηνεύεται. Ὅτι δὲ 2008 καὶ νῦν τὸ Ἢλ ἐπὶ τοῦ Θεὸς, αὐτὸς δηλοῖ προϊών. Λέγει γὰρ," Καὶ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν ἅγιον Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἔσται τὸ κατάλειμμα τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα." Ἀντὶ γὰρ τοῦ, Θεὸν ἰσχύοντα, τὸ Ἑβραϊκὸν πάλιν Ἢλ γιββὼρ ἔχει. Πρὸς ἃ βλέποντες οἱ Ἑβδομήκοντα Θεὸς ἔδωκαν. Διὸ καὶ τὰ συνεζευγμένα τούτοις περὶ αὐτοῦ ἐκπλαγέντες οἰκείᾳ τινὶ διανοίᾳ καὶ ἑτεροτρόπῳ κεφαλαιωδῶς εἶπον, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Παρίστησι δὲ Παῦλος πῶς καὶ Πατὴρ αἰῶνός ἐστιν εἰπών·" Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα." Ἐπὶ γὰρ τοῦ νέου αἰῶνος ἡ ἀπαρχὴ Χριστός· ἔπειτα οἱ τοῦ Χριστοῦ καὶ εἰρήνης ἄρχων ἂν εἴρηται." Αὑτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν," εἰρηνοποιήσας τά τε ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὸν κόσμον τῷ ἑαυτοῦ καταλλάξας Πατρί. Ὡς δὲ ταῖς ἐνεργείαις ἀναλόγως ἄλλοτε ἄλλως προσαγορεύεται· οὕτως καὶ Ἰησοῦς κατὰ καιρὸν ἐχρημάτισεν ἐπιδημήσας διὰ σωτηρίαν τῷ βίῳ. Ἰησοῦς γὰρ σωτήριον, ἢ Σωτὴρ ἑρμηνεύεται. Τοιγαροῦν εἰπὼν ὁ Γαβριὴλ, Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐπήνεγκεν· Οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Εἶτά φησιν, Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ, ἄρχοντας τοὺς τῶν ἐκκλησιῶν διδασκάλους εἰπὼν, οἷς ψυχῆς ὑγείαν, καὶ πρὸς ἀλλήλους ἔχειν εἰρήνην χαρίζεται λέγων·" Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν." Τὸ δὲ, ὑγείαν αὐτῷ, δείκνυσιν ὡς ὁ λόγος περὶ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς διὰ τὸ μυστήριον τῆς ἀναστάσεως. Ἐπεὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ, διὰ τοῦτο, φησὶν ὑγείαν ἐπάγειν ἐπὶ τὴν ἀσθένειαν τῆς σαρκὸς, ἣν ὑπὲρ ἡμῶν ἀνείληφεν. Οὐ γὰρ λαμβάνει ταῦτα καθ' ὃ Θεὸς, ἀλλ' ὑγείας καὶ εἰρήνης γίνεται χορηγός. Καὶ ἢν ἐνταῦθά φησιν ὁ Πατὴρ, εἰρήνην διδόναι τοῖς ἄρχουσιν, αὐτὸς ὡς τὰ τοῦ Πατρὸς ἔχων ἴδιά φησιν." Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν," ὃς καὶ ἀντιλαμβάνει τὴν παρὰ τῶν δεξαμένων εἰρήνην. Τοιγαροῦν φησιν Ἡσαΐας," Ποιήσωμεν εἰρήνην αὐτῷ· ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι." Δέχεται δὲ τὴν ὑγείαν, τοῦτ' ἔστι τὴν ἀναβίωσιν, τοῦτο πάλιν ἐνεργήσας αὐτός· Λέγει γὰρ," Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Αὐτὸς γάρ ἐστιν ἡ δύναμις τοῦ Πατρός. Αὐτὸς ἡ ἀνάστασις, καὶ ἡ ζωή. Τούτοις ἐπιφέρεται, μεγάλη ἡ ἀρχὴ αὐτοῦ. Ἦρξε γὰρ οὐ μόνης τῆς Ἰουδαίας, ἁπάσης δὲ μᾶλλον τῆς οἰκουμένης. Τὸ δὲ μεῖζον ὁ Παῦλος παρίστησι λέγων·" Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, 2009 καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνάμεως ὑπὲρ ἄνω, καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου." Οὐκ ἔσται δὲ τέλος τῆς εἰρήνης αὐτοῦ. Εἴρηται γὰρ," Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, περὶ ἧς εἰπών·" Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν," ἐπήνεγκεν·" Οὐχ ὡς ὁ κόσμος δίδωσιν ὑμῖν." Πέρας οὖν οὐκ ἔχει τὸ δῶρον ὑπερκόσμιον ὄν. Εἰ γὰρ ἦν ἐκ τοῦ κόσμου, συναπηρτίσθη ἂν τῇ τοῦ κόσμου συστάσει. Συνέσται τοίνυν αὐτὴ τῷ παρ' αὐτοῦ δεξαμένῳ μέχρι παντός· ἡ δὲ Σολομῶντος εἰρήνη γεγραμμένοις ἔτεσι περιορίζεται. Ὅτι δὲ Χριστὸς ἦλθεν τὸ Ἰουδαίων ἔθνος ἐλευθερῶν δηλοῖ τὸ, ἐπὶ τὸν θρόνον Δαβίδ. Εἴρητο δὲ καὶ ὅτι οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ. Πάντες γὰρ ἐκ σπέρματος Δαβὶδ, ἀλλ' ἁπλῶς ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, προσυπακουόντων ἡμῶν τὸ ἥξειν αὐτὸν ἐπὶ τὸ κατορθῶσαι τὸν θρόνον Δαβὶδ, καὶ τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυίαν. Κατέστραπτο μὲν γὰρ ἀφ' οὗ Ναβουχοδονόσωρ καθεῖλεν αὐτήν. Προὔλεγον δὲ προφῆται δι' ὅλης λάμψειν αὐτὴν, ἡλίου δίκην, τῆς οἰκουμένης. Ἦλθεν οὖν πληρῶσαι τὴν ἐπαγγελίαν Χριστὸς ἐκ σπέρματος ὢν Δαβὶδ, κατὰ σάρκα, καταλάμπων τε τὰς τῶν ἀνθρώπων ψυχὰς, καὶ τὴν βασιλείαν αὐτοῦ καθ' ὅλης κρατύνων τῆς οἰκουμένης, καί τοι παρ' Ἰουδαίαν καθῄρητο. Κατορθῶσαι δὲ αὐτὸν ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ." Τὰ κρίματα γάρ σου, φησὶν, ἄβυσσος πολλὴ, καὶ ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ." Οὔτ' οὖν τὰ κρίματα καταληπτὰ, οὔθ' ἡ δικαιοσύνη κατ' ἀξίαν τοῦ ὕψους θεωρητή. Καὶ ταῦτα ἔπραξεν Ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· τοῦ μὲν ἀπὸ τοῦ νῦν, σημαίνοντος ἀρχὴν χρόνου διωρισμένην, δι' ἧς ὁ καιρὸς ἐδηλοῦτο τῆς εἰς ἀνθρώπους ἐπιδημίας· τοῦ δὲ εἰς τὸν αἰῶνα, τὴν ἄπειρον αὐτοῦ βασιλείαν. Ὅρα δὲ πῶς ἀκολούθως αἱ προφητεῖαι προέρχονται. Ἐκ παρθένου ἔλεγεν αὐτὸν ἡ πρώτη τεχθήσεσθαι. Ὡς δὲ ζητουμένου τοῦ, πῶς ἔσται τοῦτο; τὸν Κύριον ἡ δευτέρα παρήγαγε λέγοντα," Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν." Ὡς δὲ ταῦτα μεμαθηκότων ἡμῶν, ἡ τρίτη περὶ τοῦ παιδὸς αὐτοῦ διεξέρχεται, τὴν ἀπόῤῥητον αὐτοῦ θεολογίαν παιδεύουσα. Τέλος δὲ τῆς περὶ αὐτοῦ προφητείας φησὶν, ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ὁ δὲ ζῆλος ἀγαθὸς καὶ πρέπων αὐτῷ σῶσαι τοὺς ὑπὸ τοῦ διαβό 2012 λου κεκρατημένους. Καλῶς παρεζήλωσαν αὐτὸν οἱ ἐξ Ἰσραήλ. Διό φησιν ὁ Μωϋσῆς ἐν ᾠδῇ·" Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει." Ταῦτα μὲν κατὰ τοὺς Ἑβδομήκοντα. Κατὰ δὲ Σύμμαχον, ᾧ ἠκολούθησαν οἱ λοιποὶ, τοῦτον ἄνωθεν εἴρηται τὸν τρόπον ἡ ῥῆσις· Ὁ πρῶτος ἐτάχυνεν γῆν Ζαβουλὼν καὶ γῆν Νεφθαλεὶμ, καὶ ὁ ἔσχατος ἐβάρυνεν ὁδὸν τὴν κατὰ θάλασσαν πέραν τοῦ Ἰορδάνου. Δηλῶν τὸν μὲν πρῶτον ταχύναντα, τὸν ἀποστολικὸν εἶναι χορὸν ἀπὸ τῆς χώρας τῶν φυλῶν τῶν εἰρημένων ὁρμώμενον. Περὶ ὧν φησιν ὁ Δαβίδ·" Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ· ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ." Δηλοῖ γὰρ ὁ Βενιαμεὶν τὸν Παῦλον φήσαντα φυλῆς Βενιαμείν. Τοὺς δὲ ἄρχοντας τῶν δύο φυλῶν τοὺς λοιποὺς ἀποστόλους. Ἐκ τῆς γὰρ τούτων χώρας ὁρμώμενοι πρῶτοι προσεδέξαντο τὸν Χριστὸν, ὅθεν ἄρχοντες εἴρηνται. Διὸ καὶ νῦν φησιν· Ὁ πρῶτος ἐτάχυνεν γῆν Ζαβουλὼν καὶ γῆν Νεφθαλείμ. Εἰπόντος γὰρ τοῦ Ἰησοῦ," Δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, παραχρῆμα ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ." Οὗτοι μὲν ἐτάχυναν. Ὁ δὲ ἔσχατος, φησὶν, ἐβάρυνεν ὁδόν. Οἱ γὰρ μετὰ τὴν πρώτην κλῆσιν ἔσχατοι καλούμενοι οὐχ ὑπήκουσαν· οὓς καὶ ταλανίζων φησὶν," Οὐαί σοι, Χοραζὶν, οὐαί σοι, Βηθσαϊδὰ, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι," καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ νῦν Ἰουδαῖοι ταῖς ἀπιστίαις κατέχονται. Ἐπαχύνθη γὰρ, φησὶν, ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τὰ ἐπὶ τούτοις. Ἀντὶ δὲ τοῦ, ὅριον τῶν ἐθνῶν, ὅπερ ἐξέδωκε Σύμμαχος ἀντὶ τοῦ Γαλιλαία παρὰ τοῖς Ἑβδομήκοντα, θεινὲς τῶν ἐθνῶν, Ἀκύλας ἐξέδωκεν, τὰ πλήθη δηλῶν τῶν ἀλλοφύλων ἐθνῶν, ἃ πρότερον ἦν ἀγεώργητά τε καὶ ἄκαρπα. Ἀντὶ δὲ τοῦ, ἐφ' ὑμᾶς· τὸ πλεῖστον τοῦ λαοῦ· Οʹ Σύμμαχός φησιν, Ἐπλήθυνας τὸ ἔθνος ὃ οὐκ ἐμεγάλυνας. Τὸ γὰρ πρὶν ἀπεῤῥιμμένον διὰ τὴν ἀσέβειαν ἔθνος, τοῦτο νῦν ἀναλαβὼν ὁ σωτήριος Λόγος πνευματικῆς εὐλογίας ἐπλήρωσε. Κατὰ τὸ," Αὐξάνεσθε καὶ πληθύνεσθε." Ἀντὶ δὲ τοῦ, Πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. Καὶ ἐθελήσουσιν, εἰ ἐγενήθησαν, εἶναι πυρίκαυστοι· Σύμμαχός φησιν, Πᾶσα βία ἐβιάσθη ἐν σεισμῷ, καὶ περιβόλαιον ἐφύρη ἐν αἵματι, καὶ ἔσται εἰς καῦσιν καὶ κατάβρωμα πυρός· δηλῶν πᾶσαν ἀνθρώπων ψυχὴν βίαν πρὸ τῆς ἐπιδημίας παθεῖν ὑπὸ τοῦ Σατανᾶ, δι' ὃν ἐμιάνθη τὰ τῆς ψυχῆς περιβόλαια καὶ πλεονεκτήματα, ὃς εἰς καῦσιν ἔσται διὰ τὸν ὑπὲρ ἡμῶν γεννηθέντα, ὃν νεανίαν καλεῖ. Ἀντὶ δὲ τοῦ, ἀρχή· καὶ ἔσται, φησὶν, ἡ παιδεία ἐπὶ τοῦ ὤμου αὐτοῦ, δηλῶν αὐτοῦ τὸ πάθος, δι' οὗ πεπαιδεύμεθα. Τοῦτο τέλος τῆς περὶ τοῦ Ἐμμανουὴλ προφητείας. 2013 ηιγʹ. 9Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ, καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πεπτώκασιν9, κ. τ. λ. Τὴν περὶ τοῦ Ἐμμανουὴλ πληρώσας ὑπόθεσιν, ἕπεται πάλιν τῷ ἐν ἀρχῇ προτεθέντι σκοπῷ, καὶ τῆς ἁμαρτίας ἀφηγεῖται τὴν δίωσιν, λέγων· Θάνατον ἀπέστειλεν ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ τὸν Ἰσραήλ· οἱ δὲ λοιποὶ, λόγον ἀπέστειλεν, ἐξέδωκαν. Λόγον ἀποφατικὸν ὀργῆς δηλονότι κατὰ τῶν δύο βασιλέων τῶν συνελθόντων ἐπὶ τὸν Ἰούδαν, ὧν ὡς ἑτερογενῆ καὶ συμμαχοῦντα τὸν Συρίας, νῦν ἀφεὶς, περὶ τοῦ Σαμαρείας φησίν. Ἐπεὶ γὰρ ἀφῖκτο κατὰ Ἱερουσαλὴμὁ Σενναχηρεὶμ, προανεῖλε δὲ τὴν Σαμάρειαν (μείζω γὰρ τῶν Ἰουδαίων ἠσέβησεν Ἰσραὴλ, καὶ παρεδόθη πρῶτος ὑπὸ Θεοῦ) τούτου χάριν φησὶν, ὡς τὰ καθ' ἑτέρων ἀπεσταλμένα δεινὰ, καθ' ἑαυτῶν οἱ ἐξ Ἰσραὴλ ἐπεσπάσαντο. Τῆς δὲ Σαμαρείας ἁλούσης, δέον τοὺς περιλειφθέντας πείρᾳ μαθόντας ὅσον ἐστὶ δεινὸν προσκροῦσαι Θεῷ, δι' ἐπιστροφῆς τε τοῦτον ἐξευμενίζεσθαι· τοὐναντίον, ἀπονοούμενοι πύργους οἰκοδομήσωμεν ἔλεγον, μηκέτι κατὰ τοὺς πρότερον (ἐκ πλίνθου γὰρ ὄντες εἰκότως ἑάλωσαν) ἀπὸ λίθων δὲ καὶ ξύλων ἀσήπτων· ἀντὶ μὲν τῆς ἀσεβείας, τὰς πλίνθους αἰτιώμενοι τῆς ἁλώσεως· ἀντὶ δὲ θείας ἐπικουρίας, ὕλης θαῤῥοῦντες στεῤῥότητι, ὑβριστῶν ταῦτά φησι καὶ ὑπερηφάνων, οἳ καὶ γνώσονται, τοῦτ' ἔστι τῆς ἑαυτῶν ἀπολαύσουσι γνώμης. Μετὰ γὰρ τὸν Σενναχηρεὶμ, καὶ τὰ δι' αὐτοῦ γεγονότα δεινὰ, πάλιν ἐπιστρατεύει Ναβουχοδονόσωρ ἐν τοῖς Ἱερεμίου καιροῖς, Ἱερουσαλήμ τε εἷλε καὶ τὴν Σαμάρειαν· ὅ τε καὶ πρὸς τοὺς νῦν αὐθάδεις Ἱερεμίας φησίν·" Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ." Ἀλλὰ πλήττων ἰᾶται Θεὸς δι' ἀμφοῖν παρακαλῶν εἰς εὐσέβειαν, ὁ νῦν τοῖς παθοῦσι τὴν δήωσιν ἐπαγγέλλεται. Τελευταῖος μὲν γὰρ κατὰ Ἰουδαίας ὁμοῦ καὶ Σαμαρείας ἐπιστρατεύσας Ναβουχοδονόσωρ εἶλε. Καὶ παρέτεινον εἰς ἑβδομηκοστὸν ἔτος αἰχμάλωτοι. Φιλανθρωπίᾳ δὲ Θεοῦ τὴν ἰδίαν αὖθις ἀπέλαβον γῆν, καὶ κτίζειν ἐπιχειροῦντες τήν τε πόλιν καὶ τὸν ναὸν, ὑπ' ἐθνῶν τῶν κύκλῳ, καὶ μάλιστα τῶν Σύρων διεκωλύοντο, θείᾳ δὲ τούτων ἐπεκράτουν ῥοπῇ. Εἶτα χρόνου προϊόντος Ἀντίοχος ὁ ἐπίκλην Ἐπιφανὴς, βασιλεύων τῆς Ἀσίας, πρὸς τὸν τῆς Αἰγύπτου κρατοῦντα Πτολεμαῖον συστησάμενος πόλεμον, ἧς ὑπέμεινεν ἥττης ἐνόμιζε παραμύθιον, εἴτι κατὰ Ἰουδαίας τολμήσειε, καὶ τὴν μητρόπολιν τούτων ἐλέων, καὶ τὸν νεὼν ἱεροσυλήσας, Λυσίαν στρατηγὸν ἑαυτοῦ ταύτης κατέλιπε φύλακα. Ἀλλ' ὁ μὲν ἐπαναστάντων αὐτῷ τῶν Ἰουδαίων 2016 νενίκηται. Μαθὼν δὲ τὸ συμβὰν ὁ βασιλεὺς ἀθυμίᾳ τὸν βίον κατέστρεψε. Νῦν οὖν ὁ Θεὸς τοῖς διαφυγοῦσι τὴν ἐξ Ἀσσυρίων αἰχμαλωσίαν, τὴν ἰδίαν ῥοπὴν ἐπαγγέλλεται πρὸς τοὺς ἐπανισταμένους ἐπ' ὅρος Σιών. Τίνες δὲ οὗτοί φησιν εὐθὺς, Συρίαν ἀφ' ἡλίου ἀνατολῶν, ὅτε τῆς οἰκοδομίας ἀπείργοντο, καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν. Ἕλλην γὰρ ἦν τὸ γένος Ἀντίοχος ἐκ Μακεδονίας, ἥτις τῆς δυτικωτέρας καθέστηκε λήξεως, καὶ μάλιστα πρὸς τὴν Ἰουδαίαν εἰ κρίνοιντο. Ἦν δὲ πικρῶς Ἰουδαίοις ἐπενεχθεὶς, ὅτε καὶ τὰ Μακκαβαίων ἐγεγόνει παθείματα. Καὶ τοῦτον δὲ θᾶττον ἡ θεία δίκη μετέρχεται, μετὰ τοὺς ἐκ Συρίας ὅλῳ στόματι τὸν ἱερὸν καταφαγόντα λαόν· ἀλλὰ καίπερ τῶν Ἰουδαίων τοσαῦτα παθόντων, ἡ χεὶρ ἔτι πρὸς δίκην ἐστὶ μετέωρος, καὶ πρὸς τὴν κατ' αὐτῶν ἑτοιμοτάτη πληγὴν, διὰ τὴν μεγίστην ἀσέβειαν, ἣν κατὰ τοῦ Σωτῆρος ἐτόλμησαν, δι' ἣν ἀπωλείᾳ διηνεκεῖ τοῖς Ῥωμαίων παρεδόθησαν ὅπλοις. Τινὲς δὲ οὕτω φασὶν, ὡς ὁ ἀποσταλεὶς ἐπὶ τὸν Ἰακὼβ θάνατος, ἢ λόγος ἀποφατικὸς ὀργῆς, τοὺς ἐν αὐτοῖς κρείττους εἶναι νομιζομένους ἀξίους ὀργῆς καὶ θανάτου καταλαβὼν, Ἰσραὴλ χρηματίζοντας, τούτους μετῆλθεν. Τῷ γὰρ πατριάρχῃ, τὸ μὲν τῆς κατὰ σάρκα γενέσεως ὄνομα ἦν Ἰακὼβ, μετὰ δὲ Θεοῦ ἐνισχύσαντι γεγένηται Ἰσραήλ. Κατὰ τοίνυν τῶν ἀλογωτέρων πεμφθεὶς, τοὺς λογικοὺς δοκοῦντας εὗρεν ἀξίους. Τινὲς δὲ ἐπὶ καλοῦ τὸν λόγον ἐξέλαβον, καί φασιν, ὡς δι' ἐλεημοσύνην πρώτοις συγκαταβαίνει τοῖς ἀσθενεστέροις ὁ λόγος. Οἱ δὲ διορατικώτεροι τῆς ἐξ αὐτοῦ λαβόντες αἴσθησιν ὠφελείας, ἁρπάζουσιν αὐτὸν, τὴν πρὸς οὓς ἀπεστάλη νωθρότητα προλαμβάνοντες· τὸν γὰρ ἐν ἀρχῇ Λόγον πρὸς τὸν Θεὸν, ἀπέστειλεν ἐπὶ Ἰακὼβ ὁ Πατήρ· ὁ δὲ νοῦς αὐτὸν ὁ καθαρὸς γνωρίσας ὑπέλαβεν. Οἱ δὲ τοιοῦτοι πρώην ἦσαν ὑβρισταί τε καὶ ὑπερήφανοι ἐν Σαμαρείᾳ καθήμενοι. Φησὶν γὰρ ἐν ταῖς Πράξεσιν, ἤκουσαν οἱ ἀπόστολοι ὅτι Σαμάρεια δέδεκται τὸν Λόγον. Τὴν δὲ πρὶν ὕβριν αὐτῶν ὁ προφήτης παρέδωκεν, ὅπως τῶν ἐξ Ἰούδα κατεθρασύνοντο, ἀσθένειαν μὲν ἐκείνοις, ἑαυτοῖς δὲ μαρτυροῦντες ἰσχύν. Τινὲς δὲ οὕτως, ὡς οἱ νῦν τῇ Ἱερουσαλὴμ ἐπερχόμενοι τὴν μὲν Σαμάρειαν οἰκοῦντες, Ἰσραὴλ δὲ χρηματίζοντες καὶ λαὸς Ἐφραῒμ, διὰ τὸ βασιλευθῆναι ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ, χλευάζοντες Ἱερουσαλὴμ, πλίνθοις αὐτὴν ἔλεγον οἰκοδομεῖσθαι, τὰ ἑαυτῶν κρείττω ποιήσειν ἐπαγγελλόμενοι. Καὶ ἀντὶ τοῦ ναοῦ, ὃν ᾠκοδόμησεν Σολομῶν, πύργον ἑαυτοῖς ἠξίουν κατασκευάσασθαι ὅμοια τοῖς ἐν Χαλάνῃ διανοούμενοι. Κακεῖνοι γὰρ ἔλεγον, Δεῦτε, πλινθεύσωμεν ἑαυτοῖς πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί." Καὶ πάλιν·" Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται 2017 ἕως τοῦ οὐρανοῦ." Ἐκ τίνων δὲ ὁ πύργος ἑξῆς ἐμώρανεν, ὁ Θεὸς σοφίας τοῦ κόσμου ψιλὴν καὶ σμικρὰν δοκούσης ἔχειν γλυκύτητα; Τοιαῦτα γὰρ καὶ κατὰ ταύτην ἐπωνυμίαν ἐστὶ τὰ συκόμορα. Οἱ δὲ τοιοῦτοι, καὶ κέδροι καθ' ἑτέραν ἐπίνοιαν χρηματίζουσιν ἐπὶ τῇ ψευδωνύμῳ ἐπαιρόμενοι γνώσει, σκληρά τε ἤθη καὶ δυσκαμπῆ κεκτημένοι. Διὸ συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Καὶ διὰ τοῦτό φησιν," Εἶδον τὸν ἀσεβῆ ὑπεραιρόμενον καὶ ὑπερυψούμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου, ὧν ἡ ἐξολόθρευσις ταχεῖα." Παρῆλθον γὰρ, καὶ ἰδοὺ οὐκ ἦν. Οἳ καὶ τὰ ἐν δόγμασι τῶν εὐσεβούντων οἰκοδομήματα πλίνθους εἶναι πεπτωκυίας φασίν. Οὐ μὴν αἱ τοῦ Θεοῦ κέδροι τοιαῦται, ἀλλ' ἄνδρες τὰ ἄνω ζητοῦντες, ἐν οὐρανῷ ἔχοντες τὸ πολίτευμα μετὰ τῶν καρποφόρων ξύλων, εἰς ὕμνον παραλαμβανόμενοι τοῦ Θεοῦ, περὶ ὧν αὖθίς φησιν·" Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν." Ἐπεὶ τοίνυν ἐκεῖνοι τοιαῦτα κατ' Ἰσραὴλ ἐθρασύναντο, τί φησίν; Καὶ ῥήξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ τὸ ὄρος Σιὼν ἐπ' αὐτόν. Ταπεινωθήσονται γὰρ οἱ ἐπαρθέντες κατὰ τοῦ ἐνταῦθα τιμωμένου Θεοῦ. Καὶ πάντας φησὶ τοὺς ἐχθροὺς, τοὺς ἐν Δαμασκῷ μετὰ τῶν ἐν Σαμαρείᾳ δηλῶν, οἱ καὶ συνεμάχουν τῷ Ἰσραὴλ, πάντας τε τοὺς ἐπανισταμένους τῷ ὄρει Σιὼν (τοῦτ' ἔστι, τῷ ἐνταῦθα τιμωμένῳ Θεῷ καθαίρεσιν ἐπαγγέλλεται), ὧν οἱ μὲν ἦσαν ἀνατολικοί τινες, οἱ δὲ ἀφ' ἡλίου δυσμῶν, μέσοι δὲ τούτων οἱ Ἕλληνες, οἳ τὸν Ἰσραὴλ κατεσθίοντες, δι' ὧν ἀσεβεῖν παρεσκεύαζον, βοηθεῖν ἐπηγγέλλοντο. Ὅλῳ γὰρ κατεσθίουσι στόματι οἱ διὰ τῆς σοφίας τοῦ κόσμου τούτου τῆς εὐσεβείας ἀφέλκοντες. Διόπερ ὁ θυμὸς τοῦ Θεοῦ, τῆς δικαίας κολάσεως ὑπάρχων ἐμφατικῶς κατ' αὐτῶν ηὐτρεπίζετο· οἱ δὲ οὐκ ἐπέστρεφον κατὰ τὴν ἀμετανόητον ἑαυτῶν καρδίαν, θησαυρίζοντες ὀργὴν ἑαυτοῖς ἐν ἡμέρᾳ ὀργῆ· καὶ ἐπεὶ μὴ διὰ λόγου, διὰ δὲ πληγῆς οὗτος ὁ λαὸς θεραπεύεται, γέγραπται. Καὶ πᾶς ὁ λαὸς οὗτος οὐκ ἀπεστράφη, ἕως ἐπλήγη. Ἔχομεν τοίνυν τὴν αἰτίαν, δι' ἣν τὰ σκυθρωπὰ τοῖς ἀνθρώποις ἐπάγεται. Δεῖ γὰρ εἰδέναι πάντως, ὡς οὐκ ἐπεστράφησαν ἁμαρτάνοντες. ιδʹκαʹ. 9Καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν, ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας. Αὕτη ἡ ἀρχὴ, καὶ προφήτην διδάσκοντα ἄνομα. Οὗτος ἡ οὐρά. Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντεσ9, κ. τ. λ. Τὸ ἀφεῖλε, Θεοδοτίων ἀφελεῖ· καὶ οἱ λοιποὶ δὲ ἐπὶ μέλλοντος· ὁ μὲν Ἀκύλας, ὀλοθρεύσει· ὁ δὲ Σύμμαχος, ἐξολοθρεύσει. Πρὶν γὰρ ποιεῖν, ὁ Θεὸς ἐπιστρέφων προλέγει, ἐν μιᾷ δὲ ἡμέρᾳ φησὶν, ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν τοῦ Ῥωμαϊκοῦ δηλονότι 2020 πολέμου. Τινὲς δὲ, μετὰ τὸ φθᾶσαι, φασὶν, ἐπ' αὐτοὺς τὸν λόγον ἀπεσταλμένον, πᾶσαν τὴν κακὴν αὐτῶν διάταξιν συγχυθήσεσθαι λέγει. Κεφαλὴν καὶ οὐρὰν εἰπὼν, ᾐνίξατο ζῶον ἄλογον ᾧ τὸν λαὸν ἀφωμοίωσεν, ἤγουν τὸν λογικὸν καὶ τὸν ἄλογον, ἢ τὸν ἄρχοντα καὶ τὸν τῶν ἀρχομένων ἕκαστον, ὃ δὴ καὶ διεσάφησεν εἰπὼν μέγαν καὶ μικρόν. Πρεσβύτην τε, φησὶ, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, δηλῶν ἴσως τοὺς ἱερᾶσθαι λαχόντας, οἷς δὴ καί φασι προσφωνοῦντες οἱ μαθηταὶ," Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπ' εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς·" οἳ καὶ δωροδοκοῦντες ἐν κρίσει τὰ τῶν πλουσίων ἐθαύμαζον πρόσωπα· ἀντὶ δὲ οὗ, τοὺς τὰ πρόσωπα θαυμάζοντας, ὁ Σύμμαχος αἰδέσιμον ἔφησεν. Οὕτως οὖν ὁ αἰδέσιμος καὶ ὁ πρεσβύτης δύναται εἶναι ἡ κεφαλή. Κεφαλὴ γὰρ λαῶν ἱερεὺς, ὅταν ὡς ἐφ' ἑνὸς νοῆται σώματος. Ἡ δὲ οὐρὰ, ὁ διδάσκων ἄνομα προφήτης, μηδεμίαν μὲν τάξιν ἔχων ἐν τῷ λαῷ, αὐτοχειροτόνητος δὲ καὶ προφητικὸν ἑαυτοῦ πνεῦμα καταψευδόμενος, οἷος ἦν Ἱερεμίου ὁ Ἀνανίας, καὶ ἐπὶ Μιχαίου· ἐν οἷς ἐγένετο τὸ πνεῦμα τὸ ψευδὲς, ὃ ἐξηπάτα τὸν Ἀχὰβ τοῖς Σύροις συμπλέκεσθαι. Ἕτεροι δέ φασιν, ὡς λέγοι ἄν τινας τὸν Μωϋσέως ἑρμηνεύοντας νόμον, ᾧπερ ἐπῆγον παραδόσεις ἀγράφους, ἐντάλματα ἀνθρώπων, οἳ καὶ πεπείκασιν ἀπειθῆσαι Χριστῷ, οἳς οὐρὰν ὀνομάζει, ὡς ταῖς γνώμαις ἑπομένους τῶν ἱερέων, οὓς καὶ προφήτας καλεῖ, καὶ διδάσκοντας ἄνομα. Ἦσαν μὲν γὰρ ἐν Ἰσραὴλ ψευδοπροφῆται, καθ' ὃν ἦσαν καιρὸν οἱ ἐξ ἀληθείας προφῆται. Μετὰ δὲ τὴν ἅλωσιν Ἱερουσαλὴμ οὐκ ἂν ἔχοιμεν λέγειν τοιούτους γεγονότας τινὰς, πλὴν εἰ μήτις λέγοι Θευδᾶν τε καὶ Ἰούδαν, ὧν ἐμνήσθη Γαμαλιὴλ, τοὺς δ' οὖν λέγοντας παρὰ ταῦτα, καὶ μακαρίζοντας τὸν λαὸν, πλάνους εἶναί φησιν, ἵνα τὸν λαὸν τοῖς κέρδεσι καταπίνωσιν. Προὔτρεπον γὰρ αὐτοὺς δωροφορεῖν τῷ Θεῷ διὰ κέρδος, οὐ δι' εὐσέβειαν. Δι' ἣν αἰτίαν, οὔτε Χριστὸν αὐτοὶ προσήκαντο, καὶ τοῖς ἄλλοις τὴν βασιλείαν ἀπέκλεισαν. Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται Κύριος. Νεανίσκοι μὲν οὖν ἐν Ἐκκλησίαις, οἳ τὴν πνευματικὴν ἀνειληφότες ἰσχύν· οἷς φησιν Ἰωάννης, ὅτι ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν. Ἦσαν δὲ καὶ πρὸ τῆς ἐπιδημίας τινὲς ἀνδριζόμενοι πληρῶσαι τὴν ἐντολήν. Μετὰ δὲ τὴν ἐν νόμῳ σκιὰν οὐκ εὐφραίνεται Κύριος ἐπὶ τοῖς νεανίσκοις ἀντεχομένοις τοῦ γράμματος. Ὀρφανοὺς δέ φησι τοὺς ἀνατροφῆς πνευματικῆς ἐνδεεῖς· χήρας δὲ ἐν αἷς ὁ θεῖος Λόγος ἐπισπείρων ἐξέλιπεν πείσονται ταῦτα ὡς ἄνομοι καὶ πονηροί· τὸν καλοῦντα γὰρ πρὸς ζωὴν ἐθανάτωσαν. Ταῦτα δὲ ὡς ἀγαθὸς προλέγει, ὡς ἂν ἡ ἐν αὐτοῖς ἀνομία δίκην ὑλομανοῦς βοτάνης ὑπὸ πυρὸς ἀναλισκομένοις ἀφανισθῇ· τοῦτο 2021 γὰρ δηλοῖ τὸ, καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ τὰ ἑξῆς. Ἀνομίαν δὲ τοὺς ἀνόμους δηλοῖ, ἄγαν αὐτοὺς τῇ ἀνομίᾳ πεποιῶσθαι δηλῶν. Τὸ δὲ, ὡς πῦρ καυθήσεσθαι, φασὶ σημαίνειν τινὲς, ὡς αὐτοὶ καθ' ἑαυτῶν γενήσονται πῦρ. Οὐ γὰρ ἕτερος αὐτοῖς ἐποίσει τὴν φλόγα, πρὸς τοῦτο δὲ ἀλλήλοις ἀρκέσουσιν· ὃ δὴ φλογός ἐστι χείρονος. Πρὸς δὲ τὸ κρεῖττον ἕτεροι πάλιν δεινῶς ἐξέλαβον τὴν ἄγρωστιν φυσιολογήσαντες. Ἕως μὲν γὰρ ἐγκέχωσται τοῖς γηΐνοις πάθεσιν ἡ ψυχὴ, τὰ ταύτης πάθη καθάπερ τις ἄγρωστις ἐκ τῆς σαρκὸς ἐκφυόμενα διέρπει δι' ἀλλήλων τὴν γέννησιν ἔχοντα. Πολύγονος γὰρ ἡ πόα, καὶ οὐδαμοῦ καταλήγει ταύτης ἡ γένεσις. Τὸ δὲ πέρας τῆς πρώτης γεννήσεως ἀρχὴ τοῦ ἐφεξῆς γίνεται. Τοιαύτη τῶν ἁμαρτημάτων ἡ φύσις. Πορνεία γὰρ πορνείαν ἐφέλκεται, καὶ κλοπὴ κινεῖ πρὸς κλοπὴν, καὶ ψεύδει ψεῦδος ἀκολουθεῖ. Ἀλλ' ἐὰν διὰ τῆς ἐξομολογήσεως τὴν ἁμαρτίαν γυμνώσωμεν, ξηρὰν αὐτὴν ἐργαζόμεθα ἀξίαν τοῦ ὑπὸ πυρὸς καταβρωθῆναι. Αὐτὴ δὲ καίεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ. Ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν πολεμούμενος ὁ λαὸς εἰσῆλθεν εἰς τὸν δρυμὸν, καὶ ἐκλείπει μὴ ἐσθίων. Καὶ ὁ Ἀβεσαλὼμ πολεμούμενος εἰς δρυμὸν εἰσέρχεται. Λέγοι δ' ἂν τοὺς ὑπούλους καὶ συνεσκιασμένους τῇ διανοίᾳ, καὶ πλεῖστα ταύτῃ τηροῦντας κακά. Τινὲς δέ φασιν, ὡς νέμονται μᾶλλον αἱ φλόγες εἰς ὕλην πεσοῦσαι τὴν εὐκατάπρηστον. Τῆς οὖν τούτων φλογὸς παρίστησι διὰ τούτου τὸ μέγεθος. Ἄγρωστιν δὲ, φασὶ, ξηρὰν καὶ δασῆ δρυμοῦ τὴν ἀγελαίαν ὀνομάζει πληθὺν, συῤῥαγέντων ἀλλήλοις ἐνστάσει τῶν δήμων, ὡς Ἰώσηπος ἱστορεῖ. Ἀλλὰ καὶ τῶν εἶναί τι δοκούντων ἅψεται τὸ δεινόν· ὃ δηλοῖ διὰ τοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τοῦ βουνοῦ πάντα. Βουνοὺς γὰρ τοὺς κατά τι τῶν ἄλλων ὑπερανεστηκότας καλεῖ. Τοῖς γὰρ τοιούτοις τὸ στασιάζον ἐν ταῖς πόλεσιν ἐπεφύετο. Ἁπλούστερον δὲ νοητέον, ὅτι κατὰ ταῦτα τὰ παραδείγματα μετελθοῦσα τοὺς προλεχθέντας ἡ ὀργὴ τοῦ Θεοῦ μεγάλην ἐν αὐτοῖς ἐργάσεται σύγχυσιν, ὡς μηδὲ γένους εἶναι φειδώ. Ἐγκλινεῖ δέ τις προσιόντα τὸν ἀδελφὸν ἐπὶ τὸ τυχεῖν τινος ἀντιλήψεως εἰς τὰ δεξιά. Λιμῷ γὰρ καιόμενοι τῇδε κἀκεῖσε περιστραφήσονται καταδάκνοντες τοὺς ἐκ δεξιῶν, τοὺς ἐξ εὐωνύμων. Ἀλλ' οὐδὲ σαρκῶν φείσονται τῶν ἰδίων, κατεξαναστήσονται δὲ ἀλλήλων ἀδελφοὶ, εἷς τε καθ' ἑνὸς, καὶ καθ' ἑτέρου δύω, ὡς Ἐφραῒμ καὶ Μανασσῆς ἀλλήλους τε δάκνοντες, καὶ κοινῇ τὸν Ἰούδαν, δι' ὧν δηλοῖ τὰς φυλάς. Ὑπὸ μίαν γὰρ ἦσαν βασιλείαν ἀμφότεραι, καὶ μίαν ᾤκουν πόλιν Σαμάρειαν, ἐξ ἑνὸς τοῦ Ἰωσὴφ καταγόμεναι, καὶ ὅμως ἀλλήλαις ἐπαναστήσονται, καὶ ταύτας φησὶ τῷ κατὰ Ἰούδα πολέμῳ μηκέτι σχολαζούσας, ἀλλήλας δὲ δαπανώσας τοῖς ξίφεσιν. 2024 Καὶ ταῦτα ἔσται ταύταις κατὰ θείαν ὀργὴν τὴν ἐχθρὰν αὐταῖς ἐμβαλούσης ἐπὶ συμφέροντι, καθάπερ ἀνὰ μέσον τῆς γυναικὸς καὶ τοῦ ὄφεως τὴν ἐπὶ κακῷ διαλυούσης ὁμόνοιαν. Πρὸς ὃ καὶ ὁ Σωτήρ φησιν, ὡς οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Ἀλλήλοις δέ φησι, κακῶς διακείμενοι ἐν τῇ κατὰ τῶν πλησίον ἐπιβουλῇ συμφωνήσουσιν. Ἅμα γὰρ πολιορκήσουσιν τὸν Ἰούδαν, τοὺς ἐξομολογουμένους Θεῷ, καὶ λατρείᾳ τῇ αὐτοῦ παραμένοντας. Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Ἡ γὰρ κακίας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Ἡ γὰρ κακία πρὸς ἑαυτὴν ἀσύμφωνος οὖσα, τῇ μάχῃ τῇ κατ' ἀρετῆς συμφωνεῖ. Οἷον θρασύτης καὶ δειλία πρὸς ἀλλήλας μὲν ἐναντίαι, μέσην δὲ πολιορκοῦσιν ἑκατέρωθε τὴν ἀνδρείαν. Νοητέον δὲ καὶ τὸ, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ. Ὁ γὰρ μὴ ἐργαζόμενος δεξιᾷ καὶ ἀποδοχῆς ἄξια, ἐκ τῶν ἀπηγορευμένων καὶ σκαιῶν ἐμπλησθήσεται. Δι' ὅλων δὲ τὸ θηριῶδες τῆς στάσεως καὶ τὴν ἀλληλοφαγίαν ἐμήνυσεν. ΚΕΦΑΛ. Ιʹ. αʹδʹ. 9Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν. Ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες χρήματα πενήτων τοῦ λαοῦ μου, ὥς τε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομὴν9, κ. τ. λ. Καὶ ταῦτα πρὸς τοὺς ἐξ Ἰσραὴλ βασιλευόμενος ἐν Σαμαρείᾳ, παρ' οἷς ἦσάν τινες διὰ φιλονεικίαν τὴν πρὸς τοὺς προφήτας, ψευδεῖς γράφοντες προφητείας, οἳ καὶ συγγραφὰς ἐποιοῦντο παρανόμους ἐπ' ὀρφανῶν καὶ χηρῶν ἀδικίᾳ. Τινὲς δὲ περὶ γραμμάτων τῶν τὸν νόμον παρεξηγουμένων εἰρῆσθαι ταῦτά φασιν, ὡς ἂν χαρίσωνται τοῖς καταδυναστεύουσιν ὀρφανούς τε καὶ χήρας. Μή ποτε δὲ πᾶς ἁμαρτάνων ὀφλημάτων γράφει χειρόγραφον, ἐπισκοπῆς δέ φησιν ἡμέραν, τὸν τοῦ πολέμου καιρὸν, καθ' ὃν αὐτοῖς ἐπάγει τὴν δίκην ὁ τὰ δρώμενα παρὰ τούτων ἐπισκοπῶν. Πόῤῥωθεν δέ φησιν, οὐκ ἐκ τῶν ὁμόρων, ὡς πρώην ἐθνῶν, ἀλλ' ἐξ αὐτῆς τῆς Ἀσσυρίας, ἤτι φιλανθρωπία Θεοῦ ταύτην ἐλαυνομένην αὐτοὶ καθ' ἑαυτῶν ἐλθεῖν ἐκβιάζονται. Ὑψηλὴ δὲ πάλιν ἡ χείρ. Ὁ γὰρ θεῖος παραμένει θυμὸς τοῖς ἐπιμένουσι τοῖς ἁμαρτήμασιν. Οὗ παρελθόντος, Ποῦ, φησὶ, καταλείψετε τὴν δόξαν, ἣν εἴχετε πολλάκις τῶν πολεμίων περιγινόμενοι; ἐπαγωγὴν δέ φησι τὴν ἐπαγομένην τιμωρίαν ὑπὸ Θεοῦ. Τοῦτο δὲ πέρας τῶν πρὸς τὸν λαὸν ἀπειλῶν, αἱ μικρὸν ὕστερον τῶν Ἀσσυρίων ἐπελθόντων εἰς πέρας ἐξέβησαν. εʹιαʹ. 9Οὐαὶ Ἀσσυρίοις. Ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ. Καὶ τῷ ἐμῷ λαῷ συγκατάξω ποιῆσαι σκύλα, καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτὸν9, κ. τ. λ. Ταῦτα μετὰ τὴν ἅλωσιν Σαμαρείας ὁ προφήτης φησίν. Τοιγαροῦν ὁ Ἀσσύριος εἴληφεν, καὶ, φησὶν, 2025 Ἀραβίαν, καὶ Δαμασκὸν, καὶ Σαμάρειαν. Θεὸς μὲν οὖν ὀργάνῳ τούτῳ χρησάμενος, τὸ ἴδιον νομιζόμενον τούτῳ παρεδίδου λαὸν ἀποκτεῖναι τοὺς ἄνδρας καὶ γυμνῶσαι κειμένους, καὶ διελέσθαι τὰ σκῦλα (προνομὴν γὰρ τοῦτο καλεῖ) καθελεῖν τε τὰς πόλεις εἰς ἔδαφος. Αὐτὸς δὲ μὴ τούτῳ συνιεὶς, ὡς ἰδίᾳ δυνάμει κρατήσας μείζω φαντάζεται, πρὸς τοῦτο τὸν νοῦν ἀπαλλάττων, καὶ καθιστὰς, τῶν ὑπηκόων ὡς μόνον ἄρχοντα θαυμαζόντων αὐτόν. Μήπω με, φησὶ, καλέσητε Κύριον, πρὶν ἂν τῶν ἄλλων κρατήσαιμι. Τῶν γὰρ ἐπάνω Βαβυλῶνος οὔπω κεκράτηκα, οὐδὲ Χαλάνης, ἐν ᾗ διεῖλε τὰς γλώττας ἐπὶ τῇ πυργοποιΐᾳ Θεός. Ἐν ἡμέραις μὲν οὗν Ἄχαζ μέρος ἐλήφθη τοῦ ἐν Σαμαρείᾳ λαοῦ παρὰ τῶν Ἀσσυρίων. Ἐπὶ δὲ του...... τον Ἐζεκίου πάντα τὸν λαὸν ᾐχμαλώτευσαν ἐπὶ τῇ πρώτῃ πληγῇ μηδαμῶς σωφρονίσαντα· διὰ φιλανθρωπίαν δὲ πάλιν προλέγει καὶ τοῖς ἐν Ἱεροσολύμοις τὰ μέλλοντα, τὴν ἀσέβειαν αὐτῶν αἰτιώμενος. Καὶ οὗτοι γὰρ εἰδωλολάτρησαν ἐπί τε Ἄχαζ καὶ χρόνων τῶν μετ' αὐτόν. Πῶς δὲ ὀλολύζει τὰ γλυπτά; Τὰ μὲν ἀναίσθητα, οὐδαμῶς, τὰ δὲ ὁμώνυμα τούτοις ἐνοικοῦντα δαιμόνια, τῆς ἀπὸ τῶν μιασμάτων ἡδονῆς ἀπολαύοντα· διόπερ οἱ τὰ εἰδωλόθυτα ἐσθίοντες, κοινωνοὶ τραπέζης λέγονται δαιμονίων, ἅπερ δηλοῖ, καὶ τότε φησὶν," Ἤξει εἰς Αἴγυπτον Κύριος καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται." Ἐσείσθη γὰρ εἰς ἄβυσσον ἐλαυνόμενα κατὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. Διὰ τοῦτο, ἐπικατάρατος ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. Κακὸν γὰρ ἑαυτῷ θησαυρίζει τὸν τῷ γλυπτῷ παρεπόμενον δαίμονα. ιβιθʹ. 9Καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὄρια ἐθνῶν9, κ. τ. λ. Ἔτι φησὶν, Ἔτι τοῖς Ἀσσυρίοις ἐνδίδωμι, μέχρι χειρώσονται καὶ τὴν Ἱερουσαλὴμ ὥσπερ τὸν Ἰσραήλ. Μετὰ ταῦτα γὰρ, ἐπὶ τὸν νοῦν τὸν μέγαν ἐπάξειν φησὶ, τὸν ἐν κακίᾳ μέγαν δηλῶν, ἢ τὸν παρ' ἑαυτῷ, ἢ παρὰ τῶν ὑπηκόων κολακευόντων οὕτω λεγόμενον. Κυρίως γὰρ νοῦς μέγας, ὁ κατ' ἀρετὴν καὶ γνῶσιν τέλειος ὢν, καὶ μηδὲν σμικρὸν περὶ Θεοῦ καὶ τῶν κριμάτων αὐτοῦ λογιζόμενος, ἐπάξειν δέ φησιν, ἐπεὶ μὴ δόξαν δέδωκεν ἐπὶ τοῖς αὐτῷ παραδοθεῖσιν Θεῷ, τὴν ἰδίαν προτάξας ἰσχὺν, ἢ τὴν τῶν εἰδώλων, οἷς ἀνέθηκε καὶ σκεύη τὰ ἱερὰ τοῦ Θεοῦ. Ἀλληγορίας δὲ νόμῳ, νοῦν μέγαν, ἢ τὸν ἀρχέκακόν φησι τὸν συναποστήσαντα πολλοὺς ἑαυτῷ, τροπικῶς νῦν Ἀσσυρίους λεχθέντας· ἤγουν δύναμιν ἀντικειμένην ἀπλῶς, ἄρχουσαν Ἀσσυρίων, ὡς λέγεται ὁ ἄρχων βασιλείας Περσῶν, ἢ Μήδων, ἢ τῶν Ἑλλήνων. Συν 2028 έσει τοίνυν ἰδίᾳ καὶ δυνάμει τὰ πραχθέντα τοῖς Ἀσσυρίοις ἀνέθηκεν οὖν ἑαυτὸν εἶναι μέγαν δοκῶν, μὴ θέμενος πρὸ τῶν ὀφθαλμῶν τὴν εἰρήνην τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, ὑπερηφάνοις δὲ ὀφθαλμοῖς κατεπαρθεὶς τοῦ Θεοῦ. Λέγοι δ' ἂν καὶ μέγαν νοῦν ὡς φρόνησιν τὴν πανουργίαν ἐπὶ κακῷ, ὡς ὁ ὄφις φρονιμώτερος τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ὅπερ ὁ θεῖος Ἀπόστολος ἐξηγούμενος πρὸς Κορινθίους," Φοβοῦμαι, φησὶ, μήπως ὡς ὁ ὄφις ἐξηπάτηκεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ." Καὶ ὁ Σωτὴρ δέ φησιν, ὡς ὁ οἰκονόμος τῆς ἀδικίας φρονίμως ἐποίησεν· καὶ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτός. Ἐπεὶ, καὶ νοῦν εἶναί φασι φρόνησιν συνεστραμμένην. Οὗτος οὖν ὁ νοῦς, ἐπεὶ οἶδεν, ὡς σοφοῦ οἱ ὀφθαλμοὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, δοξάζει τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὡς τῶν γηΐνων κρείττων, ἄνω τε βλέπων καὶ μὴ κύπτων εἰς γῆν. Τοιοῦτοι γὰρ οἱ παρ' Ἕλλησι σοφοὶ, ζῶντες μὲν κακῶς· δι' ὧν δὲ περί τε οὐρανοῦ καὶ τῶν μετεώρων φασὶ, δόξαν τινα τοῖς ὀφθαλμοῖς τοῖς ἰδίοις περιτιθέμενοι. Ὀφθαλμοὺς οὖν τὰς ἐννοίας φησίν. Ἀλλ' ὁ καρδίας ὁρῶν καὶ νεφροὺς, καὶ τὰ κεκρυμμένα καθίστησιν ἐναργῆ, λέγων ὡς διενοήθη παντοδαπῇ δυνάμει θαῤῥῶν καὶ τέχνῃ στρατηγικῇ, τὰ μὲν οἷς διώρισται τὰ ἔθνη παρ' ἀλλήλων περιελεῖν, μιᾶς δὲ βασιλείας ἕνα μόνον ὅρον ποιεῖν, τοῖς ἑαυτοῦ σκήπτροις ὑποτάξας αὐτὰ, ἃ δὴ καλῶς διώρισεν ὁ Θεὸς, ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. Μηδένα γὰρ ἐφορᾷν, μηδὲ Θεῷ μέλλειν τῶν ἐπὶ γῆς. Τοῦτο γὰρ ἡ τῶν ὠῶν καὶ νεοττῶν ἐρημία δηλοῖ. Τὰ δὲ ὠὰ μετὰ τοὺς νεοττοὺς ἐν ἐπιτάσει τῆς ὀλιγωρίας ἐπήνεγκεν. Ἐχρῆν δέ σε σκοπῆσαι, φησὶν, ὡς ὄργανον ἐγένου Θεοῦ, καθάπερ ἀξίνη, πρίων τε καὶ ῥάβδος τοῦ κινοῦντος δεόμενα. Δύναμιν γὰρ ἀφ' ἑαυτῶν οὐδεμίαν πρὸς κίνησιν ἔχουσιν, ἀλλ' ἐπεὶ μὴ οὕτως ἐλογίσω, μηδὲ τὴν ἰσχὺν ὅθεν ἔχεις ἐπέγνως, ὁ τῶν δυνάμεων Κύριος ἀτιμίᾳ τὴν σὴν τιμὴν διαδέξεται. Τιμὴν δέ φασι τὴν ὑποκειμένην αὐτῷ στρατιὰν, ἐφ' ᾗ καὶ δεδόξαστο. Ἣν καὶ πῦρ ἀναλώσειν φησίν. Διαφέρει δὲ κατά τινας τοῦ κλέους ἡ δόξα. Τὴν μὲν γὰρ εἶναι τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον. Τὸ δὲ κλέος τὸν ἀπὸ τῶν ἀγαθῶν. Καὶ τιμὴ μὲν ἡ ἀπὸ τῶν τυχόντων ἔσθ' ὅτε. Τὸ δὲ γέρας ἆθλόν ἐστιν ἀρετῆς. Εἶτα τούτοις ἐπήνεγκεν, ὡς ὁ πάλαι φωτίζων τὸν ἑαυτοῦ λαὸν καὶ ἁγιάζων αὐτὸν Θεὸς, σοὶ τῷ ὑπερηφάνῳ γενήσεται πῦρ. Ἀντὶ γὰρ τοῦ, καὶ ἁγιάσει αὐτὸν ἐπὶ πυρὶ καιομένῳ, ἐξέδωκε Σύμμαχος· καὶ ὁ ἅγιος αὐτοῦ εἰς φλόγας. Ἀντὶ δὲ τοῦ, καταφάγεται ὡσεὶ χόρτον τὴν ὕλην· καταφάγεται τὰ ἀποκείμενα αὐτοῦ, καὶ τὰ πεφυλαγμένα αὐτοῦ, ἐν ἡμέρᾳ μιᾷ. Καὶ ἡ δόξα τοῦ δρυμοῦ αὐτοῦ, καὶ τοῦ Καρμήλου αὐτοῦ; ἀπὸ ψυχῆς ἕως καρπὸς ἀναλωθήσεται. Καὶ ἔσται ὡς τετμημένος φεύγων. Τὰ δὲ ἐπίλοιπα τῶν ξύλων τοῦ δρυμοῦ αὐτοῦ ἀριθμῷ ἔσονται, καὶ παιδίον γράψει αὐτά. Δρυμὸν μὲν 2029 λέγων τὰ πλήθη τὰ σὺν αὐτῷ· Κάρμηλον δὲ, αὐτοῦ τὸν πλοῦτον καὶ τὴν τρυφήν· ἅπερ ἀναλωθῆναί φησιν ὑπὸ τῆς κολαστικῆς δυνάμεως τοῦ προλεχθέντος πυρός. Ὧν αὐτῷ συμβάντων δρασμῷ χρησάμενος φεύξεται σὺν τοῖς μετ' αὐτοῦ· οἱ δὲ περιλειφθέντες οὕτως ἔσονται βραχεῖς ὡς καὶ παιδίον αὐτῶν γραφῇ παραδοῦναι τὸν ἀριθμόν. Καθῃρέθη δὲ παραχρῆμα κατὰ τὰ προθεσπισθέντα τῶν Ἀσσυρίων ἡ δυναστεία. Τινὲς δὲ, τὸ ἁγιάσει αὐτὸν, τοῦτ' ἔστιν ἀνακείμενον τῷ Θεῷ δείξει τὸν Ἰσραήλ· τοιοῦτον γὰρ καὶ τὸ, Ἁγίασόν μοι πᾶν πρωτότοκον διανοῖγον μήτραν, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ, ἀντὶ τοῦ, Ἀνάθες. Ἁγιάσεσθαι γὰρ οὐ πάντως τὸ μετέχειν ἁγιασμοῦ, ἀλλὰ καὶ τῷ Θεῷ ἀνακεῖσθαι. Εἰ γὰρ μὴ ἴδιον ἡγεῖτο λαὸν, οὐκ ἂν ἐξέκαυσε κατὰ τῶν ἐναντίων τὸ πῦρ. Βουνοῖς δὲ καὶ ὄρεσι καὶ δρυμοῖς, τὴν τῶν Ἀσσυρίων μετὰ τῶν ἡγουμένων ἀπεικάζει πληθὺν, οἵπερ ἀποσβεσθήσονται πάλαι ὄντες δεινοὶ καὶ θερμοί· θανάτο γὰρ αὐτῶν καταφάγεται μόνον οὐχὶ ψυχάς τε καὶ σώματα, ὅτε καὶ βραχὺ τὸ λειπόμενον. Τὴν δὲ παροῦσαν τινὲς τιμωρίαν ἐπὶ Ῥαψάκου γεγονέναι νοοῦσιν, μεθ' οὗ δὲ καλειφθέντες τὸν ἀριθμὸν τῷ τῶν Ἀσσυρίων ἀπήγγειλαν βασιλεῖ. Διττῆς δὲ οὔσης τῆς τοῦ πυρὸς ἐνεργείας, διένειμε τὴν μὲν φωτιστικὴν Ἰσραήλ· τὴν καυστικὴν δὲ, τοῖς Ἀσσυρίοις, διὰ τὴν ὑπερηφανίαν μεγάλου νοῦ πρὸς ἐναντίαν τάξιν τῶν πραγμάτων μεταχωρούντων. Ἁγιάζει δὲ, φασὶ, τὸ πῦρ, ἐπειδὰν φάγῃ ὡς χόρτον τὴν ὕλην. Ἐπεὶ οὖν πῦρ καταναλίσκον ἐστὶν ὁ Θεὸς, τὰ ἐξ ὕλης ἐλθόντα δαπανήσεται πάθη, καὶ τότε τὰ ὅρη τοῦ καίεσθαι παύσεται. Τὸ δὲ πῦρ τῶν λογικῶν τούτων ὀρῶν τε καὶ βουνῶν καὶ δρυμοῦ, ἀπὸ ψυχῶν ἀρξάμενον, εἰς σάρκας αὐτὰς καταντήσεται. Καλεῖ δὲ, φασὶν, ἡ Γραφὴ ὄρη μὲν, τοὺς ἐν προτερήμασί τισιν, ὅσον ἐπὶ τῇ κατασκευῇ γεγονότας· δρυμοὺς δὲ, τοὺς ἀκάρπους καὶ μὴ φοιτείαν ἔχοντας τὴν τοῦ ἀληθινοῦ γεωργοῦ. Πάντων μέντοι τὸ πῦρ ἅπτεται ἀρξάμενον ἀπὸ ψυχῆς τῶν ἐν τῷ νῷ παθημάτων· εἰ μέχρι τούτων σταίη τὸ κακὸν, τὴν ἐνταῦθα μόνον ἀναλώσειεν ὕλην. Εἰ δὲ καὶ πρὸς πρᾶξιν ταῦτα χωρήσειε τὴν σαρκὸς, καὶ εἰς τὰς σάρκας αὐτὰς καταντήσεται. Οἷον εἰ σταίη μοιχεία μέχρι ψυχῆς, ἵσταται καὶ τὸ πῦρ. Ἐνέβλεψε γὰρ μόνον γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἀλλ' οὐκ ἔφθειρε τὸν ναὸν τοῦ Θεοῦ, ποιήσας τὰ μέλη τοῦ Χριστοῦ, πόρνης μέλη. Εἰ δὲ προέλθοι πρὸς σῶμα, μέχρι τούτου χωρεῖ εἰς τὸ πῦρ, καὶ ἔστι, φησὶν, ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης. Τάχα ὁ φεύγων ἀπὸ τοῦ ἐμπρησμοῦ, ἐπιστροφῇ, καὶ μετανοίᾳ, φεύγει τὴν κολάζουσαν φλόγα. Οἱ δὲ καταλειφθέντες ἔσονται ἀριθμὸς, οὐ μόνον διὰ τὸ εὐαρίθμητον, ἀλλ' ὅτι καὶ ἄξιοι πρὸς ἀριθμὸν ἀναλαμβάνεσθαι θεῖον, κατὰ τοὺς ἀριθμηθέντας ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν." Χαίρετε γὰρ, φησὶν ὁ Σωτὴρ, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς." Παιδίον δὲ τὸ γράφον ταύ 2032 την τὴν ἐγγραφὴν, περὶ οὗπερ ἐλέχθη, ὅτι παιδίον ἐγενήθη ἡμῖν υἱὸς, ᾧ προσεκύνησαν Μάγοι, ὃ κατῆλθεν εἰς Αἴγυπτον, καὶ πάλιν ἦλθεν εἰς γῆν Ἰσραὴλ, ὅπερ γράφει τοὺς διὰ μετανοίας εἰς Θεὸν ἐπιστρέφοντας. κκγʹ. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη, οὐκέτι προστεθήσεται καταλειφθὲν Ἰσραήλ. Καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς· ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ9, κ. τ. λ. Ὅτε, φησὶ, καταστραφῶσιν Ἀσσύριοι, οἱ περιλειφθέντες τοῦ λαοῦ τοῦ αἰχμαλωτισθέντος, οὓς ἐλευθέρους ὁ Κύρος ἀπέπεμψεν, οὐκ ἔσονται πεποιθότες ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἠδικηκότας αὐτοὺς, ὅπερ φαίνεται ποιήσας Ἄχαζ, τοὺς ἱεροὺς θησαυροὺς καὶ τοὺς βασιλικοὺς ἀποστείλας τῶν Ἀσσυρίων τῷ βασιλεῖ, λέγων· Δοῦλός σου ἐγώ. Ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ, ὅτε καὶ ἀνελθὼν συνέλαβε Δαμασκὸν, καὶ τὸν Ῥαασσὼν ἀπέστρεψεν. Οὐκ ἐπ' ἀνθρώπῳ τοίνυν, Θεῷ δὲ μόνον οἵγε σωθέντες θαῤῥήσουσιν. Λέγοι δ' ἂν καὶ τὸ, μὴ πάλιν προσέχειν οἷς πάλαι προσέκειντο δαίμοσιν τοῖς τὰς αὐτῶν ἠδικηκόσι ψυχάς. Τινὲς δέ φασιν εἰρῆσθαι ταῦτα περὶ τῶν δι' ἐπιστροφῆς ἐπὶ Θεῷ τὴν ἐλπίδα θεμένων. Οἱ γὰρ ἁμαρτωλοὶ τοῖς αὐτοὺς ἀδικοῦσι προστίθενται· μόνος δὲ πέποιθεν ἐν ἀληθείᾳ Θεῷ, ὁ μηδενὶ τῶν φαινομένων θαῤῥῶν, ταῖς ἐλπίσι μὴ μεριζόμενος, τὸ δὲ πᾶν ἀπονείμας Θεῷ. Τὸ δὲ κατάλειμμα, περὶ οὗ ἐπιφέρει ὅτι σωθήσεται, ἀορίστως λέγων περὶ αὐτοῦ, ἕτερόν ἐστιν παρὰ τὸ λεχθὲν, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ. Τοῦτο μὲν γὰρ, τὸ ἐκ τῆς αἰχμαλωσίας ἐπανελθόν· τὸ δὲ πρῶτον τοιοῦτόν ἐστιν, καὶ ὁ τῆς θαλάττης ψάμμος ἄπειρος ἀριθμῷ, πρὸς γεωργίαν δὲ ἄχρηστος. Ὅταν οὖν πληθυνθεὶς Ἰσραὴλ ἄχρηστος ἐν τῇ καρποφορίᾳ γένηται τῇ κατὰ Θεὸν, τὸ μὲν πλῆθος αὐτῶν ἀπολεῖται, τὸ κατάλειμμα δὲ σωθήσεται. Μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον μέχρι τῶν Ῥωμαϊκῶν χρόνων, εἰς πλῆθος ἐπέδωκαν ἄχρηστον, ἐξ ὧν οἱ εἰς Χριστὸν πεπιστευκότες ἐσώθησαν. Τοῦτο δὲ, φησὶν, ἔσται, ἐπειδ' ἂν συντετμημένον ἐπὶ γῆς ποιήσειε λόγον. Οἷος ὁ εὐαγγελικὸς, μὴ περιέχων τὰ παρὰ τῷ Μωϋσεῖ παραγγέλματα. Τὰ δὲ ῥήματα ταῦτα 2033 παρέθηκεν ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλος, ὀλίγην ἔχοντα τὴν παραλλαγήν· οὐδὲ γὰρ, ὡς ἡμεῖς, ἠκολούθει τοῖς ἑρμηνεύσασιν· Ἑβραῖος δὲ ὑπάρχων, κατὰ τὸ δόξαν αὐτῷ τὴν ῥῆσιν ἑρμήνευσε. Καὶ οἱ ἄλλοι δὲ μᾶλλον τῇ ἀποστολικῇ διηγήσει συνέδραμον. Φησὶ δὲ, Μὴ θαυμάσῃς εἰ ὀλίγοι εἰσὶν οἱ ὑπὸ τοῦ παιδίου γραφόμενοι. Πολλοὶ γὰρ ὀνόματι, ὀλίγοι δὲ τοῖς ἔργοις τὸν Χριστὸν ἐπιγράφονται. Ὁ δὲ τρόπος τῆς σωτηρίας, τὸ τοῦ μὲν νόμου τὸ χάρισμα, τῶν δὲ προφητῶν τὴν διάταξιν, ἐν τῇ βραχυλογίᾳ τοῦ Εὐαγγελίου περιλαβεῖν. Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ὁ οὖν συντελῶν καὶ πρὸς ἔργον ἄγων τὸν λόγον, συντεμών τε αὐτὸν καὶ συγκεφαλαιούμενος αὐτοῦ τὸ πλάτος ἐν ταῖς βραχυτάταις ἐντολαῖς, οὗτός ἐστι τὸ κατάλειμμα τὸ σωζόμενον. Πάντα, φησὶν, ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, κατὰ ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ὁρᾷς ἐν τῇ φυσικῇ ἐννοίᾳ ὅλον τὸν λόγον συντελούμενόν τε καὶ συντεμνόμενον, ὅπερ δὲ ἐλέγομεν προλαβόντες περὶ τοῦ Θεὸς ἰσχυρὸς, ὅτι παρ' Ἑβραίοις τὸ Ἤλ σημαίνει Θεὸν, τοῦτο καὶ νῦν βεβαιοῦται· τὸ γὰρ ἐπὶ Θεὸν ἰσχυρὸν, τὸ Ἤλ ἔχει τὸ Ἑβραϊκόν. κδλβʹ. 9Διὰ τοῦτο τάδε λέγει Κύριος Σαβαώθ· Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάξω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ9, κ. τ. λ. Πληρώσας ὁ λόγος τὰ περὶ τῆς Ἱερουσαλὴμ, ὡς ἴσα πείσεται τῷ Ἰσραήλ· καὶ τὸν Ἀσσύριον ὁποῖα μένει δεινὰ, περί τε τῶν ἐς ὕστερον εὐσεβούντων εἰπών· ἃ δὴ μακροῖς ὕστερον συνέβαινε χρόνοις· νῦν περὶ τοῦ κατὰ τὸν Ἡσαΐαν χρόνου φησὶν, ὅτε κατὰ Ἱερουσαλὴμ ὁ Ἀσσύριος ἐπὶ τῆς Ἐζεκίου βασιλείας ἐστράτευσεν. Ἀγωνιῶσι γὰρ τοῖς τότε διὰ τὴν μέλλουσαν ἔφοδον, μὴ καὶ λάθωσι τοῖς ἐν Σαμαρείᾳ πεπονθότες προσόμοια, παραινεῖ μὴ δεδιέναι τοὺς Ἀσσυρίους. Ἥξει μὲν γὰρ, φησὶ, καὶ βραχείας πειραθήσεσθε τῆς πληγῆς, ὡσανεὶ ῥάβδῳ παιόμενοι, πλὴν ἄπρακτος ἄπεισιν πληγῇ θειοτέρᾳ βαλλόμενος. Αἴτιος δὲ τούτων εὐσεβὴς ὢν Ἐζεκίας, ἀλλ' οὐ κατὰ τὸν Ἄχαζ τὸν πατέρα γενόμενος, καὶ τοὺς ὑπηκόους μεταβαλὼν εἰς εὐσέβειαν. Διό φησιν· Μὴ φοβοῦ, λαός μου. Οὐ πολέμῳ γὰρ πληγήσῃ. Καὶ ἡ κατὰ σοῦ δὲ ῥάβδος ὀλιγοχρόνιος γίνεται. Πληγήσῃ δὲ ὅμως, τῇ ὁδῷ σαυτὸν Αἰγύπτου ζήλῳ τῆς εἰδωλολατρείας ἐπὶ Ἄχαζ τοῦ βασιλέως ἐκδούς. Εὐσεβούντων δὲ θᾶττον ὁ Ἀσσύριος φεύξεται ἐκ τόπου τόπον ἀσχημόνως ἀμείβων, διά τε χώρας ὑμετέρας καὶ πόλεων. Καὶ διαγράφει τὴν φυγὴν ὀφθαλμοῖς, Θεοῦ τὰ μέλλοντα παρόντα δεικνύς. Τὸ δὲ, Πληγὴν 2036 γὰρ ἐπάγει ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, Σύμμαχος οὔτως ἑρμήνευσεν· Ἐν ῥάβδῳ πλήξει, καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ, διὰ τὴν ὁδὸν Αἰγύπτου. Ἄλλοι δέ φασιν, ὡς Ὠσηὲ ὁ τοῦ Ἠλιᾶ, βασιλεὺς Ἰσραὴλ, Σαλμανασὰρ τῷ τῶν Ἀσσυρίων δουλωθεὶς βασιλεῖ, παραβὰς ἐπεκαλεῖτο πρὸς συμμαχίαν Σιγὼρ Βασιλέα Αἰγύπτου· ὁ δὲ Ἀσσύριος ἀγανακτήσας δεσμώτην αὐτὸν ἐποιήσατο, ὡς ἐν τετάρτῃ τῶν Βασιλειῶν φησιν. Ἠγανάκτησε γὰρ, φασὶν, ὁ Θεὸς, ὅτι μὴ ἐπ' αὐτῷ θαῤῥήσας, ἐπὶ τὸν Αἰγύπτιον ἤλπισεν. Ὥσπερ οὖν καὶ ὅτε Ἄχαζ τὸνἈσσύριον ἐπεκαλέσατο κατὰ τῆς Δαμασκοῦ. Ἀλλ' οὐδὲν ταῦτα πρὸς τοὺς ἐν Ἱερουσαλὴμ, πρὸς οὓς νῦν ὁ λόγος ἐστὶν, εἰ ὁ Ἰσραὴλ ἐπεκαλέσατο τὸν Αἰγύπτιον. Τῷ δὲ Ἀσσυρίῳ, φησὶν, ἐπεγερεῖ Κύριος μάστιγα κατὰ τὴν πληγὴν Μαδιάμ. Ἀντὶ δὲ τοῦ, ἐν τόπῳ θλίψεως, Σύμμαχος ἐξέδωκεν, Σοῦρ Χωρὴβ, ὡς μὴ δύνασθαι νοεῖν ἡμᾶς τὴν ἐπὶ τοῦ Γεδεὼν κατὰ τῶν Μαδιηνέων πληγὴν, ἀλλὰ τὴν ἐπὶ τοῦ Μωϋσέως. Ἡ μὲν γὰρ ἔρημος ἐκαλεῖτο Σοῦρ. Τὸ δὲ ὄρος ἐκαλεῖτο Χωρὴβ, ὡς ἐκ τῶν Ἀριθμῶν ἐγνώκαμεν, ὅτε καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν καὶ τοὺς βασιλεῖς Μαδιάμ· οἱ δὲ Ἀσσύριοι πληγέντες τῇ ἐμῇ μάστιγι, ἀποστρέψουσιν ἐν τῇ ὁδῷ τῇ κατὰ θάλασσαν. Τὴν γὰρ κατ' Αἴγυπτον ὁδὸν ὁ Ἀσσύριος φεύγων ἀπήγει, ἐπαναστάντων Αἰθιόπων αὐτῷ, κατὰ τὴν ἱστορίαν εἰποῦσαν·" Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ εὗρε τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λαβνᾶ, ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἐπὶ Λάχεις. Καὶ ἤκουσε Θαραχᾶ βασιλεὺς Αἰθιόπων λέγων, Ἰδοὺ ἐξῆλθον ζητεῖν μετὰ σοῦ." Τινὲς δέ φασιν ὡς ἀγανακτήσας τῶν Ἀσσυρίων ὁ βασιλεὺς κατὰ τοῦ βασιλέως Αἰγύπτου, ἐφ' οἷς ἐπηγγείλατο συμμαχεῖν τῷ Ὠσηὲ τῷ βασιλεῖ Ἰσραὴλ, κατ' Αἰγυπτίων ἐστράτευσε, σύμφωνα τοῖς φθάσασι λέγοντες. Ἀλλ' εἰρήκαμεν ὡς οὐδὲν ταῦτα πρὸς Ἱερουσαλήμ. Καὶ νῦν δὲ φυγὴν ὁ λόγος τῶν Ἀσσυρίων ἔσεσθαι προθεσπίζει, ἀλλ' οὐκ εὐημερίαν τοσαύτην, ὡς καὶ καθ' ἑτέρων στρατεύεσθαι. Ἀλλ' ἐκεῖνος μὲν, φησὶ, ταῦτα πείσεται. Ὑμεῖς δὲ τεύξεσθε παραμυθίας, μηκέτι ὑποκείμενοι τῷ ζυγῷ τῶν Ἀσσυρίων. Φησὶ γὰρ ἐν ταῖς Βασιλείαις, ὡς ὁ Ἀσσύριος Ἐζεκίᾳ φόρον ἐπέθηκε τριακόσια τάλαντα χρυσίου. Καὶ κινήσας, τούς τε ἱεροὺς θησαυροὺς καὶ τοὺς βασιλικοὺς παρέσχεν αὐτῷ. Ζυγὸν οὖν εἰκότως τοῦτον ἐκάλεσε. Διὸ προστάττονται παρακαλεῖν τὸν λαὸν, οἱ τοῦτο πρᾶξαι δυνάμενοι. Τί δὲ παρακαλεῖν; ὑπὲρ τοῦ μεῖναι, καὶ μὴ φόβῳ μελετῆσαι δρασμόν. Τινὲς δέ φασιν, Παρακαλεῖτε ταύτῃ τῇ τῆς εὐσεβείας ἐμμένειν ὁδῷ· ὡς δὲ περὶ τῶν ὅσον οὔπω γενησομένων 2037 θεσπίζων, τὸ σήμερον εἰκότως προσέθηκε, πρὸς ἀντιδιαστολὴν τῶν χρόνοις ὕστερον ἐσομένων περί τε τὸν Ἀσσύριον, καὶ τὸ κατάλειμμα τοῦ Ἰακώβ· ἃ δὴ πρὸ τῶν νυνὶ προκειμένων ἐλέγετο. Διό φησιν· Παρακαλεῖτε σήμερον μὴ φυγεῖν, τὴν νῦν δὴ καὶ σήμερον ἐπ' Ἐζεκίου τῶν Ἀσσυρίων μέλλουσαν ἔφοδον. Βουνοὺς δέ φησιν, τοὺς ἐπαναβεβηκότας ψυχῇ, καὶ φρονήματι, προφήτας καὶ ἱερέας. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν·" Παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεὸς, ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλεῖτε αὐτήν. Κατὰ τὴν βουλὴν δὲ αὐτῶν λέγει τῶν Ἀσσυρίων, τοῦτ' ἔστι, Πείσονται θᾶττον ἃ καθ' ὑμῶν ἐβουλεύσατο. λγλδʹ. 9Ἰδοὺ ὁ Δεσπότης Κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος· καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ· ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται9. Αὐτάρκως περὶ τῆς τῶν Ἀσσυρίων ἀλαζονείας εἰπὼν καὶ τῆς καθαιρέσεως, νῦν περὶ τῆς κατ' ἔθνος πολυαρχίας διεξέρχεται. Ἐθνάρχαι γὰρ ἦσαν εἰδωλολατρείᾳ τὸν Κτίστην ὑβρίζοντες, καὶ πρὸς οἶκον φρονήματος ἐπαιρόμενοι. Καὶ τὴν τούτων οὖν προθεσπίζει καθαίρεσιν. Τινὲς δέ φασιν ὡς περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας μέλλων εἰπεῖν, τοὺς πάλαι φρονοῦντας ἐπὶ τῇ τοῦ νόμου σκιᾷ, καθελεῖν ἐπαγγέλλεται. Ἰσχυροὶ γὰρ ὄντως τῇ ὕβρει γεγόνασιν, οὐ προφήτας μόνον ἀπεκτονότες, καὶ τοῖς τὰ βέλτιστα συμβουλεύουσι μαθηταῖς λέγοντες ἀναιδῶς, Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, ἀλλὰ καὶ αὐτῷ τὴν γλῶτταν ἐπιθήγοντες τῷ Χριστῷ, οἷς ὀξυτάτην τὸν Θεὸν ἐποίσειν ὀργὴν τῆς ἱερωσύνης τούτους ἐκτέμνουσαν ἢν ἐκάλεσε μάχαιραν. Εἴποι δ' ἂν καὶ τῶν πολεμίων τὴν ἐπ' αὐτοὺς χωρήσασαν μάχαιραν. Ἀλλὰ καὶ ὁ Λίβανος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται, οὕτω τὸν νεὼν μετὰ τῶν ἐπηρμένων ἱερέων δηλῶν. Λίβανον δὲ καὶ τὴν Ἱερουσαλὴμ οἱ δὲ καλεῖν ἡ Γραφή. Πρὸς ἣν ὁ Ζαχαρίας φησί·" Διάνοιξον, ὁ Λίβανος. τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω, πίτυς, ὅτι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμός σου ὁ σύμφυτος." Κατὰ δὲ τὴν προτέραν ἐξήγησιν, τὴν τῶν κατ' ἔθνος βασιλέων, καὶ αὐτοῦ τοῦ κατὰ τὸν νόμον ζῶντος λαοῦ παριστῶν τὴν καθαίρεσιν, τὸν χρόνον καθ' ὃν ἔσται ταῦτα συνάπτει, τὴν εἰς ἀνθρώπους λέγων πάροδον τοῦ Χριστοῦ. Ἔδει γὰρ αὐτοῦ τὰ περὶ τῆς ἐκ Παρθένου γενέσεως ἤδη διδάξαντα, καὶ τὸν τρόπον τῆς γενέσεως, τάς τε ἐπωνύμους προσηγορίας τῶν ἐπινοουμένων ἐν αὐτῷ δυνάμεων, ἀκολούθως συνειπεῖν, ἐξ ὁποίου γένους, ὁποίας ἔσται φυλῆς, οἷά τε κατορθώσειν αὐτοῦ ἡ εἰς ἀνθρώπους ἤμελλε κάθοδος, ἐν οἷς ἐστι καὶ ἡ τῶν κατὰ τόπον ἀρχόντων καθαί 2040 ρεσις αἰσθητῶν τε καὶ ἀοράτων, οἳ τὴν πλάνην αὐτοῖς τῆς εἰδωλολατρείας εἰργάζοντο. Τοὺς δὲ ὑψηλοὺς πολλάκις ὠνόμασεν, ὧν τὸ σύστημα τῷ Λιβάνῳ καὶ ταῖς ἐν αὐτῷ κέδροις, διὰ τὸ ὕψος ἀφομοιοῖ, συμφώνως τὸ," Εἶδον τὸν ἀσεβῆ ἐπαιρόμενον ὑπὲρ τὰς κέδρους τοῦ Λιβάνου." Καὶ πάλιν," Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον," καὶ τὴν Ἱερουσαλὴμ δὲ μετὰ τῶν ἱερέων καὶ τῶν ἐν αὐτῇ νομοδιδασκάλων σημαίνων φησίν· Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. ΚΕΦΑΛ. ΙΑʹ. αιʹ. 9Καὶ ἐξελεύσεται ῥάβδος ἐκτῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ. πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύοσ9, κ. τ. λ. Πῶς δὲ τοῦτο ἔσται, παρίστησιν, ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον εἰπὼν ἐξελεύσεσθαι, ἣ πάντας συντρίψει τοὺς ὑψηλούς. Ἀντὶ δὲ τοῦ ἐκ ῥίζης, ἀπὸ κορμοῦ συμφώνως ἑρμήνευσαν οἱ λοιποί. Καὶ γὰρ ἦν ἡ φυλὴ, καὶ πάτρια, ἐξ ἧς ἦν ὁ Χριστὸς, ὥσπερ τις κορμὸς, οὐκέτι κλάδους ἔχων, τῶν ἐκ διαδοχῆς τοῦ Δαβὶδ βασιλέων ἐκλελοιπότων μετὰ τὴν ἅλωσιν τὴν ὑπὸ τῶν Ἀσσυρίων. Τὴν δὲ ῥάβδον, ῥαβδίον Ἀκύλας ἐξέδωκε, τοῦ Χριστοῦ δηλῶν τὸ κατὰ σάρκα μέτριόν τε καὶ ταπεινόν. Εἴρητο δὲ πρὸς Δαβίδ·" Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου." Οἷς δὴ σύμφωνα καὶ οἱ προφῆταί φασιν, ὡς ἂν πανταχόθεν μαρτυρούμενον πιστεύηται γεγονός· πρὸς ἃ δὴ βλέπων καὶ ὁ Παῦλός φησιν," Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα." Δηλοῖ δὲ ἡ ῥάβδος, ἢ τὸ βασιλικὸν ἀξίωμα τοῦ προφητευομένου (σύνθημα γὰρ βασιλείας ἡ ῥάβδος), ἢ τὴν παντοκρατορικὴν αὐτοῦ δύναμιν, δι' ἧς ἀνέχει τὸ πᾶν. Ἢ δι' ἧς ἀνέχει τὴν τῶν ἀνθρώπων ἀσθένειαν· κατὰ τὸ," Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν." Ὑποστηρίζει γὰρ δικαίους ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Ὠνόμασται δὲ διὰ φωνῆς προφητῶν ῥάβδος εὐκλεὴς, ῥάβδος μεγαλοσύνης. Ῥάβδος δὲ καὶ ἑτέρως, ἐπείπερ ἐστὶ ποιμὴν ἀγαθός· πρὸς ὅν φησί τις προφήτης·" Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου." Καὶ, ὡς κριτὴς δὲ λέγοιτο ῥάβδος, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πρὸς ὃν εἴρηται περὶ τῶν ἐξ Ἰσραὴλ ἀπειθῶν," Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ." Οὗπερ εἰς τύπον ἐλήφθη καὶ ἡ ῥάβδος Ἀαρὼν, ἡ βλαστήσασα κάρυα· σύμβολον δέ φασιν τοῦτο τῆς πρὸς ὀλίγον τοῦ Σωτῆρος ἐν τῷ θανάτῳ κοιμήσεως. Ἀϋπνίας γὰρ εἶναι τὸ δένδρον 2041 ποιητικὸν, δι' ἧς ῥάβδου θείας ὄντως καὶ νοητῆς, Μωϋσῆς θαυματουργῶν εἰς ἐλευθερίαν ἐξῆγε τὸν Ἰσραήλ· διὸ καὶ Θεοῦ ῥάβδον ταύτην ὠνόμαζε. Γέγονε γὰρ αὐτῷ ῥάβδος δυνάμεως κατὰ τὸ γεγραμμένον. Λέγεται δὲ καὶ ἄνθος. Ἐν αὐτῷ γὰρ, ἡμῶν ἡ φύσις πρὸς ἀφθαρσίαν ἀνέθαλεν, καὶ εἰς καινότητα ζωῆς. Ἄνθος δὲ καὶ διὰ τὴν νοητὴν εὐοσμίαν." Ἐγὼ γὰρ, φησὶν, ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων." Λέγει δὲ καὶ ὁ θεῖος Ἀπόστολος," Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμᾶς, ἐν παντὶ τόπῳ, [ὅτι] Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ." Δηλοῖ δὲ τὸ ἄνθος καὶ τὴν πᾶσιν αὐτοῦ κεχαρισμένην ἐπιδημίαν, ὅτι ἐν βραχεῖ τὴν χάριν παρασχόμενος τῆς ἐνανθρωπήσεως, ταχεῖαν καὶ οἱονεὶ παροδικὴν ποιεῖται τὴν ἐπιδημίαν. Ἐπαναπαύσεσθαι δέ φησι πνεῦμα Θεοῦ πολλὰς ἔχον τὰς ἐνεργείας· οὐχ ὅτι ἦν πνευματοφόρος ψιλὸς γενόμενος ἄνθρωπος, ἀλλ' ὅτι Θεὸς ἐνανθρωπήσας οἰκειοῦται τὰ τῆς ἀνθρωπότητος ἴδια. Ἄνθρωπος γὰρ οὐκ οἴκοθεν ἔχει τὰ χαρίσματα τὰ τοῦ πνεύματος, ἀλλ' αὐτὸ τοῦτο χάρισμά τε καὶ δῶρον Θεοῦ." Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες;" Ταῦτα τοίνυν οὐχ ἑαυτῷ, Θεὸς ὢν, ἐδέξατο· ἀλλ' ἡμῖν τοῖς ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ. Χορηγὸς γὰρ αὐτὸς τοῦ πνεύματος, καὶ οὐκ ἐκ μέτρου διδοὺς, ἀλλ' ὡς ἐξ ἰδίου πληρώματος. Οὐκ οὖν τὸ λαβεῖν ἐπ' αὐτοῦ, τῷ τῆς κενώσεως λογίζεται μέτρῳ· ἀναπαύσεται δὲ, φησὶν, ἐπ' αὐτὸν, ἐπὶ τοῦ Ἀδὰμ μὴ ἀναπαυσάμενον πρὸς ἁμαρτίαν ἐκκλίναντα, καθὰ καὶ οἱ μετ' αὐτόν. Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ὁ δὲ Μονογενὴς καίτοι γεγονὼς καθ' ἡμᾶς ἀνάλωτος ἦν ἁμαρτίαις. Ἐπανεπαύσατο οὖν τῇ τοῦ ἀνθρώπου φύσει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς, ἐν αὐτῷ πρώτῳ, καὶ ὡς ἐν ἀπαρχῇ τοῦ γένους δευτέρᾳ, ὡς ἂν καὶ ἐν ἡμῖν ἐπαναπαύηται τοῖς πιστεύουσι. Κληρονομοῦμεν γὰρ τῶν τοῦ Χριστοῦ χαρισμάτων, ὡς καὶ τῶν τοῦ πρωτοπλάστου κακῶν. Ὅτι δὲ μὴ μερικὴν εἶχε τὴν τοῦ πνεύματος μέθεξιν, ἀλλ' ἦν τὸ πλήρωμα τῆς θεότητος, τὸ ὡς ἐν ἰδίῳ ναῷ καταλύον σαρκὶ τῇ ψυχῇ νοερᾷ ἐψυχωμένῃ, δηλοῖ λέγων· Καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ, καὶ τὰ ἑξῆς. Οὐ καθ' ἓν δὲ χάρισμα πνεῦμα διάφορον, ἑνὶ δὲ, καὶ τῷ αὐτῷ, διάφοροι πρόσεισιν ἐνέργειαι, κατὰ Παῦλον λέγοντα·" Πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ," καθὼς βούλεται, ὡς καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐνεργεῖ πολυτρόπως. Ζωὴ γάρ ἐστι, φῶς τε, καὶ δύναμις. Εἰπὼν δὲ ὅτι τεχθήσεται κατὰ καιροὺς ὁ Ἐμμανουὴλ, τὰ δι' ὧν ἔσται γνώριμος, προσεπάγει χρησίμως, ἀπό τε τῆς ἐν αὐτῷ θεοπρεποῦς ἀρετῆς, καὶ τῆς τῶν ἔργων λαμπρότητος λέγων· Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἃ δὴ σαφῶς ἐξέδωκε Σύμμαχος εἰπών· Οὐ τῇ ὁράσει τῶν ὀφθαλμῶν αὐτοῦ κρινεῖ, οὐδὲ τῇ ἀκοῇ τῶν ὠτῶν αὐτοῦ ἐλέγξει· ἐν εὐθύτητι πτωχοὺς 2044 γῆς. Μαρτυρεῖ δὲ τούτοις τὰ Εὐαγγέλια. Σὺν παῤῥησίᾳ γὰρ ἤλεγχε πολλῇ νῦν μὲν τοὺς ἱερέας, λέγων· Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Νῦν δὲ τοῦς Γραμματεῖς καὶ Φαρισαίους, οὐαὶ τούτοις πολλάκις εἰπών. Ἀλλ' οὐδὲ κατὰ τὴν λαλιὰν ἤλεγχεν, εἰς δὲ τὰς καρδίας ὁρῶν ἔφασκε·" Τί με πειράζετε, ὑποκριταί;" τοῖς Ἡρωδιανοῖς λέγων (πράκτορες δὲ οὗτοι τελωνῶν), ἐρωτῶσιν εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι·" Ἐπιδείξατε γάρ μοι, φησὶ, τὸ νόμισμα τοῦ κήνσου," καὶ τὰ ἑξῆς. Καίτοι λόγοις ἐχρῶντο καλοῖς," Διδάσκαλε, λέγοντες, οἴδαμεν ὅτι τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις ἐν ἀληθείᾳ·" καὶ ὅμως αὐτοὺς κακουργοῦντας ἐξήλεγξε. Καὶ ταπεινῷ δὲ κρίσιν ἔκρινεν, ἠλέγχετε τοὺς ταπεινοὺς τῆς γῆς, ἢ κατὰ Σύμμαχον, τοὺς πτωχοὺς ἐν εὐθύτητι· περὶ ὧν ἔλεγεν," Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι," οἵους εἶναι συνέβαινε τοὺς αὐτοῦ μαθητὰς, οὓς ἤλεγχε, ποτὲ μὲν λέγων·" Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε." Καὶ πάλιν," Οὔπω νοεῖτε οὐδὲ συνίετε;" ποτὲ δὲ τῷ Πέτρῳ," Ὀλιγόπιστε, εἰς τί ἐδίστασας." Καὶ πλεῖστα τοιαῦτα λέγων διήλεγχε. Πρὸς οἷς φησι· Καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Ὅμοιον τῷ," Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν." Μάχαιρα δὲ ὁ λόγος τοῦ στόματος αὐτοῦ, δι' οὗ τὰ γεώδη φρονήματα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀνῄρει. Τινὲς δέ φασιν, ὡς τὸ θεῖον τοῦ Σωτῆρος διὰ τούτων παρίσταται. Γῆν γὰρ λέγει μάλιστα μὲν, ἢν ἂν καταρᾶσαι. Τὸ ἀληθὲς δ' ἂν εἴη καὶ ἐπὶ πάσης τὸ εἰρημένον. Κατηράσατο γὰρ σύμπασαν τὴν ἀνθρώπου φύσιν εἰπών·" Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Καὶ κόσμον ἀσεβῶν ὕδατι καταπνίξας· ἔτι δὲ καὶ τὴν Ἰουδαίαν ἐπὶ τῇ κατ' αὐτοῦ παροινίᾳ λέγων," Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Ἐγκαταλειφθεῖσα δὲ παρ' αὐτοῦ πολέμῳ καὶ πυρὶ δεδαπάνηται. Τὴν δὲ θείαν αὐτοῦ φύσιν πρὸς τοῦτο παρίστησι τὸ, Ἐν πνεύματι τὰ χειλέων ἀνελεῖν ἀσεβῆ. Ἐπετίμα γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι. Καὶ ὅσον μὲν ἧκεν εἰς τὸ ἀνθρώπινον, ἡ διὰ στόματος καὶ χειλέων ἀπεκτυπεῖτο φωνή. Τῇ δὲ ἀῤῥήτῳ δυνάμει τοῦ Πνεύματος τὸ τῶν δαιμονίων συνεθραύετο γένος, ὡς βοῶντας λέγειν·" Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Οἴδαμέν σε, τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ." Ἀλλὰ καὶ ἔσται, φησὶν, δικαιοσύνη ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ. Καὶ ἀλήθεια εἰλημμένος τὰς πλευράς. Κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ἔσται δικαιοσύνη περίζωμα 2045 τῆς ὀσφύος αὐτοῦ. Καὶ ἡ πίστις περίζωμα τῶν λαγόνων αὐτοῦ. Ἀξίωμα γὰρ αὐτῷ τῶν ἐν κόσμῳ τὸ σύμπαν οὐδέν. Ἀντὶ βασιλικῆς δὲ ζώνης χρυσῆς τε καὶ διαλίθου, τὴν δικαιοσύνην φησὶν ἐξῶσθαι καὶ τὴν ἀλήθειαν. Δηλοῖ δὲ καὶ ταῦτα τὴν τοῦ λόγου θεότητα, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, κατὰ τὸν θεῖον Ἀπόστολον. Καὶ ὁ Σωτὴρ δέ φησιν·" Ἐγώ εἰμι τὸ φῶς" ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἃ δὴ τὸν ἐκ ῥίζης Ἰεσσαὶ ζώνης περιέσφιγγον τρόπον, βασιλικῷ τε καὶ στρατικῷ σχήματι τὸ κατὰ τῶν ἀφανῶν καὶ ἀοράτων πολεμίων παράστημα τοῦ λόγου σημαίνοντος. Εἰκὸς δὲ καὶ τὸ εὐαγγελικὸν διὰ τούτου σημαίνεσθαι κήρυγμα, κατὰ τὸ," Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια." Ἦν μὲν γὰρ καὶ ὁ νόμος δικαιοσύνης διδάσκαλος, ἀλλ' οὐκ ἔμεινεν εἰς τὸν αἰῶνα τῆς τελειοτέρας ἀντεισηγμένης. Ἦν δὲ καὶ τύπος ἀληθείας· ὁ δὲ Χριστὸς ἔλεγεν, Ἐγώ εἰμι ἡ ἀλήθεια. Διὰ τοσούτων ὥσπερ εἰκονογραφήσας τὸν προφητευόμενον, ἑξῆς αὐτοῦ διαγράφει τὰ κατορθώματα, δηλῶν ὡς τὰ ἤθη τὰ ἁρπακτικά τε καὶ θηριώδη τὸν τοιοῦτον ἀποθέμενα τρόπον, τοῖς ἐναντίοις ἀνακραθήσεται. Ὁμοῦ τε τοῖς ἐν Ἐκκλησίᾳ νεογνοῖς ὥσπερ ταῦρος καὶ μόσχος βοσκηθήσονται, τῆς αὐτῆς ἐκ τῶν θείων Λόγων μεταληψόμενοι τροφῆς. Καὶ βασιλικοὺς δὲ ἄνδρας καὶ ἐν ἀρχαῖς ὁρῶν πένησι καὶ τοῖς τυχοῦσιν ἐν Ἐκκλησίᾳ συναναστρεφομένους, εἴποις ἂν τὸ παρὸν πληροῦσθαι ῥητόν. Οὐκ ἂν δὲ ἁμάρτοις διὰ μὲν τῶν θηρίων τοὺς ἐθνικοὺς λέγων σημαίνεσθαι, ἄλλου κατ' ἄλλο τῆς ἀλογίας εἴδους χαρακτηριζομένους. Διὰ δὲ τῶν ἡμέρων ζώων καὶ καθαρῶν τοὺς Ἰσραηλίτας, οἳ τῇ τοῦ νόμου διδασκαλίᾳ γεγόνασιν ἡμερώτεροι, σημαίνοντος τοῦ λόγου μίαν ἐξ ἀμφοῖν συστήσεσθαι ποίμνην ἀγρίων τε καὶ ἡμέρων, ἱερῶν τε καὶ ἀνιέρων ὑπὸ τῷ πάντων ἀρχιποίμενι τῷ νέμειν εἰδότι, καθά φησιν ὁ προφήτης, ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι. Καλεῖ δὲ μοσχάριον, τὸν νέον τῶν πιστευσάντων λαὸν τὸν ἐν Χριστῷ νηπιάζοντα. Ταῦρον δὲ τάχα τὸν Ἰσραὴλ, ὡς ἡλικίᾳ προήκοντα· ἤγουν τὸ μὲν τοὺς εἰσαγομένους τῇ πίστει, τὸ δὲ τοὺς ὑπερκειμένους ἀρετῇ τε καὶ γνώσει. Κατὰ τὸ," Εὐλόγησεν, Κύριος, τοὺς μικροὺς μετὰ τῶν μεγάλων." Φησὶ δὲ καὶ Δαβίδ·" Πρεσβύται μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Τὰς ἐν Χριστῷ γὰρ ἡλικίας καὶ Ἰωάννης ἐμφαίνων γράφει παιδίοις καὶ πατράσι καὶ νεανίσκοις· Καὶ παιδίον, φησὶ, νήπιον ἄξει. Τὸ ἄξει, ἀντὶ τοῦ συνάξει λέλεκται. Καὶ τοῦτο δὲ μετὰ τῶν ἄλλων ἐν ἐκκλησίαις ἔστιν ἰδεῖν, τοὺς 2048 πλείστους τῶν προεστώτων δι' ἀπλότητα ψυχῆς καὶ ἀκακίαν οὐδὲν νηπίων διαφέροντας. Ὅμως δ' οὖν ἡγουμένους τῶν ἀπὸ παντὸς γένους κατὰ τὸ αὐτὸ συναγομένων. Καὶ βοῦς δὲ φησὶ, καὶ ἄρκτος ὁμοῦ βοσκηθήσονται, καὶ ἅμα ἔσται τὰ παιδία αὐτῶν. Γεωργικῶν γὰρ ἀνδρῶν καὶ ἀγρίων, πενήτων τε καὶ πλουσίων, πονηρῶν τε καὶ ἀγαθῶν ὅπου παῖδες ἐν Ἐκκλησίᾳ συνέρχονται. Ἴσως δὲ παῖδάς φησιν, τὴν τῶν εἰρημένων ὁμοψυχίαν τε καὶ ὁμοπιστίαν. Σαρκοβόρος δὲ τὴν φύσιν λέων ἀχύροις τρεφόμενος ποηφάγου ζώου δίκην, ἄνθρωπος ἂν εἴη πάλιν θηριώδης καὶ ἀπηνὴς, ψιλῇ τῇ λέξει τῆς θείας χαίρων Γραφῆς, ἣν ἄχυρον ὁ λόγος καλεῖ. Πυρὸς γὰρ εἰκότως ὁ ἐν ἀποκρύφῳ νοῦς καὶ ὁ ψυχῶν τρόφιμος λόγος. Ἔτι πρὸς τούτοις, παιδίον νήπιον, ὁποῖον ἦν τὸ μικρῷ πρόσθεν εἰρημένον, ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων ἐπιβαλεῖν τὴν χεῖρα, φησὶν, ἀβλαβῶς. Δηλοῖ δὲ ταῦτα τῶν ὑπὸ δαιμόνων ἐνοχλουμένων τὰ σώματα, οἷς ἐμφωλεύοντα καὶ ἑρπυστικὰ ὄντα πνεύματα, καὶ ἰοβόλα, τρώγλαις ὥσπερ ἐγκοιτάζεται τοῖς αἰσθητηρίοις τοῦ σώματος. Ταῦτα δὲ τὸ Χριστοῦ παιδίον ἀνήρ τις ἁπλοῦς καὶ τῇ κακίᾳ νηπιάζων, τῇ τοῦ Σωτῆρος ἀπελαύνων δυνάμει, τὴν ἰδίαν ἐπιτίθησι χήρα μηδὲν κακοποιεῖν δυναμένοις, διὰ τὸν ἐκ ῥίζης Ἰεσσαὶ προελθόντα, τοῖς αὐτοῦ παιδίοις ἐξουσίαν παρέχοντα πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Νοήσεις δὲ τρώγλας καὶ κοίτας ἀσπίδων, καὶ τὰς τῶν αἱρετικῶν καταδύσεις, αἷς οἱ ἐν Χριστῷ νηπιάζοντες ἀβλαβῶς ἐπιβάλλουσι χεῖρα, Χριστοῦ τὰ κείνων δήγματα καὶ τὸν ἰὸν ἀποφαίνοντος ἄπρακτον. Ἅγιον δὲ ὄρος, τὴν Ἐκκλησίαν φησὶν ἐπηρμένην βίῳ καὶ δόγμασιν, ἔχουσάν τε τοῦ λόγου τοῦ ἐπουρανίου τὸ κήρυγμα. Ὡς ἂν δὲ μὴ τὸ κατὰ τὴν Ἰουδαίαν ὄρος νοήσωμεν, ἐπήνεγκεν, ὅτι Ἐπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασσαν· οὕτω τὴν καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίαν δηλῶν τὴν εὐσεβῆ γνῶσιν, πᾶν τὸ ἁλμυρὸν τῆς τοῦ βίου κακίας ὥσπερ πολλῷ τῷ ῥεύματι κατακλύζουσαν. Κατὰ καιρὸν δὲ, φησὶ, τὸν προφητευόμενον, ὁ ἐκ ῥίζης Ἰεσσαὶ ἀναστησόμενος, τοῦτ' ἔστι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἄρξει τῶν ἐθνῶν. Οὐ γὰρ Ἰουδαίων ἔσται βασιλεὺς, οὐδ' ὥσπερ ὁ Δαβὶδ, οἵ τε τούτου διάδοχοι, βραχείας τινὸς γωνίας· πάσης δὲ κρατήσει τῆς γῆς, καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν συμφώνως τῷ παρὰ Μωϋσεῖ. Οὐ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. Ἀλλ' ἐκεῖ μὲν, τὴν φυλὴν εἶπεν· ἐνταῦθα δὲ, τὴν πατριὰν ἐκ ῥίζης λέγων Ἰεσσαὶ τοῦ Πατρὸς τοῦ Δαβίδ· διῄρηντο γὰρ εἰς πατριὰς αἱ φυλαί. Τὰ τροπικῶς δὲ προειρημένα θηρία, νῦν σαφῶς ἔθνη καλεῖ. 2049 Ἀντὶ δὲ τοῦ, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ὁ μὲν Ἀκύλας ἐξέδωκεν, ὃς ἀνίσταται εἰς σύσσημον λαῶν· ὁ δὲ Σύμμαχος, ὃς ἀνίσταται σύσσημον τῶν ἐθνῶν. Διὸ τὴν σφραγίδα τοῦ πάθους αὐτοῦ καὶ τὸ σωτήριον· σημεῖον περιφέρει τὰ εἰς αὐτὸν ἔθνη πεπιστευκότα. Καὶ ἔσται, φησὶν, ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Κατὰ δὲ Ἀκύλαν καὶ Σύμμαχον, δόξα. Λίαν ἀκολούθως τῇ τῆς οἰκονομίας ἀρχῇ τε καὶ μέσοις, καὶ τὸ τέλος ὁποῖον ἔσται, δηλῶν· θάνατον μὲν οὐ λέγων αὐτοῦ, ἀνάπαυσιν δὲ καὶ τιμὴν, πρὸς βραχὺ τοῦ σώματος ἠρεμήσαντος, ὃ δὴ τέλος τῆς εἰς ἀνθρώπους οἰκονομίας. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα·" Πάτερ, δόξασον με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί." Δεδόξασται γὰρ τὸν ὑπὲρ ἡμῶν ὑπομείνας σταυρὸν, πρὸς ὃν χωρῶν, τὸ, Δόξασόν με, πρὸς τὸν Πατέρα φησί. Καὶ πάλιν." Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου," καὶ τὰ ἑξῆς. Τῇ μὲν γὰρ ἀπονοίας τῶν τολμησάντων, μῶμος ἦν, τῇ δὲ ἀναστάσει, πρὸς δόξαν κατήντησεν. Οὐ γὰρ ἦν, ὥσπερ ἐδόκουν, τὸ πάθος ἀκούσιον. Καὶ ἄλλως· Ἀνάπαυσις αὐτὴ Χριστοῦ, ἡ τιμὴ τῶν τιμώντων αὐτόν. Δι' ὧν ὁμολογοῦσι Λόγον Θεοῦ καὶ σοφίαν καὶ δύναμιν τὴν πρὸς τὸν Πατέρα σημαίνοντες ὁμοφυΐαν τε καὶ ὁμοτιμίαν καὶ ὕπαρξιν τὴν ἀΐδιον. Λέγοις δ' ἂν ἀνάπαυσιν, καὶ ἣν, ἀναπαύει τοὺς ἀγαπῶντας αὐτόν. Κατὰ τὸ ἄλλῃ, Τοὺς ἐμὲ ἀγαπῶντας δοξάζω. Ἔστι γὰρ ἡ ἀνάπαυσις, ἣν ἀναπαύει Κύριος, τιμή· ἥτις κατὰ τὴν δικαιοκρισίαν τοῦ Θεοῦ πρὸς τὴν τῶν πεπραγμένων ἀξίαν διανεμηθήσεται. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατέρι. Καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ. Κἀνταῦθα δὲ οἷς ἐνοικεῖ, τιμίους πάντας ποιεῖ. Ἐὰν γάρ τις ἀκούσῃ, φησὶ, τῶν λόγων μου, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν. Ἀναστήσεται τοίνυν οὐ πρὸς τὸ κατάρξαι μόνον ἐθνῶν. Ἀλλὰ γὰρ καὶ εἰς τιμὴν καὶ δόξαν, αὐτοῖς χαριεῖται τὴν ἐν αὐτοῖς ἀνάπαυσιν. ιαιδʹ. 9Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει ὁ Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλῶνος, καὶ ἀπὸ Αἰθιοπίας, καὶ ἀπὸ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίασ9, κ. τ. λ. Μνήμην τῆς τῶν ἐθνῶν ποιησάμενος πίστεως εἰς τὸν ἐκ ῥίζης Ἰεσσαὶ, καὶ τοῦ τῶν Ἰουδαίων μέμνηται μέρους. Ὡς ἂν μὴ δόξῃ τούτοις τὴν παρουσίαν 2052 ἔχειν ἀνόνητον, ἣν δηλοῖ διὰ τοῦ· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ. Ἀνθ' οὗ φησὶν Ἀκύλας· Προσθήσει Κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ τοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ. Σύμμαχος δὲ, ἐκ δευτέρου, φησίν. Ὡς γὰρ ἐν Αἰγύπτῳ ταλαιπωρουμένους αὐτοὺς ἠλευθέρωσεν τὴν παραδοξοποιὸν αὐτοῦ χεῖρα τοῖς Αἰγυπτίοις ἐπαγαγὼν, οὕτω πάλιν διὰ παραδόξων αὐτὴν ἔργων κινήσειεν ὑπὲρ τοῦ κτήσασθαι, καὶ ζηλωτὸν ποιῆσαι τὸ καταλειφθὲν τοῦ λαοῦ, περὶ οὗ τὸ, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα προέλεγεν, τὸ τῶν ἀποστόλων καὶ πεπιστευκότων σημαίνων μέρος ἐξ Ἰσραήλ. Ὃ δὴ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν, ἐκ πάσης τῆς ἐν ἔθνεσιν Ἰουδαίων διασπορᾶς τοῖς διαφόρως αὐτοὺς πολεμήσασιν. Οἱ πανταχοῦ γὰρ πιστεύσαντες, λεῖμμα κατ' ἐκλογὴν λέγονται χάριτος. Οὓς καὶ δοξάσειν φησὶν εἰκότως. Αἱ πανταχοῦ γὰρ Ἐκκλησίαν διὰ τούτων συνέστησαν. Καὶ τὸ θεῖον Εὐαγγέλιον ἐκηρύχθη τοῖς ἔθνεσιν, συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ Θεοῦ σημείοις καὶ τέρασιν, δοξάζοντός τε παρὰ πᾶσι τοῖς πιστεύσασιν. Τινὲς δὲ λεῖμμά φασι, τὸ ἀπὸ τῶν πολεμίων περισωθὲν, οἷς οὐκ αὐτάρκη τὰ ἐν Αἰγύπτῳ, καὶ ἐρήμῳ, καὶ διὰ τοῦ Υἱοῦ, καὶ τῶν Κριτῶν πρὸς θεογνωσίαν ὑπῆρξε σημεῖα. Διὸ προσθήσει κατὰ τὴν ἐπιδημίαν τὴν χεῖρα, ὡς ἂν εἰς ζῆλον ἀγάγοι τὸ ὑπόλοιπον τοῦ λαοῦ, πρὸς τὸ μὴ παραχωρῆσαι τούτου τοῖς ἔθνεσιν. Ὁμοίως δὲ καθηγητὴν ἐπιγράφεσθαι τὸν Χριστὸν, ὃς δή φησι διὰ φωνῆς τοῦ Δαβίδ· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ἐπ' αὐτοὺς, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ἥκειν γὰρ ἔλεγεν εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ τοῖς ἰδίοις παρήγγελλε μαθηταῖς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι. Τοῦ δὲ Ἰσραὴλ, πλὴν ὀλίγων, μὴ δεξαμένου, εἰς τὰ ἔθνη μετελθούσης τῆς χάριτος, γεγόνασιν οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Διὸ καὶ νῦν ὁ προφήτης τῶν ἐξ ἐθνῶν πρώτων μνησθεὶς, ἐπέθηκεν αὐτοῖς τοὺς ἐξ Ἰσραὴλ, ὡς εἰς νῶτον τεθειμένου ἐν τοῖς περιλοίποις, κατὰ τὸν θεῖον Δαβίδ. Τοῦτο δὲ, φησὶ, τὸ κατάλειμμα ἀρεῖ σημεῖον ἐν τοῖς ἔθνεσιν, καὶ πρὸ πάντων συνάξει τοὺς ἀπολομένους Ἰσραήλ· αὐτοῖς γὰρ πρώτοις ἐκήρυξαν. Ἃ πρόβατα συμφώνως ἀπολωλότα φησὶν ὁ Σωτήρ. Τίς δὲ συνάξει, ἢ ὁ τῶν ἀποστόλων χορὸς, Ἢ ὁ ἐκ ῥίζης ἀνιστάμενος Ἰεσσαί; Πρὸς γὰρ μίαν Ἐκκλησίαν τοὺς πρὶν ἀλλήλοις ἀντικαθεστῶτας συνήγαγεν. Διμερεῖς γὰρ ἦσαν ἐν Ἱερουσαλήμ τε καὶ Σαμαρείᾳ· τὸ δὲ σημεῖον ὅπερ ἦρεν, ἐστὶν περὶ οὗ φησιν ὁ Σωτήρ." Καὶ ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου," λέγων δηλαδὴ τὸν σταυρὸν, δι' οὗ τοῖς ἁγίοις ὁ κόσμος ἐσταύρωται, καὶ οὗτοι τῷ κόσμῳ. Οὗ δὴ νῦν τὴν δύναμιν ἡ προφητεία σημαίνουσα, καὶ τίνος χάριν ἡ σωτηρία διὰ σταυροῦ τοὺς πιστοὺς ἐκ τῶν τεσσάρων, φησὶ, περάτων τῆς οἰκουμένης συνάγεσθαι, τῶν ἄκρων τοῦ 2053 παντὸς εἰς τὸ μέσον συναπτομένων, καὶ τῆς ἐν τῷ μέσῳ δυνάμεως πρὸς τὰ τέσσαρα μέρη περατουμένης Τετραχῆ γὰρ τοῦ σταυροῦ τὰ μέρη διῄρηται, δι' οὗ συνάγονται δύναμιν ἔχοντος καθαιρετικὴν ἀρχῶν καὶ ἐξουσιῶν, ἃς ἐν τῷ ξύλῳ ἀπεκδυσάμενος ἐθριάμβευσεν· ὃ δὴ νοήσας ὁ ἐκ τῶν ἀπολωλότων Ἰσραὴλ Παῦλός φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ· ἐκ δὲ τῆς ἱστορίας, πράγματος νοητοῦ τῷ προφήτῃ γέγονεν ἀφορμή. Ὡς γὰρ ἁλόντες αἰχμάλωτοι Ἰούδας καὶ Ἐφραῒμ, εἶτα τυχόντες ἀφέσεως, οὐκέτι διῃρημένως κατῴκησαν, ἀλλὰ πάντες ἐν Ἱερουσαλὴμ μηκέτι μεμερισμένην ἔχοντες τὴν ἀρχὴν, ἀλλ' εἰς ἕνα πάντες Ζοροβαβὲλ τὸν τοῦ Σαλαθιὴλ ἐκ σπέρματος ὄντα Δαβὶδ καὶ φυλῆς Ἰούδα, καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ καὶ ἀρχιερέα τυγχάνοντα. Οὕτω νῦν ἐγηγερμένου τοῦ τιμίου σταυροῦ, γέγονεν ἄφεσις τῶν ἐν αἰχμαλωσίᾳ τῇ νοητῇ, συνδρομή τε πάντων εἰς ἑνότητα πίστεως, καὶ τῶν ἀκαθάρτων πνευμάτων ἀπηλλαγμένοι, εἰς τὴν Ἐκκλησίαν Χριστοῦ, τὴν νοητὴν συνῆλθον, Σιὼν, ἤγουν Ἱερουσαλὴμ, ὑφ' ἕνα τελοῦντες βασιλέα Χριστὸν, οὗ τύπος ὁ Ζοροβαβὲλ ἐκ τῆς αἰχμαλωσίας ἀνακομίζων τὸν Ἰσραὴλ, καὶ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας. Ἐν ταυτῷ γὰρ ἄμφω νοεῖται Χριστὸς βασιλεύς τε καὶ ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν, κατὰ τὴν Παύλου φωνήν. Ὃς ὑπὲρ παντὸς τοῦ ἔθνους τὸν σταυρὸν κατεδέξατο, συνάγων ἄμφω τὸν Ἰούδαν καὶ τὸν Ἐφραΐμ. Κατὰ Καΐαφαν, τὸν διὰ τὸ σχῆμα τὸ ἱερατικὸν προφητεύσαντα. Καὶ οὐ μόνον ὑπὲρ αὐτοῦ, καθά φησιν Ἰωάννης, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Ἰησοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Πάντων γὰρ γέγονεν εἰρήνη, λύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ. Τὸ δὲ, Πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, καὶ θάλασσαν ἅμα προνομεύσουσιν· τὸν εἰς τὰ ἔθνη διὰ γῆς τε καὶ θαλάττης δρόμον αἰνίττεται οὐκ Ἰουδαίοις χρωμένων κυβερνήταις, τοῖς δὲ λόγον τὸν τοῦ Χριστοῦ παραδεδειγμένοις, ἤτ' οὖν ἁπλῶς ἐθνικοῖς. Διὰ θαλάττης γὰρ ἰὼν ὁ Παῦλος ἔφη· Νυχθήμερον πεποίηκα ἐν τῷ βυθῷ. Ἐπιβῆναί τέ φησιν αὐτὸν ὁ Λουκᾶς ἐν πλοίῳ Ἀλεξανδρινῷ παρασήμῳ Διοσκόροις. Ταῖς γὰρ πρώραις ἀεὶ θεῶν εἰκόνας ἐνέγραφον, ὡς καὶ νῦν ἁγίων μαρτύρων. Πρὸς ὃ εἰκότως τὸ ἀλλοφύλων ἐκ πολλοῦ προτεθέσπισται. Σωτῆρας δὲ πλεόντων εἶναι τοὺς Διοσκόρους ἐδόξαζον. Ἐν ταυτῷ δὲ, φησὶ, τὴν θάλασσαν προνομεύουσι, τὰς νήσους οὕτω καλῶν. Ἐν παρόδῳ γὰρ αὐτὰς διερχόμενοι, τοῖς ἐνοικοῦσιν εὐ 2056 ηγγελίζοντο. Καθὰ δὴ τοῖς ἐν Μελίτῃ κατοικοῦσιν ὁ Παῦλος, ὅτεπερ εἰς Ῥώμην ἠπείγετο. Πολλάς τε κατ' αὐτὴν ἰάσεις ἐργασάμενος, πολλοὺς μετέθηκεν εἰς εὐσέβειαν. Καὶ ἄλλως δὲ, τὴν θάλασσαν προνομεύσουσιν, τοῦ δράκοντος, καὶ τῶν ὑπ' αὐτῷ τελούντων περιγινόμενοι καθάπερ ἴδια σκῦλα τοὺς πλανωμένους λαμβάνοντες. Θάλασσαν γὰρ, νῦν τὸν τῆς κακώσεως ἀκουστέον τόπον, ὃν καὶ κοιλάδα λέγεσθαι κλαυθμῶνος ἀλλαχοῦ μεμαθήκαμεν. Οὗτοι δὲ καὶ τὴν Ἰδουμαίαν προνομεύειν λέγονται τῶν γηΐνων ἐπικρατοῦντες πραγμάτων. Καὶ Μωὰβ, ὃς ἑρμηνεύεται, ἐκ πατρός. Πρὸς οὓς ἔλεγεν ὁ Σωτὴρ, ὅτι" Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ." Τούτοις τὰς ἑαυτῶν ἐπιβάλλουσι χεῖρας, διὰ πράξεως ἀγαθῆς ὑποχειρίους λαμβάνοντες. Οἱ δὲ υἱοὶ Ἀμμὼν ἐπακούσονται πρῶτοι. Καὶ γὰρ οἱ τὴν κακίαν ἐλάττους, τοὺς χείρονας εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ προσλαμβάνουσιν. Ἑρμηνεύεται δὲ Ἀμμὼν, λαὸς μεθ' ἡμῶν. Κατὰ δὲ τὴν ἱστορίαν, τὰ νῦν ἔθνη κατειλεγμένα δυσμενεῖς ἦσαν τοῦ παρ' Ἰουδαίοις τιμωμένου Θεοῦ κατὰ τὸν τοῦ προφήτου καιρόν. Ὅθεν ὀνομαστὶ τούτους ἐξέθετο, ὡς καὶ τούτους προσιεμένους τὴν θεοσέβειαν. Ἔθνη δὲ ταῦτα τῶν τὴν Ἀραβίαν οἰκούντων. Θεοῦ γὰρ Ἐκκλησιῶν οἱ Χριστοῦ μαθηταὶ τὰς χώρας ταύτας ἐπλήρωσαν, ὅτε τὰς ἑαυτῶν χεῖρας, καὶ τὰς δι' αὐτῶν ἐπιτελουμένας πράξεις ἐπὶ τὴν Ἀραβίαν ἐξέτειναν. Ὁμόρους δὲ ὄντας τοῖς Ἰουδαίοις εἰκὸς καὶ πρώτους τὸ κήρυγμα δέξασθαι. Πλὴν οὔτε τὸ Ἑβραϊκὸν, οὔτε τῶν ἑρμηνευτῶν οἱ λοιποὶ, τὴν προσθήκην περιέχουσιν τοῦ, πρῶτοι. ιε, ι ʹ. 9Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι9, κ. τ. λ. Ὁ παρὼν λόγος οὐκ ἔστι περὶ τῆς Αἰγύπτου· ἰδιάζει γὰρ ἡ περὶ αὐτῆς προφητεία. Καὶ προγέγραπται ταύτης, Ὅρασις Αἰγύπτου. Τοῖς δὲ προλαβοῦσίν ἐστιν ἀκόλουθος, ὡς τοῦ ἐκ ῥίζης Ἰεσσαὶ δεισιδαιμονεστάτους καὶ τούτους ὄντας, μεθ' ὧν ἔλεγεν περὶ τὴν Ἰουδαίαν ἐθνῶν, τῆς πλάνης αὐτοὺς ἀπαλλάξοντος διὰ τὸ κατ' ἐκλογὴν ὄντων τῶν ἐξ Ἱερουσαλὴμ μαθητῶν, μηδενὸς αὐτοῖς ἐμποδὼν ἐσομένου. Πάλαι γὰρ τῶν ἐθνῶν ἀνίκτως ἐχόντων πρὸς ἄλληλα, τοῖς διαβαίνειν ἐξ ἑτέρων εἰς ἑτέρους ἐθέλουσιν, οὐκ ἦν ὁδὸς ἀσφαλής. Πολλῷ δὲ μᾶλλον εἰ καὶ κινεῖν ἐπεχείρουν τὰ καθεστῶτα· Θεὸς δὲ τοῖς ἀποστόλοις τὸν δρόμον τὸν πανταχοῦ προποιεῖν ἐθέλων ἀκώλυτον, τὰς κατὰ μέρος καθελὼν δυναστείας, Ῥωμαίοις πάντα φέρων, ὑπέταξεν σύμβολον καταλύσεως τῆς 2057 ἐκ δαιμόνων πολυαρχία, μίαν τε πολιτείαν, καὶ μίαν ἀρχὴν, ὥσπερ οὖν Ἐκκλησίαν καὶ πίστιν, ἀπέδειξεν. Ὅτε δὴ καὶ Καῖσαρ Αὔγουστος ἐπιστρατεύσας Αἰγυπτίοις κεχείρωται, Θεοῦ νότῳ βιαίῳ πρὸς θάλασσαν τοῦ ποταμοῦ τὸ ὕδωρ κενώσαντος, δι' οὗ καὶ χωρὶς μάχης ἄβατον ᾤοντο Καίσαρι γενέσθαι τὴν Αἴγυπτον, διὰ πλῆθος ἅμα καὶ πλάτος τῶν ἀποτελουμένων ἐκ τούτου λιμνῶν ἃς ἄνωθεν καταῤῥέων ἐν τοῖς κάτω μέρεσιν ἀπεργάζεται διὰ τῶν ἑπτὰ στομά των, δι' ὧν ἐκδίδοται πρὸς τὴν θάλασσαν, ἃ δὴ φάραγγας ἡ προφητεία καλεῖ. Τοῦτο δὲ πάλιν αὐτὸς ἡμᾶς ὁ προφήτης διδάσκει λέγων·" Τάδε λέγει Κύριος Σαβαώθ· Καὶ πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν. Ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται," καὶ τὰ ἐπὶ τούτοις. Φίλον δὲ τῇ θείᾳ Γραφῇ καὶ αὐτὰς τὰς λίμνας θαλάσσας ἀποκαλεῖν. Πνεῦμα δέ φησι βιαιότατον, τὴν γενομένην τοῦ νότου κατὰ τῶν ὑδάτων ἐπαγωγὴν, ὡς τοσοῦτον ξηρανθῆναι τοῦ Νείλου τὰ στόματα, ὡς δύνασθαι καὶ μεθ' ὑποδημάτων διαβαίνειν αὐτά. Τινὲς δὲ τῶν ἐν τοῖς προφήταις τὰ μὲν ῥητῶς ἀξιοῦντες ἐννοεῖν, τὰ δὲ δι' ἀλληγορίας. Οἷον ῥητῶς μὲν, τὸν Ἰεσσαὶ, τροπικῶς δὲ, τὴν ἐκ τῆς αὐτοῦ ῥίζης ῥάβδον. Καὶ ῥητῶς μὲν, τὰ ἔθνη, τροπικῶς δὲ, δι' ὧν ἐν τοῖς πρόσθεν ἐδηλοῦτο θηρίων. Κἀν τοῖς μετὰ χεῖρας, Αἴγυπτον μὲν τὴν αἰσθητὴν χώραν τῶν Αἰγυπτίων φασὶν, ἣν οὐκ ἐρημώσειν ὁ Κύριος εἴρηται· θάλασσαν δὲ ξηραινομένην, τῆς εἰδωλολατρείας τὸ πλῆθος. Τοῦτο γὰρ ὑποφαίνειν τό τε Ἑβραϊκὸν, καὶ τῶν λοιπῶν τὰς ἐκδόσεις εἰπόντων συμφώνως, καὶ ἀναθεματίσει Κύριος τὴν γλῶσσαν θαλάσσης Αἰγύπτου. Θάλασσαν δὲ εἴωθεν ὁ λόγος καλεῖν, ἢ τῶν ἀσεβούντων τὸ πλῆθος, ἢ τῆς κακίας τὸ χύμα ἁλμυρῶν ὥσπερ ὑδάτων πεπληρωμένης. Διὸ καὶ τὸν δράκοντα κατοικεῖν φησιν ἐν αὐτῇ. Ἄλλα τε γὰρ ὥς ἐστιν ἐν αὐτῇ λέγει Δαβίδ·" Καὶ δράκων ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ." Καὶ νῦν οὖν γλῶσσαν ἀσεβῶν διὰ τούτων ὁ λόγος δηλοῖ πάλαι τὸν Θεὸν ἀγνοούντων, ὡς ἔφασκε Φαραώ·" Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ." Ταύτην οὖν ἀναθεματίσειν φησὶν, ἵνα μὴ τὴν πλάνην γλώσσῃ Αἰγυπτίᾳ κρατύνωσι, μάθωσι δὲ λαλεῖν τὰ τοῦ Θεοῦ λόγια, ὀμνύναι τε ἐν τῷ ὀνόματι Κυρίου Σαβαὼθ, ὃ δή φησιν προϊών· ἐντεῦθεν σιγᾷ τὰ παρ' ἐκείνοις χρηστήρια, γοητεία τε πᾶσα καὶ πλάνη μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν ἐπαύσατο τῶν Αἰγυπτιαζόντων τὸ πρότερον. Εἰς δὲ τὸ ποταμὸν ἰδεῖν, πατασσόμενον, ἀφορμὰς ἐκ τῶν πρώην εἰρημένων ληψόμεθα, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλοὰμ, τὸ πορευόμενον ἡσυχῇ. Διὰ τοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν, καὶ τὸ 2060 πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων. Οὕτως οὖν καὶ νῦν τὸ ἐξ αἰῶνος ἐν Αἰγύπτῳ βασίλειον ὁ προφήτης δηλοῖ, καθὰ φθάσας αὐτὸς ἐπὶ τοῦ βασιλέως τῶν Ἀσσυρίων ἑρμήνευσαν. Καὶ Ἰεζεκιὴλ δὲ ἀλληγορικῶς Αἰγύπτου λέγει ποταμοὺς, οὓς Φαραὼ πεποιηκέναι ἀλαζονεύεται. Εὐεργεσίας δὲ Θεοῦ ἡ ἀπὸ μοχθηρῶν πραγμάτων ἐρήμωσις ἐν καιρῷ ἐπαγομένη δεκτῷ· πνεῦμα δὲ βίαιον οὐκ ἂν ἁμάρτοις λέγων τὸν πρῶτον καθελόντα τὴν βασιλείαν Αἰγύπτου Ῥωμαίων ἄρχοντα. Μεθ' ὃ λοιπὸν μερικοὶ παρὰ τούτοις ὑπὸ Ῥωμαίων κατέστησαν ἄρχοντες ἐν Αἰγύπτῳ πολιτικοί τε καὶ στρατιωτικοὶ, νῦν ὀνομαζόμενοι φάραγγες, διὰ τὸ κοῖλον, ὥσπερ καὶ ταπεινότερον τῆς καθόλης ἐν αὐτῇ πρώην ἀρχῆς, ἣν κέκληκε ποταμόν. Τὸ δὲ πλῆθος τῶν κατ' Αἴγυπτον ἀρχόντων ὁ τῶν ἑπτὰ παρίστησιν ἀριθμός. Τούτων δὲ γενομένων, βατὴ γέγονε λοιπὸν τοῖς εὐαγγελιζομένοις ἡ χώρα. Τούτους γὰρ [καλεῖ] καταλειφθέντα λαὸν ἐν ὑποδήμασι τὸν ποταμὸν διαβαίνοντα, τάχα ἐπειδὴ Μωϋσεῖ καὶ Ἰησοῦ λέλεκται λῦσαι τὸ ὑπόδημα τοῦ ποδὸς, διὰ τὸ τὴν γῆν, ἐφ' ἧς εἱστήκεσαν, ἁγίαν εἶναι· μὴ τοιαύτην δὲ εἶναι τὴν Αἴγυπτον, ἀλλὰ βέβηλον, κελεύονται τὸν ποταμὸν ὑποδεδεμένοι καταπατεῖν. Ξηραίνεται δὲ βιαίῳ Θεοῦ κεκρατημένος πνεύματι. Διόπερ ἀνάξιόν ἐστι τὸ ἔδαφος Αἰγύπτου γυμνὸν δέξασθαι τὸ ἴχνος τῶν διαπορευομένων ἁγίων. Ὅθεν καὶ οἱ τὸ πάσχα ἐσθίοντες τοὺς πόδας ὑποδήμασιν ἀσφαλίζονται. Φθάσας δέ τις ἐπὶ τὸν ἅγιον τόπον, ὑπολυέσθω. Διὸ καὶ τοῖς ἀποστόλοις ἐλέγετο, μὴ ὑποδήματα αἴρειν. Καὶ ἔσται, φησὶ, τῷ Ἰσραὴλ, ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Τότε γὰρ, φασὶ, παρῆλθον τὴν Ἐρυθρὰν θάλασσαν, καὶ τὸν Ἰορδάνην ποταμὸν ὑποδεδεμένοι. Τινὲς δέ φασιν, ὡς ὁμοίως ἡσθήσονται ποσὶν τὸν ποταμὸν διαβαίνοντες, ἀκώλυτόν τε ποιούμενοι τὴν πανταχοῦ τῆς Αἰγυπτίων ὁδὸν, καὶ ᾄδοντες ᾠδὴν, ἣν ὁ προφήτης ἐκτίθεται παρόμοιον οὖσαν τῇ," Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται." ΚΕΦΑΛ. ΙΒʹ. ἡ ʹ. 9Καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἐλέησάς με. Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου. Πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, σωθήσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου, καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν9, κ. τ. λ. Τοῖς γὰρ Ἰουδαίοις τὸ Εὐαγγέλιον κηρύττοντες ἐν συναγωγαῖς, ἐκ δὲ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς Ἐκκλησίας ποιούμενοι, καινὸν ᾄδειν ᾆσμα τοὺς ὑπ' αὐτῶν ὠφελουμένους ἐδίδασκον. Ὡς γὰρ ἀναιρεθέντος τοῦ πάλαι παρ' αὐτοῖς ποταμοῦ, καὶ τῆς κυματουμένης θαλάσσης, φασίν· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ 2061 μου· πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Καὶ οὐ φοβηθήσομαι, τῶν εὐσεβεῖν κωλυόντων ἀνηρημένων. Ἀντὶ δὲ τῶν πάλαι δαιμόνων, δόξα μου καὶ ἡ αἴνεσίς μου ὁ Κύριος. Ὠργίσθης δέ μοι, φησὶν, ἐξομολογούμενος, ὡς δίκαια παθὼν ἀποστραφεὶς τὸν Θεόν. Τὴν δὲ δοθεῖσαν τῶν ἁμαρτημάτων ἄφεσιν διὰ Χριστοῦ παρίστησι, λέγων· Ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. Πολλάκις γὰρ ἀφίεταί τις καταλειπόμενος ἅπαξ τοῖς Αἰγυπτιακοῖς συναπαχθεὶς χρόνον ἀπολαῦσαί τινα τῆς ἰδίας ἀβουλίας, ἵνα θερίσῃ ἃ κακῶς ἔσπειρεν. Ἐλεηθεὶς δὲ δι' ἀνακλήσεως, ᾄδει τὴν παροῦσαν ᾠδήν. Ὅμοιον δὲ τοῦτο τῷ·" Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ." Καὶ τὸ," Οὐ γὰρ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ." Αἰσθανόμενος δὲ τῆς εὐεργεσίας, καὶ λέγων, ὅτι ὠργίσθης μοι, καὶ ἠλέησάς με, φησίν· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου. Οὔτε δὲ οἱ ποιοῦντες τὴν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώπων, οὔτε οἱ δόξαν παρ' ἀλλήλων ζητοῦντες, δύνανται λέγειν, ὅτι ἡ δόξα μου, καὶ ἡ αἴνεσίς μου ὁ Κύριος. Ἀλλ' οἱ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ ζητοῦντες, καὶ τὴν τοῦ, μὴ γινώμεθα κενόδοξοι, μὴ παραβαίνοντες ἐντολήν. Ἐπαγγελλομένου δὲ Θεοῦ, ὡς τοὺς δοξάζοντάς με δοξάσω, δῆλον ὡς καλῶς τις δοξάζων Θεὸν, δεδοξασμένος ἐστὶ παρ' αὐτῷ. Καὶ Μωϋσέως γὰρ ἐδοξάσθη τὸ πρόσωπον, ἐπειδὴ καλῶς ᾔδει δοξάζειν Θεόν. Οὐδεὶς δὲ διημαρτημένας ἔχων ὑπολήψεις περὶ Θεοῦ, δεκτὴν ἔχει τὴν αἴνεσιν. Ἑνὸς γὰρ ἄμφω αἰνεῖν τε καὶ δοξάζειν καλῶς. Κεκτήμεθα δὲ τούτων ἑκάτερον ἠλεημένοι ὑπὸ Θεοῦ. Οὐ γὰρ κατὰ τὰ ἔργα ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἡ δοθεῖσα χάρις ἡμῖν. Καὶ ἄλλως δὲ, τὰ ἐν Αἰγύπτῳ, τοῖς ἐπὶ τῆς ἐπιδημίας παρόμοια· δουλείας γὰρ ἐλευθερία γεγένηται, τότε μὲν αἰσθητοῦ, νυνὶ δὲ νοητοῦ Φαραώ. Τότε μὲν εἰς αἷμα τὸ ὕδωρ μετεσκευάζετο, νῦν δὲ σωτήριον γέγονεν διὰ τοῦ ἁγίου βαπτίσματος. Οἱ τὸν Ἰσραὴλ διώκοντες ἐπὶ θαλάσσης Ἐρυθρᾶςἀπεπνίγοντο· διὰ δὲ τῶν ἁγίων ἐδιδάσκοντο μαθητῶν τῶν τοῦ παρόντος βίου κυμάτων τε τῶν ἐν αὐτῷ διανήχεσθαι κλύδωνα. Χάλαζα τότε δεινή· νῦν ὁ θεῖος εἰς νοῦν αὐτοῖς καταβέβηκεν ὑετὸς ἐγκάρπους ἀποτελῶν. Σκότος τότε βαθύ· νῦν δὲ φῶς ἐν Χριστῷ. Ἐθρήνησαν Αἰγύπτιοι τὰ πρωτότοκα· νῦν δὲ σέσωκεν αὐτοὺς ὁ πρωτότοκος ἐκ νεκρῶν, ὡς πάλαι τοῦ Ἰσραὴλ τὰ πρωτότοκα. Πῶς οὖν οὐκ ἦν ἐπὶ τούτοις ἀκόλουθον, εὐφραινομένους τὸν δοτῆρα τούτων ὑμνεῖν; Ὁ δὲ Θεὸς ἕτοιμος ὢν εἰς ἀντίδοσιν, τοὺς γνησίως αὐτὸν δοξάζοντας, πνευματικαῖς ἀμείβεται δωρεαῖς, λέγων, Καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Νοήσει δέ τις αὐτὸ τοῦ Σωτῆρος ἀκούων εἰπόντος," Εἴ τις 2064 διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγεν περὶ τοῦ Πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν." Καὶ πάλιν·" Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." Πηγαὶ τοίνυν σωτηρίου, ἢ οἱ ἅγιοι ἀπόστολοι· ἢ λόγοι πνευματικοὶ ἐξ ἁγίου Πνεύματος ἀνομβρωμένοι. Καὶ οἱ προφητικοὶ δὲ λόγοι, πηγαὶ ὠνομάζοντο Ἰσραὴλ, λέγοντος τοῦ Δαβίδ·" Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ." Εἰ δὲ ὁ εἰδωλολατρήσας ἐγκαλεῖται λαὸς, τὸ Ἐμὲ ἐγκατέλιπεν πηγὴν ὕδατος ζῶντος· δῆλον, ὡς ὁ πιστεύων, καὶ τοῖς θείοις ποτιζόμενος δόγμασιν, ἀντλεῖ ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου, ἀφ' ὧν Αἰγύπτιοι πίεσθαι προφητεύονται, καὶ οἱ τούτοις τὸ σωτήριον ποτὸν διακονήσαντες. Τὴν δὲ τῶν τοῦτο πινόντων εὐφροσύνην παρίστησιν τὸ," Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·" ὅσον γάρ τις διψᾷ, τοσοῦτον πίνων εὐφραίνεται. Ἀντλεῖ δὲ ὕδωρ μετ' εὐφροσύνης ὁ τὸν νόμον τοῦ Κυρίου μελετῶν ἡμέρας τε καὶ νυκτός." Στόμα γὰρ δικαίου μελετήσει σοφίαν." Διὰ τοῦ γὰρ ζητεῖν ὀρθῶς, τὸ πνευματικὸν βούλημα συνιεὶς τῆς Γραφῆς, ἀντλήσει ὕδωρ μετ' εὐφροσύνης, τόν τε τοῦ Θεοῦ Λόγον τὸ ζῶν ὕδωρ εὑρήσει, ὃς τοὺς ἀποστόλους ἀνέδειξε διὰ τοῦ πνεύματος πᾶσιν αὐτὸν τοῖς ἀγνοοῦσι πηγάζοντας. Περὶ ὧν φησιν ὁ Δαβίδ·" Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης." Λίθος μὲν γὰρ ἐκλεκτὸς ὁ Χριστὸς εἰς τὰ θεμέλια Σιὼν, παρὰ τοῦ Πατρὸς τεθεῖσθαι λεγόμενος, τοῦτ' ἔστι τῆς Ἐκκλησίας. Αὐτῷ γὰρ διὰ πίστεως οἰκοδομούμεθα οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Λίθοι δὲ μετ' αὐτὸν, ἤτοι θεμέλια τῆς οἰκουμένης, οἱ διὰ τοῦ κηρύγματος ἀνέχοντες ἡμᾶς πρὸς ἑδραιότητα τὴν ἐν πίστει καὶ ἀληθείᾳ. Σημειωτέον δὲ ὡς Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν ὁ παρὼν μέμνηται λόγος, κατὰ τὴν τῶν Ἑβραίων φωνὴν, ἀντὶ τοῦ Σωτὴρ, ἀεὶ τὸ Ἰησοῦ περιέχουσα. Ἐν τῷ, Ἰδοὺ ὁ Θεὸς ὁ Σωτήρ μου. Καὶ ἐν τῷ, ἐγένετό μοι εἰς σωτηρίαν. Καὶ ἐν τῷ, ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Ἔπρεπε γὰρ τῇ περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ προφητείᾳ, τοῦ Σωτῆρος Ἰησοῦ τὴν προσηγορίαν ἐπενέγκαι. Αὐτὸς γὰρ ἦν ὁ προφητευόμενος. Ἐπὶ τούτοις προσφωνεῖ τοῖς εὐαγγελισταῖς, ἃ δεῖ τοῖς ἐξ 2065 Αἰγύπτου μαθητευομένοις ἐρεῖν, Ὑμνεῖτε, λέγων, Κύριον· βοᾶτε τὸ ὄνομα αὐτοῦ. Τοῖς ἄλλοις ταῦτα παραγγέλλειν εἰπὼν, ὅταν ἐμπλησθῶσιν αὐτοὶ τοῦ πνευματικοῦ πόματος. Ἡ δὲ βοὴ, φωνή ἐστι μέγεθος ἔχουσα δυνάμενον διϊκνεῖσθαι καὶ πρὸς τοὺς πόῤῥω. Βοᾶτε οὖν ἀντὶ τοῦ, μὴ μικρὰ φρονεῖτε περὶ Θεοῦ· μεγάλῃ δὲ θεολογεῖτε διανοίᾳ περὶ αὐτοῦ, ὡς καὶ τοῖς μακρὰν τῆς σωτηρίας ἐξάκουστον γενέσθαι τὸν λόγον, διὰ τὸ τῆς διδασκαλίας τρανόν. Ὃ δηλοῖ διὰ τῶν ἑξῆς, Ἀναγγείλατε, λέγων, ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ. Εἴπατε αὐτοῦ τὰ θαυμάσια. Τοῦτ' ἔστι, δείξατε τοῖς ἀνοήτοις τὴν περὶ τὸν κόσμον διάταξιν, ἵνα προσαχθῶσι τῇ ἀγάπῃ τοῦ Κτίσαντος. Ὑψηλὰ δέ φησιν ὅσα πεποίηκεν ἐν οὐρανῷ καὶ ἐν γῇ, νοητά τε καὶ αἰσθητά. Ἢ περὶ τῆς ἐν ἡμῖν χρηστότητος ὅτι ὑψοῖ τοὺς τεταπεινωμένους καὶ συντετριμμένους τὴν καρδίαν. Ταπεινωθέντας γὰρ τῇ ἁμαρτίᾳ τῇ ἰδίᾳ ὑπερύψωσε δόξῃ. Τὰ δὲ προκείμενα λέγειν φασί τινες τὸν ἀρτίως μυσταγωγούμενον, ὃς τῶν τοῦ σωτηρίου πηγῶν ἀρυσάμενος, τοσοῦτον ἐπέδωκεν, ὡς ἀποστολικὴν ἐνδείκνυσθαι λειτουργίαν τοῖς ἄλλοις, ὑμνεῖν τε λέγοντα Κύριον. Τίσι δὲ προστάττει βοᾷν, ἐπήνεγκε λέγων· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ. Πῶς γὰρ οὐκ ἔνδοξος γένους ἀνθρώπων ἀνάπλασις, δαιμονικῆς τυραννίδος καθαίρεσις, αἰχμαλώτων ἐλευθερία, τυφλῶν ἀνάβλεψις, δικαίωσις, ἁγιασμὸς, υἱοθεσία τῶν πρὶν φυγάδων ἀπὸ Θεοῦ, γνῶσις Θεοῦ, νεκροὶ ἀνιστάμενοι, λεπροὶ καθαιρόμενοι; Οἱ ἐν ἀσθενείαις ἐῤῥώννυντο· ἠλαύνοντο δαίμονες· φλεγμαίνουσαν ἀπηύνασε θάλατταν· ἐφ' οἷς ἀγαλλιᾶσθε, φησὶν, τοῖς κατοικοῦσι Σιὼν τοῖς ἐν Ἐκκλησίᾳ βεβαίαν ἔχουσι πίστιν. Σιὼν γὰρ ὁ εὐαγγελικὸς λόγος, ἐφ' οὗ ἡ Ἐκκλησία Θεοῦ ᾠκοδόμηται. Ἐπεὶ οὖν ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ τῆς Ἐκκλησίας ὑψώθη, εὐφραίνεσθε οἱ ἐν αὐτοὶ μέσον ἔχοντες αὐτόν· κατὰ τὸ," Ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν." Ὑψώθη τοίνυν ἐν μέσῳ αὐτῆς, εἰ καὶ γέγονεν ἄνθρωπος, λαβὼν δούλου μορφὴν, Θεὸς ἀληθινὸς ἐκ τῶν ἀποτελεσμάτων τοῖς ἀγνοοῦσιν ἀναδειχθείς. Ὀνόματι δὲ Ἰσραὴλ καὶ Σιὼν, εἰς εὐθυμίαν ἄγει τοὺς ἐκ περιτομῆς, διὰ τοῦ νομίζειν εἰρῆσθαι περὶ αὐτῶν, ὡς ἂν τὴν παροῦσαν περιέποιεν βύβλον, οἷα δὴ τὰ κάλλιστα περὶ αὐτῶν θεσπίζουσα. ΚΕΦΑΛ. ΙΓʹ. αιαʹ. 9Ὅρασις κατὰ Βαβυλῶνος, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς. Ἐπ' ὄρους πεδινοῦ ἄρατεσημεῖον. Ὑψώσατε τὴν φωνὴν αὐτοῖς. Μὴ φοβεῖσθε. Παρακαλεῖτε τῇ χειρὶ, ἀνοίξατε, οἱ ἄρχοντες. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Ἡγια 2068 σμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς. Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν9, κ. τ. λ. Ἑτέρας ὑποθέσεως ἄρχεται, μετὰ τὰ περὶ Χριστοῦ θεσπισθέντα, κατ' ἐθνῶν ἀλλοφύλων ἐννέα τὰς ὁράσεις ἰδὼν, ἀπὸ Βαβυλῶνος ἀρξάμενος. Αἷς καὶ τὴν φάραγγα Σιὼν περιείληφεν, τοῖς ἀλλοφύλοις καὶ τὸν Ἰουδαίων λαὸν συγκαλέσας, τούτων δὲ τῶν ἐθνῶν ἐποιήσατο μνήμην, ἃ καὶ μόνα τοῖς Ἰουδαίοις συνεχῶς ἐπετίθετο. Διὸ παραμυθεῖται τοὺς πεπονθότας κακῶς, εὐαγγελιζόμενος τῶν κακῶς αὐτοῖς χρησαμένων τὴν τιμωρίαν, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας ἀνάκλησιν, ὡς ἂν εἰς ἔργον τῆς προφητείας ἐλθούσης, βέβαιοι γένοιντο περὶ τὸν Θεὸν, τὸν καὶ δίκην ἐπάγοντα, καὶ πρὶν γενέσθαι μηνύοντα. Τὰ δὲ τῆς θεογνωσίας χρηστὰ, οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ τοῖς ἔθνεσι πᾶσιν εὐαγγελίζεται. Ἐν ἀρχῇ δὲ τῆς ὅλης βίβλου, περὶ τῆς Ἱερουσαλὴμ τῆς προφητείας ἀρξάμενος, καὶ τῶν ἐθνῶν τὴν ἀρχὴν ἀπὸ Βαβυλωνίων νῦν ποιησάμενος, εἰς Ἱερουσαλὴμ πάλιν κατήντησεν. Οὕτως οὐδεμία προσωποληψία παρὰ Θεῷ ἀπὸ τῶν οἰκείων ἀρξαμένῳ καὶ λήξαντι. Ἦρξαν δὲ τῆς οἰκουμένης Ἀσσύριοι ἐπὶ ἔτη χίλια τριακόσια, μέχρι πολιορκήσαντες Ἱερουσαλὴμ ἀπάνθρωποι περὶ τοὺς ἁλόντας ἐγένοντο, μὴ δόντες δόξαν τῷ παραδεδωκότι Θεῷ· τὰ ἱερὰ δὲ σκεύη τοῖς εἰδώλοις ἀσεβῶς ἀναθέντες. Ὅρασις δὲ προφητικὴ, καὶ διὰ νοῦ, καὶ τῶν ἔνδον ὀφθαλμῶν παραγίνεται, ὡς παρόντα βλεπόντων τὰ μέλλοντα Θεοῦ τὸν νοῦν καταλάμποντος, οὐκ ἔκστασιν ὑπομενόντων, ὡς ἐπὶ τῆς δαιμονικῆς ἐνεργείας. Ἐκεῖνοι γὰρ οὐχ ὁρῶσι τὰς ἐγγιγνομένας αὐτοῖς φαντασίας, ἀλλὰ παρορῶσιν, ὥσπερ οἱ δαιμονῶντες, ὄρη καὶ ποταμοὺς, ἄνδρας τε καὶ θηρία μὴ παρόντα θεώμενοι, ὧν οὐδὲν ὅρασίς ἐστιν, ἀλλὰ παραφορὰ τοῦ νοῦ τὴν ἰδίαν ἐνέργειαν ἀπολέσαντος. Θεὸς δέ φησιν·" Ἐγὼ ὁράσεις ἐπλήθυνα." Ὅρασινδὲ χαριζόμενος, οὐ τυφλοῖ τὸν νοῦν, ὃν αὐτὸς κατεσκεύασεν· φωτίζων δὲ, ποιεῖ διαυγέστερον τῇ παρουσίᾳ τοῦ πνεύματος. Διόπερ ὁρῶντας τοὺς προφήτας ὠνόμαζον, ὡς ἂν ἐπιταθείσης αὐτοῖς κατὰ νοῦν τῆς ὁράσεως. Τίς οὖν ἐποίησε βλέποντα καὶ τυφλόν; Τὸν μὲν, ὄντα προφήτην, τὸν δὲ, διὰ κακίαν πρὸς τὸ μέλλον τυφλώττοντα; ὀφθαλμοὶ γὰρ βέβηλοι τὰ τῶν μακαρίων οὐχ ὁρῶσι θεάματα. Διό φησιν·" Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται." Τῷ δὲ προφήτῃ τοὔνομα πρόσκειται τοῦ Πατρὸς, τοῦ λόγου δεικνύντος, ὡς καὶ προφητείας αὐτῷ διδάσκαλος γέγονεν, ἁγίας αὐτοῦ φροντίσας ἀνατροφῆς καὶ παιδεύσεως. Τίς οὖν ἡ Βαβυλὼν, καθ' ἧς ἡ ὅρασις γέγονεν, κατὰ μὲν τὴν ἱστορίαν, τόπος ἔνθα συνεχύθησαν τῶν πυργοποιούντων αἱ γλῶτται. Σύγχυσις γὰρ ἑρμηνεύεται τοὔνομα. Κατὰ δὲ τὸ νοητὸν, συγκεχυμένον ἐστὶ νοῦς ὑπὸ τῶν ἰδίων κακῶν θεομαχῶν 2069 ἀεὶ, καὶ πλάττων ἀλλότρια δόγματα, καὶ τὸ δοκεῖν αὐτοῖς συνυψούμενος. Φησὶ δ' οὖν τοῖς Βαβυλωνίοις ὁ προφήτης ἐπιπηδῶν, Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον. Ἐπεὶ γὰρ ἀμέτρως ἐχρήσαντο τοῖς ἐξ Ἰσραὴλ, εἰ καὶ δι' εἰδωλολατρείαν αὐτοῖς παρεδόθησαν, ἀγανακτεῖ Θεὸς εἰκότως, καὶ διὰ Ζαχαρίου φησίν·" Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ ἐπιτιθέμενα· ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." Καὶ πρός γε τὴν Βαβυλῶνά φησιν·" Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος." Ἀνθ' ὧν αὐτὴν παρέδωκε Κύρῳ τῷ Μήδων καὶ Περσῶν βασιλεῖ, πρὸς ὃν ἐν Ἡσαΐᾳ φησί·" Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συγκλάσω." Διὸ νικήσας ἀνῆκεν τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ, καὶ τὸν νεὼν ἀνεδείματο. Τοιγαροῦν Ἱερεμίας περὶ τῆς ἁλώσεως Βαβυλῶνος εἰπὼν, καὶ ὡς ἀνέβη ἐπ' αὐτὴν ἔθνος ἀπὸ βοῤῥᾶ, τούτοις ἐπήνεγκε·" Τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτό. Βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Θεὸν αὐτῶν ζητοῦντες." Καὶ πάλιν, εἰπὼν, ὡς Ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, ἐπήνεγκε· Καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ. Μήδοις οὖν καὶ Πέρσαις ὁ προφήτης ἐπιφωνεῖ, ὡς ἤδη Βαβυλῶνος κεκρατηκόσιν, αἴρειν ὑψοῦ τῆς νίκης τὸ σύμβολον, ἐμφανὲς ἐγείρασι τρόπαιον ἐπὶ τῇ κακοδαίμονι πόλει, περὶ ἧς αὐτός φησι·" Πῶς ἑάλω καὶ συνετρίβῃ ἡ σφῦρα πάσης τῆς γῆς; Τὴν ὠμότητα ταύτης καὶ πλεονεξίαν δηλῶν. Διόπερ αὐτοῖς τὸ τελευταῖον οἱ ἐξ Ἰσραὴλ παρεδόθησαν ἐπιτείναντες τὴν ἀσέβειαν, πρώην ἔθνεσιν τοῖς ὁμόροις παραδιδόμενοι. Ὄρος δὲ πεδινὸν ἐκάλεσεν τὸ γεώλοφον. Ἐπὶ μετρίου γὰρ ὕψους ἡ τῶν τροπαίων ἐγίνετο στάσις. Πρὸς δὲ νοῦν, ἐπιδείκνυται πῶς ἡ δυναστεία τῶν τὴν σύγχυσιν ἐργαζομένων ἁλίσκεται, ἐπειδὰν ἐπ' ὄρος ἀνέλθωμεν μὴ ἀπόκρημνον, ἀλλ' ὥστε ὕψος μὲν ἔχειν διὰ τὸ ἀνάστημα, ἀσφάλειαν δὲ παρέχειν τοῖς ἐφισταμένοις διὰ τὴν ὑπτιότητα. Βούλεται γὰρ ἡμᾶς ἀμφότερα περὶ Θεοῦ νοεῖν ὑψηλά τε καὶ ἀσφαλῆ. Ὁ δὲ τὰ περὶ τοῦ σταυροῦ κηρύττων μεγαλοφώνως, οὕτως ἦρεν ἐπ' ὄρους τὸ σημεῖον, τὸν περὶ τοῦ πάθους λόγον μεγαλῦναι δυνάμενος, ἐξομαλισμῷ τε καὶ σαφηνείᾳ περὶ τῶν ἐπαγγελλομένων παραδιδούς· περὶ δὲ τῶν τοιούτων ἐπήνεγκεν· Ὑψώσατε τὴν φωνήν. Τοῦτ' ἔστιν, ἐξ ἑαυτῶν λάβετε τὸ ὕψος τῆς 2072 φωνῆς, τὰς ἐνυπαρχούσας ὑμῖν ἀφορμὰς ἐκ τῶν κοινῶν ἐννοιῶν πρὸς Θεοῦ δοξολογίαν ἀνακινήσαντες. Ὁ γὰρ κάτω βλέπων καὶ γήϊνος, ταπεινὴν ἔχει περὶ τοῦ Θεοῦ τὴν φωνὴν, οἰκῶν ὥσπερ ἐν φάραγγι. Πάθος γὰρ ἕκαστον, μεθ' οὗ τις κηρύττει, ταπεινὴν φωνὴν ἀπεργάζεται. Μὴ οὖν ὑπείκωμεν, μὴ φόβῳ, μὴ κέρδει, μὴ πειρασμοῖς, ὡς ἂν ἡμῶν ὑψηλὸν ὑπάρχῃ τὸ κήρυγμα. Κατὰ δὲ τὸ ῥητὸν, ἀλαλάζειν τοῖς Πέρσαις ἐπὶ τῇ Βαβυλῶνι παρακελεύεται, καὶ φωνὴν ἠχεῖν ἐπινίκιον. Τάχα δὲ καὶ θαῤῥεῖν πρὸς τὴν κατὰ τούτων μάχην παρακελεύεται. Τοῦτο γὰρ τὸ, μὴ φοβεῖσθαι δηλοῖ, Θεοῦ νικῶντος καὶ τὴν ἄμαχον δύναμιν. Εἶτα παρακαλεῖτε, φησὶ, τῇ χειρί. Νεύμασιν γὰρ ἐν πολέμῳ τὰ δοκοῦντα μᾶλλον σημαίνεται, μηδεμιᾶς πρὸς τὸν θόρυβον ἀρκούσης φωνῆς. Καὶ ἄλλως δὲ, ὁ τὴν παράκλησιν τοῖς θλιβομένοις δι' ἀγαθῶν ἔργων προσφέρων, τῇ μεταδοτικῇ χειρὶ τὴν πενίαν παρεμυθήσατο. Διδοὺς γὰρ μᾶλλον παρακαλέσει, λόγῳ παραινῶν τὴν πενίαν γενναίως ὑφίστασθαι. Τὴν δὲ χεῖρα τοῖς τοιούτοις ἀνοίγειν προτρέπεται, ὃ δηλοῖ τὴν μετάδοσιν, κατὰ τὸ," Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος." Ὃ δὴ ποιεῖν πρώτους ἐθέλει τοὺς ἄρχοντας, ὡς ἂν εἰς τύπον τοῖς ὑπὸ χεῖρα γενήσονται. Δεῖ δὲ καὶ τὰ κεκλεισμένα τῆς Γραφῆς τοῖς ἀγνοοῦσιν ἀνοίγειν. Ὅπερ οὐκ ἐποίουν οἱ Γραμματεῖς, τὰς κλεῖς ἔχοντες τῆς βασιλείας. Ἄρχοντες γὰρ οἱ τοιοῦτοι τὰς κλεῖς τῆς γνώσεως ἔχοντες. Ἐντεῦθεν ὁ Παῦλός φησι·" Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι." Πρὸς δὲ ῥητὸν, ἢ τοῖς Βαβυλωνίοις, ὡς ἤδη κεκρατημένοις, τὰς πύλας ἀνοίγειν παρακελεύεται· ἢ δυνάμεσιν ἁγίαις συναιρομέναις τοῖς Πέρσαις. Τὸ γὰρ ἄμαχον ἐπιδεικνύμενος τῆς χειρὸς, ἐγὼ συντάσσω, φησὶ, καὶ ἐγὼ ἄγω αὐτούς· ἢ κατὰ θεωρίαν, φησὶν ὡς ἡμᾶς χρὴ τὰ πρὸς δύναμιν ἐνεργεῖν. Ὁ γὰρ ἄγων αὐτοὺς, Κύριός ἐστιν, ὁ κατατάσσων ἕκαστον ἐν τῷ σώματι τῆς Ἐκκλησίας πρὸς τὴν ἰδίαν ἀξίαν. Ἐφ' οἷς ἐπάγει, ὅσους ἄγει κατὰ Βαβυλῶνος. Ὡς γίγαντες ἔρχονται. Χαίροντες μὲν, ὡς θαῤῥοῦντες ὅτι κρατήσουσιν. Περιφρονοῦντες δὲ τοὺς ἐναντίους, ὡς ἀσθενεῖς· ὅπερ ὕβριν ἐκάλεσεν. Ἀπειλεῖ δὲ καὶ ἄλλως θεομάχων τινῶν ἐπιδημίαν ἐπὶ δίκῃ τῶν πλημμελούντων, ἐξ ὧν φυγεῖν ἐθέλων τοὺς ἑαυτοῦ, πρὸς ὄρος ἀνήγαγε πεδινὸν, τὸ σημεῖον αὐτοῖς διδοὺς φυλακτήριον. Καὶ τὴν δι' ἔργων ἀγαθῶν παρασκευὴν ὑποτίθεται χειρὶ τοὺς θλιβομένους παρακαλεῖν, ἀνοίγειν τε τὸ στόμα τοῖς μανθάνειν ἐθέλουσιν, ἵνα τοὺς γίγαντας φύγωσιν ἐπὶ κακοῦ τὰ πολλὰ ταττομένους, 2073 οὓς ἀγγέλους πονηροὺς λέγων, ἔοικεν παραδηλοῦν ὁ Δαβὶδ, οἵπερ ἐπιχαίρουσι μαστιζομένοις ἡμῖν δι' ὠμότητα, καὶ τὴν ἡμετέραν ὀδύνην ἰδίαν κρίνοντες ἀπόλαυσιν, ἐνυβρίζουσι, καί τοι τοσαῦτα δρῶντες ὅσα Θεὸς συγχωρεῖ. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων· καὶ τὰ ἑξῆς. Τὴν παμμιγῆ δείκνυσι τῶν ἐν τῷ πολέμῳ φωνὴν, ἀνθρώπων, ἵππων, νικώντων, φευγόντων. Ἥτις, φησὶν, οὐ τοιαύτη τίς ἐστιν, ὡς ὀλίγων ἀνθρώπων νομίζεσθαι. Ἀρχόντων δὲ πλείστων, καὶ ἀρχομένων, Βαβυλωνίων μὲν θρηνούντων, Περσῶν δὲ ἀλαλαζόντων. Οὓς καὶ ὁπλομάχους ἀποκαλεῖ, καὶ πόῤῥωθεν ἐρχόμενον ἔθνος ἀπ' αὐτῆς ἤδη τῆς ἄρκτου, καὶ τῶν ὑπὸ ταύτῃ μερῶν. Ὡς κατὰ βούλησιν δὲ Θεοῦ χωροῦντας ἰδίους καλεῖ. Οἰκουμένην δὲ φθειρομένην, οὐ τὴν καθόλου φησί· τὴν περὶ ἧς δὲ πρόκειται χώραν, ἴσως καὶ τὸ μέγα καὶ πολυάνθρωπον αὐτῆς ἐνδεικνύμενος, ἀντιδιαστέλλων τε τὴν μετὰ τὴν ἅλωσιν ἐρημίαν. Εἰκὸς δὲ ταῦτα δηλοῦν καὶ τῶν κατὰ τὴν Ἐκκλησίαν διαφόρων ἐθνῶν τὴν φωνὴν, ἣν καὶ πεδινὸν ὄρος ἔφη, πρὸς τὴν συλλογὴν τοῦ πλήθους εὐρυχωρίαν ταύτῃ διδοὺς, ἐπὶ τὸ ὕψος ἀναβαινόντων τῆς γνώσεως τοῦ Θεοῦ, μίαν τε φωνὴν ἐχόντων τῆς πίστεως. Μία δὲ οὖσα τῇ συμφωνίᾳ, πολλαῖς ἔοικε, διὰ τὸ μερισθῆναι γλώσσαις πυρὸς παρὰ τοῦ ἁγίου Πνεύματος ἐφ' ἕκαστον τῶν ἀποστόλων μελλόντων τοῖς ἔθνεσι κηρύξαι πᾶσιν τὸ Εὐαγγέλιον, ὧν τοὺς ἐκλεκτοὺς, βασιλέας καλεῖ, ὡς υἱοὺς τῆς βασιλείας ὑπάρχοντας. Ἐκ δὲ τοῦ, Κύριος ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι, διδασκόμεθα κρίσει Θεοῦ τὰς τιμωρίας ἐπάγεσθαι, καὶ ὡς οὐ δεῖ δεδιέναι τὸν τύπτοντα, τὸν ἐπιτάττοντα δὲ μᾶλλον παρακαλεῖν· οὐδὲ μιμεῖσθαι τοὺς λέγοντας ἀσεβῶς, δεῖν θυσίαν προσάγειν πνεύμασι πονηροῖς, ὡς ἂν αὐτῶν τὴν κακίαν ἐκμειλιζώμεθα. Εἴτε γὰρ θεραπεύσητε, εἴτε καὶ μὴ, δρᾷν αὐτοὺς ἀνάγκη τὸ προσταττόμενον τῷ δοθέντι μέτρῳ χρωμένους. Ἡ δὲ τούτων πανοπλία τῇ τῶν δικαίων ἀντίκειται. Τοῖς μὲν γὰρ θυρεός ἐστι πίστεως· τοῖς δὲ ἀπιστίας. Τοῖς μὲν λόγου μάχαιρα, τοῖς δὲ ἀλογίας. Τοῖς μὲν θώραξ δικαιοσύνης πρὸς τὴν ἀσφάλειαν, τοῖς δὲ ἀδικίας. Σωτηρίας τούτοις περικεφάλαια, τούτοις δὲ ἀπωλείας, ἕτοιμοι τούτοις οἱ πόδες πρὸς τὸ Εὐαγγέλιον τῆς εἰρήνης, ὀξεῖς ἐκείνοις πρὸς τὸ ἐκχέαι αἷμα. Οἳ καὶ ἀπὸ γῆς εἰσι, πόῤῥωθεν μὲν Θεοῦ, πόῤῥωθεν δὲ τοῦ βίου τούτου πρὸς κόλασιν ἐκεῖθεν ἀγόμενοι. Οἱ γὰρ συνεργοῦντες ἡμῖν τὰ πρὸς σωτηρίαν, σύνοικοί τε καὶ γείτονες. Ἐκείνων δὲ κατακέχρηται τῇ ὠμότητι πρὸς θεραπείαν ἡμετέραν ἡ Πρόνοια, ὡς ἰατρὸς ἐχίδνης ἰῷ οὓς οὐ τὸ πνεῦμα ἀλλ' ἡ σὰρξ παραδίδοται, ἵνα τὸ πνεῦμα σωθῇ. Φύγελός τε καὶ Ἑρμογένης αὐτοῖς παρεδόθησαν οὐκ εἰς ἀπώλειαν, ἵνα δὲ παιδευθῶσι μὴ βλασφημεῖν. 2076 Οἱ αὐτοὶ δὲ καὶ ἀπὸ γῆς πόῤῥωθεν, ὅτι τὸν περίγειον εἴλοντο τόπον, καὶ ἀπ' ἄκρου τοῦ οὐρανοῦ, ὅθεν αὐτοῖς ἡ πρώτη γέγονε πτῶσις. Εἶτά φησιν· Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου· ὡς οὐδενὸς τοῦ θρηνεῖν ὑπολελειμμένου Βαβυλωνίοις. Θεοῦ δὲ κατασείοντος εἰς δειλίαν τὰς τούτων ψυχὰς, πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Πάντα γὰρ ἀνόνητα τότε πρὸς κώλυμα. Τὴν γὰρ χεῖρα τὴν ὑψηλήν τις ἀποστρέψει, κατὰ τὸ γεγραμμένον, καὶ ἄλλως δὲ, πρὸς τὴν ἀπειλὴν τοῦ Θεοῦ, τὴν διὰ τῶν ὁπλομάχων, ὀλολυγμὸς καὶ θρῆνος προστέτακται, δι' ὧν ἔστι δυσωπῆσαι Θεόν· φιλάνθρωπος γὰρ ὢν ἀπειλεῖ, καὶ τῶν μετανοούντων ἀποστρέφει τὴν ἀπειλήν. Εἰ μὴ γὰρ ἠβούλετο τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, τί τὴν ἀπειλὴν τοῖς Νινευΐταις ἐκήρυττεν; παρ' αὐτοῦ γὰρ ἡ συντριβὴ, τὰ συντριβῆς ἀφανίζοντος ἄξια. Ὡς συντρίβει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας τοῦ δικαίου καὶ, Κύριος συντρίβων πολέμους, καὶ, Συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, τοὺς ἀλαζόνας καὶ τοὺς ὑπεραιρομένους κατὰ τῆς ἀληθείας. Δεῖ δὲ φθάνοντας τοῦ Κυρίου τὴν συντριβὴν, τὴν ἑαυτῶν μεγαλόφρονα καρδίαν συντρίβειν, ἵνα γένηται θυσία ἡ ταπείνωσις αὐτῆς. Ὡς πρὸς Θεὸν γὰρ τιμωρούμενον, πᾶσα χεὶρ ἀσθενὴς καὶ ψυχὴ δειλή. Ἀνθρώπου δὲ, φασὶν, εἰκότως προσέθηκεν. Ἡ μὲν γὰρ τῶν ἀγγέλων, κρείττων δειλίας, ἡ δὲ τῶν ἀλόγων ἐλάττων. Ἡ δὲ γὰρ πτοεῖται μὲν, οὐ δειλιᾷ δέ. Δειλία γάρ ἐστιν ἔλλειψις τῶν ἀπὸ τῆς ἀνδρείας δογμάτων. Πρέσβεις δέ φησι ταραχθήσεσθαι, τοὺς τῶν εἰδώλων θεραπευτὰς, οἳ κατὰ τὸ εἰκὸς, τῶν περὶ Κῦρον προσδοκωμένων, κατεμαντεύοντο χρηστὰ καὶ λιτὰς προσῆγον τοῖς δαίμοσιν, ὑπὲρ τῆς χώρας πρεσβεύοντες. Αἰσχυνθήσονται δὲ τῶν ἐναντίων γενησομένων, καὶ ὀδυροῦνται πρὸς ἀλλήλους. Τοῦτο γὰρ τὸ συμφοράσουσιν, οὐαὶ τυχὸν, καὶ συμφορᾶς προφέροντες ῥήματα. Ἐξ ἀθυμίας δὲ αὐτῶν τὰ πρόσωπα μελανθήσεται, ὡς σποδοῦ μαρανθείσης λείψανον εἶναι δοκεῖν· ἢ καὶ τὸ ἐκ τῆς αἰσχύνης παρίστησιν ἔρευθος. Ἔρχεται γὰρ καιρὸς, καθ' ὃν ἀπαραίτητος ὀργὴ Θεοῦ τὴν τῶν Χαλδαίων ὅλην ἐρημώσει χώραν, καὶ τοὺς ἁμαρτωλοὺς ἐξ αὐτῆς ἀπολέσει· τοῦτ' ἔστι, πάντας ὄντας ἁμαρτωλοὺς ἀπολέσει. Οὐ γὰρ ἀντιδιαστέλλει δικαίοις οὖσιν ἐν Βαβυλῶνι. Καὶ ἐπὶ τὰ μεγέθη τῶν συμφορῶν, σκότου καὶ ἀχλύος τὸν ἀνθρώπινον καταπίμπλησι νοῦν, κἂν ὁ τῆς ἡμέρας τύχῃ καιρὸς, κἂν σελήνῃ καὶ ἄστροις ἡ νὺξ καταλάμπηται, τούτου χάριν ταῦτά φησι, σκοτισθήσεται, οὐ φύσει, τῶν δὲ ἀθυμούντων οὕτω δοκούντων ὁρᾷν. Τὸ δὲ, Ἐντελοῦμαι κακὰ, ἢ ἀντὶ τοῦ, ἀπειλήσω· ἢ ἀπενεχθῆναι προστάξω. Δι' Ὠρίωνος δὲ, τὰ λαμπρὰ τῶν ἀστέρων ἐδήλωσεν. Ἄλλως δὲ παρ' Ἑβραίοις τὸ ἄστρον τοῦτο λεγόμενον, οἱ ἑρμη 2077 νεύσαντες πρὸς τὴν κρατοῦσαν παρ' Ἕλλησι συνήθειαν ἐκδεδώκασι. Καὶ ἐν Ἰὼβ δέ φησιν ἡ Γραφὴ, Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον, καὶ ταμιείανότου πάλιν οὕτως ἐξ Ἑλλήνων λεγόμενα. Τινὲς δὲ τὰ προειρημένα ῥητὰ, διὰ τὸ λέγεσθαι τῇ οἰκουμένῃ πάσῃ κακὰ, τοῦτον ἐξηγοῦνται τὸν τρόπον. Μέλλων γὰρ, φασὶν, ὁ λόγος μερικὴν ἀπειλὴν κατὰ Βαβυλῶνος ποιήσασθαι, περὶ τῆς καθολικῆς τοῦ Θεοῦ προεκτίθεται κρίσεως, καθόλου περὶ τῶν ἀσεβῶν οἷα πείσονται διηγούμενος· εἶθ' οὕτως ἐπὶ τὴν μερικὴν τῆς Βαβυλῶνος μετέρχεται κόλασιν. Περὶ δὲ τῆς γενικῆς τέως λέγων· Ἐπ' ὄρους, φησὶ, πεδινοῦ ἄρατε σημεῖον. Τοῦτο δὲ τὸ προφητικὸν πνεῦμα ἐκ προσώπου τοῦ Θεοῦ Λόγου προφέρεται, κελεύει τε τοῖς ἀμφ' αὐτὸν ἀγγέλοις ἀνοῖξαι θύρας κεκλεισμένας, καὶ τοῖς ἔνδον οὖσι προϊέναι, παρακελεύσασθαι, καὶ σπεύδειν ἐπὶ τὴν τῶν ἀσεβῶν τιμωρίαν. Δι' ὧν εἰκὸς δηλοῦσθαι χώραν ἀφωρισμένην δυνάμεσιν ἀντικειμέναις οἱονεὶ δεσμωτήριον τούτων ὑπάρχουσαν. Καὶ μήποτε αὐτή ἐστιν ἡ ἄβυσσος, ἣν πεπληρῶσθαι δρακόντων δηλοῖ τὸ, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, εἰς ἣν μὴ πεμφθῆναι πρὸ καιροῦ τὸν Χριστὸν παρεκάλουν οἱ δαίμονες, ὡς εἰδότες ἔσεσθαί ποτε τούτου καιρόν; Τὰς δὲ τοιαύτας δυνάμεις γίγαντάς φησιν, ἢ ὡς γιγάντων οὔσας ψυχάς· ἢ τῶν ἐξ οὐρανοῦ κατελθόντων ἀγγέλων, ἐξ ὧν οἱ γίγαντες ἐγεννήθησαν ταῖς τῶν ἀνθρώπων θυγατράσι μιγέντων, ἢ καὶ ἑτέρας ἀποστατικὰς δυνάμεις μέχρι τοῦ τῆς κρίσεως δεδεμένας καιροῦ. Ἐπειδ' ἂν δὲ τὸ τοῦ Θεοῦ δικαιωτήριον ἐπιστῇ, ἀποστελεῖ μὲν, ὡς αὐτός φησι, τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ, ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρων αὐτοῦ, τὰς δὲ κολάσεις ὥσπερ διὰ δημίων τῶν ἀντικειμένων δυνάμεων τοῖς κολασθησομένοις ἐπάξει, προστάξας τοῖς ἀμφ' αὐτὸν ἀγγέλοις ἀνεῖναι τούτων τὸ δεσμωτήριον, ὡς ἂν προελθοῦσαι τοὺς ἀσεβεῖς τιμωρήσονται, μέλλουσαι καὶ αὗται τὴν οἰκείαν ἐκδέχεσθαι κρίσιν. Ὄρος δὲ πεδινὸν, τὸν περίγειον ἐκάλεσε τόπον, καὶ πᾶν τὸ τῶν ἀνθρώπων οἰκητήριον, ἔνθα τὸ σημεῖον παρασχεῖν τῆς μελλούσης ἐπιτίθεσθαι τοῦ Θεοῦ κρίσεως παρακελεύεται (περὶ οὖ τάχα φησὶ, Καὶ ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου) καὶ ὑψηλῇ φωνῇ συγκαλεῖν ἐπὶ τὸ κριτήριον. Εἶτά φησι, Παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, ἄρχοντες. Ἀνθ' οὗ Σύμμαχός φησι· Κινήσατε χεῖρα, καὶ ἐξελευθέτωσαν θύρας. Δῆλον ὡς ἀπὸ τοῦ ἐξωτάτου σκότους, ἐν ᾧ καθειργμέναι τυγχάνουσιν. Αἳ οὐκ ἂν ἐξῆλθον, μὴ τοῦ κριτοῦ τοῦτο προστάξαντος. Ἐπιφέρει δὲ ὡς γίγαντές εἰσιν οἱ 2080 καλούμενοι. Ἀνθ' οὗ, Ἀκύλας καὶ Σύμμαχος δυνατοὺς ἐκδεδώκασι. Λέγει δὲ δυνάμεις τὰς τιμωρητικάς. Τοῦτο γὰρ ἡ Γραφὴ λέγουσα περὶ τῶν Αἰγυπτίων παρίστησιν·" Ἀπέστειλεν ἐπ' αὐτοὺς ὀργὴν καὶ θυμὸν καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν·" ὧν δηλοῖ τὴν ἐπὶ τοῖς κολαζομένοις ὠμότητα, χαρὰν αὐτῶν λέγων καὶ ὕβριν. Ταῦτα μὲν οὖν φασι περὶ τούτων. Τὰ δὲ ἑξῆς, περὶ τῶν κριθησομένων ἐθνῶν ἐπιλέγει, οἳ φωνὰς ἀφήσουσι, καθ' ἑαυτῶν ἐξομολογούμενοι, τὰς ἑαυτῶν ὀλοφυρόμενοι συμφορὰς, ὑπήκοοί τε καὶ βασιλεῖς, διὰ τοὺς ὁπλομάχους τοὺς φθείροντας Θεοῦ προστάξει τὴν οἰκουμένην. Τούτους ἔλεγε γίγαντας μακρὰν ὄντας πάλαι, καὶ ὥσπερ ἐν θεμελίοις τοῦ οὐρανοῦ ἀποκεκλεισμένους. οἳ κατὰ καιρὸν κληθέντες φθείρουσι πᾶσαν τὴν τῶν κακῶν οἰκουμένην, μετὰ τὸν ἀφορισμὸν τῶν δικαίων. Οὕτω καὶ ἐν Εὐαγγελίοις τῶν ἐκ δεξιῶν κληθέντων ἐπὶ τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν ἀπὸ καταβολῆς κόσμου, ἐπὶ τοὺς ἐν ἀριστεροῖς ἡ ἀπειλὴ τοῦ πυρὸς ἐξενήνεκται. Ταῦτα περὶ τῆς μελλούσης εἰπὼν κρίσεως, ἐπεὶ μήπω ταύτης καιρὸν, ἐπὶ μετάνοιαν πρὶν γενέσθαι ταύτην καλεῖ τοὺς ἁμαρτωλοὺς, ἐπὶ τοῖς ἰδίοις κακοῖς ἀποκλαίεσθαι παραινῶν. Ἥξει γὰρ, φησὶν, ἡ προλεχθεῖσα τῆς ὀργῆς ἡμέρα, καὶ πλησίον ἐστίν. Πολὺς δὲ ὁ χρόνος ἀφ' οὗ ἐγγίζειν αὐτὴ λέγεται πάντων τῶν προφητῶν διαμαρτυραμένων αὐτῆς τὴν ἐγγύτητα, ὡς ἂν μηδεὶς ἀναπεπτωκὼς, ὡς χρονιζούσης αὐτῆς ἀνέτοιμος εὑρεθῇ. Τίνες δὲ οἱ πρέσβεις οἱ ταρασσόμενοι, ἡνίκα ἂν ἐπιστῇ ἡ τοῦ Κυρίου ἡμέρα; Δῆλον ὅσους διὰ παραβολῆς ᾐνίξατο Κύριος." Ἄνθρωπος γὰρ, φησὶν, εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι." Εἶτα περὶ τῶν δέκα μνῶν τῶν δοθεισῶν τοῖς δούλοις εἰπών φησιν·" Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν, καὶ ἔπεμψαν ὀπίσω αὐτοῦ πρέσβεις, ὅτι Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς." Καὶ πῶς γὰρ οὐκ εὐγενὴς ὁ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἔχων τὴν ὕπαρξιν; καὶ ὁ κατὰ τὸν Σωτῆρα δὲ ἄνθρωπος, εὐγενὴς ἂν λέγοιτο γεγονὼς ἐκ σπέρματος Δαβίδ. Πορεύεται οὖν εἰς χώραν μακρὰν, οὐ τοσοῦτον τῷ τόπῳ διεστῶσαν, ὅσον τῇ καταστάσει τῶν πραγμάτων. Ἐγγὺς γὰρ ὁ Θεὸς τῶν ἀγαθῶν, τῶν δὲ πλημμελούντων ἀπῴκισται. Ὃς διαβόλου τυραννίδι τὸν κόσμον ἰδὼν ὑποκείμενον, ἐλεήσας τοὺς ἀνθρώπους, βασιλεὺς αὐτῶν γενέσθαι κατεδέξατο. Δεῖ γὰρ αὐτὸν βασιλεῦσαι, ἄχρις οὗ θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἦλθεν οὖν εἰς χώραν μακρὰν τοῦ Θεοῦ, τὸν περίγειν τόπον τὴν ἐπὶ τὰ ἔθνη βασιλείαν λαβεῖν, κατὰ τὸ," Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου." Οἱ δὲ τελοῦντες ὑπὸ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ δυνάμεις, τὴν αὐτοῦ βασιλείαν οὐ κατεδέξαντο. Δόντος δὲ αὐτοῦ τὰς ἐντολὰς, καὶ τὴν ἐργασίαν ἐπιζητοῦντος 2081 αὐτῶν, ἔπεμψαν πρέσβεις ὀπίσω αὐτοῦ ἀρνούμενοι τὴν αὐτοῦ βασιλείαν. Εἶεν δ' ἂν οἱ πρέσβεις, οἱ τὸν θάνατον ἐνεργήσαντες αὐτοῦ, νομίσαντες διὰ τοῦ σταυροῦ διακόπτειν αὐτοῦ τὴν βασιλείαν, λέγοντες τῷ Πιλάτῳ·" Μὴ γράφε ὅτι βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι ἐκεῖνος εἶπε, βασιλεύς εἰμι·" οἳ κατακριθέντες ἐκ τῆς ἑαυτῶν πονηρίας ἐμποδὼν οὐ γεγόνασι τῇ οἰκονομίᾳ. Οὐδεὶς δὲ θέλει φαῦλα πράττων, ὑπὸ Χριστοῦ βασιλεύεσθαι. Περὶ ὧν, ὅτι ταραχθήσονται, φησὶν ὁ προφήτης, ὅταν ἴδωσι τὸν Κύριον μετὰ δόξης ἐρχόμενον. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος. Ταύτην ἄλλην εἶναί φασι παρὰ τὴν προτέραν, περὶ ἦς εἶπεν· Ἐγγὺς ἡ ἡμέρα Κυρίου. Ἐκείνη γὰρ, περὶ τῆς ἰδίας ἑκάστου συντελείας, ἥτις ἐγγὺς πάρεστιν· ἡ δὲ νῦν, περὶ τῆς καθολικῆς, ἥπερ δὴ καὶ κυρίως ἐστὶν ἡμέρα. Νυκτὶ γὰρ οὐ διακόπτεται. Διὸ καὶ ἐν αὐτῇ φανεροῦται τὰ κρυπτὰ τοῦ σκότους. Ὁ δὲ παρὼν βίος, νύξ· ἐν ᾧ ταῦτα συγκέκρυπται. Ἐκείνην οὖν ἀνίατον ἔφησεν. Οὐκ ἔστι γὰρ ἐξετάσασθαι τοὺς προσαγομένους ἐν αὐτῇ πόνους. Οἰκονομικὸν δὲ τοῦτο, φασὶ, φόβον ἐμποιοῦν πρὸς τὸ ἐργάζεσθαι, ἕως ἡμέρα ἐστίν· ἔρχεται γὰρ νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι· δεδεμένος δὲ χεῖρας καὶ πόδας τῷ δεσμῷ τῶν ἰδίων ἁμαρτημάτων, εἰς τὸ σκότος ἐμβάλλεται. Τότε δὲ, φησὶν, οἱ ἀστέρες τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, λέγοντος τοῦ Κυρίου. Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ τὰ ἐπὶ τούτοις, οἷς ἐπιλέγει· καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὧ σύμφωνον τό· Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων. Φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. ιβι ʹ. 9Καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ9, κ. τ. λ. Καὶ ταῦτα πάλιν, οἱ μὲν τοῖς περὶ τῆς καθόλου κρίσεως προσκεῖσθαί φασιν, οἱ δὲ περὶ Χαλδαίων ἰδικώτερον λέγεσθαι, ἀγαθότητος δὲ Θεοῦ τὸ, ὕβριν ἀνόμων καὶ ὑπερηφάνων ἀπολεῖν τε καὶ ταπεινοῦν, ὡς ἂν ἀποκαταστήσῃ καθαρὸν ἀπὸ πάσης κακίας τὸ ἑαυτοῦ δημιούργημα· ὡς καὶ τὴν σοφίαν τῶν σοφῶν ἀθετεῖ διελέγχων, οὐκ οὖσαν ἀληθῆ καθ' ἃ τοῖς πλανωμένοις δοκεῖ. Οὕτως ὑπὸ ἰατροῦ νόσος ἀπόλλυσθαι λέγεται, καὶ σκότος ὑπὸ ἡλίου. Διὸ καὶ Ἰακὼβ εὐλογῶν τοὺς υἱοὺς Συμεὼν καὶ Λευὶ, Ἐπικατάρατος, φησὶν, ὁ θυμὸς αὐτῶν· τὴν πονηρὰν γὰρ ἕξιν διὰ τῆς κατάρας ἐξαναλίσκει, ὡς ἂν τὸ καταλειπόμενον ἐν αὐτοῖς ἄξιον τῆς εὐλογίας τοῦ πατριάρχου γένηται. Οὕτω καὶ Νῶέ φησιν· Ἐπικατάρατος Χαναάν· καίτοι Χὰμ ἦν ὁ λελυπηκὼς, ἀλλ' ὅμως οὐκ αὐτῶ καταρᾶται, ἀλλὰ τῷ γεννήματι αὐτοῦ, 2084 καὶ τῷ ἔργῳ, ᾧπερ συμβολικῶς ὀνομάζεται Χαναάν. Ἑρμηνεύεται γὰρ, ὡς σάλος. Ἐν κινήσει γὰρ ἡ ἕξις γινομένη τὸ πάθος ἐπιτελεῖ. Ἡ δὲ ὕβρις, ἢν ἀπολεῖν φησι, πάσης ἐστὶν ἀνομίας ἐμφατική. Οἱ γὰρ ἄνομοι ὑβρίζουσι μὲν εἰς τὸν ναὸν, ὑβρίζουσι δὲ εἰς τὸν πλησίον, καὶ εἰς τὸ κατ' εἰκόνα. Καὶ διὰ τῆς εἰκόνος ἡ ὕβρις ἀναβαίνει ἐπὶ τὸν κτίσαντα, καθὰ καὶ εἰς βασιλέα, διὰ τῆς εἰκόνος ὑβριζομένης. Καὶ πρὸ πάντων, δι' ὧν τις ἁμαρτάνει, ἑαυτὸν καθυβρίζει· ὕβρεως ἄρα γέννημα πᾶσα ἁμαρτία· καὶ τοῦ ὑβριστοῦ πρώτου καθάπτεται· οὕτω δὲ καὶ ὑπερηφανία τῆς ἀνομίας ἐστὶν ἀδελφή. Ὧ γὰρ ἄν τις ἁμάρτῃ, τὴν ἐναντίαν ἀρετὴν ὑπερηφανεῖ τῷ πλημμελήματι. Ὁ οὖν ἀντιτασσόμενος ὑπερηφάνοις Κύριος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, ἐπαγγέλλεται τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν, ῥυόμενος αὐτοὺς ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὃς πατήρ ἐστιν ὑπερηφανίας, ἐνάγων αὐτοὺς πρὸς τὸ μαθητεύεσθαι τῷ εἰπόντι· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Ταῦτα δὲ, φασὶ, καθολικῶς περὶ τῆς ἐπὶ συντελείᾳ τοῦ κόσμου κρίσεως εἴρηται· διὸ ἐν αὐτοῖς, τῆς οἰκουμένης ὅλης μεμνημένος, οὐδεμίαν Βαβυλῶνος πεποίηται μνείαν, μετὰ δὲ τὸ ἐπενεχθῆναι τὰ εἰρημένα, οἱ ἐκ πολλῶν εὑρισκόμενοι ἄνθρωποι μηδὲν βλαβέντες τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τοὺς ἀνόμους κοινωνίας, διὰ δὲ πειρασμῶν μυρίων βάσανον δεδωκότες ἀκριβῆ τῆς ἑαυτῶν προαιρέσεως, παντὸς τιμίου δοκοῦντος ἐν ἀνθρώποις ἔσονται τιμιώτεροι, τῆς ἀνδρὸς εὑρεθέντες ἄξιοι προσηγορίας, καὶ τὸ κατὰ φύσιν λογικὸν διασώζοντες, χρηματίζοντες ἄνθρωποι, τῷ μὴ τεθηριῶσθαι τοῖς ἄλλοις ὁμοίως. Ἄπυρος δὲ χρυσὸς, ὁ διὰ τὸ φύσει καθαρὸν καὶ ἀμιγὲς πρὸς ἄλλα, πυρώσεως οὐ δεόμενος. Σουφεὶρ δὲ χώρα τῆς Ἰνδικῆς, ἔνθα γίνεσθαι τὰς τιμιωτάτας λίθους φησί. Δηλοῖ τοίνυν ἢ τῶν ἀρετὴν ἐχόντων τὸ σπάνιον, ἢ τῶν ὅλως ζώντων μετὰ τὴν ἅλωσιν Βαβυλῶνος· εἴγε περὶ ταύτης ὁ λόγος, ἐφ' οἷς οὐρανοῦ θυμὸν ὑποτίθεται, οὐχ ὡς ἐμψύχου, καθ' ἃ δή τινες οἴονται, ἀλλὰ τὰς ἐν αὐτῷ δυνάμεις δηλῶν, ὥσπερ φαμὲν, Ἡ πόλις ἐκβέβηκε, Πᾶσα ἡ πόλις ᾔτησέ τι παρὰ τοῦ ἄρχοντος, τοὺς ἐνοικοῦντας σημαίνοντες. Συγκινεῖται δὲ τῷ Δεσπότῃ κατὰ τῶν ἀσεβούντων ἡ κτίσις· ὡς καὶ χαρὰ γίνεται ἐν τοῖς μετανοοῦσιν ἐν οὐρανῷ. Καὶ ἀλλαχοῦ δὲ ἐπὶ τοῖς ἀνόμοις ὁ οὐρανὸς ἐξίσταταί τε καὶ φρίττει· καὶ ἐν Αἰγύπτῳ γὰρ ὕδωρ μὲν εἰς αἷμα μετέβαλεν· ἐξῆρψε δὲ βατράχους ἡ γῆ· καθῆκε δὲ χάλαζαν οὐρανός· ὁ δὲ ἀὴρ σκότος ὑπῆρχε βαθύτατον. Οὕτω δὲ καὶ νῦν οὐρανοῦ θυμὸν νοητέον, ὡς ἅπερ ἐξ αὐτοῦ τοῖς κολαζομένοις ἐπάγεται φοβερὰ, ἄστρων ἐκλείψεις, σκηπτοί τε καὶ σκληραὶ βρονταὶ, καὶ 2085 ἀέρος ἀχλὺς, ἃ δὴ γίνεται διὰ θυμὸν ὀργῆς Κυρίου, οὕτω λεγομένης τῆς κατὰ κόλασιν ἀναθυμιάσεως, καὶ τῆς ἐπὶ τοῖς ἡμαρτηκόσιν ἐξάψεως. Γῆ δὲ, φησὶν, ἐκ τῶν θεμελίων σεισθήσεται· τοῦτ' ἔστιν, οὐκ ἐπιβολῆς ἔχουσα τὸν βρασμόν. Θεμέλια δὲ γῆς ἄγνωστά φησιν ἐν Ἰὼβ ἀνθρώπου φύσει Κύριος." Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι εἰ ἐπίστασαι σύνεσιν, τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτήν; ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς;" Οἱ δὲ τῆς ἔξω σοφίας φασὶ τεθεμελιῶσθαι τὴν γῆν ἐν τῷ κέντρῳ τῆς περιεχούσης οὐρανοῦ σφαίρας αὐτήν. Ἰσόῤῥοπος γάρ περ ἀφισταμένη πανταχόθεν, ἐστὶν ἀκλόνητος· καὶ ταῦτα δὴ, φασὶ, τὰ ῥητὰ δηλοῖ τὴν συντέλειαν. Οἱ δὲ περὶ Βαβυλωνίων εἰρῆσθαι νομίζοντες λέγουσιν, ὡς οἱ προφῆται τὴν θείαν καὶ ἄφραστον δύναμιν δεχόμενοι κατὰ νοῦν, ὑπερβολικῶς αἴρουσιν ὑψοῦ τὰς φωνὰς, καὶ μεγέθη τοῖς διηγήμασιν ἐπινοοῦσιν ἐξαίρετα. Οἱ δὲ φεύγειν, φησὶ, τότε πειρώμενοι τὰ δεινὰ, δόξουσιν ἐοικέναι δορκαδίῳ σμικρῷ, ἀλλ' οὐ τελείοις, κοῦφόν τε καὶ ταχὺν ποιουμένοις τὸν δρόμον· εὐπτόητον δὲ τὸ ζῶον, κἀν ταῖς φυγαῖς οὐχ ἱστάμενον. Καὶ ὡς πρόβατον ἔσονται πλανώμενον. Οὐ γὰρ ἔχει σύνεσιν οἰκείαν τὸ πρόβατον, ὡς ὁρμίσαι μὲν ἐπὶ τὰς τροφίμους νομὰς, αὐλισθῆναι δὲ ἐν τόποις ἀσφαλεστέροις, ἢ πότον ἑαυτοῖς ἐκζητῆσαι, ἐὰν μή τις ᾖ ποιμαίνων, καὶ ἐπ' αὐτὰ καθηγούμενος. Οὕτως οὖν τοῖς φεύγουσί φησιν, Οὐκ ἔσται τις ἄρχων ὁ καὶ συνάγειν δυνάμενος, καὶ καταφυγὴν αὐτοῖς παρασχεῖν. Οἱ μὲν γὰρ διασπείρονται διωκόμενοι· οἱ δὲ μένοντες, ἡττηθήσονται· ἢ καὶ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐκκεντηθήσονται. Οἱ δὲ κἂν συστῶσι ἀλλήλων, ὑποπεσοῦνται τῇ μαχαίρᾳ τῆς ὀργῆς τοῦ Θεοῦ. Οὐ μόνον δὲ ταῦτα διαθήσουσιν τοὺς ἀσεβεῖς αἱ δυνάμεις αἱ τιμωρητικαὶ, ἤγουν τοὺς Βαβυλωνίους οἱ Πέρσαι· ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας, ὡς ὁμοίως ὑπάρχοντας ἀσεβεῖς. Τὸ δὲ εἰς τὴν χώραν αὐτοῦ διῶξαι, ἀντὶ τοῦ ἐπειχθῆναι. Δεδιότες γὰρ τοὺς πολεμίους, φησὶ, καὶ τὴν ἡδίστην αὐτοῖς φεύξονται χώραν. Συμφωνεῖ δὲ τῷ τοὺς παῖδας ἄρξουσιν, ὁ Δαβὶδ πρὸς τὴν Βαβυλῶνα λέγων," Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν." Εἰ δὲ δεῖ νοητῶς περὶ τῶν συμβεβηκότων Ἀσσυρίοις εἰπεῖν, εὕροις ἂν ἀκωλύτως τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ λεχθείσῃ τὰ περὶ τῆς νοητῆς Βαβυλῶνος, καὶ τοῦ ταύτης ἄρχοντος 2088 διαβόλου λεγόμενα, ὃς κατὰ τὸν ἱστορικὸν βασιλέα πολεμεῖ μὲν ἀεὶ τοῖς ἀνακειμένοις Θεῷ, πολλούς τε λίαν αἰχμαλώτους ἐργάζεται, καὶ τούτοις ἐπιχαίρει τῆς πατρίδος ἐληλαμένοις, καὶ γῆς τῆς ἁγίας. Ἀλλ' ἐγήγερται τὸ τοῦ Σωτῆρος σημεῖον ὁ θεῖος σταυρὸς, καὶ ἠλαλάξαμεν κατ' αὐτοῦ ᾠδὴν ᾄδοντες ἐπινίκιον τῷ δι' ἡμᾶς ὑπὲρ ἡμῶν τε νενικηκότι, καὶ τὴν φωνὴν ὑψώσαμεν, τῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι. Ἐντέταλται δὲ καὶ ὁ Κύριος ἔρχεσθαι ἔθνει ὁπλομάχῳ, δηλονότι τῷ τῶν ἁγίων, οἷς ἡ μάχη οὐ πρὸς αἷμα καὶ σάρκα, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, ἀντετάξαντό τε καὶ νενικήκασιν ἀντεπάγοντες αὐταῖς τὴν πολιορκίαν οἷά τινα πόλιν, τὴν εἰδωλολατρείαν πορθοῦντες τὴν πάλαι δεινὴν καὶ ἀνάλωτον Χριστοῦ στρατηγοῦντος, καὶ τῶν ὑπερασπιζόντων ἀγγέλων, ὡς εὐαριθμήτους λείπεσθαι τῶν ὑπ' ἐκείνων ἁλόντων, καὶ τούτους περιδεεῖς καὶ ἀπειρηκότας παντελῶς τὴν ἀντίστασιν. Ἐπὶ τοιαύτην ἡμᾶς ὁ προφήτης ἀλληγορίαν κινῶν, μετὰ τὰ περὶ τοῦ Σωτῆρος, τὰ περὶ τῶν Βαβυλωνίων ἐπήνεγκεν. ιζκβʹ. 9Ἰδοὺ ἐπεγείρω ἡμῖν τοὺς Μήδους, οἲ ἀργύριον οὐ λογίζονται, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ9. Οἱ περὶ καθολικῆς κρίσεως εἰρῆσθαι τὰ προλαβόντα νομίσαντες, ἐντεῦθεν ἰδιάζειν τὰ περὶ τῶν Ἀσσυρίων φασίν. Οὐ πολλοῖς δὲ ὕστερον χρόνοις τῆς παρούσης προφητείας, ὡς ἡ ἱστορία παρέδωκεν, ἐπέθεντο Μῆδοι τῇ τῶν Ἀσσυρίων ἀρχῇ. Πρῶτος δὲ τούτους Κῦρος ὁ Περσῶν ὑπέταξε βασιλεὺς, ὁ καὶ τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων ἀνεὶς, οὗπερ ὀνομαστὶ διὰ τῶν ἑξῆς ἐμνημόνευσεν. Εἰσέτι δὲ καὶ νῦν ἀληθὲς δείκνυται καὶ τὸ, Οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον. Τινὲς δέ φασιν, ὡς ὁρίζει χρόνῳ τὴν ἐρημίαν, ὡς μετὰ ταῦτα πάλιν οἰκηθησομένης. Ἄραβας δέ φησιν, ἢ τοὺς νῦν καλουμένους Σαρακηνοὺς, οἳ πάλαι δι' ἐμπορίαν καὶ ἐπ' αὐτῆς ἐσκηνοποιοῦντο τῆς Βαβυλῶνος· διό φησι Σύμμαχος, οὐδὲ σκηνοποιήσει ἐκεῖ Ἄραψι τοὺς ἐκ τῆς ὁμόρου Πέρσαις εὐδαίμονος Ἀραβίας. Ἀλλ' ἐπεὶ πολλὰ τῶν ἐρήμων ἐπινέμονται τόπων ποιμένες, μάνδρας τοῖς ἑαυτῶν θρέμμασιν ἑαυτοῖς ποριζόμενοι, οὐδ' εἰς τοῦτο χρησίμην ἔσεσθαι τὴν Βαβυλῶνά φησιν· ἡμέρων δὲ καὶ λογικῶν ζώων ἔρημος γενομένη, δαίμοσιν ἐνδιαίτημα καὶ θηρίοις γενήσεται. Φιληδοῦσι γὰρ τοῖς ἐρήμοις τόποις οἱ δαίμονες. Διά τε τῶν θηρίων τὸ ἄγνωστον, τὴν Ἑβραϊκὴν θέντες λέξιν σιεῖν, οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἐκδεδώκασιν· ἀντὶ δὲ τοῦ σειρῆνες, τοῦ στρουθοκαμήλους. Φιλέρημον γὰρ ὂν τὸ ζῶον, ταῖς ἀγονω 2089 τάταις ἐναυλίζεται ψάμμοις. Καὶ ἀντὶ τοῦ ὀνοκένταυροι, σιεῖν πάλιν ἐξέδωκαν. Ἀντὶ δὲ τῶν ἐχίνων, σειρῆνας. Τάχα που διὰ τὸ τῶν δαιμόνων ἀπατηλόν· ὁποίας ὁ μῦθος τὰς Σειρῆνας παρέδωκεν. Τινὲς δὲ Σειρῆνας ἐξηγήσαντο, τὰ εὐστομεῖν εἰδότα πτηνά· ἢ κατά γε, φασὶ, τὴν Ἑβραίων ἔκδοσιν, τὴν γλαῦκα· τοὺς δέ γε τῶν ὄνων ἀγρίους, φασὶν, ὀνοκενταύρους ὠνόμασεν· ἐχίνους δὲ τοὺς ἀκάνθαις ὀξείαις οἱονεὶ φρίττοντας μύας· ἅπαντα τὴν ἐρημίαν δηλοῖ. Διὸ καὶ ἤχου φησὶ τὰς οἰκίας πλησθήσεσθαι, τὴν τῶν ἀοικήτων σημαίνων ἠχώ. Λέγει δὲ τοὺς Μήδους, διὰ τὸ πλουτεῖν, χρημάτων ὑπερορᾷν, ὡς ἄπορον εἶναι Βαβυλωνίοις παρὰ τούτων ἐξωνεῖσθαι τὴν ἅλωσιν· Τὸ δὲ Μήδων ὄνομα μεταλαμβανόμενον, σημαίνει ἀπὸ ἱκανοῦ. Οὐκοῦν ὁ ἱκανὸς ἐν πᾶσιν ἐπάγειν ἑκάστῳ τὰ πρὸς ἀξίαν, οὗτος τοὺς Μήδους κινεῖ. Ἢ τάχα ἐπειδὴ ὁ Μαδαῒ κτίστης ἐστὶ τῆς Μηδίας, ὃς ἑρμηνεύεται ἐκμέτρησις, λέγοιντο οἱ Μῆδοι ἐπάγεσθαι εἰς τὸ κολάζειν ἐν μέτρῳ τοὺς κακῶς βεβιωκότας. Ὧ γὰρ μέτρῳ μετρεῖ ἕκαστος ἀγαθὰ ἢ κακὰ, τὰ τῆς ἀμοιβῆς ἢ κολάσεως ἀπολήψεται. Ὧ ἀκόλουθον καὶ τέκνα Βαβυλωνίων νοεῖν, τοὺς καρποὺς, καὶ τὰ γεννήματα τῆς ἐκείνων ψυχῆς· οἷα καὶ τὰ τοῦ μακαριζομένου παρὰ τῷ Ψαλμῳδῷ, ἐν ᾧ ἡ μὲν γυνὴ, ἡ σοφία ἐστὶν, ἣν ἐκζητήσας νύμφην ἠγάγετο, τοῦ κάλλους αὐτῆς ὁ δίκαιος γενόμενος ἐραστής. Υἱοὶ δὲ νοῦ καὶ σοφίας ἅμα συνελθόντων γεννήματα τοιαῦτα παρίστησιν ἐν ἑκατοστῷ τριακοστῷ ἕκτῳ ψαλμῷ λέγων, Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος· ἧς τὸν τὰ τέκνα πρὸς τὴν πέτραν ἐδαφίζοντα μεμακάρικεν, προβλέπων ὁμοῦ μηδεμίαν ἀπὸ Μήδων ἐσομένην φειδώ. Οὐ μακαρίζει δὲ τὸν ὁπωσοῦν ἀνελόντα Βαβυλώνιον τέκνον, τὰ νήπια δὲ καὶ ἀρτιγενῆ ἐλθεῖν μὴ συγχωροῦντα πρὸς αὔξησιν, ὡς ἂν μὴ γένωνται χείρω, καὶ ἀναιροῦντα ἰδίᾳ σοφίᾳ τοῦ συγκεχυμένου τὰ γεννήματα, ὃς ὀνομάζεται Βαβυλώνιος, ταῦτα πρὸς τὴν πέτραν ἀράσσοντα· πέτρα δὲ κὰν τούτῳ Χριστός. Τοῦτο δ' ἂν γένοιτο τῶν φαύλων συγκρουομένων δογμάτων τῷ λόγῳ τῆς ἀληθείας. Ταχὺ δὲ ἥξειν ταῦτά φησι. Καὶ τὸ παρ' ἡμῖν γὰρ μακρότατον, βραχὺ λίαν ἐστὶ παρὰ Θεῷ. Χίλιά γ' οὖν ἔτη ἐνώπιον αὐτοῦ, ὡς ἡ ἡμέρα ἡ χθὲς, εἴρηται, καὶ ὡς φυλακὴ ἐν νυκτί· Καὶ οὐκ εἰς μακρὰν δὲ φασὶ, τῆς προφητείας ἐγένετο. Ὁμοῦ δὲ τοῖς μὲν Βαβυλωνίοις πικροτέραν ἐμβάλλει φροντίδα· τοῖς δὲ Ἰσραηλίταις, διὰ τὴν αἰχμαλωσίαν παράκλησιν. Τῆς δὲ Βαβυλῶνος ὥσπερ ἐπώνυμον ἦν τὸ, ἔνδοξος. Καὶ ἔλεγον, ἡ ἔνδοξος Βαβυλών. Ἐναργῶς δὲ λίαν δείκνυσιν, ἐξ οἵας εἰς οἵαν ἥξει κατάστασιν. Αἴτιος δὲ ὁ βασιλεὺς Χαλδαίων βασίλειον αὐτὴν ἰσχυρόν τε καὶ λαμπρὸν ποιησάμενος· ἀπεικάζει δὲ Σοδόμοις κοὶ Γομόῤῥᾳ τὴν ἑρμηνείαν αὐτῆς. Ἑρμηνεύεται δὲ Σόδομα, τύφλωσις, καὶ στείρωσις, καὶ ἑστῶσα σιωπὴ, καὶ ὁμοίωμα, καὶ ἔγκλησις καὶ θεμέλιος αὐτῶν. Γόμοῤῥα δὲ, μέτρον καὶ στάσις. Οἷς ἡ Βαβυλὼν ὁμοίως κα 2092 ταστραφήσεται. Θεὸς γὰρ εὐεργετῶν τοὺς καταστρεφομένους, ὡς ἰατρὸς καταστρέφει τυφλότητα. Καταστροφὴ δὲ τυφλότητος, ὁράσεως ἀρχή. Καὶ καταστρέφει στείρωσιν, τὴν ἀγωνίαν ἐλαύνων, γεννήματα δικαιοσύνης ἔργων δωρούμενος, καὶ σιωπὴν ἑστῶσαν, ἵνα λόγον ἐμβάλῃ καρδίας πρὸς τὸ δοξάζειν τὸν Θεόν. Καὶ μέτρον καὶ στάσιν, ἵνα τῆς κακίας τὸ μέτρον τῆς ἐν αὐτῇ καὶ τὴν ταραχὴν καθέλῃ, ὡς ἂν οἱ στασιάζοντες, καὶ ἐν τῇ καταστάσει τῇ ἐναντίᾳ τῆς εἰρήνης ὄντες βελτιωθῶσιν ἀντιμετροῦντες ἀρετὴν τῇ κακίᾳ. Πᾶς δὲ πρεσβεύων εἱμαρμένην, καὶ τὴν τῶν ἄστρων κίνησιν ἀναγκαστικὴν εἶναι πάντων ὑποτιθέμενος, ὅσον ἐπ' αὐτὸν τῆς εὐσεβείας ἀφιστῶν τοὺς ἀκούοντας, ἔνδοξα καλεῖ τῶν Βαβυλωνίων τὰ πράγματα. Συγχυτικὰ γὰρ ταῦτα διανοίας, ἀναιροῦντα τὴν Πρόνοιαν, καὶ τὸ ἐφ' ἡμῖν, ἄξιά τε τὸ εἶναι Βαβυλῶνος ὁμώνυμα. Χαλδαίων γὰρ ἀστρολογία γέγονε εὕρημα. Ταύτην καταστρέφει Κύριος, καὶ ἐνοικίζονται δαίμονες ἀποστάντος αὐτῆς τοῦ Θεοῦ, εἴτε πόλιν αὐτὴν, εἴτε ψυχὴν ἐθέλοις εἰπεῖν, ἐν ᾗ κατεστραμμένῃ ποιμὴν ἀγαθὸς οὐκ ἐναυλίζει τὴν ποίμνην, ἥτις καὶ ἤχου πληροῦται μηδὲν ἐν αὐτῇ τρανὸν ἢ διηρθρωμένον ἔχουσα ῥῆμα, παθῶν δὲ θόρυβον ἄσημον, ἣν κατεπάδουσι πονηραὶ δυνάμεις ἐγκλίσει φωνῆς ὑποθέλγουσαι, ἢ διὰ φωνῆς, ἢ δι' ἄλλου τρόπου τινὸς ἡδονὴν ἐμποιοῦσαι πρὸς θήραμα καὶ λήθην τῆς ἰδίας πατρίδος ἀπεργαζόμεναι. Ἠχὼ δέ ἐστιν ἀνακλωμένη φωνὴ ἀπὸ σωμάτων ἀντιτύπων, ἐπανιοῦσά τε πάλιν ἐπὶ τὸν ταύτην προέμενον, ὅπερ ἐν ἐρημίᾳ μέν ἐστιν ἀκώλυτον. Ἐν οἰκουμένοις δὲ τόποις ὑπὸ τῶν ἄλλοθεν ἄλλων ἀντηχούσων φωνῶν, τῶν τε παραφερομένων σκευῶν ἢ σωμάτων διακοπέντος τοῦ ἀέρος, εἴωθε παραθραύεσθαι· ὧν ἡ νὺξ ἀπηλλαγμένη μᾶλλον ἠχώδης ἐστίν. Τοιοῦτος καὶ ὁ κνηθόμενος τὴν ἀκοὴν, ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφει· ἐπὶ δὲ τοὺς μύθους τραπεὶς, εὐτόνου μὲν μὴ ἀνεχόμενος λόγου, μηδὲ τῆς ἐπ' ἐλέγχοις ἐπιτιμήσεως, χαίρων δὲ μόνῳ τῷ κολακεύοντι. Ὀρχεῖσθαι δὲ λέγεται τὰ ἐνεργοῦντα ἐν ἡμῖν τὰ πάθη δαιμόνια, ἄλλοτε ἄλλου πάθους ὥσπερ ὀρχηστοῦ ὑποδυόμενα πρόσωπον, καὶ ἐξ ἑτέρου πρὸς ἕτερον, ὡς ἐν κινήσει μελῶν μεταβαίνοντα· κατασκιρτᾷ γὰρ ἐν ἡμῖν ἐγχορεύοντα. Τὸ δὲ τῶν ὀνοκενταύρων ὄνομα σύνθετον, ἐμφαίνει τινὰ καὶ ἀλλόκοτον δαίμονα, νῦν μὲν ἡμᾶς πρὸς ἀνθρώπινα ποιοῦντος ὁρᾷν· νῦν δὲ πρὸς τὰ κτηνώδη παρασύροντος πάθη. Τούτους δὲ, φασὶ, τριχιῶντας Ἀκύλας ὠνόμασε, δηλῶν κάθυλον καὶ ἐσκοτισμένον δαίμονα. Ὁ δὲ ἐχῖνος, δαιμόνιον ἕτερον δύσληπτον καὶ πανοῦργον. 2093 ΚΕΦΑΛ. ΙΔʹ. ακζʹ. 9Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραήλ. Καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γειώρας προστεθήσεται πρὸς αὐτοὺς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακὼβ, καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ εἰς δούλους καὶ δούλασ9, κ. τ. λ. Εἰπὼν ἃ πείσεται Βαβυλὼν δυσχερῆ, τὰ περὶ τῶν Ἰουδαίων ἐπιφέρει, χρηστὰ τὴν ἐπὶ Κύρου λέγων ἀνάκλησιν. Ἀντὶ δὲ τοῦ ὁ γειώρας, ἐξέδωκαν οἱ λοιποὶ ὁ προσήλυτος. Οὐχ ἁπλῶς δὲ προσήλυτος, φασί τινες, ἀλλ' ὅτι γεωργίᾳ προσκείμενος. Κυρίως μὲν οὖν ὁ γειώρας δηλοῖ τὸν ἰθαγενῆ, καὶ αὐτόχθονα. Συνανιόντες δὲ Βαβυλωνίων αὐτόχθονες ἤμελλον εἶναι παρ' Ἰουδαίαν προσήλυτοι. Φέρει τοίνυν εἰς ταυτὸν ἑκατέρα διάνοια. Εὐπραξίας γὰρ ἐπὶ τοσοῦτον ἥξειν Ἰουδαίους φησὶν, ὡς τοὺς πρὶν αὐτοὺς ἑλόντας συναναβῆναι εἰς τὴν Ἰουδαίαν αὐτοῖς. Τοῦτο μὲν συγγένειαν πρὸς αὐτοὺς ἐσχηκότας, τοῦτο δὲ τῆς αὐτῶν θεοσεβείας ὡς ἐν χρονίῳ μετειληφότας διατριβῇ, καὶ τοὺς πρὶν εἰδωλολάτρας δούλους καὶ δούλας γενέσθαι Θεοῦ. Ἔθνη δέ φησι τοὺς Ἰουδαίους προπέμποντα πρὸς τὴν ἰδίαν εἰσοίσουσι γῆν. Ὃ δὴ Κύρου προστάξαντος γέγονεν, ἡνίκα τῶν ἀναβάντων Ἰησοῦς καὶ Ζωροβαβὲλ ἡγήσαντο. Καὶ Ξέρξου τοῦ μετ' αὐτὸν, ἡνίκα τὸν Ἔσδραν μετὰ πολλῶν πέμπων ἐπιστολῶν, παραπέμπειν, αὐτὸν δεξιῶς καὶ τοὺς σὺν αὐτῷ, τοῖς ἐν μέσῳ προσέταξεν ἔθνεσιν. Καὶ Νεεμίου μετὰ ταῦτα πρὸς τὴν Ἰουδαίαν χωροῦντος πρὸς τὸ γράψαι τοῖς πέραν τοῦ ποταμοῦ καὶ φύλακας αὐτῷ συναπέστειλεν ἄνδρας δυνάμεως ὁ τῶν Περσῶν βασιλεύς· ταυτὶ γὰρ Ἔσδρας ἱστόρησεν. Προλέγει δὲ καὶ τοὺς τὸν Ἱσραὴλ Βαβυλωνίους αἰχμαλωτίσαντας, δοριαλώτους ὑπὸ Κύρου δηλονότι γενήσεσθαι. Ἢ καὶ τάχα, διὰ τὸ τοὺς συναναβάντας αὐτοῖς ὑπὸ ζυγὸν γενέσθαι τοῦ νόμου καθάπερ αἰχμαλώτους, ἑαλωκότας τὴν καλὴν καὶ σωτήριον ἅλωσιν. Κατ' ἐκεῖνο δὲ τοῦ καιροῦ ἀνεθήσει τοῦ θυμοῦ σου, φησίν. ΚΕΦΑΛ. ΙΕʹ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ. αθʹ. 9Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις. Νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Λυπεῖσθε ἐφ' ἑαυτοῖς. Ἀπολεῖται γὰρ καὶ Γεβῶν, οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβᾶν τῆς Μωαβίτιδοσ9, κ. τ. λ........ τοῦ οὐκ ἔρχεται πρὸς τὸ 2096 φῶς. Ὧν ὄντων ἐν νυκτὶ, καὶ τὸ τεῖχος πίπτειν νυκτὸς τὰ ὀχυρώματα τὰ σοφιστικά. Τούτοις γὰρ, ὡς ἀσφαλέσιν, ἠλαζονεύοντο. Ὧν δὴ πιπτόντων ἐν ἐλέγχοις ὀδύρονται· οἳ καὶ τοὺς περὶ Θεοῦ λόγους ἀστάτους ἔχοντες βωμὸν οἰκοδομοῦσι πεσούμενον Δεηβὼν χρηματίζοντα, εἰς ὃν ἀνιέναι παρακελεύονται μετανοοῦντες, οὐ θύσοντες, ὡς ὅτ' ἂν ἐλάτρευον τῇ κτίσει παρὰ τὸν Κτίσαντα, τὴν θυσίαν τῆς ἑαυτῶν αἰνέσεως ἐπ' ἀλλοτρίων θυσιαστηρίων προσάγοντες, ἀνθ' ὧν κλαιέτωσαν τῆς κατὰ Θεὸν λύπης σωτηρίαν αὐτοῖς ἀμεταμέλητον προξενούσης. Τοιοῦτοι καὶ οἱ τὰς ἐλπίδας ἐπὶ ῥευστοῖς ἔχοντες πράγμασιν. Κλαίειν οὖν κελεύει τοὺς, ὧν τὰ ἤθη τὰ χρηστὰ διέφθειραν ὁμιλίαι κακαί. Ὧν καὶ τῆς διδασκαλίας ἀπογυμνοῦσθαι δεῖν διδάσκει, διὰ τοῦ φαλακρώματος μηκέτι τὸν κόσμον περικειμένους τὸν ἐξ αὐτῶν. Ἀντὶ κεφαλῆς γάρ εἰσιν οἱ καθηγηταὶ, κατὰ δὲ τὸ ῥητὸν, ἀτιμίαν δηλοῖ. Σύμβολον γὰρ ἀτιμίας φαλάκρωμα, ὥσπερ οὖν κατατομὴ βραχιόνων, τοῦ κόπτεσθαι καὶ θρηνεῖν. Ἢ ὅτι τοῖς εἰδωλολάτραις ἔθος ἐντομίδας ποιεῖν ἐν παρειαῖς καὶ βραχίοσιν. Αἰνίττεται δὲ τὸ, δι' ἀγαθῆς πολιτείας ἐξευτελίζειν τῶν πονηρῶν διδασκάλων τὰς ὑποθήκας τὰς πρακτικὰς εἰς ἔλεγχον ἀγομένας διὰ δὲ τῆς διαιρέσεως· οἳ καὶ πολλάκις τὸν βίον εἶναι δοκοῦντες ὀρθοὶ, πρὸς ἄτοπα καθέλκουσι δόγματα, καὶ ἤδη φωραθέντες ἴσους τὸν βίον ἐργάζονται, ἄγοντες διὰ τῆς πλατείας ὁδοῦ τῆς τῶν πρὸς ἡδονὴν φερόντων ψυχαγωγίας. Ἔνθα κελεύει κόπτεσθαι τὸν βεβασανισμένον βίον προαιρουμένους ἐπὶ ταῖς ἡδοναῖς μετεγνωκότας, ὁδὸν ζητοῦντας τὴν στενήν τε καὶ τεθλιμμένην, σάκκον τε περικειμένους πενθεῖν, ἐφ' οἷς διὰ τῆς ὀσφύος ἐξήμαρτον, ἥτις ἀντὶ τῶν γεννητικῶν πολλάκις παραλαμβάνεται· ἔτι γὰρ ἦν ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς Ἀβραὰμ ὁ Λευΐ· καὶ, Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι διὰ τὸ δεῖν συστεῖλαι τὰς ὀρέξεις τὰς ὑπουργοὺς τῆς γεννήσεως. Διαγράφει δὲ πόλιν ὑπὸ πολέμου κατειλημμένην, ὅτεπερ οἱ μὲν ἐν πλατείαις καὶ στενωποῖς οἰμώζοντες διαθέουσιν, τὸ δὲ θῆλυ γένος, καὶ νήπια ἐνορῶντα ταῖς φάλαγξι τῶν πολεμίων ὀδύρεται. Τὰ δὲ ὑψηλὰ καὶ διάκενα τῶν μαθημάτων ἐκάλεσε δώματα. Τὰς δὲ οἱονεὶ διαιρέσεις τῶν νοημάτων ῥύμας τῆς Μωαβίτιδος· εἴτ' οὖν τις ἐφ' ὑψωμάτων ἐγένετο ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· εἴτ' ἐν διαλεκτικῇ τινι λόγων διαιρέσει δοκούντων εὐκρινῶς περὶ ἑκάστου διαλαμβάνειν τῶν προβλημάτων· ὁ τοιοῦτος ὀλολυζέτω διὰ τῆς μετανοίας. Οὐ θεῖοι γὰρ, ἀλλ' ἀνθρώπινοι λογισμοὶ τῶν Μωαβιτῶν τὰ διδάγματα. Πῶς δὲ κατὰ τὴν λέξιν, ἡ ὀσφὺς βοᾷ τῆς Μωαβίτιδος, καὶ ἡ ψυχὴ αὐτῆς γνώσεται; ἢ ὅτι προεισβάλλουσιν ἀεὶ τῶν ἀνηκέστων κακῶν ἀθυμίαι δειναί; 2097 Δηλοῖ τοίνυν ἡ τῆς ὀσφύος βοὴ, ὡς ἐν ὠδῖσιν ἡ Μωαβῖτίς ἐστι κεκρυμμένους ἔχουσα πόνους, φυσικῶς τε συναισθανομένη, καὶ ταῖς φήμαις σαλεύουσα. Βοᾷ γὰρ μέχρη Σηγὼρ, ἣν ὁρίζειν τὴν Μωαβῖτιν φασὶ, τοῦτ' ἔστιν ἡ πᾶσα χώρα μέχρι περάτων αὐτῆς, ἐξ ὧν ἡ Παλαιστίνη τὴν Ἀραβίαν ἐκδέχεται. Ἄλλως δὲ, τὸ ἐπικείμενον πένθος τῇ Μωαβίτιδι αἴτιον βίου γενόμενον σώφρονος, Βοᾷ ἐπὶ τῇ κραυγῇ τῆς Ἐσεβὼν καὶ Ἐλεάλη, καὶ Ἰασσά· τοῦ λόγουτὴν ἐπὶ μετανοίᾳ προκοπὴν ὑπεμφαίνοντος. Ὅτε θρηνοῦμεν ἑαυτούς τε καὶ τοὺς συνημαρτηκότας ἡμῖν, διὰ τῆς βοῆς κἀκείνοις γεγονότες ὑπόδειγμα μέχρι πόῤῥω, διὰ τῆς βοῆς τῆς μετανοίας τὸν τρόπον δημοσιεύοντες. Κωμῶν δὲ καὶ πόλεων τὰ κατειλεγμένα τῆς Μωαβίτιδός ἐστιν ὀνόματα μέχρι τοῦ παρόντος γνωριζόμενα, αἳ πᾶσαι τὴν ἐκ τῶν Ἀσσυρίων ὑπέμειναν ἄλωσιν. Καὶ Ἀριὴλ γὰρ μέχρι νῦν μεγίστη καθέστηκεν Ἀρεοπόλεως κώμη, καθὰ καὶ αἱ λοιπαί. Καὶ διάκενον τὸ περὶ τούτων ἀλληγορεῖν, τοσοῦτον γνῶναι δέον, ὡς τῆς εἰδωλολατρείας αὐτῶν τὴν δι' ἐρημίας ἀπώλειαν προφωνεῖ διὰ τοῦ βωμοῦ τοῦ Δαίμων καὶ τοῦ ἄρχοντος· παρ' οἷς νῦν ἡ τοῦ Θεοῦ γνῶσις ἐκκλησίαι τε πανταχοῦ καθεστήκασιν. Ἐπάγει δὲ τίνος ἕνεκα τὰ προειρημένα συμβαίνει τὴν Μωαβῖτιν παθεῖν, λέγων· Δάμαλίς ἐστι τριετής. Ὁ γὰρ τρίτος ἐνιαυτὸς τοῖς ἀλόγοις τῶν ζώων ἀρκεῖ πρὸς ἀκμὴν, εἴς τε τὸ σφριγῶσαν αὐτοῖς ἐνεργάσασθαι δύναμιν. Ἡ Μωαβῖτις τοίνυν ἰσχυρά τις οὖσα καὶ ἀπειρόζυγος ἐπεπήδα τοῖς πέλας, κατασκιρτῶσα πως τῶν ἀσθενεστέρων ἤγουν τελεία τίς ἐστιν ἡ τριετίζουσα δάμαλις, τοῦ τε γεννᾷν ἔχει δύναμιν, καὶ τοῦ τὸν τράχηλον ὑπέχειν ζυγῷ, δι' ἧς δείκνυσι τῶν δυναμένων ἐπιστρέφειν τὸ ἴδιον, ὡς τελειοῦσθαι μὲν κατὰ τὴν τῆς ψυχῆς ἡλικίαν, ἔχειν δὲ τὸν λόγον δυνάμενον ὑποβαίνειν τῷ ζυγῷ τῆς ἀληθείας. Ὧν τις ἐστερημένος οὐκ ἀπαιτεῖται τῆς μετανοίας τὰ ἔργα. Διὸ καὶ τῷ Ἀβραὰμ ἔφησεν ὁ Θεός·" Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα." Τρυγόνα δὲ καὶ περιστερὰν οὐ περιέγραψε χρόνῳ, διὰ τὸ εὐθὺς τὰ ζῶα ταῦτα τῆς γεννήσεως ἄρχεσθαι, ἐπὶ δὲ τῆς ἀναβάσεως, φησὶ, τῆς λουὶδ κλαίοντες ἀναβήσονται. Ἀρχὴ γὰρ εὐφροσύνης ἐστὶ τὸ κλαίειν καλῶς, τὴν διὰ προκοπῆς τε ἀνάβασιν ἡ κατὰ Θεὸν λύπη ποιεῖ. Ἐφ' ᾗ καὶ Παῦλος εὐφραίνετο τοὺς ἑαυτοῦ λόγους ὁρῶν εἰς συναίσθησιν ἄγοντας. Κλαίων γάρ τις ἐπὶ τοῖς ἰδίοις κακοῖς, μὴ ἔχων ἔτι κατάβασιν, οὐκ εἰσελεύσεται εἰς τὰ κατώτατα τῆς γῆς. Πρὸς δὲ τὸ ἀναβαίνειν αὐτὸν ἡ τοιαύτη λύπη χειραγωγεῖ. Ὑψηλὴν δὲ εἶναί φασι καὶ λεωφόρον τινὰ τὴν Ἀρωνιεὶμ, ἀνακομίζειν τε εἰς αὐτὴν τοὺς ἐξ ἑτέρων φεύγοντας πόλεων. Διό φησι, κλαίοντες ἀναβήσονται. Φωνὴ δὲ τοῖς κλαίουσι, σύντριμ 2100 μα καὶ σεισμὸς, προαναφωνοῦσι τὰ ἐκ τοῦ πολέμου συμβησόμενα πάθη πᾶσαν σείοντος πόλιν καὶ τοὺς ἐνοικοῦντας συντρίβοντος. Καὶ λόγος δὲ καθαπτόμενος τὸ φρόνημα συντρίβει τὸ πονηρὸν, καὶ σάλον ὥσπερ τοῖς αὐτοῦ λογισμοῖς ἐνεργάζεται πρὸς τὸ τοὺς μὲν ἐκριζωθῆναι, τοὺς δὲ ὑγιεῖς ἀντεισάγεσθαι λόγους. Διὸ καρδίαν συντετριμμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Συντριβείσης γὰρ τῆς μοχθηρᾶς διαθέσεως, κλαύσονταί τε καὶ ἀναβήσονται. Ὧν οὐδέτερον ἔσται συνεστηκυίας καὶ μήπω σεσαλευμένης. Τὸ ὕδωρ τῆς Νεβρὶδ ἔρημον ἔσται. Πόλιν δὲ ταύτην, φασὶ, κειμένην μὲν ἐν ἐσχάταις τῆς χώρας, Ἐρυθρᾷ δὲ γειτνιῶσαν θαλάττῃ εὔυδρόν τε καὶ εὔβοτον, ὡς ἀρκεῖν ἵππῳ πολλῇ, εἶναί τε τοὺς οἰκοῦντας μαχιμωτάτους· ἀλλ' ἐπιόντων τῶν πολεμίων ἔρημος ὑδάτων ἔσται, καὶ χλωροῦ χόρτου, ὡς τοὺς ἱππότας ἀσθενεῖν ἀνῃρημένης τῆς ἵππου διὰ λιμόν. Οὗ γεγονότος, φησὶ, μὴ ἄρα φρονήσει μέγα καὶ οὕτως ἐφ' ἑαυτῆς; δηλοῖ δὲ καὶ, ὡς τὸ τῆς ψευδοδοξίας ὕδωρ πρότερον ῥέον ἀφθόνως, ἀφανισθήσεται. Ὅπερ ἀντίκειται τῷ τῆς ἀναπαύσεως ὕδατι, ἐφ' οὗ Κύριος ἐκτρέφει τοὺς ὑπ' αὐτοῦ ποιμαινομένους. Ὃ καὶ δίδωσι τοῖς πιστεύουσιν εἰς αὐτὸν, ὡς ἂν σχοῖεν ἐν ἑαυτοῖς πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τὸ δὲ φαῦλον ὕδωρ χόρτον μόνον ἐκτρέφει. Καὶ αὐτὸς οὐκ ἔσται. Τοῦτ' ἔστιν, αἱ ψυχαὶ αἱ τὴν πρόσκαιρον ταύτην καὶ ταχὺ μαραινομένην τοῦ κόσμου δόξαν πεπαιδευμέναι ταχὺ ἀπανθήσουσι, τοῦ οἷον ἄρδοντος αὐτὰς ἐρημωθέντος λόγου. Τὸ δὲ, μὴ καὶ οὕτως μέλλει σωθῆναι, δείκνυσιν ὡς ἡ Μωαβῖτις μέλλουσα σώζεσθαι ὁδοῖς τισι καὶ τοῖς ἐπιπονωτέροις παιδεύμασιν ἐναχθήσεται. Καὶ τὸ, ἀπολεῖται γὰρ νυκτὸς, καὶ τὰ τοιαῦτα, δείκνυσιν ὡς ταῦτα γίνεται πρὸς σωτηρίαν αὐτῇ. Ἐπάξω γὰρ, φησὶ, ἐπὶ τὴν φάραγγα Ἄραβας, τάχα που σημαίνων τοὺς πλησιοχώρους Ἄραβας, ἢ καὶ τοὺς τούτων ἐνδοτάτω Σαρακηνούς. Οἷς καὶ αὐτοῖς παραδώσειν φησὶ τὴν Μωάβ. Ἢ καὶ ὡς τοῖς Ἀσσυρίοις ἀκολουθήσασι. Μέχρι γὰρ τῆς Περσίδος μετὰ Δαμασκὸν παρατείνοντες τοῖς Βαβυλωνίοις συνεστρατεύοντο. Φάραγγα δὲ, κατὰ τὸ εἰκὸς, ὀνομάζει τὴν Νεβρὶδ, διὰ τὸ κοῖλον τῆς θέσεως, τῶν ἄλλων ἐν ὕψει κειμένων. Δηλοῖ δὲ ὡς οἱ μὲν πρότεροι διὰ τοῦ κλαυθμοῦ σωθήσονται. Οἱ δὲ τὴν ἀμετανόητον ἔχοντες καρδίαν, διὰ τῆς ἐξ Ἀράβων ἐπαγομένης πληγῆς [ὀλέσονται], Ἄραβες δὲ οἱ ἑσπέριοι. Ἢ τάχα αἱ οἰκεῖαι τῷ σκότῳ δυνάμεις, δι' ὧν ἀποστέλλονται παιδευτικαὶ πληγαὶ τοῖς τὴν ἀμετανόητον καρδίαν ἔχουσιν. Τὸ δὲ, συνῆψεν ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος, τὸ πληρῶσαι πᾶσαν δηλοῖ· καὶ ἐπεὶ τὸ αὐτὸ δύναται καὶ πέρας εἶναι χώρας καὶ ἀρχὴ τὸ ὅριον τῆς Μωαβίτιδος, νῦν ἀπὸ τῆς ἀρχῆς τὴν προσηγορίαν εἴληφεν. Καὶ ὀλολυγμὸς αὐτῆς πάντα πεπλήρωκεν ἕως τοῦ φρέατος Ἐλείμ. Ὀνομάζει δὲ τήν τε Ἀγαλλεὶμ, καὶ τὸ φρέαρ τοῦ Ἐλεὶμ, ὡς ἔξω 2101 πόλεις οὔσας, ἐπ' αὐτοῖς κειμένας τέρμασιν. Εὐϋδροτάτην δὲ λόγος εἶναι τὴν Ῥεμμῶν, ἀλλ' ὅμως καὶ ταύτης τὸ ὕδωρ τῷ τῶν σφαττομένων αἵματι μολυνθήσεται. Τὸ δὲ ὕδωρ τὸ Δεηβὼν. Πάλιν τὸ ὕδωρ διδασκαλίαν φησὶν, ὅπερ αἵματος πλῆρες εἶναι λέγει, διὰ τὸ ἐνόχους θανάτου γίνεσθαι τοῖς διδασκομένοις τοὺς κακῶς καθηγουμένους· τοιοῦτοι γὰρ οἱ ἀπολλύντες τὰς ψυχὰς ὀλέθριοι λόγοι. Καὶ ἀρῶ, φησὶ, τὸ σπέρμα Μωάβ. Τὸ μὴ μεταστὰν ἐπὶ τὰ κρείττονα, ἀλλὰ μεῖναν ἐν τοῖς μὴ εἰσερχομένοις εἰς Ἐκκλησίαν Κυρίου, σπέρμα τοῦ Μωάβ. Οὐκ εἰσελεύσονται γὰρ Μωαβῖται εἰς Ἐκκλησίαν Κυρίου ἕως δεκάτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα· ἐξαίρειν ἀπειλεῖ. Ὃ καὶ σπέρμα τοῦ Ἀριὴλ ὀνομάζει, ὅπερ ἑρμηνεύεται λέγων. Τοὺς γὰρ φρονικοὺς καὶ ὁ Κύριος ἐκ τοῦ διαβόλου γεγεννῆσθαί φησιν, ὁρῶν τῶν Ἰουδαίων τὴν κατ' αὐτοῦ φονῶσαν προαίρεσιν λέγων·" Ὑμεῖς ἐκ τοῦ Πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰ ἔργα τοῦ Πατρὸς ὑμῶν ποιεῖτε." Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς. Σπέρμα οὖν Μωὰβ οἱ ἀποστάται τῆς Ἐκκλησίας. Σπέρμα δὲ Ἀριὴλ, οἱ κατὰ τῶν ἀδελφῶν φονῶντες ὀλεθρίαν λόγοις ταῖς αὐτῶν ψυχαῖς ἐμποιοῦντες τὸν θάνατον. Εἶτά φησιν, καὶ τὸ κατάλοιπον Ἄδαμα. Τοῦτο δὲ σημαίνει τὴν γῆν τὴν παρθενικὴν, ἀφ' ἧς Ἀδὰμ ἐπλάσθη. ΚΕΦΑΛ. Ι ʹ. αεʹ. 9Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Μὴ πέτρα ἔρημος ἔσται, τὸ ὄρος Σιών; ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θύγατερ Μωάβ9, κ. τ. λ. Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Τοῦτ' ἔστι, τὸ κατάλοιπον τῶν ἀνθρώπων τῶν τὰ γήϊνα φρονούντων, δι' οὗ γεγενῆσθαι ἐκ τῆς ἑαυτῶν κακίας ἑρπετὰ καὶ ἰοβόλα· ἑρπετὰ μὲν, τῷ τὸ ὕψος ἀποβαλεῖν, ἐφ' οὗ κατὰ τὴν πρώτην κατασκευὴν βεβηκότες ἐτύγχανον. Ἰοβόλα δὲ, διὰ τὸ φθαρτικὸν τῶν συνόντων τούτους ἐξαποστέλλειν ὁ λόγος φησί. Μετὰ οὖν τοὺς προτέρους Μωαβίτας, περὶ ὧν τὰ κρείττονα εἴρηται, εἴ τις ἐν τῇ γῇ καταλείπεται, καὶ ὁμοιοῦται τῷ ὄφει, περὶ οὗ εἴρηται, ὅτι" Γῆν φαγῇ πάσας τὰς ἡμέρας σου·" οὗτος ἐξαποστέλλεται, ὡς τὰ ἑρπετά. Ἐσθίει δὲ γῆν ὁ σπείρων εἰς τὴν σάρκα, καὶ ἐκ τῆς σαρκὸς θερίζων φθοράν. Δηλοῖ δὲ τὸ, ὡς ἑρπετὰ τὸ ὑπολελειμμένον ἀποσταλῆναι, ὅτι πικροὶ ὄντες ἀεὶ βαδιοῦνται εἰς αἰχμαλωσίαν, καθάπερ ὄφεις ἐπῳδαῖς γεγοητευμένοι. Ἀναγάγοις δ' ἂν καὶ οὕτως ἄνωθεν τὸ ῥητόν. Ψυχὴ τῷ θείῳ φόβῳ τετειχισμένη, ἰσχυρὰ καὶ δυσάλωτος. Νικᾷ δὲ μᾶλλον ἀρχάς τε καὶ ἐξουσίας. Εἰ δὲ τοῦ Θεοῦ τὰς ἐντολὰς ἀποσείσαιτο, ἀπογυμνοῖ πάσης αὑτὴν ἐπικουρίας, καὶ τεῖχος ὥσπερ περιελὼν εὐόλισθον αὐτὴν τοῖς πάθεσιν ἀπεργάζεται. Οὕτω παραδίδονταί τινες εἰς ἀδόκιμον νοῦν. Ἐὰν 2104 γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶ, τίς ἀνοίξει; μεθ' ἅ φησι, Μὴ πέτρα ἔρημός ἐστι τὸ ὅρος Σιών; πάλαι γὰρ ἐπιστρατεύσας τῇ Σαμαρείᾳ Σαλμανασσὰρ ὁ Ἀσσύριος, εἷλέ τε τὰς ἐν αὐτῇ πόλεις, καὶ τῶν ἐν Ἰουδαίᾳ πολλὰ προσηδίκησεν. Ἐφ' οἷς ἐπεμβαίνοντες οἱ Μωαβῖται, πέτραν αὐτὴν ἠρημωμένην ὠνόμαζον, ἀσθένειαν ὥσπερ ἐπιφέροντες τῷ ταύτης Θεῷ. Διὸ μετά τινος ἤθους πρὸς αὐτοὺς ἀποτείνεται, ὡς δὴ πεισομένους τὰ χείρονα, ὧν ἐκείνοις ὠνείδιζον, νεοσσῷ τε τούτους ἀπείκασεν ἐψιλωμένῳ σκέπης μητρός. Οὕτως ἄρα χρήσιμον τὸ, Ἐὰν πέσῃ ὁ ἐχθρὸς, οὐ μὴ ἐπιχαρῆς αὐτῷ, ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ. Πέτραν δὲ ἔρημον τὸ ὄρος ἐκάλουν Σιὼν, ὡς σμικρόν τε καὶ ἄσπορον, καὶ πρὸς τροφὴν οὐκ ἀρκοῦν, οὔτε τοῖς οἰκοῦσιν, οὔτε τοῖς νεμομένοις. Νεοσσὸς δὲ, τῆς μητρὸς ἀναπτάσης τῷ φόβῳ, ἀδρανὴς μὲν πρὸς ἄμυναν, ἀδύνατος δὲ πρὸς φυγήν. Οὕτως αἱ ὑπὸ τοῦ πονηροῦ καὶ ἀστάτου πνεύματος ἐκτρεφόμεναι ψυχαὶ, ἐπειδ' ἂν ἐπιτύχωσι τοῦ δι' ἔργων ἀγαθῶν καὶ τῆς τοῦ Σωτῆρος ἐπικλήσεως αὐτὰς ἐκδιώκοντος, ἐρημωθεῖσαι τὴν καλὴν ἐρήμωσιν, εὐληπτότεραί εἰσι πρὸς τὴν ἐν Χριστῷ ἀνατροφὴν τὴν ἄγουσαν εἰς τελείωσιν. Ἔπειτα δὲ, Ἀρνὼν πλείονα βουλεύου. Πεπορθημένης γὰρ τῆς Μωαβιτῶν πόλεως, οἱ διαφυγόντες μετεφοίτησαν εἰς Ἀρνὼν πόλιν ὀχυρωτάτην, πρὸς ἥν φησι· Σκόπει πῶς δυνήσῃ διασῶσαι τοὺς πρὸς σὲ καταφυγόντας. Καὶ ἄλλως δὲ μετά τινος ἤθους προκαλεῖται τὴν περὶ πάντων τῶν κατὰ φιλοσοφίαν πεπλασμένων δογμάτων δοξάσασαν ἔτι προστιθέναι τῇ περὶ τούτων βουλῇ, ὡς ἂν κόρον λαβοῦσα καὶ γνοῦσα τὸ τούτων ἀνόνητον, προσέλθῃ τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ἀπὸ ἑνὸς δὲ χωρίου τῆς Μωαβίτιδος ὅλον ἡμῖν ἐνδείκνυται τὸν τόπον τῆς Ἀραβίας. Εἶτα παραινεῖ, Ποιεῖτε σκέπην πένθους αὐτῇ. Οἱ γὰρ ἐπὶ τοῖς ἡμαρτημένοις, εἴτε κατὰ τὸν βίον, εἴτε κατὰ τὴν γνῶσιν ἐνεργαζόμενοι λύπην, ὥστε τινὰς ἐλθεῖν ἐπὶ τὸ μακαρίως πενθεῖν, οὖτοι ποιοῦσι σκέπην πένθους. Πρὸς γὰρ τοὺς τῶν τοιούτων ἐπιμελομένους ὁ λόγος, ἵν' ἐν τῷ ἀποκλεῖσαι τὴν ἐκ τῶν ἑτεροδοξούντων ἀπάτην, χώραν τῷ ἀληθινῷ δῶσι φωτὶ ταῖς καρδίαις ἐλλάμψαι τῶν εἰς αὐτὸν πιστευόντων, πρὸς τῷ καὶ τῶν μετανοούντων τινὰς κατακλείστους γεγονότας πενθεῖν περισκέποντας ἑαυτοὺς ἀπὸ τῆς τῶν ἔξωθεν ὁμιλίας καὶ θέας. Πρὸς δὲ λέξιν, πρὸς τὴν Ἀρνὼν, Ναὶ, φησὶν, ἐσκέψω τι φιλάνθρωπον. Σκέπη γενοῦ τοῖς ἀφορήτῳ πένθει κατειλημμένοις. Σκοτία γὰρ αὐτοὺς ἐν μεσημβρίᾳ κατείληφε, τὸν νοῦν αὐτοῖς τοῦ περὶ θανάτου φόβου θολώσαντος. Διό φησι, Καὶ ἐξέστησαν. Εἰ δὲ καὶ σώσεις, φησὶ, τοὺς ἀπὸ πολέμου φυγόντας, ἀλλὰ τῶν τεθνηκότων ἐλάχιστον τυγχάνουσι λείψανον. Οὐ γὰρ ἐν ἀρχῇ τοῦ πολέμου τοὺς φυγάδας ἐδέξω. Μετὰ πλείστην δέ σοι παροικοῦσιν ἀπώλειαν. Σὺ δὲ προσεδόκας ὅτι καὶ αὐτοὶ ἔσονταί σοι σκέπη κατὰ 2105 καιροὺς ἀπὸ προσώπου διώκοντος, ὅπερ ἀδύνατον. Ἤρθη γὰρ ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ ἀεί σοι συνασπίσας τῶν Μωαβιτῶν ἡγούμενος, ὥσπερ τινὰ χοῦν καταπατεῖν εἰωθὼς τοὺς ἀνθεστηκότας, ἀπόλωλεν. Οὕτω τοῖς Μωαβίταις προσαπώλετο καὶ ἡ τοῦ δύνασθαι κρατῆσαι πάλιν ἐλπίς. Οἱ γὰρ ἀσεβεῖς ὁλόριζοι, φησὶν, ἐκ γῆς ὀλοῦνται. Πρὸς ἀναγωγῆς δὲ νοῦν, δοκεῖ τῆς μεσημβρίας τὸ φῶς εἶναι λαμπρότερον. Τῆς οὖν ἀληθείας ἀπὸ κτίσεως κόσμου νοεῖσθαι δυναμένης, πανταχόθεν ὑπὸ τῆς τοῦ Θεοῦ σοφίας περιλαμπόμενοι, Θεοῦ τινες ἐνόσησαν ἄγνοιαν, ὄντες ἐν σκοτίᾳ τῶν πραγμάτων τὴν μεσημβρίαν ἐχόντων. Οἳ καὶ δίκην μεμηνότων ἐξέστησαν, ἀνυπόστατα φαντασιούμενοι δόγματα. Ἑρμηνεία γὰρ τοῦ μεσημβρινοῦ σκότους ἔκστασις. Μὴ ἀχθῇς δὲ, φησὶ, προτρέπων μὴ πιθανοῖς τισιν ἄγεσθαι λόγοις ἢ δόγμασι, μὴ τοῖς τούτων διδασκάλοις ἀκολουθοῦντες κατακρημνισθῶμεν." Τυφλὸς γὰρ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται." Τὸ δὲ, Μὴ ἀχθῇς, μὴ ἐξ ἀρχῆς παρέθετο ὁ τὴν πρὸ ταύτης φήσας ἐξήγησιν, ὅτι Μὴ ἐν ἀρχῇ πρὸς σὲ τοῦ πολέμου κατέφυγον. Μετὰ ταῦτα τῇ θυγατρὶ Σιὼν ὁ φιλάνθρωπος λέγει Θεὸς περὶ τῶν μετὰ τὴν ἐπιστροφὴν μελλόντων αὐτῇ παροικῆσαι Μωαβιτῶν μετὰ τὴν πάλαι φυγὴν πρὸς τὸν ἴδιον ἐπανηκόντων δεσπότην. Σκεπασθήσονται γὰρ, φησὶ, παρ' ὑμῖν πεισόμενοι μηδὲν ἀπὸ προσώπου διώκοντος. Οἱ γάρ ποτε συμμαχοῦντες διώξουσι Μωὰβ πρὸς τὸν Θεὸν ἐπιστρέψαντα· καθάπερ γὰρ νεοσσὸς τῆς πονηρᾶς προστασίας ἀφῄρηται, τοῦ πρὶν ἄρχοντος ἐλευθερωθεὶς, ὃς ἀπώλετο δι' ὑπερηφανίαν καὶ τυραννίδα πάντας πατῶν. Ἐφ' ᾧ ἀρθέντι ἐπάγει ἡ προφητεία τὰ ἐσόμενα ἀγαθὰ περὶ τοῦ θρόνου Δαβίδ. Ἄρχοντα δὲ καλεῖ, τὸν τῷ ἔθνει πονηρὸν ἐφεδρεύοντα δαίμονα, ἢ τὸν ἄρχοντα τοῦ ἔθνους, οἷος ὁ Ἑλλήνων, ἢ Βαβυλωνίων ἄρχων, ὃν ἀπολεῖσθαί φησιν. Ἐπείπερ τὰς ψυχὰς αὐτῶν κατεπάτει, ὡς ἄνω βλέπειν μὴ δύνασθαι· ἐπ' αὐτῷ δὲ πάλαι τὰς τῆς συμμαχίας τῆς ἐν πολέμοις ἐλπίδας ἐτίθεντο. Μεθ' ὃν ἀπολωλότα φησὶ, καὶ κατορθωθήσεται μετ' ἐλέους ὁ θρόνος. Ἔδει γὰρ ἀπολομένης εἰδωλολατρείας, ἀγαθῶν ἐλπίδας εὐαγγελίζεσθαι, ὡς σκηνὴ Δαβὶδ καὶ θρόνος Θεοῦ συστήσεται παρ' αὐτοῖς, οὐκ ἀνθρώπων σπουδῇ, φιλανθρωπίᾳ δὲ μόνῃ Θεοῦ. Ἀκύλας δὲ καὶ Θεοδοτίων ἐξέδωκαν· Καὶ ἑτοιμασθήσεται ἐν ἐλέῳ, ἤγουν μετ' ἐλέους, θρόνος. Τίνι δὲ ἑτοιμασθήσεται, ἢ πάντως Χριστῷ τῷ ἐκ σπέρματος τεχθησομένῳ Δαβίδ; σκηνὴν δὲ Δαβὶδ εἴωθεν ἡ προφητεία τὴν Ἐκκλησίαν καλεῖν. Ἐπεὶ καὶ Δαβὶδ καλεῖν ἔθος αὐτῇ τὸν Χριστὸν, ὡς υἱὸν ὄντα Δαβίδ. Θρόνον δὲ τὸν ἐν Ἐκκλησίᾳ τὸν ταύτης ἐκάλεσε πρόεδρον, ὃς τὸν σωματικὸν ἐπέχει θρόνον, τὸ 2108 ποτηρῶν ὥσπερ Χριστῷ. Ὅτι δὲ σκηνὴν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν δηλοῖ, παρέστησεν ἐν Πράξεσιν τῶν ἀποστόλων Ἰάκωβος ὁ πρῶτος Ἱεροσολύμων ἐπίσκοπος γεγονὼς," Ἄνδρες ἀδελφοὶ, λέγων, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ, καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτὴν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον. Καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου, λέγει Κύριος." Ταῦτ' οὖν ἔσεσθαι, φησὶν, οὐ διὰ τύπων καὶ συμβόλων, ἀλλὰ μετὰ ἀληθείας. Ἐκκλησίας γὰρ παρὰ τοῖς Μωαβίταις συστησομένης, ὁ ταύτης προεστὼς καθιεῖται κρίνων δικαίως. Ἤγουν θρόνον φησὶ, δηλῶν ὅτι πάντες βασιλευθήσονται ὑπὸ τοῦ Χριστοῦ, κατὰ τὸ," Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ." Διορθοῦται δὲ ὁ θρόνος, τῷ διορθώσεως τυχεῖν τὰ βασιλευόμενα· ὅπερ γίνεται οὐ κατὰ τὴν ἀξίαν τῶν μελλόντων βασιλευθήσεσθαι, κατὰ δὲ τὸν ἔλεον καὶ τὴν χρηστότητα τοῦ Θεοῦ. Καθεδεῖται οὗν, φησὶν, ὁ Δαβὶδ, ὁ ἱκανὸς χειρὶ καὶ δυνάμει Χριστὸς μετὰ ἀληθείας, καὶ βασιλεύσει ἐν σκηνῇ, ἕως ποιήσῃ κρίνων τὴν ἐπὶ πᾶσι κρίσιν. Ἡ δὲ μετὰ ἀληθείας καθέδρα δείκνυσι τὸν τοῦ ψεύδους ἀφανισμόν. Βασιλεύσει δὲ ἕως ποιήσῃ κρίσιν. Τὴν ἐπὶ πᾶσιν αὐτοῦ δικαιοκρισίαν καθίστησι, καθ' ἣν οὐχ ὡς ἔτυχεν ἀποφαίνεται, τὸ δὲ πρέπον ἑκάστῳ ζητῶν, ὡς πρὸς τέλος ἀγαθὸν φέρειν ἑκάστῳ τὸ κρῖμα, κατεπείγων τὴν δικαιοσύνην, οὐκ ἀνειμένως ποιῶν, σπουδῇ δὲ πλείστῃ. Καθ' ἱστορίαν δὲ ταῦτά τινες ἐξηγήσαντο, ὡς δηλοῦντα τὴν ὑπὸ Κύρου γενομένην ἄφεσιν τοῦ λαοῦ, Θεοῦ τοῦτον οἰκτείραντος, καὶ τὴν παρ' Ἰουδαίοις βασιλείαν διορθουμένου, εἴς τε τὴν οἰκείαν ἄγοντος τάξιν. Τοῦτο γὰρ τὸν θρόνον δηλοῦν, ἐφ' οὗ καθιεῖται μετ' ἀληθείας ἐν σκηνῇ Δαβὶδ κρίνων σκηνὴν, λέγοντες Δαβὶδ τὰ βασίλεια, ἐν οἷς ποιούμενοι τὰς διατριβὰς, ἐδίκαζον ἐννόμως, τὸν θρόνον διέποντες δικαίως, εἰ καὶ μὴ πάντες τοιοῦτοι γεγόνασιν. Οὐκ ἔτι δὲ διῄρητο βασιλεὺς Ἰούδα καὶ Ἰσραὴλ μετὰ τὴν ἐπάνοδον, ἐτέλουν δὲ πάντες ὑπὸ μίαν ἐν Ἰεροσολύμοις ἀρχήν. Τοῦτο δέ τις προφήτης ἐμήνυσε λέγων;" Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ κοπιάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα." Ταῦτα μέντοι πρὸς τὴν Μωὰβ εἴρηται τὴν ἔρημον πέτραν τὸ Σιὼν ὄρος καλέσασαν, δηλοῦντα τὴν Ἰουδαίων ἀνάκλησιν, καὶ τὴν ἀΐδιον ἐκείνης ἀπώλειαν. 2109 ιδʹ. 9Ἠκούσαμεν τὴν ὕβριν Μωάβ. Ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα. Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀλολύξει Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι. Τοῖς κατοικοῦσι δὲ Σὴθ μελέτησις. Καὶ οὐκ ἐντραπήσῃ τὰ πεδία Ἐσεβῶν9, κ. τ. λ. Τὴν Μωαβιτῶν ἀλαζονείαν προλαβόντες καὶ ἀπὸ τῆς Ἱερεμίου προφητείας ἐδείκνυμεν, καὶ νῦν δὲ ταύτην ὁ προφήτης ἐδήλωσεν. Χρηστὰ δὲ περὶ τῆς ἐπαγγελίας εἰπὼν τοῦ θρόνου Δαβὶδ, καὶ διὰ μέσου, κατὰ τὸ σύνηθες τῇ Γραφῇ, διαναπαύσας, τὴν α... ην πρὸς τὰ σκυθρωπότερα, χάριν ἐπιστροφῆς ἐπανέρχεται. Ὡς ἂν μὴ τοῦ πλούτου καταφρονήσωμεν τῆς χρηστότητος, ὀργὴν ἑαυτοῖς θησαυρίζοντες. Οὕτως εἰπὼν ὁ Δαβὶδ, χρηστὸς Κύριος τοῖς σύμπασιν· καὶ ἐπεξεργασάμενος, ὅτι ὑποστηρίζει τοὺς καταπίπτοντας, ὅτι δίδωσι τὴν τροφὴν ἐν εὐκαιρίᾳ, οὐκ ἐν τούτοις κατέληξεν· ἀλλ' ἔφη· Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καθάπερ δέ τι μυστήριον Ἡσαΐας ἐν μέσῳ τὸ περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας κατέκρυψε τοῖς ἀξίοις τοῦ ταῦτα συνιέναι παρεμβαλών. Συναφῆ τοιγαροῦν τὰ νῦν τοῖς πρὸ τῶν περὶ τοῦ θρόνου λελεγμένων Δαβίδ. Κατὰ δέ τινας, τὰ περὶ τῆς ἀποκαταστάσεως τῶν ἐξ Ἰσραὴλ αἰχμαλώτων εἰπὼν, πρὸς τοὺς ἐπιχαρέντας αὐτοῖς αὖθις τῶν Μωαβιτῶν ἐπιφέρει τὰ δυσχερῆ, διὰ τὴν αὐτῶν ὑπερήφανον ἐπ' ἀσεβείᾳ προαίρεσιν, ὡς ἐκ προσώπου λέγων τῶν προφητῶν, Ἠκούσαμεν τὴν ὕβριν Μωάβ. Συναινοῦσι γὰρ ὡς ἐν δίκῃ κολάζοντι τῷ Θεῷ, ὡς ἀκηκοότες οἷα διὰ τοῦ Βαλαὰμ ἐφ' ὕβρει τοῦ τῶν ὅλων ἐμηχανῶντο Θεοῦ, ὅσα τε μετὰ ταῦτα τῇ τοῦ Θεοῦ μαχόμενα πεποιήκασι δόξῃ. Ἀνθ' ὧν ἀμείβεται τοῖς εἰρηκόσι τοῦτο Θεὸς, τὴν ὑπερηφανείαν ἐξῆρα, αὐτόχρημα τοὺς Μωαβίτας ὑπερηφανίαν εἰπών. Ὑπερηφάνοις γὰρ ὁ Θεὸς ἀντιτάσσεται, καὶ μάλιστα νοσοῦσιν ἀσέβειαν. Διὸ πρὸς αὐτὴν ἀποστρέφεται, καί φησιν· Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως, δηλῶν ὡς Ἐγὼ μὲν ἐξέκοψα τὴν Μωάβ. Ἀλλ' οὐ τοῦτο προύλεγον αἱ παρ' αὐτοῖς οὖσαι μαντεῖαι τἀναντία μηνύουσαι. Μεγάλα γὰρ ἐφρόνουν ἐπὶ τῷ μαντευομένῳ δαίμονι παρ' αὐτοῖς· ὁ δὲ Σύμμαχος, Οὐχ οὕτω, φησὶν, οἱ βραχίονες αὐτοῦ. Δηλῶν ὡς οἷς ἀλαζονεύεται πράξεις ὁμοίας οὐκ ἔχει. Τινὲς δέ φασιν, ὡς τὸ πάλαι τῆς τοῦ Βαλαὰμ μαντείας ἀνόνητον ἐπιδείκνυσιν. Ὀλολύξει Μωὰβ, δείκνυσιν ὡς ἃ μὴ προσεδόκων ἐκ τῆς μαντείας ἀπήντηκεν. Ὀλολυγμὸς δὲ ὀδυνηρὰ φωνὴ γυναικῶν βαρυτάτῳ πένθει κεκρατημένων. Δείκνυσι δὲ νῦν καὶ τῆς πληγῆς τὸ ἀλγεινὸν, καὶ τῶν πασχόντων τὸ ἀσθενὲς, τοῖς κατοικοῦσι τὸ Ἀσεδὲθ μελέτησις. Πόλις αὕτη Μωὰβ θρῆνον ἴσος ἐμμελῆ καθ' ἑαυτῶν ἐμελέτησαν. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Τοῖς εὐφραινομένοις ἐν τῷ τείχει τῷ ὀστρακίνῳ φθέγξασθε, τὸ ἀσθενὲς δηλῶν τοῦ, 2112 ᾧπερ φθεγγομένῳ ἐπεποίθεσαν, δαίμονος. Καὶ οὐκ ἐντραπήσῃ τὰ πεδία Ἐσεβών. Πρὸς Ἀσσυρίους ἔοικε λέγειν, περὶ πόλεως τῶν Μωαβιτῶν Ἐσεβὼν εὐρυχωρίαν ἐχούσης ἐν τοῖς περικειμένοις αὐτῇ προαστείοις ἣν μετὰ τῆς Σεβαμὰ παρακελεύεται διαθεῖναι κακῶς, ὡς πενθῆσαί πως τεμνομένας τὰς τούτων ἀμπέλους. Ἔθνη δὲ καταπίνοντας, τοὺς Ἀσσυρίους καλεῖ· τὴν δὲ Μωαβιτῶν αὑτοῖς παρακελεύεται δῄωσιν, μέχρι τῆς Ἰαζεὶρ πόλεως Μωαβίτιδος. Λέγοι δ' ἂν ἴσως ἀμπέλους καὶ τῶν Μωαβιτῶν τοὺς οἰκήτορας, οὓς καὶ ξύλα καὶ δρυμὸν ἔθος καλεῖν τῇ Γραφῇ. Κατὰ τὸ," Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Δηλοῖ δὲ ἡ ὀπώρα, καὶ ὁ θερισμὸς, καὶ ἡ ἄμπελος καθ' ἕτερον τρόπον, τὸ εὐθαλὲς, καὶ ἀκμαῖον, καὶ ὡραῖον, καὶ τρυφηλὸν τῆς ἐκείνων ζωῆς· ἐν ᾗ, καθάπερ μεθύοντες, διῆγον ἐντρυφῶντες τῇ δυσσεβείᾳ. Ἡ δὲ πρόσταξις τοῦ μὴ δεῖν ἐντραπῆναι, δηλοῖ Θεοῦ τὸ ἔργον, οὐκ Ἀσσυρίων τὴν δύναμιν, πρὸς οὓς αὖθίς φησιν, Οὐ μὴ συνάψητε τοὺς εἰς τὴν ἔρημον ἐξ αὐτῶν φυγόντας, κελεύων ἐᾷν αὐτοὺς, καὶ μὴ τοῖς ἀνῃρημένοις προσθεῖναι πλάνην δὲ καὶ λήθην εἰληφέναι τούτων δοκεῖν. Ὁ γὰρ Θεός ἐστι καὶ κολάζων φιλάνθρωπος. Ὡς δὲ παρ' αὐτοῦ πεμφθέντας καὶ ἀπεσταλμένους τοὺς Ἀσσυρίους καλεῖ· προσέῤῥιπται δὲ τὸ, ἐγκατελείφθησαν, μᾶλλον ὡς οὐκ ἂν ἐν τούτοις γέγονεν ἡ Μωὰβ, εἰ μὴ Θεὸς αὐτὴν ἐγκατέλιπε. Διὰ τοῦτο κλαύσομαι, ὡς τὸν κλαυθμὸν Ἰαζήρ. Τοῦτό φησιν ὁ προφήτης ἐπιστένων ταῖς αὐτῶν συμφοραῖς. Πεπορθῆσθαι δὲ τὴν Ἰαζὴρ ὑπὲρ τὰς ἄλλας παρίστησιν, ὡς ἂν πρέποι ταύτην οὕτω τὰς ἄλλας θρηνῶν Σάβαμά τε καὶ Ἐσεβών, ἀμπέλους αὐτῶν καλῶν τοὺς οἰκήτορας. Ὧν ἐπὶ τῷ θερισμῷ καὶ τῷ τρυγητῷ στρατὸς ὁ τῶν πολεμίων ἐλάλησεν τὸ, καταπατήσω, καὶ ἅπαντα πεσοῦνται. Καὶ τὸ, ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων σου. Δυσσεβεῖς γὰρ ὄντες πρόφασιν εὐφροσύνης τὸ θύειν εἶχον ἀεὶ, καὶ τελεῖσθαι τοῖς δαίμοσιν· ἀνθ' ὧν, φησὶν, οὐ μὴ πατήσετε οἶνον. Εἰ μὲν ἐπὶ τῶν ἀμπέλων, δῆλον· εἰ δὲ ἐπ' ἀνθρώπων νοητέον, ὡς ἄμα γονεῦσι τὰ τούτων οἰχήσεται τέκνα, μὴ φειδομένου μηδὲ γυναικὸς κυοφορούσης τινός. Ὧπερ ὅμοιον τὸ," Οὐαὶ ταῖς τικτούσαις, καὶ ταῖς ἐν γαστρὶ ἐχούσαις, ἐν ἐκείναις ταῖς ἡμέραις." Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ, ὡς κιθάρα ἠχήσει. Πάσης γάρ σου φησὶν, εὐφροσύνης ἀφηρημένης, ᾠδὴν καὶ μέλος τὰς σὰς ποιήσομαι συμφορὰς, πᾶσι κηρύττων αὐτὰς, ὡς εἰς χέρσον μεταβληθείσης τῆς χώρας. Διὸ καὶ προὔλεγεν αὐτοῖς ἀποκλαύσασθαι. Εἶθ' ὡς ὑπεραλγῶν ἐπὶ τῇ τῶν ψυ 2113 χῶν ἀπωλείᾳ καὶ πλάνῃ (ἐπεὶ καλέσας αὐτοὺς διὰ τοῦ ἀποκλαύσασθαι πρὸς μετάνοιαν, πειθομένους οὐκ ἔσχεν), τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνει κλαυθμὸν, εἰπὼν μὲν ἤδη, Διὰ τοῦτο κλαύσομαι. Καὶ νῦν δὲ, φησὶ, τὰ ἐμὰ δάκρυα, καὶ ὁ κλαυθμὸς δι' οὐδὲν ἕτερον, ἢ εἰς τὸ ἐντραπῆναί σε, ἤγουν, ἐντραπήσῃ μάτην καλοῦσα πολλάκις τοὺς μὴ σῶσαι δυναμένους θεούς. Ὡς τεῖχος ᾧ ἐνεκαίνισας. Ἐπὶ γὰρ σεισμῷ τὸ τεῖχος κατέπεσεν, ὡς ἐλέγομεν, ἀνεκαίνισαν αὐτὸ μοχθοῦντες ἀνόνητα. Κλαύσομαι οὖν φησὶ, μετὰ τῶν ἄλλων σου συμφορῶν, καὶ ὃ μάτην ᾠκοδομήσω τεῖχος ὑπὸ τῶν πολεμίων κατενεχθέν. Εἶτά φησι· Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησεν. Οἱ δὲ λοιποὶ ἐξέδωκαν, ἐκ τότε καὶ νῦν ἐλάλησεν. Δηλοῖ δὲ ἡ Γραφὴ, ὅτι πάλαι μὲν λόγοις ἐθεσπίζετο, νυνὶ δὲ καὶ ἔργοις ἐπιτελεῖται. Καὶ πρὸ τοῦ παρόντος γὰρ προφήτου, διὰ Μωσέως ἐῤῥέθη· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου ἕως δεκάτης γενεᾶς· ὁ τοίνυν πάλαι λαλήσας περὶ αὐτῆς, καὶ νῦν τοῦτο ποιεῖ δι' ἐμοῦ. Καὶ νῦν λέγω, Ἐν τρισὶν ἐτῶν μισθωτοῦ. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ μισθωτοῦ, ὡς ἐπὶ μισθωτοῦ, φησίν. Οἱ δὲ τρεῖς τὰ μετὰ ταῦτα διέστειλαν εἰπόντες· Ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Ὁ γὰρ καὶ σύνδεσμος τῶν ἑξῆς ἑτέραν ἔδειξε τὴν διάνοιαν τῶν πρόσθε, δηλούντων ὡς ἐν τρισὶν ἔτεσιν τὰ περὶ τῆς Μωὰβ ἐλάλησε Κύριος διὰ τοῦ προφήτου, ὡς μισθωτόν τινα τὸν ἄνδρα πρὸς τὴν τῶν ῥημάτων διάνοιαν λαβών. Οὐ γὰρ ὥσπερ ἡμεῖς ἀθρόως συνάπτοντες τὸ πᾶν ἀνάγνωσμα διερχόμεθα, οὕτω καὶ ὁ προφήτης· ἀλλὰ κατὰ μέρος ἐν διαφόρῳ τῷ χρόνῳ μέχρι τρίτον ἔτος ἐπλήρωσεν. Τινὲς δὲ τὸ, ὁπότε ἐλάλησε, δηλοῦν φασι τὸ σπάνιον τῆς τοῦ Θεοῦ πρὸς τοὺς Μωαβίτας γενομένης φωνῆς. Τῷ μὲν γὰρ Ἰσραὴλ συνεχῶς διαλέγεται· τοῖς δὲ ἔθνεσιν ὡς ἀλλοτρίοις σιγᾷ. Πλὴν ὅτι γεύει καὶ τούτους τῆς ἰδίας φιλανθρωπίας, ἵνα διὰ τῆς ἐν ὀλίγοις πείρας, πρὸς τὴν τῶν τελείων ἐπιθυμίαν ὁρμῶσι. Τινὲς δέ φασιν, ὡς ἀνακομίζει πρὸς ἱστορίαν τὸν λόγον, ὅτεπερ αἱ δέκα φυλαὶ τῆς Δαβὶδ βασιλείας ἀποσπασθεῖσαι τῇ τοῦ ἀποστήσαντος Ἱεροβοὰμ δυσσεβείᾳ παρηκολούθησαν. Ἐφ' οἷς ἀγανακτήσας Θεὸς οἱονεὶ Σαλμανασσὰρ ἐμισθώσατο τὸν Ἀσσύριον, ὃς ἀνάστατον τὴν τούτων ἀπέδειξε χώραν τρισὶν ὅλοις ἔτεσιν ἐνιζήσας αὐτῇ, ὅτε δὴ καὶ τὴν Μωὰβ ἐχειρώσατο. Εἰ τοίνυν λελάληκε καὶ πάλαι Θεὸς, ἀλλὰ καὶ νῦν λέγω, ὅτι ἐν τοῖς τρισὶν ἔτεσιν τῶν ἐτῶν τοῦ μισθωτοῦ Σαλμανασσὰρ ἀτιμασθήσεται ἡ δόξα Μωάβ· τοῦτ' ἔστιν ἡ βασιλεία, ἢ τὰ μεγέθη τῶν πόλεων, καὶ τῶν ἐνοικούντων τὸ πλῆθος, ἣ καὶ δηλοῖ τὴν ἡλικίαν τὴν μάχιμον. 2116 Ἄνωθεν δὲ, νόμοις ἀλληγορίας, ὑβριστὴν Μωὰβ τὸν ἀρχέκακον καὶ ἀποστάτην νοήσωμεν δαίμονα, τῷ τε γὰρ κτίστῃ, καὶ τοῖς ἀνθρώποις ἐνύβρισε, καὶ τοὺς ἀλόντας ὑβριστὰς ἀπεργάζεται, τοὺς λαλοῦντας ἀδικίαν εἰς τὸ ὕψος αἱρετικοὺς, καὶ τοὺς ἐλέγχοντας ἐξ ἀπορίας ὑβρίζοντας. Ὃν καὶ θεραπεύων ὁ Κύριός φησιν, ὡς ἐπὶ νόσου δεινῆς, Τὴν ὑπερηφανίαν ἐξῆρα. Ἀλλὰ καὶ ἡ ὕβρις καὶ ἡ μῆνις αὐτοῦ, φησὶν, ἐστὶ ἰδιόκτητα πάθη. Ὀλολύζει δὲ φησὶν, ἀλγῶν, καὶ τῆς ἰδίας ἀσθενείας ἐπαισθανόμενος. Τεῖχος δὲ ὀστράκινον, τὴν τῶν ἐπὶ σοφίᾳ φυσώντων ἐκάλεσε διαλεκτικὴν, ἑφ' ᾗπερ εὐφραίνονται. Τὸ φθέγξασθαι δὲ αὐτοῖς τοῦτο τεῖχος προσέθηκεν ὀστράκου, δηλονότι σαθρότερα μελέτησιν ταῦτα ποιουμένοις, δέον μελετᾷν ἐν τῷ νόμῳ Κυρίου. Καὶ ὅμως οὐκ ἐντραπήσονται. Διὸ τιμωροῦνται τῇ τῶν πεδίων Ἐσεβὼν ἀφορίᾳ· τοῦτο δὲ διαλογισμὸς ἑρμηνεύεται. Τούτων οὖν οἱ διαλογισμοὶ, πεδία λεχθέντες διὰ τὸ πλῆθος, πενθήσουσιν ἀνονήτου τῆς αὐτῶν ἀσεβείας φανησομένης. Πενθήσει καὶ ἡ ἄμπελος Σεβαμά. Ἑκάστου γὰρ ἔθνους ἐστί τις ἄμπελος. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν. Καὶ ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, περὶ τῶν Αἰγυπτίων ὁ Μωσῆς. Ἔστι καὶ ἄμπελος ἣν ἐφύτευσε Κύριος. Ἄσω γὰρ, φησὶ, τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνι. Καὶ τῆς βασιλείας δὲ τὸν ἀμπελῶνα, φησὶν ὁ Κύριος, ἀπὸ τῶν μὴ ποιούντων ἀρθέντα καρποὺς ἔθνει δοθῆναι ποιοῦντι τοὺς ταύτης καρποὺς, δηλῶν τὸν νόμον καὶ τοὺς προφήτας, καθ' οὓς οὐκ ἐπολιτεύοντο, ὧν τὰ νοήματα δοθῆναι ἔθνη διὰ πολιτείας ποιοῦντι καρπούς. Αὐτὴ λόγος ἀληθείας ἡ ἄμπελος· ἡ δὲ τῶν Αἰγυπτίων τοῦ ψεύδους πρὸς γεωργίαν αὐτοῖς παρὰ τοῦ κοσμοκράτορος δοθεῖσα τοῦ σκότους τούτου· ἡ δὲ Σοδόμων ἀκαθάρτου βίου καὶ πράξεων, ἂς δὴ γεωργεῖν ὁ πονηρὸς αὐτοὺς ἐμισθώσατο. Ἐξ ὧν λαβόντες Γραμματεῖς καὶ Φαρισαῖοι τὰ σπέρματα, τοῦ λέγοντος ἐξετμήθησαν, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, Γομόῤῥας ἔχοντες κληματίδα. Διὸ καὶ γεωργοῦσι σταφυλὴν χολῆς καὶ βότρυν πικρίας. Ὁ δὲ οἶνος αὐτῶν θυμὸς δρακόντων καὶ ἀσπίδων ἀνίατος. Ἡ σεβαμὰ δὲ ἄμπελος (ἐπιστροφὴ δὲ ἑρμηνεύεται) λόγον ἐσχηματισμένον δηλοῖ πρὸς εὐλάβειαν. Σχηματίζονται γὰρ βίον ὀρθὸν, ὑπαγόμενοι πολλοὺς εἰς τὴν οἰκείαν διαστροφὴν, χρηστὰ πράττειν δοκοῦντες καὶ παραινεῖν. Ὧν τὰ δόγματα καὶ βίος ἄμπελος σεβαμὰ γνήσιον ἔχοντα μηδὲ ἐν ὑπὸ Μωαβιτῶν γεωργουμένη, ἡ τὰ ἴδια πολλὰ ποιοῦσα γεννήματα κατα 2117 πίνειν τὰ ἔθνη λέγεται διαλεκτικῇ δυνάμει τοὺς ἀγυμνάστους, δι' ὧν νικᾷ καταπίνουσα. Πρὸς οὓς καταπίνοντας ὁ λόγος φησὶ τοὺς τοιούτους λόγους καταπατεῖν. Ἡ γὰρ περὶ τούτου σχολὴ σχολάζειν ὑμᾶς οὐκ ἐᾷ [καὶ] συναφθῆναι πρὸς Ἰαζὴρ, τὴν ἑρμηνευομένην ἰσχὺς, ἣν οὖσαν πνευματικὴν οὐχ ὑποδέξεταί τις, ἐὰν μὴ τὰς ἀμπέλους καταπατήσῃ τῆς Σεβαμὰ τῆς ἰδίας ἐρημίας ἐπιλαθόμενος, καταλείπει δὲ ταύτην κρείττοσι χωρίοις ἐνδιαιτώμενος. Εἶτά φησιν· Οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν. Ψευδὴς γὰρ ἀπόστολος ὑπὸ Θεοῦ καταλείπεται. Ὑφ' ὧν μὴ ἀπατᾶσθαί φησιν, ὡς ἰσχὺν ἐχόντων τοῖς πράγμασιν. Ἀβοήθητοι γάρ εἰσιν ἐκ Θεοῦ, ὡς μὴ διαβεβηκότες τὴν θάλασσαν καὶ τοὺς πειρασμοὺς περιφεύγοντες. Τοιοῦτον γὰρ τὸ," Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης." Ὁ γὰρ ἀθλητὴς ὁμόσε τούτοις χωρεῖ, μὴ συγκαθιεὶς ἑαυτὸν δόγμασιν ἐθνικοῖς, διὰ σαρκὸς ἡδονὰς κερδᾶναι θέλων τοὺς διωγμούς. Διὰ τοῦτο, Κλαύσομαι, φησὶν, ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ὃν οἱ κατὰ Θεὸν κλαίουσι δυνατοὶ τὴν τοῦ βίου παροικίαν στενάζοντες, ποθοῦντες δὲ καὶ ἐκλείποντες εἰς τὰς αὐλὰς τοῦ Κυρίου· μήποτε δὲ καὶ ὡς ἰσχὺς κλαίεται μαρανθεῖσα νοσήματι, οὕτω καὶ ἄμπελος Σεβαμὰ μαρανθεῖσά τε καὶ μέλλουσα πυρὶ παραδίδοσθαι. Εἶτά φησι πρὸς τὴν Μωαβῖτιν, ὡς τὰ ταύτης δένδρα κατέβαλεν ἡ Ἐσεβὼν καὶ Ἐλεαλή. Ἑρμηνεύεταιδὲ ἡ μὲν Ἐσεβὼν, λογισμοί· ἡ δὲ Ἐλεαλὴ, Θεοῦ διάβασις. Ἡ γὰρ ἄμπελος ἡ ἀλλοτρία, καὶ ἡ φυτεία, ἢν οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐράνιος, καταβάλλεται, ἑτεροδόξων ὄντα φρονήματα ὑπὸ λογισμῶν ὀρθῶν καὶ τῆς ἀνόδου τῆς πρὸς Θεὸν δι' ἀγαθῶν ἔργων ὑψούσης ἡμᾶς. Μακάριος γὰρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ. Μεθ' ἅ φησιν, Ἐπὶ τῷ θερισμῷ σου καὶ τῷ τρυγητῷ σου καταπατήσω, εἰκότως· ὃν γὰρ θερίζει σῖτον, καὶ ὃν τρυγᾷ οἶνον, ἐναντίως ἔχουσι τῷ ἄρτῳ τῷ στηρίζοντι καρδίαν ἀνθρώπου, καὶ οἴνῳ τῷ εὐφραίνοντι καρδίαν ἀνθρώπου. Διὸ πατεῖται παρὰ Θεοῦ τροφὴν ἢ ποτὸν γενέσθαι τοῖς ἐξ ἀδιακρισίας ἀγνοοῦσι κωλύοντος. Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων. Ἀφῃρέθη γὰρ ἐκ τοῦ Ἰσραὴλ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ ἐδόθη ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Καὶ ἡ τῆσδε ψευδωνύμου γνώσεως φαντασία τὴν μὴ οὖσαν εὐφροσύνην ἀληθῆ τοῖς ἁλοῦσιν ἐμβάλλουσα, παραιρεῖται παρὰ Θεοῦ βοηθοῦντος τοῖς ἐκ ταύτης ἀπατωμένοις. Εἴποις δ' ἂν ὑπολήνια, τὰς δεχομένας τὴν μοχθηρὰν διδασκαλίαν ψυχάς. Ἡ δὲ κοιλία τοῦ προφήτου ἐπὶ Μωὰβ, ὡς κιθάρα ἠχήσει, μουσικὴν 2120 εὐρυθμίαν ἀπὸ τῆς τοῦ κρούοντος ἐπιστήμης ἀποτελοῦσα. Λέγει δὲ κοιλίαν, ἅπερ ἐντὸς ἐκάλεσεν ὁ Δαβὶδ, Εὐλόγει, λέγων, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, τοὺς λογισμοὺς σημαίνων τοὺς ἀγαθοὺς, τοὺς ἑκάστης γεννητικοὺς ἀρετῆς· ἐξ ὧν γὰρ ἕνδον κατορθοῦμεν εὐλογοῦμεν τὸν Κύριον. Οἷος ἦν Ἡσαΐας τὰ ἐντὸς ἔχων ὡς τεῖχος ὃ ἐνεκαίνισεν ὁ Θεὸς χάριτι περιτειχίζων αὐτὸν, ὡς μὴ διδόναι παρείσδυσιν τοῖς χείροσι λογισμοῖς, δίκην πολεμίων περικαθεζομένοις ἡμᾶς. Διὰ τοῦτο δὲ, φησὶ, τοὺς ἰσχυροὺς ἐχαρίσω μοι λογισμοὺς, ὡς ἐντραπῆναί σε τοὺς οὐκ ἐπιστρέφοντας ἐπὶ σὲ, διὰ τῆς τῶν προσαγομένων ἐλέγχων αὐτοῖς εὐτονίας· λείπει γὰρ τῷ ἐντραπῆναι, τὸ αὐτοὺς ἔξωθεν ὀφεῖλον παραλαμβάνεσθαι. Ἐντρέπεται δὲ Θεὸν ὁ καλῶς νικῶντι νῶτα διδοὺς, μηδὲν ἁψιμαχῶν πρὸς ἀλήθειάν τε καὶ ἀρετήν. Διὰ δὲ τῶν ἑξῆς, τὸν ἐπὶ τέλει δηλοῖ τῆς εἰδωλολατρείας ἀφανισμὸν διὰ τῆς ἐπιφανείας τοῦ λόγου, καὶ τῆς Μωὰβ τιμωρίας ὥριες χρόνον, ὃν ἔτη τρία καλεῖ μισθωτοῦ. Διαβάλλει δὲ τὸν μισθωτὸν ὁ Σωτὴρ, ὡς μὴ ὄντα ποιμένα, καὶ τῇ φυγῇ τοῖς λύκοις προδιδόντα τὰ πρόβατα. Καὶ πάροικος δὲ μισθωτὸς ἱερέως οὐκ ἔδεται ἅγια, καθὰ νομοθετεῖ Μωσῆς· ἐξεμίσθωσεν οὖν ἑαυτὸν ὁ Μωὰβ, καὶ γέγονεν μισθωτὸς οὐκ ἀγαπήσας τὸν Θεὸν, φαντασίᾳ δὲ μισθοῦ, καὶ σωματικῶν ἐλπίδι πάντα ποιῶν, ὡς ὁ ποιῶν τὴν ἐλεημοσύνην εἰς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων. Ἐλεῶν γὰρ οὐ ποιεῖ, μάτην δὲ δόξαν θηρώμενος. Τοιοῦτος καὶ ὁ μὴ πόθῳ τῆς ἀρετῆς σωφρονῶν, δοκεῖν δὲ μόνον βουλόμενος. Ἄτιμοι τοίνυν οἱ τοιοῦτοι παρὰ Θεῷ, ἀτιμίαν ἔχοντες μισθωτοῦ, ὡς οὐκ ἐκ διαθέσεως, τὸ δὲ τῆς ἀρετῆς ἔργον ἐπίπλαστον ἔχοντες· καὶ ὅσον ἐνταῦθα πλουτοῦσι τὸ δοκεῖν πλοῦτον τὸν μάταιον, τοσοῦτον μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῶν τὰ κρυπτὰ ἀποδοθήσεται τῆς αἰσχύνης ὁ μισθός· καὶ ὁ πολλὴν συνάγων ταῖς χερσὶν ἀκαρπίαν, πλείονα τὴν ὕλην ἕξει τῆς ἀτιμίας. Καὶ ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἐλεύσεται ἐπὶ παγίδας θανάτου, καὶ καταλειφθήσεται ὀλιγοστὸς, καὶ οὐκ ἔντιμος, εὐεργεσίᾳ τῶν ἐπὶ κακίαν συγκεκροτημένων. ΚΕΦΑΛ. ΙΖʹ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΔΑΜΑΣΚΟΝ. αιαʹ. 9Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν. Καὶ οὐκ ἔσται ὁ διώκων. Καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν ἐκεῖ τὸν Ἐφραῒμ9, κ. τ. λ. Ἄνω δὴ μὲν διὰ τῶν ἔμπροσθεν τὸν τῶν Ἀσσυρίων ἄρχοντα παρέστησεν λέγοντα, Καὶ ἔλαβον Ἀρα 2121 βίαν, καὶ Δαμασκὸν, καὶ Σαμάρειαν, ὃ καὶ δηλοῦται διὰ τῆς ἐν Βασιλείαις Γραφῆς λεγούσης." Καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτήν." Νῦν δέ φησιν ὁ λόγος περὶ μελλούσης ἑτέρας ἁλώσεως, ἣν ὁ Βαβυλώνιος πεποίηται βασιλεὺς, ὅτε τοῖς Ἱεροσολύμοις ἐπῆλθεν αὖθις, καὶ ταύτην ἑλὼν, ἐκ βάθρων τε πᾶσαν ἠφανικώς. Ἣν δηλῶν Ἱερεμίας φησίν·" Ἐξελύθη Δαμασκός· ἀπεστράφη εἰς φυγήν." Καὶ μεθ' ἕτερα," Διατοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ Κύριος τῶν δυνάμεων· Καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ." Πρόσκειται δὲ νῦν κατὰ μόνους τοὺς Ἑβδομήκοντα τῷ καταλελειμμένη τὸ εἰς τὸν αἰῶνα· ὅπερ ἐστὶ περιττόν. Χρονικὴ γὰρ, ἀλλ' οὐ διηνεκὴς ἡ πτῶσις ὑπὸ τῶν Ἀσσυρίων ἐγένετο, ὅτε καὶ τὴν Ἱερουσαλὴμ ἐχειρώσαντο. Ὡς γὰρ αὕτη ὑπὸ τῶν ἀφεθέντων αἰχμαλώτων ᾠκίσθη, οὕτως ἀνοικοδομηθείσης Δαμασκοῦ βασίλειον ἐν αὐτῇ συνέστη πάλιν· ὃ καὶ μέχρι τῶν ἀποστολικῶν διήρκεσε χρόνων. Φησὶ γοῦν ὁ Παῦλος ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν ἐφρούρει τὴν πόλιν πιάσαι με. Τὰ οὖν πρῶτα τῆς προφητείας ἐπὶ τοὺς τῶν Ἀσσυρίων ἀνοίσομεν χρόνους, καθ' οὓς συνέβη Δαμασκῷ πολιορκία διττή. Εἰκὸς δέ φασι, κἀν τοῖς Περσικοῖς τε καὶ Μακεδονικοῖς ἕτερα πάλιν παθεῖν, ἃ καὶ δηλοῦσθαι διὰ τοῦ· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων. Τὸ δὲ οὐκ ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραὶμ, καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ, τοῖς Ῥωμαϊκοῖς ἁρμόσειε χρόνοις. Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν οἱ κατὰ μέρος πανταχοῦ καθῄρηντο βασιλεῖς. Μερικὴν γὰρ πτῶσιν, ἀλλ' οὐκ ἀφανισμὸν παντελῆ τὰ πρῶτα παρίστη τῆς προφητείας, ὡς δῆλον ἐκ τοῦ, καὶ οὐκ ἔσται ὀχυρά. Καὶ πάλιν, οὐκ ἔσται βασιλεία ἐν Δαμασκῷ. Ὡς μελλούσης μὲν ἔσεσθαι, πλὴν οὐκ ὀχυρᾶς, οὐδὲ βασιλευούσης, οἷα καὶ πρότερον. Εἴποις δ' ἂν καὶ ἄλλως. Φασὶ ταπείνωσιν αὐτοῖς τὰ παρόντα καὶ βίον δηλοῦν ἰδιωτικὸν, ὥς που λέγεται καὶ πλούσιος ἐκπίπτειν εἰς πενίαν μεταβαλὼν, ὅ τε ἐν ἀξιώματι πρὸς ἀτιμίαν ἐλθών· ὁποῖον καὶ τὸ, οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκ ἔτι μὴ προσθήσει τοῦ ἀναστῆναι. Οὕτω καὶ νῦν, τὸ εἰς πτῶσιν, τὴν καθαίρεσιν δηλοῦν τῆς βασιλείας νοοῖτο. Πάλαι γὰρ ἐκράτει τῶν Σύρων, πρὶν οἱ τοῦ Μακεδόνος Ἀλεξάνδρου διάδοχοι τῶν νῦν ἐν Συρίᾳ λαμπρῶν οἰκισταὶ γεγόνασι πόλεων, Ἀντιοχείας, Λαοδικείας, Ἀπαμίας· ἰδιώτας τοίνυν ἔσεσθαι δηλοῖ τοὺς ταύτης οἰκήτορας, δίκην ἀγέλης ποιμνίων διὰ τὸ τούτων ἀγέλαιον οἰκήσοντας. Τὸ οὖν ἀρθήσεται ἀπὸ πόλεων, βασιλικῶν νοητέον, ὃ νῦν ἐπὶ Ῥωμαίων ἑώραται, οἷς ὑποκύπτει, μηδενὸς ἔτι πολεμίου διώκοντος, διὰ τὴν τῶν κρατούντων ἰσχύν. Εἰς τοῦτο δὲ καταστᾶσα, τῷ τῶν Ἰουδαίων ἔθνει πῶς ἐπικουρῆσαι δυνήσεται, καθάπερ καὶ πρότερον; οὔτε δέ φησιν ἐν Δαμασκῷ τῶν Σύρων ἔσται βασί 2124 λειον, οὔτε τῆς Συρίας ἑτέρωθι (τοῦτο γάρ φασι καὶ τὸ κατάλοιπον τῶν Σύρων δηλοῦν), ἀλλὰ καρτερεῖ, φησὶ, μετὰ Θεοῦ λαὸν ἡμαρτηκότα πεισομένη τὰ παραπλήσια. Καλεῖ δὲ δόξαν Ἱερουσαλὴμ, καὶ ταύτης πίονα, τὴν βασιλείαν, τὴν ἱερωσύνην. Τὸ ἁγίασμα, τὴν κατὰ νόμον λατρείαν, τὴν προφητικὴν χάριν, καὶ τοῦ λαοῦ τὴν ἐλευθερίαν. Ὅτε δὲ τούτων Ἰσραὴλ ἀπεστέρητο καὶ τῆς βασιλείας ἡ Δαμασκός. Διό φησιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἐπιδημίας δηλῶν. Ὅρα δὲ ὅπως οὐ παντελῆ τοῦ Ἰακὼβ ἀναίρεσιν ἔφησεν ἔσεσθαι, τῆς δόξης δὲ μόνης αὐτῶν. Ὅτε φησὶν, ὡς ἐν ἀμητῷ συνάγονται μὲν οἱ ἀστάχυες, καταλείπεται δὲ ἐν τῇ χώρᾳ καλάμη ψιλὴ, οὕτως ἔσεσθαι καὶ τὸν Ἰουδαίων λαὸν, ἀποτμηθέντων μὲν τῶν πάλαι παρ' αὐτοῖς ἀσταχύων, μόνης δὲ τῆς καλάμης ἐν αὐτοῖς περιλειφθείσης. Κἂν εὑρεθῇ δέ τις ἐν αὐτοῖς ἀξιόλογος, ἔστα κατὰ στάχυν οὐκ ἐν πεδίῳ φυέντα, ἀλλ' ἐν κοιλάδι καὶ φάραγγι καταξήρῳ καὶ στερεᾷ. Τοῦ στάχυος οἶμαι τὸν τῶν μαθητῶν δηλοῦντος χορὸν, περὶ ὧν ἔλεγεν· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα." Τοὺς δὲ τούτων ἐκκρίτους δι' ἑτέρου δεδήλωκε παραδείγματος, ὡς ῥῶγες εἰπὼν δύο, ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου, ἢ τέσσαρες, ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτοῦ καταλειφθῇ. Ἐν γὰρ τοῖς δηλουμένοις χρόνοις, τοσαύτη, φησὶν, ἔσται τῶν σωζομένων ἡ σπάνη, ὡς ἑνὶ πάντας παραβάλλεσθαι στάχυϊ. Ὧν τοὺς ἀκροτάτους ἔσεσθαί που δύο ἢ τρεῖς. Ἐπ' ἄκρου γὰρ εἰπὼν μετεώρου, τὸ τούτων προῦχον αἰνίττεται, οὓς προσεκαλεῖτο ποτὲ μὲν κατὰ συζυγίαν, ποτὲ δὲ κατὰ τρεῖς ὁ Σωτὴρ, ἐκλεκτῶν ὥσπερ ἐκλεκτοτέρους Πέτρον, Ἰάκωβον, Ἰωάννην, οἷς ἐν ὄρει μόνοις τὴν μεταμόρφωσιν ἔδειξεν· τήν τε θυγατέρα τοῦ ἀρχισυναγώγου, πάλιν ἐπὶ τούτων ἀνέστησεν. Τοὺς δὲ λοιποὺς τέσσαρας ἢ πέντε φησὶ, τοῦτ' ἔστιν ἐννέα. Εἰ δὲ συντεθεῖεν δύο, καὶ τρεῖς καὶ τέσσαρας, καὶ πέντε, τὸν Τῶν, ιδʹ, ποιήσουσιν ἀριθμὸν, προστιθεμένου τοῖς δώδεκα Παύλου, κλητοῦ καὶ αὐτοῦ ἀποστόλου τυγχάνοντος, καὶ Ἰακώβου, ὃς ἀδελφὸς ὢν τοῦ Κυρίου πρῶτος Ἱεροσολύμων ἐπίσκοπος ὑπ' αὐτοῦ καταστῆναι τοῦ Κυρίου διαμνημονεύεται· οἳ δὴ πάντες ἐπ' ἄκρου τῆς ἐλαίας δηλαδὴ τῆς Ἰουδαίων διαδοχῆς, ἣν καὶ Παῦλος ῥίζαν ἁγίαν, καὶ ἀπαρχὴν καὶ καλλιέλαιον εἴρηκε. Μετὰ δὲ τὴν τῶν ἀποστόλων, ἀκολούθως σφόδρα καὶ τῶν ἐθνῶν τῶν πολυθέων ἐδήλωσε τὴν ἐπιστροφὴν, οὐκ ἔτι λέγων τοῖς ἄλσεσι προσέξουσιν, οὐδὲ τοῖς ἐνταῦθα βωμοῖς, μόνον δὲ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐπιγνώσονται, οἱ πρὶν ἀπηλλοτριωμένοι τῆς γνώσεως τοῦ Θεοῦ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, τὸν ἀποδοθέντα χρόνον ἡμέραν καλῶν, καθ' ὃν ἐγκαταλελειμμέναι φησὶν αἱ πόλεις ἔσονται τοῦ Ἰσραήλ.

Intertext edge

Open linked passage

Note