Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2125.1
Ὡς γὰρ, ὅτε ταύτας Ἀμοῤῥαῖοι κατέλιπον, ἀντεισήχθης, φησίν· οὕτω σου, φησὶν, ἐξωσθέντος οἰκήσουσιν ἕτεροι. Ἡ γὰρ ἀσέβεια τῆς ἐκβολῆς ἐπ' ἀμφοτέρων αἰτία. Καὶ νῦν ἔστι τὴν Ἰουδαίαν ὑφ' Ἑλλήνων οἰκουμένην ἰδεῖν. Πλεῖσται δὲ πόλεις, κατὰ τὴν προφητείαν, ὑπὸ Ῥωμαίων ἐξηρημώθησαν, ἀνθ' ὧν φησιν, αὐτῶν τὸν Κύριον κατέλιπον, τοῦτ' ἔστι τὸν Ἰησοῦν, κατὰ τὴν τῶν Ἑβραίων φωνήν. Ὅπωςδὲ γέγονεν αὐτοῖς ἀεὶ βοηθὸς, δηλοῖ τὸ," Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου," καὶ τὰ ἑξῆς. Ὧν τὴν εἰς αὐτὸν ἀπιστίαν δηλοῖ τὸ διότι ἐφύτευσαν φυτείαν ἄπιστον, ὅτε καὶ ἐπλανήθησαν. Εἰ δὲ μεταβαλὼν, φησὶν, ἐπὶ τὴν ἀνατείλασαν τῷ κόσμῳ τοῦ φωτὸς πρωΐαν τοῦ εὐαγγελικοῦ, καὶ τοῦ τῆς δικαιοσύνης Ἡλίου, ἕτερον σπέρμα κατάθοιο τῇ σεαυτοῦ διανοίᾳ (περὶ οὗ φησιν," Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι." Καί·" Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ") ἀνθήσει ἐν σοὶ εἰς ἀμητὸν, καὶ διδάξεις ἑτέρους, ὡς παισὶ τοῦ κλήρου μεταδιδούς. Τινὲς μέντοι μίαν μόνην ἅλωσιν Δαμασκοῦ τὴν ὑπὸ τῶν Ἀσσυρίων εἰπόντες, τὴν πᾶσαν ῥῆσιν περὶ αὐτῆς, καὶ τῶν κατ' αὐτὴν ἐξηγήσαντο χρόνων, ἣν ὡς μήπω γενομένην, ἔσεσθαι νῦν ὁ προφήτης φησὶν, ὅτεπερ ὑπὸ τῶν οἰκητόρων ἀπολωλότων καταλειφθήσεται. Ἐν ᾗ δι' ἐρημίαν παντελῆ κοιτασθήσεται ποίμνια, καὶ οὐκ ἔσται, φησὶν, ὁ διώκων, μηδενὸς τοῖς ποιμέσιν ἐπιτιμήσοντος. Καὶ οὐχ ἕξει ταῖς δέκα φυλαῖς συμμαχῆσαι ὡς εἰώθει χρηματιζούσαις Ἐφραΐμ. Κατ' ἔμφασιν δέ φασιν τὸ, καὶ οὐκ ἔσται ἐν αὐτῇ βασιλεία, τὴν ἰσχυρὰν, καθὰ καὶ πρώην, βασιλείαν δηλοῦν. Οἱ γὰρ μετὰ ταῦτα τοπάρχαι καὶ φύλαρχοι μᾶλλον ἐγένοντο. Ἀτονήσει δὲ καὶ τῶν Σύρων ἐν αὐτῇ τὸ λοιπὸν, τοῦτ' ἔστι πᾶν τὸ ἔθνος τὸ ὑπ' αὐτήν. Συναλῶναι δὲ τῇ Δαμασκῷ καὶ τὰς φυλὰς τὰς δέκα δηλοῖ καὶ τὰ πλήθη τούτων, ἐφ' οἷς ἐφρόνουν, ὡς ὄντες ἀνάλωτοι. Διὸ καὶ δόξαν ταῦτα καλεῖ, ὡς καὶ πίονα δόξης τὸν τούτων βασιλέα. Ὡς γὰρ ἡ τετάρτη τῶν Βασιλειῶν διδάσκει, Σαλμανασσὰρ ἐπολιόρκησεν ἐπ' ἔτη τρία Σαμάρειαν, εἷλέν τε ταύτην, καὶ τὸν Ὠσηὲ μετῴκισεν εἰς Βαβυλῶνα βασιλέα τούτων ὑπάρχοντα. Εἰ μή που πίονα δόξης τοὺς ἐνδόξους ἄνδρας καὶ πλούτῳ κομῶντας λέγει, ταῖς τε παρὰ πάντων βαρυνομένους τιμαῖς. Διὰ δὲ τῆς τῶν ἀσταχύων παραβολῆς, ἔτι δὲ καὶ τῆς ἐλαίας τὴν ἄπονον ἅλωσιν τὴν ὑπὸ τῶν Ἀσσυρίων παρίστησι κοπτόντων ἄδην τοὺς ἄνδρας, ὡς ἐπὶ θέρους, καὶ πληγαῖς πολλαῖς ὡς ἐπ' ἐλαίας τρυγωμένης, τοὺς πολεμίους ἐλαυνόντων τῶν ἐπελθόντων· ἅμα δὲ, καὶ τὸ μὴ παντελῶς ἀπολεῖσθαι τὸ γένος. Βραχὺ γάρ τι λεῖμμα καταλειφθήσεσθαι καλάμην ὥσπερ ἄτιμον, τοὺς διαλαθόντας, ὡς ἐπ' ἐλαίας, τῶν τρυγώντων τοὺς ὀφθαλμούς. 2128 Παιδευθέντες δέ φησιν ἐπιγνώσονται Κύριον. Διὸ καὶ Παῦλος εἰς παιδείαν ὑπομένειν παρακελεύεται. Τοῖς γὰρ προφήταις ἐκ φιλανθρωπίας Θεοῦ μὴ πεισθέντες κηρύττουσι, τοῦ δὲ Θεοῦ καθάπερ πῶλοι κατασκιρτήσαντες ἔπαθον ὃ δή φησι καὶ Δαβὶδ," Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις" εἰπών· καὶ κατεγνωκότες ἑαυτῶν τῆς ἀσεβείας ἀπέστησαν. Μακαριώτερον δὲ τὸ πρὸ πείρας κακῶν, ἐπιγινώσκειν τὸν Κύριον. Μιμησάμενοι δὲ τοὺς Ἀμοῤῥαίους, ἅπερ ἐκεῖνοι πεπόνθασιν ἑλόντες ἀμογητὶ καὶ παθόντες, ποτὲ μὲν ὑπὲρ αὐτῶν, ἐπικουροῦντος Θεοῦ. Δι' ἅπερ, ὥς φασιν, ἠσέβησαν ὕστερον, μηδὲν ὧν πρώην εὐηργέτηντο μνημονεύσαντες, μικροῦ γε πάλιν ταῖς τῶν εἰδώλων εἰρηκότες δαμάλεσιν, οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. Μετὰ Θεοῦ γὰρ νικῶμεν ἔθνη τὰ ἐν ἡμῖν, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους, καὶ τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος οὐχ εὑρήσει τόπον ἐν ἡμῖν. Ἠμεληκότες δὲ τοῦ προσκεῖσθαι Θεῷ, ἀσθενεῖς τε καὶ ἄνανδροι τοῖς ποσὶν ὑποκεισόμεθα τῶν ἐχθρῶν. Εἶτα δείκνυσιν ὡς ἐπλανήθησαν οἱ ἐξ Ἰσραὴλ τῇ πολυχειρίᾳ θαῤῥήσαντες, ὡς μηδενὸς αὐτοὺς πατάξοντος, καὶ τῆς ἐλπίδος διήμαρτον. Ὡς δὲ τῆς αἰχμαλωσίας ῥυσθέντες ἐν Ἱερουσαλὴμ τῇ κατὰ Θεὸν λατρείᾳ προσέκειντο αὐτοί τε καὶ παῖδες ἐν ἀσφαλείᾳ κατῴκησαν. Τὸ γὰρ σὸν σπέρμα καὶ τὸ σὸν γένος, φησὶν, ἄπιστον ἔσται καὶ σφαλερὸν ἀπειθοῦντος Θεῷ· πληθυνθὲν γὰρ τοῦτο θεωρῶν ἐπλανήθης, ὡς ὑπάρχων ἀνάλωτος. Ἀλλὰ πεσοῦνται, φησὶ, δίκην ἀσταχύων κειρόμενοι. Ἐὰν δὲ τὸ πρωῒ σπείρῃς γεγονὼς ἐν φωτὶ, τὸν σώζοντα μόνον εἰδὼς, τότε σοι τὸ σπαρὲν τελεσφορηθήσεται μὴ ἀπολλύμενον ἄωρον. Καὶ παραπέμψεις εἰς υἱοὺς καθάπερ τινὰ κλῆρον τὴν εὐθυμίαν, καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν μέθοδον. ιβʹιδʹ. 9Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν. Ὡς θάλασσα κυμαίνουσα, οὕτω ταραχθήσεσθε. Καὶ νῶτος ἐθνῶν πολλῶν, ὡς ὕδωρ ἠχήσει. Ὡς ὕδωρ πολὺ, ἔθνη πολλά. Ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου9, κ. τ. λ. Εἰπὼν τῶν ἐθνῶν τὴν ἐπιστροφὴν, καὶ τὴν Ἰουδαίων εἰς Χριστὸν ἀπιστίαν, μεταβαίνει τοὐντεῦθεν ἐπὶ τὰ πλήθη τῶν ἐν αὐτῇ Δαμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ μεινάντων, μελλόντων πολιορκῆσαι τὴν Ἐκκλησίαν Χριστοῦ, οἱ καὶ κλονηθήσονται κυμαινούσης δίκην θαλάττης ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ ξενιζόμενοι καθαιροῦντι τὴν εἰδωλολατρείαν. Καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει. Ὡς γὰρ θαλάττης νῶτα μετεωρίζεται τοῖς πνεύμασιν ἀνιστάμενα, καὶ τῷ ἤχῳ κατακτυπεῖ τοὺς ἀκούοντας· οὕτω τὰ πλήθη τῶν ἐν ἀπιστίᾳ μεινάντων, ὑπὸ τῶν ἀοράτων ἐθνῶν ἐνερ 2129 γούμενα, κατὰ τῆς Ἐκκλησίας ἠχήσει τὴν ἐπανάστασιν· ὧν δηλοῖ τοὺς μὲν θυμοὺς ἡ κυμαίνουσα θάλαττα, τὰς δὲ κατὰ τῶν πιστῶν ἀπειλὰς τὸ ἠχοῦν ὕδωρ. Τὸ δὲ βίᾳ φερόμενον ὕδωρ, ὡς ὑφ' ἑτέρων ἐνεργούμενοι τολμῶσι ταῦτα κατὰ τῆς Ἐκκλησίας, ὧν τὸ τέλος δηλῶν ἐπάγει. Καὶ ἀποσκορακιεῖ αὐτὸν, κατὰ δὲ τὸν Ἀκύλαν· Ἐπιτιμήσειεν αὐτῷ, ἢ ἐμβριμήσεται κατὰ Σύμμαχον· δηλονότι, τῷ πλήθει τῶν ἀπίστων ἐθνῶν, καὶ τῷ τούτοις ἐνεργοῦντι διαβόλῳ. Τίς δὲ ἐπιτιμήσει; περὶ οὗ πάντως εἴρηται," Ἐπιτιμήσει Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Ἐπιτιμῶν δὲ τί ποιήσει; καὶ πόῤῥω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα. Οἱ δὲ τοιοῦτοι, καὶ πρὸς δυσμαῖς τοῦ βίου πενθήσουσιν, ὅτε οὐκ ἔτι ὑπάρχουσιν· ὅτε πρωῒ καὶ νέον φῶς τοῖς δικαίοις ἀνατελεῖ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. Οὓς οἱ προνομεύσαντες τοιοῦτον ἕξουσι τέλος καὶ μερίδα καὶ κλῆρον. Οὕτω δὲ πάλιν τινὲς τὴν προκειμένην ἐξηγήσαντο ῥῆσιν· ὡς φιλάνθρωπος ὢν ὁ Θεὸς φοβήσας ταῖς ἀπειλαῖς τοὺς ἐξ Ἰσραὴλ, οἰκονομικῶς καὶ τὴν ἐπ' ἀγαθοῖς ἐλπίδα προβάλλεται δι' ἀμφοῖν προτρεπόμενος. Εἰπὼν τοίνυν τὰ μέλλοντα τούτοις δεινὰ, καὶ τὴν τούτων αἰτίαν, ὅτι Κύριον ἐγκατέλιπον· νῦν ἐπήνεγκεν ἅπερ οἱ τούτους δουλωσάμενοι πείσονται, τὴν συμβᾶσαν πληγὴν τοῖς μετὰ Ῥαψάκου προλέγων, ὃν ἐκ Λάχις ἔπεμψε κατ' Ἱερουσαλὴμ ὁ Σεναχειρὶμ τῆς Ἰουδαίας τὰς πόλεις ἑλὼν, ὃς τοῦ τῶν Ἰουδαίων καταφλυαρήσας Θεοῦ, τὴν δι' ἀγγέλου νυκτερινὴν ὑπέστην πληγήν· ταύτην γὰρ ἀκούσας ὁ Σενναχειρὶμ ἀπῄει φυγὰς, καὶ ὑπὸ τῶν ἰδίων οὐκ εἰς μακρὰν ἀπώλετο παίδων. Ταλανίζει τοίνυν τὸ μετ' αὐτοῦ πλῆθος ἐπελθὸν ὁ προφήτης, ὡς ὄσον οὔπω τεθνηξόμενον, τὴν ταραχώδη τούτων ἔφοδον ἀπεικάζων θαλάττῃ καὶ ὕδασιν. Οὓς καὶ πολλῶν ἐθνῶν ἐκάλεσε νῶτον, ὡς νικᾷν εἰωθότας. Οἱονεὶ γὰρ νῶτος ἐγένοντο, τῶν φευγόντων κατὰ νώτου τούτους διώκοντες. Ἀλλὰ τὸν ἄγοντα, φησὶν, ἀποσκορακίσας διώξεται, ὡς τροχοῦ κονιορτὸν ἀνέμου σφοδροτέρου προσβάλλοντος. Πρὸς αὐτὸν γὰρ ἔφη δι' Ἡσαίου ὁ Θεὸς," Καὶ ἐμβαλῶ φίμον εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. Τὸ δὲ τῶν Ἰουδαίων πένθος ἐν ἑσπέρᾳ, τὰ τῆς ἐπιούσης ἡμέρας ὀνειροπολούντων κακὰ, τὰ διὰ νυκτὸς τοῖς πολεμίοις συμβεβηκότα δείξας ὄρθρος παρεμυθήσατο, μαθόντων ὡς ὁ τῶν πολεμίων οὐκ ἔστι στρατός· ἤγουν τὸ τῆς ἑσπέρας πένθος, φησὶν, οὐκ ἔσται πρωΐ. Περὶ οὗ φησι καὶ Δαβὶδ," Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Οὐκοῦν καὶ ὅτε τὴν ψυχὴν αἱ πονηραὶ πολιορκοῦσι δυνάμεις, δίκην ὕδατος βιαίου τὰ ἐν ἡμῖν ἐγείρουσαι πάθη, ἢ τοὺς ἔξωθεν ἐπάγουσαι λογισμοὺς, κατὰ τὸν Ἐζεκίαν, 2132 Θεὸν καλοῦντες μὴ δείσωμεν. Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ὁμοίως, κἂν αἱρετικοὶ σοφιστικῶν λόγων κόμπῳ κατὰ τῆς ἀληθείας ἐγείρωνται ἢ διωγμοὺς, καὶ θλίψεις ἐπάγωσι, προσήκει θαῤῥεῖν. Χειρὶ γὰρ κρυφαίᾳ πολεμήσει Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεὰς, καθὰ γέγραπται. ΚΕΦΑΛ. ΙΗʹ. αʹζʹ. 9Οὐαὶ γῆς πλοίων, πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας. Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν9, κ. τ. λ. Οἱ ἐπὶ Ῥώμης ἄρχοντες Ἰουδαίων τὰ περὶ Χριστοῦ τῷ Παύλῳ διδάσκοντι λέγουσιν·" Ἡμεῖς οὔτε γράμματα ἐδεξάμεθα περὶ σοῦ ἀπὸ τῆς Ἰουδαίας." Καὶ μετ' ὀλίγα·" Περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν," ὅτι πανταχοῦ ἀντιλέγεται· ὡς τῶν ἐν Ἰουδαίᾳ πανταχοῦ γεγραφότων τὸ περὶ Χριστοῦ μὴ προσίεσθαι κήρυγμα. Ἀντὶ δὲ τοῦ ὅμηρα, ὁ μὲν Ἀκύλας πρεσβυτὰς, ὁ δὲ Σύμμαχος ἀποστόλους ἐξέδωκε. Τούτους οὖν καὶ τὴν γῆν αὐτῶν ὁ προφήτης ὀδύρεται, ἧς ἡ κακία καὶ μέχρι τῆς Αἰθιόπων ἀφίκετο. Διὸ καὶ κατὰ Σύμμαχον εἴρηται· Οὐαὶ γῆς, ὁ ἦχος πτερωτὸς ἡ πέραθεν ποταμῶν Αἰθιοπίας. Ὁ γὰρ τῶν γραψάντων ἦχος μέχρι καὶ τῶν Αἰθιοπίας ὅρων, καὶ τῶν τῆς γῆς περάτων διέδραμεν, ὡς διὰ πλοίων τινῶν ἱπταμένων. Οἵτε διακομίζοντες τὰς ἐπιστολὰς τὰς βιβλίνας ἀπόστολοι πανταχοῦ γῆς οὐ διοδεύοντες μόνον, ἀλλὰ καὶ ναυτιλλόμενοι. Μέχρι δὲ νῦν ἀποστόλους καλοῦσι τοὺς ἐν κύκλῳ παρὰ τῶν ἀρχόντων περιφέροντας γράμματα. Ἀντὶ δὲ τοῦ πορεύσονται ἄγγελοι κοῦφοι, πορεύεσθε, φασὶν οἱ λοιποὶ, ὡς ἀρχὴν εἶναι προστάγματος πρὸς τοὺς μαθητὰς εἰρημένου τοῦ Σωτῆρος Χριστοῦ, οὓς πρὸς τοὺς τῶν Ἰουδαίων διέστειλεν ἀποστόλους. Σύμφωνα δὲ τοῖς παροῦσι πρὸς αὐτούς φησιν ὁ Χριστός· Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ τὸ εὐσταλές τε καὶ κοῦφον αὐτοῖς ὑποτίθεται ῥᾴστην αὐτοῖς τὴν πορείαν ποιῶν· μηδὲν ἄρητε κατὰ τὴν ὁδόν· καὶ, μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μὴ χαλκὸν, μὴ πήραν, μὴ δύο χιτῶνας, μὴ ῥάβδον, μὴ ὑποδήματα. Ἰέναι δὲ κελεύει πρὸς ἔθνος μετέωρόν τε καὶ ξένον, καὶ πρὸς λαὸν χαλεπόν. Πρὸς τοὺς ἐν ἔθνεσι γὰρ ἀλλογενεῖς ἀπεστέλλοντο βέβαιον ἔχοντας οὐδὲν, ἀνέμῳ δὲ τῆς πολυθέου πλάνης περιφερομένους παντὶ, καὶ χαλεπῶς ἔχοντας πρὸς αὐτούς. Καὶ διέβαινον μέχρι τῶν περάτων τῆς γῆς, ὃ δηλοῖ τὸ, τίς αὐτοῦ ἐπέκεινα; ἀνθ' οὗ Σύμμαχος μεθ' ὃν οὐκ ἔστιν ἐπέκεινα λέγει. Τοῦτο δὲ τὸ ἔθνος ἀνέλπιστον ἦν, κατὰ τὸν Ἀπόστολον εἰπόντα, ἐλπίδα 2133 μὴ ἔχοντες καὶ ἄθεοι ἐν κόσμῳ. Ὧ δὴ σύμφωνα προϊὼν ὁ προφήτης ἐρεῖ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης· ὅπερ ἦν ἔθνος καὶ ὑπὸ τοῦ διαβόλου καταπεπατημένον. Παραθαῤῥύνων δὲ τούτους φησὶ, νῦν οἱ ποταμοὶ τῆς γῆς ἐπὶ τῇ ὑμετέρᾳ πορείᾳ κατοικηθήσονται. Ποταμοὺς λέγων τῶν εἰς Θεὸν ἐπιστρεφόντων τὸ πλῆθος, ὥσπερ οὖν καὶ χώρας τούτων, τὰς Ἐκκλησίας. Ὡς γὰρ κύμασι θαλάττης τεταραγμένης τοὺς ἀπίστους ἀνωτέρω παρέβαλλεν· οὕτω νῦν τοὺς πιστοὺς γλυκέσι ποταμοῖς εὐσταθῶς κινουμένοις, περὶ ὧν ἀλλαχοῦ φησιν·" Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Καὶ," Ποταμοὶ κροτήσουσι χεῖρας ἐπὶ τὸ αὐτό." Οἳ πρότερον ὅντες ἀοίκητοι, ἀλλότριοι ἦσαν Θεοῦ, ἔρημός τε αὐτῶν θεοσεβείας ἡ χώρα· ἥντινα, καὶ τοὺς ποταμοὺς κατοικεῖσθαι ποιήσει τὸ ὑμέτερον κήρυγμα. Καὶ τοῦ σταυροῦ τὸ σημεῖον οὕτως ἔσται πᾶσι πρόδηλον, ὡς ἐπ' ὄρους ὑψούμενον. καὶ σάλπιγγος ἦχος, τὸ ὑμέτερον εἶναι δόξειε κήρυγμα πᾶσι χωροῦν εἰς ἐπήκοον. Εἶτα διδάσκει πῶς ἀταράχως οἰκεῖσθαι δυνήσεται. Τῇ γὰρ ἰδίᾳ πόλει χορηγεῖ Θεὸς τὴ ἀσφάλειαν, ὡς εἰκότως εἰρῆσθαι περὶ αὐτῆς·" Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ," καὶ," Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Ἐν ᾗ καὶ φῶς οὐ τὸ τυχὸν ἔσται, ἀλλ' ἐοικὸς ἡλίῳ μεσημβρινῷ. Καὶ ἀβλαβὲς ἔσται τοῖς ὁρῶσι φησί. Σὺν αὐτῷ γὰρ καὶ νεφέλη δρόσου γενήσεται. Καὶ φῶς μὲν ὁ τοῦ Θεοῦ Λόγος, ὁ τὴν Ἐκκλησίαν φωτίζων. Νεφέλη δὲ δρόσου τὸ πνεῦμα τὸ ἅγιον, ἐπισκιάζον τοῖς μὴ δυναμένοις τὴν ἄκραν τοῦ Μονογενοῦς χωρῆσαι θεολογίαν. Οὕτω γὰρ τὸ ταύτης ἄκρατον κεκραμένον ἔσται, διὰ τὴν τοῦ θείου Πνεύματος ὥσπερ τινὸς νεφέλης ὑποδρομήν. Ἅπερ ἔσται, φησὶ, πρὸ τοῦ θερισμοῦ, τὰς ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ δηλῶν δίκην ἀσταχύων ἀνθούσας, καθὰ προύλεγε· καὶ" Εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ·" ἃς λευκὰς χώρας φησὶν ὁ Σωτὴρ δεομένας πολλῶν ἐργατῶν. Καὶ ταῦτα μὲν ἔσται περὶ τὴν τοῦ Θεοῦ πόλιν πρὸ τῆς συντελείας. Μετὰ δὲ τοῦ παρόντος βίου τὸν θερισμὸν, καὶ αὐτῆς ἀκράτου μεθέξουσι τῆς θεότητος οἱ τοῦ τέλους ἐκείνου καταξιούμενοι. Ὅτε καὶ διάκρισις τῶν ἐν τῇ τοῦ Θεοῦ συναγομένων Ἐκκλησίᾳ γενήσεται, τῶν περιττῶν τῆς ἀμπέλου κλημάτων, καὶ τῶν ἐν αὐτῇ βοτρύων ἀφαιρουμένων, εἰς βοράν τε ταῖς κολαστικαῖς ἐκδιδομένων δυνάμεσιν, τῶν δὲ καρποφόρων ψυχῶν τῆς παρὰ τῷ Θεῷ τευξομένων ἐλπίδος. Τίς δὲ ἀφελεῖ, καὶ τίς ἐκκόψει, δεδήλωκεν αὐτὸς ὁ Σωτὴρ παριστὰς τὴν ἄμπελον καὶ τὰ κλήματα, τούς τε ἀγαθοὺς καὶ ἀνονήτους καρποὺς, λέγων·" Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ Πατήρ μου ὁ γεωργός." Πᾶν κλῆμα ἐν ἐμοὶ

Intertext edge

Open linked passage

Note