Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2136.1
μὴ φέρον καρπὸν, αἴρει αὐτό. Καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Καὶ πάλιν πλατύτερον εἰπὼν, τὴν παραβολὴν ἐπήγαγεν, Ἐὰν μή τις μείνῃ ἐν ἐμοὶ, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα, καὶ ἐξηράνθη· καὶ συνάξουσιν αὐτὸ, καὶ εἰς πῦρ βαλοῦσι, καὶ καίεται· ἑαυτὸν μὲν ἄμπελον εἰπὼν, κλήματα δὲ, τοὺς μαθητάς. Οἷς ἀκόλουθον βότρυς νοεῖν τοὺς ὑπὸ τοῖς ἀποστόλοις μαθητευομένους· ὧν τὰ ὥσπερ νεκριμαῖα βοτρύδια, καὶ ζωτικῆς δυνάμεως ἄμοιρα, κατὰ τὸν τῆς συντελείας καιρὸν, μετὰ τῶν μὴ φερόντων καρπὸν κλημάτων ἀποβληθήσεται. Οὕτως Ἰούδας ὁ προδότης, ὡς βότρυς ἄχρηστος ἀπεκόπτετο· καὶ ἐν Ἐκκλησίᾳ δὲ, ὅσαι βοτρύων διαφοραὶ, τοσαῦται ψυχῶν. Τῶν διδασκάλων εἰς κλημάτων λόγον λαμβανομένων κυπρίζει τις, ἡ δὲ ὄμφαξ, ἡ δὲ τελεία, ἡ δὲ ἀνεμόφθορος. Τῶν μὲν οὖν ἀκάρπων τὸ τέλος τοιοῦτον· τῶν δὲ καρποφόρων ἐπήνεγκε λέγων· Καὶ ἀνενεχθήσεται δῶρα Κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ ἐκτετιλμένου. Εἴη δ' ἂν οὗτος ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν, ὃς ἐκτέτιλται τῆς κοινῆς τῶν ἀνθρώπων ἠλλοτριωμένος ζωῆς. Ὃν καὶ πολύν φησιν, ὡς παρὰ Θεῷ τοιοῦτον ὑπάρχοντα, οὗ τὰ λογικὰ δῶρα, καὶ τὰς ἀναιμάκτους θυσίας μὴ διαλείπειν φησὶ Θεῶ προσφερομένας ἔν τε τῷ νῦν αἰῶνι καὶ μέλλοντι. Ὁ δὲ λαὸς οὗτος, τὸ ἄνω ῥηθέν ἐστιν ἔθνος καταπεπατημένον φασὶ καὶ ἐλπίζον. Διὰ μὲν τὴν ὑπομονὴν ἐλπίζον." Ἡ γὰρ ὑπομονὴ ἐλπίδα [κατεργάζεται], ἡ δὲ ἐλπὶς οὐ καταισχύνει," κατὰ τὸν μέγαν Ἀπόστολον. Ὑπὸ δὲ τῶν διωξάντων καταπεπατημένον. Καὶ γὰρ Ἀκύλας ἐξέδωκεν, ἔθνος ὑπομένον καὶ συμπεπατημένον Μεθ' ἅ φησιν ὁ προφήτης, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ. Τίνος δὲ, ἢ τοῦ Θεοῦ; ἐρεῖ γὰρ ἐν Ἐκκλησίᾳ πολιτευόμενον, ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Οὐδὲ γὰρ τὸν πάντα ποταμὸν ἐχώρει τὸν τοῦ Θεοῦ λόγον ἡ δηλωθεῖσα χώρα. Κατὰ δὲ τοὺς ἄλλους ἑρμηνευτὰς, οὐ διήρπασαν ποταμοὶ τὴν γῆν, εἴρηται· τούτου γὰρ τὴν γῆν οἱ διῶκται διήρπασαν, τὴν τοῦ Θεοῦ καταπατήσαντες πόλιν, ὡς δηλοῖ τό· ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ τὸ χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν. Ὁ δὲ τοῦ Θεοῦ λαὸς ἐλευθερωθεὶς ἀνοίσει δῶρα Κυρίῳ ἐν ὄρει Σιὼν τῆς ἐπ' οὐρανίου πόλεως καταξιωθεὶς ὑπ' ἀρχιερεῖ τῷ Χριστῷ. Προσεληλύθατε γὰρ, φησὶ, Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπ' οὐρανίῳ. Τὴν δὲ παροῦσαν ῥῆσιν ἄλλως τινὲς ἐξηγούμενοι θαυμαστόν φασιν εἰ κατὰ Δαμασκοῦ μὲν ὁ λόγος, Αἰθιοπίας δὲ πεποίηται μνήμην. Πρὸς ὅ φασιν, ὡς διαφόρως ἀσεβοῦντα Θεὸς παιδεύων τὸν Ἰσραὴλ, πυκνὰς αὐτοῖς πολεμίων ἐπήγετο προσβολάς· καὶ δέον ἐπὶ τούτοις μετανοεῖν, ποτὲ μὲν τοὺς Σύρους, ποτὲ δὲ τοὺς Αἰγυπτίους πρὸς συμμαχίαν ἐκάλουν, ὧν καὶ τὰς λατρείας ἐζήλουν· Ἄχαζ γ' οὖν ἐν Δαμασκῷ γεγονὼς, περιττὸν ἰδὼν ἐκεῖ τῇ κατασκευῇ βωμὸν, ἐμφερὲς ποιήσας ἀνέθηκεν ἐν οἴκῳ Κυρίου. 2137 Γέγονε τοίνυν ἡ ὅρασις κατὰ Δαμασκοῦ. Τὸν δὲ λόγον ἐπὶ τοὺς Αἰγυπτίους μεθίστησιν, ὧν οἱ ἐξ Ἰούδα μάλιστα τῆς συμμαχίας ἐξήρτηντο, καθ' ὃν αὐτοῖς καιρὸν ἐπῆλθον οἱ Βαβυλώνιοι. Φωνὴ δὲ τοῦτο προφήτου παρίστησιν, οὐαὶ λέγουσα οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις καὶ ἅρμασι πεποιθότες. Ὅτε δὲ Ναβουχοδονόσωρ κατὰ Ἰουδαίας ἐστράτευσεν, ὁδοῦ πάρεργον γὰρ τῆς ἑῴας ἐληΐζετο πόλεις. Τὴν δὲ Σύρον νῆσον οὖσαν ἀπορίᾳ πλοίων ἑλεῖν μὴ δυνάμενος, μέσῳ χώματι συνάψας πρὸς ἤπειρον πεζῇ διαβὰς ἐπολιόρκει τὴν πόλιν. Τὸ δὲ μέλλον δεδιότες οἱ Τύριοι, μετεσκευάσαντο πρὸς τὰς ναῦς ἐρήμην ἀφέντες τὴν πόλιν. Διὸ ταύτην ἀφεὶς, τὴν Αἰγυπτίων ἐλθὼν ἐχειρώσατο, Θεοῦ παραδόντος διὰ τὴν ἀλαζονείαν, ἣν εἶχον κατ' αὐτοῦ, καὶ τῶν Ἰουδαίων Αἰγύπτιοι πρὸς ἐπικουρίαν ὑπὸ τούτων καλούμενοι, ὡς δὴ τούτους τοῦ Θεοῦ μὴ σώζειν ἰσχύοντος, δυνατωτέρους Θεοὺς τοὺς ἰδίους νομίζοντος. Ταῦτα δηλῶν πρὸς Ἰεζεκιήλ φησιν ὁ Θεός·" Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσωρ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδὼν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρῳ. Ἀντὶ τούτου ἔδωκα αὐτῷ γῆν Αἰγύπτου." Διόπερ ὁ προφήτης αὐτῇ ἐπιφωνεῖ τὸ, Οὐαί. Αἰθιοπίας δὲ ποταμοὺς τὰ ἑπτὰ στόματα τοῦ Νείλου δηλοῖ· γῆν δὲ ἐπέκεινα ποταμῶν ὀνομάζει τὴν νῦν Ἀλεξάνδρειαν, τότε καλουμένην Ὦν. Καὶ Ἀμὼν δέ φασί τινες ἐξηγησάμενοι τὸν Ἱερεμίαν, ἐλέγετο. Ἀφέστηκε δὲ τοῦ τελευταίου στόματος, ὅπερ Ἡράκλειον ὀνομάζεται, σταδίοις τάχα που τὸν ἀριθμὸν ὀγδοήκοντα. Διὸ ταύτην ἐπέκεινα, φησὶ, ποταμῶν. Οὗτοι δὲ τὸν Νεῖλον ἄνω κάτω διέπλεον, τὰ μὲν ἐξάγοντες, τὰ δὲ κομιζόμενοι. Διὸ ταλανίζει τὰς τούτων ὁλκάδας, δι' αὐτῶν δηλῶν τοὺς ἐμπλέοντας, ὡς διαφθαρησομένης αὐτοῖς, καθ' ὃν ἁλώσονται χρόνον, τῆς ἐμπορείας. Πτέρυγας δὲ πλοίων τὰ ἱστία καλεῖ. Πτηνοῦ γὰρ δίκην ἐμπιπτόντων αὐτοῖς τῶν πνευμάτων αἱ νῆες διέρχονται. Ὅμηρα δὲ διὰ θαλάσσης καὶ βιβλίνας ἐπιστολὰς οὕτω φασί. Κινύραν λέγουσί τινες ποιηταὶ Μύῤῥᾳ τῇ θυγατρὶ συγγενόμενον, παῖδα ποιῆσαι τὸν Ἄδωνιν. Τὴν δὲ πρᾶξιν αἰδεσθεὶς ἐν ὄρει τοῦτον ἐξέθετο. Νύμφαι δὲ τοῦτον ὀρεάδες ἐξέθρεψαν. Εὐπρεπὴς δὲ τὴν ὥραν γενόμενος μετήρχετο κυνηγέσια. Ὧ συνῆλθεν Ἀφροδίτη τὸ κάλλος θαυμάσασα· ἐφ' ᾧ ζηλοτυπήσας Ἄρης (ἦν γὰρ αὐτῆς ἐραστὴς) εἰς σῦν μεταβληθεὶς θηρῶντα τοῦτον ἀπέκτεινε. Τὸ δὲ πάθος Ἀφροδίτη μὴ φέρουσα, καὶ πρὸς αὐτὸν ἐχώρει τὸν 2140 ᾅδην ἀνοίσουσα τὸν ἐρώμενον. Ὡς δὲ καὶ ἡ τοῦ Πλούτωνος ἀντήρα τούτου γυνὴ, συνέθεντο πρὸς ἀλλήλας μερισθέντος εἰς δύο τοῦ ἔτους, πρὸς ἥμισυ συνεῖναι τῷ νέῳ. Ὡς δὲ ἀνελθοῦσα τοῦτο τοῖς φίλοις ἀπήγγειλε, πανήγυριν ἦγον τὴν ἄνοδον, ὥσπερ οὖν καὶ θρῆνον τὴν κάθοδον. Ἅπερ ἄμφω καὶ διὰ τῶν μετὰ ταῦτα χρόνων ἐκράτησεν. Καὶ δὴ καὶ κατ' Ἀλεξάνδρειαν ἡ τοιαύτη πανήγυρις ἤγετο μέχρι τῶν καθ' ἡμᾶς χρόνων, φησὶν ὁ τὴν ἐξήγησιν τὴν παροῦσαν εἰπών. τῶν τοιούτων ὀργίων καὶ Ἰουδαῖοι δυσσεβοῦντες μετέλαβον. Φησί γ' οὖν Ἰεζεκιὴλ," Καὶ εἶδον, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμοὺζ, ὅπερ ἐστὶ τὸν Ἄδωνιν." Ἐποίουν δέ τι τοιοῦτον οἱ τὴν εἰρημένην πόλιν οἰκοῦντες. Κέραμον λαβόντες ἐνέβαλλον ἐπιστολὴν πρὸς τὰς ἐν βίβλῳ γυναῖκας ὡς εὑρηθέντος Ἀδώνιδος. Εἶτα σφραγίσαντες ἐνέβαλλον τῇ θαλάττῃ, τελετάς τινας ἐπ' αὐτῷ ποιησάμενοι, καὶ, ὡς οἱ πέμποντες ἔλεγον, αὐτομάτως εἰς βίβλον ἀπεκομίζετο, καὶ πέρας θρήνου ταῖς ἐκεῖ γυναιξὶν ἀπειργάζετο. Οὐαὶ τοίνυν, φησὶ, πρὸς τοῖς πλοίοις καὶ τοῖς ἀποστέλλουσιν ἐν θαλάσσῃ ὅμηρα, τοῦτ' ἔστι τῆς ὁμοφροσύνης ἐνέχυρα τοῖς τὴν αὐτὴν νοσοῦσιν ἀσέβειαν, οὐ πλοίοις, ἀλλ' ἐπὶ νώτων θαλάττης ἀφιεῖσι τὸν κέραμον. Οἱ οὖν ἐπέκεινα ποταμῶν Αἰθιοπίας αἰτοῦσιν ἐπικουρίαν τοῖς ἐξ Ἰσραὴλ οὐκ ἐπηγγείλαντο μόνον, ἀλλὰ γὰρ καὶ πεπόμφασιν, εἰ καὶ ὤνησαν οὐδὲν ἀποστείλαντες. Διόπερ ἀγανακτήσαντες ἐπῆλθον Αἰγυπτίοις οἱ Βαβυλώνιοι. Μελλόντων οὖν αὐτοῖς τούτων ἐπιστρατεύειν, δρομαῖοί τινες ἐκ τῆς Ἰουδαίας τὴν μέλλουσαν ἀπήγγελον ἔφοδον. Τούτους ὁ προφήτης κούφους ἀγγέλους καλεῖ. Ἔθνος δὲ μετέωρον τοὺς Αἰγυπτίους καλεῖ, τὸ ὑπερήφανον, ἢ τὸ ἄφρον δηλῶν. Ξένον δὲ καὶ χαλεπὸν, ὡς ξενίζον ἐν χαλεπότητι, καὶ πρὸς τοῦτο μηδένα ἔχον ἐπέκεινα. Τίς γὰρ αὐτοῦ ἐπέκεινά φησι; Σφόδρα δὲ ἦσαν εἰδωλολάτραι. Διὸ καὶ ἀνέλπιστον ἔθνος καὶ καταπεπατημένον τούτους εἶναί φησιν, ὡς οὐκ ἔχον ἐπὶ Θεῷ τὴν ἐλπίδα, καὶ ὑπὸ δαιμόνων ταῖς ἀπάταις καταπατούμενον. Διὸ καὶ ὑπὸ τῶν Ἀσσυρίων καταπεπάτηνται. Τὸν δὲ τῆς ἁλώσεως τρόπον ἐπήνεγκεν, οὕτως εἰπὼν τοὺς Ἀσσυρίους διαβήσεσθαι τῆς Αἰγύπτου τοὺς ποταμοὺς, τὰς διώρυχας. Οὕτω καὶ τὰς λίμνας εἰπὼν, ἐφ' οἷς ἐφρόνουν ὡς ἀνάλωτον αὐτοῖς ποιοῦσι τὴν Αἴγυπτον, ὡς δοκεῖν πως καὶ χώραν εἶναι τούτους κατοικουμένην ἀποξηραινομένης πάσης ὑδάτων συστάσεως. Τὸ δὲ τῶν Αἰγυπτίων πάθος φησὶν, οὕτω πᾶσι δῆλον γενήσεται, ὡς σημεῖον ἀφ' ὕψους σύνθημα στρατοπέδῳ γινόμενον, καὶ ὡς φθεγγομένη σάλπιγξ ἀκουστόν; Ὧν δὴ γινομένων φησὶ, τὴν πόλιν σώσω τὴν ἐμαυτοῦ, τὰ κατὰ Ῥαψάκην, καὶ 2141 τὰς ρπεʹ χιλιάδας ἀπολομένας δηλῶν. Οὕτω δέ φησι τὰ τῆς σωτηρίας ἔσται πᾶσι περιφανῆ, καθ' ἃ δὴ καὶ φῶς ἡλίου μεσημβρινὸν, καὶ τοῖς κινδυνεύουσι τὰ τῆς ἐμῆς ἐπικουρίας καὶ σκέπης ὡς νεφέλη δρόσου γενήσεται πρὸ τοῦ θερισμοῦ. Δρόσου γὰρ οἱ θερίζοντες δέονται εὐαφεῖς αὐτοῖς προποιούσης τοὺς στάχυας. Καὶ κατ' εὐχὰς αὐτοῖς ἡ δρόσος δεομένοις ἐγγίνεται, καθὰ καὶ τοῖς Ἰουδαίοις ἡ παρὰ Θεοῦ σωτηρία. Μεταφορικῶς δὲ λοιπὸν ἀπὸ τῶν γεωργούντων τὰ μέλλοντα πάθη παρίστησιν, ἢ τοῖς πολιορκήσασιν Ἱερουσαλὴμ Ἀσσυρίοις [ἢ καὶ τοῖς Αἰγυπτίοις]· ἐπειδ' ἂν γὰρ οἱ βότρυες ἐξανθήσωσιν καὶ ὄμφακες γένωνται περικόπτουσι τῶν κλημάτων καὶ τῶν βοτρύων τὰ περιττὰ, καὶ οἷον ἐπιφυλλίδας, ὡς μὴ συμπνίγειν τὰ κρείττονα καὶ χρηστότερα. Οὕτως οὖν ἐπὶ μὲν τῶν Ἀσσυρίων τὸν πολὺν καὶ λεπτὸν ἀνεῖλε λαὸν ὁ Θεός. Ὧν τὰ πτώματα τρυφὴ γέγονε τοῖς θηρίοις καὶ πετεινοῖς. Ὁ δὲ μεγάλου βότρυος δίκην ἐπέχων ὁ βασιλεὺς τοῖς ἐπηκόοις οὐ συναπόλωλεν. Ἐπὶ δὲ τῶν Αἰγυπτίων νοήσεις, ὅτι μὴ πᾶσαν αὐτῶν τὴν χώραν εἷλον οἱ δυσμενεῖς· ἀλλ' οἷον μικροῖς βοτρυδίοις, ταῖς κατὰ τόπους συνοικίαις ἢ κώμαις ἐπαφιέντες τὴν μάχαιραν, συνεμέτρησαν τοὺς θυμοὺς τοῦ φιλανθρώπου Θεοῦ, παιδεύοντος μὲν τοὺς προσκρούοντας, οὐκ εἰς ἅπαν δὲ συγχωροῦντος τοὺς παιδευομένους ἀπόλλυσθαι. Τοιγαροῦν ἐφεξῆς περὶ τῆς αὐτῶν ἐπιστροφῆς διεξέρχεται. Τὴν γὰρ τῶν εἰδώλων ἀσέβειαν ἀρνησάμενοι, τὴν εἰς Θεὸν τῶν ὅλων προσδέξονται πίστιν, δῶρα προσφέροντες εἰς ὀσμὴν εὐωδίας, ἐλπίδα, πίστιν, ἀγάπην. Διὰ δὲ τὰς ἐκ Θεοῦ παιδείας ἐπενεχθείσας αὐτοῖς, λαὸν αὐτὸν τεθλιμμένον πρὸς ἀμείνω ζωὴν, δίκην μοσχείας ὠφελούσης πρὸς αὔξησιν. Ὥσπερ γὰρ ἐκ πλάνης εἰς θείας ἐννοίας μετεφυτεύθησαν καὶ καρποφοροῦσι διηνεκῶς. Ὅθεν αὐτοὺς καὶ μέγαν ὀνομάζει λαὸν ἐν τοῖς κατὰ Χριστὸν πᾶσιν ἀκμάζοντας ὅσον ἐν πλάνῃ τὸ πρότερον. Οὗ γὰρ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τὸν δὲ τῆς καρποφορίας τόπον διὰ τῆς Σιὼν τὴν Ἐκκλησίαν ἐκάλεσεν, διὰ τὸ ταύτης ὕψος ὄρος εἰπών. Οὐδὲν γὰρ χθαμαλὸν ἐν αὐτῇ, καὶ δηλοῖ τοὔνομα σκοπευτήριον. Τὸ δὲ, Ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, ὅτι περ ἡ πρὸς Θεὸν τῶν Αἰγυπτίων ἐπιστροφὴ ἐκ μέρους ἀρξαμένη τῆς χώρας, διὰ πάσης διέδραμεν Ῥινοκορούρων, τυχὸν ἤ τινος τῶν αὐτόθι πόλεων ἐπέκεινα κειμένων τοῦ ποταμοῦ. Λέξει γὰρ προϊὼν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Πεπατημένον δέ φησι τὸν λαὸν τοῖς τοῦ πολέμου δεινοῖς, ἐλπίζειν δὲ ὡς δὴ θέμενον ἐπὶ Θεῷ τὴν ἐλπίδα. 2144 ΚΕΦΑΛ. ΙΘʹ. ΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ. αʹιεʹ. 9Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νομόν9, κ. τ. λ. Συγγεγενημένη δὴ τοῖς εἰρημένοις ἐῤῥέθη περὶ θαλάσσης Αἰγύπτου καὶ ποταμοῦ. Πλὴν ἀλλ' ἐκεῖνα μὲν ἐδήλου ῥᾴστην ὁδὸν ἔσεσθαι τοῖς εὐαγγελιζομένοις Χριστόν· τὰ δὲ παρόντα προεφώνει τοῖς Αἰγυπτίοις τὰ κάλλιστα. Ἐπ' οὐδεμιᾶς δὲ τῶν εἰρημένων ὁράσεων ἥξειν ὁ Κύριος ἐπὶ νεφέλης κούφης ἐλέγετο. Ἕτερα δέ τινα περὶ αὐτῶν ἰδιάζοντα· Αἰγύπτου δὲ ὅρασις, ἀλλ' οὐ κατ' Αἰγύπτου, καθάπερ ἐπὶ τῶν ἄλλων προγέγραπται· ἢ ὡς αὐτῆς Αἰγύπτου μελλούσης ὁρᾷν νῷ διορατικῷ τὰ λεγόμενα· ἢ ὡς τῆς προφητείας περιεχούσης Αἰγύπτῳ τὰ κάλλιστα· τί γὰρ μακαριώτερον τοῦ ἐπιδημῆσαι ταύτῃ τὸν Κύριον, καὶ γνώσεως μεταδιδόναι τῆς ἑαυτοῦ; Ἥξει δέ φασιν ἐπὶ νεφέλης κούφης, ἢ οὗπερ ἀνείληφε σώματος ἐξ ἁγίου Πνεύματος καὶ τῆς ἁγίας Παρθένου. Ὡς γὰρ ἡ νεφέλη οὐκ ἄλλοθεν ἔχει σύστασιν, ἢ ἐξ ἀέρος καὶ ἀναθυμιάσεως τῆς γῆς· οὕτως ἐπὶ τοῦ Κυρίου τὸ σῶμα ἐξ ἁγίου Πνεύματος ὑπέστη καὶ γεώδους οὐσίας. Ὧ δὴ Θεὸς ἐποχούμενος κατὰ τὴν νηπίαν ἡλικίαν ἦλθεν εἰς Αἴγυπτον ὠφελουμένην ἀῤῥήτῳ δυνάμει διὰ τῆς εἰς αὐτὴν ἐπιδημίας τὰ μέγιστα. Ταύτης γὰρ οἱ κατ' Αἴγυπτον ἐξαιρέτως ἐδέοντο δεισιδαιμονέστατοι γεγονότες ἁπάντων, ὡς καὶ μέχρι τῆς τῶν ἀλόγων ζώων ἐκπεπτωκέναι λατρείας· ὡς καὶ γυμνῇ κεφαλῇ τὸν τούτων βασιλέα βοᾷν, οὐκ οἶδα τὸν Κύριον. Οὕτως ἀδέσποτόν τε καὶ ἀπρονόητον ἠγοῦντο τὸ πᾶν. Διαπαντὸς δὲ καὶ τοῖς ἐξ Ἰσραὴλ ὑπῆρχον πολέμιοι. Διὸ τοῖς ἀγνοοῦσιν ἄγαν αὐτὸν ἡ τούτου προθεσπίζεται γνῶσις, πάσης εἰδώλων ἀσεβείας ἀνῃρημένης. Εἰ δὲ μὴ τὸ, ἐπὶ νεφέλης προσέκειτο, ἔδοξεν ἂν ἀσωμάτων λέγεσθαι δυνάμει, καθ' ἣν διέπει τὸ πᾶν, ὑπάρχων ἐν ἅπασιν. Ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. Ὧ τρόπῳ καὶ ἐν Αἰγύπτῳ πρότερον ἦν. Εἶπεν γὰρ Κύριος πρὸς Μωσέα καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου. Καὶ πάλιν ἦν Κύριος μετὰ Ἰωσήφ. Καὶ περιττὸν ὑπῆρχεν ἐπὶ πάσης χώρας ἁρμόσαι δυνάμενον. Ἀλλὰ γὰρ τὴν μετὰ σώματος ἐπιδημίαν ἐδήλωσεν, τοῦτο νεφέλην εἰπών. Τάχα καὶ διὰ τὸ κινημάτων ἀπηλλάχθαι γεωδεστέρων, ἐπιθυμίας τε σωματικὰς ὑπερίπτασθαι, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος. Ἕτεροι δὲ κούφην ὑπειλήφασιν εἰρῆσθαι νεφέλην τὴν ἁγίαν Παρθένον, ἧς ἐν ἀγκάλαις εἰς Αἴγυ 2145 πτον ἐκομίζετο· ἤγουν φασὶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ τοῦτον εἶδεν Ἡσαΐας ὑπὸ δυνάμεων θείων ὑμνούμενον. Καὶ παλαιὸν ἡμερῶν ὁ Δανιὴλ ἐπὶ θρόνου καὶ ὡς ὑν [ἀνθρώπου] μετὰ τῶν νεφελῶν ἐρχόμενον. Ἰεζεκιήλ τε εἶδος ἀνθρώπου ἐξ ἠλέκτρου τε καὶ πυρός. Ἅπερ ἔμφασίν τινα δόξης θεοπρεποῦς καὶ μυστηρίου τοῦ κατὰ Χριστὸν ὑπαινίττεται. Οὕτω καὶ νῦν τὴν νεφέλην ληπτέον ἐφ' ὑετοῦ τε καὶ δρόσου πνευματικῆς, αὐτοῦ τε τοῦ σωτηρίου βαπτίσματος. Τοιγαροῦν τοὺς ἐξ Ἰσραὴλ ὁ Παῦλος βεβαπτίσθαι φησὶν ἐν τῇ νεφέλῃ, καὶ ἐν τῇ θαλάσσῃ. Προηγεῖτο δὲ αὐτῶν ἐν μὲν ἡμέρᾳ, νεφέλη· ἐν δὲ νυκτὶ, στύλος πυρός. Εἰ χρῆν οὖν ἐπὶ καθαιρέσει τῶν Αἰγυπτίων θεοπρεπῶς ἰόντα τὸν Κύριον ἐπὶ κούφης ὁρᾶσθαι νεφέλης, δι' ἧς ἦν καὶ μόνης τῆς εἰδωλολατρείας, ἀποσμήχεσθαι τὰς κηλίδας. Κούφη δὲ κούφους ἐργάζεται τὸ τῶν ἁμαρτημάτων ἀποθεμένους φορτίον. Ἡ δὲ κάθισις ἢ ἀνάπαυσιν, ἤγουν ἐξουσίαν αἰνίττεται. Ἐπαναπαύεται γὰρ οὐ νομικῇ λατρείᾳ Χριστὸς, τῇ δὲ τελειώσει τῇ διὰ τοῦ βαπτίσματος, δι' ἧς καὶ βασιλεύει τῶν ἐπὶ γῆς. Κατορθοῖ δὲ τοῖς Αἰγυπτίοις ἐπιδημῶν, τὸ σεισθῆναι τούτων τὰ εἴδωλα, ὅτε Θεοῦ μὲν Ἐκκλησίαι καθ' ὅλης Αἰγύπτου καθίδρυντο. Ἐπεσκόπει δὲ ταύτας ἐπιδημῶν ὁ Θεὸς κατὰ τὸ, ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καρδίαν δὲ τῶν Αἰγυπτίων φησὶν ἡττηθήσεσθαι, μὴ ἀντιβαινόντων τῷ θείῳ κηρύγματι, τὴν δὲ καλὴν ἧτταν ἡττησομένων. Τινὲς δὲ καρδίαν φασὶν εἰρῆσθαι τῶν ἀγαλμάτων τοὺς δαίμονας, οὓς ἡττηθήσεσθαι, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνέας, τακήσεσθαι ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει. Τούτων γὰρ ἡ πλάνη, ἐξ οὗ γεγόνασιν αὐτοῖς Ἐκκλησίαι, κατ' ὀλίγον ἐσβέννυτο. Ἐπεδήμει δὲ ταύταις ὁ Κύριος ἐνδόξῳ σώματι, τὸ ἐκ νεκρῶν ἀναστάσεως, ὅπερ ἂν εἴη νεφέλη κούφη μεταβληθὲν τῆς φθαρτῆς καὶ γεώδους οὐσίας. Ἐφ' ᾧπερ ἀοράτως ὀχούμενος ἐπεδήμει συμπράττων ἐν Αἰγύπτῳ τοῖς αὐτὸν καταγγέλλουσιν. Κἂν ὅτε δὲ παῖς ὢν Αἰγυπτίοις ἐπεδήμησεν, εἴπωμεν ἀῤῥήτῳ δυνάμει, τῇ Χριστοῦ παρουσίᾳ νοητέον ἠσθενηκέναι τοὺς δαίμονας καθῃρημένης αὐτῶν τῆς δυνάμεως. Ὅτε καὶ ἐπαναστήσονται, φησὶν, Αἰγύπτιοι ἐπ' Αἰγυπτίους. Ἀντὶ δὲ τοῦ ἐπαναστήσονται, ἡττήσω μὲν Ἀκύλας Αἰγυπτίους Αἰγυπτίοις· συμβαλῶ δὲ Σύμμαχος εἴρηκεν· κατὰ τὸ," Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν." Οἱ μὲν γὰρ προσέτρεχον, οἱ δὲ ἀντέτεινον τῷ κηρύγματι, ὡς διεστάναι πάντα μὲν οἶκον, πᾶσαν δὲ κώμην, καὶ πόλιν, καὶ χώραν. Νομοὺς γὰρ ἐκάλουν τὰς χώρας. Καὶ ἄλλως δὲ, δαιμόνων νόμος λατρείας τῷ κατὰ Χριστὸν ἀντετάσσετο πρὸς αὐτοῦ καθαιρούμενος 2148 λυομένης Αἰγύπτῳ τῆς ἐπὶ κακῷ συμφωνίας, ὃ δηλοῖ μάλιστα τὸ, στασιάσω καὶ συμβαλῶ. Τοῦτο γάρ ἐστι τὸ, ἔσονται μεμερισμένοι δύο ἐπὶ τρισὶ, καὶ τρεῖς ἐπὶ δυσίν. Διὸ καὶ ταραχθήσεται τὸ Πνεῦμα τῶν Αἰγυπτίων, φησὶ, κατὰ Σύμμαχον δὲ ῥαγήσεται, σχισθήσεται δὲ κατὰ Θεοδοτίωνα. Κατὰ δὲ Ἀκύλαν πλαδαρωθήσεται. Ἃ δὴ πάντα ἐπὶ προκοπῇ τῶν Αἰγυπτίων γενήσεται, διασκεδαννυμένης τῆς δεισιδαίμονος ἐκείνων βουλῆς, ὅτε καὶ ἀποροῦντες κατὰ τὸ σύνηθες αὐτοῖς ἐπὶ χρησμοὺς καὶ μαντείας διαφόρους τραπήσονται. Ἐκ γῆς δὲ φωνοῦντας τοὺς νεκρομάντεις φησίν. Ἐγγαστριμύθους δὲ, τοὺς ἐκ τῆς αὐτῶν καρδίας, ἢ δαίμονος τοῦ ἐνοικοῦντος ἐρευγομένους, ὥσπερ οὖν καὶ γνώστας, τοὺς σπλαγχνοσκοποῦντας ἐκάλεσεν. Μάλιστα δὲ ταύταις τῶν Ῥωμαίων αὐτοῖς ἐπιόντων ἐκέχρηντο. Τούτους γὰρ σκληροὺς ὡς ἀνικήτους, καὶ πρὸς πᾶσαν ἧτταν ἀνενδότους καλεῖ. Δηλοῖ δὲ διὰ τούτων τῆς τῶν εἰδώλων καθαιρέσεως τὸν καιρὸν, τῆς τῶν Αἰγυπτίων βασιλείας ἐκβαλλομένης. Συνεισῆλθε γὰρ τῷ σωτηρίῳ κηρύγματι καὶ ἡ τῶν ἐν Αἰγύπτῳ βασιλέων καθαίρεσις· μᾶλλον δὲ καὶ αὐτῇ τῇ τοῦ Σωτῆρος γεννήσει ἐπὶ Αὐγούστου Καίσαρος γενομένη. Δυνατὸς γὰρ ὢν οὗτος βασιλεὺς τὴν Αἴγυπτον πρῶτος τοῖς Ῥωμαίοις ὑπέταξε. Μεθ' ὃν ὁμοίως οἱ Ῥωμαίων ἅπαντες κραταιοὶ βασιλεῖς κατεδουλοῦντο τὴν Αἴγυπτον, στρατιωτικοὺς αὐτοῖς ἐκπέμποντες ἄρχοντας. Ὧν τὸ σκληρὸν ἐδήλωσε Δανιὴλ, σιδηρᾶν αὐτῶν τὴν βασιλείαν εἰπών. Καὶ θηρίον ἔχον ὀδόντας σιδηροῦς, καὶ ὄνυχας σιδηροῦς. Οἷς ἐπιφέρεται· Καὶ πίονται ὕδωρ Αἰγύπτιοι τὸ παρὰ θάλασσαν. Ἀνθ' οὗ φησιν Ἀκύλας, Ἀναποθήσεται ὕδατα ἀπὸ θαλάσσης. Ὁ δὲ Σύμμαχος, Ἀφανισθήσεται. Τροπικῶς δὲ θάλασσα, τὸ ταραχῶδες πλῆθος τῶν Αἰγυπτίων διὸ καὶ ἀνωτέρω τὰ πολλὰ ἔθνη ὡς θάλασσαν ἔφη κυμαίνουσαν. Καὶ ἐν οἷς περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ διελάμβανεν, ἔλεγε· καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ταύτης δὲ τὸ πλῆθος καὶ Ἱερεμίας ἀκρίσιν ἀπείκασε καὶ δρυμῷ, λέγων·" Ἐκκόψατε τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πολὺ πληθυνεῖ ὑπὲρ ἀκρίδα, καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός." Ἡ δὲ τοῦ ποταμοῦ ἔκλειψις, τῆς βασιλείας ἐστὶ σημαντικὴ, ὡς κἂν τοῖς περὶ τοῦ ἐκ ῥίζης ἔφασκεν Ἰεσσαὶ, καὶ ἐπιβαλεῖ Κύριος τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν, καὶ τὰ ἑξῆς. Καὶ ἀλλαχοῦ δὲ εἴρηται, Ὁ δὲ ποταμὸς ἐκλείψει, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος. Μετὰ δὲ τὸν πρῶτον ποταμὸν, καὶ ἑτέρους ἐκλείψειν φησὶ καὶ τὰς διώρυγας, μετὰ τῆς βασιλείας καὶ τοὺς ἄρχοντας τοὺς κατὰ μέρος δηλῶν. Συναγωγὰς δὲ τὰς πολεμικὰς αὐτῶν δυνάμεις ἐκάλεσε. Καὶ Ἰεζεκιὴλ δὲ συνῳδὰ τούτοις φησί· Τάδε λέγει Κύριος·" Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Φαραὼ τὸν ἄρχοντα τὸν 2149 μέγαν, τὸν καθήμενον ἐν μέσῳ τῶν ποταμῶν αὐτοῦ." Μεθ' ὃ καί φησι·" Προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς πτέρυγάς σου." Καὶ μεθ' ἕτερα·" Καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν εἰς Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. Καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους." Καὶ πάλιν·" Ἐκεράτιζες τοῖς ποταμοῖς σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου." Καὶ Ἱερεμίας δέ φησι·" Τίς οὗτος; ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ. Ὕδατα Αἰγύπτου [ὡς ποταμὸς ἀναβήσεται]. Δι' ὧν δηλοῦται τὰ πλήθη τῶν παρ' αὐτοῖς στρατευομένων, ὧν μέσων ἐγκαθήμενον τὸν δράκοντα εἰκὸς ἦν μεγαλαυχεῖν. Ἰχθύας δὲ τοὺς ὑποκειμένους τοῖς κατὰ μέρος νοήσομεν ἄρχουσιν. Ἐκεράτιζε δὲ τοῖς ὑπ' αὐτῷ στρατευομένοις οὓς καὶ καταπατεῖν αὐτὸν ἔφη τυραννικῶς δυναστεύοντα. Τροπικῶς γάρ φασιν ἀνάγκη ταῦτα νοεῖν, ὡς καὶ τὸ πρόσθεν ῥηθὲν ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον, οὗ οἱ ποταμοὶ διήρπασαν τὴν γῆν. Εἰ μὲν οὖν ἐπὶ τούτοις καὶ ἀνθρώπων ἀφανισμὸν ἐπῆγεν ἡ προφητεία, οὐδὲν ἐλείπετο ζητεῖν. Ἀκόλουθον γὰρ ἦν καὶ τὰ ζῶα πᾶσι τοῖς ὕδασι συναπόλλυσθαι. Νῦν δὲ μετὰ τὴν τῶν ὑδάτων ἀπώλειαν, πολυπληθίας ἐσομένης κατ' Αἴγυπτον μέμνηται, καὶ ὡς ἔσται θυσιαστήριον Κυρίῳ, ἐν ᾧ θύσειν τοὺς Αἰγυπτίους [φησί]. Καὶ πῶς ἐγίνοντο, εἰ τὸ ὕδωρ ἅπαν ἐξέλιπεν; ὅθεν τροπικῶς νοητέον ταῦτα σημαίνοντα τῶν Αἰγυπτίων τὴν βασιλείαν καὶ τὰ πλήθη τῆς μαχίμου δυνάμεως. Ἄλλοι δὲ ῥητῶς τὰ προειρημένα νοοῦντές φασιν, ὡς Οὐασπασιανὸς τὴν Ἰουδαίαν ἑλὼν κατ' Αἰγυπτίων ἐστράτευσε. Καὶ Θεὸς αὐτῷ κατὰ πάντα ποιήσας, πᾶσαν ὑδάτων συναγωγὴν ἀπεξήρανεν, ὡς ὑδάτων ἐνδείᾳ, τοῖς παρ' αἰγιαλὸν ὀρύγμασιν πότιμον πῶς ὕδωρ Αἰγυπτίους ζητεῖν, δι' ὧν τὸ τῆς θαλάσσης διηθούμενον ὕδωρ ποτιμώτερον γίνεται. Τότε φασὶν εἰς Αἴγυπτον ἐλθεῖν καὶ τοὺς τὸ σωτηρίον κήρυγμα διαγγέλλοντας. Τῶν δὲ τὴν Αἴγυπτον οἰκούντων οἱ μὲν τὰ πεδία, οἱ δὲ τὰ ἕλη κεκλήρωνται, οἵπερ ἕλιοι καὶ βουκόλοι διὰ πλῆθος τῶν παρ' αὐτοῖς γινομένων βοῶν ὀνομάζονται. Χρῶνται δὲ οὐ σίτῳ καὶ οἴνῳ τούτων ἀποροῦντες, ἰχθύσι δὲ καὶ γάλακτι καὶ ζύψῳ καὶ τοῖς ἐξ ἑλῶν ἁπαλοῖς τεμνομένοις οἳ καὶ τὸ λινὸν ἐργαζόμενοι τὸ σχιστόν. Ὧν ἔνδεια, φησὶ, πάντων ἐκλελοιπότων τῶν ὑδάτων γενήσεται. Οἱ δὲ τὴν πρώτην ἐκδεδωκότες ἐξήγησιν, καὶ τοῦτον αὖθις ἀλληγοροῦσι τὸν τρόπον. Νόει ποταμὸν λέγοντες καὶ τὴν πάλαι παρ' Αἰγυπτίοις φιλοσοφίαν ἀκμάζουσαν. Εἴρηται γὰρ, καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἧς λόγος ἔῤῥει πολύς. Οὗ μέρη καὶ ποταμοὶ καὶ διώρυχες τῶν καθ' ἕκαστον παρ' αὐτοῖς μαθημάτων οἱ λόγοι, ἐξ ὧν ἐφύοντο οὐκ 2152 ἐλαία καὶ ἄμπελος, οὐκ ἀναγκαῖον ἢ κάρπιμον οὐδὲ ἓν, κάλαμος δὲ καὶ ἄχι, καὶ πάπυρος. Ὁ δὲ δράκων, ὃν ἔπλασεν ἐμπαίζειν αὐτῷ, παρ' Ἰὼβ λέγεται κοιτάζεσθαι παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον. Καὶ Ἰεζεκιὴλ δὲ τὸν Φαραὼ κέκληκε δράκοντα· Ἵν' οὖν ἐκλείπῃ ταῦτα, δράκων τε Αἰγύπτιος, καὶ ἡ τούτου φιλοσοφία, Κύριος εἰκότως τούτοις ἐπιδημεῖ, ταῦτα μὲν παύων τῇ παρουσίᾳ, ἀντιδοὺς δὲ ποτὸν καινῶν ὑδάτων σωτήριον, περὶ οὗ πρόσθεν ἐλέγετο, καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἀντὶ ποταμοῦ ποταμὸν, οὗ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ὁρᾷς ὡς ἐπὶ ὠφελείᾳ ταῦτα τῶν Αἰγυπτίων θεσπίζεται; Διὸ κατὰ τοὺς ἑβδομήκοντα λέγεται τὸ, πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν. ὁ δὲ ποταμὸς ἐκλείψει. Μὴ ὑφεστῶτος γὰρ ὕδατος Αἰγυπτιακοῦ, μηδὲ ποτίμου τοῦ θαλαττίου τυγχάνοντος, καινὸν ὕδωρ αὐτοῖς ἐπαγγέλλεται. Ἀλλὰ γὰρ ἐκλειπόντων τῶν Αἰγυπτιακῶν ὑδάτων, οἱ θηραταὶ τῶν ἰχθύων, δηλαδὴ τῶν ἀνθρωπίνων ψυχῶν, πενθήσειν λέγονται τυγχάνοντες ἐναντίοι τοῖς, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· Δεῦτε, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Ἐκεῖνοι γὰρ διὰ τῆς παρ' αὐτοῖς φιλοσοφίας καὶ γοητείας, τὰς ψυχὰς ἐδελέαζον οἱονεὶ σαγήνῃ, ταῖς τῶν λόγων πλοκαῖς συλλαμβάνοντες. Ἐναντία δὲ ταύτῃ σαγήνῃ περὶ ἧς εἴρηται· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ συλλαβούσῃ ἀπὸ παντὸς γένους ἰχθύων. Τὸν λόγον τὸν περὶ τῆς βασιλείας τῆς παραβολῆς καὶ ἰχθύας τοὺς ἀνθρώπους ὑποδηλούσης. Πενθοῦσιν οὖν, ὡς μηκέτι διὰ τὸν παύσαντα Χριστὸν ἔχοντες ἐργασίαν, κατὰ τὸ," Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω." Καὶ τοὺς ἐργαζομένους τὸ λίνον, οὐ τὸ στέῤῥον καὶ ἀῤῥαγὲς, ἀλλὰ τὸν λόγον τὸν διεῤῥωγότα καὶ ἐσχισμένον. Καὶ βύσσος δὲ τοῦ τῶν Αἰγυπτίων ἠρδεύετο ποταμοῦ. Οἱ τοίνυν τούτων ἐργάται στενάξουσιν, ὅτε μηκέτι αὐτοῖς πρὸς περιβολὴν, καὶ κόσμον τῆς παρ' αὐτῶν σοφίας εὐπορεῖτο τὰ τούτων ὑφάσματα λόγοις τὸ ψεῦδος καλύπτουσιν ἀπατηλοῖς τε καὶ πιθανοῖς. Μεθ' ὧν στενάξουσι καὶ οἱ τὸν νόθον οἶνον, οὐ τὸν ἐξ ἀμπέλου κατασκευάζοντες. Ὧν δὴ πάντων χορηγὸς ὁ Αἰγυπτιακός ἐστι ποταμὸς, οὗ ἀποτρέπων ἕτερος προφήτης φησί· Τί σοι καὶ τῇ γῇ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηών; Τὰ δὲ τούτων ἑξῆς περὶ ἀφανῶν ἀρχόντων προλέγεται, οἳ ταῖς περιφανέσι καὶ μεγίσταις ἐφέδρευον πόλεσι, τῇ τε Τάνει καὶ Μέμφει. 9Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι, ὡς γυναῖκες, ἐν φόβῳ, ἐν τρόμῳ, ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις 2153 εἰς φόβητρον. Πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπ' αὐτοὺσ9, κ. τ. λ.... ἐν κρίσει τοὺς θλίβοντας μετερχόμενος. Τούτῳ γὰρ τῷ τρόπῳ καὶ γνώσονται τὸν Κύριον ἐν τῷ τῆς θλίψεως καιρῷ, ὃν ἡμέραν ἐκάλεσε. Τινὲς δὲ πρὸς αὐτὴν ὅλως τὴν ἐπιδημίαν τὸν λόγον ἐξέλαβον. Τῆς γὰρ ἀνθρωπίνης φύσεως ὑπὸ τῶν δαιμόνων τυραννουμένης, φορτίῳ τε κακῶν συνεχομένης πολλῷ, ὡς αὐτοῦ βοῶντος τοῦ πράγματος, Θεὸς τὸ γένος ἠλέησεν. Οὕτω γὰρ λέγεται καὶ αἷμα τοῦ Ἄβελ βοᾷν, τὴν ἀτοπίαν τοῦ πράγματος βδελυξαμένου Θεοῦ. Πῶς γὰρ ἐκάλουν, φασὶν, ὃν ἠγνόουν τὸ πρότερον, ἀλλ' ἢ δι' ὧν ἔπασχον μόνον, ὅτε καὶ τὸν Λόγον αὐτοῖς ἐν ἀνθρωπείᾳ πέμπει μορφῇ; Καὶ σέσωκε κρίνων, τουτ' ἔστι δικαίαν ἐπ' αὐτοῖς ἐκφέρων τὴν κρίσιν, σειραῖς ζόφου τοὺς θλίβοντας παραδούς. Διό φησιν αὐτός· Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Οὕτω Χριστὸς ἐδίκασε τυράννῳ καὶ κόσμῳ, εἵλκυσέν τε καὶ τοὺς Αἰγυπτίους πρὸς ἑαυτόν· ἀνθ' ὧν χαριστηρίους θυσίας ἐκτελοῦσιν ἐπαγγελλόμενοι, μέχρι τε παντὸς τοῖς τῆς πίστεως ἐναθλοῦσιν ἀγῶσι κατὰ τό·" Εὔξασθε καὶ ἀπόδοτε." Ἐπιστῆσαι δὲ τὸν νοῦν ἀναγκαῖον, ὡς καινοῦ νόμου καὶ Καινῆς Διαθήκης παρίστησιν ὁ λόγος εἰσαγωγήν. Μωσέως γὰρ ἀπαγορεύσαντος ἐκτὸς, Ἱερουσαλὴμ μὴ δεῖν γενέσθαι θυσιαστήριον, καὶ τὴν τοῦ Λευῒ μόνην ἱερατεύειν φυλὴν ἐπιτάξαντος, πῶς ἡ προφητεία θυσιαστήριον ἐν Αἰγύπτῳ καθίστησιν, ἱερέας τε Θεοῦ τοὺς Αἰγυπτίους γενέσθαι φησί; Κατὰ δὲ τὸν Ἀπόστολον, μετατιθεμένης ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Μετὰ δὲ τὰ εἰρημένα φησὶν ὁ προφήτης· Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῆ, καὶ ἰάσεται αὐτούς." Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται." Πληγὴν οὖν ἐπάγει τοῖς Αἰγυπτίοις, ὅτ' ἂν τύχωσι τούτου δεόμενοι, μὴ μηκύνων αὐτοῦ τὴν ὀργήν. Τινὲς δέ φασιν ὡς πληγὴν καλεῖ τὴν ὑπὸ Ῥωμαίοις δουλείαν, δι' ἧς αὐτοὺς ἰάσατο, πάροδον εἰς αὐτοὺς παρασχὼν τῷ σωτηρίῳ κηρύγματι. Πρότερον γὰρ οὐκ ἦν ἐπιφοιτᾷν ἀμίκτως διακειμένοις. Πλὴν ὠφελείᾳ, καὶ οὐ θυμῷ πληγὴν ἐπάγει Θεός. Ὅπερ εἰδότες οἱ προφῆταί φασι·" Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ." Καὶ πάλιν·" Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν." Καὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ φησιν· Ἐν πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἱερουσαλήμ. Μεθ' ἅ φησι· Τῇ ἡμέρᾳ ἐκείνῃ, κατὰ τὸν αὐτὸν δηλονότι καιρὸν, ἔσται ὁδὸς Ἀσσυρίοις πρὸς Αἰγυπτίους, οὔτω λέγων κατὰ τὴν παλαιὰν συνήθειαν, τούς τε Συρίαν καὶ Μεσοποταμίαν οἰκοῦντας, οἳ τοῖς Αἰγυπτίοις πολέμιοι διετέλεσαν, ὅτε πρὸ τῆς Ῥωμαίων ἀρχῆς ἰδίοις βασιλεῦσιν ἐκέχρηντο· 2156 οὗτοι μὲν τοῖς ἀπὸ Ἀντιόχου, Πτολεμαίοις δὲ ἐκεῖνοι· μέσοι δὲ ὅντες Ἰουδαῖοι ὑπ' ἀμφοτέρων ἀνὰ μέρος ἐβάλλοντο. Χριστὸς δὲ παραγενόμενος, ἡ πάντων εἰρήνη, οὐ μόνον τὰ ἐπίγεια τοῖς ἐπουρανίοις συνῆψεν· ἀλλὰ καὶ τὰ ἔθνη πρὸς ἄλληλα. Καθὰ καὶ ταῦτα τὰ τρία δυσμενῶς διακείμενα, καὶ μιᾶς ἠξίωσεν εὐλογίας, ὡς μηκέτι τὸν Ἰσραὴλ κατεπαίρεσθαι λαὸν Θεοῦ χρηματίζοντα καὶ μόνον εὐλογημένον. Πάντες γὰρ εὐσέβειαν ἐδιδάχθησαν, καὶ τῆς πρὸς ἀλλήλους ἀγάπης ἀντέχεσθαι. Τὰς γὰρ μαχαίρας εἰς ζιβύνας συγκόψαντες, ταύτας ἐπ' ἀλλήλους οὐκ αἴρουσιν ὑπὸ ζυγὸν ἕνα γεγονότες, πνευματικῶς μὲν Θεοῦ, σωματικῶς δὲ Ῥωμαίων. Δουλεύουσι δὲ τοῖς Ἀσσυρίοις Αἰγύπτιοι τὴν τῆς ἀγάπης δουλείαν. Ἢ, ὥς φασί τινες, διὰ τὰ Ῥωμαϊκὰ Σύρων ἐν Αἰγύπτῳ στρατόπεδα, Σύρους τέ τινας ἀρχικῆς ἐξουσίας δυνάμει καταδουλουμένους αὐτούς. Ὁ μὲν οὗν εὐλογημένος ἐν Αἰγύπτῳ καὶ ἐν Ἀσσυρίοις λαὸς, διὰ τῆς τῶν Ἐκκλησιῶν ὁρᾶται πολυπληθίας, ὁ δὲ ἐκ τοῦ Ἰσραὴλ κατὰ τὸν τοῦ κηρύγματος ἤκμασε χρόνον. Ἀπαρχὴ γὰρ τῆς εἰς Χριστὸν ἐγένοντο πίστεως, ἐξ ὧν εὐαγγελισταὶ, καὶ μαθηταὶ, καὶ ἀπόστολοι· διὸ πάντες οἱ τῶν τριῶν ἐθνῶν ἐπὶ γῆς εὐλόγηνται. Ἀντὶ δὲ τοῦ, καὶ ἐν Ἀσσυρίοις, καὶ Ἀσσοὺρ ἐξέδωκαν οἱ λοιποὶ, ὡς ἂν μή τις τοὺς ἐν Αἰγύπτῳ καὶ Συρίᾳ νομίσειεν Ἰουδαίους, ἀλλ' αὐτοὺς Αἰγυπτίους καὶ αὐτοὺς Ἀσσυρίους. Τὸ δὲ θαυμαστὸν, ὅτι ὁ πρωτότοκος ἐν τέκνοις τρίτος ὠνόμασται. Παροινήσας γὰρ εἰς Χριστὸν, κατόπιν τέθειται τῶν ἐθνῶν. Ὅτ' ἂν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Γῆν δὲ τὴν εὐλογημένην ὑπὸ Κυρίου νοήσεις τὴν Ἐκκλησίαν, καὶ μάλιστα τὴν ἐπουράνιον, ἣν οἱ πραεῖς κληρονομήσουσιν, ὅπου καὶ Ἱερουσαλὴμ ἐπουράνιος, καὶ ὄρος Σιών· νοοῖτο δ' ἂν Ἰσραὴλ καὶ ὁ Θεοφιλὴς τῶν ἁγίων χορὸς ἐκ τοῦ τῶν Ἰουδαίων ἔθνους προεξεληλυθότων τοῦ βίου· διόπερ εἴρηται, καὶ ἡ κληρονομία μου Ἰσραήλ. Σχοίνισμα γὰρ κληρονομίας αὐτοῦ Ἰσραὴλ, καθὰ δὴ λέγει Μωσῆς. Ὁ δὲ προφήτης θαυμάζων, εἰ οἱ τῶν ἄλλων δεισιδαίμονες μᾶλλον Αἰγύπτιοι τὸν τῶν ἐχθρῶν Θεὸν Ἰουδαίων τιμήσουσιν, ἐμφατικώτατα λίαν, συνεχῶς τοῦτον, ἃ τὸ τῶν Αἰγυπτίων φησί· ποτὲ μέν· Ἔσονται Αἰγύπτιοι ὀμνύοντες τῷ ὀνόματι Κυρίου Σαβαώθ· ποτὲ δέ· Ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων. Καὶ πάλιν· Ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος ἐν χώρᾳ Αἰγύπτου. Καὶ αὖθις· Ἔσται γνωστὸς Κύριος τοῖς Αἰγυπτίοις. Καὶ πάλιν· Γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον. Καὶ Συρίαν δὲ, ὡς ἔοικεν, ἐν ἐμφάσει παρέλαβεν, ἐν ᾗ φασι γνησίους προσκυνητὰς, καὶ ἀδελφὴν, καὶ γείτονα τῆς Αἰγυπτίων ἐπιτηδεύοντας ἄσκησιν. 2157 ΚΕΦΑΛ. Κʹ. α ʹ. 9Τοῦ ἔτους οὗ εἰσῆλθε Τανάθαν εἰς Ἄζωτον, ἡνίκα ἐπεστάλη ὑπὸ Ἄρνα βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ κατελάβετο αὐτὴν, τότε ἐλάλησε Κύριος πρὸς Ἡσαΐαν, λέγων· Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου9, κ. τ. λ. Ἄλωσιν Αἰγυπτίων ὑπ' Ἀσσυρίων προλέγει ὁ περὶ τῆς εἰρήνης αὐτῶν ἐν τοῖς πρὸ τούτων διαλαβών· Ἐροῦμεν οὖν, ὡς τὰ μακροῖς ὕστερον χρόνοις ἐσόμενα διὰ τῶν ὅσον οὔπω μελλόντων πληροῦσθαι πιστοποιεῖ. Τὰ μὲν γὰρ εἰρημένα χρηστὰ, τὴν τοῦ Σωτῆρος ἐπιδημίαν ἀνέμενεν ἐπὶ νεφέλης κούφης ἥξειν εἰς Αἴγυπτον μέλλοντος. Τὰ δὲ νῦν ἐπ' αὐτῶν τῶν τοῦ προφήτου χρόνων συμβέβηκεν. Ταῦτα δὲ τοῖς Ἰουδαίοις προλέγεται τῇ τῶν Αἰγυπτίων συμμαχίᾳ προσδοκῶσι διαφεύγειν τὴν ὑπ' Ἀσσυρίων μέλλουσαν ἅλωσιν, οἳ καὶ δὴ πλησίον ἦσαν ἑλόντες τὴν Ἄζωτον τῆς Παλαιστίνης μεγίστην καὶ δυνατωτάτην πόλιν ὑπάρχουσαν, ὡς ἂν τοῖς ἐκ γειτόνων πτοηθέντες κακοῖς, πᾶσαν ἀνθρωπίνην ἀπογνόντες ῥοπὴν, ἐπιστραφέντες πρὸς Κύριον, τὰ μέλλοντα κερδάνωσι δυσχερῆ. Καί γ' οὖν τις ἔφη προφήτης·" Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν·" Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν. Καὶ ὁ παρὼν δὲ προφήτης φησίν·" Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν." Τανάθαν δὲ στρατηγὸς τοῦ τῶν Ἀσσυρίων βασιλέως ὑπάρχων εἷλε τὴν Ἄζωτον. Τότε τοίνυν ὁ προφήτης ἑνὶ πρότερον χρώμενος ἱματίῳ τριχώδει τε καὶ παχεῖ δι' ἄκραν φιλοσοφίαν, καὶ διὰ τὸ πενθεῖν τοὺς ἀσεβοῦντας ἐν Ἰσραὴλ, ἀποδύσασθαι καὶ τοῦτο προστάττεται, γυμνός τε καὶ ἀνυπόδετος περινοστεῖν Ἱερουσαλὴμ εἰς τύπον τῆς μελλούσης Αἰγυπτίοις αἰχμαλωσίας· τὸ γὰρ τῆς θέας παράδοξον, ψιλοῦ λόγου μᾶλλον ὑπῆρχε πιστότερον, ἐναργῶς τε φόβον εἰργάζετο, καὶ μάλιστα τοῖς εἰωθόσι προφητικῶν λόγων ὑπερορᾷν, καὶ τοῖς προφήταις λέγειν· Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν· ὡς ἂν ὁρῶντες τὴν ἀτοπίαν τοῦ σχήματος, αὐτοὶ τούτου τὴν αἰτίαν πυνθάνοιντο. Τὸν δὲ προφητικὸν θαυμάζειν ἄξιον βίον, περὶ ὧν φησιν ὁ θεῖος Ἀπόστολος·" Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν." Καὶ ὡς Θεῷ μὲν ἦσαν εὐπειθεῖς πᾶσαν δὲ ἀνθρωπίνην ὑπερενήχοντο δόξαν. Ὡς Ἰουδαῖοι δὲ τῇ τῶν Αἰγυπτίων ἐθάῤῥουν δυνάμει, οὕτω τὴν τῶν Αἰθιόπων Αἰγύπτιοι. Ὧν ἔθνος οἱ Βλέμμυες εὔστοχοι τοξόται καὶ χρίοντες ὀλεθρίῳ φαρμάκῳ τῶν βελῶν τὰς ἀκίδας, ὑφ' ὧν οἱ βληθέντες ὡς ἑρπετῶν ἰοβόλων ἀπώλλυντο. Τριετῆ δὲ χρόνον τούτοις ἀμφοτέροις περικαθήμενος, κατὰ μέρος ἐχειροῦτο τὰς πόλεις τῶν Ἀσσυρίων ὁ βασιλεὺς, ὡς θαυμᾶσαι τοὺς Αἰγυπτίους, εἰ καὶ τοὺς Αἰθίοπας ἐδυνήθη χειρώσασθαι. Οὕτως ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον μᾶλλον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Καὶ ἐπικατάρατος μὲν ὃς 2160 τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, εὐλογημένος δὲ ὃς πέποιθεν ἐπὶ Κυρίῳ. Καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ. Νῆσον δὲ τὴν Αἴγυπτον εἴρηκεν, ἣν δὴ περισφίγγει πανταχόθεν ὁ Νεῖλος. ΚΕΦΑΛ. ΚΑʹ. ΤΟ ΡΗΜΑ ΤΗΣ ΕΡΗΜΟΥ. αιʹ. 9Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ὁ ἀθετῶν ἀθετεῖ. Ὁ ἀνομῶν ἀνομεῖ. Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται9. κ. τ. λ. Περὶ Βαβυλῶνος μὲν τὰ προκείμενα, ὡς δηλοῖ τό· Πέπτωκε Βαβυλών. Καὶ τό· Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται καὶ πρέσβεις τῶν Περσῶν. Ἢ κατὰ Σύμμαχον, Ἀνάστηθι Ἐλάμ. Πολιορκεῖτε Μῆδοι. Καὶ οἱ λοιποὶ δὲ, καὶ τὸ Ἑβραϊκὸν, Μῆδοι, φασὶν, οἳ καὶ καθεῖλον τὴν Βαβυλωνίων ἀρχήν. Πρὸς οὓς ἔλεγεν ἄνω·" Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους." Περὶ ὧν καὶ Ἱερεμίας φησίν·" Ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ." Καὶ πάλιν·" Δότε [εἰς] τὴν Βαβυλῶνα βελοστάσεις." Ῥηθείη δὲ καὶ κατ' αὐτοὺς Ἑβδομήκοντα, ὅτι Πέρσαι τοὺς Μήδους οὐκ εἰς μακρὰν διαδεξάμενοι καθεῖλον τῆς Βαβυλῶνος τὰ λείψανα. Πρὸς δὲ τὴν ὅρασιν Αἰγύπτου τι ταῦτα συντείνει καίτοι τῆς Βαβυλῶνος ἰδίας τυχούσης ὁράσεως κατὰ μέν τινας, ἵνα πείσῃ τοὺς Ἰουδαίους μὴ θαῤῥεῖν ἐπὶ τοῖς Βαβυλωνίοις, ὡς καὶ αὐτοῖς ἁλωσομένοις. Φησὶ γάρ τις προφήτης·" Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν." Ἢ παρακαλῶν αὐτοὺς, ἐφ' οἷς εἷλον τὴν πόλιν καὶ τὸν ναὸν οἱ Ἀσσύριοι. Κατὰ δὲ τοὺς ἀκριβεστέρους, περὶ τῆς ὑπ' Ἀσσυρίων ἁλώσεως Αἰγύπτου, καὶ τῶν Αἰθιόπων εἰπὼν, ἀναγκαίως διδάσκει καὶ οἷα τοῖς ἑλοῦσι συμβήσεται. Θεὸς γὰρ κρίσει δικαίᾳ τοὺς μὲν Αἰγυπτίους Ἀσσυρίοις, τούτους δὲ Μήδοις, κἀκείνους Πέρσαις, καὶ τούτους ἑτέροις εἰς καθαίρεσιν τῆς μεγαλαυχίας παρέδωκεν. Ἔρημον δὲ Βαβυλῶνα καλεῖ, τὴν μέλλουσαν ταύτης ἐρημίαν δηλῶν. Τὸ δὲ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ τὸ, θαλάσσης προσέθηκαν, ὡς τῆς πόλεως πάλαι κυμαινούσης τοῖς πλήθεσιν. Περὶ ἧς Ἱερεμίας ὡς ἐκ προσώπου λέγει Θεοῦ." Καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς." Ἑξῆς δὲ πάλιν ὁ αὐτὸς τὸ πλῆθος τῶν ἐπελθόντων αὐτῇ Μήδων παρίστησι λέγων·" Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα." Πρὸ δὲ τούτων ἔφη περὶ αὐτῆς." Ἀνεβίβασα ἐπ' αὐτὴν ὡς ἀκρίδων πλῆθος." Τὰ δὲ τῆς ῥήσεως τῆς παρούσης διαφόροις προσώποις διῄρηται· καὶ τὴν ἀρχὴν οἱ μὲν ἀπὸ προσώπου Βαβυλῶνός φασιν, ὡς ἀκουσάσης τὰ μέλλοντα δυσχερῆ, καὶ Εἴθε παρέλθοι, λεγούσης, ὡς πνεῦμα δι' ἐρήμου χωροῦν. Ὧν γὰρ ἡ ἀκοὴ φοβεῖ, τίς ἡ πεῖρα γενήσεται; μὴ οὖν γένοιτο τὴν φήμην εἰς ἔργον ἐλθεῖν. Κατὰ δέ τινας, ὁ προφήτης, ἀναγγελθέντων αὐτῷ παρὰ Θεοῦ τῶν συμβησομένων αὐτῇ περὶ Μήδων, φησὶν ὡς 2161 οὕτω διελεύσονται τὴν ἔρημον καθιππεύοντες, ὡσανεὶ καὶ ἀνέμων καταιγὶς δι' ἐρήμου διέλθοι, τὴν κόνιν ἐξανιστᾶσα καὶ συγχέουσά πως τὸ πᾶν. Ἀνηγγέλη δέ μοι, διατοῦτό φησιν, ἐπείπερ ὁμοῦ τῇ θέᾳ καὶ τῶν πραγμάτων τὴν ἔκβασιν ἐδιδάσκετο. Εἶτά φησιν· Ὁ ἀθετῶν ἀθετεῖ. Ἀνεπίπληκτον γὰρτῶν ἐπιόντων τὸ θράσος μηδὲν μήτε μέτρου μήτε φειδοῦς λογιζόμενον. Ἔλεγεν δὲ καὶ ἐν τῇ κατὰ Βαβυλῶνος ὁράσει· Ἰδοὺ ἐγὼ ἐπάγω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσιν. Τῆς τούτων οὖν καταιγίδος ἐπ' ἐμὲ χωρούσης, τί πράξω, φησὶν, ἡ Βαβυλὼν, ἀλλ' ἢ στενάξω μόνον ἐμαυτὴν παραμυθουμένη, ἡ πρὶν ὑπερήφανος, καὶ τοῖς ἄλλοις ἐπάγουσα στεναγμούς; Ἡ γὰρ ὀσφύς μου, φησὶν, ὑπὸ τῆς ἀγγελίας ἐκλέλυται γυναικὸς τικτούσης δίκην, ἡ πρότερον ἐσφιγμένη τε καὶ νεανική. Τινὲς δὲ ὡς ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσυρίων εἰρῆσθαί φασιν, Ἅπτου. Ὁ ἀθετῶν ἀθετεῖ. Εἴτε δὲ οὗτος, εἴτε Βαβυλὼν, Ἠδίκησα τὸ μὴ βλέπειν, φησὶν, ἐν ἐξομολογήσεως τρόπῳ. Οὐκ ἠνειχόμην γὰρ παραινέσεως σπουδὴν ποιουμένη μηδὲν βλέπειν ὀρθὸν ἤγουν ποιούμενος. Νυνὶ γυναικοπρεπὲς ἀφίησι δάκρυον, ἤγουν· Δυσήκοος γέγονα, οὐκ ἀξιώσας βλέπειν τίς ὁ φύσει Θεός. Ἤκουσα γὰρ τὴν Ἰουδαίων λατρείαν ἐπιστρατεύσας αὐτοῖς τήν τε πόλιν πορθήσας καὶ τὸν ναόν. Ἀλλὰ καὶ Ἰωνᾶς ἡμῖν ἦλθε κηρύττων μετάνοιαν, καὶ μετανοήσας πάλιν ἠδίκησα. Πρὸς τὸ χρήσιμον δὲ τῶν ἀκουόντων φίλον ἐστὶ προσωποποιεῖν τῇ Γραφῇ. Ἐφ' οἷς φησιν· Ἑτοιμάσατε τράπεζαν. Τοῦτό φησιν ὁ προφήτης σαφῆ τῆς ἐπ' αὐτοῖς ὀργῆς τὴν αἰτίαν ποιῶν, τοῦ Βαλτάσαρ τὸ δεῖπνον τὸ παρὰ Δανιὴλ αἰνιττόμενος, ὅτε τοῖς σκεύεσιν ἐμπαροινήσας τοῖς ἱεροῖς, καὶ μὴ γνοὺς ὅτι Θεοῦ δυνάμει τὴν Ἰουδαίαν κεχείρωται, ἀναθεὶς δὲ τὴν αἰτίαν τοῖς ἑαυτοῦ Θεοῖς, τὴν γραφὴν εἶδεν ἐν τῷ τοίχῳ σημαίνουσαν αὐτῷ τὴν τῆς βασιλείας καθαίρεσιν. Ἐν ἤθει τοίνυν αὐτοῖς τρυφᾷν ὁ προφήτης παρακελεύεται· καὶ τί τὸ μετὰ τοῦτο; πόλεμοι τὴν πανήγυριν διαδέξονται, ὡς μικροῦ δεῖν ἐξ αὐτοῦ δραμεῖν τοῦ ποτοῦ πρὸς ὅπλα. Τινὲς δὲ τὸ, ἑτοιμάσατε τράπεζαν, τὸ προφητικὸν πνεῦμα λέγειν φασὶ πρὸς τοὺς μέλλοντας ἑλεῖν Βαβυλῶνα, Ἐλαμίτας, καὶ Μήδους, καὶ τοὺς πρέσβεις Περσῶν, διεγεῖρον αὐτοὺς πρὸς τὸν πόλεμον καὶ τὴν ἐπ' ἀδείας ὡς ἐπὶ νίκῃ μελλούσῃ τρυφήν. Ὁ δὲ τὸ πνεῦμα προφήτης ἔχων· Ταῦτα λέγω, φησὶν, Ἐπειδήπερ οὕτως εἶπε Κύριος πρός με· Βαδίσας στῆσον σεαυτῷ σκοπόν· καὶ ὃ ἐὰν ἴδῃ ἀπαγγειλάτω, ὁ σκοπὸς δηλονότι. Καὶ εἶδεν ἀναβάτας ἱππεῖς δύο. Ὁ δὲ Σύμμαχος ἅρμα 2164 ζεῦγος ἵππων. Καὶ πάλιν ὁρᾷ δύο, τὸν μὲν ὄνῳ τὸν δὲ καμήλῳ ὀχούμενον. Ἐδήλουν δὲ οἱ μὲν ὄντες ἐφ' ἵππων τὴν τῶν πολεμίων παράταξιν. Οἱ δὲ τὴν ἐπὶ τῶν νωτοφόρων πρὸς τὴν χρείαν παραγωγὴν καὶ λαφύρων μέλλουσαν ἀποκομιδήν. Καὶ ἀλλαχοῦ γάρ φησιν·" Ἔφερον ἐπ' ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν." Τοῦ σκοποῦ ταῦτα τεθεαμένου, Κύριος τῷ προφήτῃ φησίν· Ἀκρόασαι ἀκρόασιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν. Τὸ δὲ Οὐρίαν Ἀκύλας ἐξέδωκε λέοντα. Ὁ δὲ Σύμμαχος λέαιναν. Ὁ δὲ Θεοδοτίων Ἀριήλ. Οὕτω γὰρ ἔχει καὶ τὸ Ἑβραϊκόν. Ἀλλ' οὐκ Οὐρίαν, ὡς μὴ δύνασθαι τὸν εἰρημένον πρόσθεν ἱερέα σημαίνεσθαι. Ἀκρόασαι τοίνυν ἀκρόασιν, ἔφη, πολλὴν, καὶ κάλει τὸν Ἀριὴλ, ὡς ἂν καὶ τοῦτον ὁ σκοπὸς ἅμα σοὶ θεωρήσειεν. Ὡς σὺν αὐτῷ γὰρ ἱστάμενος ὁ προφήτης φησίν· Ἔστην διὰ παντὸς ἡμέρας καραδοκῶν τὴν μέλλουσαν ὄψιν τοῦ λέοντος. Ἡμέραν δὲ διατελέσας καὶ νύκτα, φησίν· Ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Ἦν δὲ οὗτος ἢ τιμωρός τις ἄγγελος ἐπάγων Βαβυλῶνι τὴν τῆς ἁλώσεως δίκην, ὁ Ἀριὴλ ἴσως ὀνομαζόμενος· ἢ αὐτὸς ἐκεῖνος, Ὁ ὡς λέων ὠρυόμενος καὶ ζητῶν τίνα καταπίῃ. Νοήσας δὲ ὡς τιμωρητικός ἐστιν ἄγγελος βοᾷ· Πέπτωκε, πέπτωκε Βαβυλών. Ὁ μὲν οὗν πρῶτος σκοπὸς ὑποδεέστερος ὢν τοῦ προφήτου τὸ πλῆθος ἑώρα τῶν ἐπιέναι τῇ Βαβυλῶνι μελλόντων· ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης, τὴν ἀγγελικήν τε καὶ ἀποῤῥητοτέραν ὄψιν ὁρᾷ. Τήν τε Βαβυλῶνος πτῶσιν, καὶ τῶν εἰδώλων αὐτῆς, ἅπερ ἀκρόασιν πολλὴν ἐκάλει τὸ πνεῦμα. Τινὲς δὲ τὸ, Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, οὕτω φασίν· τὸ δεῖν συνάξαι πρὸς τὴν θεωρίαν τὸν νοῦν, καὶ ἐν τῇ τούτου γενέσθαι περιωπῇ. Τοῦτο γὰρ ἔθος προφήταις πρὸς τὴν τῶν δεικνυμένων ἀντίληψιν. Τοιγαροῦν τις τούτων φησίν·" Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου." Ἀκρόασιν δέ φασι πολλὴν, διὰ τὰ παράδοξα τῶν ἐσομένων Βαβυλῶνι συμφορῶν διηγήματα· παντελῶς γὰρ γέγονεν ἔρημος, ὡς μηδὲ τοὺς ἐν σπηλαίοις κρυφθέντας τὸν Κύρον λαθεῖν, πρὸς ὃν ἔφη Θεός· ὅτι" Δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι." Διὸ πρὸς Βαβυλῶνά φησιν Ἱερουσαλήμ·" Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου." Μετ' ὀλίγα τε λέγει περὶ αὐτῆς, ὅτι" Ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς," καὶ τὰ ἑξῆς. Τὸν δὲ Οὐρίαν, φασὶ, τὸν ἱερέα παραλαβεῖν κελεύεται μάρτυρα, ὡς ἂν εἰωθότες ἀπειθεῖν Ἰουδαῖοι προφήταις τῷ παρ' αὐτοῖς τιμιωτάτῳ πεισθήσονται [κοιν] ωνῷ γεγονότι τῆς θέας. Τὸ δὲ, αὐτὸς ἔρχεται, ὁ Πέρσης, φασὶ, καὶ Ἐλαμίτης, ἢ ὁ τούτων Κύρος ἡγούμενος· ἀπὸ Θεοῦ τε εἰρῆσθαι τὸ, πέπτωκε Βαβυλών. Καταλελειμμένους δὲ λέγει τοὺς μὴ μετὰ τῶν ἄλλων αἰχμαλώτους ἀπαχθέντας, οἳ καὶ τὴν χώραν, καὶ τὴν πόλιν, καὶ τὸν ναὸν, τούς 2165 τε πεσόντας, καὶ ληφθέντας ὠδύροντο. Τούτοις οὖν παραμυθίαν, τὴν τῶν αὐτοὺς πεπορθηκότων ἀπήγγειλε συμφοράν. Τινὲς δὲ καταλελειμμένους τοὺς μὴ συμπλανηθέντας τῇ τῶν ἄλλων ἀσεβείᾳ φησὶν, οἳ βραχεῖς τινες ὄντες, τοὺς πλανηθέντας ὠδύροντο. Οἷς δὴ καί φησιν ἀναγγεῖλαι τὰ προλαβόντα τὸν Κύριον, ὡσεὶ ἔλεγεν· Ὑμῖν γὰρ ἐξέφηνεν ὡς δι' ἑρμηνέως ἐμοῦ. Τοῦτο τῆς περὶ Αἴγυπτον προφητείας τὸ τέλος. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΙΔΟΥΜΑΙΑΣ. ιαιζʹ. 9Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ· Φυλάσσετε ἐπάλξεις. Φυλάσσω τὸ πρωῒ, καὶ τὴν νύκτα. Ἐὰν ζητῇς ζήτει, καὶ παρ' ἐμοὶ οἴκει. Ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ. Ἐν τῇ ὁδῷ Δαιδὰν, συνάντησιν διψῶντι ὕδωρ φέρετε9, κ. τ. λ. Καὶ οὗτοι τοῖς ἐξ Ἰσραὴλ ἦσαν πολέμιοι, καὶ συνεχῶς αὐτοῖς ἐπετίθεντο· καὶ μάρτυς Δαβὶδ λέγων·" Κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσραηλῖται, Μωὰβ, καὶ Ἀγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν, καὶ Ἀμαλήκ." Προὔταξε γὰρ τῶν ἄλλων τοὺς Ἰδουμαίους. Ἔθνοςδὲ τοῦτο μέγιστον ἀμφὶ τὴν Πέτραν τῆς Ἀραβίας, ἐκ τοῦ Ἡσαῦ καταγόμενον, ὃς Ἐδὼμ ἐκλήθη, ὅστις ἑρμηνεύεται γήϊνος. Τοιοῦτος γὰρ ὁ βίος αὐτῷ. Καὶ ἀντὶ βρώσεως μιᾶς, ἀπέδοτο τὰ πρωτοτόκια τῷ Ἰακὼβ ἀδελφῷ ὄντι, ὃς καὶ Ἰσραὴλ ὠνομάζετο. Ἐξοὗ τὸ τῶν Ἰουδαίων κατήγετο γένος. Ἀδελφῶν γὰρ παῖδες Ἰουδαῖοι ἐξ Ἐδὼμ οὕτω λεγόμενοι. Καὶ ὅμως οὐδὲ ψιλὴν πάροδον ἐξ Αἰγύπτου παρέσχον Ἰσραὴλ εἰς γῆν τῆς ἐπαγγελίας ἰόντι. Καὶ μετὰ ταῦτα πικρῶς οὔτω διέκειντο πρὸς αὐτοὺς, ὡς ὁ προφήτης ὁ λέγων δηλοῖ·" Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰδουμαίας, καὶ ἐπὶ ταῖς τέτταρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐλυμήνατο πατέρα ἐπὶ γῆς," κατὰ δὲ Σύμμαχον σπλάγχνα ἴδια· ἐξ ἀδελφῶν γὰρ, ὡς εἴρηται, γνησίων ἐγένοντο. Ἔοικε δὲ τοῖς ἑαυτοῦ γνωρίμοις ὁ Θεὸς προσφωνεῖν λέγων· Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ· ἢ κατὰ τοὺς λοιποὺς, τοὺς φεύγοντας παρὰ τοῦ Σηείρ. Ὅπερ ἦν ὅρος ἐν Ἀραβίᾳ, τοῦ Ἡσαῦ πόλις τε λαμπρὰ, καθ' ἣν αὐτοῦ συνίστατο τὰ βασίλεια. Οὕτω δὲ τὸ ὄρος λεγόμενον εἰσέτι τοῖς ἐπιχωρίοις γνωρίζεται. Τοῖς οὖν ἀγωνιῶσι τὸν ἀπὸ τῶν Ἰδουμαίων φόβον, πρὸς ἐμὲ λέγει, Σπεύδοντες ἥκετε, καὶ παρ' ἐμοὶ γενόμενοι, τὰς ἑαυτῶν ἐπάλξεις φυλάσσετε, κἀμὲ φύλακα νυκτὸς ἔχοντες καὶ ἡμέρας. Ζητείτω τοίνυν παρ' ἐμοῦ τὴν βοήθειαν ὁ ταύτης ἐπιδεής. Οἰκείωτε παρ' ἐμοὶ πᾶς ὁ τῆς ἑαυτοῦ σωτηρίας πεφροντικώς. Ἐπαγγέλλεται γὰρ αὐτοῖς τὴν ἑαυτοῦ βοήθειαν, εἴπερ ἕλοιντο παραμένειν αὐτῷ. Τὰ δὲ ἑξῆς ὁ προφήτης ἑτέρας ὑποθέσεως 2168 ἐπιλαβόμενος λέγει ληφθεὶς ὑπὸ τοῦ ἁγίου Πνεύματος· Διὸ καὶ λῆμμα τὸν λόγον καλεῖ, οὐ περὶ τῶν Ἰδουμαίων λέγοντα μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν τὴν Ἀραβίαν οἰκούντων, καὶ πολεμούντων Ἰσραήλ. Οὓς βούλεται παυσαμένους τοῦ θράσους ἐπιγνῶναι μᾶλλον τὰς ἑαυτῶν συμφοράς. Τῶν γὰρ πολεμίων ἐπιόντων αὐτοῖς ἀποτελεῖσθαι μὲν τοὺς πλείους, ὀλίγοις δὲ οὖσι τοῖς φεύγουσι φόβῳ τε λελυμένοις καὶ κόπῳ, προαπαντᾶν τοὺς ἀπὸ Θεμὰν φιλανθρώπως ἐπιδιδόντας τροφὴν ἀποθανεῖν κινδυνεύουσιν, ἔνθαπερ τύχοιεν φεύγοντες ἐν ἐρημίαις τε καὶ δρυμοῖς καταλαβούσης ἑσπέρας. Τὸν δὲ χρόνον τῆς ἀπωλείας προστίθησι, μετ' ἐνιαυτὸν εἰπὼν ἀκριβῶς ἀριθμούμενον ὡς ἐπιμισθωτοῦ καραδοκοῦντος ἐλευθερωθῆναι μισθώσεως, καὶ καθ' ἡμέραν, ὡς εἰπεῖν, ἀριθμοῦντος τὸν χρόνον. Πόλις δὲ τῆς Ἀραβίας Κηδὰρ, ἣν μετὰ τῶν ἄλλων ἀπολεῖσθαί φησιν, ὡς ὀλίγους ἐκ πάντων σωθήσεσθαι· εὕροις δ' ἂν καὶ παρ' Ἰεζεκιὴλ ἰδιάζουσαν προφητείαν περὶ Κηδὰρ καὶ Ἰδουμαίας καὶ ὄρους Σηείρ. Ὁ δὲ Ἱερεμίας καὶ σοφίαν οὖσάν τινα παρὰ τοῖς Ἰδουμαίοις παρίστησιν λέγων·" Οὐκ ἔστιν ἔτι σοφία ἐν Θεμάν. Ἀπώλετο ἡ βουλὴ ἐκ συνετῶν. Ὤχετο ἡ σοφία αὐτῶν." Τὸ δὲ τέλος αὐτοῖς οἷον ἔσται, παρίστησι·" Δέδωκά σε ἐν τοῖς ἔθνεσιν εὐκαταφρόνητον." Καὶ πάλιν·" Ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον," καὶ τὰ ἐπὶ τούτοις. Τινὲς δὲ λέγουσιν, ὡς πρὸς τῇ πάλαι καθ' Ἱερουσαλὴμ ὠμότητι, ἔτι καὶ τάδε προσέθηκαν. Ἁλούσης γὰρ Ἱερουσαλὴμ, καὶ πάσης τῆς Ἰουδαίας ὑπ' Ἀσσυρίων, καὶ τῶν μὲν ἀνῃρημένων, τῶν δὲ ἀνδραποδιζομένων, οἱ μόλις σωθέντες, ὡς εἰς ὅμορον τὴν Ἰδουμαίαν καὶ συγγενῶν οὖσαν κατέφευγον. Οἱ δὲ πρὸς τῷ μὴ σώζειν, χείρους ἐπ' αὐτοῖς τῶν πολεμίων ἐγένοντο. Δῆλα δὲ ταῦτα πεποίηκεν Ἀβδιοῦ λέγων·" Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας." Καὶ μεθ' ἕτερα δεινὰ τὴν αἰτίαν προσέθηκε λέγων·" Διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ." Καὶ μετ' ὀλίγα·" Καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ. Καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους. Καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν." Οἱ τοίνυν Ἀσσύριοι τὴν Ἰουδαίαν φασὶν, ἑλόντες πρός τε τὰ οἴκοι χωροῦντες, ὁδοῦ πάρεργον ἐποιοῦντο τῆς Ἰδουμαίας τὴν δῄωσιν, καὶ πάντας αὐτοὺς ἐχειρώσαντο. Πρὸς οὓς Ἰδουμαίους φησὶν Ἀβδίας·" Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου." Διὸ νῦν, φησὶ τῷ προφήτῃ Θεός· Πρός με κάλει Σηεὶρ, ὡς μελλόντων ὅσον οὔπω τραπήσεσθαι πρὸς φυγήν. Τοῦτ' ἔστιν, Ἡκέτωσαν καὶ αὐτοὶ φεύγοντες εἰς τὴν Ἰουδαίαν, ἵν' ὡς ἐπετώθαζον ἡττημένοις, καὶ αὐτοὶ γελασθήσονται τῶν Ἀσσυρίων ἥττους γενόμενοι. Πρὸς οὓς ἐν ἤθει τινί φησιν ὀνειδίζων, ὡς Ἀνόνητα μοχθεῖτε περὶ τὰ τείχη, διαφυγεῖν τοὺς ἐπιόντας ἐλπίζοντες, καὶ μὴ τὴν θείαν συμμαχίαν αἰτούμενοι. Οἳ δὴ καί φασι· Φυλάσσω τὸ πρωῒ 2169 καὶ τὴν νύκτα. Ἀλλ'," Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων." Ἐὰν οὖν βούλει, φησὶν, ἐπικουρίαν ζητεῖν, ζήτει ταύτην παρ' ἐμοῦ τοῦ διασώζειν ἰσχύοντος. Καὶ οἴκει παρ' ἐμοί. Τοῦτ' ἔστιν, Ἐμὸς ἔσο, καὶ φρόνει τἀμὰ τῶν εἰδώλων ἀφέμενος, κατὰ τό·" Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθείτω." Καὶ," Ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται." Ἐπιόντων δέ σοι τῶν πολεμίων ἔξω πόλεων ἔσο καὶ οἴκων, ὁμοῦ τε τοῖς ἀγρίοις συναυλίζου θηρίοις. Ἀποτίσεις γὰρ τὴν ἴσην ποινήν. Προτείνει τε αὐτοῖς ἅπερ ἔδει ποιεῖν τοῖς φυγοῦσιν ἐξ Ἰσραήλ. Ἐχρῆν γὰρ, φησὶν, ὑμᾶς ὦ ἐκ Θεμὰν ἐν τῇ ὁδῷ Δαιδὰν προαπαντῆσαι, τοῖς φεύγουσιν τὰ πρὸς τὴν χρείαν προτείνοντας· ὃ μὴ ποιήσαντες πείσεσθε μετ' ἐνιαυτὸν τὰ δεινότατα. Θεοῦ γὰρ εἰπόντος, ἔσται πάντως τὰ προλεγόμενα. Ὁμοίως δὲ νοήσεις, καὶ διωγμῶν ἐπικειμένων Ἑλληνικῶν, τοὺς ἐκ τῶν αἱρέσεων τοῖς ὀρθὰ φρονοῦσι συνεπιτίθεσθαι δοκοῦντας εἶναι Χριστιανοὺς, οὓς οὐκ εἰς μακρὰν ἡ θεία δίκη μετέρχεται. ΚΕΦΑΛ. ΚΒʹ. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ. αιδʹ. 9Τί ἐγένετό σοι, ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων. Οἱ τραυματίαι σου, οὐ τραυματίαι ἐν μαχαίραις. Οὐδὲ οἱ νεκροί σου, νεκροὶ πολέμου9, κ. τ. λ. Εἰδωλολατροῦντες ἴσως ἐν τῷ δοκεῖν ἑαυτοῖς ἐπιγραφόμενοι τὸν Θεὸν ἀνάλωτοι διαμένειν ἐνόμιζον. Διόπερ φησὶ περὶ τῆς Ἱερουσαλὴμ διὰ φωνῆς Ἱερεμίου πρὸς αὐτούς·" Καὶ μὴ λέγετε ὅτι ναὸς Κυρίου ἐστὶν, ὅτι ἐὰν μὴ διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώμ." Περὶ δὲ τούτων καὶ διὰ Μιχαίου φησίν·" Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον. Καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο. Καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά·" καὶ τὰ μετὰ ταῦτα. Διὸ καὶ νῦν εἰδωλολατροῦσι προλέγει Θεὸς αὐτοῖς τὴν μέλλουσαν ἅλωσιν ὑπὸ τῶν Ἀσσυρίων Ἰεχονίου βασιλεύοντος. Ἧς, ὡς εἰπεῖν, ὁρωμένης, δέον ἐκ μετανοίας ἐπιστρέφειν ἐπὶ Θεὸν, ποιεῖν τε πάντα ὅσα Μιχαίας ἐπέταξε λέγων·" Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν," καὶ τὰ ἐπὶ τούτοις. Ταῦτα μὲν οὐκ ἐποίουν, ἀπὸ δὲ τῶν δογμάτων περισκοποῦντες, τοὺς πολεμίους ὠδύροντο, ὅπερ ὑπῆρχεν ἀνόνητον. Προετεθνήκεσαν δὲ καὶ πρὸ μάχης φόβῳ, κατὰ τὸ εἰκὸς, καὶ λιμῷ, καὶ τῇ τῶν ὑδάτων ἐνδείᾳ. Εἰκότως ἄρα φησὶν ὁ Δαβίδ·" Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ." Φάραγγα δὲ Σιὼν ὀνομάζει τὴν Ἱερουσαλὴμ, ὡς ὑποκειμένην ταῖς ὑπωρείαις Σιών. Ταύτης 2172 δὲ τοὺς ἄρχοντας πεφευγέναι φησιν· ἐπιόντων γὰρ ἤδη τῶν πολεμίων πᾶσαν βοήθειαν ἀπογνόντες ἀνθρωπίνην, ἀπέδρασαν οἱ πρῶτοι τῆς πόλεως, ὡς δὴ νηὸς βαπτιζομένης ἀποπηδήσαντες. Τοὺς δὲ ἁλόντας δεδέσθαι φησί· Τὸν γὰρ Σεδεκίαν ἄμα τοῖς παισὶ συλλαβόντες οἱ Βαβυλώνιοι, τοὺς μὲν ἀπέσφαξαν, τὸν δὲ τῶν ὀμμάτων ἐκκόψαντες ἀπεκόμισαν τῇ δυνάμει πάλαι θαῤῥήσαντα, καὶ μηδαμῶς εἰπεῖν ἀνασχόμενον," Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με·" ἵνα καὶ λέξειεν·" Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Δι' ἄπερ ἀπαράκλητον ἔχειν πένθος ὁ προφήτης φησὶ τὸ γένος ὀλοφυρόμενος. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου τίς ἀνοίξει; Εἶτά φησι· Πλανῶνται ἀνὰ τὰ ὄρη, ἢ φεύγοντες, ὡς ἐλέγομεν, ἢ ἐν ὑψηλοῖς τοὺς ψευδωνύμους θεοὺς ἱκετεύοντες· ὅπερ ἦν ἔθος αὐτοῖς παρὰ δένδρα μεγάλα ποιεῖν. Ἐπεὶ γὰρ ἔφη τὴν ἀπώλειαν παρὰ Κυρίου Σαβαὼθ ἐπιφέρεσθαι, καὶ τὴν αἰτίαν εἰκότως ἐπήνεγκεν, ὡς ἂν εἰκῆ Θεὸς μὴ τιμωρεῖσθαι νομίζοιτο. Διό φησιν Ἱερεμίας·" Εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ἐπὶ παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ," κατὰ τὸ εἰρημένον·" Τῷ ξύλῳ εἶπαν· Πατήρ μου εἶ σύ. Καὶ τῷ λίθῳ· Σύ με ἐγέννησας." Καὶ οὐδὲ ὀλίγοι, φησὶ, τοῦτο πεπόνθασιν, ἀλλ' ἀπὸ μικροῦ ἕως μεγάλου. Ὅθεν φησὶ πρὸς τὸν Ἱερεμίαν Θεός·" Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαι. Οἷα γὰρ ποιοῦσιν, φησὶν, οἱ υἱοὶ αὐτῶν; συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι στᾶς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ." Οὐκ εἰκῆ γὰρ οὖν ἐκτείνεται δίκτυα πτερωτοῖς. Διατυποῖ δὲ λοιπὸν ἐντεῦθεν εἰς ὄψιν ἄγων τὸν πόλεμον εἴ πως ἐπιστραφεῖεν φοβούμενοι τῆς πόλεως γεγονότας τοὺς Ἐλαμίτας, δεικνὺς ἐξ ἑνὸς ἔθνους τοὺς πολεμίους δηλῶν, καὶ τὸ πλῆθος παριστάς. Αἱ φάραγγές σου, φησὶν, ἁρμάτων πλησθήσονται, καὶ περὶ τὰς πύλας στενοχωρούμενοι τῶν ἵππων ἔνδον ἀποβάντες τὰς οἰκίας διερευνήσονται, καὶ τοὺς βασιλικοὺς ἀνακαλύψουσι θησαυρούς. Τοῦτο γὰρ διὰ τῆς ἄκρας δηλοῦται Δαβίδ. Ἐξ αὐτοῦ γὰρ οἱ βασιλεύοντες. Οὕτω καὶ νοητοὶ διὰ τῶν παθῶν ἡμῶν ἐπικρατοῦντες πολέμιοι τὸν πνευματικὸν ἡμῶν ἀφαρπάζουσι πλοῦτον τὸν νοῦν εἰσδύνοντες τὸν ἡμέτερον. Ὅθεν εἴρηται·" Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τὸν τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας." Ἀνακοπτόμενα γὰρ τὰ τοιαῦτα πάθη μαραίνεται. 2173 Καὶ ἴδοσαν, φησὶν, ὅτι πλείους εἰσίν. Πρὸς τοὺς οἰομένους ὅτι καὶ μόνοι τῶν πολεμίων ἐπικρατήσουσιν· μὴ γὰρ ἂν διὰ τοσαύτης ὁδοῦ πολύ τι πλῆθος πολεμίων ἐλθεῖν. Ἤγουν, ἐπειδὴ τὸ κατὰ τὴν πόλιν ὕδωρ μὴ νομίσαντες ἀρκέσειν αὐτοῖς ὡς δὴ πλείοσιν ὑπάρχουσιν Ἰουδαῖοι, ἐστοχάσαντο δὲ τὰς οἰκίας κατὰ Σύμμαχον ἀριθμήσαντες, τὸ τῆς ἀρχαίας κολυμβήθρας ὕδωρ εἰς τὴν πόλιν μετοχετεύσαντες, Θεῷ μὲν οὐ προσεῖχον, ἀνθρωπίναις δὲ παρασκευαῖς ἐπεποίθεσαν. Ὡς ἐν ἤθει γὰρ αὐτοῖς ὀνειδίζων φησὶν, ὅτι δὴ πρὸς τὸ πλῆθος ἑαυτῶν, τὸ ὕδωρ συνεμετρήσαντο πρὸς τὴν πολιορκίαν οὕτως ἀρκέσειν οἰόμενοι, κἂν εἰς χρόνον ἐκτείνοιτο, καὶ τὰς οἰκίας καταλύοντες ἀσφαλέστερα τὰ τείχη κατεσκευάζοντο· δέον εἰς Θεὸν ὁρᾷν καὶ τὴν πόλιν ποιήσαντα, καὶ τεῖχος ταύτῃ γενόμενον." Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ." Τοῦτο καὶ διὰ προφήτου φωνῆς ἐπαγγέλλεται·" Ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς." Εἶτά φησιν, ὡς κινδύνων αὐτοῖς ἐκ Θεοῦ τοσούτων ἐπικειμένων, δέον αὐτὸν εὐμενίζεσθαι πάσῃ σπουδῇ· οἱ δὲ πρὸς ἀπόγνωσιν ἐλθόντες ἐπανηγύριζον κατὰ τό·" Ὅταν ἔλθῃ ἀσεβὴς εἰς πλῆθος κακῶν, καταφρονεῖ." Τοιγαροῦν πεπόνθασιν εἰς τέλος ἅπερ ἔδει πρὸς ὀλίγον αὐτοὺς παθεῖν τὸν Θεὸν ἱκετεύοντας μετὰ δακρύων καὶ πένθους, καὶ τὰ τοῦ Δαβὶδ ἀνακράζοντας·" Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου." Τοῖς γὰρ ταῦτα ποιοῦσι καθὰ Μιχαίας φησί·" Ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις" ἐπὶ τούτοις. Τὴν προκειμένην δὲ ῥῆσιν οὕτω τινὲς ἐξηγήσαντο, ὡς μὴ προσωπολήπτης ὁ Κύριος τὸν περὶ τῆς Σιὼν λόγον ἐν μέσοις τοῖς κατὰ τῶν ἀλλοφύλων ἐλέγχοις ἐνέθηκεν, ὡς ἀλλοφύλοις τοῖς Ἰουδαίοις χρησάμενος, πρὸς οὕς φησι δι' Ἀμώς·" Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι, λέγει Κύριος, οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου; Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς." Ὅθεν νῦν τὴν παντελῆ τούτων ἀποβολὴν παριστῶν, τοῖς ἀλλοφύλοις αὐτοὺς ἐγκατέλεξεν. Ὃ καὶ δηλοῦται διὰ τῆς φάραγγος. Οὐ γὰρ ἁπλῶς εἶπε Σιὼν, ἀλλὰ φάραγγα, τὴν πτῶσιν δηλῶν τὴν ἐξ ὕψους τοῦ θεοσεβοῦς πολιτεύματος καὶ ἐν κοιλάσι καὶ βάθει τῆς κακίας κειμένους αὐτοὺς αἰνιττόμενος. Σιὼν μὲν γὰρ ὄρος ἐστὶν [ὑψηλὸν] ἐφ' οὗ ὁ νεὼς τοῦ Θεοῦ ᾠκοδόμητο· Διό φησιν·" Ἐπ' ὅρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών." Καί·" Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ." Σημαίνειν δὲ καὶ τὸν εὐαγγελικὸν ἐλέγετο λόγον. Οἱ δὲ ταύτης τῆς ἐλπίδος ἐκπεπτωκό 2176 τες ἐν φάραγγι τῆς Σιὼν παρακείμενοι πεπτώκασι. Πάσῃ γὰρ ἀρετῇ κακία παράκειται, εἰς ἢν ἐκπίπτει τις ἐκείνης διαμαρτὼν, ὡς ὁ εἰς ἀπιστίαν ἐκ πίστεως. Εἰς ἣν οἱ ἐκ περιτομῆς κατηνέχθησαν ἐξ ὕψους εὐαγγελικοῦ καὶ τῆς ἐπουρανίου Σιών. Διόπερ ἐν ἀλλοφύλοις ἐτάχθησαν, ἀλλὰ καὶ οὕτω δυσπραγοῦντες, εἰκῆ φυσιώμενοι παρὰ τῆς προφητείας ἀκούουσι, Τί ἐγένετό σοι, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; καὶ κατὰ Χριστοῦ τὸ," Αἶρε, αἶρε, καὶ σταύρου," βοησάντων, φησὶν, ἐνεπλήσθη ἡ πόλις βοώντων. Καὶ ἐπεὶ ἔστιν ἁμαρτία πρὸς θάνατον, καθ' ἣν ψυχὴ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται, αἱ τραυματίαι σου, φησὶν, οὐ τραυματίαι μαχαίρας. Καὶ πάντες, φησὶν, οἱ ἄρχοντές σου πεφεύγασιν. Κατὰ δὲ Σύμμαχον ἀνεστατώθησαν, κατὰ δὲ Θεοδοτίωνα μετεκινήθησαν. Ὅθεν οὐκ ἔτι παρ' αὐτοῖς, οὐ βασιλεῖς, οὐχ ἡγούμενοι, οὐχ ἀρχιερεῖς, οὐ προφῆται, ἀλλ' οὐδὲ Φαρισαῖοι καὶ Σαδδουκαῖοι. Οἱ δὲ εἰσέτι νῦν ἁλόντες ὑπὸ τοῦ τῶν ψυχῶν πολιορκητοῦ πικρῶς καταδέδενται. Τὴν δὲ τοσαύτην αὐτῶν πτῶσιν ὁ προφήτης ἰδὼν, συμμετρεῖ τῷ πάθει τὸν θρῆνον, τὴν τοῦ γένους ἀποβολὴν, καὶ τὴν ἅλωσιν προβλέπων τῆς πόλεως, τὰς τεταραχὰς, καὶ τὴν πλάνησιν, ἣν ἐπλανήθησαν ἐγκαταλειφθέντες. Εἶτα τοὺς Ἐλαμίτας εἰπὼν, ἀφανεῖς δυνάμεις δηλοῖ καὶ πολεμίους, οἷς ὑπὸ Θεοῦ παρεδόθησαν, οἳ καὶ παραβλέποντες ἑρμηνεύονται, τῶν ἀπολλυμένων παρορῶντες τὴν σωτηρίαν, φειδόμενοι μηδενός. Οὗτοι δὲ, φησὶν, εἰσελεύσονταί σου τὰς πύλας· ἀλλ' οὐχὶ νῦν, ἀλλ' ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τῷ προφητευομένῳ καιρῷ, ἀποκαλύψουσί τε τὰ κρυπτὰ τῆς ἄκρας Δαβὶδ τῆς βασιλείας τὰ σύμβολα, καὶ τὰ ἐν τῷ ἁγιάσματι κείμενα τὰ μόνῳ τῷ ἀρχιερεῖ θεατά. Ἀντὶ δὲ τοῦ, Καὶ εἴδοσαν ὅτι πλείους εἰσὶ, Σύμμαχος ἔφη· Καὶ τὰ ῥήματα οἴκου Δαβὶδ ὄψεσθε, ὅτι ἐπληθύνθη. Ὕδωρ δὲ ἦν παλαιᾶς κολυμβήθρας ἐν τῇ πόλει, τῆς παλαιᾶς θεοπνεύστου Γραφῆς ὁ λόγος, ὃν ἀποστραφέντες, ἀλλότριον ὕδωρ ἑαυτοῖς ἐπενόησαν, διδάσκοντες διδασκαλίας ἐντάλ ματα ἀνθρώπων, ἀκυρώσαντές τε τὸν λόγον τοῦ Θεοῦ τὴν παράδοσιν αὐτῶν. Περὶ ὧν πρὸς τὸν Ἱερεμίαν φησίν·" Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους." Τὸ δὲ ξένον ὕδωρ μεταξὺ τῶν δύο τειχέων ἐπενόησαν. Δύο δὲ τείχη τῆς κατὰ Θεὸν πολιτείας ἥτε Παλαιὰ καὶ Καινὴ Διαθήκη, ὧν οὐδετέρας αἱ τῶν πρεσβυτέρων μετέχουσι παραδόσεις ἐφ' ἃς οἱ δευτερωταὶ λεγόμενοι παρ' ἐκείνοις ἀλαζονεύονται, καὶ ἄλλο δέ τι τολμήσαντες, τῆς πόλεως τοὺς οἴκους, εἰς οἰκοδομὴν τοῦ ἰδίου τείχους κατέλυσαν. Τὰ γὰρ ῥήματα τῆς θείας Γραφῆς ἀπολαμβάνοντες, τὰς οἰκείας μυθολογίας περιτειχίζουσι, μὴ προσεσχηκότες Θεῷ τῷ πεποιηκότι τὴν παλαιὰν τῶν θεοπνεύστων Γραφῶν, 2177 κολυμβήθραν τὴν ἀπὸ πηγῶν τοῦ θείου Πνεύματος προχεομένην. Ὁ μὲν οὖν Θεὸς μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ, θρηνεῖν αὐτοὺς παρεκελεύετο τὴν ἰδίαν ἀπώλειαν. Οἱ δὲ τοὐναντίον, ὡς ἀπεγνωκότες τὴν ἑαυτῶν σωτηρίαν, ἐποίουν, τὴν μετὰ τουτονὶ τὸν βίον τοῦ Θεοῦ κρίσιν οὐ λογισάμενοι. Διὸ τοῖς ῥητοῖς ὁ Παῦλος χρησάμενος εἶπεν·" Εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν. Αὔριον γὰρ ἀποθνήσκομεν." Ὡς δὲ δεσμῷ Θεοῦ καταδεθείσης αὐτῶν τῆς ἁμαρτίας ἐπάγει· Καὶ οὐκ ἀφεθήσεται αὐτῇ ἡ ἁμαρτία ὑμῶν ἕως ἂν ἀποθάνητε. Καὶ ὅρα τὸ μέγεθος τῆς ἀπειλῆς τοῦ Θεοῦ, καὶ ὡς οὐδαμοῦ τὸν λαὸν ἐπ' εἰδωλολατρείᾳ διέβαλεν, ὅτι δὲ εἰς δώματα ἀνέβησαν μάταια, καὶ βοῶν ἐπλήρωσαν τὴν πόλιν, καὶ ξένον ὕδωρ ἐξεῦρον τὴν παλαιὰν κολυμβήθραν ἀποστραφέντες, καὶ συνεστήσαντο τεῖχος τοὺς οἴκους καθελόντες τῆς πόλεως. Καὶ αὐτοὶ μὲν ἀναισθήτως ἐπὶ τούτοις διέκειντο. Ὁ δὲ προφήτης ἀπέκλαιεν. Τῶν δὲ πικρῶν δακρύων ἡ πρόφασις ἡ κατ' αὐτῶν ἀπειλὴ τὴν ἁμαρτίαν ταύτην μὴ συγχωρηθήσεσθαι λέγουσαν. ιεκεʹ. 9Τὰδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸ παστοφορεῖον, πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἶπον αὐτῷ· Τί σοι ὧδε; καὶ τί σοι ὧδέ ἐστιν, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν9; κ. τ. λ. Σομνὰς καὶ Ἐλιακεὶμ, ὧν ἐνταῦθα μέμνηται, σύγχρονοι γεγόνασιν Ἐζεκίᾳ τῷ βασιλεῖ, ὅπερ ἐκ τῆς ἱστορίας ἔστι μαθεῖν. Οἳ καὶ ἐξῆλθον πρὸς τὸν Ἀσσύριον ἐπιστάντα τῇ πόλει, καθὰ διὰ τῶν ἑξῆς ὁ προφήτης φησίν. Τὸν δὲ Σομνὰν ἔλεγεν ὁ Ἑβραῖος ἄσεμνόν τε καὶ ἀλαζόνα γενέσθαι καὶ ἁβροδίαιτον ἀρχιερέα, αὐτομολῆσαί τε πρὸς Σενναχερεὶμ προδεδωκότα τὸν λαόν. Πρὸς ὃν ὁ προφήτης κελεύεται βαδίζειν ἐπὶ τὸ παστοφόριον. Ἦν δὲ χῶρος ἐν τῷ ναῷ. Ἀνθ' οὗ Σύμμαχος τὸν σκηνοποιοῦντα, φησίν. Ὁ δὲ Ἀκύλας τὸν σκηνοῦντα. Μνημεῖον δὲ κατὰ πέτρας ὑψηλὸν ἑαυτοῦ λατομήσας ἐπέγραψε τούτῳ σκηνὴ, ὡς δὴ σκηνώσων ἐν αὐτῷ μετὰ θάνατον, πρέπον δὲ σύμβολον τῆς ἑαυτοῦ διανοίας ἐπέγραψεν, ὡς τὰ ἔξω μόνον ὑπάρχων λαμπρός. Μάτην δὲ τοῦτο, φησὶ, λατομεῖς. Οὐ γὰρ μεθέξεις αὐτοῦ. Τοῦτο γὰρ τὸ, τί σοί ἐστιν ὧδε, δηλοῖ. Συντρίψει γὰρ ὁ Κύριος ἄνδρα, ἀπῴχοντο γὰρ αἰχμάλωτοι μετὰ τῶν ἀγελαίων οἱ δυνατώτατοι. Κομισθήσῃ δὲ καὶ σὺ μακρὰν τῆς ἀξίας ἀφῃρημένος, καὶ στάσεως τῆς κατὰ τῷ Θεῷ λειτουργεῖν. Τί οὖν ἔδει σοι τύφου καὶ χρημάτων καὶ ἅρματος; οὐ γὰρ τοῦ ἄρχοντος ἡ δόξα καθαιρεθήσεται. 2180 Τὴν γὰρ τῆς ἀρχιερωσύνης ἀναξίως μετῆλθες οἰκονομίαν, κριτὴς γενόμενος ἄδικος. Τὸν δὲ σὸν ἑταῖρον Ἐλιακεὶμ δοῦλον ἑαυτοῦ δοκιμάσας εἶναι Θεὸς, εἰς τὴν σὴν αὐτὸν καταστήσεται χώραν τοῖς ὑπὸ χεῖρα πατρὸς ἐφέξοντα τάξιν. Ἕσται γὰρ οὐκ αὐθάδης, οὐ βάσκανος. Πρᾶος δέ τις ὢν, τὴν δόξαν ἕξει τοῦ πραοτάτου Δαβίδ. Ἄρξει δὲ μετὰ πολλῆς ἐξουσίας, ὡς μὴ ἕξειν τὸν ἀντιλέγοντα. Καὶ κράτος ἔξει. Τοῦτ' ἔστι τὸ δύνασθαι κρατεῖν τῶν ὑπὸ χεῖρα λαῶν. Καὶ ἔσται βεβαίων ἱδρυμένος ἐπὶ τὴν αὐτοῦ λειτουργίαν. Τοῦτο γὰρ δηλοῖ τὸ, Ἐν τόπῳ πιστῷ ἑστάναι τὴν ἀρχὴν ἀσάλευτον ἔχοντα. Τῆς δὲ τούτου κηδεμονίας ἠρτημένοι πάντες γενήσονται ὡς ἐπ' ἀγαθῷ πεποιθότες. Διὰ δὲ τούτων μανθάνομεν μὴ χαυνοῦσθαι δυναστείᾳ, μηδὲ τῆς κρίσεως ἀμνημονεῖν τοῦ Θεοῦ. Εἰκότως δὲ συνῆπται ταῦτα τοῖς περὶ φάραγγος Σιὼν τοῦ σωτηρίου πάθους ἐπὶ τὸν καιρὸν ἀναγόμενα, καθ' ὃν οἱ κατὰ Σομνὰν ἀλαζόνες καὶ φιλοχρήματοι, κατὰ τὸν Μωσέως νόμον ἱερατεύοντες σωματικῶς, ἐκπεπτώκασιν. Περὶ ὧν ἐν τοῖς ἔμπροσθεν ἔλεγεν ὁ προφήτης μετ' ἄλλων ὅσων καὶ τὸ, Ἀγαπῶντες δῶρα, καὶ τὸ, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσιν χήρας οὐ προσέχοντες. Καὶ φονευτὰς δὲ, ὡς κυριοκτόνους, ἐκάλεσεν. Οἷς καὶ ταλανίζων ἔλεγεν ὁ Σωτήρ·" Καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν." Προετύπου δὲ τούτους ὁ Σομνάς. Ὁ δὲ Ἐλιακεὶμ, Θεοῦ ἀνάστασις ἑρμηνευόμενος, σύμβολον τῆς νέας καὶ καινῆς ἱερωσύνης ἐγένετο, ἣν ἡ τοῦ Σωτῆρος ἡμῶν ἀνάστασις ἐν τῇ ἑαυτοῦ Ἐκκλησίᾳ καθ' ὅλης τῆς οἰκουμένης συνεστήσατο. Κέκληται γὰρ Χριστὸς ἀντ' ἐκείνων ἀρχιερεὺς, ὡς Ἐλιακεὶμ ἀντὶ Σομνά. Κατὰ γὰρ τὸν Ἀπόστολον." Οὐχ ἑαυτῷ τις ἁρπάζει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Καθὼς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν εἰς τὸ γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτὸν," Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ." Λαβεῖν δὲ λέγεται καὶ τὴν Δόξαν τοῦ Δαβὶδ, τοῦτ' ἔστι τὴν ἐπὶ τὸν νοητὸν Ἰσραὴλ ἀρχήν τε καὶ βασιλείαν·" Οὐ γὰρ πάντες φησὶν, οἱ ἐξ Ἰσραὴλ, οὗτοι καὶ Ἰσραὴλ," καὶ τὰ ἐπὶ τούτοις. Ἀρχιερεῖ δὲ γεγονότι Χριστῷ οὐκ ἔσται, φησὶν, ὁ ἀντιλέγων." Οὐ γὰρ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἄνομος οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν." Καὶ ἄλλως δὲ, εἰ καὶ Ἰσραὴλ ἀντεῖπεν, τὰ δ' οὖν ἔθνη ὑπέκυψεν. Διὸ περὶ μὲν ἐκείνου φησί·" Ῥῦσαί με ἐξ ἀντιλογίας λαοῦ." Περὶ δὲ τούτων·" Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνω, ἐδούλευσέν μοι. Εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου·" καὶ περὶ ἐκείνων αὖθις," Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι." Καί·" Ὅτι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν." Πεπαλαίωνται γὰρ, καὶ ἐγγὺς γεγόνασιν ἀφανισμοῦ κεκλασμένην τέως περιεσχήκασι τὴν διάνοιαν υἱοὶ γεγονότες ἀλλότριοι. Πάλαι γὰρ ὢν πρωτότοκος Ἰσραὴλ, ὅτε κατεψεύσαντο τοῦ Χριστοῦ, γεγόνασιν ἀλλότριοι, ἀπωλείας λοιπὸν 2181 τέκνα καὶ γεέννης καλούμενοι· ἀνθ' ὧν ἡμῖν ἀνέδειξε τὸν Ἐλιακείμ. Ὃς καί φησιν." Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος." Ἐν δὲ τῇ Ἐκκλησίᾳ, τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, πᾶς ἔσται, φησὶν, ἐπ' αὐτῷ πεποιθὼς ἔνδοξός τε καὶ μικρὸς, κατὰ κόσμον φημί. Προσωπολήπτης γὰρ οὐκ ἔστιν ὁ τῶν ὅλων Θεός. Νοήσεις δὲ τοῦτο καὶ κατὰ μέτρον ἡλικίας πνευματικῆς. ΚΕΦΑΛ. ΚΓʹ. ΤΟ ΟΡΑΜΑ ΤΥΡΟΥ. αιηʹ. 9Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκ ἔτι ἔρχονται. Ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος· τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μετάβολοι Φοινίκης, διαπερῶντες τὴν θάλασσαν ἐν ὕδατι πολλῷ; Σπέρμα μεταβόλων, ὡς ἀμητοῦ εἰσφερομένου, οἱ μετάβολοι τῶν ἐθνῶν9. κ. τ. λ. Οὐ περὶ πραγμάτων μόνον ἤδη λαβόντων τὴν ἔκβασιν τῆς ἐπ' αὐτοῖς προῤῥήσεως, αἱ προφητεῖαί φασιν· οὕτω γὰρ ἂν ἔδοξεν οὐδὲν εἶναι ταῦτα πρὸς ἡμᾶς, εἰ καὶ τὰ μάλιστα διὰ τούτων ἀψευδὲς θαυμάζειν ἐχρῆν τὸν Θεόν. Νυνὶ δὲ οὐ προθεσπίζουσι μόνον ἐπὶ τοῖς ἔθνεσιν, ἀλλὰ καὶ καθ' ἑκάστην διάζων φέρεται τρόπος θεοσεβείᾳ προσήκων· ὡς ἐν τῷ προλέγειν τὴν Βαβυλῶνος καθαίρεσιν, περὶ καθολικῆς τοῦ Θεοῦ διείλεκται κρίσεως. Ὁ περὶ Αἰγύπτου δὲ λόγος θυσιαστήριον ἔσεσθαι Θεοῦ κατ' αὐτήν φησι θεοσεβῶν τε πλῆθος ἀνδρῶν. Ὁ δὲ περὶ Μωὰβ, Ἐκκλησίαν τε καὶ θρόνον ἐν αὐτῇ γενέσθαι Θεοῦ, παυσαμένης ὡς ἐν Αἰγύπτω κἀν ταύτῃ τῆς εἰδωλολατρείας. Ὁ δὲ περὶ Δαμασκοῦ, ἐπιστροφὴν ἔσεσθαί φησι τῶν πάλαι τὸν Θεὸν ἀγνοούντων. Ὁ δὲ νῦν περὶ Τύρου, πρὸς τοῖς αὐτῆς πάθεσιν, προσφορὰς ἐν αὐτῇ προαγορεύει Κυρίῳ γενήσεσθαι. Εἴποις δ' ἂν καὶ ἄλλως, ὠφελείας ἕνεκα τῶν ἐξ Ἰσραὴλ, τὰς περὶ τῶν ἐθνῶν προλέγεσθαι προφητείας, ὡς ἂν γνοῖεν, ὡς οὐ μόνων αὐτῶν Θεός ἐστιν ὁ Θεὸς, ἀλλ' ὅτι καὶ διὰ πάντων ἡ τούτου διέρχεται πρόνοια, ποινὰς ἀεὶ τὰς ἐπὶ ταῖς ἀσεβείαις καὶ τοῖς ἔθνεσιν παροῦσα τοῖς λοιποῖς· ὡς καὶ νῦν Τυρίοις, ὄτι καὶ τῷ τοῦ Θεοῦ λαῷ παθόντι κακῶς ἐπετώθαζον, οὐχ ὡς δι' ἁμαρτίας παθοῦσιν, ἀλλ' ὡς τοῦ σώζοντος αὐτοὺς ἠσθενηκότος Θεοῦ. Διὸ σὺν Ἱερουσαλὴμ παθούσῃ, πάντες οἱ κύκλῳ πεπόνθασιν ἐθνικοὶ τὴν αὐτὴν Τυρίοις, ἐσχηκότες προαίρεσιν, ἀνάστατοι πάντες ὑπ' Ἀσσυρίων γενόμενοι. Τοὺς συνεπαναστάντας δὲ τῷ ἰδίῳ λαῷ, καθ' ὃν ἡλίσκετο χρόνον, ἀπαριθμεῖται Δαβὶδ οὕτως εἰπών· 2184 Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός· ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν· ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ὁσίων σου· Εἶπαν· Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ, κατὰ σοῦ διαθήκην διέθεντο. Τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ Ἀγαρηνοὶ, Γεβὰλ, καὶ Ἀμμὼν, καὶ Ἀμαλὴκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Λέγει δὲ καὶ δι' ἑνὸς τῶν προφητῶν ὁ Θεός·" Καὶ τί ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; Ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου, καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα, καὶ τοὺς υἱοὺς Ἱερουσαλὴμ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν." Φησὶ δὲ καὶ πρὸς Ἰεζεκιὴλ ὁ Θεός." Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσωρ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα καὶ πᾶς ὦμος μαδὼν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρον. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου." Ὅτε τοίνυν ἡ Τύρος τὴν ἄκραν ὑπέμεινεν ἐρημίαν, συνέβαινε τοὺς οἰκήτορας μηκέτι τῇ συνήθει ναυτικοὺς ὄντας ἐμπορείᾳ κεχρῆσθαι. Διό φησιν· Ὀλολύζετε, πλοῖα Καρχηδόνος. Ἄποικοι γὰρ Τυρίων οἱ Καρχηδόνιοι τὴν νῦν οἰκοῦντες τῆς Ἀφρικῆς καλουμένην Καρταγένναν, οἵπερ εἰς Τύρον ἔτι σωζομένην τὰς ἐμπορείας ἐκόμιζον· Τὸ δὲ Κιτιαίων, Χετιεὶμ ἐξέδωκαν οἱ λοποί. Λέγεται δὲ Κύπρος οὕτω δηλοῦσθαι, καὶ Κίτιον εἶναι πόλις ἐν αὐτῇ, δι' ἧσπερ ἔπλεον οἱ ἀπὸ τῆς Τύρου ναυτιλλόμενοι, τάχα τι καὶ τῶν πρὸς ἐμπορείαν ἐν ταύτῃ διατιθέμενοι. Οὐκέτι τοίνυν ἔμποροι Τύριοι, φησί. Ἀπώλοντο γὰρ, καὶ πρὸς αἰχμαλωσίαν ἀπήχθησαν, ὡς μηδένας παθεῖν παραπλήσια. Ἀντὶ δὲ τοῦ, τίνι ὅμοιοι γεγόνασιν; ὁ μὲν Ἀκύλας, σιωπήσατε· ὁ δὲ Σύμμαχος, σιγήσατε κατοικοῦντες τὴν νῆσον, εἰρήκασιν. Λόγοις γὰρ ἀλαζονικοῖς ἐχρῶντό ποτε φρυαττόμενοι. Ἀλλὰ σιωπᾷν αὐτοὺς ταπεινωθέντας ὁ λόγος παρακελεύεται. Οἱ αὐτοὶ δὲ ἦσάν ποτε Φοινίκης μετάβολοι, πλοῦτον πολὺν σωρεύοντες, ὡς ἀμητῷ παραβάλλεσθαι αὐτῶν τὸ πλῆθος τῆς πραγματείας, ἤγουν τὸ πλῆθος αὐτῶν τῶν τῇ ἐμπορείᾳ χρωμένων. Τῶν δὲ ἀγαθῶν τούτων ἐστερημένους αὐτοὺς αἰσχύνην φησὶν καταχέασθαι δεῖν μετὰ τῆς ἐγγειτόνων Σιδόνος, ἧς τινες ἀποικισθῆναι τὴν Τύρον φασὶν, ὡς ἐπὶ θυγατρί τε μεγάλα φρονεῖν τοσαύτην ἐχούσῃ κατὰ θάλατταν δύναμιν. Τινὲς δὲ ὡς ἀπὸ τῆς Τύρου πρὸς τὴν Σιδόνα τὸ Αἰσχύνθητι, Σιδὼν, ἔφασαν λέγεσθαι. Καὶ σὲ γὰρ

Intertext edge

Open linked passage

Note