Commentarii in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
2185.1
ἡ ὀργὴ καταλήψεται. Πρὸς αὐτὴν οὖν οἱ νησιῶται (τούτους γὰρ εἶπε θάλασσαν), ἀλούσης Τύρου φασίν· Ἀπόλωλέ σου τὸ φρύαγμα. Αὐτὴ δὲ ἡ Τύρος οὖσα τῆς θαλάσσης ἰσχὺς, τὴν ἑαυτῆς ἐρημίαν ἰδοῦσα φησίν· Ἐν ἴσῳ γέγονα ταῖς μὴ τεκούσαις ὅλως, μηδὲ μὴν ἀναθρεψάσαις ἢ νεανίσκους, ἢ παρθένους. Τινὲς δὲ προσωποποιίαν ἔφασαν μονονουχὶ καὶ τῆς θαλάσσης αὐτῆς φωνὴν ἀφιείσης καὶ θρηνούσης αὐτοὺς, διὰ τὸ μηκέτι ἔχειν οὓς θρέψειεν νεανίσκους καὶ παρθένους, ὅτι τὸ παλαιὸν ὥσπερ θαλάσσης ὅντες γεννήματα, ὑπ' αὐτῆς ἐστρέφοντο· νῦν δὲ ἀπολωλότας αὐτοὺς ἡ θάλασσα καὶ ἡ ταύτης ἰσχὺς αὐτοὺς ἀποκλαίεται. Ἀγωνιᾷ δὲ καὶ Αἴγυπτος, μὴ πάθῃ τὰ παραπλήσια. Πρὸς δὲ Τυρίους τὸν λόγον μεταφέρων φησὶν, ὡς οὕτω τούτων γενομένων, ὅσοι φυγεῖν ὑμῶν τὸν ὄλεθρον ἐδυνήθητε, πρὸς τοὺς ἀποίκους εἰς Καρχηδόνας τοὺς ὑμετέρους, εἰ δυνατὸν ὑμῖν, ἐλθόντες ὀδύρεσθε τὴν πατρίδα τῶν συμφορῶν. Οὐχ ἑτέρους, ἀλλὰ τὴν ἑαυτῶν ὑπερηφανίαν καὶ ὕβριν καταιτιώμενοι, δι' ἣν τοῦ Ἰσραὴλ καὶ τοῦ Θεοῦ κατεπῄρεσθε. Λογίσασθε τοίνυν τὸν ἐπενέγκοντα Θεὸν τῇ Τύρῳ τὰς συμφορὰς μὴ εἱμαρμένης ἀνάγκῃ, μηδ' ὀργῇ τινος τῶν ψευδωνύμων θεῶν ταῦτα παθεῖν ἡγησάμενοι. Κύριος γὰρ Σαβαὼθ ὁ παρὰ μόνοις Ἑβραίοις θεολογούμενος ταῦτα πεποίηκεν, οὐ μόνης Τύρου ταπεινῶν τὴν ὑπερηφανίαν, καὶ ὕβριν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀθέων ἐθνῶν, καθ' ὧν ἤδη φθάσας ἐξήνεγκε τὴν ἀπόφασιν ἐν ταῖς προλαβούσαις ὁράσεσι. Θεὸς γάρ ἐστιν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ χάριν διδούς. Χαλεπὸν ἄρα τὸ μαστιγουμένοις ἐπεμβαίνειν ἁγίοις, ἢ τὴν ἀεὶ σώζουσαν αὐτοὺς ἀτονεῖν οἴεσθαι χεῖρα, καὶ μὴ νοεῖν μᾶλλον, ὡς Θεοῦ πολλάκις ἐφιέντος πειράζονται. Τοῖς γὰρ παρανόμοις λεκτέον·" Μὴ παρανομεῖν· καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας, μηδὲ ἀδικίαν εἰς τὸ ὕψος λαλεῖν." Διὰ τοῦτο γὰρ Τύρος ἐκ δόξης εἰς ἀτιμίαν μετεκομίσθη. Μὴ οὖν ἐπαίρου, φησὶ, τῷ πλούτῳ ἐκ θαλάττης, ταπεινωθεῖσα δὲ πρόσκεισο γεωργίᾳ. Τὰ γὰρ ἐκ θαλάττης πέπαυται κέρδη, δι' ἄπερ ἦσθα σοβαρὰ καὶ νεανικὴ, τοὺς κύκλῳ βασιλεῖς παροξύνουσα, καὶ ἢν ἠδίκεις Σιδόνα τὴν γείτονα. Τῆς δὲ τούτων ἀδικίας ἡ τῶν κακῶν πεῖρά σε παύσειεν. Ἔνθα δ' ἂν ἀπέλθῃς, οὐχ ἕξεις καταφυγὴν ἀναπαύσεως, Θεοῦ σε πανταχοῦ κακοῖς περιβάλλοντος, καὶ τῶν σῶν συμμάχων Χαναναίων ἠρημωμένων. Ἀρνήσονται δέ σε καὶ Κίτιοι συνήθεις πάλαι τυγχάνοντες. Κἂν εἰς Χαλδαίους αὐτομολήσεις, ἤγουν ἀπέλθῃς αἰχμάλωτος, τὰ ἐκ Περσῶν καὶ Μήδων εὑρήσεις κακὰ, ἔρημόν τε τὴν Βαβυλῶνα, δι' ἅπερ ἠλαζονεύσατο. Πέπτωκε γὰρ αὐτῆς ὁ τοῖχος. Οὕτω δὲ καλεῖ τὸ τεῖχος ἢ τὴν δύναμιν αὐτῆς τὴν βασιλικὴν, δι' ἧς ὠχύρωτο πρότερον. Διό σε θρηνήσουσι Καρχηδό 2188 νιοι πᾶσαν ἀπολέσασαν σωτηρίας ἐλπίδα, τὴν πάλαι τούτων οὖσαν ὀχύρωμα. Παιδευθήσῃ δὲ τοσοῦτον χρόνον, ὅσον ἡ τῷ Θεῷ πόλις ἀνακειμένη, καθ' ἧς ἐπαρθεῖσα τὴν ἴσην δίκην ἐκτίσεις. Κἀκεῖνοι γὰρ ἑβδομηκοστὸν ἐν αἰχμαλωσίᾳ παρέτειναν ἔτος. Ἀνθρώπου δὲ ζωῆς χρόνος, ἔτη, καὶ κατὰ Δαβὶδ, ἔστιν ἑβδομήκοντα. Λέγει γάρ·" Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη." Ταυτὸ δὲ τοῦτο καὶ βασιλείας χρόνος πολυετοῦς. Ἐν οἷς δὲ χρόνος ὁρισθεὶς μὴ πληροῦται παρὰ Θεοῦ, μὴ σαλευθῇς. Οὐ γὰρ ὑπόκειται Θεὸς τοῖς τῆς προαγορεύσεως αὑτοῦ ὅροις. Ἀγαθὸς γὰρ ὢν, καὶ χρόνον ὁρίζει, καὶ ἀπειλεῖ τὰ δεινὰ, οὐχ ὡς πάντως ἐπάξων, ἀλλ' ὡς ἐπιστρέψαι βουλόμενος· ὅπερ ἐστὶ καὶ ἀπὸ τῶν ἑξήκοντα ἐτῶν τῶν δι' Ἡσαΐου κατ' Ἐφραῒμ ὁρισθέντων μαθεῖν. Συνεστάλη γὰρ εἰς τριάκοντα. Καὶ Δανιὴλ δὲ τῶν ἐν αἰχμαλωσίᾳ τὴν κακίαν αὐξανομένην ὁρῶν, δεῖται Θεοῦ μὴ προσθεῖναι τοῖς ὁρισθεῖσι κατ' αὐτῶν ἔτεσιν. Ὁ Θεὸς γὰρ ἢ μετανοούντων ὑποτέμνῃ τὸν ὅρον, ἢ ταῖς ἀσεβείαις ἐπιμενόντων προστίθησιν. Τοιγαροῦν τοῖς ἐπὶ Νῶε τὸν τῶν ἑκατὸν εἴκοσιν ἐτῶν ὥρισεν ἀριθμὸν, ἂ φιλανθρώπως ἐπέτεμεν, ἱστῶν αὐτοῖς τὰ κακὰ, καὶ κωλύσας μείζω γινόμενα. Νινευΐταις δὲ μεταγνοῦσι τῆς ἀπειλῆς τὸν χρόνον διέλυσε, καθάπερ ἰατρὸς κἄν τι προείπῃ περὶ καύσεως ἢ τομῆς μηκέτι τοῦτο δρῶν μεταβαλόντος ἐπὶ τὸ κρεῖττον τοῦ σώματος. Εἶτά φησιν ὁ προφήτης, ὡς Ἐν τούτοις τοῖς ἔτεσιν ᾆσμα γενήσῃ καθάπερ τις γυνὴ τῆς ἰδίας ἐκπεσοῦσα τιμῆς. Τότε περίελθε ῥεμβομένη τόπον ἐκ τόπου εἰς τὰ λοιπὰ τῶν ἐθνῶν ἐκπορνεύουσα, ὡς ἂν ἐπιλησθεῖσα παρὰ Θεοῦ. Εἰ δὲ δύνασαι λαβοῦσα τὴν σεαυτῆς κιθάραν, μηκέτι πορνικῶς, μετ' ἐπιστήμης δὲ κροῦσον τὸ ὄργανον διὰ πλείστων εὐχῶν τὸν Θεὸν ἱκετεύουσα. Οὕτω γάρ σου μνησθήσεται κιθάρας δίκην τοῖς μέλεσι καὶ τοῖς αἰσθητηρίοις χρησαμένης τοῦ σώματος, καλῶς ταῦτα διὰ τῆς σωφροσύνης ἁρμόττουσα. Θεὸς γὰρ τούτοις ἀρέσκεται, καὶ σοῦ μνησθεὶς ἀποκαταστήσει πάλιν ἐπὶ τὰ πρότερα, τοῦ καθ' ὃν ἐπαιδεύθης χρόνου πεπληρωμένου. Τὰ δὲ ὡς περὶ πόρνης οὕτω τινὲς ἐξηγήσαντο, πολλάκις εἰπόντες ἑταίρα τις ἐν ὥρᾳ γενομένη διαπρεπὴς, παυσαμένων αὐτῆς μετὰ τὴν ὥραν τῶν ἐραστῶν, ᾠδὰς ἔσθ' ὅτε καὶ κιθάραν ἐπινοεῖ τοῦ πάλαι πόθου τούτους ὑπομιμνήσκουσα. Τοιαῦτα ποιούσης τῆς Τύρου, μόλις αὐτῆς μνεία ἐν ἀνθρώποις γενήσεται. Ὅτ' ἂν δέ σου παρέλθῃ τῆς παιδείας ὁ χρόνος, ἐμπόριον αὖθις πάσης γενήσῃ τῆς γῆς, ὅτε τῶν πρὶν μεμνημένη κακῶν, οὐκέτι δαιμονίοις, Θεῷ δὲ μᾶλλον προσοίσεις τῆς ἐμπορίας τὰς ἀπαρχὰς, καὶ πρόσοδον ἡ τοῦ Θεοῦ σε ποιήσεται πόλις. Ὥσπερ οὖν 2189 καὶ ἐπὶ τοῦ Χειρὰμ ἰστόρησεν ἡ Γραφή. Τῇ δὲ διὰ κρείττονος μουσικῆς μετανοίᾳ πρέπον ἂν εἴη τὴν ἐπὶ Χριστοῦ πολιτείαν νοεῖν. Δι' ὅπερ Ἀκύλας, καὶ τὸ Ἑβραϊκὸν, ἄνευ τῶν ἄρθρων καὶ τοῦ πᾶσα, φασὶ, καὶ ἔσται ἐμπόριον αὐτῆς, καὶ μίσθωμα ἡγιασμένον τῷ Κυρίῳ. Οὐ γὰρ πᾶν τὸ ἐμπόριον αὐτῆς, οὐδὲ τὸ μίσθωμα πᾶν, ἐν ἀπαρχῶν δὲ λόγῳ μέρος ἁγιασθήσεται. Τοῦτο καὶ νῦν ἐν Ἐκκλησίαις Θεοῦ ταῖς ἐκεῖ γινομέναις ἔστιν ὁσημέραι θεάσασθαι. Τοῖς δὲ κατοικοῦσιν ἔναντι Κυρίου προσάγεται, δηλαδὴ τοῖς προέδροις τοῦ θυσιαστηρίου, τοῦ Κυρίου διατάξαντος τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν. Καὶ οἱ τῷ θυσιαστηρίῳ δὲ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται. Τούτοις ἐπάγεται· Πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου. Ὃ δὴ σαφῶς ἐξέδωκε Σύμμαχος εἰπών· Τοῖς γὰρ κατοικοῦσιν ἐνώπιον Κυρίου ἔσται ἡ ἐμπορία αὐτῆς φαγεῖν εἰς πλησμονὴν, καὶ περιβαλέσθαι εἰς τὸ παλαιῶσαι. Ὁ δὲ Ἀκύλας· Τοῖς καθημένοις εἰς τὸ πρόσωπον Κυρίου ἕσται ἐμπόριον αὐτῆς τοῦ φαγεῖν εἰς πλησμονὴν, εἰς ἔσθησιν μετάρσεως. Ὁ δὲ Θεοδοτίων· Καὶ περιβαλέσθαι εἰς παλαίωσιν. Οἱ δὲ Ἑβδομήκοντα· Καὶ περὶ τῶν προσφερόντων αὐτῶν. Ὡς ἐν εὐκτηρίοις ἑστιωμένων, ἀλλ' οὐ καθάπερ ἐν εἰδωλείοις τὸ πρότερον ταῖς εὐωχίαις ἐπανηγύριζον. ΚΕΦΑΛ. ΚΔʹ. αʹκγʹ. 9Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. Καὶ ἔσται ὁ λαὸς, ὡς ἱερεύς· καὶ ὁ παῖς, ὡς ὁ κύριος· καὶ ἡ θεράπαινα, ὡς ἡ κυρία· ἕσται ὁ ἀγοράζων, ὡς ὁ πωλῶν9, κ. τ. λ. Τὰ καταμέρος, φασὶν, εἰρημένα περὶ διαφόρων ἐθνῶν, νῦν ὡς ἐν κεφαλαίῳ περιλαβὼν, οἰκουμενικὴν ὀνομάζει φθορὰν τὴν κατὰ πολλῶν ἐθνῶν γενομένην. Ἀνακαλύψει δὲ ταύτης τὸ πρόσωπον δίκας εἰσπράττων, καὶ τὴν λανθάνουσαν πάλαι διελέγχων ἀσέβειαν πρόσωπον οὖσαν τῆς ἑκάστου τούτων ζωῆς. Θεοῦ γὰρ ὀργὴ τὴν τῶν πασχόντων ἀξίαν παρίστησιν, καθ' ἣν ὑπερέχοντές τε καὶ ταπεινοὶ πάντες γίνονται παραπλήσιοι. Τὴν γὰρ ἀξίαν τῶν λογάδων διακρίνειν οὐκ οἶδε πολέμιος. Τῆς δὲ πάλαι τάξεως ἀπεργάζεται σύγχυσιν, καὶ τὰς ἁλούσας πόλεις καὶ χώρας καταλαμβάνει κατήφεια διὰ τῆς ἐρημώσεως, ἢν δὴ καὶ πένθος ἐκάλεσεν. Τῶν ὑψηλῶν δὲ καὶ περιφανεστέρων καθάπτεται πλέον ἡ συμφορὰ, διὰ τὴν ἀφ' ὧν ἐστερήθησαν πρὸς τἀναντία μεταβολήν. Ἀνομῆσαι δέ φησι τὴν γῆν, τοῦτ' ἕστι τοὺς κατοικοῦντας, ὡς καὶ πόλις ἄνομος λέγεται. Τὸ γὰρ δίκαιον τῆς τιμωρίας δεικνὺς, προσεπάγει τούτοις, διότι τὸν νόμον παρέβησαν, συμπεριλαμβάνων τοῖς ἔθνεσι τοὺς ἅμα παθόντας αὐτοῖς Ἰουδαίους, Καὶ παρέβησαν, λέγων, διαθήκην αἰώνιον. Πάντων δὲ τῶν 2192 ἁλόντων, ὀλίγοι μὲν ἐν ταῖς χώραις ὑπολειφθήσονται· μετὰ πτωχείας δὲ βιωτεύσουσιν, ἐπειδὴ μετανοῆσαι δέον, προσέκειντο ταῖς τρυφαῖς, ὥσπερ Ἰουδαῖοι," Φάγωμεν καὶ πίωμεν, λέγοντες, αὕριον γὰρ ἀποθνήσκομεν." Περὶ ὧν ἕτερος προφήτης φησίν·" Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες." Καὶ μετ' ὀλίγα·" Καὶ οὐκ ἔπασχον οὐδὲν ἑπὶ τῇ συντριβῇ Ἰωσήφ." Διὰ τοῦτό φησι πενθήσειν τὸν οἶνον· τοῦτ' ἔστιν, οἱ τρυφαῖς καὶ μέθῃ προσκείμενοι τὴν περίεργον ἀπόλαυσιν τοῦ πλούτου, καὶ τὴν ἐντεῦθεν δεικνύντες ἀλαζονείαν, πενθήσουσιν. Ἑξῆς δὲ τῶν ἑλόντων αὐτοὺς πολεμίων παραδηλοῖ τὴν ὠμότητα, καὶ μέχρι μόνον ἑνὸς ἢ δυεῖν, τοὺς εἰς σφαγὴν, ἢ τοὺς αἰχμαλώτους ἐσομένους διερευνώντων, ὡσανεὶ τρυγῶντες ἐλαίαν ἐτύγχανον, οἱ καὶ τῶν μὲν κειμένων, τῶν δὲ ληφθέντων, καὶ μηδενὸς ἔτι λειπομένου, βοήσουσιν ἀλαλάζοντες, ὡσανεὶ τρυγῶντες ἐπαύσαντο. Τοῦτο γὰρ ἔσθ' ὅτε φίλον τοῖς τρυγῶσι καθέστηκεν. Ἐπὶ δὲ ταῖς ἀπειλαῖς οὐκ ἐᾷ τοὺς εὐσεβοῦντας καταπεσεῖν. Εἰ γὰρ καὶ ταῦτα, φησὶ, τοὺς ἀνόμους ἐκδέξεται, πλὴν οὐκ ἀπολέσει Κύριος μετὰ τῶν ἀσεβούντων τὸν δίκαιον. Ὃ καὶ δι' Ἰεζεκιήλ φησιν ὁ Θεός·" Υἱὲ ἀνθρώπου, λέγων, γῆ ἐφ' ἣν ἐπάγω κρῖμα, αἵματος. Κἂν ὦσιν ἐν μέσῳ αὐτῶν Νῶε, καὶ Δανιὴλ, καὶ Ἰὼβ, οὗτοι ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται· ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον." Καὶ ἀλλαχοῦ πρὸς τοὺς ἑπομένους ἓξ ἄνδρας, τῷ τὸν πέλυκα φέροντι·" Κόπτετε, καὶ μὴ φείδεσθε." Καὶ μεθ' ἔτερα·" Ἐπὶ δὲ πάντας, ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε." Δηλοῖ διὰ μὲν Νῶε τοὺς εὐαρεστοῦντας αὐτῷ διὰ πίστεως· τοὺς δὲ σοφούς τε καὶ διορατικοὺς διὰ τοῦ Δανιήλ. Διὰ δὲ τοῦ Ἰὼβ, τοὺς καρτεροῦντας ἐν ἅπασι. Διαφυγόντες δὲ τὸν ὄλεθρον τὸν σεσωκότα δοξάσουσι. Τὸ δὲ τῆς θαλάττης ὕδωρ, φησὶ, ταραχθήσεται, τὸ πλῆθος τῶν ἐθνῶν αἰνιττόμενος· ὡς καὶ Δαβὶδ ὁ μέγας·" Αὕτη, λέγων, ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος," καὶ τὰ ἑξῆς. Οὐ γὰρ ἰχθύων ἐθέλει λέγειν διαφοράς· ἀλλ' οὐδὲ δράκοντα τοῖς ὕδασιν ἐννηχόμενον, ᾧ Θεὸν ἐμπαίζειν φησί. Δηλοῖ δὲ μᾶλλον τῶν τοῦ βίου πραγμάτων τὸν σάλον, δι' ὧν ὁ νοητὸς δράκων μεταφοιτᾷ καὶ χωρεῖ. Λέγοις δ' ἂν καὶ νήσους τὰς πόλεις, ἢ τὰς τῆς ἅλμης τῶν παθῶν ὑπερανεχούσας ἀνθρώπων ψυχὰς, ἐν αἷς ἐστι δόξα Κυρίου, τῆς προφητείας ἐπὶ Χριστὸν ἤδη μεταγούσης τὸν λόγον. Τῆς γὰρ γῆς ἐκ τῶν εἰδώλων καὶ κακῶν ἐρημωθείσης τῶν ἐν αὐτῇ, καὶ διαφόροις συμφοραῖς τῶν ἀνθρώπων πεπαιδευμένων, ἡ Χριστοῦ τοῦ Σωτῆρος δόξα τοῖς ἐπὶ γῆς ἀνατέταλκε τοῖς ἐκ τῆς εἰδωλολατρείας καταλειφθεῖσιν, οὓς διὰ τοῦ θείου βαπτίσματος αἱ περὶ τῶν ἀγαθῶν τῶν μελλόντων ἐλπίδες εὐφραίνουσιν, ὅτι δὴ τῷ 2193 Χριστῷ συνέσονται δόξῃ τυγχάνοντι τοῦ Πατρός. Τότε καὶ τὸ, ὕδωρ τῆς θαλάττης ταράττεται, τῶν ἀποστόλων πανταχοῦ τοῦ βίου κηρυττόντων καινότερα, καὶ ταραττόντων τῷ ξένῳ τῆς ἀκοῆς τοὺς ἀκούοντας. Ὁ δὲ Θεὸς ἐν ταῖς ἁγίαις ἐδοξάζετο νήσοις τοῦ λόγου τὰς Ἐκκλησίας δηλώσαντος. Αὗται γὰρ τῶν τοῦ βίου κυμάτων διανεστήκασι διὰ Χριστοῦ νικῶσαι τοὺς θλίβοντας. Θάλασσαν γὰρ εἰπὼν τὰ ἔθνη, νήσους ταύτας εἰκότως ἐκάλεσεν. Οἱ δὲ ταύτας οἰκοῦντες ἅμα τῇ δόξῃ Κυρίου, φασὶ πρὸς τὸν Θεὸν Ἰσραήλ· Ἐκ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, πεπιστευκότες ὡς ἔστι τοῖς εὐσεβοῦσιν ἐλπίς· πτέρυγας καλοῦντες τῆς γῆς, τοὺς τοῖς θείοις λόγοις αὐτοὺς ἀποστόλους ἀναπτερώσαντας, ὡς ἀφεῖναι τὴν γῆν, καὶ φρονεῖν ἐπουράνια, τὸ πολίτευμα λοιπὸν ἐσχηκότας ἐν οὐρανῷ. Τὰ δὲ τούτων φασὶ ξένα δεξάμενοι δόγματα, ἐλπίδι τῇ διὰ πίστεως περὶ τῶν μελλόντων ἀγαθῶν βεβαιούμεθα. Τοὺς δὲ μὴ δεξαμένους τὸν τῆς πίστεως ὀδύρονται νόμον, μᾶλλον δὲ καὶ τὸν διὰ Μωσέως. Περὶ αὐτοῦ γὰρ κἀκεῖνος ἔγραψε, δηλονότι Χριστοῦ. Καὶ εἰ ἐπίστευον Μωσεῖ, ἐπίστευον ἂν καὶ Χριστῷ. Νουθετοῦσι δὲ τοὺς ἀπιστοῦντας οἱ τὴν πίστιν δεξάμενοι τὸν ἐκ τῆς κολάσεως αὐτοῖς ἐπανατείνοντες φόβον, πᾶν εἶδος αὐτοῖς κακῶν ἀπειλούμενοι. Τοῦτο γὰρ ὅ τε φόβος, καὶ ὁ βόθυνος, καὶ παγίς. Κἂν γὰρ ἕν τις διαφύγῃ, τοῖς ἑτέροις ἁλώσεται. Ταῦτα δὲ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν μυρίοις ἁλόντες κακοῖς Ἰουδαῖοι πεπόνθασιν. Καὶ τὴν τούτων αἰτίαν ἐπάγων φησὶν, ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν. Τοῦτ' ἔστιν, ἐπισκοπῇ τὴν γῆν ἐπεσκέψατο Κύριος· Θεοῦ γὰρ ἀνεξικακοῦντος, ὡς μηδὲ δοκεῖν ἐφορᾷν, κεκλεῖσθαι λέγεταί πως ὁ οὐρανὸς, ὡς τοὺς ἁμαρτωλοὺς ἐπ' ἀδείας παρανομεῖν. Ἐπεξίοντος δὲ τοῖς ἁμαρτήμασι, θορύβου πάντα καὶ δέους ἀνάμεστα, καὶ ὡς ἐκ μέθης πρὸς πᾶν εἶδος ἄνθρωποι διαῤῥίπτονται κακῶν ὡς ὀπωροφυλάκιον σαλευόμενοι. Φορητῶν μὲν γὰρ ὁ Θεὸς ἁμαρτημάτων ἀνέχεται. Κατισχυούσης δὲ τῆς ἁμαρτίας κολάζει τοὺς δράσαντας. Λαμπρὸν δὲ κατόρθωμα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ διασκεδασθῆναι τῶν τῇ κτίσει λατρευσάντων παρὰ τὸν κτίσαντα τὴν ἀσέβειαν, ᾗπερ καὶ Ἰουδαῖοι περιπεπτώκασιν." Ὧν αἱ γυναῖκες, κατὰ τὸν Ἱερεμίαν, τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ τῶν υἱῶν συλλεγόντων τὰ ξύλα, καὶ τῶν Πατέρων καιόντων τὸ πῦρ." Καὶ ἄλλος δὲ προφήτης φησίν·" Ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥαιφάν." Ἡ οὖν τούτοις ἐπαγομένη χεὶρ διασκεδασμὸν τῶν ταῦτα καὶ τὰ τοιαῦτα προσκυνούντων δηλοῖ. Εἴποις δ' ἂν καὶ κόσμον οὐρανοῦ, καὶ τὸν περὶ οὖ εἴρηται·" Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων," καὶ βασιλεῖς τῆς γῆς, τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου. Βεβασιλεύκασι γὰρ τῆς γῆς, ἰδίους ἐν αὐτῇ προσκυνητὰς ἀποφήναντες, οὓς δὴ κατέπεμψεν ὁ Χριστὸς εἰς τὸ τῆς κολάσεως δεσμωτήριον, οἳ καὶ παρεκάλουν, ἵνα μὴ προστάξῃ 2196 αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Οὗτοι δὲ καὶ ἀπὸ κτίσεως κόσμου τῇ τοῦ Θεοῦ πολεμοῦντες δόξῃ, μέχρι τῆς τοῦ Σωτῆρος ἐπιδημίας παρέτειναν, ὅτε διὰ πολλῶν γενεῶν ἐπισκοπῆς τυχόντες εἰς δεσμωτήριον ἐνεβλήθησαν. Παρεικάζει δὲ τείχει τὸν Σατανᾶν. Δεινὸς γὰρ εἰς ἀντίστασιν, καὶ πόλις οἷον εὐπυργοτάτη· ἀλλ' ἥλω καὶ πέπτωκε Χριστοῦ κατασείσαντος. Ἔθος γὰρ τῇ Γραφῇ τοὺς ἄγαν ἰσχυροὺς παρεικάζειν τείχει καὶ πόλεσι. Θεὸς γοῦν πρὸς Ἰερεμίαν φησίν·" Ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασι τοῖς βασιλεῦσι τῆς γῆς, καὶ πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος." Ταῦτα προετύπου καὶ ὁ τοῦ Ναυὴ Ἰησοῦς, τοὺς πέντε βασιλεῖς κατακράτος ἑλὼν καὶ ἐμβαλὼν εἰς τὸ σπήλαιον. Πλὴν ὅτι ταῖς πονηραῖς δυνάμεσι καὶ τὸ ἄῤῥηκτον τεῖχος συμπέπτωκε. Τοῦτ' ἔστιν ὁ Σατανᾶς, τῆς εἰδωλολατρείας ἐξ ἀνθρώπων ἀνῃρημένης, ὅτε καὶ βεβασίλευκε Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλήμ. Σκοπευτήριον γὰρ, καὶ εἰρήνης ὅρασις, ἡ Ἐκκλησία Χριστοῦ. Ἐνώπιον δὲ πρεσβυτέρων λέγει τῶν τελείων τὴν φρένα, δι' ἧς ὁρῶσι τῶν περὶ αὐτοῦ μυστηρίων τὸ βάθος. Πρὸς οὕς φησιν Ἰωάννης·" Γράφω ὑμῖν, Πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς." Τὸν γὰρ Χριστὸν ὡς Θεὸν ἐγνωκότες δοξάζουσι. Τὴν δὲ παροῦσαν ἅπασαν ῥῆσίν τινες περὶ τῆς καθόλου συντελείας ἐξέλαβον λέγοντες, ὡς ἐν μέρει περὶ τῶν ἐθνῶν ὁ προφήτης εἰπὼν, ἀκολούθως νῦν περὶ πάσης τῆς οἰκουμένης ἐκτίθεται· ἐπειδὴ τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς· καὶ πάντων κηδόμενος, περὶ τῆς μελλούσης αὐτοὺς καταλήψεσθαι κρίσεως ποιεῖται τὸν λόγον ἐν ἡμέρᾳ ἐν ᾗ κρίνει ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Διόπερ νῦν οὐδενὸς ἔτι μέμνηται τῶν κατὰ μέρος ἐθνῶν· περὶ δὲ τῆς οἰκουμένης ἁπάσης. Ἔδει γὰρ ἀρχὴν εἰληφότα τὸν κόσμον καὶ πέρας ἔχειν, τροπῆς ἐπὶ τὸ κρεῖττον γενησομένης." Ὅτι καὶ αὕτη ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." Καὶ πάλιν φησί·" Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν." Καὶ πάλιν·" Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου." Καὶ ὁ Σωτὴρ δέ φησιν·" Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται." Διδάσκει τοίνυν οἷα τοὺς ἀγαθοὺς καὶ δυσσεβεῖς διαδέξεται, ἀπὸ τῶν σκυθρωπῶν ἀρξάμενος, ὡς ἂν καταντήσῃ πρὸς τὰ χρηστότερα. Τῇ δὲ τῆς οἰκουμένης ἐρημώσει τε καὶ φθορᾷ σύμφωνον τὸ ῥηθὲν ἐν ὁράσει τῇ περὶ Βαβυλῶνος, ἥξειν ὁπλομάχους καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. Καὶ τό·" Ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς." Ἀνθρώποις γὰρ διαλεγόμενος, περὶ ἀνθρώπων μόνον ἔφη, περὶ τῶν λοιπῶν λογικῶν οὐδὲν μεμνημένος. Κρινομένων δὲ τῶν ἐπὶ γῆς, καὶ μετατιθεμένων εἰς ἕτερα τῆς 2197 οἰκουμένης χωρία, ἐρημοῦσθαι τὸ τῆς γῆς ἀκόλουθον ἧν οἰκητήριον, τῶν ἐνοικούντων ἄλλων ἄλλοσε διασπαρέντων εἰς ἕτερα τοῦ κόσμου χωρία, κατὰ λόγον τῶν ἑκάστου πράξεων. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, πρός τε τὴν ἁπάντων ὑποδοχὴν, καὶ τῶν πώποτε γενομένων ὁ κόσμος ἀρκεῖ, σκοτεινῶν μὲν χωρίων ὑποδεχομένων τοὺς ἀσεβεῖς, κατὰ τό· Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας. Μερίδες ἀλωπέκων ἔσονται, τῶν δὲ εὐσεβῶν ἁρπαγησομένων ἐν νεφέλαις, εἰς ἁπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ γενησομένων. Πρόσωπον δὲ τῆς γῆς τὴν ἐπιφάνειαν ταύτης ἐκάλεσεν. Ἀνακαλύπτεται δὲ τῶν ἐν αὐτῇ κεκαλυμμένων ἀναγομένων εἰς φῶς κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, μεθ' ἣν ἅπαντες τῷ τοῦ Χριστοῦ παραστήσονται βήματι, δικαίας ψήφου τυγχάνοντες χωρὶς προσωποληψίας τῶν ἐν ἀξιώμασιν ἢ πλούτῳ διαφανῶν. Τὸ γὰρ ἴσον ἔσται πᾶσι κρινομένων μόνων τῶν λογισμῶν τε καὶ πράξεων. Καὶ Ἰὼβ δέ φησι·" Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δεδοικὼς τὸν Κύριον αὐτοῦ." Γῆν δὲ φθαρήσεσθαί φησι τοὺς τὸ γεῶδες ἔχοντας φρόνημα, κατὰ τό·" Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Καὶ τό·" Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἐξ οὐρανοῦ πνευματικὸς," καὶ τὰ ἑξῆς· μεθ' ἅ φησι·" Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται." Οἱ δὲ τοιοῦτοι τῇ ἑαυτῶν φθορᾷ φθαρήσονται. Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται. Ὡς γὰρ ἡ σὰρξ ὑφ' οὗπερ ἐξ αὐτῆς ἀνῆψε πυρετοῦ διαφθείρεται, οὕτως οἱ θησαυρίσαντες ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς διεφθορότες τὰς ψυχὰς, τῇ ἑαυτῶν παραδοθέντες φθορᾷ κολασθήσονται, δίκην εἰσπραττομένων καὶ δυνάμεών τινων, αἳ δημίων λόγον ἐπέχουσιν, οἳ προνομήν τινα ποιήσονται διαρπάζοντες αὐτῶν τὰς ψυχὰς, ὅτε καὶ πενθήσουσιν οἱ πένθους ἄξια πράξαντες. Τὴν εἰρημένην δὲ πενθοῦσαν καὶ φθαρεῖσαν ἐδήλωσε γῆν, εἰπὼν οἱ ὑψηλοὶ τῆς γῆς· τούτους γὰρ Θεὸς μέτεισι μάλιστα (ὑπερηφάνοις γὰρ ἀντιτάσσεται)· οἳ καὶ ἀνομοῦντες, τὴν γῆν ἐπλήρωσαν αἱμάτων καὶ φόνου. Ἡ γῆ γὰρ, φησὶν ὁ Σύμμαχος, ἐφονοκτονήθη ὑπὸ τῶν κατοικούντων αὐτήν. Καὶ τῆς φθορᾶς τὴν αἰτίαν ἐπήνεγκεν, ὅτι παρέβησαν τὸν νόμον. Τὸν φυσικὸν γὰρ τὸν δοθέντα πᾶσι νόμον παρέβησαν ἅπαντες, τὸν ἐγγραφέντα ταῖς αὐτῶν διανοίαις, καθά φησιν ὁ Παῦλος·" Ὅτ' ἂν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσιν νόμος. Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν." Τοῦτο δὲ καὶ διὰ τῆς Ἰωάννου δηλοῦται φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὅτι ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Τοῦτο δὲ καὶ κατὰ τὸν τῆς ἐπιδημίας γέγονε χρόνον, κατὰ 2200 τό·" Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς." Τὸν φυσικὸν οὗν παρέβησαν νόμον εἰς φιλοσαρκίας τραπόμενοι, καὶ γέγονεν ἡ γῆ τούτων παραβεβηκότων ἐπάρατος. Ὥσπερ γὰρ ἐν ἀρχῇ μήπω συστάσης τῆς ἁμαρτίας εὐλόγησεν ὁ Θεὸς τὸν ἄνθρωπον· οὕτως ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἀρὰ τὴν γῆν ἔδεται. Ἀντὶ δὲ τοῦ, Διὰ τοῦτο πτωχοὶ ἔσονται, Διὰ τοῦτο, φησὶν ὁ Σύμμαχος, ἐκτρυχωθήσονται. Πλὴν οἱ ἐπὶ τοῦ θείου κατεγνωσμένοι βήματος, ἐν ἐνδείᾳ γενήσονται τῶν ἄνωθεν ἀγαθῶν καὶ γυμνοὶ τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης. Εἰς ᾅδου δὲ παραπεμφθέντων ὀλίγοι καταλειφθήσονται πλοῦτον ἔχοντες ὃν ἐξ ἀρετῶν ἐθησαύρισαν." Πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ," καθά φησιν ὁ Σωτήρ. Ἀντὶ δὲ τοῦ, πενθήσει ὁ οἶνος, Ἀκύλας ἐξέδωκεν, ἐπένθησεν ὁ παρωρισμός· σημαίνων διὰ τοῦ παραδείγματος τῆς ὀπώρας, τὸ πρόσκαιρον τοῦ τῶν σωμάτων ὡραϊσμοῦ, καὶ τῆς ἀνθρώπων τρυφῆς τῶν ἑαυτοὺς ἀσωτίαις καὶ μέθαις ἐκδεδωκότων, αἰσχυνομένων ἑπὶ τοῖς τούτων ἐλέγχοις, κατὰ τό·" Πολλοῖς τῶν ἐκ γῆς χώματι ἀναστήσονται· οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον." Νόει δὲ καὶ οἶνον τὸν ἐξ ἀμπέλου Σοδόμων, καὶ σταφυλὴν χολῆς περὶ οὗ φησι·" Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος," ὃς καιροῖ ψυχὴν, καὶ παρατρέπει διάνοιαν. Οὖ τῆς μέθης ἀνανήψαντες, τότε πενθήσουσιν. Τότε δὲ καὶ πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. Οὐκέτι γὰρ ἔσονται πολιτεῖαι ὁποῖαι νῦν, ἐν αἷς οἱ ἀσεβεῖς τὰ καταθύμια πράττουσιν. Διό φησιν ὁ Σωτήρ·" Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε." Ταῦτα δηλοῖ καὶ ἡ παραβολὴ τοῦ πλουσίου τοῦ ἐν κόλποις Ἀβραὰμ ἑωρακότος τὸν Λάζαρον, ὃς ἤκουεν," Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου." Οὕτως ἄρα τοῖς κρινομένοις ὑπομνήσεις τῶν ἐνταῦθα βεβιωμένων ἐγγίνονται. Διὸ πενθήσουσιν ἑαυτούς. Ὅθεν ὁ Σωτὴρ μακαρίζει τοὺς ἐν τῷ παρόντι βίῳ πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, τοὺς κλαίοντάς τε καὶ πενθοῦντας, καὶ πτωχεύσαντας δι' αὐτὸν, καὶ δεδιωγμένους. Οἷς ἐπιφέρει νῦν ὁ προφήτης· Ταῦτα πάντα ἔσται ἐν τῇ γῇ, ἐν μέσῳ τῶν ἐθνῶν· σαφῶς διδάσκων περὶ τῆς κρίσεως εἰρῆσθαι τὰ λελεγμένα. Ὅτι δὲ καὶ μέχρις ἑνὸς πάντας μετέρχεται, διὰ τῆς ἐλαίας ἐδήλωσεν. Ἀντὶ δὲ τοῦ, Καὶ ἐὰν παύσηται ὁ τρυγητὸς, οὗτοι φωνῇ βοήσονται, διαστολῇ χρησάμενος, ὁ Σύμμαχος δύο κατὰ τὸ αὐτὸ παρέστησε διανοίας εἰπὼν, Ὡς ἐπιφυλλίδες ἐὰν συντελεσθῇ τρυγητός. Εἶτ' ἐξ ἑτέρας φησὶν ἀρχῆς, Οὗ τοῖς παροῦσι φωνὴν αὐτῶν. Τὸ μὲν γὰρ τῇ τῶν προτέρων ἀπέδωκε διανοίᾳ, ὅτι, ὡς οἱ 2201 τὸν τῆς ἐλαίας τρυγῶντες καρπὸν, καλάμοις διακρούοντες, καὶ μέχρι μιᾶς, εἴπου φωνῇ, καταβάλλουσιν· οὕτω τῶν ἀσεβῶν οὐδεὶς, διαφεύξεται ὥσπερ καὶ ἐπὶ τῶν βοτρύων ἐπανίοντές τινες, καὶ τοὺς τὸ πρῶτον λαθόντας συλλέγουσιν. Καὶ τοῦτο παρίστησιν ὁ Σωτὴρ τῇ περὶ τῆς σαγήνης παραβολῇ τῶν σαπρῶν ἔξω βαλλομένων. Ἀλλ' ἐκεῖνοι μὲν ταῦτα πείσονται. Οὗτοι δὲ ἐπαροῦσι φωνὴν αὐτῶν, δῆλον ὡς οἱ τοῦ κρείττονος τάγματος. Ὅθεν ἐπήγαγεν· Ἀγαλλιάσονται ἐν τῷ ἐνδοξασθῆναι Κύριον. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Οἱ ἀσεβεῖς τρυγητὸν παθόντες ἔσχατον, φωνὰς ἀποδώσουσι, βοῶντες ἐν τῷ κολάζεσθαι· οἱ δὲ ἀγαθοὶ εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, ὅτε ὁ Κύριος ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Ἀντὶ δὲ τοῦ, Ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης, Ἤχησαν ὕδατα θαλάσσης, Θεοδοτίων ἑρμήνευσεν, δηλῶν τὸ μέγεθος τῆς βοῆς τῶν δοξαζόντων Κύριον. Νήσους δὲ τὰς Ἐκκλησίας φησὶ τὰς ἐν τῷ παρόντι βίῳ, καὶ πρὸ τῆς κρίσεως ἐν μέσῳ τῶν ἀπίστων, ἐν μέσῳ θαλάσσης ἀπειλημμένας, ἐφ' ἃς ἡ τοῦ Θεοῦ λάμψει δάξα κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. Διόπερ ὁ λόγος τὸν τοῦτο ποιήσοντα Θεὸν ἀνυμνεῖ λέγων· Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν. Ἀντὶ δὲ τοῦ τέρατα, ψαλμοὺς Θεοδοτίων ἑρμηνεύει, καὶ Σύμμαχος. Ὁ δὲ Ἀκύλας, μελῳδίας. Οἱ γὰρ τῆς μερίδος τοῦ Θεοῦ τὴν δικαίαν αὐτοῦ κρίσιν ἀποθαυμάζοντες, εὐφραινόμενοι ἅμα τῇ δόξῃ Κυρίου ὕμνους αὐτῷ καὶ ψαλμῳδίας εὐχαριστηρίους ἀνάγουσιν πανταχόθεν ὄντες τῆς γῆς. Ὃ δὴ καὶ ὁ προφήτης ἐθαύμασεν, ὑμνεῖν αὐτὰς τὸν Θεὸν ἠξιῶσθαι μαθών. Ὃ δὴ καὶ τερατῶδες ἐδόκει κατὰ τοὺς Ἑβδομήκοντα, εἰ τὴν πατρῴαν πλάνην ἐάσαντες τὸν τῶν προφητῶν ὑμνοῦσι Θεὸν εἰς πέρας αὐτοῖς τῆς ἐλπίδος ἐκβάσης. Ἐπὶ γὰρ τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ ἐπῆκται τὸ, ἐλπὶς τῷ εὐσεβεῖ, κἂν ἀλλόφυλος ᾖ δηλονότι, κἂν ἀλλότριος τοῦ σπέρματος Ἀβραάμ. Ἐφ' οἷς, κατὰ Σύμμαχον, εἴρηται· Καὶ εἶπεν τὸ μυστήριόν μου ἐμοί· τὸ μυστήριόν μου ἐμοί. Τῶν γὰρ προφητῶν ἐπὶ τῷ παραδόξῳ τὸν Θεὸν δοξασάντων, μνημονευσάντων δὲ καὶ τῆς ἐλπίδος τῶν εὐσεβῶν, μὴ εἰρηκότων δὲ τίνα καὶ ποῖα ἦν τὰ ἐλπιζόμενα, ποθούντων δὲ μαθεῖν ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, σιωπᾷν αὐτοὺς ὁ Θεὸς παρακελεύεται λέγων· Τὸ μυστήριόν μου ἐμοί· τὸ μυστήριόν μου ἐμοί. Οὐ γὰρ νῦν, φησὶν, ἐκφαίνειν καιρὸς," ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." Ὁ δὲ προ