Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2203.1
φήτης, ὡς ἐδόξασε τὸν Θεὸν ἐπὶ τῇ τῶν ἀγαθῶν ἐλπίδι. Οὕτως ἐκ φιλανθρωπίας τοὺς πονηροὺς ἀποκλαίεται λέγων· Οὐαὶ τοῖς ἀθετοῦσιν. Ἀνθ' οὗ Ἀκύλας μὲν ἔφη· Ὢ εἴμοι ἀθετοῦντες ἠθέτησαν. Ὁ δὲ Σύμμαχος· Οὐαί μοι ἀθετοῦντες ἠθέτηνται· Θυρίδας δὲ οὐρανοῦ κατὰ τὴν προλαβοῦσαν νοήσεις ἐξήγησιν. Ἐπεξιόντος γὰρ τοῖς ἁμαρτάνουσι τοῦ Θεοῦ, αἱ τοῦ οὐρανοῦ θυρίδες ἀναπετάννυνται, τῆς εἰς αὐτοὺς ἐπισκοπῆς γινομένης. Εἰκὸς δὲ οὕτως εἰρῆσθαι περὶ ὧν φησιν ὁ Δαβίδ·" Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν." Τότε μὲν οὖν ἀνοιγήσονται πᾶσαι ἐπὶ τῆς τοῦ Κυρίου βασιλείας, ὅπως δι' αὐτῶν εἰσέρχωνται οἱ βασιλευόμενοι. Νυνὶ δὲ ἀνοιγομένων τί γίνεται; Σεισθήσεται, φησὶ, τὰ θεμέλια τῆς γῆς, καὶ ταραχθήσεται ἡ γῆ· τοὺς οἰκήσαντας ταύτην δηλῶν, ὡς ἀπὸ κακῶν μέθης σαλευομένους. Ἡ δὲ τοιαύτη γῆ τῶν ἀσεβῶν οὖσα ψυχὴ, ὡς ὀπωροφυλάκιον ἔσται. Τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐρημίαν ἐδήλου, ἐν οἷς ἐλέγετο·" Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται." Ταῦτα δὲ γέγονε, τοῖς οἰκοῦσι τὴν γῆν, ἐπείπερ κατίσχυσεν ἐπ' αὐτοὺς ἡ ἀνομία, διὸ ἐπὶ τέλει τοῦ λόγου φησί. Καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι. Ἅπαξ μὲν γὰρ πεσοῦσα κατὰ τὴν τοῦ θνητοῦ βίου τελευτὴν ἡ γῆ, σὰρξ οὖσα γεώδης, ἢ φιλοσώματος ψυχὴ, ἢ οἱ πάλαι τὴν γῆν οἰκοῦντες, τῆς καθολικῆς ἀναστάσεως τεύξονται, παραστῆναι τῷ δικαστῇ, καὶ τῶν πρὸς ἀξίαν τυχεῖν. Ἐπειδ' ἂν δὲ κριθέντες, τῆς ἀγαθῆς ἐλπίδος ἐκπέσωσι παραδοθέντες κολάσεσιν, ἐκπεσόντες τότε Θεοῦ, οὐκ ἔτι λοιπὸν ἀναστῆναι δυνήσονται. Περὶ δὲ τῆς γῆς αὐτάρκως εἰπὼν, τοῦτ' ἔστι τῶν οἰκητόρων τῆς γῆς, ἐπὶ τὸν οὐρανὸν μεταβαίνει καὶ τὰ οὐράνια, λέγων· Τῇ ἡμέρᾳ ἐκείνῃ, τῷ τῆς κρίσεως δηλονότι καιρῷ, ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, τὴν συντέλειαν δηλῶν τοῦ παντὸς, καθ' ἣν οὐρανὸς καὶ γῆ παρελεύσεται, ὡς ὁ Σωτήρ φησι· καὶ" Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται," καὶ τὰ ἐπὶ τούτοις. Κόσμον δὲ οὐρανοῦ, τοὺς φωστῆρας κατὰ τὸν Μωσέα καλεῖ λέγοντα·" Ἔπεχε μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσεις αὐτοῖς." Ταῦτα γὰρ καὶ ὁ προφήτης δηλῶν ἐπιφέρει· Καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος. Ἀνθ' οὗ Σύμμαχός φησι· Καὶ ἐντραπήσεται ἡ σελήνη, καὶ αἰσχυνθήσεται ὁ ἥλιος, καὶ οἱ λοιποὶ δὲ τὰ ὅμοια. Ἅπερ οἱ Ἑβδομήκοντα συνεκάλυψαν, ὡς Ἕλλησιν ἐκδιδόντες τὴν γραφὴν διὰ τὸ ἀπεμφαῖνον τῆς λέξεως. Τὴν οὖν χεῖρα τούτοις ἐπιφέρει Θεὸς συντέλειαν ἐργαζόμενος. Βασιλέας δὲ γῆς συγκλειομένους, νόει τοῦ αἰῶνος τούτου τοὺς ἄρχοντας. Ὡς καὶ Γαβριήλ φησιν ἐν τῷ 2205 Δανιήλ· Καὶ ἐξῆλθεν εἰς συνάντησίν μου ἄρχων βασιλείας Περσῶν, καὶ ἄρχων βασιλείας Μήδων. Ἀκόλουθον γὰρ ἦν Χριστοῦ λοιπὸν βασιλεύοντος ἐν αἰῶνι νέῳ, τοὺς ἐναντίους βασιλέας εἰς τόπον καταβληθῆναι τὸν πρέποντα. Δύο Σύμμαχός φησι· Καὶ ἀθροισθήσονται ἀθροισμὸν δεσμίου εἰς λάκκον, καὶ συγκλεισθήσονται εἰς συγκλεισμόν. Ἐνέπεσον γὰρ εἰς ὂν εἰργάσαντο λάκκον, μηκέτι τοῖς ὑπὸ Χριστοῦ βασιλευομένοις παρενοχλήσοντες. Σεσίγηται δὲ φασὶν, ὡς ἀπόῤῥητον, ὑπὸ τίνος ἡ ἐπισκοπὴ ἔσται αὐτῶν, ἢ κατὰ τοὺς λοιποὺς, ἐπισκεφθήσονται, Θεοῦ δηλονότι. Ἐντραπήσεσθαι δέ φησιν ἥλιόν τε καὶ σελήνην, δίκας διδόντων τῶν ὑπ' αὐγὰς αὐτῶν γεγονότων, ὡς οἱ Δεσποτικῶν οἴκων μακρῷ χρόνῳ γεγονότες ἐπίτροποι, ἐπιστάντος τοῦ Δεσπότου, τοὺς ὑπ' αὐτοῖς τελέσαντας κολαζομένους θεώμενοι, μὴ δυνηθέντες συνεισενέγκαι τι τούτοις εἰς ἀρετήν. Ἐφ' οἷς ἐπιφέρεται· Βασιλεύσει Κύριος ἐν τῷ ὄρει Σιών. Ἔπρεπε γὰρ τῷ περὶ συντελείας λόγῳ τὴν μέλλουσαν ἐπουράνιον Χριστοῦ βασιλείαν εἰπεῖν μετὰ τὴν τῶν ἐναντίων τυράννων καθαίρεσιν. Σιὼν δὲ καὶ Ἱερουσαλὴμ τὰς κατὰ Παῦλον τὸν μέγαν ἐπουρανίους φησὶν, ἐν αἷς καταξιωθήσονται τῆς αὐτοῦ θεότητος οἱ κυρίως πρεσβύτεροι. ΚΕΦΑΛ. ΚΕʹ. αηʹ. 9Κύριος ὁ Θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα βουλὴν ἀρχαίαν ἀληθεινήν. Γένοιτο, Κύριε, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. Τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ9, κ. τ. λ. Περὶ τῆς καθόλου κρίσεως τῶν ἀσεβῶν τε καὶ δικαίων εἰπὼν, ἧς τέλος ἦν ἡ Χριστοῦ βασιλεία, τὸν Θεὸν ἐπὶ τούτοις ἀνυμνεῖ καὶ δοξάζει. Πληροφορηθεὶς γὰρ περὶ τούτων παρὰ Θεοῦ, καὶ τὸν νοῦν οὐκ ἔχων ἄκαρπον φοιτώσης τῆς χάριτος ἐπ' αὐτὸν, ἀντιλαμβανόμενός τε τῶν παρὰ τοῦ Θεοῦ, καὶ τῶν ἰδίων τοῦ νοῦ κινημάτων, ἀποθαυμάζει τὸν εὐεργέτην Θεὸν, ὡς ἐπὶ θαυμασίᾳ τε καὶ ἀρχαίᾳ βουλῇ. Τὸ δὲ ταύτης ἀρχαῖον ἐδήλωσεν ὁ Χριστός·" Δεῦτε, λέγων, οἱ εὐλογημένοι τοῦ Πατρὸς, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Καὶ ὁ θεῖος δὲ Παῦλος ἐντεῦθεν ὁρμώμενος γέγραφε·" Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἐν αὐτῷ." Κατὰ δὲ τοὺς λέγοντας ταῦτα περὶ τῆς ἐπιδημίας εἰρῆσθαι, τὸ ἀρχαῖον τῆς βουλῆς παρίστησι Συμεὼν εἰπών·" Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν." Καὶ Ζαχαρίας λέγων·" Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ." Ἀρχαία μὲν οὖν διὰ τοῦτο· ἀληθινὴ δὲ, διότι καὶ πρὸ ἑσπέ 2208 ρας ἐκβήσεται, ἐπειδ' ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· ὅτ' ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Τότε γὰρ πάσης κακίας ἐκ ποδῶν ἀρθείσης, καὶ τοῦ ἐσχάτου ἐχθροῦ τοῦ θανάτου καταργηθέντος, ὁ μὲν Θεὸς ἔσται πάντα ἐν πᾶσιν· ὁ δὲ Σωτὴρ ἡμῶν τοῦ νέου βασιλεύων αἰῶνος ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται, συμβασιλευόντων ἐν ζωῇ τῶν ἁγίων αὐτῷ. Τὸ δὲ τῶν ἀγαθῶν τέλος ἰδεῖν ᾖ τάχος ἐπιθυμῶν, ἐπεύχεται· Γένοιτο, Κύριε. Ἤγουν ἐπειδὴ περὶ τῶν μήπω γεγονότων τὸ, ἐποίησας, ἔλεγε, δεικνὺς ὡς ἔσται πάντως, εἰ καὶ μὴ γέγονε, προσέθηκε τό· Γένοιτο, Κύριε. Ἀλλ' ἐπεύχεται μὲν περὶ τῶν τευξομένων μακαριότητος. Περὶ δὲ τῶν ἐν τῷ θνητῷ βίῳ πρὸ παρεληλυθότων ἐπιλέγει τὸ, ἔθηκας ἐν τῷ θνητῷ πόλεις εἰς χῶμα, δοξάζων αὐτὸν καὶ ἐφ' οἷς τὰς ἀσεβεῖς τῶν ἀθέων πολιτείας κατέλυσεν, ἀσεβῆ τε τούτων οἰκοδομήματα τάχα πόλεις, καὶ τὰς ἀντικειμένας δυνάμεις δηλῶν. Ἃς διὰ τὴν ἰσχὺν, τεῖχος καὶ πόλιν καλεῖν ἔθος, ὡς ἐλέγετο πρότερον, ἃς καθελὼν ὁ Χριστὸς ἀναστῆναι πάλιν οὐ συγχωρήσειεν. Οἵγε μὴν αὐτῶν διαφυγόντες τὰς χεῖρας, ἥγουν ἐκ τῶν ἀσεβούντων ἀνθρώπων οἱ σεσωσμένοι, εὐλογήσουσίν σε, ἢ δοξάσουσι κατὰ τοὺς λοιπούς. Εἰσὶ δὲ οὗτοι λαὸς ὁ διὰ σὲ πτωχεύσας κατὰ τὸν πρότερον αἰῶνα, καὶ ὃν οἱ διῶκται τῆς θεοσεβείας ἠδίκησαν. Ἤγουν οἱ πάλαι πτωχοὶ πάσης ἀρετῆς, τῶν παρὰ σοῦ χαρισμάτων, ὧν Ἰσραὴλ μόνος ἀπέλαυεν· γυμνοί τε τῆς ἄνωθεν σκέπης γενόμενοι. Τούτων γὰρ πάντων εἰς τοὐναντίον αὐτοῖς μεταστάντων, χαριστηρίους εἰκότως ᾠδὰς ἀναπέμπουσιν. Καὶ ὅτε γὰρ ἦσαν ταπεινοὶ καὶ ἐν ἀθυμίᾳ, τρυφῆς τε πάσης ἐνδείᾳ τῶν φαύλων ἐν μέσῳ στρεφόμενοι, σὺ τούτων ἦσθα, Δέσποτα, βοηθός τε καὶ σκέπη. Ἀλλὰ καὶ κατ' ἐκεῖνο διψῶσι καιροῦ, ὡς λέγειν·" Ἐδίψησέν σοι ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα," σὺ πάλιν ἦσθα πηγὴ, ποτίζων αὐτοὺς ἐπιῤῥοῇ τῇ τοῦ πνεύματος, τῆς ὀλιγοψυχίας αὐτοὺς ἀνακτώμενος, ἐνισχύων αὐτοὺς τῇ τοῦ μονογενοῦς σου Λόγου δυνάμει. Ὡς ἂν δὲ μὴ περὶ αὐτῶν εἰρῆσθαι ταῦτα παῖδες Ἰουδαίων νομίσωσι, τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν χάριν παρίστησι· Καὶ ποιήσει, λέγων, Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. Τί δὲ ποιήσει; Κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς, ποτὸν ἑξῆς εἴρηται· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, πίονται εὐφροσύνην, πίονται οἶνον. Οὐκ ἄρα τῷ Ἰουδαίων λαῷ τὸ συμπόσιον, πᾶσι δὲ τοῖς ἔθνεσι λέγει παρασκευάσειν τὸν Κύριον. Οὐκ ἐν φάραγξιν, οὐδ' ἐν πεδίοις, οὐδ' ἐν πολλοῖς ὄρεσιν, οὐδ' ὡς ἔτυχεν ἐπί τινος ὄρους, ἀλλ' ἐπ' ἐκεῖνο περὶ οὗπερ ἔφησε δεικτικῶς, ἐπὶ τὸ ὅρος τοῦτο. Ποῖον. ἢ τὸ δηλωθὲν 2209 ἐν τῷ Βασιλεύσει, Κύριος ἐν ὄρει Σιών; Ἐκεῖ τοῖς ἔθνεσι τὸ συμπόσιον, καὶ τὸ τῆς ἀθανασίας ποτὸν, περὶ οὖ φησιν ὁ Παῦλος·" Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ." Ἐν οἷς οἱ ἀπὸ τῶν ἐθνῶν καταξιούμενοι τῶν ἐπαγγελιῶν, πίονται εὐφροσύνην, καὶ πίονται τῆς ἀληθινῆς οἶνον ἀμπέλου. Περὶ οὗ ὁ Σωτὴρ ἔλεγεν· Οὐ μὴ πίω αὐτὸ, ἕως ἂν πίω αὐτὸ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλὰ καὶ χρίσονται μῦρον, οὐκέτι τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ληψόμενοι, ἀλλ' αὐτοῦ τοῦ πληρώματος τῆς θεότητος μεθέξοντες τοῦ Υἱοῦ τοῦ Θεοῦ. Οὐκ ἐκ μέρους ἔτι γινώσκοντες, καὶ ἐκ μέρους προφητεύοντες, ἀλλ' ἐκ τοῦ τελείου μέτοχοι γενόμενοι τοῦ Χριστοῦ ὡς καὶ αὐτοὺς ἀποφανθῆναι χριστοὺς, Θεοῦ τε υἱοὺς, καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους Χριστοῦ. Κατὰ δὲ τοὺς περὶ τῆς ἐπιδημίας εἰρῆσθαι λέγοντας, ὄρος μὲν ἡ Ἐκκλησία οὖσα σκοπευτήριον, καὶ ὅρασις εἰρήνης, διὰ τὸ τῶν δογμάτων ὑψηλὸν καὶ τῶν ψυχῶν τὸ ἀτάραχον· οἶνος δὲ καὶ μῦρον, σαφῶς τὸ μυστικὸν χρίσμα, καὶ τὸ σωτήριον αἷμα παρέστησεν. Γράφει γὰρ καὶ ὁ μακάριος Ἰωάννης·" Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου." Τούτῳ γὰρ οἱ βαπτιζόμενοι χρίονται, σύμβολον τοῦ μεταλαχεῖν τοῦ θείου Πνεύματος τὸ χρίσμα ποιούμενοι. Ἀλλ' ἐπεὶ τούτων ἀνάξιος Ἰσραήλ· Παράδος αὐτὰ, φησὶ, τοῖς ἔθνεσιν, ὥσπερ τις παρακαταθήκην ἐν μυστηρίῳ παραδίδωσι. Διὸ καὶ θαυμαστὰ, καὶ βουλὴν ἀρχαίαν ἔλεγεν ὁ προφήτης αὐτά. Οὐ γὰρ ὥσπερ ὁ πάλαι νόμος δι' ἀγγέλων λαληθεὶς ἐδόθη μόνῳ τῷ Ἰσραὴλ, ἀλλὰ Χριστὸς τῶν ἐθνῶν ἡ προσδοκία· κατὰ τό·" Καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν." Τὸ δὲ αὐτὸ, φησὶν, ἦθος ὁ προφήτης ἐφύλαξεν· ὡς γὰρ παραμυθούμενος τοὺς ἐξ Ἰσραὴλ, καὶ τῶν ἄλλων ἐθνῶν ἔλεγε τὴν ἀπώλειαν διικνουμένων, διὰ πάντων τοῦ Θεοῦ δεικνύων τὴν πρόνοιαν. Ὠλιγώρουν γὰρ οἱ ἐξ Ἰσραὴλ, συνεχέσιν ἐλέγχοις καὶ παιδείαις ὁρῶντες αὐτοῖς ἐπικείμενον τὸν Θεὸν, οὐ φιλανθρωπίας Θεοῦ ταῦτα δοκοῦντες τεκμήρια, τῆς δὲ ἰδίας ἀπωλείας ἐνθήκην ἐν ἐλευθερίᾳ διάγειν τὰ ἔθνη νομίζοντες, ὡς ἂν μὴ ὄντα ὑπὸ Θεόν. Μηδὲ γὰρ δίκην αὐτοὺς ἐφ' οἷς ἐπλημμέλουν εἰσπράττεσθαι. Οὔτω καὶ νῦν διὰ τῶν χρηστοτέρων τὴν εἰς ἅπαντας κηδεμονίαν ἐδήλωσεν. Οὐ γὰρ τοῖς ἔθνεσι ταῦτα περινοστῶν ὁ προφήτης ἀπήγγελλεν· ἀλλὰ τοὺς Ἰουδαίους ἐπαίδευε τὰ μετὰ πλείστους γενησόμενα χρόνους, πιστούμενος αὐτὰ διὰ τῶν ὅσον οὔπω γενησομένων ὑπ' Ἀσσυρίων. Πῶς δὲ τεύξεται τούτων τὰ ἐξ ἀρχῆς ἀσεβοῦντα, παρίστησιν ἔθνη διὰ Χριστοῦ φυγόντα τῆς εἰδωλολατρείας τὸν θάνατον, ἐφ' ᾧ ἂν αὐτά τις ἐδάκρυσεν ὄνειδος ἔχοντα τὴν ἀσέβειαν. Ἦν δὲ τὸ δάκρυον τῶν διὰ φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαιομένων ἀπώλειαν ὑπὸ τοῦ διαβόλου γεγενημένην, ὃς

Intertext edge

Open linked passage

Note