Commentarii in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
2212.1
καὶ θάνατος εἴρηται. Ὅσον μὲν οὖν ἧκεν εἰς τοὺς ἀνθρώπους, ἀπώλοντο· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία τὸν ὀνειδισμὸν αὐτῶν τῆς ἐφυβρίστου δουλείας τοῦ διαβόλου ἀφείλετο. Εἴποις δ' ἂν, καὶ ὡς ἐπὶ καιροῦ πάνυ, τῇ τοῦ μυστηρίου παραδόσει καὶ ὁ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν συνεισκεκόμισται λόγος. Διὸ καὶ σαρκὸς ἀνάστασιν ἐν τῷ τοῦ βαπτίσματος ὁμολογοῦμεν καιρῷ, καὶ ὡς διὰ τοῦ Ἀδὰμ καταδραμὼν τοῦ γένους τῶν ἀνθρώπων ὁ θάνατος, θρήνων ἡμῖν ὑποθέσεις καὶ δακρύων παρέσχετο. Τούτου δὲ φυγὴν ἡ τριήμερος παρέσχε τοῦ Σωτῆρος ἀνάστασις πρωτοτόκου γεγονότος ἐκ τῶν νεκρῶν καὶ ἀπαρχῆς τῶν κεκοιμημένων. Ἕψεται δὲ τῇ ἀπαρχῇ καὶ πρώτῳ τὰ μετὰ ταῦτα, τοῦτ' ἔστιν ἡμεῖς, οὓς διαῤῥήξας τὸν σάκκον περιέζωσεν εὐφροσύνην, ὡς ἐπεμβαίνειν τῷ θανάτῳ." Ποῦ ἡ νίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία." Πᾶν οὖν ἡμῶν ἀφῄρηται δάκρυον, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως οὐ λυπουμένων ἀμέτρως, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὄνειδος δέ φησι τοῦ λαοῦ τὸν θάνατον, ὡς ἐκ τῆς ἡμῶν παραβάσεως ἐσχηκότα τὴν γένεσιν· ἢ καὶ τὴν ἁμαρτίαν, δι' ἧς ἐκβέβηκεν ἡ φθορά. Ἀλλ' ἐπεὶ πολλοῖς ἄπιστον τῆς ἀναστάσεως τὸ μυστήριον, ὄντως ὑπάρχον παράδοξον, φησὶν, ὅτι Τὸ στόμα Κυρίου ἐλάλησεν. Ἤγουν ἐπειδὴ λίαν ἦν ἄπιστον, ἐκ τῶν ἐθνῶν ἀπολεῖσθαι τὴν πλάνην, εἰκότως τοῦτο προσέθηκεν. Εἰ δὲ τῆς εἰδωλολατρείας ἔτι σώζεται λείψανον, θαυμαστὸν οὐδέν. Ἔδει γὰρ δείκνυσθαι τίνων ἡμᾶς ὁ Λυτρωτὴς ἠλευθέρωσε πάλαι τῶν ἀνθρώπων θυσίαν τὰ τέκνα προσαγόντων τοῖς δαίμοσι. Καὶ τὸ ἐφ' ἡμῖν δὲ οὕτως ἐκ τῆς αὐτεξουσίου γνώμης ἐδείκνυτο. Τὸ δὲ ἐπὶ τὸ ὄρος, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς διάνοιαν ἑτέραν παρίστησι. Σαφῶς γὰρ οὕτως ἐξέδωκε Σύμμαχος· Καταποντιεῖ ἐν τῷ ὄρει τούτῳ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάζοντος πάντων τῶν ἐθνῶν, καὶ ἡ χρῆσις ἡ κεκριμένη κατὰ πάντων τῶν ἐθνῶν, καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. Καὶ ἐξαλείψει Κύριος ὁ Θεὸς ἀπὸ προσώπου πᾶν δάκρυον καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ περιελεῖ ἀπὸ πάσης τῆς γῆς, ὅτι Κύριος ἐλάλησεν. Οἷς Ἀκύλας καὶ Θεοδοτίων συμφώνως ἐξέδωκαν, δηλοῦντες ὡς ὅτ' ἂν τὸ συμπόσιον ἐν ὄρει τῷ προειρημένῳ ποιήσει τοῖς ἔθνεσι Κύριος, μετασχεῖν ἀξιώσας τῶν ἀῤῥήτων αὐτοῦ μυστηρίων, τὸ τηνικαῦτα τοῦ ἐξουσιαστοῦ τὸ πρόσωπον καταποντίσας, ἀφανὲς γενέσθαι ποιήσειεν τοῦ ἐξουσιάσαντος πάντων τῶν ἐθνῶν, τοῦτ' ἔστι τοῦ θανάτου νῦν μὲν ἐξουσιαστοῦ ῥηθέντος, παρὰ δὲ τῷ Ἀποστόλῳ βασιλέως, ἐβασίλευσε λέγοντος ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως. Ἐπεὶ τοίνυν ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, εἰκότως ταῦτά φησιν. Ἀντὶ δὲ τοῦ 2213 προσώπου τοῦ ἐξουσιαστοῦ, τὸ πρόσωπον τῆς σκοτίας Σύμμαχός τε καὶ Θεοδοτίων ἐξέδωκαν, οὕτω δηλοῦντες τὸ ἀφεγγές τε καὶ σκότους πλῆρες τοῦ θανάτου χωρίον. Τότε τοίνυν, ὅτεπερ οἱ ἅγιοι συμβασιλεύσωσι τῷ Χριστῷ, ὁ πάντας καταπίνων καταποθήσεται θάνατος. Τὸ δὲ αἴτιον ἡ χρίσις, δι' ἣν οὐκ ἔτι θανάτῳ δουλεύσουσιν. Ἅπερ ὠφελημένος ὁ θεῖος Ἀπόστολος ἔφασκε·" Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν," καὶ τὰ ἐπ' αὐτοῖς. Ὅτε καὶ πᾶν ὄνειδος ἀφαιρεθήσεται. Ὄνειδος γὰρ ἦν τοῖς κατ' εἰκόνα Θεοῦ πεποιημένοις ἀνθρώποις, τὸ ἐκπεσεῖν τῆς αἰωνίου ζωῆς. θʹιβʹ. 9Καὶ ἐροῦσι τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἐφ' ὃν ἠλπίζομεν. Καὶ ἠγαλλιώμεθα, ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαισ9, κ. τ. λ. Καταποθέντος τοῦ θανάτου κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως, οἱ τοῦ νέου αἰῶνος υἱοὶ χαριστήριον ᾄσουσιν ᾠδὴν τὸν ἑαυτῶν Σωτῆρα θεώμενοι λέγοντες· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ ἠλπίζομεν, τὸν πρὶν ἐλπισθέντα νῦν ὁρῶντες ἡδόμεθα, τὰ ἐπιόντα λυπηρὰ δι' αὐτὸν καρτερήσαντες. Ἀνθ' ὧν ἐν τῷ τῆς βασιλείας ὄρει, τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσουσι. Ἡ δὲ Μωαβῖτις, κατὰ δὲ τὴν Ἑβραΐδα Μωὰβ, τῆς ἀσεβείας ὑφέξει τὴν δίκην. Ἀντὶ δὲ τοῦ ἀλοηθήσεται, Σύμμαχος ἐξέδωκεν ἁλοήσομεν. Τίνες δὲ οἱ ἁλοῶντες, ἑξῆς ἐπιφέρει λέγων· Καὶ πατήσουσιν αὐτὸν πόδες πραέων καὶ ταπεινῶν βήματα. Νόει δὲ Μωὰβ, τὸν παρὰ Μωαβίταις τιμώμενον δαίμονα κατὰ Θεοῦ μὲν ἐπαρθέντα, συντρίψαντα δὲ τοὺς ὑφ' ἑαυτῷ, καὶ αὐτὸν δὲ τὸν Ἰσραὴλ τῷ Βεελφεγὼρ τελεσθῆναι ποιήσαντα· καὶ ἐν τῇδε περὶ Μωὰβ ἔλεγεν ὁράσει, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Περὶ οὗ καὶ ὁ Ἱερεμίας φησί·" Καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ." Καὶ πάλιν·" Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμώς." Οἷος δὲ ἦν, δηλοῖ λέγων·" Ἐγγὺς ἡμέρα Μωὰβ, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα." Καὶ πάλιν·" Ἴδετε πῶς συνετρίβη βακτηρία εὐκλεής." Καὶ πάλιν·" Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη, φησὶ Κύριος. Δήσατε αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγάλυνεν." Καὶ πάλιν·" Καὶ ἔσται εἰς γέλωτα καὶ αὐτὸς, ἐπειδὴ εἰς γελοιασμὸν ἦν σοι Ἰσραήλ." Καὶ ἑξῆς·" Ἤκουσα, φησὶν, ὕβριν Μωὰβ, ὕβρισεν σφόδρα τὸ ὕψος καὶ ὑπερηφανία." Ἐπειδὴ οὖν φοβερὸς Ἰουδαίοις νενόμιστο, παρίστησιν αὐτοῦ τὴν ἐν τῷ μέλλοντι κρίσιν. Ἀντὶ δὲ τοῦ, Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ οἴκου σου ταπεινώσει, Σύμμαχος, Καὶ τὸ ὀχύρωμα τοῦ ὕψους τῶν τειχῶν σου κύψει, φησί. Τεῖχος δὲ καὶ ὀχύρωμα αἱ δυνάμεις ἦσαν αὐτοῦ, αἷς ὠχύρωτο. Νοήσεις δὲ δι' ἑνὸς, οἷα πείσονται καὶ οἱ τὰ λοιπὰ τῶν ἐθνῶν ἀπατήσαν 2216 τες δαίμονες. Τοῦτο γὰρ ἡμῖν ὁ προφήτης κατέλιπεν. ΚΕΦΑΛ. Κ ʹ. αʹηʹ. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας, λέγοντες· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν θήσει τὸ τεῖχος, καὶ περίτειχος. Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην9, κ. τ. λ. Μετὰ δὲ τὴν τούτων ἀπώλειαν Χριστοῦ βασιλεύοντος τῶν ὑφ' αὑτῷ κατὰ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἣν Ἰουδαίαν καλεῖ τὸ πλάτος ἐκείνης μηνύων τῆς πόλεως· τὸ δὲ ἐν αὐτῇ τῶν ἁγίων πολίτευμα, πόλιν Θεοῦ, ἀκολούθως τῇ χώρᾳ τῆς ἐπὶ γῆς Ἰερουσαλὴμ, ἄμα μὲν ὑποδηλῶν τὴν ἀλήθειαν, ἅμα δὲ τοὺς Ἰουδαίους παραμυθούμενος [καὶ] εἰς τὴν τῶν προκειμένων ἐλπίδα προτρέπων, οἳ τυχόντες τῶν ἐπαγγελιῶν ᾄσουσιν ᾆσμα τὸ ἐπουράνιον. Τὸ δὲ ᾆσμα· Ἰδοὺ πόλις ὀχυρὰ τὸ σωτήριον ἡμῶν. Ἡ κάτω γὰρ ἐπὶ γῆς οὐκ ὀχυρὰ πολλάκις ἁλοῦσα. Ἡ δὲ ἄνω, καὶ ὀχυρὰ, καὶ σωτήριον, ὅπερ Ἰησοῦς ἡ τῶν Ἑβραίων ἔφη φωνή. Αὐτὸς γὰρ τῶν μακαρίων Σωτὴρ, πόλις, τεῖχός τε, καὶ περίτειχος. Ταύτης δὲ πύλας, τὰς διαφόρους τῶν αὐτόθι μονῶν εἰσόδους νοήσομεν, ἃς ἀνοιγῆναί φησιν οὐκ Ἰουδαίοις, ἢ τῷ Ἰσραὴλ, ἢ τοῖς τυχοῦσιν ἀπλῶς, μόνοις δὲ τοῖς δικαιοσύνην, καὶ ἀλήθειαν, καὶ εἰρήνην φυλάττουσι. Περὶ ὧν πᾶς ἐρεῖ θεοφιλής·" Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ." Ἀνοίγονται δὲ αὐτοῖς, ἐπειδήπερ ἐπὶ σοὶ ἤλπισαν ἕως τοῦ αἰῶνος, ὃς καθεῖλες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς καὶ τὰς πόλεις αὐτῶν, καθεῖλες, συντέλειαν τοῦ θνητοῦ ποιησάμενος βίου, ἢ τὰς ἀσεβεῖς αὐτῶν πολιτείας ἠφάνισας. Συνῳδὰ ταῦτα τοῖς εἰρημένοις, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τοὺς δὲ σοὺς πραεῖς ἄνδρας, οὓς ἔφης κληρονομῆσαι τὴν γῆν, ταπεινοὺς ὄντας πρότερον, κατὰ τὸν τῆς δικαιοκρισίας σου καιρὸν ἀνύψωσας, κατακρατεῖν αὐτοὺς τῶν πάλαι ποιήσας ὑπερηφάνων τὰς κεφαλὰς, ὅτε καὶ ἡ τῶν ἀσεβῶν ὁδὸς εὐθεῖα, μηδενὸς αὐτοῖς ἐκ ποδῶν ἔτι καθεστῶτος, οὗπερ αἴτιον ἡ τοῦ Θεοῦ δικαιοκρισία. Τὴν δὲ προκειμένην ῥῆσίν τινες ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐξέλαβον. Τὸν γὰρ τὰ σύμβολα παραδεδωκότα τὰ μυστικὰ, περὶ ὧν ἔλεγεν, Θεὸν ὄντα γνώσεσθαι τοὺς ταῦτα λαβόντας, εἰ καὶ γέγονεν ἐν σαρκί. Τὸν δὲ λόγον ἁρμόττειν φασὶ τοῖς ἐξ Ἰσραὴλ, οἳ καὶ προσεδόκων αὐτὸν, ἐκ τῶν Γραφῶν ὡς ἥξει μαθόντες· ὡς ἐδήλωσε Συμεών τε, καὶ Ζαχαρίας, ὡς εἴρηται, τυχόντες ἧς εἶχον ἐλπίδος. Οἱ δὲ τοιοῦτοι προσομολογοῦσιν ἐπὶ τὸ ὄρος τοῦτο δώσειν ἀναπαύσειν τὸν Θεὸν, δηλονότι τὴν Ἐκκλη 2217 σίαν, καὶ Χριστὸς γὰρ ἐβόα·" Δεῦτε πρός με οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." Δι' αὐτοῦ γὰρ ἀπεθέμεθα τὸ τῆς ἁμαρτίας φορτίον, καὶ τοῦ φόβοι τῶν ἐπὶ ταύτῃ κολάσεων. Προστέθειται δὲ καὶ τὰ ἐν ἐλπίσιν ἀγαθά. Γέγραπται γὰρ περὶ τῶν ἁγίων, ὅτι εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Εἶτα δείκνυσι τὴν ἐπὶ τῇ τῶν μυστικῶν παραδόσει τῆς εἰδωλολατρείας κατάλυσιν, τοῖς τῶν πιστευόντων ποσὶν ὑπενηνεγμένου τοῦ Σατανᾶ, διὰ τὸν δόντα πατεῖν αὐτοῖς ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Διὰ μιᾶς δὲ χώρας εἰδωλολατρούσης, πάσας ἐδήλωσεν. Τὰς δὲ χεῖρας ἀνήσει, φησὶν, ὁ τῆς εἰδωλολατρείας εὑρετὴς, ἐκλυομένης αὐτοῦ τῆς δυνάμεως, δι' ἧς ἐταπείνου τὸν ἄνθρωπον. Ἀντὶ δὲ τῆς ἐνεργείας τὴν χεῖρα παρείληφε, δι' ἧς ὑπέταξεν ἑαυτῷ τοὺς ἐπ' ἔργοις ἀγαθοῖς ἐκτισμένους ὑπὸ Θεοῦ. Πρὸς αὐτὴν δὲ τὸν λόγον ἀποστρέψας τὴν Μωαβῖτιν, ὕψος καταφυγῆς τοῦ τοίχου τὸ ταπεινούμενον αὐτόν φησι τὸν τῆς ἀπάτης καὶ τῆς εἰδωλολατρείας προεστηκότα.... θιεʹ. 9Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾖ ἐπεθύμει ἡ ψυχή μου. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβὴσ9, κ. τ. λ... εἰς τὴν ἐπιοῦσαν ἡμέραν. Ὥσπερ δὲ ἐν παντὶ ῥήματι Θεοῦ τρέφεται ἡ ψυχὴ, οὕτω καὶ ἐν παντὶ προστάγματι καταυγάζεται. Σπουδὴ τοίνυν ἔστω τὴν δικαιοσύνην μαθεῖν. Διδακτὸν γὰρ οὐ φυσικὸν, ὡς τὸ ὁρᾷν τε καὶ ἀκούειν, μυσταγωγὸς δὲ πρὸς τοῦτο Χριστὸς, ἐφ' οὗ λέγεται τό· Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Τοῦτο δὲ καὶ νῦν τοῖς ἐκ τῶν ἐθνῶν πεπιστευκόσιν ὁ προφήτης παρακελεύεται, ὅπερ ἔοικε τῷ·" Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Καὶ νῦν γὰρ ὁ προφήτης πάντας καλεῖ πρὸς τὴν εὐαγγελικὴν δικαιοσύνην τοὺς ἀνὰ πᾶσαν οἰκοῦντας τὴν γῆν, οὐ τοὺς ἐξ Ἰσραὴλ μόνους, ὡς τοῦ Μωσέως ὁ νόμος· τὸ δὲ ἀπειθεῖν οὐκ ἀζήμιον. Πέπαυται γὰρ ὁ ἀσεβὴς οἰχόμενος πρὸς ἀπώλειαν, πᾶς ὃς ἂν μὴ μάθῃ δικαιοσύνην μηδὲ ποιήσῃ ἀλήθειαν, τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ δηλονότι λατρείαν τε καὶ προσκύνησιν. Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν. Χριστὸς δὲ μόνος ἀλήθεια, ὃς καὶ γέγονεν ἡμῖν παρὰ τοῦ Πατέρος δικαιοσύνη, καὶ ἃ δεῖ παραγγέλλει δικαιοσύνη τέ ἐστι καὶ ἀλήθεια. Αἴρεται δὲ ὁ ἀσεβὴς, ἴνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Φησὶ γάρ·" Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε." Καὶ πάλιν·" Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται." Μὴ συνὼν γὰρ Χριστῷ, πῶς ὄψεται τὴν δόξαν αὐτοῦ; Λαμβάνεται δὲ τοῦτο καὶ εἰς τὸν διά 2220 βολον, καὶ τοὺς ἀγνώμονας Ἰουδαίους. Ἀπειλοῦντος γὰρ τοῦ Θεοῦ τοῖς μὴ μανθάνουσι δικαιοσύνην, εἰς ἀνάμνησιν ὁ προφήτης ἦλθε τῆς τοῦ Ἰσραὴλ ἐξ ἀπειθείας ἀγνοίας. Ὁ μὲν γὰρ τοῦ Θεοῦ Υἱὸς βραχίων λεγόμενος τοῦ Πατέρος, δι' οὗ τὰ πάντα γέγονε, σαρκωθεὶς ἵνα δικαιώσῃ τοὺς ἐπὶ τῆς γῆς διὰ πίστεως, τὰ ὑπὲρ φύσιν καὶ λόγον εἰργάζετο, διὰ τούτων, ὡς Θεὸς εἴη, δεικνύς. Διόπερ ἔφασκεν·" Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατέρος μου, μὴ πιστεύετέ μοι." Οἱ δὲ ὁρῶντες καὶ διδασκόμενοι, πρὸς τῷ μὴ πιστεύειν, Σαμαρείτην, καὶ δαιμονῶντα, καὶ μέθυσον, καὶ τέκτονος ἐκάλουν υἱόν. Σωζομένων δὲ τῶν ἐθνῶν, πονηρῷ καιόμενοι ζήλῳ, πυρίκαυστοι γενέσθαι μᾶλλον ἤθελον, ἢ ταῦτα βλέπειν σωζόμενα. Τοῦτο δὲ καὶ ἐπὶ τῇ τοῦ Σωτῆρος γεννήσει πεπονθέναι φησὶν αὐτοὺς ὁ προφήτης, ὅτι παιδίον ἐγεννήθη ἡμῖν Υἱός. Διὸ πρὸς τὸν Πατέρα φησὶν ὁ προφήτης· Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐχ ᾔδεισαν. Ὡς δὴ κοινοῦ τινος ὑπερορῶντες ἀνθρώπου, διὰ τῶν ἔργων αὐτὸν ἐπιγινώσκειν ὀφείλοντες. Γνόντες δὲ αὐτοῦ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, αἰσχυνθήσονται, ὅτε καὶ ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔδωκαν, ὡς ἂν μὴ πᾶσιν ἔκπυστον γένηται. Αἰσχυνθήσονται δὲ καὶ ὅτ' ἂν ἴδωσιν αὐτὸν ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατέρος, ὅτε καὶ τοῦ νυμφῶνος ἐκκλείονται οἱ διὰ τοὺς πατέρας τετιμημένοι. Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, νῦν δὲ καὶ τότε τὰ ἔθνη ζηλώσουσι πυρὶ τῷ αἰωνίῳ παραπεμπόμενοι." Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπὶ οὐκ ἔθνει." Ὑπὲρ δὲ τούτων αἰτεῖ τὸν Θεὸν ὁ προφήτης τὴν πρὸς αὐτὸν εἰρήνην τούτοις δωρήσασθαι. Οὕτω γὰρ πλήρη παρὰ σοῦ τὴν χάριν ληψόμεθα, τοσαῦτα διὰ τοὺς πατέρας τετιμημένοι. Καὶ περὶ ἑαυτοῦ δὲ τοῦτο λέγοι ἂν ὁ προφήτης ὁμολογῶν ὡς πολλὰς παρὰ σοῦ λαβὼν εὐεργεσίας, ταύτην μεγίστην ὁμολογήσω τὴν πρὸς σὲ τοῦ ἔθνους εἰρήνην. Κατὰ τό·" Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ." Οὗ δὴ γεγονότος. κτῆσις ἐσόμεθα καὶ κλῆρος Θεοῦ, οὐδένα ἄλλον εἰδότες, τῷ σῷ νόμῳ πειθόμενοι λέγοντι·" Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." Λέγοι δ' ἂν εἰρήνην καὶ τὸν περὶ οὗ λέλεκται," Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν." Τὸ δὲ, πάντα γὰρ ἀπέδωκας ἡμῖν, φασί τινες δηλοῦν τὴν κατ' ἀξίαν τῶν ἁμαρτημάτων δίκην αὐτοῖς ἐπαχθεῖσαν. Ἐκείνων γὰρ δικαίως ἡμῖν ἐπαχθέντων, δὸς τὸν μόνον ἀπαλλάξαι τῆς πρὸς σὲ δυσμενείας δυνάμενον. Λόγῳ μὲν δεσποτείας ἅπαντα σά. 2221 Γένοιτο δὲ διὰ Χριστοῦ καὶ λυτρωθέντας ἡμᾶς τῆς ἐν ἁμαρτίαις νεκρώσεως, οἰκείωσιν ἔχειν τὴν σὴν, ὅτε καὶ τίνων ἐῤῥύσθημεν εἰδότες, ἄλλον οὐκ ἔτι γνωσόμεθα. Οἱ δὲ τῇ στερήσει τῆς ζωτικῆς δικαιωσύνης ἐμμείναντες, καὶ νεκρωθέντες διὰ τὰ τῷ Θεῷ, μένουσιν οὕτως, οὐκ ἔχοντες ἴασιν, μηδενὶ τῶν ἰᾶσθαι δυναμένων πνευματικῶν διδασκάλων πειθόμενοι. Διὸ φειδόμενος αὐτῶν, ἀπολέσθαι πεποίηκας, μὴ παριδὼν ἐν κακίᾳ χρόνον ἐπιζῆσαι μακρότερον, ὡς ἂν μὴ χείρους ὦσιν ἐν τοῖς τῆς ἁμαρτίας γεννήμασιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ τὰ ρκʹ συνέτεμεν ἔτη, καὶ τὰ ξʹ τὰ διὰ τοῦ παρόντος εἰρημένα προφήτου, συμφώνως οἷς ὁ νζʹ λέγει ψαλμός·" Ἄνδρες αἱμάτων καὶ δόλιοι οὐ μὴ ἡμισεύσουσι τὰ ἡμέρας." Καὶ πάλιν·" Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν." Τινὲς δέ φασι δύνασθαι νοεῖν νεκροὺς καὶ οὓς ἤγειρεν ὁ Χριστὸς, ὡς τὸν Λάζαρον· οὓς οὐκ ἂν ἕτερος ἀνέστησεν ἰατρός. Ὅπερ ἔδει σκοποῦντα τὸν Ἰσραὴλ, Θεὸν ὁμολογῆσαι Χριστόν. Τοῦτο δὲ μὴ ποιήσας, ἀπώλετο. Πλὴν οὐκ ἄρδην. Σέσωσται γὰρ τὸ κατάλειμμα. Πᾶν δὲ ἄρσεν αὐτῶν ἐστι, τὸ ἡγούμενον τάγμα. Τὸ γὰρ ἄῤῥεν ἡγεῖται τοῦ θήλεως. Εἴποις δ' ἂν καὶ τοὺς ἐν συνέσει τῇ τοῦ νόμου νεανικοὺς κατὰ τὸ προφητικὸν τό· Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω πρὸς αὐτούς. Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς. Τοιοῦτον καὶ τό·" Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί·" οἷς αἰτεῖ προστεθῆναι κακά. Οὐ μόνον γὰρ τῆς Θεὸν ἐξέπεσον οἰκειότητος, δι' ὧν εἰς αὐτὸν ἐπαρῴνησαν, ἀλλὰ καὶ ταῖς ἐκ τῶν πολεμίων ἀπώλοντο συμφοραῖς. Τοὺς δὲ ἄῤῥενας ῥηθέντας, καὶ ἐνδόξους ἐκάλεσεν, ὡς τῶν λοιπῶν ὑπερέχοντας, ὥσπερ οὖν καὶ κακὰ, τὰ κακωτικά. Ὡς τὸ," Ὁ κτίζων κακά." Καὶ τὸ," Οὐκ ἔστι κακία ἐκ πόλει, ἣν Κύριος οὐκ ἐποίησεν." ι ιθʹ. 9Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Καὶ ὡσεὶ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου9, κ. τ. λ. Ὡσανεὶ παροῦσαν τὴν καθόλου κρίσιν ὁ προφήτης ὁρῶν, καὶ τῷ τοῦ Θεοῦ παριστάμενος βήματι, ποτὲ μὲν ἐξομολογεῖται, ποτὲ δὲ ἱκετεύει, ποτὲ δὲ εὐχαριστεῖ. Καὶ ποτὲ μὲν καταλέγει τὰς ἐκ Θεοῦ τοῖς ἀγαθοῖς ἀμοιβὰς, ποτὲ δὲ τὰς κατ' αὐτῶν καταλέγει τιμωρίας, πάντα παιδεύων ἠμᾶς ἅπερ αὐτὸς ἐκ τοῦ Πνεύματος ἐπαιδεύετο. Φησὶν οὖν ὡς ὅτε καιρὸς ἦν, τὴν στενὴν καὶ τεθλιμμένην ὑπὲρ τῶν τῆς εὐσεβείας ἀγώνων ὁδεύοντες, ὑπὸ τῆς σῆς ἐδυναμούμεθα μνήμης, ὥς τε λέγειν, θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι. Διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι. Καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. Ἐπαίδευεν γὰρ ἡμᾶς ἡ θλίψις, εἰδότας ὅτι ὃν ἀγαπᾷ 2224 Κύριος παιδεύει. Τῷ γὰρ σῷ πόθῳ πᾶσα θλίψις μικρά τις ἡμῖν ἐνομίζετο λογιζομένοις, ὡς Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Διὸ πᾶσαν ὑπομένοντες θλίψιν, ἐῴκειμεν κυούσῃ γυναικὶ, καὶ ὅσον οὔπω μελλούσῃ τεκεῖν. Καὶ τὸν γὰρ ἀγαπητόν σου καὶ μονογενῆ Λόγον ἔχοντες ἔνδον, καὶ τὸν ἡμῖν κατασπαρέντα φόβον τῆς σῆς εὐσεβείας πάλαι ἐκαρτεροῦμεν γενναίως, δεδιότες ἐξαμβλῶναι τὸν ἐν ἡμῖν ἀγαπητόν σου κυούμενον, καὶ τὸν φόβον τὸν σόν. Τοιγαροῦν οὐκ ἐσφάλημεν τῆς ἐλπίδος, τέλος ἀμφοῖν τὴν σωτηρίαν τοῦ πνεύματος τοῦ ἡμετέρου κτησάμενοι. Τοῦτο γὰρ ἀπογεννήσαντες φανερὸν τοῖς ἐπὶ γῆς κατεστήσαμεν, ὡς ἂν ζηλοῦντες γένοιντο παραπλήσιοι. Μὴ λαβόντες γὰρ τοῦτον τὸν φόβον, μηδὲ τεκόντες τὸ πνεῦμα τῆς σωτηρίας, ἄγονοι δὲ καὶ ἄκαρποι μείναντες, ἐλπίδος ἐκπεσοῦνται τῆς παρὰ σοῦ. Οἱ δὲ τῆς σῆς ὄντες μερίδος, εἰ καὶ μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν διαγωνίσαιντο, τῆς παρὰ σοὶ ζωῆς οὐκ ἀποπεσοῦνταί ποτε. Ἀναστήσονται γὰρ οἱ νεκροί· ἢ κατὰ τὸν Ἀκύλαν, ζήσονται οἱ τεθνεῶτές σου. Ἢ κατὰ Σύμμαχον καὶ Θεοδοτίωνα, ζήσονται οἱ νεκροί σου Νεκροὶ δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἱ ἅγιοι αὐτοῦ μάρτυρες ἕτεροι ὄντες παρὰ τοὺς ἄνω λεχθέντας νεκροὺς; Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, ὡς ἡμαρτηκότες πρὸς θάνατον. Νεκροὶ δὲ Κυρίου, οἱ πάντα δι' αὐτὸν ὑπομείναντες (περὶ ὧν οὐ τεθνηκότων, ἀλλ' ὡς κοιμηθέντων ἐξέδωκαν οἱ λοιποὶ) κατὰ μὲν τὸ πρῶτον, ἐξυπνίσεσθε οἱ ἐν τοῖς μνημείοις· κατὰ δὲ τὸ δεύτερον, Ἀγαλλιάσονται, ἢ αἰνέσουσιν κατὰ τὸν Ἀκύλαν, ἢ ἀλαλάξουσι, κατὰ τὸν Θεοδοτίωνα. Κοίμησις γὰρ ὀνομάζεται τῶν ἁγίων ὁ θάνατος. Αἰτία δὲ τῆς ἀναστάσεως αὐτοῖς ἡ παρὰ σοῦ δρόσος, ὁ μονογενής σου Λόγος δηλαδὴ, ὃς ἐπιστάξας τὰς ἑαυτοῦ ζωοποιοὺς σταγόνας τοῖς αὐτοῦ νεκροῖς, ὁμοῦ μὲν ἴασιν τῶν ἀνθρωπίνως αὐτοῖς ἡμαρτημένων παρέξει, ὁμοῦ δὲ ἀνάστασιν τῶν ἐπὶ γῆς ἐσπαρμένων σωμάτων, ὡς ἡ δρόσος ἡ αἰσθητὴ ἡμέρα κατιοῦσα πρὸς γῆν, ἐκτρέφειν καὶ αὔξειν ποιεῖ τὰ ἐναποκείμενα σπέρματα. Ἀλλ' οὐ τὰ τῶν ἀσεβῶν τοιαῦτα. Πεσεῖται γὰρ αὐτῶν ἡ γῆ. Ὡς οὖν ἐκπεσόντες Θεοῦ, αὐτοῖς σώμασι καὶ ψυχαῖς εἰς τιμωρίαν παραδοθήσονται. Τινὲς δὲ τὴν ῥῆσιν οὕτως ἑρμήνευσαν· Ἐκ πολλῆς ὁ προφήτης φιλοθεΐας κατὰ τῶν Ἰουδαϊκῶν τολμημάτων κινηθεὶς, καὶ φήσας, Πρόσθες αὐτοῖς κακὰ, Κύριε· δέον ὑπὲρ αὐτῶν παρακαλεῖν τὸν Θεὸν, εἴγε τούτοις συνέπασχε, τὸ τῶν κακωτικῶν θλίψεων πρὸς ἀπολογίαν ἐπήνεγκε χρήσιμον, ὡς Θεοῦ μνήμην πέφυκε πᾶσιν ἐργάζεσθαι, ὥσπερ οὖν λήθην οἶδε ποιεῖν εὐροοῦντα τὰ πράγματα. Ἐν θλίψει γὰρ 2225 μικρᾷ παιδευόμεθα, Θεοῦ τὴν ὀργὴν συγκεραννύντος πᾶσιν ἡμέρως. Ἐξ ἀγάπης ἄρα τὸ, Πρόσθες αὐτοῖς, ἔφη, κακά. Προαιρέσει γὰρ ἀκάρπῳ λυσιτελούντως ἀνάγκη προσφέρεται. Τοιοῦτον τό·" Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρὸς σέ." Ἀλλ' οὐχ ἡμεῖς, φησὶ, κατ' ἐκείνους ἐπὶ τῷ ἀγαπητῷ σου διετέθημεν υἱῷ· δίκην δὲ μᾶλλον ὠδινούσης γυναικὸς, τῶν ταῦτα τολμώντων κατεβοήσαμεν τὴν ψυχὴν ὀδυνώμενοι. Τοιοῦτος Ἡσαΐας βοῶν·" Ὑμεῖς δὲ προσαγάγετεὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν;" Περὶ ὧν ἔφασκε καὶ Δαβίδ·" Σκοτισθήσονται οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν," καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. Τινὲς δὲ θλίψιν μικρὰν, τὴν μὴ χωροῦσαν εἰς ἔργα φασὶν ἀπειλήν. Φιλανθρώπως γὰρ ἀπειλεῖ Θεὸς, φόβῳ τῶν κακῶν ἀπεῖρξαι βουλόμενος. Οὐ μισεῖ γὰρ τὸ ἴδιον πλάσμα, οὐδὲ παρήγαγεν ὡς ἂν τιμωρήσηται. Εἰ γὰρ ἦν τοιοῦτος, ἐνῆν αὐτῷ καὶ σιωπῇ τὴν τιμωρίαν ἐργάζεσθαι. Νῦν δὲ σώζειν ἐθέλων προαπειλεῖ. Ἐπεὶ τοίνυν φησὶ τὰ ἡμέτερα τοιαῦτα γέγονεν, ὡς διὰ μεγάλων τιμωριῶν τὸ χρέος ἐκτιννύναι, χρεία τοῦ σοῦ ἀγαπητοῦ τὰς συμφορὰς ἡμῖν διαλύοντος χάριτι. Ἀφ' οὗ γὰρ κατὰ τὴν προφητείαν ἡ παρθένος λέγεται τετοκέναι, πανταχοῦ εὐαφόρμως μνημονεύει τοῦ παιδίου. Οἱ δὲ λέγοντες ἐκ φιλοθεΐας γενέσθαι τῷ ἀγαπητῷ τοῦ Πατέρος ὅπερ ὠδίνουσα γυνὴ, ἐμμένουσι τῇ τροπῇ, σωτηρίας λέγοντες πνεύματα τεκεῖν τοῖς ἐπὶ τῆς γῆς· ὅπερ ἁρμόττει προφήταις, ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. Τῆς γὰρ θείας μυσταγωγίας ἄνωθεν πλουτοῦντες τὰ σπέρματα, τοῖς ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας ἐξέτεκον, τὴν ἐν πνεύματι δηλονότι διδασκαλίαν. Φίλον γὰρ τῇ Γραφῇ πνεῦμα καλεῖν ἔσθ' ὅτε τάς τινων συγγραφὰς, κατὰ τό·" Δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θείου εἰσίν." Πνεύματι γὰρ ἁγίῳ τὸ σωτήριον κήρυγμα λέγεται, κοσμικῷ δὲ, τὰ τούτῳ μαχόμενα. Διό φησιν ὁ Παῦλος·" Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ." Πνεῦμα τοίνυν σωτηρίας, τὸ εὐαγγελικὸν ἐκάλεσε κήρυγμα τὴν αἰώνιον ζωὴν προξενοῦν. Τινὲς δέ φασιν τὴν ἐκ τῆς ἀπειλῆς ὠφέλειαν ἐμφαίνειν. Ὡς ἀγαθὸν γὰρ σπέρμα τὸν σὸν φόβον δεξάμενοι, καὶ τοῦτον κυοφορήσαντες, ἐν καιρῷ τῷ δέοντι σωτηρίαν ἐκαρπωσάμεθα. Ἔτι γὰρ οὖσιν ἡμῖν ἐπὶ γῆς καιρὸν μετανοίας ἐχαρίσω, μὴ προανελὼν τῇ κατ' ἀξίαν δίκῃ, ἀλλ' ἐνδοὺς ἐπιστραφεῖσι σωθῆναι. Καὶ νεκροὶ ὄντες τοῖς παραπτώμασι, νῦν ἐγερθησόμεθα ὡς ἀπὸ μνημείων ἀντιλήψεως τυχόντες τῆς παρὰ σοῦ. Ὑφ' ἧ τελοῦντες, ἀγαλλιασόμεθα τῶν κακῶν ἔργων ἀπεσχημένοι. Τὸν σὸν γὰρ ἔλεον ὡς 2228 δρόσον ἐφ' ἡμᾶς ἐκπέμπεις ἰατικὴν τῶν ἀσεβῶν ἀπολλυμένων. Τοῖς φύσει δὲ συμβαίνουσι παραδείγματι χρῆται πρὸς κατανόησιν. Καὶ παρ' Ἰεζεκιὴλ δὲ τῶν Ἰουδαίων ἀπειρηκότων εἰ διὰ μακρὸν χρόνον, τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, καὶ τοῦ ναοῦ τὴν οἰκοδόμησιν ὁ Θεὸς ὑποδείκνυσι τῷ προφήτῃ, νεκρῶν ὀστᾶ καὶ διὰ κηρύγματος τοῦ προφήτου ζωοποιεῖσθαι κελεύει, ζωπυρῶν τῷ λαῷ τὰς ἐλπίδας διὰ τῆς τῶν ἀπεγνωσμένων ἀναβιώσεως. Τινὲς δέ φασιν, ἐπείπερ ἔφη πνεῦμα τεκεῖν ἐπὶ τῆς γῆς σωτηρίας, ὁρᾶται δὲ τῶν ἐπὶ γῆς ἔτι κατισχύων ὁ θάνατος, ὥς τινος ζητοῦντος, ποῦ τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ ὄνησις. Ποῦ δὲ τῆς σωτηρίας τὸ πνεῦμα; τὴν ἀπολογίαν ἐπάγων φησὶν, ἀναστήσονται οἱ νεκροί. Ὑπὲρ παντὸς γὰρ, καθά φησιν ὁ Ἀπόστολος, ἐγεύσατο θανάτου Χριστὸς, καὶ πάντων τῶν κεκοιμημένων γέγονεν ἀπαρχὴ, καὶ πάντων ἀνισταμένων τοῦ θανάτου τὸ κράτος καταργηθήσεται, εἰ καὶ νῦν ἔτι θνήσκομεν, μήπω τοῦ τῆς ἀναστάσεως παρόντος καιροῦ. Τότε γὰρ ἀναστήσονται πάντες. Καὶ τίς ὁ τρόπος; Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστίν. Τὴν δὲ ζωοποιὸν τοῦ πνεύματος ἐνέργειαν οὕτω καλεῖ, δι' ἧς ἀναστήσονται. Καὶ τοῦ Δαβὶδ λέγοντος·" Ἀποστρέψαντος γάρ σου τὸ πρόσωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." Ἀλλ' οἱ μὲν ἐν γῇ πεσόντες ἀναβιώσονται· ἡ δὲ γῆ πεσεῖται τῶν ἀσεβῶν. Ὃ δεῖ παθεῖν τῇ τῶν Ἰουδαίων χώρᾳ συνέβη. Πεπαρῳνήκασι γὰρ εἰς Χριστὸν, καὶ τοὺς τῆς σωτηρίας τεκόντας πνεῦμα τοῖς ἐπὶ γῆς. κʹ, καʹ. 9Βάδιζε, λαός μου· ἔσελθε εἰς τὸ ταμεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου. Ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου9, κ. τ. λ. Μετὰ τὴν διδασκαλίαν τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ πνεῦμα τὸ προφητικὸν ὁρῶν τοὺς ἁγίους ἐπὶ ταὐτὸ συνηγμένους, τήν τε ἐπιοῦσαν ἐξ ἑτέρου μέρους τοῖς ἀσεβέσι κατανοῆσαν ὀργὴν, προσφωνεῖ τοῖς ἁγίοις ἀναχωρεῖν πρὸς βραχὺ, μηδὲ θεωροὺς γενέσθαι τῆς τῶν ἀσεβῶν ἀπωλείας. Ταμεῖα δὲ αὐτῶν, αἱ πολλαὶ παρὰ τῷ Πατέρι τυγχάνουσι μοναὶ δικαίως ἅπασι διαιρούμεναι, εἰς ἃς εἰσελθὼν, φησὶ, μὴ περιεργάζου τὰ πόῤῥω τοῖς ἀσεβέσι γινόμενα. Παρελθούσης δὲ τῆς ὀργῆς, ἀναπετάσας τῶν σῶν ταμιείων τὰς θύρας, μετὰ πολλῆς ἐξουσίας πρόϊθι τὸν νέον ἐποπτεύων αἰῶνα, καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ Θεοῦ. Τινὲς δέ φασιν, ὡς ἐπείπερ ἤμελλον οἱ τὸ σωτήριον πνεῦμα πᾶσι καταγγέλλοντες τοῖς ἐπὶ γῆς δεινοῖς ἀνηκέστοις καὶ θανάτῳ περιπεσεῖν, τούτους ἐπαλεῖφον τὸ τοῦ Θεοῦ πρόσωπον ἐπεισάγεται λέγον· Εἴσελθε εἰς τὰ ταμεῖά σου, τὰ μνήματά φασι, 2229 τἀπὶ γῆς εὐφήμως οὕτω καλῶν, παραγγέλλων ἐν ἴσῳ τοῖς ἀποκρυπτομένοις ἀποκλείειν τὰς θύρας μέχρι παρέλθῃ ἡ ὀργὴ Κυρίου. Εἴρητο μὲν γὰρ τῷ Ἀδάμ·" Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Λυθήσεται δὲ τῆς ἐκ κατάρας φθορᾶς ἐν τῇ συντελείᾳ καταργουμένου θανάτου. Συμβουλεύει τοίνυν ἀνασχέσθαι τοῦ θανάτου μέχρι παρέλθῃ, κἂν μυσταγωγοῦντας συμβαίη τοῦτο παθεῖν πρὸς τῶν μισούντων τὴν ὑπ' αὐτῶν κηρυττομένην ἀλήθειαν. Ἐπάξει γὰρ αὐτοῖς ἐξ ἁγίου τὴν πρέπουσαν ὀργὴν ὁ Θεός. Τὸ δὲ, Θεὸς ἐξ ἁγίου, ὅμοιον τῷ·" Ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα πῦρ, καὶ θεῖον," ὁ Υἱὸς ἀπὸ τοῦ Πατέρος·" Ὁ γὰρ Πατὴρ, φησὶ, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ." Τῆς οὖν ὀργῆς ἐπαγομένης κατὰ τῶν τοῖς ἡγιασμένοις ἐπενεγκάντων χεῖρας φονικὰς, οὐ κατακρύψει τοὺς ἀνῃρημένους ἡ γῆ. Τοῦτ' ἔστι, Τοῦ Θεοῦ τὴν κρίσιν οὐδὲν διαφεύξεται, τῶν ἁγίων μαρτύρων ἐν μνήμῃ κειμένων αὐτοῦ. Καὶ Μωσῆς γὰρ ἔφη, Τὸ αἷμα τῶν υἱῶν αὐτοῦ. Ἤγουν φησὶ μηδένα λαθεῖν τῶν ἐν τῇ γῇ πάλαι τὰς ψυχὰς ἀνῃρημένων διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων, ὀργῆς ἐπ' αὐτοὺς φερομένης δηλαδὴ τῶν ἐν ταῖς κολάσεσι διακονουμένων ἀγγέλων, κατὰ τὸ ῥηθὲν ἐπ' Αἰγυπτίων·" Ἀπέστειλεν ἐπ' αὐτοὺς ὀργὴν καὶ θυμὸν καὶ θλίψιν ἀποστολὴν δι' ἀγγέλων πονηρῶν." Καὶ ἑκάστη δὲ ψυχὴ γεώδης καὶ φιλοσώματος, τὰ αἵματα, τοῦτ' ἔστι τὰ πρὸς θάνατον ἑαυτῇ πλημμεληθέντα ἐξομολογουμένη πάντως ἀποκαλύψειε. Τινὲς δὲ οὕτως ἐξηγήσαντο· Πρὸς τὰ ἐν ψυχῇ κεκρυμμένα κινήματα Θεὸς ἐφαρμόττεται. Ἐπειδὴ γὰρ, ποτὲ μὲν ἠπείλει, ποτὲ δὲ χρηστὰς ἐλπίδας παρείχετο, ἐξ ὧν ἐθορυβοῦντο, μὴ εἰδότες ὃ πράξουσιν, εἰκότως ἐπιστροφὴν τῇ ψυχῇ ἐργαζόμενος, χωρεῖν εἰς ἑαυτὴν κελεύει, ἔργα τε ἐποπτεύειν τὰ ἴδια, οὐ μεταβατικῇ κινήσει, τῇ δὲ τῶν λογισμῶν ἀνακρίσει πορευομένων, ὡς ἂν προφθάσαντες τὸν μηνυθέντα κριτὴν, εἴτι μὲν πονηρὸν, ὡς ὕλην ὑπάρχον πυρὸς δαπανήσωσι, φυλάττοιεν δὲ τὰ χρηστὰ δίκην χρυσίου δοκιμαζόμενα. Ὁμοίως καὶ ὁ Σωτὴρ παρακελεύεται τοῦ ταμιείου κλείειν τὰς θύρας ὁμοῦ μὲν τὰς αἰσθητὰς, ὁμοῦ δὲ παιδεύων τῆς τῶν περιττῶν ἀπαλλάττεσθαι προσπαθείας, ὡς ἂν ὁρῶν Θεὸς σχολάζουσαν τὴν διάνοιαν, ὡς εἰς καθαρόν τινα πίνακα τὰ ἴδια γράφῃ βουλεύματα. Οὕτως ἐννοοῦντος Ἱερεμίου τὰ Ἠσαΐᾳ προφήταις τε λοιποῖς πραχθέντα παρὰ τῶν Ἰουδαίων, καὶ προσδοκῶντος πείσεσθαι χείρονα, καὶ τῆς ἰδίας κρείττω δυνάμεως, πρὸς ταῦτα τῆς ψυχῆς αὐτοῦ τὰ κινήματά φησιν ὁ Θεός·" Πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σέ." Διότι μετὰ τοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. Ὀργὴν δὲ ἐπαγομένην ἀπὸ Κυρίου, οὐ τὴν ἐκ θυμοῦ φησὶ τροπὴν (ἀπαθὲς γὰρ τὸ θεῖον) τὴν δὲ πρὸς τὰ παρ' 2232 ἡμῶν πλημμεληθέντα δίκην ὀφειλομένην, ἣν ἐπάγει οὐ πρὸς τοὺς παροικοῦντας, ἀλλὰ κατοικοῦντας ἐπὶ τῆς γῆς, οἱ τοῦ παρόντος αἰῶνος μόνον εἰσὶ τὰς πρὸς τὸ μέλλον ἐλπίδας ἁπάσας ἀπειρηκότες, λέγοντες·" Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν." Οἷς ἐναντία τῶν παροικούντων ἐπὶ τῆς γῆς ἡ διάθεσις. Τῆς δὲ δίκης ἐπαχθείσης, τὰ ἑκάστου κακὰ πρόδηλα γίνεται, ἅπερ μακροθυμοῦντος ἔτι τοῦ Θεοῦ συγκαλύπτεται. Πᾶσι γὰρ δῆλον ἐπαγομένης ὀργῆς ὡς ἡ δίκη πονηρῶν ἐστι πράξεων τιμωρὸς, εἰ καὶ πρώην ἐλάνθανον. Τοῦτο καὶ ἐφ' ὑμῶν ἔσται, φησὶ, θυσάντων τὰ τέκνα τοῖς δαιμονίοις. Καὶ αὕτη τοίνυν ὑμῶν ἡ γῆ κατηγορήσει δεξαμένη τούτων τὰ αἵματα. Καὶ ταῦτα μὲν οὗτοι. ΚΕΦΑΛ. ΚΖʹ. αιαʹ. 9Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα· ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα9, κ. τ. λ. Οἱ δὲ περὶ τῆς συντελείας εἰρῆσθαι ταῦτα, καὶ τῆς ἐπὶ ταύτῃ νομίσαντες κρίσεως, ἔφασαν, ὡς τούτων ἐπιτελεσθέντων ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Διὸ ἐπὶ τέλει τῶν ὅλων, καὶ μετὰ πάντα (τοῦτο γάρ ἐστι τὸ, τῇ ἡμέρᾳ ἐκείνῃ) ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν ἰσχυρὰν (μήτι δὲ τοῦ τὴν ἁγίαν, σκληρὰν ἐξέδωκαν οἱ λοιποὶ) ἥτις μηδενὶ τῶν ἄλλων ἐπαχθεῖσα ἐτηρεῖτο τῆς αὐτοῦ κακίας, ἀναλόγως τῷ τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ σκελίσαντι, καὶ στάσεως καταβαλόντι τῆς παρὰ τῷ Θεῷ. Περὶ οὗ φησὶν," Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς." Ὁ μετὰ τοὺς πρωτοπλάστους καὶ τοὺς ἐξ αὐτῶν δι' ἀπάτης ἑλὼν, προσφυῶς ὄφις ῥηθεὶς, ὡς ἕρπων τε χαμαὶ καὶ τοῖς τῶν ἀνθρώπων ἐφεδρεύων ποσὶν, ὡς ἂν αὐτοῖς τὸν ἰὸν ἐμβαλὼν τῆς ὀρθῆς καὶ πρὸς τὸν Θεὸν ἀγούσης καταβάλοι πορείας." Αὐτὸς γάρ σου, φησὶ, τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν." Μωσῆς μὲν οὖν τὴν ἐξ αὐτοῦ μόνον ἀπάτην εἰπὼν, τὴν μένουσαν αὐτὸν δίκην παρέλιπεν, ἣν ὁ παρὼν προφήτης ἐδίδαξεν. Ἡ μὲν οὖν τοῦ Θεοῦ ῥάβδος εὐθεῖά τις οὖσα καὶ παιδευτικὴ, κατὰ τό·" Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου," τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται πρὸς διόρθωσιν. Ὁ δὲ [ὅφις] ὅλος δι' ὅλου καμπύλος καὶ σκολιὸς ἕρπων τε χαμαὶ ἐπὶ κοιλίαν καὶ στῆθος καὶ τὰς ἁπάντων πτέρνας τηρῶν, μετὰ τοὺς ἀσεβεῖς πάντας, τῇ σκληρᾷ καὶ μεγάλῃ καὶ ἰσχυρᾷ μαχαίρᾳ παραδοθήσεται, ἣν ἔφασαν οἱ Ἑβδομήκοντα· δι' ἧς ὁ τοῦ Θεοῦ σημαίνεται λόγος ὁ ζῶν καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὃς ὡς ἐναντίῳ τῷ δράκοντι ἐπελθὼν ἀνεῖλεν φασὶν αὐτὸν, ἐξ ὄντων τὴν ὑπόστασιν ἀφανίζων αὐτοῦ, καὶ πρὸς τὸ 2233 μὴ ὃν ἀναλύων τὴν ὕπαρξιν, οὐ δὲ γὰρ τῆς ὀργῆς τοῦ Θεοῦ καταξιοῦται παιδευτικῆς οὔσης καὶ ἐπιστρεπτικῆς, περὶ ἧς φησί·" Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μὴ δὲ τῇ ὀργῇ σου παιδεύσῃς με." Τὸ μὲν γὰρ ἐλεγκτικὸν, τὸ δὲ παιδευτικόν. Ἅπερ ἁρμόττει τοῖς ἡμαρτηκόσιν ἰάσιμα, ἀλλ' οὐ τῷ Δράκοντι τῷ ἐξαφανισθῆναι μόνον ὀφείλοντι. Τὴν δὲ ἐπαγομένην θεασάμενος μάχαιραν χωρήσεται πρὸς φυγὴν, δι' ἀφροσύνην λέγειν οὐχ οἷός τε ὢν," Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;" Πειράσεται δ' οὖν εἰς τοὺς ἰδίους ἀποφεύγων ἰουχοὺς [φ. ἰωχμοὺς] κατακρύπτεσθαι τῇ καλουμένῃ θαλάσσῃ, ἐν ᾗ εἴρηται δράκων οὗτος," ὃν ἔπλασας, ἐμπαίζειν αὐτῷ." Περὶ οὗ φησιν Ἰώβ·" Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Καὶ μεθ' ἕτερα· Τοῦτό ἐστιν ἀρχὴ πλάσματος Κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ." Καὶ πάλιν·" Αὐτός ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν." Διδάσκει δὲ τούτου χάριν αὐτῷ συγκεχωρῆσθαι τὸ ζῇν, ἐπὶ τῷ πρὸς τῶν ἁγίων ἐγκαταπαίζεσθαι γυμναζομένων τῇ πρὸς αὐτὸν πάλῃ. Λελυμένου δὲ τοῦ ἀγῶνος, καὶ τῶν ἀμοιβῶν ἑκάστῳ δικαίως παρεχομένων μετὰ τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν, ἡ μάχαιρα ἐπαχθήσεται ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν. Ὡς δὲ Σύμμαχος, κατὰ Λευϊαθὰν τοῦ ὄφεως τοῦ σκολιοῦ, καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὡς δὲ Ἀκύλας, ἐπὶ Λευϊαθὰν ὄφιν ἐσκιρωμένον ἢ ἐπειρωμένον [φ. ἐσκιῤῥωμένον ἢ ἐπεῤῥωμένον], καὶ ἀποκτενεῖ σὺν τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὡς δὲ κύριον ὄνομα τὸ Λευϊαθὰν πανταχοῦ, κατὰ τὸ Ἑβραϊκὸν, ὀνομάζεται. Κἂν τῷ γὰρ," Ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι," Λευϊαθὰν εἴρηται. Καὶ ἐν τῷ," Δράκων οὗτος." Καὶ ἐν τῷ" Ἄξεις δράκοντα ἐν ἀγκίστρῳ." Πολυώνυμος δέ ἐστιν, ὡς πολυκέφαλος. Δράκων, καὶ ὅφις, καὶ διάβολος, κῆτός τε, καὶ Σατανᾶς, καὶ Λευϊαθὰν, καὶ λέων, καὶ βασιλίσκος ὀνομάζεται. Ἐπὶ δὲ τῆς πρώτης ὁ Σωτὴρ παρουσίας οὐκ ἐχρήσατο αὐτῷ ὡς μαχαίρᾳ, οὐδὲ ἀνεῖλεν αὐτὸν, ἐπέβη δὲ μόνον αὐτῷ, καὶ τὰς δυνάμεις αὐτοῦ κατεπάτησεν. Πρὸς ὃν εἴρηται·" Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα, καὶ δράκοντα." Καὶ νῦν δὲ αὐτὸν πατεῖ, διδοὺς τοῖς μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Τῇ δὲ συντελείᾳ παντελῶς αὐτὸν ἀνελεῖ. Κἀνταῦθα ὁ περὶ τῆς καθολικῆς τοῦ Θεοῦ κρίσεως περιγράφεται λόγος. Ἕτεροι δέ φασιν, ὡς τοῖς αὐτοῦ τέκνοις τοῖς ἀποκτείνασι τοὺς ἁγίους συνανελεῖ καὶ τὸν Σατανὰν, ὃν καὶ φεύγοντα διὰ δειλίαν καλεῖ, καὶ σκολιὸν, διὰ πανουργίαν. Πλὴν ἀναιρεθήσεται. Καὶ γὰρ 2236 ἀπρακτήσει λοιπόν. Μᾶλλον δὲ τοὺς τῆς ἀνοσιότητος ἀποτίσει λόγους, ποινὴν ὑποστὰς τὴν ἐσχάτην, καὶ ταῖς ᾅδου πύλαις κάτοχος γεγονὼς, τῆς εἰς αἰῶνα φλογὸς ἀτελεύτητον ὑπομένων τὴν κόλασιν. Ἄλλοι δὲ λέγουσιν, ὡς μάχαιραν ἐνταῦθα τὴν ἐνέργειαν τῆς δίκης καλεῖ, ἣν ἁγίαν φησὶν, ὁμοῦ μὲν παραμυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ δεικνὺς, ὡς οὐκ εἰς ἀπώλειαν οἱ τιμωρούμενοι καταστρέψουσιν, ἁγιωσύνης δὲ αἴτιον αὐτοῖς ἔσται μετανοήσασιν. Καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται Θεὸς παιδεύων, ἀλλὰ καθᾶραι καὶ ἁγιάσαι ἐπιστρέψοντας. Δράκοντα δὲ τὸν Ἀσσύριον, ἢ τὸν Χαλδαῖον καλεῖ. Τὴν δὲ ἀναφορὰν ἐπ' αὐτὸν ποιεῖται τὸν τῆς κακίας γεννήτορα τὸν διάβολον, ὃς τῆς παντελοῦς συντελείας ἐπενεχθείσης, καὶ τῶν τοῦ κόσμου μερῶν παρελθόντων, ἃ τὴν πλάνην αὐτῷ καὶ τὴν ἐπιθυμίαν.... τὴν ἐμὴν δύναμιν. Ἀλλ' οἱ μὲν τοῦ Θεοῦ πολέμιοι. Ἡμεῖς δὲ, ὡς ἂν σωφρονισθέντες ἀφ' ὧν ἐκεῖνοι πεπόνθασιν, εἰρήνην ποιήσωμεν αὐτῷ. Ταῦτα γὰρ ὁ προφήτης τοῖς τῆς ἰδίας μερίδος φησί·" Χαλεπὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος." Οἱ δὲ ἐρχόμενοι τίνες εἰσιν ἐπενήνοχεν. Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἑξῆς· σαφῶς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττόμενος, περὶ οὗ πρότερον ἔλεγε·" Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα." Ἰουδαῖοι γὰρ ὄντες, τέκνα ἦσαν τοῦ Ἰακώβ. Ἐξήσθησαν δὲ οὐ ξύλα, χόρτον, καλάμην, βλαστὸν δὲ ἀγαθὸν, καὶ ἄνθος εὐῶδες πᾶσαν γῆν τῆς εὐωδίας πληρώσαντες. Αὐτοῖς οὖν, καὶ τοῖς αὐτῶν φοιτηταῖς, τὸ ποιήσωμεν εἰρήνην αὐτῷ, παραινῶν φησὶν ὁ προφήτης. Ἐπληροῦντο δὲ ταῦτα ὅτε εἰς πᾶσαν τὴν οἰκουμένην ἐκήρυττον·" Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατέρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ." Διὸ καὶ πόδας εἶχον ὡραίους, δι' ὧν τ' ἀγαθὰ τῆς εἰρήνης εὐηγγελίζοντο. Τινὲς δέ φασι τοῖς ἁπανταχόθι λαοῖς ταῦτα παραινεῖν τὸν προφήτην. Ἐπειδὴ δὲ δεδυσσέβηκεν εἰς τὸν λυτρωπὴν Ἰσραὴλ, καὶ ἀπελάκτισεν ὁ πρωτότοκος, ἡμεῖς οἱ μέλλοντες ἥξειν κατὰ καιροὺς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ πλάνης εἰς γνῶσιν, ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν, ποιήσωμεν εἰρήνην, τὴν ἀρχαίαν καταλύσαντες ἔχθραν. Ἀνῃρημένης γὰρ τῆς ἁμαρτίας, καὶ καθῃρημένου τοῦ Σατανᾶ, οὐδὲν ἐμποδὼν σπείσασθαι τῷ Κυρίῳ, καὶ τοῖς ἐκείνου πειθαρχῆσαι προστάγμασιν. Τοιαῦτα καὶ Παῦλος τοῖς ἐξ ἐθνῶν·" Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ." Παρακαλέσας δὲ τοὺς ἐρχομένους (περὶ ὦν φησὶ καὶ Δαβὶδ," Ἀναγγελήσεται αὐτῷ γενεὰ ἡ ἐρχομένη"), τὸν λόγον ἐπὶ τοὺς ἀποστόλους μετήνεγκε χαίρων, ὅτι Χριστῷ τὴν οἰκουμένην ἐκτήσαντο. Σύμφωνον δὲ τῷ, ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, τὸ," Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν." Καρποὶ γὰρ ἱδρώτων ἀποστολικῶν οἱ πιστεύσαντες, οὓς χάριν καὶ στέφανον ὁ μακάριος ὠνόμασε Παῦλος. 2237 Τινὲς δέ φασι τοῖς ἐφ' αὑτοῦ ταῦτα συμβουλεῦσαι τὸν προφήτην μὴ βουλόμενον αὐτοὺς τῶν προηπειλημένων εἰς πεῖραν ἐλθεῖν. Μεταθέσθε γὰρ, φησὶν, οἱ πρὸς τὸν ἑαυτῶν δημιουργὸν ἀράμενοι πόλεμον, ἄμαχον αὐτὸν ἔχειν τὴν φύσιν ἐπεγνωκότες. Οὕτω γὰρ καὶ τὰ τοῦ γένους ἐπίδοσιν λήψεται, καὶ ἡ οἰκουμένη πᾶσα παρ' ὑμῶν οἰκηθήσεται. Ἀντὶ δὲ τοῦ, εἰρήνην ποιήσωμεν αὐτῷ οἱ ἐρχόμενοι, παρέθεντό τινες κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, εἰρηνοποιήσει μοι τοὺς ἐρχομένους, καὶ Εἶπον· εἰς γὰρ τοὺς τελευταίους ἡ ἐπιστροφή. Εἶτα φησὶν ὁ προφήτης· Μὴ ὡς αὐτὸς οὕτως ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; ὁ δὲ νοῦς· Μήτι κακὸν ἀντὶ κακοῦ τοῖς ἔθνεσιν ἀπεδίδοσαν οἱ κηρύττοντες αὐτοῖς εἰρήνην, καὶ ταῦτα παρ' αὐτῶν πάσχοντες τὰ δεινότατα; διὸ πρὸς τοὺς ἀπίστους φησίν· Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; ἀλλ' ἐπεὶ πάντα ἔφερον γενναίως διὰ Χριστὸν, ἐπήνεγκεν· Ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακὼβ, τοῦτο αἴτιον τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, καὶ τῆς εὐλογίας εἰπών. Εἰ γὰρ σωθήσεται διὰ τῆς τεκνογονίας, ἑὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης, κατὰ τὸν Ἀπόστολον, ἀκόλουθόν ἐστι καὶ τὸν Ἰακὼβ τέκνα βλαστήσαντα, διὰ τῆς τούτων ἀρετῆς κοινωνῆσαι αὐτῶν τῇ εὐλογίᾳ. Δηλοῖ δὲ πολλοὺς διὰ τῆς ἀποστολικῆς σωθήσεσθαι χάριτος καὶ τῶν κατὰ σάρκα γειτνιώντων αὐτοῖς. Μάλιστα δὲ ταῦτα γενήσεσθαί φησι τῆς εἰδωλολατρείας καταργουμένης τῇ τῶν εἰρημένων διδασκαλία. Τινὲς δέ φασιν, ἐπειδήπερ εἶπεν, ὡς ἡ οἰκουμένη τοῦ καρποῦ τοῦ Ἰσραὴλ ἐμπλησθήσεται, ὥς τινος ἀνθυποφέροντος· καὶ μὴν γέγονε σκληρὸς, καὶ τοὺς ἁγίους ἀπέκτεινέ φησιν, ὡς οὐ πρὸς ἃ ἔπραξαν αὐτοῖς, ἡ τῆς ἡμερότητος προσῆλθεν πηγὴ, νικῶν δὲ φιλανθρωπίᾳ, οὐκ εἰς ἅπαξ ἀπολεῖ τὸ διὰ τοὺς πατέρας ἀπόλεκτον γένος. Τοιγαροῦν φησὶ διά τινος τῶν προφητῶν ὁ Θεός·" Τί σοι ποιήσω, Ἐφραΐμ; Τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδαμὰ θήσομαί σε, καιὡς Σεβωείμ; Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ. Συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐκ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγὼ ἐν σοὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος." Ὡς γὰρ Θεὸς ἄφατον ἔχει τὴν ἡμερότητα. Τινὲς δέ φασιν ὡς οὐ τῶν ὁμοίων ἔτυχον. Αὐτοὶ μὲν γὰρ ἀνέστησαν εἴδωλα πρὸς ἀναίρεσιν τῆς αὐτοῦ θεότητος ὅσον τὸ ἐπ' αὐτούς· αὐτὸς δὲ οὐ παντελῶς αὐτοὺς ἀναιρεῖ, ἀλλὰ τὰ μὲν ἐπιπλήττων, τὰ δὲ ὑπομιμνήσκων, ὧν ἔτυχον ἀγαθῶν, τὴν ἀνάκλησιν τῆς αἰχμαλωσίας ἐποιήσατο. Λέγων δὲ, Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτούς; ὑπομιμνήσκει τῆς ἀπειλῆς, ἧς