Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2240.1
κατὰ τῶν εἰδώλων ἐποιοῦντο θρασέως ἐπαγγελλόμενοι ἐκτρίψειν αὐτὰ, παρακαλῶν αὐτοὺς εἰς ἔργον ἀγαγεῖν τὴν ὑπόσχεσιν. Οὕτω γὰρ, φησὶ, καὶ ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν καθαρισθήσεσθε. Ἀλλὰ γὰρ ἐπὶ τὴν πρώτην ἐξήγησιν ἐπανέλθωμεν. Ταῦτα γὰρ τῶν ἀποστόλων πεποιηκότων, καὶ τοῦ κηρύγματος πεπληρωκότων τὴν γῆν, τὸ πάλαι κατοικούμενον ποίμνιον ἀφεθήσεται. Οὐ γὰρ ἐδέξατο τὸν καλὸν ποιμένα τὸν θέντα τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων. Διὸ τὰς ἑαυτῶν ψυχὰς, οἷα δὴ χώρας τινὰς, ἐποίησαν βόσκημα, ἃς ἐλυμήνατο ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο, καὶ ἐν αὐταῖς οἱ φθείροντες ἀνεπαύσαντο. Ἅπερ οὕτως ἐξέδωκε Σύμμαχος· Πόλις γὰρ ὠχυρωμένη μόνη, καλὴ ἀφεῖται, καὶ ἐγκαταλέλειπται, ὡς ἔρημος. Ἐκεῖ νεμηθήσεται μόσχος, καὶ ἐκεῖ κοιτασθήσεται, καὶ ἀναλώσει τοὺς κλάδους αὐτῆς. Ἐν τῷ ξηρανθῆναι τὸν θερισμὸν αὐτῆς, συντριβήσονται. Οἷς καὶ τὰ τῶν λοιπῶν ἑρμηνευτῶν συμφωνεῖ. Αὔτη δέ ἐστιν ἡ καὶ πρὶν εἰρημένη πόλις ὀχυρὰ καὶ ἀμπελὼν ἡ καλὸς, ἥν φησιν ἔρημον ἔσεσθαι μετὰ τὸ τῶν ἀποστόλων πανταχοῦ κυρωθῆναι τὸ κήρυγμα, καὶ τὴν τῆς εἰδωλολατρείας καθαίρεσιν. Τινές φασιν. ὡς εἰπὼν μὴ τὴν ἴσην ἀπαιτηθήσεσθαι δίκην ὧν κατὰ τῶν ἁγίων ἐπλημμέλησεν Ἰσραὴλ, ἐπάγει ποῖον ἄρα τὸ μέτρον τῆς ἐπ' αὐτοῖς ἔσται κινήσεως. Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτοὺς, δηλονότι τῆς πρὸς αὐτὸν οἰκειότητος. Ἀπεπέμψατο γὰρ τὸν Ἰσραὴλ ὁ Σωτὴρ μαχόμενος, ἀντὶ τοῦ ἐπιπλήττων. Ἔφασκε γὰρ ὀνειδίζων αὐτοῖς·" Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας," καὶ τὰ ἐφεξῆς. Ὁρᾷς ὡς ἐπιπλήττων, αὐτοὺς ἀπεπέμψατο. Ἀλλὰ σέσωσται τὸ κατάλειμμα, καθά φησιν Ἡσαΐας·" Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται." Ὀνειδίζει δὲ καὶ ὁ προφήτης μετὰ παῤῥησίας αὐτοῖς, ὡς μελέτην πεποιημένοις ἀναιρεῖν τοὺς ἁγίους. Κἂν ἀρνήσησθε, φησὶν, μάρτυς ὁ λέγων·" Τίνα γὰρ τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;" Καὶ πάλιν·" Ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ." Διὰ μέσου δὲ τούτους ἐλέγξας, πάλιν ἔχεται τῆς πρώην ἀκολουθίας ὡς ἐκ Θεοῦ λέγων. Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. Διὰ τοῦτο ποῖον; ἐπειδὴ οὐχ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται. Ἀνήσει γὰρ καὶ αὐτῷ κατὰ καιροὺς τὰ ὀφλήματα. Καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ. Εἰ γὰρ ἀπῄτει πρὸς ἀξίαν τὴν δίκην, οὐκ ἂν ἔργῳ προῆλθε τὸ ῥηθὲν Ἀβραὰμ," Εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε," τοσαῦτα πεπλημμεληκότων τῶν ἐξ αὐτοῦ. Πότε δὲ, φησὶν, ἔσῃ τῶν πλημμελημάτων ἐλεύθερος; ὅτε οἱ διὰ πίστεως κεκλημένοι τῆς ἀρχαίας καταστρατεύσωνται πλάνης, πᾶν αὐτῆς ἐξαλείφοντες λείψανον, συμφώνως τοῖς 2241 ἀποστολικοῖς· ὅτ' ἂν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Κατοικούμενον δὲ ποίμνιον ὀνομάζει τὸν Ἰσραὴλ, ὡς πάλαι ποιήσεσιν ἀγαθοῖς πληθυνόμενον. Ὃ καταλειφθὲν οἱ νοητοὶ κατανεμεθήσονται θῆρες, μηδενὸς ἔτι τὰς πονηρὰς ἀποσοβοῦντος δυνάμεις. Ἀλλ' οὐδὲ Ῥωμαῖοι δηλοῦντες ἀπεῖπον πρινὴ καὶ τῶν σμικροτάτων ἀπέδειξαν ἔρημον. Τινὲς δὲ βόσκημα τὴν ἐκ τῶν πολεμίων φορολογίαν σημαίνειν φασίν. Ὡς γὰρ εὐλογίαν παυομένοις τῆς εἰδωλολατρείας ἐπήγγελται, οὕτως ἐρημίαν μετὰ δουλείας τοῖς ἀπομείνασιν. ιαιγʹ. 9Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε. Οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν· διὰ τοῦτο οὐ μὴ οἰκτειρήσει ὁ ποιήσας αὐτοὺς, οὐδὲ πλάσας αὐτοὺς, οὐ μὴ ἐλεήσει. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκούρων9, κ. τ. λ. Τὴν παντελῆ τῶν ἐκ περιτομῆς ἐρημίαν εἰπὼν, ὡς ἀνδρῶν οὐχ εὑρισκομένων ἐν αὐτοῖς σωτηρίας ἀξίων, ἀνακαλεῖται γυναῖκας τῶν παραδόξων ἔργων εἰς μαρτυρίαν, ὡς ἂν ἐλθοῦσαι φωτίσαιεν τὸν ἐν σκότῳ καθήμενον λαὸν, καὶ τὴν πόλιν αὐτῶν τὴν ἀφειμένην. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Γυναῖκες ἐρχόμεναι φωτίζουσιν αὐτήν. Κατὰ δὲ τὸν Σύμμαχον· Γυναῖκες ἐρχόμεναι καὶ δηλοῦσαι αὐτήν. Τίνες δὲ αὗται, μανθάνωμεν. Φησίν·" Ἦσαν ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ," ὧν ἐπάγει τὰ ὀνόματα. Λουκᾶς δὲ," Κατακολουθοῦσαι γυναῖκές τινες, αἵ τινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. Αἵτινες μαθοῦσαι τὰ περὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος, ὑπέστρεψαν ἀπὸ τοῦ μνημείου εὐαγγελιζόμεναι πάντα τοῖς ἀποστόλοις." Ἐπεὶ τοίνυν ὁ λαὸς ὁ μὴ ἔχων σύνεσιν, τῷ κηρύγματι τῶν ἀποστόλων οὐκ ἐπείθετο, καί τοι τῶν ἐθνῶν παραδεχομένων τὸν λόγον, τούτου χάριν τὰς γυναῖκας τὸ θεῖον Πνεῦμα καλεῖ. Τοὺς γὰρ ἀποστόλους διέβαλλον, ὡς νυκτὸς κλέψαντας τοῦ Σωτῆρος τὸ σῶμα. Διὸ τὰς ἀνυπόπτους καλεῖ τῶν ἀνοήτων εἰς ἔλεγχον. Μόνοι γὰρ ἀπειθοῦσι, πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας ὁρῶντες, τὴν ἔνθεον ἀρετὴν τοῦ εὐαγγελικοῦ μὴ συνορῶντες κηρύγματος. Γυναῖκες δὲ πρῶται πιστεύονται τὴν ἀνάστασιν, ἐπεὶ καὶ γυνὴ πρώτη τοῦ ὄφεως τὴν ἀπάτην ἐδέξατο. Διὰ τῆς οὖν ἀποστολῆς τῶν δεινῶν ἐγκλημάτων ἀποκρούονται τὴν αἰτίαν. Εἴρηται γὰρ πρὸς αὐτὰς τὸ χαίρετε παρὰ τοῦ τὴν ἀρὰν ἐπιθέντος ἐν ἀρχῇ," Ἐν λύπαις τέξῃ τέκνα," πρὸς Εὔαν εἰπόντος. Ὡς ἀνοήτους δὲ τοὺς Ἰουδαίους οὐκ ἐλεήσειν φησίν. Ἐν δὲ τῷ καιρῷ λέγει 2244 τῷ δηλουμένῳ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ὅπερ πατάξει ἑρμήνευσαν οἱ λοιποὶ, δηλοῦντες πατάξειν Κύριον τοὺς ἀπίστους ἐκείνους, καὶ τὸν λαὸν τὸν ἀσύνετον. Εἶτα τόπον ἀφορίζει ἀπὸ τοῦ ῥείθρου ποταμοῦ ἕως τοῦ χειμάῤῥου Αἰγύπτου, κατὰ Σύμμαχον, ᾧπερ ἰσοδυναμοῦσι καὶ οἱ λοιποὶ περιορίζοντος τοῦ λόγου τὸν κατ' Ἰουδαίων ὑπὸ Ῥωμαίων γενησόμενον πόλεμον, ἀπὸ ποταμοῦ τάχα τοῦ Ἰορδάνου μέχρι τοῦ χειμάῤῥου Ῥεινοκορούρων, ἥπερ ἐστὶν Αἰγύπτου μεθόριον. Ἀλλὰ τούτους μὲν, φησὶ, ῥαβδίσει Κύριος αὐτὸς, ἐπάγων αὐτοῖς τὴν μάστιγα τὴν ἐπιστρεπτικὴν, τὸ τῶν πολεμίων στρατόπεδον. Διὸ καὶ ἄνω ἔλεγεν·" Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τῆς ὀργῆς, καὶ τοῦ θυμοῦ ἐν ταῖς χερσὶν αὐτῶν." Τινὲς δὲ φασὶν, ὡς Ἰουδαίας ὅροι Εὐφράτης καὶ Ῥεινοκόρουρα. Τὸ δὲ συμφράξει, ἀντὶ τοῦ πολιορκήσει, καὶ θλίψει. Ἡ γὰρ σύμφραξις, συγκλεισμός ἐστιν ἀφύκτων κακῶν. Ἀλλὰ καὶ συγκέκλεισται τῶν Ἰουδαίων ὁ νοῦς οὐ προσιεμένων τῆς ἀληθείας τὸ φῶς." Πώρωσις" γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον," ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ, καὶ ἄχρι σήμερον ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." Τοῖς δὲ τοῦ λόγου κήρυξιν ἑξῆς προστάττει λέγων ὁ Κύριος· Ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ. Εἰ γὰρ καὶ μὴ βούλωνται ἀθρόως προσιέναι τῇ πίστει (λαὸς γὰρ οὐκ ἔχων ἐστὶ σύνεσιν), ἀλλ' οὖν ἀγαπητὸν βραχεῖς τινας καθ' ἕνα συναγαγεῖν, οἷς καὶ Πέτρος ὁ μέγας ἐβόα·" Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε καθὰ καὶ οἱ ἄρχοντες ὑμῶν. Μετανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου....." ΚΕΦΑΛ. ΚΗʹ. ακβʹ. 9Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραΐμ. Τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεθύοντες ἄνευ οἴνου. Ἰδοὺ ἰσχυρὸν καὶ σκληρόν9, κ. τ. λ.... ἐλευθερίαν προσίεσθαι τῶν τύπων ἀφεμένους." Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ, δεῖ προσκυνεῖν." Δεσμὸς δὲ ὁ νόμος δικαιῶν μὲν οὐδένα, κατασφίγγων δέ πως εἰς κόλασιν. Καὶ Δαβὶδ δὲ προθύμως συμβουλεύων ἐπὶ τὴν χάριν ἰέναι τὴν διὰ πίστεως," Διαῤῥήξωμεν, φησὶ, τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν," τὸ ἐκ νόμου βάρος αὐτοῖς ἐπικείμενον, ᾧ τοὺς ὑπὸ χεῖρας οἱ τῶν Ἰουδαίων ὑπῆγον διδάσκαλοι. Προτιμήσατε δὲ, φησὶ, τούτων τὴν σύντομον τῆς πίστεως χάριν, οὐ κατὰ τὰς μακρὰς οὖσαν περιόδους τοῦ γράμματος, ἥτις ἐδόθη πάσῃ τῇ γῇ, μόνοις δοθέντος Ἰουδαίοις τοῦ νόμου. Μωσῆς μὲν γὰρ ἔλεγεν·" Ἄκουε, Ἰσραήλ." 2245 Ὁ Χριστὸς δὲ διὰ τοῦ ψάλλοντος," Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη." Τινὲς δέ φασι τὸ, καὶ ὑμεῖς μὴ εὐφρανθείητε, ἁρμόττειν μὲν καὶ πρὸς τὸν Ἰσραὴλ μὴ ἐπιμένειν τῇ τῶν ἁμαρτημάτων ἡδονῇ παραινοῦν, μηδὲ δεσμεῖν ἑαυτοὺς ἁμαρτήμασιν, πρὸς δὲ τὴν τῆς κρίσεως ἀκοὴν ὑποστέλλεσθαι· ἁρμόττειν δὲ καὶ πρὸς τὰ ἔθνη, ὡς οὐδὲ χαίρειν ὑμᾶς ἐπὶ τῇ τῶν Ἰσραηλιτῶν τιμωρίᾳ. Διαβήσεται γὰρ καὶ εἰς ὑμᾶς τὰ τῆς τίσεως ἁμαρτάνοντας. κγκθʹ. 9Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου. Προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου, μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; ἢ σπόρον προετοιμάσαι, πρὶν ἐργάσασθαι τὴν γῆν; οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆσ9, κ. τ. λ. Τῷ στεφάνῳ τῆς ὕβρεως, τῷ τὸν ἔντιμον ἀποδοκιμάσαντι λίθον, ἔτι παρακελεύεται τὰ μὲν ὦτα παρέχειν τῇ δι' ἀέρος φερομένῃ φωνῇ, πειθαρχεῖν δὲ τοῖς λεγομένοις, καὶ κατανοεῖν τὰ λεγόμενα. Εἶθ' ὑποδείγματι κέχρηται, διδάσκων αὐτοὺς, ὡς ὄντες δυνατοὶ δυνατῶς ἐτασθήσονται. Ἄρχοντες γὰρ ἦσαν καὶ ἱερεῖς, καὶ διδάσκαλοι. Καιρὸς γὰρ, φησὶν, ἀρότρου καὶ σπόρου διάφορος. Καὶ παραλλάττει τῶν καρπῶν μετὰ θέρος ἡ κάθαρσις, τῶν μὲν ἀμάξης δεομένων, καὶ τεμνόντων τροχῶν ὅσοι τῶν ἄλλων ἁδρότεροι· τῶν δὲ μόναις ἀρκουμένων ῥάβδοις οἵπερ εἰσὶν ἀσθενέστεροι. Οὕτω καὶ ὁ τοῦ Θεοῦ λόγος γεωργῶν τὰς ψυχὰς, ἐν καιρῷ μὲν αὐτὰς διδασκαλίᾳ νεοῖ, ἀναῤῥηγνύση τοὺς λανθάνοντας λογισμούς. Ὅθεν δὲ καί φησιν·" Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρηται ἐπ' ἀκάνθαις." Ἐπειδ' ἂν δὲ τὸ οἱονεὶ πρόσωπον ὁμαλισθείη τῆς γῆς, πάσης ἀκανθώδους ἀνατραπείσης κακίας, τηνικαῦτα τοῖς ὑποκειμένοις κατάλληλα καταβάλλει τὰ σπέρματα, μείζω τε καὶ βραχύτερα. Διαιρέσεις γὰρ χαρισμάτων εἰσίν. Παρόντος δὲ τοῦ θερισμοῦ (συντέλειαν δὲ τοῦτον δηλοῦν ἐδίδαξεν ὁ Χριστὸς), τότε τοὺς ἀξίους τῶν σπερμάτων ἀπαιτήσει καρπούς. Τῶν δὲ μὴ παρεχόντων, οἱ μὲν τὰ σμικρὰ λαβόντες, μετρίαν, οἱ δὲ τὰ μεγάλα, μεγίστην εἰσπραχθήσονται δίκην, ὥσπερ οἱ μεγάλων ἀξιωθέντες, ἱερεῖς, καὶ γεγονότες στέφανος ὕβρεως μισθωτοί τε Ἐφραΐμ, ὡς διαστρέψαι μὲν τὸν λαὸν, ἀποδοκιμάσαι δὲ λίθον τὸν ἐκλεκτόν. Τὸ δὲ, καὶ παιδεύσῃ κρίματι Θεοῦ, ἢ κατὰ Σύμμαχον, καὶ παιδεύσει αὐτὸν εἰς κρῖμα ὁ Θεὸς αὐτοῦ παρίστησιν ὡς φυσικῇ διδασκαλίᾳ γεωργὸς, καὶ δοθείσῃ παρὰ τοῦ Θεοῦ, τὰ περὶ τῆς διαφόρου τῶν καρπῶν κρινεῖ καθάρσεως. Ἀντὶ δὲ τοῦ, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται, Σύμμαχός φησιν· Κύμινον δὲ ἐν βακτηρίᾳ, ἄρτος δὲ λεπτοκοπηθήσεται. Τὸ ἄρτος ἀντὶ τοῦ σῖτος εἰπών. Ἀντὶ δὲ τοῦ, οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν 2248 ὀργισθήσομαι. Οὐδὲ φωνὴ τῆς πικρίας μοῦ καταπατήσει ὑμᾶς, Θεοδοτίων καὶ Σύμμαχος ἐξέδωκαν. Ἁλλ' οὐκ εἰς τέλος ἀλοῶν ἀλοήσει αὐτὸν, οὐδὲ ταράξει τροχὸς ἀμάξης αὐτοῦ, οὐ δὲ ταῖς ὁπλαῖς αὐτοῦ λεπτυνεῖ αὐτόν. Τοῦτ' ἔστιν, Ἐπειδ' ἂν ὁ τῆς ἁμάξης τροχὸς περιέλθῃ τὸν σῖτον λεπτύνων, τὴν περὶ αὐτὸν καλάμην ὁμοῦ καὶ τῶν βοῶν ταῖς ὁπλαῖς αὐτὴν λεπτυνόντων, αὐτὸν οὐκ ἀφανίσει τὸν σῖτον· ὥσπερ οὖν οὐδὲ τῶν ψυχῶν τὴν οὐσίαν ἡ κόλασις. Ὅπερ οἱ ἑβδομήκοντα νοοῦντες ἐξέδωκαν, Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι. Τοῦτ' ἔστιν οὐ πρὸς ἀπώλειαν οὐσίας κολάζω, καθάπερ οὐ δὲ τροχὸς ἁμάξης ἀφανίζει τὸν σῖτον, ἀλλὰ καθαρὸν ἀπεργάζεται. Ταῦτα δέ φησι, πάντα ὥσπερ εἰ τέρατα τοῖς μὴ νοοῦσιν ὑπάρχοντα οὐκ ἄνθρωπος ἔφη, ἀλλὰ Θεὸς ἀπεφήνατο. Εἰ δὲ πρὸς Θεοῦ βουλὴν δύνασθε παραμυθίαν εὑρεῖν, ματαίαν ταύτην ὑψώσατε. Κατὰ δὲ Σύμμαχον, Καί γε τοῦτο παρὰ Κυρίου δυνάμεων ἐξῆλθεν πάλαι, ἐδόξασε βουλὴν, ἐμεγάλυνε σωτηρίαν. Τὴν δὲ πᾶσαν ῥῆσιν οὕτω τινὲς ἐξηγήσαντο. Χριστοῦ παρενήνεκται πρόσωπον πρὸς πειθὼ τῶν εὐαγγελικῶν κηρυγμάτων τὸν Ἰσραὴλ ἐπαγόμενον, πρὸς ἃ, φησὶ, προσοχῆς χρεία πολλῆς, καὶ ῥᾳθύμως ἀκούειν οὐ δεῖ, φυλάττεσθαι δὲ τὸ, καὶ μετὰ ταῦτα πάλιν τῆς νομικῆς λατρείας ἀντέχεσθαι. Κατὰ τὸν θεῖον Ἀπόστολον γὰρ," Κατηργήθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε." Δηλοῖ δὲ πάλιν ἡ προσοχὴ, τὸ κἀν ταῖς τοῦ νόμου σκιαῖς τὸν Χριστὸν εὑρίσκειν τυπούμενον. Οὐ γὰρ ἀλλότρια παραγγέλλω τοῦ νόμου, εἴγε νοοῖτο πνευματικῶς." Εἰ γὰρ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Περὶ γὰρ ἐμοῦ ἐκεῖνος γέγραφε." Προφάσει γὰρ τῆς τοῦ νόμου φυλακῆς, ὡς εὐσεβοῦντες δῆθεν ἐδίωκον Ἰησοῦν, ὡς ἀλλότρια ταύτης διδάσκοντα. Διό φησι, μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν, δηλῶν ὡς ἀκανθώδει γῇ παρέοικε τῶν εἰδωλολατρούντων ὁ νοῦς, καὶ δεῖται λόγου, κατηχητικοῦ ἀρότρου δίκην αὐτὸν ἀναπτύσσοντος, ὡς ἂν εὐτρεπισθείη πρὸς τὸν σπόρον τὸν ἄνωθεν, καὶ καρποφορῆσαι δυνήσηται. Τοῦτο γέγονε τοῖς υἱοῖς Ἰσραὴλ ἐξελθοῦσι μὲν Αἰγύπτου, τὸν δὲ νόμον δεξαμένοις ὡς ἄροτρον. Ὡς ἂν κατεσκληκυῖαν αὐτῶν τῆς ψυχῆς ἀνατέμῃ τὴν γῆν. Δεῖ τοίνυν τοῦ ἀρότρου παυσαμένου, τὸν εὐαγγελικὸν ὑποδέχεσθαι σπόρον, καὶ παυσαμένων τῶν τύπων, δέξασθαι τὴν ἀλήθειαν. Ὁ δὲ γεωργὸς, φασὶ, κἂν ὁμαλίσῃ τὴν γῆν, οὐκ εὐθὺς καταβάλλει σπέρματα στερεώτερα. Τῶν δὲ σμικροτέρων κατάρχεται, διὰ τούτων πρῶτον γυμνάζων τὴν γῆν. Οὗτος γὰρ ἐν τοῖς σοῖς ὁρίοις τεχνικὸς τῆς γεωργίας ὁ τρόπος. Οὕτως οὖν ὁ νόμος ὁμαλίσας τὴν γῆν, τὰς ἀσθενεῖς σοι σκιὰς τῆς ἀληθείας ἐνέσπειρεν, οἰονεὶ κύμινον, καὶ μελάνθιον. Ἃ δὴ καθ' ἑαυτὰ παντελῶς οὐκ ἔστιν ἐδώδιμα, 2249 τῇ δὲ πρὸς ἕτερα γίνεται χρήσιμα συμπλοκῇ, κριθὴν καὶ σῖτον, τοῦτ' ἔστι, τὸν ἐκ τούτων ἄρτον γινόμενον. Οὕτω δεῖ τῇ πνευματικῇ διδασκαλίᾳ καὶ τὸν νόμον συμφέρεσθαι. Ἄλλως γὰρ ἀδρανοῦς ὄντος πρὸς ἁμαρτιῶν ἀποκάθαρσιν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, τὸ δὲ ζωοποιὸν εἰσκεκόμισται κρῖμα, τοῦτ' ἔστι Χριστὸς συντετμημένη πίστει δικαιῶν, ὃ ποιεῖν οὐκ εἶχον αἱ μακραὶ τοῦ νόμου περίοδοι. Τῷ δὲ πιστεύοντι, καθάπερ κριτῇ τῷ Κυρίῳ τὰ πρακτέα προστάττοντι, καὶ τὰ τῆς πνευματικῆς εὐφροσύνης ἀκολουθεῖ. Ὡς χρησίμου δὲ πάλιν ἀντέχεται τοῦ παραδείγματος, δεικνὺς ὡς μετρία δίκη ῥᾳθυμοῦντας τοὺς νόμους μετήρχετο· καίτοι λέγων," Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ," καὶ τὰ ἐπὶ τούτοις, καὶ ὅμως φιλανθρώπως ἐκόλαζεν, ὡσανεὶ ῥάβδῳ καθαρθείη μελάνθιον. Εἰ καὶ τηροῖτο δὲ, φησὶν, ὁ νόμος, καθ' ἑαυτὸν ἄχρηστος τῆς τοῦ ἄρτου δεόμενος συμπλοκῆς. Σαφῆ δὲ ποιῶν τὴν εἰρημένην φιλανθρωπίαν, ἐπήνεγκεν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ὑμῖν ὀργισθήσομαι. Οὐδ' οὕτως ὑμᾶς ἡ ἐξ ἐμοῦ μέτεισι δίκη, ὡς καταπάτημα γενέσθαι τοῖς ἐξ ὀργῆς. Διὸ καὶ τέρας καλεῖ καὶ θαύματος ἄξιον, τὸ ἐν τοσούτοις ὄντα παραπτώμασιν ἐλεεῖσθαι τὸν Ἰσραήλ. Ὅθεν φησὶ, Βουλῆς ἀγαθῆς ἐπιλάβεσθε, καταιτιώμενος ὅτι ματαίαν παράκλησιν μέγα τι καὶ ὑψηλὸν εἶναι χρῆμα νομίσαντες, τοῦ εἰκότος ἔξω ποι φέρονται. Εἴη δ' ἂν αὐτὴ, καθ' ἣν ἔλεγον·" Ἐποιησάμεθα συνθήκην μετὰ τοῦ ᾅδου," καὶ τὰ ἐπὶ τούτοις. Ἤκουον γάρ·" Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα." ΚΕΦΑΛ. ΚΘʹ. α ηʹ. 9Οὐαὶ πόλις, Ἀριὴλ, ἣν ἐπολέμησε Δαβίδ· συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φάγεσθε γὰρ σὺν Μωάβ. Ἐκθλίψω γὰρ Ἀριὴλ9, κ. τ. λ. Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην Ἀριὴλ καὶ αὐτοί φασιν, Ἰουδαίων παῖδες ὑπάρχειν τὴν Ἱερουσαλὴμ, λέγοντες ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστὸς, Ἀριὴλ ὠνομάσθαι. Τοιγαροῦν Ἰεζεκιὴλ ἐν τοῖς τελευταίοις τὸν ναὸν διαγράφων οὕτω φησί·" Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου, ἐν πήχει πήχεως, καὶ παλαιστῆς." Καὶ προβάς·" Καὶ ἀπὸ τοῦ Ἀριὴλ ὑπεράνω τῶν κεράτων πῆχυς· καὶ τὸ Ἀριὴλ πηχῶν δώδεκα·" ἑρμηνεύεσθαι δέ φασι λέων Θεοῦ. Ὂν γὰρ Θεοῦ τὸ θυσιαστήριον, κατήσθιε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα. Τινὲς δέ φασι τὴν πόλιν οὕτως εἰρῆσθαι, ἐπεὶ διὰ Θεοῦ, λέοντος δίκην, ἐσπάραττε τοὺς ἀνταίροντας. Τὸ δὲ, πόλις, ἣν ἐπολέμησε Δαβὶδ, οὔ φασιν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ, ἀλλὰ κατὰ τὸν Ἀκύλαν, πολίχνη παρεμβλήσεως Δαβίδ. Ἀλλοφύλων γὰρ οὖσαν, καὶ Ἰεβοῦς καλουμένην εἷλεν ὁ Δαβὶδ, τυφλοὺς καὶ χωλοὺς ἀποκτείνας τοὺς ἀνθεστηκότας αὐτῷ. Καθὰ καὶ Χριστὸς παρέστησε τοὺς ταύτης οἰκήτορας τυφλοὺς ὑπάρχοντας 2252 καὶ χωλοὺς, ὀρθοποδεῖν οὐκ ἐθέλοντας, οὐδὲ τὸ θεῖον εἰσδέχεσθαι φῶς, μάλιστα δὲ Γραμματεῖς τε καὶ Φαρισαίους. Ὅθεν Δαβὶδ μέν φησιν·" Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν." Ὁ δὲ Παῦλος·" Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον." Ὅτι δὲ καὶ τυφλοῖ δεδήλωκεν ὁ Σωτήρ·" Εἰς κρῖμα, λέγων, ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται." Τὰ μὲν γὰρ ἔθνη προδήλως ἀνέβλεψαν, οἱ δὲ τὸν ἐκ νόμου φέροντες φωτισμὸν ἐτυφλώθησαν. Δύναται δὲ καὶ τὸ, ἣν ἐπολέμησε Δαβὶδ, ἀντὶ τοῦ, δι' ἣν ἐπολέμησε λέγεσθαι. Περὶ αὐτῇς οὖν ὁ προφήτης νῦν λέγει τῆς πόλεως ἀκολούθως τὰ προλαβόντα περὶ τῶν ἀρχόντων εἰπὼν, καὶ τοῦ στεφάνου τῆς ὕβρεως. Διὰ τὰς τούτων γὰρ παρανομίας, καὶ ἡ πόλις ἤμελλε πείσεσθαι. Τοῖς οὖν ταύτην οἰκοῦσι φησὶν, Ἕως ἔτι καιρὸς ἐστὶν, γεννήματα συναγάγετε, ἀδείας ὑμῖν δοθείσης ἐπ' ἐνιαυτὸν ἕνα, τὸν τῆς ἐπιδημίας λέγων καιρὸν, καθ' ὃν ἐκήρυττεν ὁ Χριστὸς, ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως. Τάχα δὲ καὶ δεύτερον αὐτοῖς ἐνιαυτὸν, ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται. Συμβουλεύει τοίνυν, ἐν ὅσῳ καιρὸν εἶχον, τροφὰς ἐξ αὐτοῦ θησαυρίσαι πνευματικάς. Φάγεσθε γὰρ, φησὶ, συμβωὰμ, διὰ μιᾶς εἰδωλομανοῦς πόλεως τὰ ἔθνη δηλῶν. Κοινὴ γὰρ ἐν Ἐκκλησίᾳ τροφὴ τοῖς ἐκ τῶν δύο λαῶν. Φασὶ δὲ τὸ, φάγεσθε γὰρ σὺν Μωὰβ, μὴ κεῖσθαι κατὰ τὸ Ἑβραϊκὸν, μηδὲ παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Καὶ ἄλλως δὲ, φασὶν, ἐκ τῆς συμφράσεως τῆς ἑρμηνείας περιττὸν ἀποδείκνυται. Μὴ βουλομένων δὲ τὰς νοητὰς ὑμῶν συνάγειν τροφὰς, ἐκτρίψω τὴν Ἀριὴλ, ὅπερ ἐστὶν Ἱερουσαλήμ. Ἀντὶ δὲ τοῦ, Καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος ἐμοὶ, Σύμμαχος ἔφη· Καὶ ἔσται κατώδυνος καὶ ὀδυνωμένη. Πλὴν νοήσεις ἰσχὺν αὐτῆς, νοητῶς τε καὶ αἰσθητῶς. Τὸ μὲν, ὅτι συνετρίβησαν πολέμῳ, καὶ ὁ πλοῦτος αὐτῶν δι' ἁρπαγῆς Ῥωμαίοις ἐγένετο. Τὸ δὲ, ὅτι γυμνοὶ τῶν ἐξ ἀρετῆς αὐχημάτων ἐγένοντο, συναποβαλόντες καὶ τῆς ἐκ νόμου σοφίας τὸν πλοῦτον. Ὡς εἷλε δέ σε Δαβὶδ ἀλλοφύλων ὑπάρχουσαν, οὕτως ἁλῶναί σε ποιήσω πολιορκίᾳ. Καὶ νῦν γὰρ ἀλλοφύλων γέγονας οἰκητήριον πλήρης ἀρχόντων οὖσα κακῶν, καὶ τοῦ στεφάνου τῆς ὕβρεως, οἳ καὶ κατὰ Χριστοῦ φωνὰς ἐπηρμένας ἐφθέγγοντο λέγοντες·" Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί." Τοὺς δὲ λόγους φησὶ τούτους ταπεινωθήσεσθαι, τοῦτ' ἔστι τοὺς λέγοντας. Πολέμῳ γὰρ κακωθέντες, χρήσονται ταπεινοτάταις φωναῖς, ἐλεεινά τε λέγοντες καὶ λεπτὰ, καθάπερ ἐπὶ νεκυομαντείας οἱ δαίμονες 2253 ψυχὰς τὰς καλουμένας ὑποκρινόμενοι. Ὑποφανοῦσι γὰρ ἰσχνόν τι καὶ τετρηγός. Τὸ δὲ ῥητὸν οὕτως ἐξέδωκε Σύμμαχος· Καὶ χαρακώσω κατὰ σοῦ στάσιν καὶ ἀναστήσω κατὰ σοῦ πολιορκίαν, καὶ ταπεινωθήσῃ. Ἀπὸ τῆς γῆς λαλήσεις, καὶ ὑπὸ γῆν ἐδαφισθήσεται ἡ λαλιά σου, καὶ ἔσται ὡς ἐγγαστρίμυθος ἀπὸ τῆς γῆς ἡ φωνή σου, καὶ ἀπὸ τῆς γῆς ἡ λαλιά σου ῥοίσεται. Τὰ δὲ νῦν λεγόμενα παθεῖν μέλλουσαν τὴν Ἱερουσαλὴμ ὁ Σωτὴρ ἀποκλαίεται λέγων·" Εἰ ἔγνως καί γε σὺ τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα," καὶ τὰ ἑξῆς. Ἀθρόα δὲ, φησὶν ὁ προφήτης, ἔσται σοι τὰ δεινὰ, ὡς ἐν στιγμῇ χρόνου. Θεοῦ γὰρ ἐπισκοπῇ, καὶ οὐκ ἐξ ἀνθρώπων γενήσεται. Παραδείκνυσι δὲ ὡς πυρίκαυστος ἔσται, βροντῆς ἐκ Θεοῦ καὶ σεισμοῦ καὶ καταιγίδος ἐπ' αὐτὴν ἐνεχθείσης, ἤγουν τῶν πολεμίων τὴν ἔφοδον καθάπερ τινὰ βροντὴν καὶ σεισμὸν, καὶ καταιγίδα γενήσεσθαι καὶ φλόγα πυρὸς κατεσθίουσαν. Ταῦτα περὶ τῆς Ἱερουσαλὴμ προειπὼν, ἐπιλέγει περὶ τῶν πολιορκησάντων αὐτὴν, ὀνειρώδη λέγων τὴν ἀπόλαυσιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τούτων τὸ τέλος μαθεῖν. Μετὰ γὰρ τὸν τρόπον..... θκαʹ. 9Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλήσατε, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου. Ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προφητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ κρυπτὰ9, κ. τ. λ..... δρυτόμοι γὰρ ὥσπερ ἐγένοντο τοῖς ἐξ Ἱερουσαλὴμ οἱ καταδῃοῦντες αὐτοῖς. Ὃ δηλοῖ λέγων ὁ Ζαχαρίας·" Διάνοιξον, ὁ Λίβανος, τὰς χεῖράς σου, καὶ καταφαγέτω δρὺς τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος." Κατὰ δ' οὖν τὸν καιρὸν ἐκεῖνον, φησὶ, καθ' ὃν αὐτὴ γενήσεται ἡ μεταβολὴ, τοῦ βιβλίου τοῦ προῤῥηθέντος, ἀκούσονται τοὺς λόγους οἱ πάλαι κωφοὶ, τοὺς ἐθνικοὺς δηλῶν, οὓς ἔλεγεν Λίβανον, λόγους τοὺς ἐσφραγισμένους Χερμὲλ, τῷ τῶν Ἰουδαίων λαῷ, διότι οἱ μὲν πρὶν ἀνήμεροι, γεγόνασιν ἥμεροι. Οἱ δὲ πρὶν ἥμεροι, τοὐναντίον ἀνήμεροι. Καὶ οἱ πρὶν ἐν ὀμίχλῃ καὶ σκότῳ τυγχάνοντες, ὄψονται τοῦ βιβλίου τὸ φῶς. Οἱ δὲ πρὶν ὁρῶντες τοῦ Θεοῦ τὰ μυστήρια, τυφλοὶ πρὸς ταῦτα γενήσονται. Καὶ οἱ μὲν πλουτήσουσιν εὐφροσύνην καὶ σωτηρίαν πνευματικὴν, ὧν ἦσαν ἐκ Πατέρων ἀλλότριοι. Οἱ δὲ τούτων ἐν ἐνδείᾳ γενήσονται. Ἐκπεσόντες ἐλπίδος, ἧς ἐντὸς ἐκεῖνοι γεγόνασιν, τὸ πρὶν 2256 ὄντες ἀνέλπιστοι, κατὰ τό· Ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν κόσμῳ. Γεγόνασι δὲ τούτων ἐντὸς, μὴ προσκόψαντες τῷ λίθῳ τοῦ προσκόμματος, οἱ πιστεύσαντες τῇ ἐπικειμένῃ τῷ βιβλίῳ σφραγῖδι, ὅς ἐστι Χριστός. Ἐξέλιπε γὰρ ὁ πρὶν αὐτῶν κρατῶν ἀσεβὴς, ὅπερ ἐστὶν ὁ διάβολος ὃν ὑπερήφανον, φησὶ, καὶ τοὺς ὑπ' αὐτὸν ἀσεβεῖς. Τῷ γὰρ τῆς ἀσεβείας ἄρχοντι συναπώλοντο πάντες οἱ δαίμονες. Ἀλλὰ καὶ τῶν ἐθνῶν σωθέντων οἱ κατηγορηθέντες οὐχ ὑπάρξουσιν οἱ Ἰουδαῖοι, Ἐκλείψει δὲ πᾶς ὑπερήφανος ἐν αὐτοῖς, καὶ τοῦ Χριστοῦ χλευάζων τὸν λόγον. Σύμμαχος γὰρ οὕτως ἐξέδωκεν· Καὶ ἀνηλώθησαν χλευάζοντες καὶ ἐξεκόπησαν πάντες οἱ εἰς ἀδικίαν ἐξαμαρτάνοντες ἀνθρώπους ἐν λόγῳ, οἳ, κατὰ τοὺς Ἑβδομήκοντα, τὸν νόμον παραβάντες, ἄνομοι λέγονται, ὑπερήφανοι δὲ, τοῦ Χριστοῦ καταλαζονευσάμενοι λέγοντες·" Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; πῶς οὖν λέγει, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;" Καὶ πάλιν·" Ἀβραὰμ ἀπέθανεν, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις· Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, θάνατον οὐ μὴ ἵδῃ εἰς τὸν αἰῶνα;" Ἔλεγον δὲ καὶ," Δαιμόνιον ἔχει, καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε;" οὗτοι δὲ ἦσαν, οἱ τοὺς παιδεύοντας αὐτοὺς ἐν αὐλαῖς παγιδεύοντες, τοὺς προφήτας δηλονότι, καθ' ὧν ἐπιβουλῆς ἁπάσης ἐθηρῶντο λαβάς. Καὶ ἀλλαχοῦ δέ φησι·" Καὶ ἐμίσουν ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον ἐβδελύσσοντο," οἳ καὶ τὸν δίκαιον λόγον, καὶ αὐτὸν δὲ Χριστὸν, τὴν δικαιοσύνην, μάτην ἐκκλίνοντες ἀπεσείοντο, μηδὲ ἔχοντες ἐγκαλεῖν. Τινὲς δὲ τὸ, ἐν πύλαις, οὐ λεληθότως, ἐν ἁπάσῃ δὲ παῤῥησίᾳ φασί. Καὶ δίκαιον, τὸν νόμον λέγουσιν ἐν ἀδίκοις ταῖς τῶν πρεσβυτέρων, ὡς εἴρηται, παραδόσεσιν. κβκδʹ. 9Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ. Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ· ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου9, κ. τ. λ. Ἔτι πρὸς τοὺς αὐτοὺς ὁ λόγος, οὕς φησι καλεῖσθαι οἶκον Ἰακώβ. Ὃν οὐκ ἀξίοντα τοῦ θεοφιλοῦς Ἀβραὰμ, ἀπηλλοτρίωσεν ἀφορίσας Θεὸς, κατὰ τό·" Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε." Ἀντὶ δὲ τοῦ, Ὃν ἀφώρισεν ἐξ Ἀβραὰμ, Ὁ λυτρωσάμενος τὸν Ἀβραὰμ, ἐξέδωκε Σύμμαχος, δηλῶν ὡς οὐ τούτους ἐλυτρώσατο, πρὸς οὓς ἀποτείνεται. Φησὶν οὖν, ὡς Προφητευομένης τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς ἡμετέρας ἀποβολῆς καθ' ὃν προφητεύεται ταῦτα καιρὸν, οὐκ ἐρυθριᾶτε φησὶν, ὡς ἂν μὴ πιστεύοντες ἔσεσθαι. Ἀλλ' οὖν ὑμᾶς ὁ τῆς ἐκβάσεως ποιήσει καιρός. Τὰ γὰρ ὑμέτερα τέκνα, φησὶν, αἰσχυνθήσονται, τὸν Θεὸν Ἰακὼβ ὁρῶντες 2257 ὑπ' ἀλλοφύλων ὑμνούμενον, φόβον ἐχόντων τὸν πρὸς αὐτόν. Καίτοι πρώην ἦσαν πλανώμενοι, καὶ τῆς θείας κατηγοροῦντες προνοίας, ὑπακούειν μαθήσονται. Καὶ μηδὲν ὑγιὲς περὶ Θεοῦ λέγειν δυνάμενοι, λαλήσουσιν εἰρήνην τοῦ πρὸς αὐτὸν ἀπηλλαγμένοι πολέμου. Ὁ δὲ Σύμμαχός φησιν· Ἀλλ' ὅταν ἴδῃ τὰ τέκνα αὐτοῦ ἔργα χειρῶν μου ἐν μέσῳ αὐτοῦ, ἁγιάζονται τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν Ἰσραὴλ κραταιώσουσι, καὶ μαθήσονται οἱ πεπλανημένοι τῷ πνεύματι σύνεσιν, καὶ γογγυσταὶ μαθήσονται παιδείαν. Οὕτω δέ τινες ἐξηγήσαντο· Τοῦ Θεοῦ προειρηκότος τῶν ἐξ Ἰσραὴλ τὴν ἀπώλειαν, εἰκὸς ἦν τοῦτο ψευδὲς ὑπονοῆσαί τινας, σωθὲν ὁρῶντας τὸ ἐγκατάλειμμα. Προλέγει τοίνυν, ὡς καὶ αὐτοὶ σωθήσονται διὰ πίστεως·" Ὅτ' ἂν γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε, πᾶς Ἰσραὴλ σωθήσεται." Ἐκ πάντων δὲ τῶν ἐθνῶν ἐξειλεγμένον λέγει καὶ Θεοῦ κλῆρον ἐξαίρετον γένος τὸ ἐξ Ἀβραάμ τε καὶ Ἰακώβ. Οὐκ ἐπιγνώσονται δὲ τὴν ἑαυτῶν ἁμαρτίαν ἅμα τῷ παροινῆσαι κατὰ Χριστοῦ. Οὐδὲ μεταβαλοῦσι τὸ πρόσωπον ἐπὶ τὸ φρονεῖν αἱρεῖσθαι τὰ κρείττονα. Ἀλλ' ὅτ' ἂν οἱ τούτων υἱοὶ θεάσωνταί μου τὰ ἔργα, τὴν ὑπουράνιον κληθεῖσαν ὁρῶντες εἰς θεοσέβειαν, τότε τὸν ὄντως ἅγιον Θεὸν τοιοῦτον εἶναι νομίσουσι, καὶ φοβηθήσονταί με, καὶ ζήσονται. Γέγραπται γὰρ, ὡς ὁ φόβος Κυρίου ζωὴν ποιεῖ. Τοῦτο σύνεσις ἔσται τοῖς πεπλανημένοις ποτέ. Οἳ καὶ κατὰ Χριστοῦ διεγόγγυζον, ποτὲ μὲν λέγοντες· πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; ποτὲ δὲ ὅτι τὸ Σάββατον ἔλυε, προσφέρων τὴν σκιὰν εἰς ἀλήθειαν. Καὶ ὅτι πατέρα ἴδιον ἔλεγεν, τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἐψέλλιζον δὲ μηδὲν ὀρθὸν εἰπόντες περὶ Χριστοῦ. Ἀλλ' εἰρήνην λαλήσουσι πρὸς αὐτὸν λέγοντες· Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν·" Τὸ ὄνομά σου" ὀνομάζομεν. ΚΕΦΑΛ. Λʹ. αεʹ. 9Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος, Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ' ἁμαρτίας, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον9, κ. τ. λ. Τὰ περὶ τοῦ στεφάνου πληρώσας τῆς ὕβρεως, νῦν ὡς καὶ παῖδες Ἑβραίων φασὶ, τὰ περὶ τοῦ κατὰ τὸν Ἱερεμίαν λέγει καιροῦ, καθ' ὃν ἁλούσης τῆς πόλεως, οἱ περιλειφθέντες ἐν Ἰουδαίᾳ φόβῳ τῶν Βαβυλωνίων εἰς Αἴγυπτον φεύγουσιν, ἀπαγορεύοντος Ἱερεμίου, ᾧ δὴ καὶ συνεβουλεύσαντο δι' αὐτοῦ μαθεῖν ἀξιοῦντες ὅπερ ἐδόκει Θεῷ. Εἰπόντος δὲ μένουσιν ἐν Ἰουδαίᾳ γενήσεσθαι τὸν Θεὸν εὐμενῆ, εἰ δὲ προσφύγωσιν Αἰγύπτῳ, πάντας ἄρδην ἀπολέσθαι, Ψεύδη λαλεῖς

Intertext edge

Open linked passage

Note