Commentarii in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
2260.1
ἔφασκον, ὑπὸ Βαροὺχ μισοῦντος ἡμᾶς πεπεισμένος, ἀλλ' οὐχὶ λόγους ἀπαγγέλλεις Θεοῦ. Διὸ μετὰ τοῦ Βαροὺχ αὐτὸν εἰληφότες, κατέβησαν πάντες εἰς Αἴγυπτον. Ταῦτα προλέγει νῦν Ἡσαΐας σχεδὸν πρὸ πεντήκοντα καὶ ἑκατὸν ἐτῶν Ἱερεμίου γενόμενος. Θρηνεῖ δὲ τοὺς ἀπειθήσαντας Ἱερεμίᾳ, καὶ ἀποστάτας καλεῖ τέκνων ἐγκαταλεγέντας τάξει τὸ πρότερον, ἀποστάντας δὲ Θεοῦ πρὸς ἀσέβειαν, καὶ τέκνων σφαγὴν, καὶ ἀπείθειαν τῶν ὑπ' αὐτοῦ λεγομένων. Δοκεῖ δὲ παρ' ἱστορίαν τὸ λέγειν, Ἐμὲ δὲ οὐκ ἐπηρώτησαν. Ἠρώτησαν γὰρ δι' Ἱερεμίου. Ἀλλ' οὐχὡς ἔδει τοὺς ἐρωτῶντας Θεόν. Ἐφ' ᾧ γε πάντως πεισθῆναι. Τὸ δὲ τοῦ Πνεύματος ἰσότιμον ἔδειξεν. Ὡς γὰρ εἶπε τὸ, οὐ δι' ἐμοῦ, οὕτω καὶ τὸ, οὐ διὰ τοῦ πνεύματός μου. Τὸ δὲ, Φαραὼ, κοινός ἐστι τῶν ἐν Αἰγύπτῳ βασιλέων χρηματισμὸς, ὡς τῶν Ῥωμαίων ὁ Καῖσαρ. Ἐπελέγετο γὰρ τούτῳ καὶ τὸ Κύριον ὄνομα, οἷον Φαραὼ Νεχάω. Τὰ δὲ διὰ Μωσέως παράδοξα, καθά φησιν ὁ Δαβὶδ, ἐν πεδίῳ γέγονε τάνεως. Καὶ ἄνω δὲ περὶ Αἰγύπτου λέγων ὁ προφήτης," Ἐξέλιπον, ἔφησεν, οἱ ἄρχοντες Τάνεως·" εἰκότως. Ἐπειδὴ περὶ τῆς τοῦ Σωτῆρος ἔλεγε παρουσίας· νῦν δὲ περὶ τῶν Ἱερεμίου λέγων καιρῶν, οὔ φησιν ἐκλελοιπέναι, ἀλλ' εἶναί τινας ἀρχηγοὺς ἀγγέλους πονηροὺς, τοὺς αὐτοὺς λέγων τοῖς ἄνω λεχθεῖσιν ἄρχουσι Τάνεως. Δαίμονάς τινας ἐμφαίνων, οἵπερ ἐνήργουν τὰ ἐν Τάνει γενόμενα. Ἐνταῦθα γὰρ ἦν τότε τοῦ Φαραὼ τὸ βασίλειον. Πρὸς δὲ τῷ μὴ δύνασθαι βοηθεῖν ὑμῖν, γενήσονται αἰσχύνη καὶ ὄνειδος. Ἥλωσαν γὰρ σὺν αὐτοῖς Ἰουδαίοις Αἰγύπτιοι. Τινὲς δὲ τὰ μέχρι τοῦ, οἱ καταβαίνοντες εἰς Αἴγυπτον, περὶ τῶν ἐπαναστάντων εἰρῆσθαί φασι τῷ Χριστῷ. Πονηρὰ δὲ βουλευόμενοι, μετὰ Θεοῦ πῶς ἐβουλεύοντο, μεθ' οὗ βουλεύεται μόνος εἴ τις εὐσεβής τε καὶ δίκαιος; γέγραπται γὰρ, Λογισμοὶ δικαίων κρίματα. Οἱ δὲ περὶ τοῦ Σωτῆρος ἔφασκον·" Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὴν πόλιν, καὶ τὴν χώραν." Ἄλλος ἔλεγεν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Καὶ κατὰ τὴν παραβολὴν δὲ ἔφασκον," Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν." Καὶ πρὸς τοῖς δούλοις τοῖς προφήταις καὶ τὸν κληρονόμον ἀπέκτειναν. Πρὸς ὅπερ οἰκείως ἔφη," Οἱ προστιθέντες ἁμαρτίας ἐφ' ἁμαρτίαις." Ὅτι δὲ αὐτοῖς ἄνωθεν ἡ γνώμη πρὸς ἀπόστασιν [ὁ] τὴν ἀπὸ Θεοῦ, δηλοῖ καὶ ἡ πάλαι κάθοδος εἰς Αἴγυπτον γενομένη παρὰ γνώμην Θεοῦ. Τὸ δέ· Εἰσὶ γὰρ ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροὶ, ἐπειδήπερ ᾤοντο τὴν τῶν ἐκεῖ βασιλέων αὐτοῖς ἐπαρκέσαι ῥοπήν. Ἀλλ' ἦλθόν τινες ἀγγέλλοντες τοῖς κρατοῦσι τῆς χώρας ἀφόρητα· Τὴν γὰρ τύρων ἑλὼν, ἐπεστράτευσε τοῖς Αἰγυπτίοις ὁ Βαβυλώνιος. Ἠσχύνθησαν οὖν οἱ ἐπὶ τούτους ἐλπίσαντες, μεθ' ὧν ἀπεσφάττοντο, μὴ μαθόντες παρὰ Δαβὶδ τὸ, 2261" Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον." ΟΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ΕΝ ΤΗ ΕΡΗΜΩ. ιζʹ. 9Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν, καὶ ἀσπίδες, καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην, καὶ ὄνειδοσ9, κ. τ. λ. Ἀντὶ τοῦ, ἡ ὅρασις, λῆμμα Σύμμαχός φησιν. Ἀντὶ δὲ τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, κτηνῶν νότου πάντες ἐξέδωκαν. Αἰνίττεται δὲ τὰ τετράποδα, ζῶα τὰ παρ' Αἰγυπτίοις θεοποιούμενα, κεῖται δὲ κατὰ νότειον κλῖμα τῆς Ἰουδαίας ἡ Αἴγυπτος, ἔρημος οὖσα Θεοῦ, πάσης ἀλογίας ἐν αὐτῇ τιμωμένης, καὶ τῶν παρ' αὐτοῖς ἐνεργούντων δαιμόνων, οὓς ἀνηγόρευον Θεοὺς, στενοὶ καὶ τεθλιμμένοι τυγχάνοντες τὰς ψυχάς. Ἐν θλίψει γὰρ καὶ στενοχωρίᾳ τόπον εἶχον ἀσπίδες καὶ λέοντες καὶ τὰ τοιαῦτα κακὰ, ὧν εἰκόνες ἦσαν ζῶα τὰ παρ' ἐκείνοις θεοποιούμενα. Οἷς δὴ καὶ πόλεις ἐπωνύμους ἐκτήσαντο, τὴν λεόντων, καὶ τὴν κυνῶν, καὶ κροκοδείλων ἄλλην, καὶ τοιαύτας ἑτέρας, πρὸς οὓς Ἰουδαῖοι τὸν πλοῦτον ἀπέφερον. Τῆς γὰρ αὐτῶν ψυχῆς τὰ ταμιεῖα τῇ τῶν Αἰγυπτίων παρεδίδοσαν πλάνῃ, φέροντες αὐτὸν ἐπ' ὄνων τε καὶ καμήλων, ἅπερ αὐτῶν τὴν ἀλογίαν καὶ τὴν ἀφροσύνην δηλοῖ. Βοηθεῖν γὰρ αὐτοῖς οὐκ εἶχεν, αἰσθητός τις Αἰγύπτιος, ἢ νοητός. Τινὲς δέ φασιν, ὡς ἔρημον τὴν Ἱερουσαλὴμ ἐνταῦθα καλεῖ, ὥσπερ οὖν αὐτὴν ἔλεγεν Ἀριὴλ, ὀνειδίζων τοῖς οἰκοῦσιν αὐτὴν, ὡς δίκην θηρίων ἐν ἐρήμῳ νεμομένων ἐπολιτεύοντο, μὴ τὴν παρὰ Θεοῦ δοθεῖσαν αὐτοῖς τιμὴν λογισάμενοι, δι' ὃν ἡ πόλις ηὐξήθη, καὶ ναὸν ἔσχε Θεοῦ, Ἅγιά τε ἁγίων, καὶ ὥσπερ ἀνῆπτο παντὶ τῷ κόσμῳ λαμπτήρ· ἀλλ' εἰς ἀλόγους ἐτράπησαν ἡδονὰς τὰ τῶν ἀλόγων ἠθημούμενοι, διὸ, τετράποδα καλεῖ, καὶ τὴν ὅρασιν οὐχ ὡς πρὸς ἀνθρώπους λέγει κομίζεσθαι. Τινὲς δέ φασιν ἐν τῇ κληροδοσίᾳ τῆς γῆς τὴν τοῦ Ἰούδα φυλὴν τὰ πρὸς ἠώ τε καὶ νότον τῆς χώρας λαχεῖν προσπαρακειμένης αὐτοῖς τῆς ἐρήμου, δι' ἧς ἦν ἀπιέναι τοὺς θέλοντας εἰς τὴν Αἴγυπτον. Ἐν καιρῷ τοίνυν τῆς τῶν Ἀσσυρίων ἐφόδου (τοῦτον γὰρ θλίψιν καὶ στενοχωρίαν ἐκάλεσεν) λέων, καὶ σκύμνος λέοντος ἐκεῖθεν. Λέοντας μὲν λέγων τοὺς δυνατούς τε καὶ ἄρχοντας, σκύμνους δὲ τοὺς εὐθὺς μετ' αὐτοὺς, ἢ καὶ ἐξ αὐτῶν· καὶ τοὺς λοι 2264 ποὺς, κατὰ λόγον τῆς πονηρίας, ἰοβόλα ζῶα καλῶν, καὶ πετόμενα, διὰ τὴν ἐφοτιοῦν τῶν ἀτοπωτάτων ὀξύτητα. Καὶ ὁ τοῦ Σωτῆρος δὲ Πρόδρομος ὄφεις αὐτοὺς ἐκάλει καὶ γεννήματα ἐχιδνῶν. Καὶ ἵπποι δὲ θηλυμανεῖς ἐγενήθησαν, φησὶν ἡ Γραφή. Τοῖς γὰρ κακοῖς συνεχόμενοι, δέον ἐπὶ Θεὸν τὴν τῶν ἀγαθῶν καταφεύγειν πηγὴν, εἰς Αἴγυπτον τὸν πλοῦτον μετέφερον, ἧς καὶ τὴν προσηγορίαν ἐχρῆν ἀποστρέφεσθαι, λογιζομένους τὴν πάλαι δουλείαν, καὶ ὅσαις αὐτὴν ὁ Θεὸς ὑπὲρ αὐτῶν μετῆλθε πληγαῖς. Διό φησιν, Καθίσας γράψον ἐπὶ πυξίου ταῦτα. Ὡς ἐσομένων κατὰ καιροὺς τῶν πραγμάτων, γραφῆναι ταῦτα ποιεῖ, πρὸς τὸ δειχθῆναι συμβαίνουσαν λαχόντα τὴν ἔκβασιν· τὰ δὲ τῶν προφητῶν ἔσται γνώριμα καὶ μέχρι συντελείας τοῦ παρόντος αἰῶνος. Ἤγουν, φασὶν, Ἐπειδὴ μὴ τοσοῦτον ὁ λόγος καθικνεῖται τῶν νουθετουμένων, ὡς ἔγγραφος φωνὴ, τούτου χάριν γράψαι προσέταξεν. Τάχα δὲ, καὶ τὸ ἄκαρπον τῶν περὶ ὧν ἡ Γραφὴ, τὸ πυξίον δηλοῖ. Σχεδὸν οὖν ἔγγραφον μαρτυρίαν πρόθες κατ' οἶκον καὶ κατ' ἄνδρα· πᾶσιν ἀνάγνωθι, μήπως ὡς μὴ μαθόντες ὕστερον προφασίσαιντο· ἡ δὲ μαρτυρία, ὅτι ψευδεῖ βοηθείᾳ πεποίθασι, καὶ λάκκοις τοῖς οὐ δυναμένοις ὕδωρ συνέχειν, οὔτε ἴδιον, οὔτε φερόμενον ἔξωθεν, τὸν τἀγαθὰ πλουσίως αὐτοῖς χορηγοῦντα καταλιπόντες ἐμέ. Ἀπειθεῖς δὲ ὄντες, καὶ τοῖς λέγουσι τότε προφήταις ἐντραπήσονται ταῦτα περὶ αὑτῶν προειρηκότος ἐμοῦ. Ψευδεῖς δὲ αὐτοὺς εἰκότως ἐκάλει, ὅτι τοῦ Μωσέως αὐτοῖς τὴν νομοθεσίαν ἐκφήναντος ἔλεγον·" Πάντα ὅσα εἶπεν Κύριος ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα." Καὶ τοῦ νόμου διαγορεύοντος," Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον·" τὸν Θεὸν ἀφέντες πρὸς εἴδωλα κατεσύροντο. Δι' ὅπερ υἱοὺς αὐτοὺς ὀνομάζει ψευδεῖς. Ψάλλει δὲ καὶ Δαβίδ·" Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτόν." Καὶ ὡς ἀπὸ Χριστοῦ δέ φησιν·" Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι." Ἅπερ ἐποίουν ἀπειθοῦντες τῷ νόμω· ἀντέλεγον γὰρ Ἱερεμίᾳ πρὸς ταῖς λοιπαῖς ἀπειθείαις ψεύδους αὐτὸν αἰτιώμενοι μὴ συγχωροῦντα κατελθεῖν εἰς τὴν Αἴγυπτον. Διόπερ ἐπιφέρει, Λέγοντες τοῖς προφήταις, Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τὰ ἑξῆς. Ἀνθ' ὧν ἐξέδωκε Σύμμαχος· Καὶ τοῖς ὁρῶσι, μὴ ὁρᾶτε ἡμῖν ὀρθῶς. Λαλήσατε ἡμῖν λεῖα. Ὁρᾶτε ἡμῖν πλάνας. Ἀπόστητε ἀπὸ τῆς ὁδοῦ. Ἐκκλίνατε ἀπ' ἐμοῦ τρίβον. Παύσατε ἐκ προσώπου ἡμῶν τὸν ἅγιον τοῦ Ἰσραήλ. Ἀνθ' ὧν, φησὶν, ὡς ἁλούσης πόλεως, τεῖχος ὑμῖν ἡ ἁμαρτία ἐπιπεσεῖται, καὶ τοῦτο ταχέως. Πόλεως δὲ τῆς οὕτω συντετριμμένης, ὡς ὀστράκινον ἄγγος εἰς λεπτὰ συντριβόμενον, ὡς ἄχρηστον εἶναι πρὸς ἀνθράκων κομιδὴν, ἢ σμικροῦ τινος ὕδατος, ὃ δηλοῖ φεύξεισθαι τούτων τὴν δίκην μηδενί. Ἤ 2265 τάχα δηλοῖ, ὡς Ἡ ἐλπισθεῖσα παρ' ὑμῶν τῶν Αἰγυπτίων βοήθεια, καθάπερ τεῖχος πεπτωκὸς συντριβήσεται. Χριστὸς δὲ ὢν ὁ Θεὸς, καὶ τῶν ἀπειλῶν τὰς αἰτίας ἐκτίθεται, καὶ ὅπως ἔσται ταύτας διαφυγεῖν παραινεῖ, ὡς μὴ θέλων τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτὸν, ὡς ἐν Ἰεζεκιὴλ αὐτός πού φησι, καὶ νῦν οὖν εἶπεν· Ὄτ' ἂν ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ὁ δὲ Σύμμαχος, ἐν μετανοίᾳ, φησὶ, καὶ ἀναπαύσει σωθήσεσθε, καὶ Ἐν ἐλπίδι ἔσται ἡ δύναμις ὑμῶν. Ἐὰν γὰρ κάθησθε, φησὶν, ἐν τῷ τόπῳ τῆς Ἱερουσαλὴμ μετανοήσαντες καὶ παυσάμενοι, τῆς ἐπὶ τὴν Αἴγυπτον ὁρμῆς, τότε σωθήσεσθε ἐν ἠρεμίᾳ γενόμενοι καὶ ἀναπαύσει. Ἀλλὰ καὶ ἡ δύναμις ὑμῶν ἐν ἐλπίδι ἔσται. Ἐλπίσαντες γὰρ ἐπὶ τὸν Θεὸν, δυνήσεσθε σωθῆναι. Λέγεται δὲ Κύριος ἐν τούτοις ἅγιος τοῦ Ἰσραὴλ, οὐ μόνον ὡς αὐτὸ τυγχάνων ἁγιωσύνη, ἀλλ' ὡς καὶ ἁγιάζων τὸν Ἰσραήλ. Ἄνω μὲν γὰρ ἅγιον ἔθνος ἐλέγετο καὶ ἱεράτευμα. Ἀποβαλόντας δὲ τὸν ἁγιασμὸν αὖθις αὐτοὺς ἁγιάσει, ἐὰν μετανοήσωσιν ἐφ' οἷς ἥμαρτον. Οὐκ ἀρκεῖ δὲ μόνον πρὸς τοῦτο στεναγμὸς, ἀλλὰ καὶ τρόπων ἐπιστροφὴ, ὅτε τις ἑαυτοῦ λαμβάνει συναίσθησιν, ἔνθα ἦν ἀπάτης καὶ κακῶν ἐγνωκώς. Οἵα καὶ τῆς νοσούμεθα νόσον ἡ γνῶσις ἀναθεωροῦντος ἐπ' ἀδείας τοῦ λογισμοῦ, καὶ σὺ δὲ γνώσῃ καταφυγὼν πρὸς τοὺς σώζειν ἑαυτοὺς οὐκ ἰσχύοντας. Θαῤῥοῦσι δὲ τῇ φυγῇ, καὶ μὴ βουλομένοις ἀκούειν φησί· Φεύξεσθε μὲν, οὐ μὴν διαφυγεῖν ἕξετε τῶν Βαβυλωνίων τὴν χεῖρα. Εἰς τοσοῦτο δὲ αὐτοὺς φεύξεσθε, ἕως ἂν καταλειφθῶσιν ὡς ἱστὸς ἐπ' ὄρους, καὶ ὡς σημαία ἐπὶ βουνοῦ. Ἢ κατὰ τὸν Σύμμαχον, ὡς ἱστὸς ἐπάνω ὄρους, καὶ ὡς ἱστία ἐπὶ βουνοῦ. Ὥσπερ γὰρ νηὸς διαπεσούσης ἐκ ναυαγίας σημεῖον ἐπ' ὄρους ἱστὸς, ὡς ἄχρηστος κείμενος, μετὰ καὶ τῶν ἱστίων· οὕτως αὐτῶν ἐπίσημον γενήσεσθαί φησι τὴν ἀπώλειαν. Τινὲς δέ φασιν, ἐφ' ὑψηλῶν χωρίων τίθεσθαι τοῖς στρατιώταις παρὰ τῶν στρατηγούντων σημεῖα, τῶν πρακτέων δηλωτικά. Ἢ, καθά φασιν ἕτεροι, οὕτως ἡ καθ' ὑμῶν ἔσται τιμωρία περιφανὴς, ὡς οὐκ ἔστι λαθεῖν ἱστὸν ἐπ' ὄρους, καὶ σημεῖον ἐπὶ βουνοῦ. Πλὴν οὐ πάντη πάντας ἀπολεῖσθαί φησι. Τινὰς γὰρ ἐλεήσει Θεὸς οἶκτον λαβὼν ἐπ' αὐτοῖς, δι' ὧν ἐλεεῖ δοξαζόμενος. Ὡς γὰρ δίκαιος κριτὴς, τοὺς μὲν ἀξίους τιμωρεῖται· τοὺς δὲ δυναμένους ἐλέους τυχεῖν, ἐλεεῖ. Διό φησιν· Μακάριος ὁ μὴ ἀπογινώσκων ἐν τοῖς καταλαμβάνουσιν ἡμᾶς περιστατικοῖς. Τινὲς δὲ ταῦτα εἰρῆσθαί φασι διὰ τὸ σωθησόμενον τοῦ Ἰσραὴλ ἐγκατάλειμμα. Τινὲς δὲ τὴν διὰ τοῦ Κύρου σημαίνειν ἐπάνοδον. Ἄλλοι τὴν ἐν τῇ καθόλου κρίσει 2268 πρὸς ἃ πράττομεν ἀμοιβήν. Ἀπειλῶν δὲ φοβεῖ, καὶ θεραπεύει παραμυθούμενος, ἵνα μὴ τὸ μὲν ἀπαγόρευσιν, τὸ δὲ διάχυσιν ἀπεργάσηται. ιηʹκ ʹ. 9Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς. Καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν· καὶ ποῦ καταλείψετε δόξαν ὑμῶν; Μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν9, κ. τ. λ. Ἀκολούθως θεσπίζει τὴν ἐπάνοδον τοῦ λαοῦ μετὰ τὰ γεγονότα ἐπὶ Ἱερεμίου κακὰ, ἡνίκα πεπλήρωτο τῶν μὲν οἰκητόρων ἡ πόλις, τῶν δὲ γεωργούντων ἡ χώρα. Πάλιν δὲ ὁ τοῦ Θεοῦ ἀνῳκοδομήθη ναὸς ἐπὶ Ζοροβάβελ καὶ Ἰησοῦ, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου. Μεθ' οὓς, Ἔσδρας, εἶτα Νεεμίας πρὸς τελείωσιν τῇ πόλει συνέπραξαν, ἐφ' οἷς ἔμεινεν ἐπὶ πλεῖστον χρόνον ἀνάλωτος· ἅπερ δηλῶν ὁ προφήτης φησὶ, Καὶ πάλιν μένει ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ἡμᾶς. Καὶ ὅτι κριτὴς ὢν ἡμῶν, τοὺς μὲν ἀξίους αἰχμαλωσίας, παρεδίδου. Οὓς δὲ δίκαιον ἐλεεῖν, ἔσωζε. Διὸ μακάριον τὸ ἐμμένειν ἐν αὐτῷ. Ἢ, κατὰ Σύμμαχον, τὸ ὑπομένειν αὐτόν. Οἰκτειρήσας γὰρ Ἱερουσαλὴμ, ἀνοικοδομήσει πάλιν αὐτήν. Τὸ δὲ ἅγιος, ἐν τῷ, λαὸς ἅγιος, οὐ πρόσκειται παρ' Ἑβραίοις, οὔτε κατὰ τὰς ἐκδόσεις τῶν ἅλλων· εἰκότως. Οὐδὲ γὰρ πάντως ἅγιος ὁ τὴν πόλιν μετὰ τὴν ἐπάνοδον οἰκήσας λαός. Ἀλλὰ καὶ ἐν τῷ, κλαυθμῷ ἔκλαυσεν, τὸ Ἑβραϊκὸν Οὐκ ἔκλαυσεν ἔχει. Διὸ Σύμμαχος, Οὐ κλαύσεις, φησίν. Ὁ δὲ Θεοδοτίων, Οὐ κλαυθήσεται. Εὐφροσύνης γὰρ ἦν καιρὸς, οὐ κλαυθμοῦ τοῖς ἀπειληφόσι τὴν πόλιν ἐλέῳ Θεοῦ. Κατὰ τό·" Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν." Ἀντὶ δὲ τοῦ, Τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν ἐπήκουσέν σου· ὁ Σύμμαχός φησι· Πρὸς τὴν φωνὴν τῆς βοῆς σου, καθὼς ἂν ἀκουσθῇ, ἀκούει σου. Ὁποῖον τῷ," Κατὰ τὴν πίστιν σου γενηθήτω σοι." Πρὸς μὲν τὸ παρόν φησιν, Ἄρτον θλίψεως δώσει σοι, κατὰ τὴν ἀρχὴν τῆς ἐπανόδου λέγων, τῶν περιχώρων θλιβόντων αὐτούς. Μετὰ γὰρ ταῦτα πᾶσαν αὐτοῖς εὐετηρίαν κατεπαγγέλλεται, καὶ πλάνης πρῶτον ἐλευθερίαν, τῷ γνῶσιν ἔχειν, ὅτι πλάνῃ καθέστηκεν, κἂν διαστρέφοιέν τινες ἐπ' ἀλλοκότους ὁδοὺς προκαλούμενοι. Ὁδῷ γὰρ, φησὶ, πορεύσῃ μέσῃ τε καὶ βασιλικῇ τὰς ἑκατέρωθεν ἐκκλίνων, ὅτε καὶ μιανεῖς τὰ εἴδωλα μιαρὰ ταῦτα, καθάπερ τι τῶν ἄγαν ἀκαθάρτων ἡγούμενος. Τότε σοι τὰ τῆς εὐθηνίας, μέχρι τῶν ἀλόγων ζώων, γεωργικῶν δὲ μάλιστα, παρατείνεται. Σωματικὰς δὲ μέχρι τούτου τὰς ἐπαγγελίας αὐτοῖς παρασχὼν, ἐπάγει τὰς θειοτέρας τοῖς τούτων ἀξίοις,