Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2269.1
καὶ τὸν αὐτῶν χρόνον προσθεὶς λέγων· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτ' ἂν ἀπολῶνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι. Ἢ κατὰ Σύμμαχον, ἐν ἡμέρᾳ σφαγῆς πολλῆς, ἐν τῷ πεσεῖν μεγάλους, κατὰ τὸν τῆς κρίσεως δηλονότι καιρόν. Πολλοὶ γὰρ κατ' ἐκεῖνον ἀπολοῦνται τὸν χρόνον, ἐν ᾧ καὶ τὰ ἐπηγγελμένα τοῖς ἀξίοις δοθήσεται, ἅπερ ἐστὶν ὕδωρ διαπορευόμενον ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ βουνοῦ. Κατὰ δὲ Σύμμαχον, καὶ ἐπὶ παντὸς βουνοῦ ἐπηρμένου διαιρέσεις ἀγωγῶν ὑδάτων. Ὥσπερ δὲ Σιὼν ὄρος τὸ ἐπουράνιον πολλάκις ἐλέγομεν, οὕτως αἱ πολλαὶ μοναὶ παρὰ τῷ Πατέρι, ὄρη ἐστὶν οὐράνια πρὸς τὴν ἀξίαν ἀποδιδόμενα, ἐφ' ὧν τὸ διαπορευόμενον ὕδωρ τὸ ἀπὸ πηγῆς ἀναβλύζον ἂν εἴη, περὶ ἧς φησιν·" Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς," ἀφ' ἧς ὁ ποταμὸς τοῦ Θεοῦ προχεῖται, περὶ οὗ γέγραπται·" Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων," καί·" Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ·" ὅς ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Οὗ μεταλαβόντες, ἀθανασίαν ἕξομεν, καὶ ζωὴν, ἅπερ ἐστὶ κατ' οὐσίαν αὐτός. Ὅτε καὶ αὐτὴ, φησὶν, ἡ κτίσις ἐλευθερωθεῖσα τῆς δουλείας τῆς φθορᾶς, ἀπολήψεται τῶν καμάτων τὰς ἀμοιβὰς, ὥσπερ ἥλιός τε καὶ σελήνη μεῖζον φῶς καὶ δόξαν λαμβάνοντες, ἅτε δὴ καμόντες τῷ τοῦ Θεοῦ καλῶς διακονούμενοι νεύματι. Ταῦτα δὲ ἔσται ὅτ' ἂν οἱ ἄξιοι σφαγῇ παραδοθήσονται, καὶ οἱ ἐν τῷ παρόντι βίῳ ἐπηρμένοι καὶ μεγάλαυχοι πέσωσι, καθαίρεσιν τοῦ ὕψους λαμβάνοντες. Διό φησιν ὁ Ἀκύλας· Ἐν ἡμέρᾳ ἀποκταμένουπολλοῦ, ἐν τῷ πεσεῖν μεγαλυνομένους, καὶ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ. Καὶ οὐκ ἐμνήσθη τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰακώβ. Παντὶ γὰρ ἀξίῳ πρόκειται τῆς ἐπαγγελίας τὰ δῶρα. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος ἔφησεν·" Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ." Τέκνων λέγων ἐλευθερίαν, ἣν ὁ προφήτης εἶπεν ἴασιν τοῦ λαοῦ. Πολλὴν γὰρ εἶχον συντριβὴν ἐν τῇ παρούσῃ ζωῇ, ὡς λέγεσθαι·" Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Καί·" Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον." Ὅθεν φησὶν ὁ Παῦλος·" Οἱ γὰρ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρυνόμενοι." Καὶ ἐπὶ τοῖς ἁμαρτάνουσιν ἐβαρύνοντο, κατὰ τό·" Πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων. Ἀλλ' ἀνακτήσεται αὐτῶν ὁ Θεὸς τὰ συντρίμματα." ΚΕΦΑΛ. ΛΑʹ. αθʹ. 9Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν. Οἱ ἐφ' ἵπποις πεποιθότες, καὶ ἐφ' ἅρμασιν. Ἔστι γὰρ πολλὰ, καὶ ἐφ' ἴπποις πλῆθος σφόδρα, καὶ οὐκ ἤκουσαν πεποιθότες ἐπὶ τὸν 2272 ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐζήτησαν· Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ9, κ. τ. λ..... ἐλευθέρωσιν. Ὃ δὴ πολλοὶ πεποιήκασι θεοσεβείας ἀποστάντες πρὸς βίον εἰδωλικὸν καὶ Αἰγύπτιον. Τούτοις ἐπισυνάπτει τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον. Ὡς γὰρ λέων φησὶν ἐπὶ θήρᾳ τροφῆς κινηθεὶς, τοῖς ποιμνίοις ἐφάλλεται, οὐ κραυγὰς ποιμένων, οὐ διωκόντων πλῆθος ἐπιστρεφόμενος· οὕτω τοῖς πολεμίοις ὁ Κύριος ἐπιστὰς ἐξελεῖται τὸν Ἰσραήλ. Ἀγαγὼν δὲ πρὸς Ἱερουσαλὴμ οὕτως αὐτῶνὑπερασπίσει, ὡς ὄρνις τῶν ἐν καλιᾷ νεοττῶν. Ὅθεν ὁ Σύμμαχος ἀντὶ τοῦ, καὶ κεκράξῃ ἐπ' αὐτῇ ἕως ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν, οὕτως ἐξέδωκεν· Πληρώματος ποιμένων ἀπὸ φωνῆς αὐτῶν οὐκ ἡττηθήσεται, οὐδὲ ἀπὸ πλήθους αὐτῶν οὐχ ὑποταγήσεται. Κατὰ δὲ τὴν ἔκδοσιν τῶν Ἑβδομήκοντα νοητέον οὕτω· Φασὶ τὸν λέοντα βοῇ προκαταπλήττοντα τὰς ἀγέλας καὶ τοὺς ἐφεστηκότας οὕτω ποιεῖσθαι τὴν ἔφοδον, οὕτω καὶ Κύριος προκαταπλήττων ἀπειλαῖς, οὐ μετανοοῦσιν ἐπιφέρει τὴν δίκην. Ὥσπερ οὖν καὶ τοῖς Ἀσσυρίοις μεγαλαυχήσασι σκέπων τὸν Ἰσραὴλ, καὶ ἀπὸ τῶν περιχώρων τῶν μετὰ τὴν ἐπάνοδον ἐπιτεθέντων αὐτῷ. Πρὸς ἑκατέρους γὰρ τῶν παραβολῶν τὴν ἑτέραν ἐφήρμοσεν. Τὴν δὲ τοῦ λέοντος ἐπὶ τῶν ἐξ Ἰσραήλ. Τινὲς παρειλήφασι, μηδὲ τὸν τῶν ἀλόγων παρεσχηκότων πρὸς τὸν ἡγεμόνα Θεὸν φόβον. Ὅθεν καὶ τὰ λεόντων, φησὶν, ὑμᾶς διαθήσει. Μετανοούντων δὲ, καθάπερ νεοττῶν ὄρνις ὑπερμαχήσεται. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, τοιαύτη γέγονεν ἐφ' ἡμᾶς ἡ τοῦ Σωτῆρος ἐπικουρία. Πάντας γὰρ ἀνθρώπους ὁ νοητὸς εἷλεν Ἀσσύριος. Ἀλλὰ Χριστὸς, οἷα λέων, ἐπιπηδήσας αὐτῷ κατήργηκεν αὐτὸν, τῷ ῥήματι τοῦ στόματος αὐτοῦ, τῆς Σιὼν τῆς Ἐκκλησίας ὑπεραγωνισάμενος. Ὁ μὲν γὰρ ἠπείλει, Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν. Ὁ δὲ συνήγαγε τοὺς πιστεύοντας εἰς αὐτὸν, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νόσσια αὐτῆς ὑπὸ τὰς πτέρυγας. Ταῦτα περὶ τῆς Ἱερουσαλὴμ ἐπαγγειλάμενος, προσφωνεῖ τοῖς ἀπελθοῦσιν εἰς Αἴγυπτον, Ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, προτρέπων εἰς Ἱερουσαλὴμ αὐτοὺς πάλιν ἐπανελθεῖν, διὰ τὰ ἐπηγγελμένα περὶ τοῦ ταύτης ἀνοικισμοῦ. Ὅπερ ὁ Σύμμαχος οὕτως ἐξέδωκε· Μετανοήσατε, ὡς ἐβαθύνατε παραβῆναι, οἱ υἱοὶ Ἰσραήλ. Δηλοῖ δὲ αὐτοὺς ἐνβαθύνοντας μὲν τοῖς κακοῖς, τοῖς δὲ κατὰ Θεὸν ἐπιπολέους ὑπάρχοντας. Μετὰ δὲ τὴν ἐξ Ἀσσυρίων ἀπαλλαγὴν, ἔσται, φησὶν, ὑμῖν πάσης εἰδωλολατρείας ἀπαλλαγή. Καὶ σύμφωνος ἡ ἱστορία. Τὸν γὰρ ναὸν ἀναδειμάμενοι, καθαροὶ πάσης εἰδωλολατρείας ἐγένοντο. Τινὲς δὲ τοῦτό φασι γεγενῆσθαι καθ' ὃν χρόνον ὑπερήσπισε τῆς Ἱε 2273 ρουσαλὴμ ὁ Χριστὸς Ἐκκλησίας. Πρὸς αὐτὴν γὰρ πάλιν ὁ λόγος ἀνέδραμεν, ὅτε τῆς εἰδωλολατρείας ἀπολομένης, καὶ ὁ νοητὸς αὐτῇ συναπῆλθεν Ἀσσοὺρ, οὐκ ἀνδρὸς μαχαίρᾳ πληγεὶς, λόγῳ δὲ θείῳ πεμφθεὶς εἰς τὴν ἄβυσσον σὺν ταῖς ἰδίαις δυνάμεσιν, ἃς διὰ τῶν ἰσχυρῶν νεανίσκων ἐδήλωσεν ἀῤῥαγεῖ πέτρᾳ τῷ Χριστῷ περιληφθείσας, ὡς χάρακι. Οἱ δὲ ἄλλοι φασὶν, Ἐπειδὴ τὸν Ἀσσύριον Ἰουδαῖοι δείσαντες εἰς Αἴγυπτον ἀπεχώρησαν, ἐπαγγέλλεται τούτοις τὴν ἐκείνου καθαίρεσιν, τὴν εἰδωλολατρείαν διὰ τούτων δηλῶν ἐκ θείας πεπτωκυῖαν δυνάμεως, εἰ καὶ ἄνθρωποι ταύτῃ διακονοῦντες τὴν Ἀσσυρίων καθεῖλον ἀρχήν. Διὸ καὶ περὶ Βαβυλῶνος ἔλεγε προφητεύων· Ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους. Ἀντὶ δὲ τοῦ, Πέτρα περιληφθήσονται ὡς χάρακι, ὁ Σύμμαχος ἔφη, Πέτρα αὐτοῦ ἡ φοβερὰ παρελεύσεται, καὶ ἡττηθήσονται οἱ ἄρχοντες αὐτοῦ, φησὶ Κύριος, δηλαδὴ τοῦ Ἀσσυρίου. Πέτραν γὰρ αὐτοῦ τὸ στεῤῥὸν ἐκάλεσε τῆς ἀρχῆς. Προτρέπων δὲ τοὺς ἐν Αἰγύπτῳ φυγάδας ὑποστρέφειν εἰς Ἱερουσαλὴμ, Μακάριος, φησὶν, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ, διὰ τὸ μέλλειν αὐτὴν εἰς τὴν ἀρχαίαν ἀνακτίζεσθαι δόξαν, μᾶλλον δὲ κρείττονα. Διό φησιν ἐν ἑτέροις·" Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη, ὑπὲρ τὴν πρώτην." Ὠβέλισται δὲ τὸ, μακάριος, ὡς μὴ κείμενον. Τὸ δὲ λοιπὸν ὁ μὲν Σύμμαχός φησιν, Ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἱερουσαλήμ. Ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων, Φῶς αὐτῷ ἐν Σιὼν, καὶ κλίβανος αὐτῷ ἐν Ἱερουσαλὴμ, περὶ Θεοῦ λέγοντες τοῦ καθελόντος τὸν Βαβυλώνιον. Δι' οὗ πυρὸς κατακαίει τοὺς τῆς αὐτοῦ καταφρονήσαντας πόλεως, μάλιστα δὲ τῆς Ἐκκλησίας, περὶ ἧς εἴρηται·" Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ." Καί·" Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Ἐν αὐτῇ γὰρ πῦρ ἐστι καὶ κλίβανος εἰς τὸ καταφλέγειν ἑκάστης ψυχῆς ξύλα, χόρτον, καλάμην. Καὶ κατὰ τὸν Ἀκύλαν δὲ, φῶς ἐκεῖ πρὸς τοὺς ἀξίους φωτίζεσθαι, καὶ πῦρ πρὸς τοὺς δεομένους καθάρσεως. ΚΕΦΑΛ. ΛΒʹ. αηʹ. 9Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι, καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ. Καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου. Καὶ φανήσεται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ9, κ. τ. λ. Ἡ μὲν τῶν Ἑβδομήκοντα ἔκδοσις συνάπτει ταῦτα τοῖς εἰρημένοις. Προειποῦσα γὰρ τὸ," Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ," ἀκολούθως ἐπήγαγε τὸ, Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει. Ἐπεὶ γὰρ ταῦτα μέλλει γίνεσθαι ἐν Ἱερουσαλὴμ, εἰκότως μακαρίζει τοὺς τούτων ἀπολαύειν μέλλοντας ἐν αὐτῇ. Οἱ δὲ λοιποὶ τὰ νῦν καὶ 2276 ἀρχῆς ἑτέρας ἀπέδωκαν. Διό φησι Σύμμαχος· Ἰδοὺ εἰς δικαιοσύνην βασιλεύσει βασιλεὺς, συμφώνως τοῖς ἄλλοις. Οἰήσονται μὲν οὖν παῖδες Ἑβραίων εἰς Ζοροβάβελ τὸν λόγον ἀνάγεσθαι. ὃς ἐξ Ἰούδα καὶ Δαβὶδ καταγόμενος, ἦρξε μετὰ τὴν ἐπάνοδον τοῦ λαοῦ. Ἄρχοντας δὲ μετὰ κρίσεως τοὺς περὶ τὸν Ἰησοῦν τὸν ἱερέα φήσουσι λέγεσθαι. Ἀλλ' οὐ συνᾴδει τὰ ἐφεξῆς τὸ, Φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Ὡς οὖν πληρώσας τὰ περὶ τῶν Ἱερεμίου χρόνων ὁ λόγος, ἐξ ἑτέρας ἀρχῆς τὰ περὶ τῆς θεοφανείας θεσπίζει Χριστοῦ. Βασιλεὺς γὰρ μόνος ἐν ἀνθρώποις πέφηνε δίκαιος· καὶ οἱ ἀπόστολοι τῆς Ἐκκλησίας κατὰ κρίσιν ἡγήσαντο τὴν αὐτοῦ. Καὶ ἦν ἀκόλουθον τῇ μετὰ τὴν ἐπάνοδον καταστάσει τοῦ ἔθνους τῶν ἀγαθῶν ἐπισυναφθῆναι τὰ μέγιστα διὰ Χριστοῦ τούτοις γενόμενα, καὶ τοῖς μετὰ χρόνον ὀλίγον τὰ μετὰ πλεῖστον ἐσόμενα. Μακαρίους δὲ λέγει τοὺς ἐπὶ Χριστοῦ τὴν Ἐκκλησίαν οἰκήσαντας, πρὸς οὕς φησιν ὁ Σωτήρ·" Ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν." Οὗτοι δέ εἰσιν οἱ διὰ Πνεύματος οἰκειωθέντες αὐτῷ, καὶ Χριστὸν καρποφορήσαντες ἐν Σιὼν τῇ νοητῇ. Ἐσχήκαμεν δὲ οἰκείους κατὰ Πνεῦμα τοὺς ἁγίους μυσταγωγούς. Κατ' ἄμφω δὲ δίκαιος ὁ Χριστὸς, καὶ ὡς αὐτοδικαιοσύνη, καὶ ὡς κατὰ σάρκα γενόμενος ἄμωμος. Καὶ βασιλεύσει, φησὶν, εἰς δικαιοσύνην. Καινὴν λέγων βασιλείαν οὐκ εἰς δόξαν ἀνθρώπων, ἢ τὴν ἐκ τούτων τιμὴν, ἀλλ' εἰς δικαιοσύνην. Οὕτω καὶ οἱ ἄρχοντες αὐτοῦ χρηματίζουσιν, οὐκ ἀνθρώπων λαβόντες ἀξίωμα τὴν ἀρχὴν, ἀλλ' εἰς κρίσιν. Ὅπερ ἐξέδωκαν οἱ λοιποί· Καὶ ἄρχοντες εἰς κρῖμα ἄρξουσιν. Ἀντὶ δὲ τοῦ· Καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, ὁ Σύμμαχος, Καὶ ἔσται φησὶν, ἀνὴρ ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ λαίλαπος. Δηλῶν, ὡς ὁ βασιλεὺς ἀνὴρ ἔσται κατὰ φύσιν ὑπάρχων Θεὸς, κρύπτων αὐτοῦ τὴν θεότητα. Καὶ Ἀκύλας δέ φησιν, Ὡς κρύπτων πνεῦμα. Καὶἀποκρυφὴ ἐντινάγματος. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐπειδὴ πάντα ἐλάλει ἐν παραβολαῖς, ὃς καὶ λέγει παρὰ Δαβίδ·" Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου." Ἃς κατ' ἰδίαν τοῖς μαθηταῖς ἐξηγούμενος ἔλεγεν·" Ὑμῖν δέδοται γνῶναι." Καὶ κρυβήσεται, φησὶν, ὡς ἀφ' ὕδατος φερομένου. Πλῆθος γὰρ φερόμενον καὶ ἀπολλύμενον, τὸ πλῆθος τοῦ Ἰουδαίων λαοῦ. Καὶ τοὺς ἐξ αὐτῶν συνισταμένους αὐτῷ, καλεῖ πειρασμοὺς οὐδὲν ὠφελοῦντας, ὅτε μὴ πάσχειν ἠβούλετο. Τοιγαροῦν λίθους βαλλόντων, αὐτοὺς ἐπορεύετο διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως. Τοῦτ' ἔστι φροντίζων οὐδέν. Διό φησιν ὁ Δαβίδ·" Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν." Ὅθεν ἐξ Ἰουδαίων 2277 ἀποκρύπτων τοὺς λόγους, τοῖς μαθηταῖς ἀπεκάλυπτεν. Ὃ δηλοῖ λέγων, Καὶ φανήσεται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Τὴν Σιὼν, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, γῆν διψῶσαν ἐκάλεσεν, ἥτις ἦν πάλαι ἔρημος καὶ διψῶσα, καὶ ταύτῃ γέγονεν οὐ ποταμὸς ἁπλῶς, ἀλλ' ἔνδοξος. Ἐπεὶ πολλοὶ ποταμοὶ, κατὰ τὴν Γραφὴν, ἐχρημάτισαν. Ὡς οἱ τοὺς διδασκομένους ποτίζοντες ἅγιοι, περὶ ὧν φησιν ἐν Ψαλμοῖς·" Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Ἐξάκουστοι μὲν γὰρ αἱ τῶν ἀποστόλων φωναί. Ἀλλ' οὐδεὶς οὕτως ἔνδοξος, ὡς ὁ χειμάῤῥους τῆς τρυφῆς, παρ' οὗ καὶ οἱ λοιποὶ τὰ θεῖα δέχονται νάματα. Καὶ οὐκ ἔτι ἔσονται πεποιθότες ἐν ἀνθρώποις. Ἀνθ' οὗ, φησὶ Σύμμαχος· Οὐκ ἀμαυρωθήσονται οἱ ὀφθαλμοὶ αὐτῶν· διορατικοὺς δηλῶν τοὺς ἐν Ἐκκλησίᾳ νοοῦντας καλῶς τὸν ἐμφανῆ γενόμενον αὐτοῖς ποταμὸν, περὶ οὗ φησιν·" Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων." Καί·" Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Ἔλεγέν τε·" Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ," καὶ τὰ μετὰ ταῦτα. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα νοητέον, ὡς καὶ ἐθνικοὶ καὶ Ἰουδαῖοι πρότερον ἐπ' ἀνθρώπους ἐπεποίθεσαν· οἱ μὲν, τοὺς περὶ θεῶν καὶ δαιμόνων διδάσκοντας· οἱ δὲ, τοὺς ἐντάλματα παραδιδόντας ἀνθρώπων. Ὤοντο γὰρ μηδὲν τῶν περὶ τοῦ Θείου σοφοὺς ὄντας λανθάνειν αὐτούς. Ἀλλὰ τούτων ἀποστάντες Προσέξουσι τὰ ὦτα τῶν τοῦ Σωτῆρος ἀκροᾶσθαι ῥημάτων. Καὶ ἡ πρὶν ἀσθενοῦσα καρδία συνετισθήσεται. Σύμμαχος γὰρ ἐξέδωκε· Καὶ ἡ καρδία τῶν ἀκουόντων προσέξει τοῦ ἀκούειν. Ἀντὶ δὲ τοῦ λαλεῖν εἰρήνην, λαλεῖν τρανά. Ψελλιζούσας δὲ γλώσσας φησὶ, τὰς τῶν περὶ Θεοῦ νοούντων ἢ λαλούντων οὐδὲν, οἵτινες ὕστερον ἔμαθον εἰρήνην λαλεῖν, τοῦτ' ἔστι Χριστόν." Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν," ἐξ οὗ τρανὰ λαλοῦσιν ἐθνικοὶ μὲν, ἐγνωκότες Θεόν· Ἰουδαῖοι δὲ, παυσάμενοι τῆς τοῦ νόμου σκιᾶς, καὶ τῶν περιττῶν ἐνταλμάτων. Καὶ οὐκ ἔτι μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν· ὅπερ ἐποίουν πρότερον μωροῖς διδασκάλοις ἑαυτοὺς ἐπιτρέποντες, τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν. Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὸν διὰ Μωσέως ἐν νόμῳ σκιαγραφούμενον οὐκ ἐπεγνωκότες, καὶ περὶ τοὺς προφητικοὺς ἀνοηταίνοντες λόγους· οἱ δὲ τούτων ὑπηρέται τοὺς ἀντιλέγοντας ἀνέστελλον, λεπτότερα συζητεῖν περὶ τῆς ἀληθείας οὐκ ἐπιτρέποντες, ἀναντιῤῥήτους εἶναι μηχανώμενοι τὰς ἐκείνων φωνάς· ὡς καὶ τοῖς Πυθαγόρου μαθηταῖς ἔθος ἦν τὸ," Αὐτὸς ἔφα," λέγειν. Καὶ ψυχὰς ἐρώσας ἀληθείας οὐ συνεχώρουν μαθεῖν. Εἰ γάρ τις μέτριος καὶ ταπεινὸς 2280 ὀρθὸν περὶ ἀληθείας προέφερεν τὸν λόγον, τοῦτον διασκεδαννύντες ἠφάνιζον. Λέγοι δ' ἂν ταπεινοὺς καὶ τοὺς ἁγίους μυσταγωγοὺς, ὧν ἐν λόγοις κατεστρατεύοντο, τοὺς ἐν κρίσει λόγους αὐτῶν ἀφανίσαι σπουδάσαντες. Περὶ ὧν ἐπήγαγεν, οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο· ὧν καὶ ἡ βουλὴ μένει πάσης ἀσεβοῦς κατηργημένης βουλῆς. Κατὰ δὲ τὸν Σύμμαχον· μετὰ τὴν κατὰ τῶν μωρῶν ἀρχόντων διήγησιν, ἐπιλέγεται· Ἄρχων δὲ ἀρχοντικὰ βουλεύσεται, καὶ ἡγεμὼν ἀναστήσεται. Ὁ γὰρ δίκαιος βασιλεὺς ἡγεμόνας ἡμῖν τοὺς ἀποστόλους δεδώρηται. Ὃς καί φησιν ἐν Ψαλμοῖς·" Σὺ δὲ, ἄνθρωπε, ἰσόψυχε ἡγεμών μου, καὶ γνωστέ μου." Ἐν ἅπασι δὲ τούτοις οὐδαμοῦ Ἰσραὴλ, ἢ Ἰακὼβ, ἢ Ἰούδας ὠνόμασται, ἅτε περὶ Χριστοῦ τοῦ λόγου τυγχάνοντος, καὶ τῶν ἐν Ἐκκλησίᾳ ἐξάρχων, ἐν ᾗ τὸ σπέρμα τῶν πάλαι μακαρίων ἀνδρῶν ἐξανθῆσαν ἐκαρποφόρησε, πᾶσάν τε τὴν οἰκουμένην τῆς ἰδίας εὐλογίας ἐπλήρωσε. Διὸ τοὺς ἔχοντας ἐν Σιὼν σπέρμα μακαρίους ὠνόμαζε, τοὺς προφήτας δηλονότι τοὺς λέγοντας·" Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν," οἳ σπέρμα καὶ οἰκείους τοὺς ἐκ τῆς Ἐκκλησίας ἐκτήσαντο. Τινὲς δέ φασιν ὡς μακαρίζει τὴν πόλιν, καὶ τοὺς ταύτης οἰκήτορας, ὧν Θεὸς κηδόμενος, ἀοράτῳ πληγῇ μετήρχετο τὸν Ἀσσύριον. Ἧς δίκαιον βασιλέα καθ' ἱστορίαν μὲν τὸν Ἐζεκίαν φησί. Κυρίως δὲ δηλοῖ τὸν Σωτῆρα. Τὸ γὰρ ἀληθῶς μακάριον, τῶν οἰκούντων τὴν ἄνω Σιὼν, καὶ βασιλέα Χριστὸν ἐπιγραφομένων, εἰς ὃν τὴν ἄκραν δικαιοσύνην ἀνάγομεν, μὴ εὑρίσκοντες ἐν ἀνθρώποις τὸ ἄπτωτον· ὥσπερ οὖν ἐπ' ἀνθρώπων τὸ μὲν μερικὸν τῆς κακίας ὁριζόμεθα, αὐτὴν δὲ πᾶσαν τὴν κακίαν τῷ διαβόλῳ προσνέμομεν. Καὶ ἔσται ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ, καὶ τὰ ἑξῆς. Ὁ γὰρ ἐν ἑαυτῷ τοὺς λόγους τοῦ Θεοῦ μελετῶν ἐν δικαιοσύνῃ, ἀπ' ὀργῆς ἐπαγομένης σκεπάζεται. Διό φησιν ὁ Δαβίδ·" Ὁ νόμος σου ἐν μέσῳ τῆς κοιλίας μου." Τοῦ δὲ τοιούτου, φησὶν ὁ Σωτὴρ," Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις, φησίν. Ἐπιόντος γὰρ τοῦ Ἀσσυρίου πρὸς πόλεμον, ἀκόλουθον ἦν τοὺς ἠλπικότας ἐπὶ Θεὸν, τῆς τῶν Αἰγυπτίων βοηθείας ὑπεριδεῖν· τότε γὰρ ἂν ὑπῆρξεν ἰδεῖν τοὺς μὴ διαρθροῦντας τῆς θεοσεβείας τὸν λόγον, τρανῇ τῇ γλώττῃ τὸν τῆς εἰρήνης ὁμολογοῦντας βραβευτὴν, μὴ προϊσταμένους ἄρχειν αὐτῶν τὸν Αἰγύπτιον· ὃν μωρὸν ὁ λόγος, ὡς ἀσεβῆ, καθεστηκότα καλεῖ. Καὶ οὐκ ἂν ἠνέσχοντο τῆς τῶν τοιούτων ἀρχόντων συγχύσεως. Ἀκόλουθον γὰρ ἦν τὸν μωραίνοντα τὰ πρὸς Θεὸν, ἀνομίαν ποιεῖν, καὶ πλανᾶσθαι. Εἰς ὂν οἱ ἐλπίζοντες ἐξ ἀπάτης ἀλλήλων τὰς ἐλπίδας ἐκένουν δι' αὐτοῦ τὸν κίνδυνον ἀποφεύγειν οἰόμενοι, τῶν εὐσεβῶν τὴν 2281 ἐναντίαν τούτοις ἐχόντων βουλὴν ψυχωφελῆ παρ' ὅλην αὐτῶν ὑπάρχουσαν τὴν ζωήν. θκʹ. 9Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου. Θυγατέρες, ἐν ἐλπίδι ἀκούσατε λόγους μου. Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ' ἐλπίδος. Ἀνήλωται ὁ τρυγητός. Πέπαυται ὁ σπόρος, καὶ οὐκέτι μὴ ἔλθῃ9. κ. τ. λ. Περὶ τῆς θεοφανείας, καὶ τῶν ἀποστόλων τῆς τε κλήσεως εἰπὼν τῶν ἐθνῶν, νῦν τῷ ἐκ περιτομῆς προσφωνεῖ λαῷ παρακελευόμενος θρηνεῖν, ὡς ἐκπεπτωκότι τῆς χάριτος ἐξ ἀπιστίας. Οὓς διὰ τὸ τῆς ψυχῆς ἔκλυτον, γυναῖκας καλεῖ. Ἤγουν τὰς αὐτῶν συναγωγὰς οὕτω δηλοῦσθαί φασιν. Οἱ δὲ λοιποὶ τῶν ἑρμηνευτῶν, γυναῖκες εὐθηνοῦσαι, φασὶν, ἀντὶ τοῦ πλούσιαι. Πάλαι γὰρ ἐπλούτουν εὐθηνοῦσαι κατὰ Θεόν. Ἐτρύφων δὲ ἴσως καὶ πλούτῳ σωματικῷ. Τινὲς δέ φασιν, ὡς ἔθος τῇ Γραφῇ γυναῖκας καλεῖν πόλεις, ἢ κώμας. Καὶ μητροπόλεως οὔσης μιᾶς, θυγατέρας αὐτῆς προσαγορεύειν τὰς ἄλλας. Οὕτω ὁ θεῖος Δαβίδ· Ἤκουσε, φησὶ, καὶ ηὐφράνθη Σιών. Καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας. Τοῦ δὲ Σωτῆρος τὸ πρόσωπον ταῖς πόλεσιν Ἰουδαίας τὰ νῦν συμβουλεῦόν φησιν, Ἀκούσατε τῆς φωνῆς μου, πρὸς τὸ εὐαγγελικὸν αὐτὰς ἀνακαλούμενον κήρυγμα. Καὶ, ὡς ἔτι πολυάνδρους πλουσίας καλεῖ, γενησομένας ἐρήμους, εἰ μὴ πείθοιντο λέγοντι. Τὸ δὲ ἐπ' ἐλπίδι, φασὶν οἱ λοιποὶ, πεποιθυῖαι. Γυναῖκας δὲ λέγει τὰς ἐπὶ τῶν παλαιῶν χρόνων παρ' Ἰουδαίοις συνόδους, αἷς διαναστῆναι καὶ ἀκοῦσαι παρακελεύεται. Θυγατέρας δὲ, τὰς μετὰ ταῦτα συστάσας τῶν αὐτῶν Συναγωγὰς, ἃς ἐνωτίσασθαι βούλεται. Ἀμφοτέρας δὲ κινεῖ πρὸς σύντονον ἀκοὴν τῶν λόγων ἀκούειν ἐπ' ἐλπίδι λαμπρᾷ. Ἐνιαυτοῦ δὲ μεμνῆσθαι παρακαλεῖ, καθ' ὃν ὁ Σωτὴρ ἐν ἀνθρώποις τὸ σωτήριον ἐποιήσατο κήρυγμα, παρὰ τῷ προφήτῃ λέγων·" Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με." Καὶ προϊών φησι καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν. Τούτου βούλεται μεμνῆσθαι τὰς προειρημένας μετ' ὀδύνης κατανυττομένας ἐφ' ὃν τετολμήκασιν, ἔχειν δὲ καὶ τὴν ἐπηγγελμένην τοῖς ἐφ' οἷς ἔπραξαν μετανοοῦσιν ἐλπίδα. Ὅτε μὲν οὖν ὑπῆρχεν ἀμπελὼν Κυρίου ὁ οἶκος τοῦ Ἰσραὴλ, πολὺς ἦν παρ' αὐτοῖς τρυγητὸς, παντὸς τοῦ ἔθνους τῷ τοῦ Θεοῦ καρποφοροῦντος ναῷ. Νῦν δέ φησιν, Ἀνήλωται, οὐχ ὡς ἀναληφθῆναι πάλιν, ὅπερ γέγονε μετὰ τὴν ἐξ Ἀσσυρίων ἐπάνοδον. Νῦν γὰρ οὐκ ἔτι φησὶν, ἀλλὰ καθάπαξ ἐκτέτμηται. Δείκνυσι δὲ, φασί τινες, ὡς ἀπειθοῦντι τῷ Ἰσραὴλ οὐκ ἀζήμιον τὸ χρῆμα γενήσεται. Ἤμελλον γὰρ 2284 οἱονεὶ τρυγᾶσθαι τούτων αἱ πόλεις Ῥωμαίων παραδοθεῖσαι χερσὶν, καὶ θηρίων ἐξ ἐρημίας ἐνδιαίτημα γίνεσθαι. Βούλεται τοίνυν τὴν κατὰ Θεὸν αὐτῶν ἅψασθαι λύπην τῆς προτέρας ἀπιστίας ἐξισταμένων. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἀπεργάζεται. Ἧς καρπὸς τὸ ἀποδύσασθαι μὲν τὴν τοῦ πλούτου περιβολὴν, ἀνδρικῷ δὲ ζωσαμένας σχήματι τὰς ὀσφῦς, κόψασθαι, τοῦ πρώτου αὐτῶν ἀμπελῶνος τὴν ἐρημίαν. Καὶ κατὰ ψυχὴν δὲ τῆς νοητῆς εὐκαρπίας ἀποπεπτώκασιν Ἰουδαῖοι, ἀντὶ σταφυλῆς ἀκάνθας ποιήσαντες, κατὰ τὴν τοῦ προφήτου φωνήν. Φησὶ δὲ καὶ ἕτερος," Ἀνεμόφθορα ἔσπειραν. Καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά. Δρᾶγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον." Διὸ, φησὶν, αἱ πρὶν ἐπὶ Θεῷ πεποιθυῖαι, καὶ τὴν γνώμην μεταβαλοῦσαι, θρηνήσατε· ἀνῆκε γὰρ τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ταῖς νεφέλαις ἐνετείλατο τοῦ μὴ βρέξαι εἰς αὐτόν. Καὶ γέγονεν ὄνων ἀγρίων εὐφροσύνη, καὶ πονηρῶν ποιμένων βοσκήματα, τοῦτ' ἔστιν ἀκαθάρτων πνευμάτων. Καὶ Δαβὶδ δὲ ὡς περὶ ἀμπέλου λέγει τοῦ Ἰσραήλ·" Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν." Ὡς γὰρ κεχερσωμένον παρορᾶται χωρίον [λείπ. ὁ κτήτωρ, ἤ τι τοιοῦτον], οὕτω Θεὸς ψυχὴν ἄκαρπον τῆς ἰδίας προνοίας οὐκ ἀξιοῖ. Ἀντὶ δὲ τοῦ ἀπὸ γεννήματος ἀμπέλου· ὁ μὲν Ἀκύλας φησὶν, ἐπὶ ἀμπέλῳ αὐξητικῇ· ὁ δὲ Σύμμαχος, περὶ ἀμπέλου πολυφόρου, πρὸς ἥν φησιν ἀλλαχοῦ·" Ἐγώ σε ἐφύτευσα ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;" Ἀντὶ δὲ τοῦ, ἡ γῆ τοῦ λαοῦ μου, Σύμμαχος, ἐπὶ τὴν γῆν τοῦ λαοῦ μου, φησί. Συνῳδὰ δὲ τοῖς ἔμπροσθεν, ἐν οἷς ἔλεγεν·" Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησεν δὲ ἀκάνθας." Καὶ ταύτας ἑρμηνεύων ἐπῆγεν·" Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησεν δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν·" Διὸ γέγονεν ὄνων ἀγρίων οἰκητήριος, καὶ βοσκήματα ποιμένων, ἢ ἀγελῶν κατὰ τὸν Ἀκύλαν. Ἅπερ εἰς ἔργον ἐξέβη. Εἰδωλολάτραι γὰρ ἐκ διαφόρων ἐθνῶν γεγόνασι ταύτης οἰκήτορες. Διὸ δεῖ, φησὶν, ὑμᾶς ἐπιμένειν ἐπὶ τοσοῦτον τῷ θρήνῳ, ἔως ἂν ἐπέλθῃ ἐφ' ὑμᾶς πνεῦμα ἀφ' ὑψηλοῦ. Ἢ κατὰ Σύμμαχον, ἀνάψυξις ἐξ ὕψους. Πνευμάτων μὲν οὖν ἐστι διάφορα. Πλὴν οὐδὲν ὑμᾶς ἀνακτήσασθαι δύναται, καὶ ἀναπαῦσαι τοῦ θρήνου, ἢ τὸ ἐξ ὕψους καταπεμπόμενον, ὃ πέμψειν ὁ Σωτὴρ τοῖς μαθηταῖς ἐπηγγέλλετο. Τοῦτο καὶ νῦν, εἰ μετανοοῦσαι κλαύσωσιν, ἐπαγγέλλεται." Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι παρακληθήσονται· καὶ οἱ κλαίοντες, ὅτι γελάσουσι." Τινὲς δέ φασιν, ὡς ἐναργῆ τὸν χρόνον παρίστησιν τῆς τοῦ λαοῦ τῶν ἀπίστων χερσέως, ὅτ' ἂν οἱ πεπιστευκότες θείου τεύξονται Πνεύματος, ἡνίκα καταφοιτῆσαν ἐξ ὕψους γλώσσαις πυρὸς μεριζομέναις εἰκάζετο. Τότε γὰρ 2285 ἔσται, φησὶν, ἔρημος, ὁ Χέρμελ. Καὶ πρόσθεν γὰρ ἔλεγεν· ὅτι μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὅρος τὸ Χέρμελ. Καὶ Χέρμελ εἰς δρυμὸν λογισθήσεται. Ἐδήλου δὲ τοὺς μὲν ἐκ περιτομῆς ὁ Χέρμελ, ὃς καὶ Κάρμηλος λέγεται, ὄρος ὂν ἐν τῇ Σαμαρείᾳ, ἑρμηνευόμενον δὲ, ἐπίγνωσις περιτομῆς. Ὁ δὲ Λίβανος τὰ ἔθνη, τῆς Φοινίκης ὑπῆρχον. Ἔμελλεν γὰρ ἐκεῖνοι μὲν ἄκαρποι γενήσεσθαι, καὶ πυρὸς ὕλη, ὄρειοί τινες καὶ ἀνήροτοι τὴν ψυχὴν (τοιοῦτοι γὰρ οἱ δρυμοί)· μετελθεῖν δὲ τὰ ἔθνη πρὸς τὴν αὐτῶν θεοσέβειαν χρηματίζοντα Λίβανός τε καὶ ἔρημος, ἀντὶ τοῦ θεοσεβοῦς πάλαι λαοῦ μερὶς Κυρίου γινόμενα, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ, καίτοι πρότερον ὄντα δρυμὸς καὶ ἔρημος, ἤπερ ὡς μεγάλων ἀγαθῶν ἠξιωμένη τὰ μετὰ ταῦτα λοιπὸν ἐπαγγέλλεται, καλῶν αὐτὴν Κάρμηλον, εἰς ὃν ἔλεγεν μετατεθεῖσθαι τὸν Λίβανον. Τινὲς δὲ Κάρμηλον τὸν ἐκ περιτομῆς νοοῦσι λαὸν, καὶ ζητοῦσι πῶς εἰς δρυμὸν λογισθήσεται, ἐν αὐτῷ πάλιν κατα..... καί φασι τοῦτο διὰ τὸ κατάλειμμα λέγεσθαι τὸ σωθὲν καὶ τοῖς..... συναγελαζόμενον. Ἐν τῇ ἐρήμῳ τοίνυν δικαιοσύνην φησὶν ἀναπαύσεσθαι. Καὶ ἄνω γὰρ εὐθὺς τῇ περὶ Χέρμελ καὶ Λιβάνῳ μεταθέσει τὴν κλῆσιν δηλῶν τῶν ἐθνῶν, ἔλεγεν κωφοὺς ἀκούσεσθαι τοὺς λόγους τοῦ βιβλίου, καὶ τυφλῶν ἰδεῖν ὀφθαλμούς· οὕτω καὶ νῦν ἔργα φησὶν ἔσεσθαι δικαιοσύνης, ὧν τὸ κεφάλαιον ἡ τοῦ Θεοῦ ἐστιν εἰρήνη ὑπερέχουσα πάντα νοῦν, ὅς ἐστιν ἡ εἰρήνη ἡμῶν δικαιοσύνη τε καὶ κρῖμα. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, δικαίῳ τε καὶ ὀρθῷ κρίματι κατακριθείσης τῆς ἁμαρτίας. Ὃς καὶ κατὰ Παῦλον, εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, Ἰουδαίῳ δηλονότι πρώτῳ καὶ Ἕλληνι. Διὸ τὴν πρὸς Θεὸν καταλύσαντες ἔχθραν πόλεσίν ἐσμεν ἀναπαύσεως, καὶ τῆς εἰς αἰῶνα τρυφῆς τὸν ἐκκλησιαστικὸν τῶν ἀρετῶν ἔχοντες πλοῦτον, περὶ οὗ φησιν ὁ Ἀπόστολος·" Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει." Καὶ ἀλλαχοῦ δέ φησιν ὁ προφήτης·" Εὐφράνθη ἔρημος ἡ διψῶσα. Ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον·" ἔρημον καλῶν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, διὰ τὸ ἄκαρπον καὶ παντὸς ἐψιλωμένον ὑπερανεστηκότος φυτοῦ. Χριστοῦ δὲ κατοικήσαντος ἐν αὐτῇ, φησὶ πάλιν Ἡσαΐας·" Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ἐν τῇ ἀνύδρῳ ποταμοὺς, θήσω εἰς τὴν ἄνυδρον, γῆν κέδρον καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην," τὰς διαφόρους τῶν πιστευσάντων ἐπηρμένας δηλῶν ἀρετάς. Φησὶ δὲ νῦν ὡς οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης. Ἀντὶ γὰρ τῆς μεγάλης ἐκείνης καὶ γαυριώσης, κατὰ Σύμμαχον, συνέστησε πόλιν, τὴν 2288 ἀπὸ περάτων ἕως περάτων καθολικὴν Ἐκκλησίαν. Λαὸν δὲ πάλιν ἀορίστως φησὶν, καὶ οὐ τὸν Ἰακὼβ, ἢ τὸν Ἰσραὴλ, ἐν τῇ καινῇ κατοικήσοντα πόλει. Εἶτα, ἐπειδὴ ἐν τοῖς ἀνωτέρω τὴν ὀργὴν τοῦ Θεοῦ κατὰ τὸν τῆς κρίσεως καιρὸν τοῖς ἀσεβέσιν ἐπελεύσεσθαι, καὶ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ πυρὸς φλογὸς ἔλεγε κατεσθιούσης, κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βία· εἰκότως νῦν περὶ τῶν μακαριζομένων ἐπήνεγκεν· Ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ' ὑμᾶς ἥξει. Προλέγει δὲ καὶ τὰς ἐν δρυμοῖς ἀκάρπους ψυχὰς, ἐν γεωργουμένῃ γενήσεσθαι χώρᾳ, φυγούσας τὸ τραχὺ καὶ ἀνήμερον, νεούσας δὲ νεώματα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Τινὲς δὲ χάλαζαν φασὶ τὴν θείαν ὀργὴν, δι' ἣν ὑπὸ Ῥωμαίων ἑάλωσαν, σκεπασθέντων τῶν εἰς αὐτὸν πιστευσάντων. Εἶθ' ἑξῆς μακαρίζει τοὺς τὴν ἔρημον ταύτην γεωργήσοντας, τῇ τῆς γεωργίας ἐπιμείνας μεταφορᾷ. Δηλοῖ δὲ τοὺς ἀποστόλους τοὺς κηρύξαντας Ἰουδαίοις καὶ Ἕλλησι. Δηλοῖ γὰρ ὁ μὲν βοῦς τὸν Ἰσραὴλ καθαρὸς ὣν, καὶ εἰς θυσίαν ἀναφερόμενος. Ὁ δὲ ὄνος τὰ ἔθνη. Δι' ὅπερ ὁ νόμος τὰ πρωτότοκα τῶν ὄνων εἰς πρόβατα καταλλάττεσθαι βούλεται. Οὕτως οὖν ἑκατέρους, διὰ τοὺς πατέρας καλεῖ. Τὴν δὲ θείαν Γραφὴν ὕδωρ ἐκάλεσε πατουμένην ὑπὸ Ἰουδαίων καὶ ἐθνικῶν. Οὓς δὲ καλῶ, φησὶ, μακαρίους, οἱ διῶκται ταλαιπώρους καλέσουσιν, καίπερ συμπάσχοντας, ἵνα καὶ συμβασιλεύσωσιν. Ἀλλ' ἀνθ' ὑμῶν αὐτοί φησι τοιοῦτοι γενήσονται. Οὐ γὰρ ὑμᾶς ἀθετοῦσιν, ἀλλὰ τὸν ἀποστείλαντα. Διὸ παραδοθήσονται τῷ παραλαμβάνοντι τοὺς ἀποβλήτους γεγονότας Θεοῦ, καὶ ὡς σὴς ἱμάτιον διαφθείροντι. Τινὲς δὲ ὕδωρ τὸν ζῶντα τοῦ Θεοῦ λόγον σημαίνειν φασὶ, τῷ ζωτικωτάτῳ τῶν στοιχείων ἀπεικαζόμενον. Αὐτὸς γὰρ ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ κτίσας τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην. Τὸ δὲ, Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, καὶ τὰ ἐπ' αὐτῷ, Σύμμαχος οὕτως ἐξέδωκεν· Οὐαὶ ὁ ταλαιπωρίζων, αὐτὸς δὲ μὴ ταλαιπωρηθείς. Καὶ ὁ ἀθετῶν, αὐτὸς δὲ οὐκ ἀθετηθείς. Ὄταν συντελέσῃς ταλαιπωρίζων, ταλαιπωρηθήσῃ· καὶ ὅταν κοπιάσῃ ἀθετῶν, ἀθετήσουσί σε· δηλῶν ὡς μακάριον ἐν τῷ τῶν πασχόντων εἶναι τάγματι, καὶ μὴ τῶν διωκόντων. Ἄθλιοι γὰρ οὗτοι, καὶ τὴν αἰτίαν ἐπήνεγκεν. Τινὲς δὲ τὴν ῥῆσιν οὕτως ἐξηγήσαντο· Ἀνδρῶν ἀπορία τῶν πειθομένων, τὰς γυναῖκας καλεῖ καὶ μάλιστα τὰς πλουσίας, αἳ τὸ σῶμα κοσμοῦσαι, καθάπερ ἔλεγεν ἄνω, τὴν ψυχὴν εἶχον ἀκόσμητον. Ἃς ὡς ἐξ ὕπνου διεγείρει, καὶ καλεῖ πλουσίας, οὐ τὸν πλοῦτον σκώπτων (παρὰ Θεοῦ γὰρ ἐδέδοτο), τὸν δὲ τρόπον τῆς χρήσεως. Τὰς ἀκοὰς τοίνυν ἐπ' ἐλπίδι προξενούσῃ σωτηρίαν ὑπέχετε, τὴν μετ' ἐνιαυ 2289 τὸν αἰχμαλωσίαν εἰς νοῦν ἐμβαλλόμεναι. Καὶ λιμὸς δὲ διαδέξεται τοὺς διὰ κόρον ὑβρίσαντας, οὕτω τοῦ Θεοῦ θεραπεύοντος. Ὅθεν τὴν δίκην φθάσατε θρήνῳ, ἵνα πρὸς οὐρανὸν ἀναβλέψασαι, πνεῦμα σωτήριον ἐκεῖθεν καρπώσησθε. Διὰ δὲ τοῦ Χέρμελ, τὴν ἐσομένην ἐρημίαν τῆς χώρας ἐδήλωσεν. Κρῖμα δέ φησιν ἀναπαύσασθαι ἐν τῇ ἐρήμῳ, τὴν πόλιν οὕτω καλῶν· καὶ δικαιοσύνην ἐν τῷ Καρμήλῳ, τοῦτ' ἔστιν, ἐν τῇ χώρᾳ, δηλονότι τῶν ἀδίκων οἰκητόρων ἐκπεπτωκότων, ὥσπερ τῶν ἀλλοφύλων πρότερον δι' ἀσέβειαν. Πάντες γὰρ αὐτοῦ δημιουργήματα. Τοὺς δὲ πλημμελοῦντας μετέρχεται τῇ δίκῃ θεραπεύων διὰ χρηστότητα. Πάλιν δὲ μετανοοῦντας οἰκήσειν ἐν εὐθηνίᾳ φησίν. Θαῤῥήσει δὲ πᾶς δικαιοσύνην αὐχῶν, κἂν πάντα ταράσσηται. Καὶ οἱ ἐν τοῖς δρυμοῖς οὕτως ἀνεκτῶς οἰκήσουσιν, ὡς οἱ ἐν τῇ πεδιάδι· πανταχοῦ δὲ ταῖς ἀπειλαῖς χρηστὰς ἐλπίδας ἐγκαταμίγνυσιν, ἐκείναις φοβῶν, καὶ ταύταις παραμυθούμενος ἀπόγνωσιν, καὶ ῥᾳθυμίαν δι' ἀμφοῖν φυλαττόμενος. Εἶτα τοῖς πρὸς γῆν ὁρῶσι τὴν ἐκ γῆς λαμβάνει παραβολήν. Οὐ γὰρ ἐκείνους φησὶ μακαρίζετε τοὺς ἀρδευομένην οἰκοῦντας, καὶ βουσὶ μὲν ἐργάσιμον, ὄνοις δὲ πρὸς ὁδοιπορίαν βατήν. Ἀλλὰ ψευδῶς αὐτοὺς μακαρίζετέ φησι. Τοιαύτην γὰρ ὑμεῖς οἰκοῦντες, τὸ μακάριον οὐκ ἐκτίσασθε, περὶ τὸν δόντα γεγονότες ἀγνώμονες. Οὐ γὰρ τοσοῦτον ὑμᾶς ὁ Ἀσσύριος, ὂν αὐτοὶ ἑαυτοὺς ταλαιπώρους ἐργάζεσθε. Θεῷ γὰρ εὐνοοῦσιν οὐδὲν ἐπῄει δεινόν. Ἀπεσείσθη γὰρ ἂν ὑμῶν, ὡς ἀφ' ἱματίου σής. ΚΕΦΑΛ. ΛΓʹ. αιβʹ. 9Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς. Ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρουσ9, κ. τ. λ. Μακαρίσας τοὺς ἀποστόλους, καὶ ταλανίσας τοὺς αὐτοὺς ἀθετήσαντας, ὡς ἐξ αὐτῶν εὐχὴν ποιεῖται τῶν ἀποστόλων, ὡς οἱ μὲν ἀπειθεῖς καὶ πολεμοῦντες ἡμᾶς, ἀπολώλασιν· ἡμῶν δὲ σὺ σωτηρία. Μαθόντες γὰρ ὡς οὐδεὶς αὐτοὺς ταλαιπωρήσειεν, ἐκ πολλῆς ταῦτα περιχαρείας φασὶν, ὅτι διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ, καὶ διεσκορπίσθησαν ἔθνη. Κατὰ δὲ Ἀκύλαν καὶ Θεοδοτίωνα, ἀπὸ φωνῆς ὄχλου, ἤγουν πλήθους ἀνεχώρησαν λαοί. Δηλοῖ δὲ τὴν ὑπὸ πολλῶν ἅλωσιν πολεμίων, καὶ τῆς πόλεως ἔκπτωσιν. Ἀντὶ δὲ τοῦ, ἀπὸ φόβου σου, ὁ Σύμμαχος ἀπὸ τοῦ ὑψωθῆναι διεσπάρησαν, εἴρηκεν. Τῆς γὰρ ἰδίας ἐξέστησαν γῆς. Ἔκστασιν δέ τινες τὴν κατάπληξιν τὴν ἀπὸ τοῦ δέους εἰρήκασιν. Ἡ δὲ σωτηρία τοῖς ἁγίοις ἐν καιρῷ γίνεται θλίψεως, κατὰ τό·" Ὅτ' ἂν ἀσθενῶ, τότε δυνατός εἰμι." Καὶ τό·" Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται." Τὰ δὲ τοῖς ἀπειθέσιν ἐσόμενα καὶ Μωσῆς καὶ προφῆται κηρύττουσιν. Καὶ ὁ Σωτὴρ δέ φησιν·" Ὅταν εἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερου 2292 σαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ' ἡμᾶς." Εἶτα ὡς πρὸς τοὺς διασκορπισθέντας εἰς τὰ ἔθνη λέγει παρεισαχθὲν τοῦ Θεοῦ τὸ πρόσωπον, ὥς τινές φασι· Νῦν δὲ συναχθήσεται τὰ σκύλα ὑμῶν· τοῦτ' ἔστιν, Οὐκ εἰς μακρὰν ἁλώσεσθε· καὶ τὸ εὐάλωτον δηλῶν τοῦ τῶν Ἰουδαίων λαοῦ, οἱονεὶ παίζοντες, φησὶν ἀκρίδων ὑμᾶς λήψονται δίκην, οὕτω δὲ καὶ τὰς ψυχὰς τῷ Σατανᾷ γεγόνασι παίγνιον· ἐφ' ᾧ πάλιν ἀναφωνοῦσιν οἱ δίκαιοι. Ἤγουν ὁ προφήτης ἐπὶ τὸ τάγμα τῆς Ἐκκλησίας μεταβαίνων δοξάζει τὸν Θεὸν ἐπ' αὐτοῖς τὸν ἐν ὑψηλοῖς κατοικοῦντα, ἢ τοῖς οὐρανοῖς, ἢ τοῖς ὑψώσασι τὴν διάνοιαν, οἳ καὶ Σιὼν χρηματίζουσιν, ὄντες Ἐκκλησία Θεοῦ. Καὶ δῆλον, ἐκ τοῦ πλήρης εἶναι λέγεσθαι κρίσεως καὶ δικαιοσύνης, συμφώνως οἷς ἔλεγε," Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα καὶ δικαιοσύνη." Ἣν γὰρ εἶπεν ἔρημον, νῦν ὀνομάζει Σιών. Προσήκατο γὰρ Χριστὸν τὴν δικαιοσύνην, ὃν ἡ ἐπίγειος Ἱερουσαλὴμ οὐκ ἐδέξατο. Ἡ δὲ κρίσις δηλοῖ τὸ μηδὲν ὑπὸ τῶν ἁγίων ἄκριτον γίνεσθαι. Διό φησιν, ἐν νόμῳ παραδοθήσονται. Τῷ γὰρ εὐαγγελικῷ παρεδόθησαν νόμῳ καινῷ· καὶ ἡ σωτηρία τούτων ἐν θησαυροῖς τοῖς ἀποκειμένοις ἐν οὐρανῷ. Ἀντὶ δὲ τοῦ, ἐν νόμῳ παραδοθήσονται, Σύμμαχός φησιν· Ἡ πίστις τοῦ καιροῦ σου πλοῦτος σωτηρίας, σοφία, καὶ γνῶσις. Φόβος Κυρίου αὐτὸς ὁ θησαυρός σου. Τῶν Ἑβδομήκοντα λεγόντων· Ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια. Ἅπερ πρὸς τὸν Θεὸν ὥσπερ θυσία τις ἐξ ἀνθρώπων ἀνάγεται λογικὴ, ἃ καὶ θησαυροὶ δικαιοσύνης εἰσίν. Τὸ δὲ, ἐν νόμῳ παραδοθήσονται, τινὲς οὕτω φασίν· θαυμάζουσι τοὺς ἐξ Ἰσραὴλ ὡς ἀπολωλότας διὰ τοῦ νόμου, ὃν εἰς σωτηρίαν ἐδέξατο. Κατὰ γὰρ τὸν θεῖον Ἀπόστολον," Ἀθετοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι." Ἔδει γὰρ τὴν σκιὰν τὴν μέχρι καιροῦ διορθώσεως ἀργῆσαι Χριστοῦ τοῦ φωτὸς ἐπιλάμψαντος. Σκιομαχοῦντες τοίνυν περὶ τὸν νόμον τοῖς ἐχθροῖς παρεδόθησαν. Ἡμῖν δὲ τοῖς ἐξ ἐθνῶν καὶ ὁ διὰ Μωσέως νόμος σωτηρίας εὕρηται θησαυρός. Ἐν αὐτῷ γὰρ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν Κύριον· τὸ Χριστοῦ γὰρ ὡς ἐν τύπῳ περιέχει μυστήριον." Περὶ ἐμοῦ γὰρ, φησὶν, ἐκεῖνος ἔγραψεν." Μεθ' ἅ φησι πρὸς τοὺς ἀποστόλους, ὡς ὁ φόβος ὑμῶν ἐπὶ τοὺς ἀπίστους πεσεῖται· καὶ οἱ πάλαι φοβοῦντες ὑμᾶς, ἡττημένοι βοήσονται. Ἀντὶ δὲ τοῦ, Ἰδοὺ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται, Σύμμαχος μέν φησιν· Ἰδοὺ ὀφθήσομαι αὐτοῖς. Ἔκραξαν ἐκτενῶς. Ἐπιφέρει δὲ τίνες οἱ κράξαντες· ἄγγελοι εἰρήνης πικρῶς ἔκλαυσαν. Ὁ δὲ Ἀκύλας, Ἰδοὺ, φησὶν, ὁραθήσομαι αὐτοῖς. Βοήσω ἐκτενῶς. Καὶ τὸ λοιπὸν ὁμοίως· ὁ δὲ Θεοδοτίων, Ἰδοὺ 2293 ὀφθήσομαι αὐτοῖς, ἐβόησαν ἐκτενῶς. Ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται. Πάντες οὖν δηλοῦσι τὸν Θεὸν ὀφθήσεσθαι τοῖς θησαυρίσασιν ἑαυτοῖς δικαιοσύνης καὶ τῆς σοφίας, τοὺς θησαυρούς. Ἦσαν δὲ τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἷς ἐγὼ μὲν ὤφθην. Οἱ δὲ ἐκέκραξαν ἐκτενῶς ἄγγελοι ὄντες εἰρήνης. Οἳ καὶ πικρῶς ἐβόων ἐν εὐχαῖς ὑπὲρ τῆς ἀπωλείας τοῦ προτέρου λαοῦ. Καὶ ὁ Σωτὴρ δὲ τὴν Ἱερουσαλὴμ ἀπεκλαίετο." Εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου." Διό φησιν, Ἐρημωθήσονται παρὰ τούτων ὁδοί. Τὸ δὲ, πέπαυται ὁ φόβος τῶν ἐθνῶν, ὀβελίζεται ὡς μὴ κείμενον. Πεπαῦσθαι δέ φησι τοῦ ἐκ περιτομῆς λαοῦ τὰς ὁδοὺς, καὶ τὴν διαθήκην ἦρθαι τὴν διὰ Μωσέως δοθεῖσαν, μηκέτι τε αὐτοὺς εἰς ἀνθρώπους λογίζεσθαι. Τινὲς δὲ τὸ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται, φασὶν οὕτως· Παραθαῤῥύνει τοὺς ἁγίους μυσταγωγοὺς τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν προαναφαίνων τὸ πλάτος. Ἐξ ἀρχῆς μὲν γὰρ οἱ ἐκ περιτομῆς ἐκάκουν αὐτοὺς λέγοντες·" Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν ἐν τῷ ὀνόματι τούτῳ." Οὓς καὶ δεδιότες ἔφασκον οἱ ἀπόστολοι," Καὶ τὰ νῦν, Κύριε, ἔπιδε τὴν ἀπειλὴν αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου." Νῦν δὲ δεδοίκασιν αὐτοὶ, τὴν πρὸς τοὺς πιστοὺς ἀγαπῶντες εἰρήνην, ἐλεεινῶς τε τούτοις ὑποκατακλινόμενοι. Οὐδὲ γὰρ εὐοδωθήσονται, φησὶν, θεομαχεῖν ᾑρημένοι. Καὶ τῶν Ἰουδαϊκῶν ἐθνῶν ὁ φόβος ἐπαύσατο, καὶ τῆς πρὸς αὐτοὺς διαθήκης ἠρμένης, ἀλλότριοι γεγόνασι τοῦ Θεοῦ καὶ ξένοι τῶν ἐπαγγελιῶν. Ὅτι μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. Διὸ, φησὶν, οὐδενὸς αὐτοὺς ἀξίους λογίσεσθε. Εἶτα ἐπιλέγει, ἐπένθησεν ἡ γῆ, ἀκολούθως διὰ τὰ περὶ αὐτοῦ εἰρημένα τῆς Ἰουδαίας, ἧς καὶ τὰ μέρη φησὶν, ὧν καὶ τὰ μεταξὺ τάττει, τὸν Λίβανον, τὴν Ἱερουσαλὴμ ἐπὶ τοῦ παρόντος οὕτω καλῶν, διὰ τὴν ἐν αὐτῇ θυσίαν, καὶ τὸν προσφερόμενον Λίβανον κατὰ τὸν νόμον. Καὶ δὴ καὶ κατῃσχύνθαι φησὶ τὸν Λίβανον, ὡς εἰ σαφέστερον ἔλεγε τὴν θυσίαν, καθῃρημένης τῆς ἐν νόμῳ λατρείας. Καὶ ἐν τῷ Ζαχαρίᾳ δὲ λέγεται," Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου." Καὶ Ἰεζεκιὴλ δέ φησιν·" Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου." Ἅπερ ἑρμηνεύων φησίν· Ὅτ' ἂν ἔλθῃ Ναβουχοδονόσωρ εἰς Ἱερουσαλήμ. Ἀλλὰ καὶ ἡ χώρα ἡ καλουμένη Σαρώννη ὁ Σαρώνας, ἕλη, φησὶν, ἐγένετο ἢ ἀχρειόστης ἐξ ἀκανθῶν ἐμπλησθεῖσα θρασύτητος. Δι' οὗ σημαίνει τὰ πιότατα χωρία τοῦ Ἰουδαίων ἔθνους, δηλαδὴ τὰ ἐν ταῖς αὐτῶν ψυχαῖς ἀφανισθήσεσθαι. Ταῦτα μὲν ἐκεί 2296 νοις. Φανερὰ δὲ ἔσται ἡ Γαλιλαία διὰ τὰ περὶ αὐ τῆς εἰρημένα· κατὰ τὸ," Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, φῶς μέγα ἀνέτειλεν αὐτοῖς." Καὶ ὁ Χέρμελ δὲ φανερὸς ἔσται, περὶ οὗπερ ἔφησε·" Καὶ ἔσται ἡ ἔρημος ὡς ὁ Χέρμελ." Τὸ δὲ τῆς Ἐκκλησίας δασὺ καὶ ἐπηρμένον δηλοῖ. Τοῦ γὰρ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Ὁ μὲν οὖν φιλάνθρωπος Θεὸς ἀγγέλους εἰρήνης ἀπέστειλε πρὸς τὸν Ἰσραὴλ πικρῶς αὐτοὺς [κλαίοντας, καὶ] ἱκετεύοντας τὸ κήρυγμα δέξασθαι. Μὴ δεξαμένων δὲ, φησί· Νῦν ἀναστήσομαι, καὶ τὰ ἑξῆς. Τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ἐπαγγελλόμενος, καθ' ἣν ὄψονται τῆς θεότητος αὐτοῦ λαβόντες τὴν αἴσθησιν ὅτε δοξασθήσεται καὶ ὑψωθήσεται. Οἱ δὲ γνώσονται ὡς ματαίαν εἶχον ἰσχὺν πνεύματος, ὅτεπερ αὐτοὺς κατέδεται πῦρ. Ἀντὶ δὲ τοῦ, ἔσονται ἔθνη κατακεκαυμένα, λαοὶ πάντες ἐξέδωκαν· δηλονότι πρὸς οὓς ἦν ὁ λόγος οἳ καὶ ἔσονται ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη. Τινὲς δὲ τὸ ἀναστήσομαι, φασὶ, διὰ τὰς δίκας, ἃς ἔτισαν τῆς εἰς αὐτὸν παροινίας, ἁλούσης αὐτοῖς κατὰ κράτος τῆς πόλεως, ὅτε καὶ τὴν τοῦ παθόντος ἔμαθον δόξαν, οὐ καθ' ἕνα τυγχάνοντος τῶν προφητῶν. Ὡς μελλούσης οὖν αὐτοὺς τῆς θείας, ὀργῆς καταλήψεσθαι, νῦν ἀναστήσομαι, φησὶν, ἀνεξικακήσας μέχρι τοῦ σταυροῦ. Ὑψώθη τοίνυν, αὐτοὺς μὲν τιμωρησάμενος, καλέσας δὲ τὰ ἔθνη. Γνώσεσθε δὲ νῦν, φησὶν, ὡς ὑπῆρχον ὑμῶν ἰσχυρότερος. Καὶ πυρὸς ἔσεσθε τροφὴ, καθάπερ ἄκανθα ἐν ἀγρῷ κατακεκαυμένη. Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν. Τινὲς δὲ τὴν πᾶσαν οὕτως ἐξηγήσαντο ῥῆσιν. Ἀπειθοῦντος τοῦ λαοῦ καὶ ταῖς ἀπειλαῖς καὶ ταῖς ἐπαγγελίαις, ὡς μηδὲν ὑπόλοιπον ὑπάρχειν πλὴν τοῦ παθεῖν, εἰς συμπάθειαν ὁ προφήτης κατενεχθεὶς, εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει πρὸς τὸν τῶν ὅλων Θεὸν, δηλῶν ὡς τὰ μὲν παρ' αὐτῶν εἰς κακὰ συμπεπλήρωται, κεχρεώστηταί τε τούτοις ἡ δίκη. Χρεία δὲ τῶν σῶν ἡμῖν οἰκτιρμῶν τοῖς ἐλπίζουσιν ἐπὶ σὲ καὶ θλιβομένοις. Δὸς οὖν σωτηρίαν τοῖς διὰ τὸν σὸν φόβον ὑπομείνασιν ἔκστασιν. Ἔλεγεν δὲ ταῦτα οὐχ ὡς ἀγνοοῦντα διδάσκων Θεὸν, ἀλλὰ τύπος γινόμενος τῷ λαῷ τὰ πρὸς σωτηρίαν αἰτεῖν. Ἃ γὰρ αὐτοὺς λέγειν ἐχρῆν, εἰς ἀκοὰς αὐτῶν ὁ προφήτης φησὶν, ἵνα μιμήσωνται. Ὅτι γὰρ καὶ οἱ εἰς συμμαχίαν ὑπὸ τοῦ Ἀσσυρίου κληθέντες ἀψοφητὶ τελευτήσουσι, καὶ οἱ λοιποὶ πρὸς φυγὴν ἀπὸ τοῦ φόβου τραπήσονται, εὔδηλον τῶν Ἰσραηλιτικῶν σκύλων σωζομένων δυνάμει Θεοῦ, ἧς θεοσεβοῦντες τυγχάνουσι. Μὴ μετανοοῦντες δὲ στερηθήσονται, περιγινομένων αὐτῶν τῶν ἐχθρῶν ὡς ἀκρίδων. Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς. Προκοπὴν δηλοῖ διανοίας, καὶ δίαρμα ψυχῆς ἀγαθόν. Οὐ γὰρ Θεοῦ πρὸς ἁγιασμὸν, ἀλλ' ὡς τοῦ εὐχομένου προκόπτοντος, τὸ ἅγιος, λέγεται, ὑψοῦντος Θεὸν, ἐφ' οἷς αὐ 2297 τοῦ τὸ δίκαιον κατὰ τῶν ἡμαρτηκότων κρῖμα κατείληφεν καθόλου τε καὶ κατὰ τῆς Ἱερουσαλήμ. Οὐ γὰρ εἰς ἀπώλειαν τὴν πόλιν, ἀλλ' εἰς ἐπιστροφὴν τῶν ἐνοικούντων ἐπαίδευεν· ὅτε καὶ δικαιοσύνη παρ' αὐτοῖς ἀκμάζειν ἠδύνατο, καὶ νόμος ἀνθῆσαι, καὶ ὁ λαὸς ἐκ τούτου καθάπερ ἀγαθὸν ἀρύσασθαι θησαυρόν. Ἀφ' οὗ καὶ εἰς σοφίαν, καὶ ἐπιστήμην προέκοπτον, ἣ γεννᾷ εὐσέβειαν πρὸς Θεὸν καὶ θησαυροὺς δικαιοσύνης. Οὕτω δὲ διακειμένων, ὁρμὴν ἐχθρῶν ὑμῶν οὐ κρατήσειε φόβος, ἀλλ' ἐκείνων ὁ ἐξ ὑμῶν, καὶ πρὸς εἰρήνην πρεσβεύσονται ἐμοῦ κατ' αὐτῶν ὁρίζοντος ἐρήμωσιν, καὶ τὴν καθ' ὑμῶν διαταγὴν καταπαύοντος. Οὐ γὰρ ἑαυτῶν ἐπῆλθον ὑμῖν, ἐμοῦ δὲ καθάπερ τινὰ διαθήκην αὐτοῖς διατάξαντος. Ἀλλ' ἔχων με σύμμαχον καταφρονήσεις αὐτῶν. Εἶτά φησιν, Ἐπένθησεν ἡ γῆ, τοὺς τόπους ἀντὶ τῶν οἰκητόρων, καὶ ἀντὶ λογικῶν ἀναίσθητα πρὸς αἰσχύνην ἐκείνων παρείληφεν, οὓς ἔδει τὴν ἰδίαν θρηνῆσαι πληγήν. Ὁ δὲ τοὺς τόπους παρήγαγε μονονουχὶ συστενάζοντας καὶ συνωδίνοντας, κατὰ τὸν λόγον τὸν ἀποστολικὸν, ἐφ' οἷς ἡ Θεοῦ δύναμις ἐμφανὴς διὰ τῆς ἐνεργείας γενήσεται. Αἰσχυνθήσονται γὰρ ἐκ μεταβολῆς οἱ πεποιθότες ἐπ' Αἰγυπτίοις, ὅτι καταλιπόντες τὸν Θεὸν τὸν οὕτω τοὺς ἐναντίους τροπούμενον, πρὸς Αἰγυπτίους ἐπρεσβεύοντο, Θεοῦ καταστρώσαντος ρπεʹ χιλιάδας, ὧν νεκρὰ τὰ σώματα πυρὶ παραδέδοται. Οὗτοι δὲ καθάπερ πυρὶ δαμαζόμενοι τὴν ἐφ' οἷς ἔπραττον ὁμολογήσουσιν ἄνοιαν. ιγιθʹ. 9Ἀκούσονται οἱ πόῤῥωθεν ἂ ἐποίησα, καὶ γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι. Λήψεται τρόμος τοὺς ἀσεβεῖς. Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον9; κ. τ. λ. Θεοῦ μὲν ἐγγὺς Ἰσραὴλ, ὅσον ἧκε εἰς τὸ νόμῳ παιδαγωγηθῆναι καὶ τέρασιν. Πόῤῥω δὲ τὰ ἔθνη. τῇ κτίσει λατρεύσαντα. Καὶ ὅμως τὰ μὲν ἤκουσαν· οἱ δὲ οὐκ ἠνέσχοντο. Πλὴν ἀκούσονται, φησὶν, καὶ οἱ ἐγγίζοντες. Οὐδὲ γὰρ εἰς ἅπαν ἀπόλωλεν Ἰσραήλ. Ἐξ αὐτοῦ γὰρ γέγονεν ἡ τῶν πιστῶν ἀπαρχή. Τινὲς δὲ περὶ τῶν ἐθνῶν καὶ τὸ δεύτερον ἐξέλαβον. Πῶς γὰρ ἀκούσονται οἱ πόῤῥωθεν; ἐγγὺς δηλονότι γενόμενοι. Καὶ μανθάνοντες αὐτοῦ τὴν ἰσχὺν, ἣν ὑπὲρ Ἰσραὴλ θαυματουργῶν ἐπεδείξατο, οἳ καὶ πῶς οἱ ἐν Σιὼν ἀπέστησαν γνώσονται. Κατὰ δὲ τὴν ἑτέραν ἐξήγησιν, διαιρεῖ τοὺς ἐξ Ἰσραήλ. Ὧν οἱ μὲν ἤκουσαν, οἱ δὲ ἀπώσαντο τυγχάνοντες ἄνομοι, οὓς καὶ λήψεται τρόμος. Ἡ γὰρ τῶν ἐπενεχθέντων πεῖρα κακῶν εἰς φόβον ἀρκεῖ, καὶ πρός τι γνῶναι τὸν ὑπ' αὐτῶν ὑβριζόμενον. Πρὸς οὓς καί φησι, Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; περὶ οὗ ἔλεγεν, 2300 ὅτι Πῦρ κατέδεται ὑμᾶς. Τόπον δέ φησι τὸν αἰώνιον, τὸν ἡτοιμασμένον τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Κατὰ γὰρ τὴν τοῦ Σωτῆρος φωνὴν," Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Ὁ δὲ ἀπιθανῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωήν· ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν." Περὶ ὧν ἀλλαχοῦ φησιν ὁ προφήτης·" Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται." Τίς οὖν ὁ εἰδὼς καὶ προμαρτυρόμενος ὑμῖν τὸν αἰώνιον τόπον; ἢ πᾶς, ὃν εὐθὺς ὑπογράφει, τὸν τῶν προφητῶν καὶ ἀποστόλων σημαίνων χορόν; αὐτοὶ γὰρ ἐκήρυξαν περὶ κρίσεως, ὡς ἂν τὴν μέλλουσαν φυλαξώμεθα δίκην. Ὁ δὲ τοιοῦτος πόῤῥω γεγονὼς τοῦ πυρὸς, ἐν ὑψηλῷ κατοικήσει σπηλαίῳ καὶ ἐπὶ πέτρας ἰσχυρᾶς. Κατὰ δὲ Σύμμαχον, Αὐτὸς ἐν ὑψηλοῖς κατασκηνώσει. Ὡς περιοχαὶ πετρῶν τὸ ὕψος αὐτοῦ. Τοῦ φιλοσόφου δὲ βίου τὸ ἀσφαλές τε καὶ τὸ ὕψος δηλοῖ, ὅν τις μετιὼν ἄρτῳ καὶ ὕδατι μετὰ πίστεως τὴν παροῦσαν διανύσας ζωὴν, τέλος ἕξει τῆς τοιαύτης ἀσκήσεως τοῦ βασιλέως τὴν θέαν. Περὶ οὗ προεφήτευεν, ἀρξάμενος ἀπὸ τοῦ," Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν." Εἰκὸς δέ φασι, καὶ Χριστὸν οὕτως εἰρῆσθαι, ἐν ᾧ, καθάπερ τι σπήλαιον ἢ προβάτων σηκὸς ἡ Ἐκκλησία νοεῖται τὸ πάγιον ἔχουσα, κατὰ τό·" Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, ἣν τοῖς οἰκοῦσιν ἄρτος δίδοται ζωῆς ὁ Χριστὸς παρὰ τοῦ Πατέρος, καὶ πιστὸν ὕδωρ τὸ τοῦ θείου βαπτίσματος, ἐξ ὧν ἡ πᾶσα τοῖς λαβοῦσιν ἀσφάλεια. Καὶ τὸν βασιλέα κατόψονται Κύριον, οἳ καὶ μήπω λαβόντες τῶν πραέων τὴν γῆν, πόῤῥωθεν, αὐτὴν ὄμμασι διανοίας ἐκ τοῦ παρόντος ὄψονται βίου, τοῦ Θεοῦ τὸν φόβον διὰ μελέτης ποιούμενοι. Τινὲς δὲ περὶ τῶν ἀνόμων ἐξέλαβον τὸ πόῤῥωθεν, αὐτοὺς τὴν γῆν τῆς ἐπαγγελίας ἰδεῖν οὐκ ἐν αὐτῇ γενησομένους, τὸ δὲ καιόμενον ἔχοντας πῦρ, οἳ καὶ τῆς ἑαυτῶν κατακρίσεως ἐν φόβῳ γενήσονται μακρὰν ἀποῤῥιφέντες ἐκείνης τῆς γῆς. Οἷς ὀνειδίζων, ὅτι κακοῖς διδασκάλοις ἐπείθοντο, φησί· Ποῦ οἱ τὸ γράμμα μόνον εἰδότες τοῦ νόμου; Πρὸς οὓς ἔφασκεν ὁ Σωτήρ·" Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί." Ποῦ γὰρ οὗτοι φανήσονται, φησὶν, ἐν ἡμέρᾳ τῆς κρίσεως, ἀντὶ συμβουλῆς ἀγαθῆς τοὺς μαθητὰς κολακεύσαντες; Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ὁ ἀριθμῶν τοὺς ἐκτετραμμένους, τὸ λαὸν τὸν ἀναιδῆ. Οὐκ ὄψει λαὸν βαρὺν χείλεσιν, ὥστε μὴ ἀκούειν διάλεκτον γλώσσης. Ἀναιδεῖς καλῶν τοὺς ταῖς αὐτῶν διδασκαλίαις ἐκτεθραμμένους, οἳ οὐκ ὄψονται τὸν βαρὺν λαὸν τοῖς χείλεσιν, ἀλλ' οὐδὲ ἀκούσουσιν, ἀσύνετοι ὄντες διαλέκτου γλώττης, περὶ ἧς ἔφασκε· Καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην. Εἰ γὰρ εἶδον τὸν βαθύφωνον, οὐκ ἂν ἤκουσαν λαὸς πεφαυλισμένος. 2301 Τινὲς δὲ συστρεφομένους φασὶν, ἐπειδὴ γνώμῃ τῶν διδασκάλων ἐπὶ Χριστὸν συνεστράφησαν καταβοῶντες πρὸς Πιλάτον καὶ τὸν Βαραββὰν τοῦ προτιμήσαντες μηδεμιᾶς ἀγαθῆς ἀκούσαντες συμβουλῆς, μηδὲ μαθόντες παρ' αὐτῶν ὡς αὐτός ἐστιν ὁ βαθύφωνος. Διὰ παραβολῶν γὰρ ἐλάλει κατὰ τό·" Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου." Ἀσύνετοι δὲ ὄντες τὸν τῶν διδασκάλων οὐ διέκρινον φθόνον. Οὐ γὰρ ἂν ἤκουσαν πεφαυλισμένοι. Τὸ δὲ ῥητὸν ὅλον οὕτω τινὲς ἐξηγήσαντο. Ὡς τὴν μέλλουσαν Ἀσσυρίοις πληγὴν οὐχ οἱ πλησίον μόνον αὐτῶν, ἀλλὰ καὶ οἱ πόῤῥω μαθήσονται, καὶ οἱ τῆς Ἱερουσαλὴμ ἀσεβεῖς αἰσχυνθήσονται. Φεύγων δὲ, φασὶν, ὁ προφήτης τὰ ἔργα τὰ πονηρὰ τῶν ἀπειθῶν Ἰουδαίων εἰπεῖν, ὕλην ὄντα πυρὸς, ἕτερον ζητεῖ τὸν ἐροῦντα δικαίως πολιτευόμενον, ὡς ἂν εἴποι πρὸς αὐτοὺς, ὡς ὀργὴν ἑαυτοῖς θησαυρίζουσι. Τὸ δὲ, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, τοῦτ' ἔστι πρὸς φόνον μὴ συνεργῶν. Ὁ γὰρ ἔχων τὰ εἰρημένα φησὶν, στάσιν ἕξει βεβαίαν τῶν θείων ἀγαθῶν ἀπολαύων. Τοὺς δὲ φωτισθέντας ὑπὸ τοῦ λόγου, καὶ τὸν βασιλέα τῆς δόξης βλέπειν ἀκόλουθον ἀπαλλαγέντας μὲν τῆς κοσμικῆς προσπαθείας, ἀγαθοῖς δὲ τοῖς ἐλπισθεῖσιν ἐνατενίζοντας. Τοῦτο γὰρ δηλοῖ τὸ τὴν γῆν ἰδεῖν πόῤῥωθεν, τοῖς γηΐνοις μηδαμῶς πλησιάζοντας. Μηνύει δὲ καὶ καθ' ἱστορίαν τὸν ἄρξαντα μετὰ ταῦτα τῆς Ἱερουσαλὴμ Ἐζεκίαν, ὃς ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ γέγονεν εὐκλεὴς, ἐφ' οὗ σημεῖα γέγονεν οἰκουμενικὰ, ἀναποδισμὸς ἡλίου καὶ τῆς ἡμέρας προσθήκη. Ἃ ἰδόντες φοβηθήσεσθε τὸν Θεὸν μεταγνόντες ἐφ' οἷς ἐπείσθητε τοῖς συμβουλεύσασι περὶ τῆς Αἰγυπτιακῆς βοηθείας γραμματεῦσι καὶ τοῖς ἐγγαστριμύθοις, οὓς καλεῖ βαθυφώνους, ὡς ἄσημα φθεγγομένους. Οὗτοι γὰρ πάντες ματαιότητός εἰσι λαὸς, καὶ πεφαυλισμένοι, πρὸς κατανόησιν τῶν δεόντων οὐκ ἄγοντες τὸν ἀκροατήν. 9Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσαλὴμ πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν, τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς, καὶ εὐρύχωροι9, κ. τ. λ. Ἀντὶ τοῦ, Ἰδοὺ Σιὼν ἡ πόλις, ὁ μὲν Ἀκύλας φησίν· Ὅρα ματίσθητι, Σιὼν πόλις ἑορτῶν. Σύμμαχος δὲ καὶ Θεοδοτίων, Ἴδε Σιὼν τὴν πόλιν τῶν ἁγίων ἡμῶν, καὶ πάλιν ἑξῆς, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, ὡς μέλλουσαν ἰδεῖν τὸ σωτήριον ἡμῶν, τοῦτ' ἔστι Χριστὸν, ἑτέραν τε πόλιν τὴν τῶν ἑορτῶν τὴν Ἐκκλησίαν τὴν ἄγαν πλουσίαν. Τῆς μὲν οὖν παλαιᾶς Ἱερουσαλὴμ πεπτώκασιν αἱ σκηναὶ διαφόροις ἁλούσης πολιορκίαις. Ἡ δὲ καινὴ πόλις, ὡς ἐπὶ πέτρας ἑστῶσα, κἀν τοῖς 2304 τῶν διωγμῶν ἄσειστος ἐπιμένει καιροῖς." Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς," ὑπό τε ὄμβρων καὶ ποταμῶν καὶ πνευμάτων οὐ πέπτωκε. Τεθεμελίωται γὰρ ἐπὶ πέτραν. Τὸ δὲ αἴτιον, ὅτι τὸ ὄνομα Κυρίου τόπος ἔσται τῇ καινῇ πόλεις, καὶ ὡς ἐν τόπῳ τοιούτῳ καθέστηκεν ἄπτωτος. Κατὰ δὲ Σύμμαχον, ἐκεῖ κραταιὸς ἡμῖν Κύριος. Τόπος ποταμῶν διώρυγες εὐρύχωροι, ὅπου μὴ πορευθῇ πλοῖον κωπηλάτου, οὐδὲ ἐντολὴ κραταιοῦ διαπεράσει αὐτόν. Τὸ δὲ ὅπου μὴ πορευθῇ, Ἀκύλας φησίν· Οὐ μὴ πορευθῇ ἐν αὐτῇ ναῦς κώπης, καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό. Δι' ὧν δηλοῦσι τῆς εἰρημένης πόλεως τὸν Κύριον ἔσεσθαι τόπον ποταμῶν, ὥστε λέγειν·" Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Καὶ," Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων." Οἱ δὲ ποταμοὶ, φησὶν, οὕτως ἐν ἀσφαλείᾳ τυγχάνουσιν, ὡς εἶναι τοῖς ἐχθροῖς ἀνεπίβατοι, μικροῖς τε καὶ μείζοσι πλοίοις ἐπερχομένοις ἀντὶ τείχους κυκλοῦντες τὴν πόλιν, ἐπεὶ κριτὴν καὶ ἡγούμενον αὐτὸν ἔχει τὸν Σωτῆρα καὶ Κύριον, οὗ τὰ ὁρμήματα πρώτου καὶ τελείου τυγχάνοντος ποταμοῦ, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, ἀγγέλων ὄντων τῶν πολλῶν ποταμῶν τῶν διὰ παντὸς βλεπόντων τὸ πρόσωπον τοῦ Πατέρος τοῦ ἐν οὐρανοῖς, οἳ φρουροῦσι τὴν Ἐκκλησίαν. Ἐντεῦθεν λοιπὸν τῆς παλαιᾶς ὑποφαίνει πόλεως τὰ παθήματα. Ταύτης γὰρ ὡς νηὸς ἐν χειμῶνι πέπτωκεν ὁ ἱστὸς τῶν αὐτὸν κρατούντων διαῤῥαγέντων σχοινίων. Ὁ δὲ Σύμμαχός φησιν, Ἐξεῤῥίφη τὰ σχοινία σου, ὥστε μὴ κρατεῖν. Οὕτως ὁ ἱστὸς αὐτῶν, ὥστε μὴ ἁπλῶσαι ἱστίον. Τότε διένειμεν ἕως σκύλων πολλῶν· ὑπογράφων ὡς ἐν ναυμαχίᾳ νῦν κατέδυσαν, καὶ πρὸς τῶν πολεμίων ἁρπαζομένην. Καὶ μέχρι γὰρ τῶν ἱερῶν σκευῶν εἰς διαρπαγὴν παρέδωκε Κύριος ἀσεβέσιν ἀνδράσι καὶ τὰς τῆς ψυχῆς χωλεύουσι βάσεις, οἳ Θεοῦ παραδιδόντος οὐκ ἐκοπίασαν, καὶ γεγόνασιν ἁμαρτίας ἐλεύθεροι, Θεοῦ κρίσει τὴν Ἱερουσαλὴμ χειρωσάμενοι. Τινὲς δὲ οὕτως ἑρμήνευσαν· Μεταξὺ τοῦ Θεοῦ περὶ τῶν ἀσυνέτων γραμματικῶν προσφωνήσαντος, τὸ τῶν ἁγίων αὖθις εἰσάγεται πρόσωπον, δεικνύντων ὥσπερ ἀλλήλοις ἢ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἢ τὴν ἐν οὐρανοῖς, εἰς ἢν ἀνάγει τοὺς ἐνοικοῦντας ἡ ἐπὶ γῆς σωτήριον ἔχουσα τὸν Χριστὸν, οὓς ἀμειβόμενός φησιν ὁ λόγος. Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, τὰς περὶ αὐτῆς λέγων ἐξ ὁμοιότητος τῆς ἐν τῇ ἐρήμῳ σκηνῆς· τοῦ δὲ τῆς πόλεως ἀσφαλοῦς τὴν αἰτίαν φησὶ τοῖς πιστεύσασιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν, ἀντιδιαστέλλων τοῖς τῷ Χριστῷ μὴ πιστεύσασιν. Καὶ ὡς ἔσται τόπος ὑμῖν, ἡ ἀεὶ μὲν οὖσα πόλις, ἐν ᾗ ποταμοὺς εὐρυχώρους φησὶ καὶ διώρυχας εὐαγγελιστάς τε καὶ ἀποστόλους δηλῶν, καὶ τοὺς τῶν Ἐκκλησιῶν κατὰ καιρὸν ἡγουμένους, τὴν τοῦ Θεοῦ ποίμνην τοῖς θείοις ἄρδοντας νάμασιν 2305 ἐξ ἑνὸς, ὃς καὶ διὰ φωνῆς προφήτου φησίν·" Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν." Τῇ δὲ τῶν ποταμῶν ἐπιμένων μεταφορᾷ, καὶ ὡς περὶ πλοῦτον λόγον ποιούμενος, τὸ τῶν πιστῶν εἰσάγει πρόσωπον μετὰ τὴν Χριστοῦ παρουσίαν τοῦ διαβόλου κατεπαιρόμενον, ἀπαγορεῦόν τε αὐτῷ μὴ δι' αὐτῶν διαβαίνειν, καθάπερ καὶ πρότερον. Οὐ γὰρ ἔτι σοι τυγχάνομεν βάσιμοι. Οὐδὲ δυνήσῃ καθάπερ τι πλοῖον διὰ τούτων ἐλᾶσαι τῶν ποταμῶν. Τὸ δὲ αἴτιόν φασιν, Ὁ γὰρ Θεός μου μέγας ἐστί. Καὶ τούτου χάριν οὐ διελεύσεται δι' ἐμοῦ. Ἀπέφυγον γὰρ αὐτοῦ τὴν κρίσιν καὶ τὸν ζυγὸν, ὑπὸ Θεὸν γεγονώς. Τοῦτο δὲ καὶ ἐν ἄλλοις παρὼν προφήτης φησίν·" Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται. Καὶ οὐκ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος. Οὐδὲ ἔσται λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ τὸν Κύριον." Ἐπὶ τούτοις, τὸν λόγον πρὸς τὴν τῶν Ἰουδαίων μεταστρέφει συναγωγὴν, τῇ τῆς νεὼς ἐπιμείνας μεταφορᾷ. Ὡς γὰρ ἀνέμου προσβαλόντος σφοδρότερον, τὰ μὲν ἱστία κατασπᾷν οὐκ ἰσχύουσιν, ὁ δὲ ἱστὸς ὑπὸ τούτων κλινόμενος τὴν ναυαγίαν ἐργάζεται· οὕτω, φησὶ, πείσῃ τὰ παραπλήσια. Ἀλλ' οὐδὲ τροπαίου σημεῖον ἡ πόλις ἐπαρεῖ νικῶσα· παραδοθήσεται δὲ μᾶλλον εἰς προνομὴν, μὴ δυναμένη κατὰ τὴν καινὴν πόλιν τὰς τοῦ Σατανᾶ διαφυγεῖν προσβολὰς, εἵθ' ὡς ἐν θαλάττῃ, εἴθ' ὡς ἐν πολέμῳ προσβάλλοντος, καίπερ ἔχουσα τὸν νόμον ὀρθοποδεῖν ἀναγκάζοντα. Οἱ δὲ τὸ πρὶν τῇ εἰδωλολατρείᾳ χωλεύοντες ἐθνικοὶ ποιήσονται προνομὴν, κερδαίνοντες τὰ παρὰ Θεοῦ, δι' ὧν νικῶσι τὸν Σατανᾶν, τὸ πρὶν ἀποθέμενοι φορτίον, καὶ τὸν κόπον τὸν ἐξ αὐτοῦ, τῆς τῶν ἁμαρτιῶν τυχόντες ἀφέσεως διὰ τῆς ἐν πίστει χάριτος, ἣν Ἰσραὴλ οὐκ ἐδέξατο· ὃς καὶ λέγοι ἂν εἰκότως, Αἱ ἁμαρτίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Οἷς καὶ ὁ νόμος ὑπῆρχε βαρύτατος. Ὁ δὲ νέος λαὸς ἀκούει δικαίως, Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Οὕτω δὲ πάλιν ἄλλοι τινὲς ἐξηγήσαντο. Ὁ προφήτης ὑποδείκνυσι τὴν Ἱερουσαλὴμ, τά τε ἐν αὐτῇ παρὰ Θεοῦ δοθέντα ὑπομιμνήσκει συνθήματα. Νόμον γὰρ δοὺς καὶ ναὸν Ἅγιά τε ἁγίων, ὥσπερ τινὰ σκηνὴν ἐπήξατο, τοῖς τῆς κηδεμονίας συνέχων σχοινίοις, χορηγήσας πάντα πλουσίως. Καὶ οὐκ ἦν στενοχωρηθῆναι, ὅσον ἧκεν εἰς τὸν Θεὸν, ἐπανθοῦντος αὐτοῖς τοῦ ὀνόματος αὐτοῦ, ἀφ' οὗπερ, ὡς ἀπό τινων ποταμῶν καὶ διωρύχων ἠρύεσθε τὴν τῶν ἀγαθῶν ἀφθονίαν. Τοσοῦτος γάρ ἐστιν ὁ Θεὸς, ὡς πάντα πληροῦν, οὗ πρὸς εὕρεσιν οὐκ ἂν δεηθείης οὐχ ὁδοῦ μακροτέρας, οὐ ναυτιλίας πολλῆ. Πανταχοῦ γὰρ πάρεστι τῷ χεῖρας ὁσίας ἐπαίροντι, καὶ οὐκ ἔστιν οἷά τις παριὼν, ἵνα τις ἀποτύχοι τῆς αὐ 2308 τοῦ γνώσεως. Καὶ κριτὴς ὢν ἁπάντων ἐπίσκεψιν ποιεῖται τῶν κακῶν, ἀνακόπτων οὐκ ἀπολέσαι βουλόμενος. Ὡς ἄρχων γὰρ καὶ βασιλεὺς ἀγαθὸς ἐπὶ σωτηρίᾳ πάντα ποιεῖ. Ἀναφέρεται δὲ καὶ εἰς Χριστὸν ὁ λόγος, ὃς ἀντίληψις τελεία γεγένηται, δείξας ἡμῖν ἑαυτὸν ἀόρατον ὄντα, καὶ δι' αὐτοῦ τὸν Πατέρα. Πάντα δέ φησιν ὑμῖν διὰ τὸ κήδεσθαι δεδωκότος Θεοῦ, καὶ πλουσίοις δωρήμασι, καθάπερ ἱστόν τινα διεγείροντος τὰ φρονήματα, οὐκ ἄν ποτε ταῦτα διέπεσε, διακοψάντων ὑμῶν τῆς εὐνοίας τὰς σχοίνους καὶ πλαγιασάντων τὸν ἴδιον νοῦν. Ἀλλ' οὐδὲ οὕτως ὑμᾶς ἀφῆκε Θεὸς, μέχρι μόνης θεραπείας κολάζων ὑμᾶς, ἀνιστῶν τε καὶ κωλύων πεσεῖν. Αὐτοῦ γὰρ συγχωρήσει καὶ οἱ ἐπιόντες ἐπῆλθον, ὡς καὶ τὸν χωλὸν ἰσχύειν μηδεμίαν αἴσθησιν καμάτου λαμβάνοντα, ὡς ἂν ὑμῖν ἁμαρτημάτων γένοιτο κάθαρσις. ΚΕΦΑΛ. ΛΔʹ. αζʹ. 9Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ· ἡ οἰκουμένη καὶ ὁ λαὸς ἐν αὐτῇ, διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγὴν9, κ. τ. λ. Καὶ ἐπὶ τῶν ἔμπροσθεν εἴπου τῆς Ἱερουσαλὴμ πολιορκίαν ὁ λόγος ἐθέσπιζεν, ἐπῆγεν ἑξῆς τὴν κρίσιν τὴν κατὰ πάντων ἐθνῶν, ὥσπερ καὶ νῦν· πάντων γὰρ ὢν Θεὸς, πάντας τοὺς πλημμελοῦντας ἀπειλαῖς ἀνακρούεται. Καὶ πρώτους ἐξ Ἰσραὴλ, κατὰ τό·" Ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι." Τινὲς δέ φασιν, ὡς τῆς Ἰουδαίων συναγωγῆς εἰπὼν τὸ ναυάγιον, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν (πολλοὶ γὰρ χωλοὶ, φησὶ, προνομὴν ποιήσουσι), τούτοις τοῖς πάλαι χωλαίνουσιν ἀναγκαίως νῦν ποιεῖ τὴν κατήχησιν, τὴν κατὰ πάντων κρίσιν εἰπών. Ὡς δὲ πόῤῥω διὰ τὴν εἰδωλολατρείαν καθεστηκότα καλεῖ προσαγάγετε λέγων ἔθνη. Τινὲς δὲ πρὸς Ἀσσυρίους λέγεσθαι ταῦτά φασι τοὺς ἑλόντας τὴν Ἱερουσαλὴμ, μὴ συνιέντας ὡς Θεοῦ συγχωρήσει ταῦτα γεγένηται, καὶ τὸν λόγον ἐκ τούτων ἐπὶ τὴν καθόλου κρίσιν μετενεγκεῖν. Οὕτω καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ, φασὶ, τὰ μέλλοντα γεγενῆσθαι προλέγων τῇ Ἱερουσαλὴμ, ὑπεξάγει περὶ τῆς καθόλου.... ΚΕΦΑΛ. ΛΕʹ. αιαʹ. 9Εὐφράνθητι, ἔρημος διψῶσα. Ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ9, κ. τ. λ.".... γὰρ ὁ διάβολος ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ." Ἀλλ' οὐ καταπίεται τοὺς τὴν ὁδὸν τὴν μακαρίαν ὁδεύοντας. Οὐδὲ γὰρ ὁδοὺς ἐπὶ πέτρας 2309 δυνατὸν εὑρεῖν, καθά φησι Σολομῶν. Οὗτοι δέ εἰσιν οὓς αἵματι τῷ ἰδίῳ λελύτρωται, πρὸς τὴν ποίμνην τὴν ἰδίαν συναγαγών. Αὐτὸς γὰρ συνῆξεν οὐ προφήτης, οὐκ ἄνθρωπος, τούτων ἡ ὁδὸς, δι' ἧς ἐπὶ τέλος τὸ τρισμακάριον τῆς ἐπουρανίου Σιὼν ἐλεύσονται, περὶ ἧς ὁ Παῦλός φησι·" Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ." Νῦν γὰρ ἐκείνην οὐ δυνατὸν λέγειν Σιὼν, περὶ ἧς ἔλεγεν· Ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. Ἐκείνης γὰρ πίσσα καὶ πῦρ ἡ μερίς. Ταύτης δὲ εὐφροσύνη, ἣν ἀναδήσονται οἱ νικηταὶ τοῦ μεγάλου τούτου φανέντες ἀγῶνος κατὰ τὸν Ἀπόστολον λέγοντες·" Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος." Ἐπ' ἐλπίσι δὲ κληθέντες λαμπραῖς, στεναγμοῦ καὶ λύπης ἄγευστοι γίνονται, τῆς αἰωνίου ζωῆς τὴν εὐφροσύνην ἔχοντες στέφανον. ΚΕΦΑΛ. Λ ʹ. ακαʹ. 9Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεκίου, ἀνέβη Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆσ9, κ. τ. λ. Περιέχει μὲν τὴν παροῦσαν ἱστορίαν ἡ δʹ τῶν Βασιλειῶν, καὶ ἡ τῶν Παραλειπομένων δευτέρα, παραλαμβάνει δὲ καὶ τῷ παρόντι προφήτῃ περιέχουσα πρὸς τῷ τέλει προφητείαν μεγάλην καὶ πρᾶξιν ἐπ' Ἐζεκίου γενομένην παράδοξον. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἐζεκίου, ὄγδοον ἦν ἔτος τῆς αἰχμαλωσίας τῶν δέκα φυλῶν. Ὁ δὲ Ἐζεκίας ἐπ' εὐσεβείᾳ τεθαύμασται, καὶ ταῦτα παῖς ἀσεβοῦς γεγονὼς τοῦ Ἄχαζ, ὃς ἀποστὰς τοῦ Θεοῦ, ἐπιόντων αὐτῷ Φακεὲ τοῦ Ῥομελίου Σαμαρείας κρατοῦντος, καὶ Ῥαασσὼν τοῦ Συρίας βασιλέως, πρὸς ἐπικουρίαν ἐκάλεσε Θεγλαφαλάσσαρ τὸν Ἀσσύριον, δώροις πείσας πολλοῖς, ὃς ἑλὼν Δαμασκὸν καὶ Συρίαν, ὑποφόρους ἐτίθετο, τὸν Ἄχαζ, οὗ γεγονὼς Ἐξεκίας ὑποκεῖσθαι δασμοῖς οὐκ ἠνέσχετο, καὶ διὰ τοῦτο στρατεύει Σενναχηρεὶμ ἐπ' αὐτόν. Καταδῃώσας δὲ τὴν Σαμάρειαν, καὶ πολλὰς τῆς Ἰουδαίας πόλεις ἑλὼν καὶ καταντήσας εἰς Λάχεις στρατηγὸν ἑαυτοῦ Ῥαψάκην ἀπέστειλεν εἰς τὴν Ἱερουσαλήμ. Λέγεται δὲ οὗτος ἐκ τῆς αἰχμαλωσίας εἶναι τῶν δέκα φυλῶν. Οὗ τεκμήριον τὸ εἰδέναι τοῦτον Ἰουδαϊστὶ διαλέγεσθαι. Οὗπερ ἐπιόντος Ἐζεκίας καίτοι πεποιθὼς ἐπὶ Κύριον, καὶ πᾶσαν ἐπ' αὐτῷ θέμενος τὴν ἐλπίδα, στρατηγικῆς οὐκ ἠμέλει φροντίδος τε καὶ συνέσεως, τὰς ἐκτὸς τῆς πόλεως ἀποφράττων πηγὰς, ὑδάτων ἀπορίαν τοῖς ἐπιοῦσι ποιούμενος, περιφράττων τε τὰ τείχη, καὶ προτείχισμα πάλιν αὐτῶν προβαλλόμενος. Μεθ' ἃ πάντα, θεοσεβείας τοῖς ὑπὸ χεῖρα καθειστήκει διδάσκαλος. Πλείους γὰρ, φησὶ, μεθ' ἡμῶν, ἢ μετὰ τῶν πολεμίων ὑπάρχουσι. Μετὰ γὰρ τοῦ Ἀσσυρίου βραχίονας εἶναι σαρ 2312 κίνους, μεθ' ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν. Ἐφ' οἷς φησιν ἡ Γραφὴ τῶν Παραλειπομένων· Καὶ κατεθάρσησεν ὁ λαὸς τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα. Πρὸς γὰρ τοῖς ἄλλοις Ἐζεκίου κατορθώμασι, γυμνάσιον ἀρετῆς, καὶ θεοσεβείας ἔνδειξιν πλείονος Θεὸς αὐτῷ παρέσχε, διὰ τῆς πρὸς τὸν πολέμιον παρατάξεως. Διὸ καὶ συνεχώρησε τὸν Ἀσσύριον πλησίον γενέσθαι τῆς πόλεως. Τῶν δὲ νῦν ὀνομαζομένων Ἐλιακὶμ καὶ Σομνὰ, κἀν τῷ ῥήματι τῆς φάραγγος ἐμνημόνευσεν, καὶ τὰ νῦν περὶ αὐτῶν ἁρμόσει τοῖς φθάσασιν, τὸν δὲ Σομνὰν αὐτομολῆσαι, παῖδές φασιν Ἑβραίων, πρὸς τὸν Ἀσσύριον σὺν ἑτέροις αὐτῷ διὰ φόβον δεξιὰν παρασχόμενον· ὅθεν ἐῤῥέθη τὰ προλαβόντα περὶ αὐτοῦ. Ὡς ἀντικειμένη δὲ δύναμις ὁ Ῥαψάκης ἀλαζονικῶς ἄγαν ἐναντίαν ἀφῆκε τῷ προφήτῃ φωνήν. Ἀντὶ τοῦ, τάδε λέγει Κύριος, ὁ βασιλεὺς ὁ μέγας εἰπών. Ὡς οὐκ ἀγνοῶν δὲ δι' εὐχῶν καὶ λόγων θεοσεβείας τὸν Ἐζεκίαν κρατεῖν, ὡς πρὸς παρόντα φησί· Μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίνεται; καὶ ψιλῇ τοῦτον προσηγορίᾳ καλεῖ, τὸν Ἀσσύριον, καὶ βασιλέα, καὶ μέγαν εἰπών. Τινὲς δέ φασιν, ἐπειδὴ σοφώτεροι τῶν ἄλλων ἐδόκουν Ἑβραῖοι τὸν Μωσέως ἔχοντες νόμον, καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ, ἡμῖν γνωστά ἐστιν· τοῦτο καθαίρων ὁ Ῥαψάκης ἐν πολέμῳ φησὶν ὑπάρχειν ἀνόνητον. Προκαλεῖται δὲ πρὸς τὴν δι' ὅπλων κρίσιν αὐτόν. Πρὸς ὃν εἶπεν ἂν Ἐζεκίας·" Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις," καὶ τὰ ἐξῆς. Συκοφαντεῖ δὲ αὐτὸν, ὡς θαῤῥοῦντα τῷ Φαραώ. Ὃς τοῖς ἐπ' αὐτῷ, φησὶ, θαῤῥοῦσίν ἐστι πολεμίου πικρότερος, συνθήκας οὐκ εἰδὼς φυλάττειν αὐτοῖς, πρὸς τῷ καὶ λίαν εἶναι σαθρός. Ἴσως δὲ, φασὶν, ἐπεί τινες τῶν πρὸ αὐτοῦ βασιλέων προσεκαλέσαντο τὸν Αἰγύπτιον, καὶ τὸν Ἐζεκίαν οἴεται τούτῳ θαῤῥεῖν. Καὶ τοῦτο μὲν ὡς ἐν παρέργῳ προσέῤῥιψε. Τῆς δὲ τοῦ Θεοῦ λοιπὸν συμμαχίας καθάπτεται τὸν ἐπὶ πάντων εἶναι Θεὸν αὐτὸν ἀγνοῶν. Τοιγαροῦν φησι, Τί θαῤῥεῖς ἐπὶ Θεὸν, οὗ καθεῖλες τὰ ὑψηλά τε καὶ τὰ θυσιαστήρια; ᾤετο γὰρ ὡς οὐ τῶν εἰδώλων, τοῦ δὲ Θεοῦ καθεῖλεν Ἐζεκίας τὰ ὑψηλά. Εἰ ἐπὶ τούτῳ δὲ θαῤῥεῖτε, μίχθητε τῷ Κυρίῳ μου, τοῦτ' ἔστι στῆτε πρὸς μάχην. Κατατρέχει δὲ, ὡς μηδὲ δισχιλίους ἐχόντων δυναμένους ἱππάζεσθαι· ἀγνοῶν ὡς ὁ θεοσεβὴς Ἐζεκίας τὸν νόμον ἐφύλαττε, περὶ βασιλέως εὐσεβοῦς ἀγορεύοντα· Οὐ πληθυνεῖ ἑαυτῷ ἵππους. Ἄπειροι δὲ τυγχάνοντες ἱππικῆς, πῶς δύνασθε, φησὶν, ἀποστρέψαι εἰς πρόσωπον τῶν ἡμετέρων τοπαρχῶν; Ἀνθ' οὗ Σύμμαχός φησι, καὶ πῶς ὑποστήσει τὸ πρόσωπον ἄρχοντος ἑνὸς τῶν δούλων τοῦ Κυρίου μου τῶν μικρῶν; εἰ δὲ θαῤῥεῖτε πρὸς τοῦτο τοῖς Αἰγυπτίοις, ἡμέτεροι, φησὶν, οἰκέται τυγχάνουσι. Πολλῷ μᾶλλον ἄρα καὶ οἱ θαῤῥοῦντες αὐτοῖς καὶ σχεδὸν ἤδη δουλεύουσιν. 2313 Δυστρόπως δὲ συλλογίζεται μὴ Θεοῦ χωρὶς ἐπιέναι τῇ πόλει λέγων· Εἰ μέγας ἐστὶ, καὶ τῆς Ἰουδαίας ὑπερμαχεῖ, ἢ μὴ θέλοντος ἐπέβημεν ταύτης, καὶ πῶς ἐστιν ἰσχυρός; ἢ βουλομένου παρεγενόμεθα, καὶ ὥσπερ τῶν ἄλλων, καὶ ταύτης κρατήσομεν. Τοιγαροῦν καὶ τὸν Ἰσραὴλ ἀδελφοὺς ὄντας ὑμετέρους ἐχειρωσάμεθα, πρὸς τῷ μὴ λέγειν ὑμᾶς, ὡς τοὺς ἄλλους ὁ Θεὸς μὴ ὄντας αὐτοῦ παραδέδωκεν. Ἀγνοῶν ὡς καὶ Ἰσραὴλ εἰδωλολατρήσας Θεοῦ προῆλθεν ἀλλότριος. Δῆλον δὲ, φασὶν, εἰ ἐξ εἰκότων ἔλεγε ταῦτα, ἐκ τοῦ νικῆσαι τὸν Ἰσραὴλ λαὸν ὄντα δῆθεν Θεοῦ, ἢ καὶ ᾔσθετο Θεοῦ τοῖς αὐτοῦ λογισμοῖς ὑποβάλλοντος ἐπελθεῖν Ἰουδαίοις διὰ τὰς ἐκείνων παρανομίας. Εἶτα παραινεῖ τῷ λαῷ παραδοῦναι τὴν πόλιν, καὶ τὴν διαβόητον καὶ παρ' αὐτοῖς Ἐζεκίου καθαιρεῖ θεοσέβειαν. Καὶ ἄνω δὲ συνέκρουσεν αὐτὸν, ὡς καθελόντα τὰ ὑψηλὰ, οἷς ἔγνω κατὰ τὴν Ἄχαζ βασιλείαν χαίροντα τὸν λαὸν Θεοῦ νομίζων αὐτά. Εἶτα συλλογίζεται, ὡς εἰ τοὺς ἄλλους οὐκ ἔσωσαν οἱ θεοὶ, οὐδὲ τὸν Ἰούδαν ὁ Κύριος, οὐδὲν τῶν ἄλλων αὐτὸν διαφέρειν οἰόμενος. Πρὸς ἃ ῥηθέντα κατὰ πρόσταγμα σιγῶσι βασιλικόν. Εὐσεβῶς γὰρ οὐκ ἀποκρίνεται βλασφήμης, ἀντὶ ὡς μὴ πρὸς τοῦτο μειζόνως αὐτὸν ἐρεθίσειεν. Κατὰ τὸ," Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ." Καὶ ἀνόνητον δὲ τοῖς ἀνίατα τὴν ψυχὴν νοσοῦσι προσδιαλέγεσθαι, πρὸς οὓς δεῖ πεφράχθαι τῇ σιωπῇ, κρύπτοντας μὲν τοὺς ἀληθεῖς λόγους ἐν ἑαυτοῖς, περιμένοντας δὲ τὴν ἐκ Θεοῦ κατὰ τούτων εὔκαιρον κίνησιν. Οὐ πρὸς ἡμᾶς γὰρ ἔτι, πρὸς Θεὸν δὲ τὸν πόλεμον ἔχουσιν ὃ ποιητέον ἐν καιρῷ διωγμῶν ἐν ταῖς βλασφήμοις τῶν ἀσεβῶν διαλέξεσι λέγοντι πειθομένους Δαβίδ·" Ἐθέμην τῷ στόματί μου φυλακήν. Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν." ΚΕΦΑΛ. ΛΖʹ. αζʹ. 9Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου9, κ. τ. λ. Ἔθος ἦν Ἑβραίοις ἐπὶ ταῖς κατὰ Θεοῦ βλασφημίαις περιῤῥήγνυσθαι τοὺς χιτῶνας· τοιγαροῦν εἰπόντος τοῦ Σωτῆρος," Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ," ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων," Ἐβλασφήμησεν." Καὶ δι' ἑνὸς δὲ λέγει τῶν προφητῶν," Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια." Τὰς ἑαυτῶν γὰρ ᾤοντο θεραπεύειν παρανομίας, εἰ ἐπὶ ταῖς κατὰ Θεοῦ βλασφημίαις περιῤῥηγνύοιντο τὴν ἐσθῆτα. Τοῦτο δὲ καὶ νῦν ἔδρων, ὡς δυσσεβῶν κεκοινωνηκότες ῥημάτων διὰ τῆς ἀκοῆς, ἢ ὡς δι' αὐτοῦ βλασφημουμένου Θεοῦ, Οὐ γὰρ ἀνελθεῖν συνεχωρήθη μέχρι πυλῶν, ἵνα καὶ τοιαῦτα βλασφημοῦντος 2316 ἀκούσωσιν, εἰ μὴ τούτου γεγόνασιν αἴτιοι. Ἔτι δὲ 2316 καὶ ἠγωνίων μὴ ἄρα πάθωσιν ἅπερ καὶ ἡ Σαμάρεια διὰ τὴν ἀσέβειαν τὴν αὐτῶν. Σάκκον δὲ πένθους ἔχων σχῆμα διὰ μέσης ὁ βασιλεὺς ἐχώρει τῆς ἀγορᾶς ἐν τῷ ναῷ, δεικνὺς ἑαυτὸν ταπεινὸν τῷ Θεῷ καὶ κεκακωμένον, ὡς ἂν ἐλέου τυχεῖν ἀξιῶν. Ὁμοίως δὲ πάλιν ἔχοντας ἀντὶ στολῶν ἱερατικῶν πρὸς τὸν προφήτην τοὺς ἱερέας ἀπέστειλεν παραγγείλας εἰπεῖν, Τάδε λέγει Ἐζεκίας, μὴ προσθεὶς ὁ βασιλεύς. Ἐλεγμοῦ δὲ καὶ ὀργῆς τὴν ἡμέραν καλεῖ, ἐν ᾗ Θεὸς ὀργιζόμενος τὰς αὐτῶν ἁμαρτίας διήλεγξεν. Ἐοίκαμεν δὲ, φησὶν, ἐθελούσῃ τεκεῖν, καὶ μὴ καρτερούσῃ τὴν βάσανον, μὴ δυνάμενοι λέγειν·" Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας." Διό φησι, τὸν Θεόν σου, Θεὸν ἑαυτῶν ὀνομάζειν οὐκ ἐτολμήσαμεν. Τοῖς Ῥαψάκου δὲ προσέχοι λόγους, καὶ τὸ δοκοῦν δρασάτω περὶ τοῦ πέμψαντος ἐπεξιὼν, ἢ καὶ παραπεμπόμενος· οὐδὲ, ὦ προφῆτα, γινώσκων ὡς τὸ πᾶν ἡμῶν πλῆθος ἤδη ληφθὲν ὑπὸ τῶν πολεμίων γεγένηται, ὑπὲρ ἡμῶν τῶν καταλειφθέντων ἱκέτευσον. Μήπω δὲ μηδὲν εἰπόντας ὁ προφήτης ἐλθόντας προέφθασεν, ὡς ἂν εἰσακούσαντος Ἐζεκίου τοῦ Θεοῦ κατὰ τὸ," Ἔτι σοῦ λαλοῦντος ἐρῶ, Ἰδοὺ ἐγὼ πάρειμι," καὶ τῷ προφήτῃ προαποκαλύψαντος τὰ παρὰ Ῥαψάκου, καὶ τὰ παρὰ τοῦ βασιλέως, καὶ τὰ μέλλοντα τῷ Ἐζεκίᾳ λεχθήσεσθαι. Καὶ τὸ ἀνθρώπινον ἐν ἀρχῇ πάθος ἀνεῖλεν, μὴ φοβηθῇς εἰπὼν, προαγορεύει τε τὰ μέλλοντα καταλαβεῖν τὸν Ἀσσύριον. Ὡς γὰρ αἱ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες πεπτώκασιν, εἰς τὴν ἑαυτοῦ φυγὼν τοῖς ἑαυτοῦ θεοῖς σωτηρίας προσέφερε χαριστήρια. Ἔγνω δὲ σφαγεὶς τὴν τούτων ἀσθένειαν, δι' ὧν ἐνόμιζε καὶ τὰ πρῶτα πεποιηκέναι, ἀλλ' οὐ τοῦ Θεοῦ συγχωρήσαντος· κατὰ τὸ λεχθὲν τῷ προφήτῃ·" Μὴ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν, ἢ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος;" Πνεῦμα δὲ, φησὶν ὁ Θεὸς, αὐτῷ ἐμβαλῶ, ὑφ' οὗπερ ἀπατηθεὶς ἐπανήξει. Καὶ ταύτην πρώτην ποιεῖται προφητείαν ὁ λόγος ἐπὶ τῆς προκειμένης ἱστορίας. ηκʹ. 9Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε τὸν Ἀσσυρίων πολιορκοῦντα Λοβνᾶν. Καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτὸν, καὶ ἀκούσας, ἀπέστρεψε. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν, λέγων· Οὕτως ἐρεῖτε Ἐζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας· Μή σε ἀπατάτω ὁ Θεός σου9, κ. τ. λ. Ἀθρόως ἄπρακτος ὁ θρασὺς ἀπῄει Ῥαψάκης ἐκστὰς ὑπὸ Θεοῦ τὴν διάνοιαν. Ὁ δὲ τούτου βασιλεὺς μετὰ τὴν Λαχεὶς, τὴν Λόβνα τῆς Ἰουδαίας πόλιν πολιορκῶν, ἔσπευδεν ἐπ' Αἰθιοπίαν, καθὰ Θεὸς προεῖπεν, οὐκ ἀγαθῶν ἀγγελθέντων αὐτῷ, γέμου 2317 σαν ἀπειλῶν καὶ πάσης βλασφημίας Ἐζεκίᾳ πέμψας ἐπιστολὴν, ὡς ἰδίᾳ δυνάμει πάντα ἑλὼν ὑποχείρια, καθὰ φθάσας ὁ προφήτης πρὸ τῶν ἔργων ἐμήνυσεν," Οὐαὶ, λέγων, Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν," καὶ ἑξῆς. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη. Καὶ τὰς νῦν τοῦ Σενναχηρεὶμ ἀπειλὰς ἐπὶ τούτοις ἐπήνεγκεν, αἳ προῤῥηθεῖσαι νῦν ἐπληρώθησαν. Ὁ δὲ πάλιν ἐπὶ τὸν ναὸν καταφυγὼν τοῦ Θεοῦ, δείκνυσιν αὐτῷ τὴν ἐπιστολὴν, οὐχ ὡς ἀγνοοῦντι, μάρτυρα δὲ τῆς τοσαύτης αὐτὸν βλασφημίας ποιούμενος, καὶ τὴν κατὰ πάντων αὐτοῦ δεσποτείαν ὁμολογῶν, καὶ ὡς ψευδεῖς οἱ λεγόμενοι τῶν ἐθνῶν εἶεν θεοί. Δι' ὑπερβάλλουσαν δὲ τὸ πρῶτον εὐλάβειαν, οὐκ εὐξάμενος ὅτε τὸν σάκκον ἐνεδύσατο, ὡς ἐπὶ Θεοῦ μηδὲ στόμα διᾶραι τολμῶν, πρεσβευτῇ δὲ μόνῳ τῷ προφήτῃ χρησάμενος, δι' αὐτοῦ νῦν ἀξιωθεὶς ἀποκρίσεως, θαῤῥεῖ τὴν προκειμένην ἀναπέμπειν εὐχήν. καληʹ. 9Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρός με, περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων. Οὗτος ὁ λόγος, ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός. Ἐφαύλισέ σε, καὶ ἐμυκτήρισέ σε, παρθένος θυγάτηρ Σιών9, κ. τ. λ. Τοὺς προφήτας οἱ ἀκούοντες ἐγνώριζον εἶναι προφήτας οὐκ ἀπὸ τῶν χρόνοις ἐσομένων μακροῖς (ἠγνόουν γὰρ), ἀλλ' ἀπὸ τῶν μικρῶν ὕστερον βεβαιουμένων ἔργοις προῤῥήσεων, ἀφ' ὧν καὶ περὶ τῶν ἄλλων ἐπίστευον. Ὅθεν προλέγει περὶ ὄνων ὁ Σαμουήλ· καὶ ἄλλος, περὶ νοσοῦντος βασιλέως υἱοῦ· ὁ δὲ, βασιλέως Ἰσραὴλ προαγορεύει τὸν θάνατον. Συνεχώρει δὲ τοῦτο Θεὸς, ὡς ἂν μὴ λιχνείᾳ προγνώσεως, ἐπ' εἰδωλολατρείαν τρέποιντο καὶ χρηστήρια καὶ τὰς πλάνας καθόλου τὰς μαντικάς. Ὅθεν καὶ νῦν Ἐζεκίας ἄνεισι μὲν ἐπὶ τὸν νεών. Ἀποκρίνεται δὲ τὸ μέλλον Θεὸς, διὰ τοῦ προφήτου φθεγξάμενος. Καὶ χρησμὸς δίδοται δεύτερος, Θεοῦ δεικνύντος ὡς ἀκήκοεν αὐτοῦ τῆς εὐχῆς. Καὶ πρὸς τὸν Ἀσσύριόν φησι· Σὺ μὲν κατηλαζονεύσω κατ' ἐμοῦ, καὶ τῆς ἀνακειμένης μοι πόλεως, φοβεῖν ἐλπίσας τὴν ἀδιάφθορον καὶ διὰ τοῦτο παρθένῳ παραβαλλομένην τοῦ Θεοῦ πόλιν, καὶ τὸν ἐν αὐτῇ λαὸν θυγατέρα Σιών τε καὶ Ἱερουσαλὴμ χρηματίζοντα. Καὶ αὐτὸς δὲ καθαρεύων εἰδωλολατρείας παρθένος ὠνόμασται. Διὸ καὶ τῷ ἰδίῳ θαῤῥήσας Θεῷ τὰς σὰς ἐγέλασεν ἀπειλὰς, ἀντὶ δὲ τοῦ, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν, ἐξέδωκε Σύμμαχος, ὄπισθέν σου κεφαλὴν ἐκίνησε. Μὴ δοῦσα γάρ σοι πρὸς τὰς βλασφημίας ἀπόκρισιν, ἀποστρέψαντί φησιν, ἐπὶ σοὶ κεκίνηκε κεφαλὴν, ἔλεγέν τε μηκέτι σιγῶσα, τίνα ὠνείδισας καὶ παρώξυνας; ἀνθ' οὗ, ἐβλασφήμησας ἐξέδωκαν οἱ λοιποί· οὐ λογισάμενος ὡς 2320 ὕψιστός ἐστι καὶ Θεὸς Ἰσραὴλ, οἰηθεὶς μηδὲν διαφέρειν τῶν ὑπὸ σοὶ γεγονότων θεῶν, καὶ ἱππικῇ δυνάμει τῆς ἑαυτοῦ ἀναβεβηκέναι πρὸς ὕψος ὀρῶν καὶ ἐπ' ἐσχάτου Λιβάνου κυπαρίττους ἀποκεκοφέναι, καὶ κέδρους, δηλῶν τὰς ἐπηρμένας τῶν λοιπῶν ἐθνῶν βασιλείας. Τὰς δὲ κυπαρίττους ὁ μὲν Ἀκύλας ἐλάτας, ὁ δὲ Σύμμαχος ἀρκεύθους ἐξέδωκεν. Καὶ ἀντὶ τοῦ, εἰς ὕψος μέρους τοῦ δρυμοῦ, εἰς ὕψος τοῦ ἄκρου αὐτοῦ εἰς τὸν δρυμὸν, τοῦ Καρμήλου αὐτοῦ τὰ ἄκαρπα, καὶ Θεὸν οὐκ εἰδότα ἔθνη, καλέσας δρυμόν. Ἀπηυθαδίζετο δὲ κακεῖνο προσθεὶς, καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὑδάτων. Ἢ κατὰ Σύμμαχον, ἐγὼ ὤρυξα καὶ ἔπιον ὕδωρ, καὶ ἠρήμωσα ἐν ἴχνει ποδός μου πάντας ποταμοὺς συνεχομένους, τὰ τῶν ἐθνῶν πλήθη, καὶ τοὺς περὶ θεῶν λόγους αὐτῶν αἰνιττόμενος, καὶ ἐπ' οὐδενὶ μὲν ἀγαθῷ, ἐπ' ἀφανισμῷ δὲ ὧν ἐπέβη χωρίων καυχώμενος. Τινὲς δὲ τὴν τῶν Ἰουδαίων χώραν Λίβανον εἰρῆσθαί φασι, καὶ τὴν ἐν ᾗ κατῴκουν αἱ ιʹ φυλαί· ὑψηλαὶ μὲν γὰρ αὐταὶ, Θεὸν ἔχουσαι βοηθόν. Δασεῖαι δὲ τοσούτους ἔχουσαι τοὺς οἰκήτορας, ὧν τὴν μὲν εἷλε παντελῶς, τὴν δὲ πλὴν ὀλίγων, ἃς ἐνόμισας, φησὶν, ἰδίᾳ δυνάμει χειρώσασθαι, καὶ κρατῆσαι τῆς Ἰσραὴλ βασιλείας, ἣν ἐκάλεσεν ὕψος κέδρου, μέρος δὲ δρυμοῦ, τὸ τῆς Ἰουδαίας ἀπολωλός. Εἶτα περὶ γεφύρας φησὶ, καὶ ποταμῶν ἀφανιζομένων, ἅπερ ἐποίουν οἱ τῆς Ἀσίας κρατοῦντες, πολυχειρίᾳ θαῤῥοῦντες. Τοὺς μὲν γὰρ ἐγεφύρουν τῶν ποταμῶν. Ὁ δὲ Ξέρξης καὶ τὸν Ἑλλήσποντον. Οἱ δὲ ἀπέλειπον ὑπ' ἐκείνων γενόμενοι τῷ τῶν πινόντων οὐκ ἀντέχοντες πλήθει. Ἀλλ' ουστον ἐστὶ ταῦτα, φησίν. Ἐγὼ γὰρ κατ' ἐκείνων, τοῦ παθεῖν τὸν ὅρον ἐξήνεγκα. Σὺ δὲ τὴν παρ' ἐμοὶ πρόπαλαι κρατοῦσαν γνώμην ἠγνόηκας περὶ τῆς τῶν ἀσεβούντων ἀπωλείας ἐθνῶν. Οἱ δὲ περὶ Σαμαρείας καὶ τῆς Ἰουδαίας εἰπόντες εἰρῆσθαι. Ἐξῆν σοι, φασὶ, τοῖς ἐμοῖς ἐντυχεῖν προφήταις, καὶ γνῶναι τὰ προθεσπισθέντα περὶ αὐτῶν, ἃ νῦν εἰς ἕργον ὀργάνῳ σοι χρησάμενος ἤγαγον. Ἐμῇ γὰρ ὥσπερ χειρὶ τούτους τῇ ἀνεξικακίᾳ διακρατῶν, ἐπεὶ μὴ ἐπέστρεφον πρὸς τὸν Σωτῆρα τὸν ἑαυτῶν, ἀνῆκά σοι τούτους, καὶ τότε γέγονας ἐγκρατής. Ἄκαρποι γὰρ ὄντες, ἀγρώστει καὶ χόρτῳ εἰκάζοντο δωμάτων, καὶ μηκέτι σκεπασθέντες ἀπεξηράνθησαν, ὅπερ οὐκ ἂν ἔπαθον ἄμπελος ἢ ἔλαια τυγχάνοντες. Σὺ δὲ μὴ ταῦτα φρονῶν ἀήθης καὶ τῆς ἐμῆς πόλεως ἐν ὁμοίῳ κρατεῖν. Οὐ γὰρ ἀγνοῶ σου τὰς ἐνθυμήσεις, οὐδὲ τὴν εἴσοδόν τε καὶ ἔξοδον τῶν σῶν λογισμῶν. Τινὲς δὲ τὸν μὲν θάνατον αὐτοῦ διὰ τῆς ἀναπαύσεως δηλοῦσθαί φασιν. Εἴσοδον δὲ καὶ ἔξοδον, τὴν ἐν παντὶ τῶν πρακτέων ὁδόν. Λέ 2321 γων δὲ ὡς ἡ πικρία σου ἀνέβη πρός με, ἢ κατὰ Σύμμαχον, ἡ ἀλαζονεία σου εἰς τὰ ὦτά μου, σημαίνει τὸ νῦν αὐτὸν ὑφέξειν τὴν ἐπὶ τούτοις ποινήν. Λοιπὸν, ὡς περὶ κτήνους φησίν. Φιμὸν κατὰ τοῦ στόματός σου τοσοῦτον ἐμβαλῶ, ὡς καὶ αὐτὴν συνέχοντά σου τὴν ἀναπνοὴν ἀποπνίξαι. Ὁ δὲ Σύμμαχος, Δώσω, φησὶ, κρίκον εἰς τὸν μυκτῆρά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, ὡς ἂν μὴ ἔχοι πρὸς ὅ τι θέλοι χωρεῖν, ἕλκοιτο δὲ εἰς τοὐπίσω πρὸς Βαβυλῶνα βαδίζων καὶ μὴ βουλόμενος, ἢ καὶ ἄλλως ἀπειλεῖ καθάπερ χαλινῷ ταῖς πληγαῖς τῆς βλασφημίας ἀπείρξειν αὐτόν. Ταῦτα μὲν οὖν εἰρήσθω, φησὶ, πρὸς ἐκεῖνον καὶ μὴ παρόντα τῷ σώματι. Πρὸς σὲ δὲ λέγω τὸν Ἐζεκίαν. Εἰς οἱ δεῖ σημείου τῶν εἰρημένων πρὸς πίστιν, ἴσθι τὸν παρόντα τοῦτον ἐνιαυτὸν τοῖς αὐτομάτως φυομένοις ἐκ γῆς τραφησόμενος. Γεωργῆσαι γὰρ διὰ τοὺς πολεμίους κεκώλυσαι. Ἀντὶ γὰρ τοῦ ἔσπαρκας, αὐτόματα πάντες ἐξέδωκαν οἱ λοιποί. Τοῖς δὲ τούτων ὑπολοίποις ἐνιαυτὸν τραφήσῃ τὸν δεύτερον. Ἀντὶ δὲ τοῦ τὸ κατάλειμμα, Ἀκύλας μὲν καὶ Θεοδοτίων αὐτοφυῆ, ὁ δὲ Σύμμαχος ἀπὸ δένδρων ἐξέδωκαν. Δύο ταῦτα στενοχωρηθέντες ἔτη, διὰ τὸ τὴν χώραν ὑπάρχειν ἀργὸν, κατὰ τὸ τρίτον ἔτος, τὰς ἐκ γῆς ἀπολαύσεις καρπώσεσθε κατ' εἰρήνην διάγοντες, οἱ ἐν Ἰουδαίᾳ μετὰ τὴν ἅλωσιν Σαμαρείας ὑπόλοιποι, ῥίζαν ἐν ψυχῇ θεοσεβείας βαλόμενοι, καὶ τῆς ἐμῆς γεωργίας ἄνω βλέποντα καρπὸν ἀποδώσετε, διὰ τοῦτο σωζόμενοι. Τινὲς δὲ, τὰ δύο, φασὶν, ἔτη τραφήσεσθε ἐκ τῶν ἀποτεθέντων, ὡς ἐν πολιορκίᾳ καρπῶν, ἅπερ ἔτυχον σπείραντες. Δύο γὰρ ἐπιμείναντες ἔτη τῇ Σαμαρείᾳ, τῷ τρίτῳ πεσούσης αὐτῷ τῆς στρατιᾶς θεηλάτῳ πληγῇ, φυγὰς ὑπεχώρησεν. Τὸ δὲ τῆς εὐθυμίας βέβαιον ὡς ἐπὶ φυτῶν ἡ ῥίζα δηλοῖ, τὸ δὲ πολυχρόνιον τὸ καὶ ἄνω σπέρμα ποιεῖν. Ζηλῶσαι δέ φησι Κύριος ἅμα μὲν, ὡς ὑπὲρ πόλεως ἰδίας· ἅμα δὲ, καὶ διὰ τὰς κατ' αὐτοῦ βλασφημίας. Σώσω δὲ, φησὶν, ὑμᾶς, διὰ τὸ πρέπον ἐμοί. Εἰ δὲ χρὴ καὶ ἄνδρα τιμῆσαι, καὶ ὡς πρὸς τὰ τῇ δοῦναι τὴν σωτηρίαν τῆς πόλεως, διὰ Δαβὶδ τὸν ἐμὸν δοῦλον (οὕτω γὰρ ἐξέδωκαν οἱ λοιποὶ) τῆς πόλεως οἰκιστὴν καὶ βασιλέα πρῶτον γενόμενον· ὡς ἂν γνοῖεν πάντες ὅσον ἡ θεοσέβεια δύναται, καὶ τοῖς μετὰ χρόνον ἀναξίοις σωτηρίαν χαριζομένη. Τοῖς δὲ λόγοις ἠκολούθει τὰ ἔργα, τοσούτων ἀπολωλότων, οἷς ὁ τούτων οὐ συναπώλετο βασιλεὺς, ὡς ἂν ἰδὼν τὸ πραχθὲν, τὴν ἄθεον αὐτοῦ γλῶσσαν ἐπιστομίσειν, καὶ μειζόνως κολάζοιτο τῶν ὑπηκόων τῇ συμφορᾷ, καθάπερ καὶ Φαραώ. Ἦν δὲ καὶ πικροτέρας τιμωρίας τὸ πρὸς τῶν παίδων παθεῖν. Ἀνάξεις δὲ πρὸς θεωρίαν τὸν λόγον. Τὴν γὰρ τοῦ Θεοῦ πόλιν τὴν Ἐκκλησίαν πολιορκοῦσιν αἱρετικοὶ, καθάπερ ὑπὸ στρατηγῷ τῷ διαβόλῳ ταττόμενοι. Τούτων πολ 2324 λὰ βλασφημούντων ἀσκητέον τὴν σιωπὴν Παύλῳ λέγοντι πειθομένους, μὴ λογομαχεῖν ἐπ' οὐδενὶ χρησίμῳ. Καὶ πάλιν, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Τοῖς γὰρ κεκρατημένοις οὐ δεῖ ἐγχειρεῖν ὡς νοσοῦσιν ἀνίατα. Γέγραπται γὰρ, Εἰς ὦτα ἀκουόντων λάλει. Κἂν ἀναπαύσεις οὖν ἐπαγγέλλωνται, κατὰ Ῥαψάκην· κἂν ἀπειλῶσιν, Θεῷ μόνον προσέρχεσθαι χρὴ, τὴν ἄνωθεν τοῦ μένους βοήθειαν. Ἀποσοβήσει γὰρ αὐτοὺς ἀφανῶς τὴν Σιὼν διαφυλάττων ἀνάλωτον. Πύλαι γὰρ ᾅδου τῆς Ἐκκλησίας οὐ κατισχύσουσι. ΚΕΦΑΛ. ΛΗʹ. ακβʹ. 9Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου. Καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος, Τάξαι περὶ τοῦ οἴκου σου. Ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ μὴ ζήσῃ9. κ. τ. λ. Ὁ λέξας Θεὸς," Ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω. πατάξω, κἀγὼ ἰάσομαι," τοὺς πολεμίους ἀγγέλου πατάξας πληγῇ, τὸν θεοφιλῆ βασιλέα ζωοποιεῖ. Τὸ γὰρ, ἐν τῷ καιρῷ ἐκείνῳ, τοῦτο παρίστησιν τῷ τῆς ἐκείνων πληγῆς. Θεὸς δὲ τὸ τέλος αὐτῷ προδηλοῖ, τῆς σωτηρίας ἐνάγων προσαίτησιν. Δι' οὗ δηλοῦται μὴ τὸν χρόνον τῆς ζωῆς ἀνάγκαις εἱμαρμένης ἡμῖν περικλείεσθαι, Θεὸν δὲ τοῦτον ὁρίζειν, καθ' οὓς οἶδε λόγους αὐτὸς, ἢ παράγων εἰς βίον, ἢ τὰ μέτρα τοῦ χρόνου διδοὺς, ἢ τρόπῳ προσάγων τῷ δοκοῦντι τὴν τελευτήν. Ὧ μόνῳ δυνατὸν καὶ θνήσκειν μέλλοντας ἐγείρειν, ἐπιμετροῦντα χρόνους ζωῆς, ὡς νυν Ἐζεκίαν, καὶ τεθνηκότας ζωοποιεῖν, ὡς ὅσους ἐδήλωσεν ἡ Γραφή. Καὶ πανταχόθεν ἡμῖν οἱ τῆς εἱμαρμένης διαλύονται λόγοι. Ὅπερ Ἐζεκίας εἰδὼς, ὅτε μὲν ἔῤῥωτο, πρὸς τὸν νεὼν ἔθει, περὶ τῶν Ἀσσυρίων αἰτῶν· τῇ νόσῳ δὲ πεδηθεὶς, ἐξ αὐτῆς στρωμνῆς ἀνήγαγε τὴν εὐχὴν, πανταχοῦ παρεῖναι τὸ Θεῖον εἰδώς. Καὶ περὶ τῆς ἰδίας εὐζωΐας μόνον παῤῥησιάζεται, προσθήκην οὐκ αἰτήσας ζωῆς, τῶν κατὰ διάνοιαν εἰδὼς αὐτὸν ἐπιγνώμονα, καὶ τῆς εὐχῆς ἐπιτρέψας τ....... κατελήφθησαν μήτε δοξολογοῦντες ἴσως, ἢ προστιθέντες ἀρεταῖς, μήτε μὴν ἁμαρτάνοντες, τὸν δὲ τῆς κρίσεως καιρὸν ἐκδεχόμενοι. Τινὲς δέ φασιν, ὡς οὐκ ἀναιρεῖ τὰς ἐλπίδας τῆς ἀναστάσεως· δηλοῖ δὲ μᾶλλον, ὡς Εἰς ᾅδην ἀπωλείας ἀπεληλύθειν, μὴ τῆς παρὰ σοῦ βοηθείας τυχὼν παριδόντος τὰς ἐμὰς ἁμαρτίας. Διὸ τῆς σφαλερᾶς ἐκείνης ἐννοίας παυσάμενος, σπεύσω πρὸς γάμον καὶ παιδοποιΐαν ἐλθεῖν, καὶ τοὺς ἐξ ἐμοῦ κήρυκας τῆς σῆς ἀποδεῖξαι δικαιοσύνης. Κἀγὼ δὲ πρὸς τὴν αἰσθητὴν δοθεῖσαν ἡμῖν παραμυθίαν, τὸν σὸν οἶκον ἰὼν, εἰς 2325 τὸν σὸν ἡμᾶς φόβον συστέλλουσαν, χαριστηρίους ἀποδώσω φωνάς. Τινὲς δὲ τὸ, παιδία ποιήσω ἅπερ ἀναγγελοῦσιν, δηλοῦν ἔφασαν, ὅτι χοροστασίαν ψαλτῳδῶν παίδων εὐφώνως ὑμνούντων ἐν τῷ ναῷ στήσειν ἐπαγγέλλεται. Δι' οὗ δὲ τὴν τελευτὴν αὐτῷ Θεὸς ἐδήλωσε, διὰ τούτου καὶ τὴν θεραπείαν προσήγαγε, μὴ καὶ ποιεῖν δόξῃ τὸν προφήτην ἐφύβριστον, κακῶν αὐτὸν μόνων ἀποδείξας διάκονον. Παραδοξοποιῶν δὲ Θεὸς, ὃ δοκεῖ τοῖς τραύμασιν ἐπαύξειν τὴν βλάβην, τὰ σῦκα, τοῦτο πρὸς ἴασιν ἔδωκεν, ὃ καὶ μέγα σημεῖον ἐκπλαγεὶς ὁ Ἐζεκίας καλεῖ τοῦ δυνήσεσθαι τῷ ποδὶ χρώμενος εἰς τὸν νεὼν ἀνελθεῖν. Ἐν δὲ τῇ δʹ τῶν Βασιλειῶν γέγραπται ὅτι πρὸ πάλαι παρὰ τοῦ προφήτου μαθὼν, ὡς ὁ ἥλιος μέλλει τὴν ἐπὶ τὰ πρόσω ποιεῖσθαι ταχυτέραν ὁδὸν, καὶ ὑφ' ἓν τοὺς ιʹ κατιέναι βαθμοὺς, αὐτὸς ὡς οἰκειότερον σημεῖον τῆς πρὸς τὸν βίον ἀναστροφῆς, τοῦ ἡλίου τὸν ἀναποδισμὸν ἐξῃτήσατο, ἔνθα καί φησιν ἡ Γραφὴ, ὡς ἕλκος αὐτῷ πονηρὸν τῆς ἀῤῥωστίας πρόφασις ἦν. ΚΕΦΑΛ. ΛΘʹ. αηʹ. 9Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν, ὁ υἱὸς τοῦ Βαλάδον, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς, καὶ πρέσβεις, καὶ δῶρα Ἐζεκίᾳ. Ἤκουσεν γὰρ, ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη9, κ. τ. λ. Ὁ τῶν Ἰουδαίων διδάσκαλος ἔλεγεν νενοσηκέναι τὸν Ἐζεκίαν ᾠδὴν ἐπὶ τῇ πτώσει τῶν Ἀσσυρίων οὐκ ᾄσαντα χαριστήριον, ὡς ἐπ' Αἰγυπτίοις ὁ Μωσῆς, ὡς ἡ Δεββωρὰ ἐπὶ τῷ Σίσαρᾳ, ὡς ἡ Ἄννα ἐπὶ τῇ γενέσει τοῦ Σαμουήλ. Εἶτ' ἀρωσθέντα τοῦτον ὁ τῶν Βαβυλωνίων μαθὼν βασιλεὺς, πρεσβεύεται πρὸς αὐτὸν, οὐκ ἀργῶς, ἰδὼν δὲ τὴν ἡμέραν, καθ' ἣν ἀνεπόδισεν ὁ ἥλιος, διπλασίαν γεγενημένην. Μηδὲ γὰρ λαθεῖν Χαλδαίους δεινοὺς περὶ ταῦτα τυγχάνοντας. Θεοποιοῦντες δὲ τὸν ἥλιον, ὑπὸ κρείττονος ᾤοντο τοῦτο γενέσθαι δυνάμεως. Καὶ τὴν αἰτίαν πολυπραγμονοῦντες, ἔγνωσαν, ὡς δι' Ἐζεκίαν ὁ τῶν Ἑβραίων ταῦτα πεποιήκει Θεός. Ἐφ' ᾧ καταπλαγεὶς ὁ βασιλεὺς, ἐκείνων τὰς πρὸς αὐτὸν ὡς θεοφιλῆ, συνθήκας ἀσπάζεται. Εἴποις δ' ἂν αὐτὸς ὡς τὰ θαυμαστὰ πάντα κατ' ἐνιαυτὸν ἕνα γεγονέναι μαθὼν, τοῦ Ἀσσυρίου τὴν ἔφοδον, τὴν δι' ἀγγέλου πληγὴν, τὴν κατὰ Σενναχηρεὶμ ὑπὸ τῶν παίδων μετὰ τὴν φυγὴν ἐπανάστασιν, τὴν τοῦ μετ' αὐτὸν ἄρξαντος παιδὸς Ἀχορδὰν σεσιγημένην ἀπώλειαν. Ταῦτα πάντα μαθὼν Μαρωδὰκ Βαλδὰν υἱὸς ὢν, οὐ τοῦ Σενναχηρεὶμ, ἀλλὰ τοῦ Βαλδὰν, ἐξ ἑτέρου γένους βασιλεύων Βαβυλωνίων, ὡς ὠφελος (σιξ) τὴν πρὸς τὸν εὐσεβῆ φιλίαν ἀσπάζεται. Ὅτι γὰρ ἐν ἑνὶ πάντα προῆλθεν ἐνιαυτῷ μάθοις ἂν ἐπιστήσας ὡς ἡ ἔφοδος τοῦ Ἀσσυρίου ἔτους τεσσαρεσκαιδεκάτου τῆς Ἐζεκίου βασιλείας ἐγένετο. 2328 Ὃς προστεθέντων ἐτῶν αὐτῷ πεντεκαίδεκα, τῷ εἰκοστῷ καὶ ἐνάτῳ τετελεύτηκεν ἔτει, ὡς τὴν νόσον αὐτῷ γεγονέναι κατ' ἔτος τὸ τεσσαρεσκαιδέκατον. Τὰ λοιπὰ δὲ πάντα πρὸ ταύτης κατὰ τὸν αὐτὸν χρόνον συμβεβηκέναι, ὧν ἁπάντων ἀκούσας ἐπὶ τὴν πρεσβείαν ἠπείγετο. Καὶ τῶν ἀνδρῶν ἡκόντων δέον τὸν Ἐζεκίαν τὰς ἄνωθεν τοῦ Θεοῦ διηγεῖσθαι μεγαλουργίας, καὶ τὰ νῦν ἐπισυνάπτειν γενόμενα, ὡς ἂν εὐγνώμων τε δοκῇ, κἀκείνους εὐσεβεστέρους ποιήσειεν, καὶ δι' αὐτῶν ἑτέρους διηγουμένων ἅπερ ἐγνώκασιν· τοῦτο μὲν οὐ ποιεῖ. Φιλοτίμως δὲ χαυνωθεὶς, ἀνακαλύπτει τούτοις τοὺς θησαυροὺς, καὶ τὸν οἶκον τοῦ Νεχώθα, ὅπερ οἶκον ἀρωμάτων Ἀκύλας ἔφη, καὶ Σύμμαχος γάζα, δὲ παρὰ Πέρσαις τὴν περιουσίαν σημαίνει, τοῦτο δὲ οὐ μόνον τύφον εἶχε καινὸν, ἀλλὰ καὶ τοῖς [βλεπομένοις] τοὺς πολεμίους ἐπ' ὀφθαλμίαν παρεσκεύαζεν. Ὅθεν ὁ προφήτης ἐλθὼν ὡς ἀπ' οἰκείας γνώμης, ἀλλ' οὐ Θεοῦ δῆθεν πέμψαντος, ὅ τι θέλοιεν οὖτοι πυνθάνεται, ἤθει κεχρημένος πολλῷ, καὶ δεικνὺς ὡς ἦλθον μὲν τὰ τοῦ Θεοῦ παράδοξα μαθησόμενοι, σὺ δὲ σαυτὸν εἰς θαῦμα τούτοις, ἀντὶ Θεοῦ παραδέδωκας, τὴν θείαν οὐ διδάξας ὑπεροχὴν, οὐδ' ὅτι τοῖς αὐτοῦ νεύμασιν ἡ κτίσις ὑποχωρεῖ. Ὁ δὲ πρὸς μὲν τὸ, τί λέγουσιν, οὐδὲν ἀποκρίνεται, τὸν ἔλεγχον δεδιώς. Πρὸς δὲ τὸ, πόθεν ἥκασιν, ἀλαζονικῶς λέγων· ἐκ γῆς μακρόθεν, ὡς κατὰ κλέος αὐτοῦ τῆς φήμης αὐτοὺς καὶ πόῤῥωθεν ἐνεγκούσης, ὅτε καὶ τὴν ἐκ Θεοῦ κατὰ τούτου λοιπὸν ἀπόφασιν ἤγαγεν· πάντα ληφθήσεσθαι παρὰ Βαβυλωνίων εἰπὼν καὶ τοὺς ἐξ αὐτοῦ καταγομένους, εὐνούχους τῷ τούτων ἔσεσθαι βασιλεῖ. Τοῦτο δὲ γέγονεν, ὡς ἐν ταῖς Βασιλείαις ἐγνώκαμεν, ἐν ἡμέραις Ἰεχονίου, ὅτε καὶ οἱ περὶ τὸν Δανιὴλ ἐν τῷ οἴκῳ τοῦ βασιλέως γεγόνασιν, εὐνοῦχοι, καθά φασί τινες, γεγονότες. Ἅπερ Ἐζεκίας ἀκούσας εὐλαβῶς τε καὶ εὐσεβῶς ἀγαθὸν ἔφη πάντα λόγον εἶναι Θεοῦ, κἂν ἡ τούτων ἀκοὴ τοὺς ἀνθρώπους λυπήσειεν. Τὸν ἐφ' ἑαυτοῦ δὲ μόνον παρῃτήσατο χρόνον, εὐχαριστῶν τῷ Θεῷ, ὅτιπερ οὐ τῇ τῶν κακῶν ἐτιμωρεῖτο πείρᾳ, φήμῃ δὲ μόνῃ τῶν λυπηρῶν τῶν μελλόντων ἐσωφρονίζετο, εἰδὼς μηδὲ τοὺς ἐξ αὐτοῦ τὴν τούτων ἀκρίτως δέξασθαι πεῖραν, ἐφ' οἷς δὲ ἁμαρτήσονται τιμωρουμένους, τῶν ἐξ αὐτοῦ τικτομένων δικαίων μὴ βλαπτομένων τῇ αὐτοῦ ἁμαρτίᾳ. Ὁ δὲ Ἑβραῖος ἔλεγε τὸν Θεὸν μὴ ἀποδέξασθαι τὴν Ἐζεκίου προαίρεσιν ἑαυτοῦ μόνου φροντίσαντος, ὑπεριδόντος δὲ τοῦ λαοῦ καὶ τῆς πόλεως. Διόπερ ἐπήνεγκεν ἐφ' ἑξῆς, Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Εἰ γὰρ ἐκεῖνος φίλαυτος πέφηνεν, ἀλλ' ὑμεῖς οἱ δυνάμενοι, παρακαλεῖτε τὸν ἐμὸν λαόν. Κήδομαι γάρ μου τοῦ πλάσματος. ΚΕΦΑΛ. Μʹ. αηʹ. 9Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν 2329 Ἱερουσαλήμ. Παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου9, κ. τ. λ. Περιγράψασα τὴν ὑπόθεσιν τῆς κατὰ τὸν Ἐζεκίαν προφητείας ἡ ἱστορία, ἐξ ἑτέρας ἀρχῆς τοῦ εὐαγγελικοῦ λόγου κατάρχεται, τοῖς τὸ τοῦ Χριστοῦ πνεῦμα τὸν παράκλητον ὑποδεξαμένοις ἐπιβοῶσα, Παρακαλεῖτε τὸν λαόν μου. Πάντα γὰρ τὸν ἄξιον αὐτοῦ χρηματίζειν λαὸν τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐξειλεγμένον προστάττει τοῖς ἀποστόλοις παρακαλεῖν, ὅπερ ἔδρων, ὡς ὁ Παῦλος ἐδήλωσε λέγων·" Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς αὐτοὶ παρακαλούμεθα ὑπὸ Θεοῦ," καὶ τὰ μετὰ ταῦτα, δι' ὧν πάντων τῶν περὶ τῆς παρακλήσεως λόγον ἀπέδωκεν. Καὶ ἀλλαχοῦ δὲ, καθάπερ πειθόμενος τῇ προφητικῇ παρακελεύσει, βοᾶ·" Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ." Καὶ πάλιν·" Παρακαλῶ δὲ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Χριστῷ Ἰησοῦ." Τὸ δὲ ἱερεῖς, ὡς μὴ κείμενον παρὰ τοῖς ἄλλοις, ὠβέλισται παρὰ τοῖς Ἑβδομήκοντα. Ὁ γοῦν Σύμμαχός φησι· Παρηγορεῖτε, παρηγορεῖτε τὸν λαόν μου, λέγει ὁ Θεὸς ὑμῶν. Παραμυθήσασθε τὴν καρδίαν Ἰερουσαλήμ. Ὧ καὶ συνεφώνησαν οἱ λοιποί. Τίς δὲ ἡ ὥσπερ ἐμψύχου καρδία τῆς Ἱερουσαλήμ; Ἦν μὲν εἰπεῖν ἀντὶ τῶν οἰκητόρων εἰρῆσθαι τὴν πόλιν, εἰ μὴ καὶ τοῦ λαοῦ διεμέμνητο λέγων, τὸν λαόν μου. Τίς δὲ ὁ λαός; τίνες δὲ οἱ παρακαλοῦντες; Δῆλον ὡς οἱ τὸ Πνεῦμα τὸν παράκλητον ἔχοντες, ὡς ἐλέγομεν, πρὸς οὓς ἔλεγεν ὁ Σωτὴρ," Κἀγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας." Καὶ πάλιν·" Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος," τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ θεῖον, οὕτω πολλάκις Πνεῦμα καλεῖ. Οἱ τὸν Παράκλητον οὖν δεξάμενοι, παρακαλεῖν προστάττονται τὸν λαὸν τοῦ Θεοῦ. Ἀλλ' οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸν Ἰακὼβ, οὐδὲ τὸν Ἰούδαν· ἀλλ' ἕτερον παρὰ τοῦτον, ὡς ὁ Ζαχαρίας δηλοῖ λέγων·" Τέρπου, καὶ εὐφραίνου, θυγάτηρ Σιὼν, δι' ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε." Δι' ὧν σαφῶς ἔθνη πολλὰ λαὸς τοῦ Θεοῦ προαγορεύεται γίνεσθαι. Καὶ ταῦτα λέγει Κύριος ἀπεσταλμένος ὑπὸ ἑτέρου Κυρίου. 2332 Ὡς οὖν οὗτος λαὸς Θεοῦ, οὕτω καρδία Ἱερουσαλὴμ τὸ κρεῖττον τοῦ λαοῦ τάγμα, καὶ τῆς Ἐκκλησίας τὸ κυριώτατον, ὡς ἡ καρδία τοῦ σώματος, δι' οὗ δηλοῦται τὸ λογικόν τε καὶ νοερώτερον τάγμα. Διὸ τούτοις μὲν λαλεῖν, παρακαλεῖν δὲ τοὺς ἄλλους ἐπέταξεν, ὡς ἂν δεομένους παραμυθίας. Εἴποις δ' ἂν καὶ τῆς αἰσθητῆς Ἱερουσαλὴμ τοὺς λογικωτέρους σημαίνεσθαι, τοῦ λοιποῦ πλήθους οἱονεὶ σαρκώδους καὶ παχυτάτου τυγχάνοντος, καὶ αὐτοῖς οὖν βούλεται λαλεῖν τοὺς εἰληφότας τὸ Πνεῦμα τῆς παρακλήσεως, ἄφεσιν ἁμαρτιῶν εὐαγγελιζομένους διὰ τὴν προφητείαν, ἣν ἐπάγει περὶ τῆς Χριστοῦ παρουσίας, παυομένης τῆς ταπεινώσεως, καὶ λυομένης τῆς ἀμαρτίας. Τῇ οὖν εἰρημένῃ καρδίᾳ τῆς Ἱερουσαλὴμ διπλῆν ἐπενηνέχθαι λέγει τὴν κόλασιν, ἐπεὶ καὶ ἱστορικῶς συναπέλαυον τῶν τοῦ πλήθους κακῶν οἱ δηλωθέντες ὑπ' ἀλλοφύλοις ἔθνεσι ταπεινούμενοι, καὶ κατὰ διάνοιαν ἐκόλαζον ἑαυτοὺς, τὴν τοῦ λαοῦ πενθοῦντες ἀποβολήν. Ἀλλὰ καὶ δεύτερον ἡ πόλις ἥλωκεν ὡς καὶ τὸν ἐν αὐτῇ νεὼν κατενεχθῆναι πρὸς ἔδαφος. Τὴν δ' οὖν παράκλησιν τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἐφ' ἑξῆς ἐπενήνοχε, φωνὴ λέγων βοῶντος· εἶθ' ἑξῆς ἐπιφέρων· Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, τὸ εὐαγγελικὸν κήρυγμα, δι' οὗ Σωτὴρ ἐγνωρίζετο. Ἑτέρα δὲ νῦν ἔρημος εἴρηται παρ' ἣν ὁ Μωσῆς διήγαγε τὸν λαόν. Καὶ τίνος ἀνδρὸς ἐν ταύτῃ φωνὴ βοῶντος; κατὰ τὸν Ἀκύλαν, καλοῦντος. Δῆλον δὲ καὶ πρὸς τίνας ἔλεγεν· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίον. Ἅπερ πάντα εἰκὸς ἦν τοὺς τούτων ἀκροατὰς ζητεῖν, εὔχεσθαί τε τὸ σωτήριον τοῦ Θεοῦ ἰδεῖν, προβαινούσης εἰς ἔργον τῆς προφητείας. Ἐπεὶ οὖν ταῦτα προσεδόκων οἱ τῶν προφητικῶν ἐπιγνώμονες, τοῖς ἥκουσιν ὑπὸ τὼν ἀρχιερέων καὶ διδασκάλων, ἐρωτῶσίν τε τὸν Ἰωάννην, εἰ Χριστὸς, ἢ ὁ Ἠλίας, ἢ ὁ προφήτης ἐστὶν, ἀποφάσκει μὲν ταῦτα, τὸ δὲ φωνὴ βοῶντος εἶναι διϊσχυρίζεται. Ὡς γὰρ εἰδόσι τὴν προφητείαν ἠρκέσθη τοσοῦτον εἰπὼν, ἔρημόν τε δεικνὺς τὴν ἐν ᾗ διῆγε, καὶ τὸ ἐπὶ θύραις εἶναι τὸ σωτήριον τοῦ Θεοῦ τὸ πάσῃ σαρκὶ γνωσθησόμενον. Ἐκήρυσσε γὰρ ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, περὶ ἧς ἡ προφητεία φησὶν, ἀλλ' οὐκ ἐν Ἱερουσαλήμ. Ἐν ᾗπερ ἐρήμῳ τὸ σωτήριον ὤφθη Χριστὸς, ἥτε δόξα αὐτοῦ πᾶσιν ἐγνώσθη, τῶν μὲν οὐρανῶν ἀνοιγομένων, βαπτιζομένου, τοῦ δὲ θείου Πνεύματος ἐν εἴδει περιστερᾶς ἐπ' αὐτὸν καταντήσαντος, τοῦ δὲ Πατέρος φήσαντος αὐτὸν Υἱὸν ὑπάρχειν ἀγαπητόν. Ταῦτα γὰρ τῆς σωτηρίου δόξης σημεῖα ἐν ἐρήμῳ τοῦ Ἰορδάνου γενόμενα. Διὸ φθάσας ταύτην εὐηγγελίζετο λέγων·" Εὐφράνθητι, ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου." Ἐπληροῦτο δὲ καθ' ἱστορίαν μὲν οὕτως· κατὰ δὲ διάνοιαν ἐπὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας νοούμενα, ἥ τις πρότερον ἔρημος ὑπῆρχε Θεοῦ, ἐν ᾗ μέχρι καὶ τήμερον ἡ αὐτὴ βοᾷ 2333 φωνὴ, καὶ τῷ σωτήριον τοῦ Θεοῦ τοῖς προσιοῦσιν εὐαγγελίζεται, πρὸς τὴν ὑποδοχὴν τοῦ Θεοῦ λόγου παρασκευάζουσα τὰς αὐτῶν ἀκοάς. Πρὸς ὃν ἀντιδιαστέλλων τὸν Ἰωάννην φωνὴν ὁ λόγος καλεῖ. Ἀντὶ δὲ τοῦ, Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, Σύμμαχος ἔφησεν, Ὁμαλίσατε ἐν ἀβάτῳ ὁδὸν τῷ Θεῷ ἡμῶν. Ὡς ἂν τοῦ Θεοῦ μέλλοντος ἐπιβαίνειν, ἧς οὐκ ἐπέβη τὸ πρότερον οὐκ αὐτὸς, οὐ προφήτης, οὐ δίκαιος, δηλαδὴ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Καὶ τῷ Θεῷ τὸ ἡμῶν προσέθηκεν, ὡς πρὸς ἑτέρους φθεγγόμενος. Ἦσαν γὰρ μύριοι καὶ ἐξ ἀλλοφύλλων ἐθνῶν οἱ τῷ Ἰωάννου προσελθόντες βαπτίσματι. Καὶ ἐν Ἐκκλησίᾳ δὲ ταῦτα πᾶσι προσφωνεῖται τοῖς ἔθνεσιν. Εἶτα δηλοῖ τὰς μὲν τεταπεινωμένας τῷ βάθει τῆς κακίας ὑψοῦσθαι ψυχάς. ταπεινωθήσεσθαι δὲ τὰς ἐπηρμένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ σκολιὰ δὲ καὶ τραχεῖα ψυχὴ, ὁμαλή τε καὶ εὐθεῖα γενήσεται· ὡς ἂν δεκτὴ γένοιτο τῆς ἐπιβάσεως τοῦ Θεοῦ. Ὀφθήσεται γὰρ, φησὶν, ἡ δόξα Κυρίου. Καί τινι λέγων, ἐπάγει· Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, τοὺς σαρκικοὺς λέγων οὐκ ἐσχηκότας Πνεῦμα Θεοῦ. Κατὰ τὸ," Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας," οὓς δὴ τὸ σωτήριον ὄψεσθαι τοῦ Θεοῦ. Ἀλλὰ καὶ Πνεῦμα Θεοῦ προφήτης ἕτερος ὄψεσθαι τούτους φησὶν," Ἐκχεῶ, λέγων, ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα." Ἔδει γὰρ τοὺς τὸ σωτήριον ἐγνωκότας τοῦ Θεοῦ καὶ Πνεύματος μεθέξειν Θεοῦ. Καὶ τοιαύτην ἐπήγαγε τοῦ λαοῦ τὴν παράκλησιν, τοῦ νέου φημί. Τοῦ γὰρ παλαιοῦ τὴν ἀπείθειαν εἰδὼς, δευτέρῳ χρῆται κηρύγματι· Πᾶσα σὰρξ χόρτος. Σαρκὸς γὰρ αὕτη φύσις, καὶ τοῦ τὴν εἰκόνα φοροῦντος τοῦ χοϊκοῦ. Τὰ γὰρ ἐπὶ γῆς πρὸς βραχὺ μόνον ἀνθοῦντα μαραίνεται. Δεξαμένη δὲ τὸ σωτήριον τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα σχήσει ἅγιον, ὅ τε οὐχ ὡς χόρτος ξηραίνεται ἄνθρωπος, οὐδὲ πεσεῖται τοῦ ἄνθους, μενεῖ δὲ πνευματικὸς, ἀνακαινούμενος εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Κατὰ δὲ τὸ Ἑβραϊκὸν χόρτον καλεῖ τὸν Ἰουδαίων λαόν. Ὁ γὰρ Σύμμαχος καὶ Θεοδοτίων ἐκ προσθήκης φασίν· Ἀληθῶς χόρτος ὁ λαός. Ἐξηράνθη ὁ χόρτος. Ἐξέπεσε τὸ ἄνθος. Ὁ δὲ Ἀκύλας, Πρὸςὃν ὁ λαὸς ἐξηράνθη; πρὸς ὃν ἀπέρευσεν ἄνθος; Ἀντὶ τοῦ, Τὸ δὲ ῥῆμα Θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα, ὁ Σύμμμαχός φησιν, Ὁ δὲ λόγος τοῦ Θεοῦ ἡμῶν στήσεται εἰς τὸν αἰῶνα, Χριστὸν γὰρ αἰώνιον ὑπάρχειν ἡ ἐν τῇ ἐρήμῳ λέγει φωνὴ, καὶ συνδιαμένειν αὐτῷ τοὺς τὸ σωτήριον αὐτοῦ δεξαμένους ἀπὸ τῆς γεώδους ἐπὶ τὴν πνευματικὴν μεταστάντας οὐσίαν. Οἱ δὲ ἐκ περιτομῆς μείναντες σάρκες, χόρ 2336 του δίκην πεσοῦνται, κατὰ τὴν προσθήκην τοῦ, Ἀληθῶς χόρτος ὁ λαός. Ἄνωθεν δέ τινες ἀπορήσαντες πῶς τοῖς Ἐζεκίου λόγοις τὴν Χριστοῦ παρουσίαν ὁ προφήτης ἐπήνεγκε, λέγουσιν ὅτι πολλάκις πολέμιοι τὴν Ἱερουσαλὴμ κατεδῄωσαν· ἡ δὲ διὰ Ναβουχοδονόσωρ πρὸ τῆς Χριστοῦ παρουσίας τελευταία γέγονεν ἅλωσις. Μεθ' ἣν ἐπανελθόντες ᾤκουν ἀδιαιρέτως τὴν γῆν μέχρι τῆς Χριστοῦ παρουσίας. Ταύτης οὖν μνησθεὶς πρὸς Ἐζεκίαν τῆς ἁλώσεως τῆς ἐπὶ ταύτῃ μέμνηται παρακλήσεως. Προηγουμένως γὰρ τούτοις τὸ σωτήριον ἐγένετο κήρυγμα κατὰ τό·" Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ." Τινὲς δέ φασιν ὡς τὰς αὐτῶν ἀτόπους ἐννοίας ἠξίωσε παρακλήσεως. Ἐζεκίου γὰρ ἐπὶ τῇ ἀτόπῳ παιδευθέντος οἰήσει, καθ' ἣν ᾤετο τυγχάνειν ὁ προσδοκώμενος, ὡς καὶ περὶ αὐτοῦ δοκεῖν εἰρῆσθαι τὸ," Πεσεῖται ἐκ τοῦ κλίτου σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου," τοσούτους πεπτωκότας θεώμενον. Ταύτης δὲ τῆς ἐλπίδος διαπεσόντος διὰ τὴν νόσον, ὡς μηκέτι τὸν ψαλμὸν ἁρμόττειν αὐτῷ λέγοντα, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου (μόνον γὰρ ἥρμοττε τῷ Χριστῷ), ὁ λαὸς ᾤετο τὰ τῆς ἐπαγγελίας πεπαῦσθαι, πάντα τε φροῦδα γεγονέναι τὰ ἐλπισθέντα, μηδένα τε σωτῆρα τοῦ γένους φανήσεσθαι. Ὅθεν ὁ τῶν ὅλων Θεὸς ἀπεγνωκότας τούτους διὰ τοῦ προφήτου καὶ τῶν ἱερέων παρακαλεῖ, λέγων, Λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, εὐπαράδεκτον τοῖς ἀκροωμένοις τὸν τῆς παρακλήσεως ποιήσασθε λόγον, ὅπερ οὐκ εἶχεν ὁ νόμος φορτικῶς ἄγαν περὶ σκιὰν καὶ τύπους εἰλούμενος, οὐκ ἀναγκαῖα παιδεύων τὸν νοῦν. Ἐξωφανῆ γάρ τινα γνῶσιν ἐνεποίει διὰ τοῦ γράμματος. Τὸ δὲ σωτήριον κήρυγμα θεωριῶν πληροῖ τὴν ψυχὴν τοῦ Πνεύματος τοῦ θείου τὸ βάθος αὐτῆς ὑπανοίγοντος. Οὕτω τοί φησι καὶ Δαβίδ." Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὸ λόγιόν σου, ὅπως ἂν μὴ ἁμάρτω σοι." Τοιοῦτον καὶ τὸ δι' ἑνὸς τῶν προφητῶν·" Καὶ αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι αὐτοῖς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς." Καὶ ὁ Παῦλος δέ φησιν·" Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ' ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις." Ἱερεῖς δέ τινες τοὺς ἀγγέλους ἐνόησαν, οἷς ἐμπρέπει καὶ τὸ ἐν καρδίαις δύνασθαι λαλεῖν. Ἡ δὲ παράκλησις ἐν τῷ λελύσθαι τὴν δίκην αὐτὴ διπλῆν γενομένην, ἔν τε τῷ σαρκὸς ἐπιθυμίαις προσκεῖσθαι (κόλασις γὰρ αὐτὴ μεγίστη τοῖς ἔχουσιν αἴσθησιν) ἔν τε τῷ δι' ἐκεῖνα κολάζεσθαι, 2337 Ἤγουν, ἔν τε τῷ ἀποστῆναι Θεοῦ τῆς ὄντως πηγῆς ζωῆς, καὶ τῷ προσχωρῆσαι τοῖς δαίμοσιν, λάκκοις συντετριμμένοις, κατὰ τὴν Ἱερεμίου φωνὴν, συνέχειν ὕδωρ μὴ δυναμένοις. Τινὲς δέ φασιν, ὅτι ὡς οἱ φιλόστοργοι πατέρες τὴν σμικρὰν κατὰ παιδὸς ἁμαρτίαν μείζω πολὺ τῆς ἀξίας νομίζουσιν, οὕτω διὰ φιλανθρωπίαν ὁ Θεὸς τὴν ἐλάττω τῆς ἀξίας διπλασίαν ὁρίζεται. Ἄλλως γὰρ οὐκ ἄξιον τῆς αὐτοῦ χρηστότητος ἐν διπλῷ τιμωρεῖσθαι τοῦ λέξαντος·" Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει. Οἰκτίρμων γὰρ καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός." Καὶ," Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν." Σύμφωνον δὲ τῷ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, καὶ Ζαχαρίας ὁ τοῦ Βαπτιστοῦ λέγει Πατήρ·" Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ. Προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ." Περὶ οὗ φησιν ὁ Σωτήρ·" Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ." Ἥλιος γὰρ δικαιοσύνης καὶ φῶς ἀληθινὸν ὁ Χριστός. Καὶ τὸ μέσον ἀμφοτέρων ἀσύμβλητον, κἂν ὅτι μάλιστα τὸ ἀνθρώπινον πλῆρες γένοιτο σοφίας τε καὶ φωτός. Τοῖς δὲ ἀπεγνωκόσι σημεῖον δίδωσι παρακλήσεως. Ὅταν γὰρ ἀπὸ τῆς ἐρήμου περὶ μετανοίας ἀκούοις φωνῆς, τότε νόει παρεῖναι τὸν προσδοκώμενον. Ὡς ἀπὸ λεωφόρου δὲ τὰ μὲν ἐχούσης ἀνάντη, τὰ δὲ κοῖλα, καὶ διὰ τοῦτο δυσπορεύτου, τὸν λόγον εἴληφεν· ἥτις ἂν γένοιτο λεία, τῶν μὲν καθαιρουμένων ὕψους· τῶν δὲ, πληρουμένων κοιλότητας, ὁποία διὰ Χριστοῦ γέγονεν ἡ τῆς εὐσεβείας ὁδὸς, ἄβατος πρότερον ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους ὑπάρχουσα ταῖς γεώδεσιν ἐγκαταδησάντων ἡμᾶς ἡδοναῖς. Δόξαν δὲ κυρίου καλεῖ τὸν Υἱὸν, ὡς ὑπὲρ πᾶσαν ὄντα τὴν κτίσιν καὶ τῆς αὐτῆς θεότητος τῷ Πατέρι. Τοῦτο δὲ καὶ γενόμενος ἄνθρωπος ἔδειξε θαυματουργῶν ἀεὶ, καὶ τὴν κτίσιν μεταπλάττων τῷ ῥήματι, γενόμενος πᾶσι σωτήριον, τῶν ἐννόμῳ θυσιῶν ἁμαρτίας καθαιρεῖν μὴ δυναμένων. Ἐν δὲ Χριστῷ τελειούμενοι τῷ τῆς υἱοθεσίας πνεύματι τετιμήμεθα πάντες, τό γε ἧκον εἰς τὴν τῆς χάριτος δωρεὰν, πᾶσιν αὐτὴν ἁπλώσαντος τοῦ Θεοῦ· εἰ καὶ τῷ τῆς ἀπιστίας σκότῳ ταύτην τινὲς οὐ προσήκαντο. Μηδὲν δὲ ἴδιον ἢ πεπλασμένον λέγειν ὁ προφήτης ἐπιδεικνὺς, Θεοῦ τὸν λόγον ἐκάλεσεν, Τίνα δὲ τρόπον ἔστι τὸ σωτήριον ἰδεῖν τοῦ Θεοῦ, διδάσκει καταφρονῆσαι δεῖν τῶν φαινομένων, ὡς ἀστάτων εἰπὼν καὶ θᾶττον μαραινομένων, λαβόντας εἰς νοῦν τὸν Θεοῦ λόγον μόνον ὡς ἀεὶ ζῶντα, καὶ μένοντα, καὶ πρόξενον ὄντα τῆς αἰωνίου ζωῆς. Εἴποις δ' ἂν ῥῆμα Κυρίου καὶ τὴν ἐντολὴν τὴν αὐτοῦ τοῦ Σωτῆρος εἰπόντος·" Ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον 2340 τηρήσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα." Τινὲς δέ φασιν, ὡς προσταχθεὶς ὁ προφήτης κηρύξαι μεγαλοφώνως τὴν εἰς πάντας ἥξουσαν χάριν, ἀπὸ συμπαθείας τῆς πρὸς τὸ ἔθνος ἑαυτοῦ, μηδὲν ἔχειν ἐξαιρετὸν μέλλοντος, ὡς ἡνίκα κλῆρος ὑπῆρχε Θεοῦ, ἀποβλήτου δὲ τῆς τοιαύτης ἐσομένου τιμῆς ἐκκοπεὶς τὴν διάνοιαν, τί δέοι βοήσειν ἔλεγεν. Ἐφ' οἷς Θεὸς τὴν τοσαύτην μὴ χωρήσαντι χάριν φησὶ, Πᾶς ἄνθρωπος χόρτος. Καὶ σὺ γὰρ, φησὶν, ὁ τοῖς ἐμοῖς διακονούμενος ῥήμασιν, ὑπὸ τῆς σαρκὸς τὸν νοῦν ἐπισκιαζόμενος, χωρεῖν οὐδὲ δυνήσῃ. Πλὴν πᾶσα, φησὶν, ὑπόληψις ἀνθρωπίνη ταχέως παυθήσεται, οἱ ἐμοὶ δὲ περὶ τῆς εἰς πάντας χάριτος κυρωθήσονται λόγοι. Τοῦτο καὶ Παῦλος νοήσας ἔλεγεν·" Ὢ βάθος πλούτου καὶ σοφίας!" Τοιγαροῦν ἐπιλύσας αὐτῷ τὴν ἀμφιβολίαν, ἀφ' ὕψους τῆς διανοίας ἐφεξῆς κηρῦξαι παρακελεύεται. θκ ʹ. 9Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών. Ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ. Ὑψώσατε· μὴ φοβεῖσθε. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ Θεὸς ὁ ὑμῶν, ἰδοὺ Κύριος. Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετὰ αὐτοῦ9, κ. τ. λ. Ἀκολούθως μετὰ τὴν ἐν τῇ ἐρήμῳ βοῶσαν φωνὴν, τὰ περὶ τῶν εὐαγγελιστῶν καὶ τῆς Χριστοῦ παρουσίας ἐπήγαγεν. Ὁ δὲ Ἀκύλας φησίν· Ἐπ' ὄροςὑψηλὸν ἀνάβηθι, ἑαυτῇ εὐαγγελιζομένη Σιών. Καὶ ἐπάρων ἱσχυρῶς τὴν, φωνὴν εὐαγγελισαμένη Ἱερουσαλήμ. Καὶ οἱ λοιποὶ δὲ συμφώνως, ὡς πρὸς ἔμψυχον τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ἀποτείνονται. Ἐπὶ ποῖον οὖν ἄνεισιν ὄρος ἡ Σιὼν, ἡ καὶ αὐτὴ ὄρος λεχθεῖσα; κατὰ τὸ," Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ." Ἔοικε τοίνυν δηλοῦν τὸν τῶν ἀποστόλων χορὸν, οὓς καὶ ἄνω καρδίαν ἔφησεν Ἱερουσαλὴμ, ὡς ἂν ἐκ τοῦ ἐκ περιτομῆς ἐξειλεγμένου λαοῦ, οἳ καὶ τὸ σωτήριον τοῦ Θεοῦ παρεδέξαντο ἐπηρμένοι τινὲς ὄντες, καὶ τῷ μονογενεῖ παρεικασθέντες ὄρει καὶ αὐτῷ χρηματίζοντι· ἐφ' ὃν ἀνιέναι κελεύονται, τοῦ Χριστοῦ τὴν παρουσίαν κηρύξοντες, κἄν τινες ἐπαναστῶσι, δεδιέναι μηδέν· ἤγουν μὴ λάθρα διδάσκειν κελεύει, δημοσιεύειν δὲ τὸ κήρυγμα, καὶ ποιῆσαι πᾶσιν ἐξάκουστον. κατὰ τὸ," Ὃ ἀκούετε εἰς τὸ οὖς, ἐπὶ τῶν δωμάτων κηρύξατε." Ὃ καὶ ἕλεγον προσευχόμενοι·" Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου." Καὶ τὸ ἰδοὺ δὲ λέγων, φασὶ, τὸ μὴ μετὰ μακρὰν ἥξειν δηλοῖ, μονονουχὶ πλησίον ὄντα δεικνύς. Ἤγουν ταῖς πόλεσιν Ἰούδα κελεύει βοᾷν, ταῖς τούτων δηλονότι συναγωγαῖς, ὡς οὗτος ἐκεῖνος ὁ πρόπαλαι 2341 προσδοκώμενος, φωναῖς ἁγίων προκαταγγελθεὶς προφητῶν. Ἐν ταυτῷ δὲ καὶ τὴν αὐτοῦ παρουσίαν ἐδήλωσεν, μετὰ μεγάλης ἰσχύος ἥξειν εἰπὼν καὶ κυριακῆς αὐθεντίας, ὅτε πρὸς τὰ ἔργα καὶ τὸν μισθὸν ἑκάστῳ παρέξεται. Καθάπερ ἔλεγε·" Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." Τινὲς δὲ καὶ ταῦτα ἐπὶ τῆς προτέρας ἐδέξαντο παρουσίας, δεικνύντα μὴ καθ' ἕνα τῶν προφητῶν ἥξειν αὐτὸν, οἳ καὶ θαυματουργοῦντες ηὔχοντο. Χριστὸς δὲ κατ' αὐθεντίαν ἤλαυνε πάθη καὶ δαίμονας. Ὅτι δὲ οὐκ ἄκαρπον ὑπὲρ ἡμῶν ὑπέμεινε τὸν σταυρὸν δηλοῖ, λέγων· Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ. Ἔλεγεν γάρ·" Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πολὺν φέρει." Καὶ πάλιν·" Ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Καὶ Παῦλος δέ φησιν·" Ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ," καὶ τὰ ἑξῆς. Καὶ ὁ Δαβὶδ δὲ προὔλεγεν·" Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου." Τὸ δὲ, Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, ὁμολογουμένως τῆς προτέρας ἐστὶ παρουσίας. Ὡς Θεὸς μὲν γὰρ κρινεῖ, ὡς δὲ μορφὴν δούλου λαβὼν ποιμαίνειν τὸ ποίμνιον εἴρηται ὁ λέγων, Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Βραχίονα δὲ αὐτοῦ καλεῖ, φασὶ, τὴν θεότητα, δι' οὗ συνάξειν ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσειν εἴρηται. Ἄρνας τοῦ λόγου δηλοῦντος τοὺς ἀρτιγενεῖς ἐν Χριστῷ. Διόπερ Ἀκύλας ἀρνία φησίν. Εἴη δ' ἂν ὁ νέος λαός. Οὐ γὰρ ἔφη κριοὺς, ἢ τράγους, ἢ πρόβατα ἐντελῆ, περὶ ὧν ἕτερος τοιαῦτα διδάσκει προφήτης λέγων·" Τὰ δὲ λέγει Κύριος· Ἰδοὺ ἐγὼ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, καὶ κριῶν καὶ τράγων." Καί·" Οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν νέμεσθε, καὶ τὰ κατάλοιπα τοῖς ποσὶν ὑμῶν κατεπατεῖτε; καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε; καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε;" Καὶ πάλιν·" Ἰδοὺ ἐγὼ κρίνω ἀνὰ μέσον προβάτου ἰσχυροῦ. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ποσὶν ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ τὸ ἠσθενηκὸς ἐξεθλίβετε." Διὸ καὶ οἱ ποιμένες αὐτῶν διαβάλλονται παρ' αὐτῷ, Τὰ δὲ λέγει Κύριος, λέγοντι·" Ὦ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε. Καὶ τὰ ἔρια περιβάλλεσθε." Καὶ τὸ παχὺ σφάζετε· καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Ἐπεὶ τοίνυν ἠτάκτει τὰ πρόβατα, οἱ δὲ ποιμένες ἐλυμαίνοντο αὐτὰ, τοῖς ποιμέσι μετάστασιν ἀπειλεῖ, λέγων·" Καὶ ἀποστρέψω ὑμᾶς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου." Καὶ ἐπιλέγει·" Ἰδοὺ ἐγὼ αὐτὸς ἐκζητήσω τὰ πρόβατά μου."......................... 2344.......... προφήτης. Ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Εἴρηται γὰρ ἀλλαχοῦ·" Ἀριθμηταί εἰσιν αὐτῷ σταγόνες ὑετοῦ." κ λαʹ. 9Μὴ γὰρ εἴπῃς, Ἰακὼβ, καὶ τί ἐλάλησας, Ἰσραήλ; ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε, καὶ ἀπέστη, καὶ νῦν οὐκ ἔγνως; Εἰ μὴ ἤκουσας, Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξέρευσις τῆς φρονήσεως αὐτοῦ9, κ. τ. λ. Ὁ Σύμμαχος· Διὰ τί λέγεις, Ἰακὼβ, καὶ λαλεῖς, Ἰσραήλ; καὶ οἱ λοιποὶ συμφώνως. Μετὰ δὲ τὴν ἀποδοθεῖσαν θεολογίαν, ἐπιτιμᾷ τοῖς μὴ νομίζουσι τὰς ἑαυτῶν πράξεις ἐφορᾷν τὸν Θεὸν, ἐκ τοῦ προτέρου λαοῦ. Νομίζεις, φησὶ, λανθάνων μὴ ὑποκεῖσθαι κρίσει Θεοῦ, καίτοι ἀρτίως ἤκουες πρὸς Θεὸν εἰρημένον, Ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Πλὴν εἰ καὶ μὴ πρότερον μήτε ἔγνως, μήτε ἤκουσας, μάθε νῦν· ἤγουν, εἰ δὲ φὴς μὴ γινώσκειν, εἰ μὴ ἀκούσειας· τῇ σῇ προσποιήσει συντρέχων ἐρῶ. Ἤγουν, ἐρεῖς ὡς οὐκ ἔγνως. Οὐκοῦν, εἰ μὴ ἤκουσας, ἴσθι ὡς ὁ Θεὸς ὁ αἰώνιος, οὐ μόνον οὐρανὸν, ἀλλὰ καὶ πᾶσαν συνέχει τὴν γῆν. Καὶ πῶς δυνήσῃ τοῦτον λαθεῖν; Ἀντὶ δὲ τοῦ, οὐ κοπιάσει, οὐκ ἐξελύθη, φασὶν οἱ λοιποί. Πρὸς τῷ δὲ μὴ ἀσθενεῖν, μηδέ τι ἔχειν ἀνθρώπινον καὶ ἀκατάληπτον ἔχει τὴν γνῶσιν, δι' ἧς μέχρι καὶ τῶν κατὰ μέρος ἡ τούτου διέρχεται πρόνοια, εὐεκτεῖν μὲν ἔσθ' ὅτε ποιοῦσα τοὺς πένητας, τὴν δὲ τρυφὴν τῶν ἐν πλούτῳ κολάζουσα λύπῃ καὶ φροντίσι βιωτικαῖς. Ἐπιβάλλει δὲ καὶ τοῖς ἐν ἀκμῇ τὴν ἐξ ἀῤῥωστημάτων ἀσθένειαν· ἐκ δὲ τῶν ἐναντίων οἱ Θεὸν ἐν μαρτυρίαις ἢ διωγμοῖς ὑπομείναντες, κατὰ τὴν παροῦσαν ἀσθενοῦντες ζωὴν, τοσαύτης ἀξιοῦνται μεταβολῆς, ὡς ἐλευθέρους προσαναπτῆναι πρὸς οὐρανόν. Ὁ γὰρ ἀετὸς ὑψιπέτης ἐστὶ, καὶ ἀντωπεῖ ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς, γῆράς τε τὸ φυσικὸν ἀποδύεται κατὰ τό·" Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου."" Κατεργάζεται γὰρ ἡ μὲν ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει." Διὸ καὶ τὴν ἰσχὺν ἀλλάξουσι τὸν θνητὸν βίον μεταβαλόντες, καὶ εἰς ἀγγελικὴν μεταστάντες ζωήν. Διὰ γὰρ τῶν ἀετῶν, ταῖς οὐρανίοις αὐτοὺς ἀπεικάζει δυνάμεσιν, ἃς πτερωτοῖς ἀφωμοίωσεν. Διὰ τοῦτο ἄρα καὶ τῶν ἐν ὕδασι καθαρὰ τὰ πτερύγια. Οὕτως ἄρα κἀν τῷ παρόντι βίῳ μερικὴ κρίσις ἐστὶ, καὶ καθολικὴ ἐν τῷ μέλλοντι, κἂν μὴ τοῦτο σὺ νενόμικας, Ἰσραήλ. Διὸ σοὶ μὲν ταῦτα, τοῖς δὲ λοιποῖς ἔθνεσι κατάλληλα προσφωνῶ. ΚΕΦΑΛ. ΜΑʹ. αζʹ. 9Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν. Ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλε 2345 σεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύεται; Δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει. Καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν, καὶ διώξεται αὐτοὺσ9, κ. τ. λ. Ἐγκαινίζεσθε πρός με, νῆσοι, ἀνθ' οὗ Σύμμαχος μὲν, Δουλεύσατε, φησὶν, ἐπ' ἐμοῦ, νῆσοι, Ἀκύλας δὲ καὶ Θεοδοτίων, Κωφεύσατε πρός με. Σιγᾷν γὰρ αὐταῖς ἐκέλευσεν, ὡς ἂν ἐπήκοοι γένοιντο θείας ὁμιλίας καὶ σωτηρίου κηρύγματος, νήσους λέγων τὰς ἐξ ἐθνῶν Ἐκκλησίας ᾗ ἁλμυρὰ τοῦ βίου περιέχει κακία, καὶ τῶν ἐπανισταμένων τὰ κύματα. Ἀλλ' εἰσὶν ἀσφαλεῖς, ὡς ἐπὶ πέτραν βαίνουσαι, τὸν Χριστόν. Διὸ οὐ σαλεύονται. Ἄνω δὲ τοὺς ὑπομένοντας Κύριον τὴν ἰσχὺν ἀλλάξειν εἰπὼν, ἐνταῦθα λέγει, Ἄρχοντες, ἤγουν ἔθνη, ἀλλαξάτωσαν ἰσχὺν, κατὰ Σύμμαχον (ὅπερ τοῖς ὑπομένουσι Κύριον τοῦτο νήσοις ἐπιτάττων καὶ ἔθνεσιν), ὡς ἂν ἐπὶ τὸ κρεῖττον τὴν ἀπὸ χείρονος ἰσχὺν μεταβάλοιεν. Τινὲς δέ φασιν ὡς ἔσθ' ὅτε νῆσοι καλοῦνται πόλεις καὶ κῶμαι, πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήρωτον καὶ κεχερσωμένην, οἵας τὰς Ἰδουμαίων εἶναί φασι, καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας, αἷς προσφωνεῖ παράδειγμα λαβὼν αὐτὰς τῆς τῶν ἄλλων εἰδωλολατρῶν μανίας, τὴν τῶν ἐθνῶν πρόσληψιν ἐκ μέρους δηλῶν, ἃ βούλεται πρὸς καινότητα μεταβῆναι ζωῆς τὴν παλαιώσασαν αὐτὰ καταλείψαντα πλάνην, ἵνα γένωνται παρθένος ἁγνὴ, μὴ ἔχουσαι σπίλον ἢ ῥυτίδα. Ὧν οἱ ἄρχοντες ἀλλάττουσι τὴν ἰσχὺν, ὡς τῶν ἐν νόμῳ κρείττους γενόμενοι, καὶ καθάπαξ δυνάμει πνευματικῇ διαφέροντες. Τινὲς δέ φασιν ὡς ψυχαῖς παλαιωθείσαις ἐν ἡδοναῖς τὰς ψυχικὰς αὐτῶν ἀναλαβεῖν συμβουλεύει δυνάμεις, ἀπονιψαμένας τὸ τῶν παθῶν ἀλμυρὸν, τοῦτ' ἔστι τὸν παλαιὸν ἄνθρωπον, καὶ τὸν νέον ἐνδυσαμένας, κατὰ τὸ Παύλῳ δοκοῦν. Εἶθ' ἑξῆς φησιν· Ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τὰ ἔθνη καλῶν πρὸς ἑαυτὸν ὁ Θεὸς, καὶ ταῦτα λέγειν τε καὶ φρονεῖν ἐν Ἐκκλησίᾳ διδάσκων, κεκριμένως τε τὸ Χριστοῦ καταγγέλλειν μυστήριον. Τῶν γὰρ ἐξ Ἱερουσαλὴμ κρίσιν ὀνομαζόντων τὸν νόμον, ἀντεξάγων αὐτῷ τὸ σωτηρίον κήρυγμα κρίσιν ἐκάλεσεν. Οὐ γὰρ δικαιοσύνης ἔχει σκιὰν, ἀλλὰ τὴν ἀληθῆ τοῦ Θεοῦ δικαιοκρισίαν, ἣν οἱ νέοι παρὰ Χριστοῦ μαθόντες διδάσκουσιν ἄρχοντες, βούλησιν οὖσαν τοῦ Θεοῦ καὶ Πατέρος. Τινὲς δέ φασιν, ὡς τὸν περὶ κρίσεως λόγον βούλεται τὰ ἔθνη μαθόντα καὶ ἑτέροις ἀπαγγέλλειν, γνῶναί τε τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην. Δικαιοσύνης γὰρ ἔργον τὸ μὴ μόνον Ἰουδαίους, ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ἐπιγνῶναι τὸν Κύριον. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τὸν Χριστὸν δικαιοσύνην καλεῖ λέγων·" Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις." Οὕτω δὲ καὶ τὸν εὐαγγελικὸν καλεῖ λόγον, λέγων· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον δύναμίν τε καλέσας Θεοῦ 2348 ἐπάγει· Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Ὃς καὶ ἐξ ἀνατολῶν αὐτὴν ἤγειρε τοῦ φωτὸς εἰς τὸ ἕπεσθαι αὐτῷ, δοὺς αὐτὴν τῶν ἐθνῶν ἐναντίον, ὡς θορυβηθῆναι τὰ πρῶτα τοὺς αὐτῶν βασιλεῖς διωγμοὺς τοῖς ἔχουσιν αὐτὴν ἐπεγείραντας, ἡττηθῆναι δὲ πρὸς ταύτης ὑπερμαχοῦντος Θεοῦ. Αὐτὸς γὰρ τὰ πολεμικὰ τούτων φρυγάνων δίκην ἠφάνισεν, ὁδὸν ὁμαλίσας, ὡς ἐν εἰρήνῃ διελθεῖν τοὺς πόδας αὐτοῦ, τὴν δικαιοσύνην ἀπὸ γενεῶν καλέσας ἀρχαίων, δι' ἧς ἐπ' ἐσχάτων ῥυσάμενος ἡμᾶς ἀπὸ τῆς φθορᾶς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας, ἐδικαίωσε διὰ πίστεως φωτίσας ἐσκοτισμένους διὰ προφήτου λέγων·" Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα μου ἥλιος δικαιοσύνης." Αὐτὸς οὖν ἐκάλεσεν αὐτὴν ἐμφανισθῆναι τοῖς ἐπὶ γῆς, τοῦτ' ἔστιν ἐλθεῖν παρεσκεύασε, ὡς καὶ πορεύεσθαι κατὰ πόδα τοῦ κεκληκότος. Κατ' ἴχνος γὰρ ἐβάδιζε τοῦ Θεοῦ καὶ Πατέρος, τὰ ἐκείνου ἔργα πληρῶν, ἐν ἰδίᾳ τε τοῦτον φύσει δεικνύς. Ἦν γὰρ ἴσος αὐτῷ. Διό φησιν·" Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατέρος μου, μὴ πιστεύετέ μοι," καὶ τὰ ἑξῆς. Τῇ αὐτοῦ δὲ θελήσει ἀκολουθῶν, μᾶλλον δὲ θέλησις ὢν τοῦ Πατέρος, ἔλεγεν Ἰουδαίοις·" Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα." Καί·" Ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με," ὅπερ ἐστὶ κατὰ πόδα χωρεῖν τοῦ Πατέρος, ὅθεν ἔλεγεν·" Ἐγὼ ἐν τῷ Πατέρι, καὶ ὁ Πατὴρ ἐν ἐμοί." Καί·" Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." Δι' ὧν ἁπάντων, τοὺς ἐξ ἀρχῆς καταδυναστευθέντας ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου τῆς τυραννίδος ἀπήλλαξεν· οὓς εἴποις ἂν βασιλέας ἐξεστηκότας ἐπὶ τῇ τοσαύτῃ τοῦ βίου μεταβολῇ, τὴν πτῶσιν ὁρῶντας τὴν ἑαυτῶν, καὶ ὡς φρυγάνοις ἴσοι γεγόνασιν, καὶ πᾶς αὐτῶν κακουργίας ἠσθένησε τρόπος, Χριστοῦ τὰ σκεύη αὐτῶν διαρπάσαντος." Οὐ γὰρ ὠφελήσει, φησὶν, ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν." Τῶν οὖν ἐχθρῶν δεδιωγμένων, ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ γέγονεν ἐν εἰρήνῃ. Γέγονε γὰρ οὐδὲν ἐμποδὼν οἰκονομοῦντι τὰ καθ' ἡμᾶς. Ἐγὼ τοίνυν, φησὶν, ὁ ἐν ἐσχάτῳ καταδείξας καιρῷ τὴν δικαιοσύνην, κεκληκὼς δὲ αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Τὸ γὰρ Χριστοῦ μυστήριον ἀπὸ κόσμου προέγνω καταβολῆς, καὶ πῶς δέοι τὴν Ἀδὰμ γενέσθαι διόρθωσιν. Καὶ οὐ θαυμαστὸν, ὅπου καὶ τῶν σωζομένων τὴν διὰ πίστεως προέγνωκε κλῆσιν." Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν." Οὐκοῦν πολλῷ μᾶλλον ὁ σώσων προέγνωστο. Τινὲς δὲ οὕτως εἰρήκασιν· Αὐτὸς γάρ ἐστιν ὁ καὶ Κῦρον ἐνισχύσας, κατὰ πάντων ἐθνῶν, ὃν καὶ δικαιοσύνην ἐνταῦθα καλεῖ, ἐλευθερώσαντα μὲν τὸν Ἰσραὴλ, ἐκ δὲ τῆς περὶ αὐ

Intertext edge

Open linked passage

Note