Commentarii in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
2349.1
τοῦ προῤῥήσεως κατειληφότα τὴν δύναμιν τοῦ Θεοῦ. Καὶ ὡς βουλήσει [Θεοῦ] τὸ κατὰ τῶν ἐθνῶν ἀνεδήσατο κράτος ἴσα φρυγάνοις ἁλόντων, καὶ τὴν πρὸς αὐτὸν ἄγειν ἀναγκασθέντων εἰρήνην. Εἴρηται μὲν οὖν ὁ Κῦρος δικαιοσύνη διὰ ταῦτα, καὶ ὅτι δικαίως αὐτὸν ἐπήγειρε Βαβυλῶνι. Ὁ δὲ καλῶν τοῦδε συμπεράσματος τῆς δικαιοσύνης ἐν τῷ Κύρῳ μὴ ἱσταμένου ἐπὶ τὴν αὐτοδικαιοσύνην Χριστὸν ὁ λόγος ἀνάγεται, ὡς καὶ οἱ πονηροὶ βασιλεῖς ἐν τῇ Γραφῇ ἐπὶ τὸν ἀρχέκακον ἀνάγονται δαίμονα, τῆς ἀκράτου κακίας ἐν ἀνθρώπῳ μὴ χωρουμένης. Περὶ δὲ τῶν μελλόντων, ὡς γεγονότων φησί· Τίς ἐνήργησε καὶ ἐποίησε ταῦτα; δεικνὺς ὡς ἅπερ ὥρισε γενέσθαι Θεὸς, οὕτως ἔσται, ὡς ἤδη γενόμενα· οὐδὲν γὰρ αὐτῶν διαπεσεῖται μὴ πρὸς ἔργον ἀχθέν. Τὸ δὲ πρὸ πάντων εἶναι ἄναρχόν τε καὶ ἀτελεύτητον ὄντα δεικνὺς, Ἐγὼ Θεὸς πρῶτος, φησὶ, καὶ μετὰ ταῦτα. Αὐτὸς γὰρ ὁ καὶ τοῖς ἐξ ἀρχῆς θεοφιλέσι γνωσθεὶς, καὶ ὁμ [ὁ μετὰ τὸν] πρότερον λαὸν τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ πεπιστευμένος. Ὅθεν ἐπήνεγκεν· Ἴδοσαν ἔθνη, καὶ ἐφοβήθησαν. Ἢ ὅτι οὕτω διέθηκα τὸν Ἀσσύριον, ἐπαναστήσας αὐτῷ Κῦρον, ὡς ἀνόνητα γενέσθαι βοηθεῖν ἐκείνῳ βουλόμενα, καὶ τῆς τῶν εἰδώλων ἀσθενείας καταβοᾷν, τοῦ Θεοῦ τὸ κράτος θαυμάζοντα· ἢ ὅτι τῆς προτέρας ἀβλεψίας παυσάμενα, ἔγνωσαν τὸν εἰρηκότα· Ἐγὼ Θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα. Καὶ ἰδόντα ἐφοβήθησαν ἐν ἀρχῇ γενόμενα σοφίας." Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου." Καὶ μέχρι τῶν περάτων τῆς γῆς, καὶ τῶν βαρβαρωτάτων διῆλθε τὸ κήρυγμα, καὶ τῆς θεογνωσίας ὁ φόβος κατὰ τό· Ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα. Ἀλλ' ἐκεῖ μὲν ἐκελεύοντο ἀπαντᾷν καὶ λαλεῖν, δηλονότι δοξάζειν Θεόν· ἐνταῦθα δὲ, Ἤγγισαν, καὶ ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι. Σώζειν γὰρ οἱ θεοφιλεῖς μεθ' ἑαυτῶν καὶ τοὺς πλησίον ἐπείγονται, ἀγάπης αὐτοὺς νόμῳ τῆς ἀπιστίας ἐξέλκοντες, λέγοντες ὡς Καὶ ἡμεῖς ποτε ἦμεν τέκνα ὀργῆς, εἰδωλολατρείᾳ προσκείμενοι, νῦν δὲ τὸν ὄντως ἐγνωκότες Θεὸν διεσώθημεν, τῆς τῶν εἰδώλων ἀσθενείας κατεγνωκότες δεομένων τοῦ πρὸς στάσιν στηρίζοντος, ὅπερ οὐκ ἔχουσιν οἴκοθεν· ἀλλ' οὐδὲ σταθέντα κινεῖσθαι δυνήσεται. Καὶ πῶς ἔτι ταῦτα θεοί; Ταῦτα δὲ ἦν ἅπερ ἔλεγεν ἄνω· Λαλησάτωσαν ἅμα, μετὰ τὸ ἐγγίσαι, μηκέτι διὰ τὴν ἁμαρτίαν ὄντες μακρὰν, οἰκειότητα δὲ λαβόντες πνευματικά. Γευσάμενοι γὰρ συνῆκαν ὅτι Χριστὸς ὁ Κύριος, καὶ τὸ κάλλος τῆς ἀληθείας ἰδόντες, οὐχ ἑαυτοῖς καὶ μόνοις ἐτήρησαν διδάσκοντες ἑτέρους, ὡς ἴσχυσε τέκτων ἀνὴρ καὶ χαλκεύς. Πῶς δὲ ἴσχυσαν; Ὁ 2352 μὲν συνθεὶς καὶ διαγλύψας εἴδωλον τέχνῃ τεκτονικῇ, ὁ δὲ ποιήσας ἀνδριάντα σφυρήλατον, ἀπεκόμισαν τοὺς ἠπατημένους εἰς ἀδόκιμον νοῦν, ποιήσαντες τῶν ἰδίων ἔργων προσκυνητὰς τοὺς κατ' εἰκόνα γεγονότας Θεοῦ, ἐπαινοῦντες τὸ ἔργον, καὶ σύμβλημα καλοῦντες καλὸν, ὡς καλῶς ἐκ τῶν ἰδίων ἡρμοσμένον μερῶν. Τῆς δὲ πάσης ῥήσεως τὰ πρῶτά τινες οὕτως ἑρμήνευσαν· Περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως αὐταρκῶς εἰπὼν, ἐπὶ τοὺς ἐξ Ἰσραὴλ μεταβέβηκεν. Προσκοψάντων γὰρ αὐτῶν τῷ λίθῳ τοῦ προσκόμματος, καὶ τῆς σωτηρίας γεγονότων μακρὰν, μετὰ τῆς κατὰ νόμον σκιᾶς, ἀντεισήχθη μὲν ἡ διὰ πίστεως χάρις. Διεγόγγυζον δὲ λέγοντες· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ· τοῦτ' ἔστιν, οὐκέτι τῇ κατὰ νόμον προσέχει λατρείᾳ. Ἀφεῖλε δέ μου τὴν κρίσιν, καὶ ἀπέστη· τοῦτ' ἔστιν, ἔπαυσε τὸν νόμον. Καὶ Δαβὶδ γάρ φησι·" Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας," δηλονότι σὺ τὸν διὰ Μωσέως νόμον διώρισας. Καὶ Μωσῆς δέ φησι·" Καὶ ἔδωκεν αὐτῷ δικαιώματα νόμου." Πάλαι σκοπὸς δὲ αὐτῶν ὧν εἶχε σκιῶν, ἐν αἷς προετυποῦτο Χριστὸς, ὡς αὐτός φησιν·" Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί." Καὶ προφητῶν δὲ λόγοι τὸ μέλλον Χριστοῦ μυστήριον προκατήγγειλαν, εἰς ὃ καταντᾷν ἤμελλεν ἡ τοῦ νόμου Μωσέως οἰκονομία. Πλὴν, ὡς μὴ ἀκηκοότων ἐρῶ, ὡς Ὁ Θεὸς οὐ πεινάσει. Μὴ δεομένῳ γάρ μοι τὰς κατὰ νόμον προσῆγες λατρείας συμφώνως τῷ·" Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι;" Πῶς γὰρ ἐνδεὴς ἐγὼ τούτων, αἰώνιος ὑπάρχων καὶ ἄφθαρτος; ἢ πάθος ἀνθρώπινον πείσομαι; Ἀλλὰ λογίζῃ, φησὶν, ὡς Εἰ κρείττω τὰ νέα τῶν πάλαι, τί ὅλως ἔδει τῆς πρώτης νομοθεσίας; μὴ τότε δὲ κηρυχθῆναι τὰ νῦν; ἀγνοεῖς γὰρ Θεοῦ σοφίας οἰκονομίαν, ἣν μαθὼν ὁ Παῦλός φησιν, ὅτι Νόμος παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καὶ πάλιν· Συνέκλεισε γὰρ ἡ Γραφὴ τοὺς πάντας ὑφ' ἁμαρτίαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. Ἔλεγχος ἄρα τῆς ἀνθρώπων ἀσθενείας ὁ νόμος, οὐ δικαιῶν, ἀλλὰ κατακρίνων, οὓς ὁ Χριστὸς ἐδικαίωσε χάριτι. Αὐτὸς γὰρ ὁ καὶ πρὸς τῷ μὴ πεινᾷν, τοῖς πεινῶσι τὴν δικαιοσύνην ἰσχὺν διδοὺς τὴν πνευματικὴν, ὁ καὶ τοὺς ἀναισθήτους εἰς συναίσθησιν ἄγων ὀδυνηρὰν, ἐφ' οἷς ἁμαρτηκότες τίσουσι δίκας. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἤγουν λύπην διδοὺς τὴν ἐκ τῆς ἁλώσεως τοῖς εἰποῦσι· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Οἱ καὶ τῆς πνευματικῆς ἐστερημένοι τροφῆς ἀσθενοῦσι, καί τοι πρότερον ἐῤῥωμένοι τυγχάνοντες, ὅτε τὰ ἔθνη τοῖς διαβολικοῖς ἐξ ἀσθενείας ὑποπεπτώκει ποσὶν, καὶ ταῖς ἐντολαῖς ταῖς κατὰ νόμον τρεφόμενοι, τῆς δὲ χάριτος ἐλθούσης τοῖς ἔθνεσιν, αὐτοὶ μετέστησαν εἰς λιμὸν, ὃν ἐπεσπάσαντο ἑαυτοῖς, οὐ λιμὸν ἄρτου, οὐδὲ 2353 δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ᾧ μηκέτι τραφέντες ἠσθένησαν, λέγοντι·" Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς," καὶ τὰ ἑξῆς. Οὗ φαγόντα τὰ ἔθνη οὐκέτι πεινᾷ. Φησὶ γὰρ καὶ Σολομῶν· Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. Ὑπέμεινε γὰρ αὐτὰ τὸν Θεὸν τὴν ἐκ πλάνης ἀσθένειαν εἰς ἰσχὺν πνευματικὴν ἀλλαξάμενα, κρείττω τε γεγονότα τῶν σαρκικῶν ἡδονῶν, Χριστοῦ κατισχύοντος, ὡς ἐρεῖν ψάλλοντα·" Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος." ηκʹ. 9Σὺ δὲ, Ἰσραὴλ, παῖς μου Ἰακὼβ, καὶ ὃν ἐξελεξάμην σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ' ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ9, κ. τ. λ. Ἀνωτέρω μὲν τῷ Ἰακὼβ ὁ Θεὸς ἐμέμφετο καὶ τῷ Ἰσραὴλ, λέγουσιν, Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ· νῦν δὲ ἐν ἐπαίνῳ παῖδα καλεῖ τὸν Ἰσραὴλ καὶ τὸν Ἰακὼβ ἐκλελεγμένον, σαφῶς τοῦ λόγου δύο τμήματα τοῦ ἐκ περιτομῆς παριστῶντος λαοῦ, τὸ μὲν ἐκπεσὸν, διὰ τὴν ἀπιστίαν· τὸ δὲ σωθὲν διὰ πίστεως ἀποστόλων τε καὶ τῶν σὺν αὐτοῖς ἐκλογῆς ἠξιωμένων, κατὰ τὸν θεῖον Ἀπόστολον λέγοντα·" Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε." Καὶ τὸ Εὐαγγέλιον δέ φησι·" Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς." Πολλῶν δὲ ὄντων κλητῶν καὶ ἐκ τοῦ προτέρου λαοῦ, ὀλίγοι ἦσαν οἱ ἐκλεκτοί. Πρὸς οὓς ὁ λόγος τὰς προκειμένας ἐπαγγελίας ποιεῖται, μετὰ τὴν προδηλωθεῖσαν τῶν ἐθνῶν κλῆσιν ἐν τῷ· Τίς ἐξῆρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἣν ἔφη δώσειν ἐναντίον ἐθνῶν; Καὶ πάλιν· Ἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, οἱ λοιποὶ δὲ ἐξέδωκαν· Σὺ δὲ, Ἰσραὴλ, δοῦλέ μου. Δοῦλον δὲ ποῶτον ὠνόμασεν, εἶτα ἐκλεκτόν. Ὡς ἐν ἀρχαῖς μὲν, φόβῳ δουλείας ὑπὸ τὸν νόμον παιδαγωγηθέντα, εἶτα διὰ προκοπῆς ἐκλεγέντα διὰ τῆς κλήσεως, τάγμα δὲ παρὰ τούτους ἕτερον, τὸ σπέρμα λεγόμενον Ἀβραὰμ, τὸ πλῆθος τῶν Ἰουδαίων δηλοῦν, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ·" Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε," ἑτέρους ὅντας παρὰ τὰ τέκνα τοῦ Ἀβραὰμ, περὶ ὧν ἕλεγεν·" Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε." Ἀβραὰμ μὲν οὖν ἀγαπητὸς ἦν τοῦ Θεοῦ. Οὐχ ὁμοίως δὲ τὸ σπέρμα ἠγαπῆσθαί φησι. Πλὴν καὶ τούτους ἐκάλει διὰ τῶν ἐκλεκτῶν, Πορεύεσθε, λέξας, πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ ἐπειδὴ διεσπαρμένοι ἦσαν εἰς πᾶσαν τὴν γῆν, ἐπήνεγκεν· Οὗ ἀντελαβόμην ἀπ' ἄκρου τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς, ἢ τῶν ἀγκώνων κατὰ Σύμμαχον, ἐκάλεσά σε. Αὐτοὺς γὰρ πρώτους ἐκάλεσεν, ὡς ὁ Παῦλος αὐτοῖς ἔφασκεν·" Ὑμῖν ἔδει πρώτοις τὸν λόγον κηρυχθῆναι. Ἐπεὶ δὲ ἀποστρέφεσθε, πορευόμεθα ἐς τὰ ἔθνη." Τῶν οὖν ἐξ αὐτῶν πεπιστευκότων ἀντειλῆφθαί φησιν. 2356 Τινὲς δὲ λέγουσιν, ὡς μυσταγωγήσας τοὺς ἐξ ἐθνῶν, παραθαῤῥύνει τοὺς ἀποστόλους, δι' ὧν ἤμελλε τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον· καὶ τῆς τῶν πατέρων αὐτοὺς ὑπέμνησεν ἀρετῆς, ἐξ ἧπερ ἠγαπῶντο παρὰ Θεοῦ. Ἀγαπητοὺς δὲ καὶ ἐκλελεγμένους τοὺς πατέρας καλῶν, ὡς ἐκ ῥίζης ὄντας τοὺς ἐξ αὐτῶν εὐγενοῦς ζηλῶσαι τοὺς πατέρας παρακαλεῖ, καὶ τὴν ἐκείνων εὐσέβειαν· λέγων, ὡς τοῦ Ἀβραὰμ ἀντελάβετο, καλέσας τοῦτον ἐξ ἄκρου τῆς γῆς, εἰπών·" Ἔξελθε ἀπὸ τῆς γῆς σου, καὶ ἀπὸ τῆς συγγενείας σου." Σκοπιῶν δέ φησιν, ἐπειδήπερ ὀρεινὴν εἶναι τὴν Χαλδαίαν ἱστόρηται, δι' ὧν ἐν ἄκρῳ τῆς εἰδωλολατρείας εἶναι τὸν Ἀβραὰμ ἐσημαίνετο. Εἶτά φησιν ὡς περὶ παντὸς Ἰσραὴλ, ὅτι Εἶπά σοι· Παῖς μου εἶ. Πρωτότοκος γὰρ ὠνόμασται. Γεγονότα τε τοῦτον ἀπόλεκτον οὐκ ἐγκατέλιπεν ὁ Θεός. Πρὸς ὅν φησι· Μὴ φοβοῦ, μηδὲ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε. Διδάξας αὐτὸν διὰ τοῦ νόμου, ὅτι καὶ Θεὸς εἷς ἐστι, καὶ Κύριος εἷς, καὶ αὐτῷ χρὴ μόνῳ λατρεύειν, διὰ τῆς ἰδίας δεξιᾶς τοῦ Μονογενοῦς κληρονόμον ποιήσας ἐθνῶν ἡττημένων. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, τοῦ σπέρματος Ἀβραὰμ μνημονεύσας, ἐπὶ τὴν τοῦ ἀποστολικοῦ χοροῦ πάλιν ἀνέδραμεν ἐκλογὴν, παῖς μου λέγων, κατὰ δὲ τοὺς λοιποὺς, δοῦλε, ἐφ' ᾧ καὶ Παῦλος μέγα φρονῶν, δοῦλον ἑαυτὸν, ὡς ἀπό τινος ἐκάλεσεν ἀξιώματος. Καὶ προϊὼν γὰρ ὁ προφήτης ἐρεῖ·" Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου." Κἀνταῦθα δὲ πάλιν τῆς ἐκλογῆς τὴν δουλείαν προέταξεν. Παραθαῤῥύνων δὲ τὴν ἐκλογὴν πρὸς τὸ πᾶσι τὸ Εὐαγγέλιον κηρύξαι τοῖς ἔθνεσιν· Μὴ φοβοῦ, φησί· μετὰ σοῦ γάρ εἰμι. Κατὰ τό·" Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Ἀλλὰ μηδὲ πλανῶ, φησὶν, νομίσας ἰδίᾳ δυνάμει πρὸς τοσοῦτον ἐξαρκέσαι τὸ κήρυγμα. Τί γὰρ ἂν ἔπραξας, μὴ παρόντος ἐμοῦ, καὶ πρὸς ταλαιπωρίας καρτερίαν ἐμβάλλοντος; ἐγώ σε γὰρ ἐφρούρουν, πρὸς τὸ μηδὲν ἐμποδῶν σοι γενέσθαι κηρύττοντι. Τῶν οὖν ἀνθισταμένων μηδένα πεποίησο λόγον. Ἔσονται γὰρ εἰς οὐδὲν, οἱ πρὸς ὀλίγον ἐν τῷ διώκειν εἶναί τι δόξαντες, ὧν τὸ τέλος ἀπώλεια. Κατὰ τό·" Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν."" Οἱ γὰρ φρονοῦντες, φησὶ, τὰ ὑψηλὰ, δεινὴν καὶ ἀδόκητον ὑπομένουσι συντριβήν." Καὶ πάλιν·" Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν" Τὸ δὲ, Ἐγὼ ἐβοήθησά σοι, μὴ φοβοῦ, σκώληξ Ἰακὼβ, οὐ κεῖται παρὰ τοῖς Ἑβδομήκοντα. Σκώληκα δὲ προσηγόρευσεν ὃν προλαβὼν ἐκάλεσεν ἐκλεκτὸν, διὰ τὸ σκώληκος δίκην τῶν ἀπίστων τὰς πόλεις ὑποδυόμενον τὴν δεισιδαίμονα πλάνην ἐξ αὐτοῦ βάθους τῆς τῶν ἀνθρώπων ἐξαφανίζειν ψυχῆς, καὶ ὅτι περ εὐτελὲς καὶ ἰδιωτικὸν τῶν ἀποστόλων ὑπάρχει τὸ κήρυγμα. Οὕτω γ' οὖν καὶ αὐτὸς ἐν ψαλμῷ φησιν ὁ Σωτήρ·" Ἐγὼ δέ 2357 εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος." Ὀλιγοστὸν δὲ καλεῖ τὸν Ἰσραὴλ διὰ τὸ τῶν μαθητῶν εὐαρίθμητον." Δώδεκα γὰρ ἦσαν, οἱ δὲ μετ' αὐτοὺς, ἑβδομήκοντα." Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, ἀριθμὸς Ἰσραήλ. Ὁ δὲ Ἀκύλας, τεθνεῶτες Ἰσραήλ. Ὁ δε Θεοδοτίων, νεκροί· τῷ ἀποστολικῷ συμφώνως·" Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός." Καί·" Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν." Ἀλλὰ καίπερ σκώληξ ὢν, νεκρός τε καὶ ὀλιγοστὸς, μὴ φοβοῦ, διὰ τὴν ἐξ ἐμοῦ συμμαχίαν, δι' ἧς ἀλοήσεις τῶν ἀπίστων ἐθνῶν τὴν ἀσέβειαν, ὄρη καὶ βουνοὺς λέγων τὰς ἀντικειμένας δυνάμεις, ὡς ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, τῶν ὑποβεβηκότων πνευμάτων λεγομένων βουνῶν· ὧν ἀπολομένων εὐφρανθήσῃ σὺ ἐν Κυρίῳ. Δέδωκε γὰρ ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὀφέων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἴποις δ' ἂν ὄρη καὶ βουνοὺς καὶ τοὺς ἐν δυναστείαις κοσμικαῖς τοῖς ἀποστόλοις ἐπαναστάντας. Ἀλλὰ καὶ τούτων καθῃρημένων, σὺ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραὴλ, ἐντρυφῶν ὅτ' ἂν ἴδῃς πολλοὺς γεγονότας ἁγίους, καὶ ἐν υἱοῖς Ἰσραὴλ τεταγμένους." Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ." Τοιοῦτον παρὰ τῷ Ἀποστόλῳ τὸ," Χαρὰ καὶ στέφανός μου." Ταῦτα περὶ τῶν ἀποστόλων ὁ προφητικὸς λόγος εἰπὼν, ἐξ ἑτέρας ἀρχῆς περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς λέγει· Ἀγαλλιάσονται οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς. Ὠβέλισται δὲ τὸ ἀγαλλιάσονται· παρὰ γὰρ τοῖς λοιποῖς εἴρηται· Οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς ζητήσουσιν ὕδωρ, καὶ οὐκ ἔσται. Ἀλλὰ ταῦτα πάλαι πεπόνθασι. Νῦν δὲ, Οὐκ ἐγκαταλείψω αὐτοὺς, ἀλλ' ἀνάξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ τὰ ἑξῆς. Αἱ γὰρ πάλαι ψυχαὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐνδεεῖς, ὡς τὴν γλῶσσαν αὐτῶν, καὶ τὸν λόγον ἐξηράνθαι τὸν δι' αὐτῆς προφερόμενον, ῥανίδα πόματος οὐκ ἔχοντα ζωτικοῦ, αὗται παρ' ἐλπίδας σωτήρια πίνουσι διὰ τῆς χάριτος νάματα, κατὰ τὸ προῤῥηθέν·" Καὶ πίονται ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου." Καὶ μὴν, καὶ ἀπὸ πηγῶν Ἰσραὴλ, κατὰ τὸ ἐν Ψαλμοῖς·" Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ." Τοῦτο δέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ πηγάζον ἐν ἐκκλησίαις ὕδατα ζωτικὰ, ἐκ τῆς Γραφῆς τῆς τε Παλαιᾶς, καὶ Καινῆς· ἕνθα καὶ ποταμοὶ ἅνδρες ἅγιοι τὴν πρὶν ἔρημον κατακλύζουσιν ἀπὸ τοῦ μεγάλου ῥέοντες ποταμοῦ, οὗ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, δι' ὃν εἴρηται·" Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων." Ἔστι γὰρ ἰδεῖν τὴν ἄνυδρον πάλαι τὴν Ἐκκλησίαν, τὴν ἔρημον Θεοῦ καὶ παντὸς ἀγαθοῦ, νῦν ἐκ τοσούτων ὑδάτων ψυχὰς ἔχουσαν εὐθαλεῖς καὶ ὑπερυψουμένας τῆς γῆς, κατὰ τὰ φυτὰ τὰ ἐν ὑδάτων 2360 μόνον πλήθει συνεστηκότα. Τούτων γὰρ μέμνηται. Περὶ τούτου καὶ ὁ Σωτὴρ τοῦ ὕδατος ἔλεγεν·" Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ἐμοῦ ὕδατος," καὶ τὰ ἑξῆς. Καὶ πάλιν·" Ὁ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, ὅπερ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτὸν, τὸ εὐθαλές τε καὶ ὑψηλὸν, ἄσηπτόν τε καὶ εὐῶδες τοῖς πεπιστευκόσι χαριζομένου. Ἐλαία μὲν οὖν, καὶ φοῖνιξ, καὶ ἄμπελος ἐν τῇ Γραφῇ τοὺς καρποὺς τῆς Ἐκκλησίας σημαίνουσι. Τὰ δὲ νῦν λεχθέντα, τὸ εὐθαλὲς, καὶ διῃρημένον, νεαρόν τε καὶ ἀκμαῖον τῶν ἐν αὐτῇ προσκοπτόντων, ὅπερ ἐν ἐρήμῳ γενέσθαι παράδοξον. Διό φησι, Χεὶρ Κυρίου ἐποίησε ταῦτα, ὥστε τοὺς ἐπὶ γῆς ἐῤῥιζωμένους, ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ πρὸς ὕψος ἀνατρέχειν οὐράνιον, τῆς βασιλείας τῶν οὐρανῶν τὰς ἑαυτῶν ἀναρτῶντας ἐλπίδας. Οὕτω θαυμαστὴν ὁ Θεὸς ἐν ἔθνεσιν ἐποίει μεταβολήν. Ὑδραγωγοὺς δὲ τοὺς τῆς Ἐκκλησίας διδασκάλους ἐκάλεσεν, οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν, τὸν τῆς θεοπνεύστου Γραφῆς εἰς νοῦν εἰσοικησάμενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν παραπέμπουσιν, ὡς ἂν ἔχοιεν διὰ μὲν πολιτείας, τὸ εὔοσμον· διὰ δὲ τῆς ἀποχῆς τῶν κοσμικῶν ἡδονῶν, τὸ μὴ φθείρεσθαι· διὰ δὲ τῆς εὐσταθοῦς καὶ βεβαίας ἐν ἅπασιν ἕξεως, τὸ ἐῤῥιζῶσθαι, καὶ φέρειν τῶν πνευμάτων τὰς προσβολάς. Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος. Καὶ δεῖ τοῦτον αἴτιον ἡγεῖσθαι, καὶ μὴ ταῦτα νομίζειν αὐτόματα. Τινὲς δὲ περὶ τῆς πάσης ἔφασαν ῥήσεως, ὡς ὑπομιμνήσκει Θεὸς τὸν κατὰ προκοπὴν Ἰσραὴλ οἵαν ἀεὶ πρὸς αὐτὸν τὴν σχέσιν ἐκτήσατο, τοῦτον ἀνάψας τῷ παντὶ κόσμῳ καθάπερ δᾷδα θεογνωσίας· Ἀβραὰμ μὲν καλέσας ἀπ' ἄκρου τῆς γῆς, ἐξ Αἰγύπτου δὲ τούτους ἑτέρου ἐξελόμενος ἄκρου καὶ ἐν πᾶσι λογισάμενος. Τοσούτων οὖν γεγονὼς ἐν πείρᾳ θαυμάτων, θάῤῥει· κἂν πολλά σε ἔθνη περικυκλοῖ, μὴ πλανῶ. Ἐγὼ γὰρ ὁ τοὺς σοὺς ἐχθροὺς μετελθὼν, κἂν ἕτεροι φανεῖεν, εἰς οὐδὲν λογισθήσονται. Ἀλλ' ἴσως δειλιᾶς, τὴν σὴν ὀλιγότητα βλέπων καὶ τῶν κυκλούντων τὸ πλῆθος. Ἀλλὰ τὴν ἐμὴν σκόπει βοήθειαν, δι' ἧς κατακόψετε τοὺς καθ' ὑμῶν ἐπαρθέντας, ὡς ὄρεσι καὶ βουνοῖς ἀπεικάζεσθαι. Ὅπερ ἐπὶ τῶν ρπεʹ χιλιάδων τῶν Ἀσσυρίων ἐγένετο, μηδὲ πολεμήσαντος Ἰσραήλ. Τὰ δὲ τοὺς ἐχθροὺς αὐτῶν καταληψόμενα πάθη δηλοῖ τό· Ζητήσουσιν ὕδωρ, καὶ οὐχ εὑρήσουσι. Τὰ δὲ περὶ τῶν ποταμῶν καὶ ἐπὶ τῆς ἱστορίας γεγονέναι φασὶν, ὡς καὶ πέτρας ἀκροτόμους ἐκραγῆναι πρὸς ὕδατα· καὶ αὖθις ποταμοὺς ἐκλιπεῖν, ὡς τὸν Ἰορδάνην τοῦ λαοῦ διαβαίνοντος. Ὃ καὶ ἡ θάλασσα παθοῦσα, πρὸς ἀναίρεσιν αὖθις τῶν Αἰγυπτίων ἐχέετο· οἳ καὶ ἐξεβράσσοντο, οὐκ εἰς ἄμφω τῆς θαλάσσης τὰ μέρη, ἀλλ' ἔνθα ἦν Ἰσραήλ· ὡς ἂν ὁρῶντες θαῤῥήσωσι 2361 λέγοντες· Οὗτός μου Θεὸς ὁ πρότερον ἀπιστούμενος. κα κθʹ. 9Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός. Ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. Ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσώμεθα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα9, κ. τ. λ. Εἰπὼν τῆς πρὶν ἐρήμου τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν, ἐφ' ἕτερον μεταβαίνει τάγμα, ὃ τῇ τῶν εἰδώλων ἐγκατέμεινε πλάνῃ, μὴ ἐπιστῆσαν ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα. Οὐδὲν οὖν ὑμῖν ἢ κατάκρισις λείπεται, τῆς τοσαύτης ἀναισθητήσασι χάριτος. Διὸ ἐπιλέγει· Ἤγγισαν αἱ βουλαὶ ὑμῶν. Ἀνθ' οὖ Σύμμαχος· Ἐγγίσατε, φησὶ, τὰ ἰσχυρὰ ὑμῶν. Ὁ δὲ Θεοδοτίων· Τὰ κραταιώματα. Ὁ δὲ Ἀκύλας· Ὀστεώσεις· τοῦτ' ἔστι, τοὺς θεοὺς ὑμῶν εἰς τὸ μέσον ἀγάγετε. Οὕτως ἑρμήνευσαν..... ΚΕΦΑΛ. ΜΒʹ. αθʹ. 9Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ. Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτὸν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐ δὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ9, κ. τ. λ.... προεπήγγελται λέγων· Ἀρχὴν Σιὼν δώσω. Καὶ ποία τις αὕτη, σαφῶς ἐπενήνοχεν. Λέγεται γὰρ ἐπὶ τὴν Ἐκκλησίαν εἰς ἀρχὴν δεδόσθαι, καθὸ γέγονεν ἄνθρωπος, τὸ κατὰ πάντων κράτος λαχών. Διὸ καὶ Ἰακὼβ αὐτὸν, ὡς ἐξ αἵματος Ἰσραὴλ τὸκατὰ σάρκα γεγονότα καλεῖ. Ἀντιλήψομαι δὲ, φησὶν, αὐτοῦ. Συνειργάζετο γὰρ ὁ Πατὴρ αὐτῷ, ὡς διὰ δυνάμεως ἰδίας μεγαλουργῶν. Ἔστι δὲ καὶ ἀπόλεκτος, ὅτι καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ παράδεκτος, ὡς ἠγαπημένος. Εὐδόκησε γὰρ ὁ Πατὴρ ἐν αὐτῷ λέγων·" Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα." Χρισθεὶς δὲ, κατὰ τὸ ἀνθρώπινον, μετεσχηκέναι τοῦ ἁγίου Πνεύματος λέγεται, καίτοι τὸ Πνεῦμα διδοὺς, καὶ ἁγιάζων τὴν κτίσιν. Βαπτισθέντι γὰρ τὸ Πνεῦμα, φησὶν, ἐπεφοίτησεν. Ἐχρίσθη δὲ κρίσιν ἐξοῖσαι τοῖς ἔθνεσιν, ὅ ἐστι δικαιοκρισίαν. Δεδικαίωκε γὰρ αὐτὰ κατακρίνας τὸν πλεονεκτήσαντα Σατανᾶν, λέγων·" Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Εἶτα, ἐπειδήπερ ἡσύχως, καὶ πράως τὸν ἀνθρώπινον διώδευσε βίον, ἐν ὑφέσει πολλῇ, μηδὲ τοῖς θραπευομένοις φανεροῦν ἐπιτρέπων αὐτὸν, Οὐκ ἀνήσει, φησὶν, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Οὐδαμοῦ γὰρ ἔξω τῆς Ἰουδαίας καὶ Γαλιλαίας διέτριψεν. Ἦλθε 2364 δὲ καὶ μέχρι τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, καὶ τῆς Φιλίππου Καισαρείας. Ἀλλ' οὐκ αὐτῶν ἐπέβη τῶν ἀλλοφύλων πόλεων. Οὕτω δὲ, φησὶν, ἀψοφητὶ διελεύσεται, ὡς μηδὲ λυπῆσαι τὸν ἀσθενέστατον, καὶ διὰ τοῦτο καλάμῳ, καὶ τούτῳ τεθλασμένῳ παρεικαζόμενον. Ἀλλ' οὐδὲ λίνον κατασβέσει καπνιζόμενον. Τοῦτο γὰρ τὸ τυφόμενον, ὅπερ ἄμαυρον ἐξέδωκαν οἱ λοιποί. Δηλοῦν δὲ τὸ λίνον φασὶ τὸ τυφόμενον, τὸν εἰκῆ φυσιούμενον ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ. Οὐ ταπεινὸν γὰρ ἐλύπησεν, οὐ μετῆλθεν ὑπερήφανον, πρὸς πάντας ὢν πρᾶος, καὶ ταπεινὸς τῇ καρδίᾳ. Τινὲς δὲ λίνον τυφόμενον, τὸν γήϊνον ἔφασαν ἄνθρωπον, τὸν ἀρετῆς ἢ θεοσεβείας σπινθῆρα βραχὺν διασώζοντα. Τοῦτον γὰρ παρακαλῶν, οὐκ ἐᾷ χωρεῖν εἰς ἀπόγνωσιν, τὰς ἑβδομηκοντάκις ἑπτὰ μετανοίας νομοθετῶν· σὺν παῤῥησίᾳ δὲ πᾶσι τὰ περὶ τῆς τοῦ Θεοῦ διεστέλλετο κρίσεως. Καὶ οὐ πρότερον ἐπαύσατο, ἢ φωτὸς δίκην ἐκλάμψαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἣν αἰνιττόμενος, φησίν· Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται. Θραῦσαι μὲν γὰρ αὐτὸν καὶ ἀποσβέσαι πεπείρανται οἱ τὸν θάνατον αὐτῷ κατασκευάσαντες. Θανάτῳ γὰρ ἄνθρωποι θραύονται. Μόνος δὲ Χριστὸς θανάτου κρείττων ἐγένετο. Ἐλλάμψας δὲ οὐκ ἐπαύσατο, ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν, τοῦτ' ἔστι, πρὶν ἐπὶ γῆς διατάξασθαι τὴν περὶ τῆς Ἐκκλησίας διοίκησίν τε καὶ κρίσιν, ἣν τοῖς αὐτοῦ παρέδωκε μαθηταῖς. Κρίσιν γὰρ ἔοικεν ἐν τούτοις τὸν νόμον καλεῖν, ὡς εἴρηται περὶ τοῦ Ἰσραὴλ, ὅτι ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσιν. Καὶ πάλιν· Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ τὸ ἐποίησας. Καί φασί τινες, ὡς τὸν νόμον ἐν σκιαῖς ὄντα καὶ τύποις, εἰς ἀλήθειαν ἐξοίσει, διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων. Τὸ δὲ, ἕως, [οὐ] καιροῦ προθεσμίαν δηλοῖ, μεθ' ἣν θραυσθήσεται, ἀλλ' ὅτι κρατήσει τοσοῦτον· ὥστε καὶ ἐν πάσῃ τῇ γῇ θεῖναι τὴν κρίσιν. Κατὰ τό·" Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θήσω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Καὶ τό·" Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Οὕτω καὶ νῦν τῶν αὐτοῦ θεσπισμάτων τὸ ἀῤῥαγὲς δηλοῖ καὶ ἀσάλευτον. Γέγραπται γάρ·" Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια." Ἤλπισέν γε μὴν τὰ ἔθνη ἐπὶ τῷ ὀνόματι αὐτοῦ, Θεὸν εἶναι μαθόντα, εἰ καὶ πέφηνεν ἐν σαρκί. Καὶ κατὰ τὸν Δαβίδ·" Ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν." Κεκλήμεθα γὰρ Χριστιανοὶ, καὶ ἐπ' αὐτῷ πᾶσαν ἔχομεν τὴν ἐλπίδα. Τὸ Ἑβραϊκὸν δὲ, καὶ οἱ λοιποὶ, ἀντὶ τοῦ ἔθνη, νῆσοι, φασίν. Καὶ ἀντὶ τοῦ, ὀνόματι, νόμῳ. Νήσους δὲ τὰς ἐκκλησίας λέγομεν ὑπὸ τῶν ἀπίστων, ὡς ὑπὸ θαλάττης κεκυκλωμένας. Νόμος δὲ τοῦ προφητευομέ 2365 νου τις παρὰ τὸν Μωσαϊκὸν ἕτερος, πλὴν τῆς καινῆς διαθήκης, περὶ ἧς Ἱερεμίας φησί·" Καὶ διαθήσομαι αὐτοῖς διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν." Ἔφη δὲ καὶ ὁ παρὼν προφήτης·" Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ." Ἐπειδὴ δὲ τῇ προκειμένῃ ῥήσει ἀθρόως ἐπέβαλεν εἰπὼν, Ἰακὼβ ὁ παῖς μου, μὴ διορίσας τὸ πρόσωπον· νῦν ἐπήγαγεν, Οὕτως λέγει Κύριος ὁ Θεὸς, ἐξ αὐτοῦ δηλῶν εἰρῆσθαι τὰ τεθεσπισμένα περὶ Χριστοῦ. Τοῦ δὲ λέγοντος ἀοράτου τυγχάνοντος, τὴν οὐσίαν αὐτοῦ, καὶ τὴν δύναμιν ἐκ μεγέθους παρίστησι κτισμάτων, κατὰ τὴν Παύλου φωνήν. Τὸν οὐρανὸν δὲ πεπῆχθαί φησιν. Ἐξ ὕδατος γὰρ συνέστη, κατὰ τὴν Μωσέως γραφὴν, οὐκ ἐκ πυρὸς, κατὰ τοὺς ἔξω σοφούς· Τὴν δὲ γῆν ἐστερεῶσθαι, διὰ τὸ μέσην οὖσαν ἀκίνητον εἶναι, ἀντὶ δὲ τοῦ, καὶ τὰ ἐν αὐτῇ· καὶ τὰ πορευόμενα ἐπ' αὐτῆς ὁ Σύμμαχος εἴρηκεν. Τίνα δὲ ταῦτα λέγει ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς; Πᾶσι γὰρ ἀνθρώποις διὰ τοῦ πρωτοπλάστου εἰς ψυχὴν ἐνεφύσησε ζῶσαν, τοῦ δὲ πνεύματος οὐ πᾶσι μετέδωκεν, ἀλλὰ τοῖς πατοῦσι τὴν γῆν, κρείττοσιν οὖσι τοῦ γεώδους φρονήματος. Εἴποις δ' ἂν καὶ πᾶν γένος δηλοῦσθαι ζώων λογικόν τε καὶ ἄλογον. Πολλῶν δὲ ψευδοπροφητῶν γεγονότων ἐν Ἰσραὴλ, συνέβαινε λοιπὸν καὶ τοὺς ἀληθεῖς ἀπιστεῖσθαι προφήτας, ὡς καὶ αὐτὸν ἀπιστηθῆναι καίτοι θαυματουργοῦντα Χριστόν. Ἐκβάλλειν γὰρ αὐτὸν ἔφασκον ἐν Βεελζεβοὺλ τὰ δαιμόνια, ἔλεγόν τε·" Εἰ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἔλυε τὸ Σάββατον." Διόπερ ἔφασκεν αὐτοῖς ὁ Σωτήρ·" Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν." Καὶ πάλιν·" Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατέρος μου." Ὅθεν αὐτῷ ἡ προφητεία μαρτυροῦντα τὸν Πατέρα ποιεῖ, ὡς κληθεὶς ἦλθεν, ἀλλ' οὐκ αὐτόμολος, κατὰ τοὺς ἀπὸ καρδίας λαλοῦντας, ἀλλ' ἐν δικαιοσύνῃ, κατ' ἀξίαν τὴν κλῆσιν λαβών. Καὶ τῶν δυνάμεων ὄντι Κυρίῳ συνεργεῖν ἐπαγγέλλεται, διὰ τὰ μέτρα τῆς ἀνθρωπότητος, ὃν καὶ Θεὸν δεικνὺς, καὶ φῶς ἐκ φωτὸς, εἰς φῶς αὐτὸν ἐθνῶν ὥσπερ τι δῶρον δεδόσθαι φησὶν, εἰς Διαθήκην Καινὴν τῆς προτέρας τὴν σκιὰν θεοπρεπῶς καταργήσαντα. Καὶ, ἐπείπερ αὐτὸς ἦν ἡ Διαθήκη, μεσίτης ὢν Θεοῦ καὶ ἀνθρώπων, οὐδὲ γραφὴν, οὐδὲ βιβλίον, ὁμοίως ἐξέδωκε Μωσεῖ· ἐν αὐτῷ δὲ καὶ τῶν πάλαι τυφλῶν τὰς ψυχὰς οἱ ὀφθαλμοὶ διανοίγονται πρὸς γνῶσιν Θεοῦ, ἐξ ἀγνοίας τῆς περὶ εἴδωλά τε καὶ δαίμονας, οἷς τὸ θεῖον σέβας ἅπερ ἐμόν. Ὁ δὲ αὐτὸς καὶ τοῖς ἐν ᾅδου, καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐκήρυξε πνεύμασιν, ἐκ δεσμῶν ἀνάγκης πάντας ἀνείς. Ὁμοῦ δὲ, 2368 καὶ τοὺς προῤῥηθέντας τυφλοὺς, ταῖς τῶν ἰδίων ἐσφιγμένους ἁμαρτημάτων σειραῖς, σκότῳ τε κακίας πεπεδημένους, ἠξίωσε διὰ τῆς χάριτος ἁμαρτημάτων ἀφέσεως, τῆς τοῦ διαβόλου τούτους ἐλευθερώσας εἱρκτῆς, οὐκ Ἰουδαίους ἰδικῶς, οὐ τὸν Ἰσραὴλ, οὐ τὸν Ἰακὼβ, πᾶν δὲ γένος ἀνθρώπων. Διόπερ εἶπεν, ἐθνῶν. Εἶτα Κύριος ὁ Θεὸς ὑπάρχειν εἰπών· Τὴν δόξαν μου, φησὶν, ἑτέρῳ οὐ δώσω. Οὐκ εἶπεν, οὐδενὶ, φασὶν, ἀλλ' ἑτέρῳ, ἐμφαίνων ἐνὶ μόνῳ γεγονέναι συγχώρησιν, περὶ οὗπερ ἔφασκεν· Ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ τὰ ἑξῆς. Ἡ δὲ δόξα τοῦ λέγοντος ἦν· Ἐγὼ Κύριος ὁ Θεός. Διὰ τούτου γὰρ δοξάζεται τοῦ ὀνόματος. Ἄμεινον δὲ λέγειν, Ἐπειδὴ Κύριος ὁ Θεὸς ἡ Τριὰς, καὶ οὐχ ἕτερος κατ' οὐσίαν τοῦ Πατέρος ὁ Υἱὸς, μεγάλα δὲ κατορθοῦντα παρέστησεν, δείκνυσιν· ὡς εἴπερ ἦν κτίσμα, οὐκ ἂν τῆς ἀνωτάτω δόξης γέγονε κοινωνός. Κατὰ γὰρ τὸν θεῖον Ἀπόστολον," Κἂν εἰ πολλοί τινες εἶεν θεοὶ, καὶ κύριοι, ἔν τε οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ." Οὐ γὰρ ἕτερος παρ' αὐτὸν, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἀφορίζεται. Λέγων δὲ, Οὐδὲ τὰς ἀρετάς μου δώσω τοῖς γλυπτοῖς· ἢ τὴν ὕμνησιν, κατὰ τὸν Ἀκύλαν· ἢ τὸν ἔπαινον, κατὰ Σύμμαχον, τὰ ἔθνη παιδεύει μηδὲν τῶν πάλαι σεβασμάτων ἡγεῖσθαι Θεὸν, μηδὲ προσφέρειν αἴνεσιν ἀσεβῆ. Μόνος γὰρ ἔχει τὰς τοῦ Πατέρος ἀρετὰς, ὁμολογουμένως μὲν κατὰ τὴν θεότητα, ἤδη δὲ καὶ κατὰ τὴν οἰκονομίαν. Ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς. Τούτοις ἐπιλέγει· Τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασιν. Ἀντὶ δὲ τοῦ, Πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν, ὁ Σύμμαχος εἶπεν· Πρὸ τοῦ ἀναγγεῖλαι αὐτὰ ἀκουστὰ ποιήσω ὑμῖν. Ὥσπερ γὰρ τὰ πρῶτα, φησὶν, ἐπληρώθη δι' ἔργων (καθὰ γὰρ Ἀβραὰμ ἐπηγγειλάμην περὶ τοῦ σπέρματος αὐτοῦ, πεποίηκα· ἐπληρώθη δὲ καὶ τὰ διὰ Μωσέως καὶ τῶν προφητῶν προλεχθέντα), οὕτω καὶ νῦν εὐαγγελίζομαι τοῖς πᾶσι καινά. Καὶ πρὶν ἀναγγεῖλαι, καὶ πρὸς τὸ φανερὸν ἐλθεῖν, ἀκουστὰ ὑμῖν διὰ τῆς παρούσης προφητείας ἐποίησα, ἅπερ ἑξῆς ἐπενήνοχεν. Τὸν δὲ περὶ τοῦ Σωτῆρος ἀπιστεῖσθαι, φασί τινες, λόγον οὐ συγχωρεῖ. Ποῖα δὲ, φασὶ, τὰ καινά; Ἅπερ ἐπήγγελται ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωὴν, καὶ ὅσα πρὸς ἀξίαν τοῖς ἁγίοις ἀπόκειται. ικεʹ. 9Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ, ἀπ' ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, πλέοντες αὐτὴν, καὶ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς. Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ9, κ. τ. λ. Ἐπήνεγκε διὰ τούτων, ἅπερ ἔφη καινὰ, κε 2369 λεύων πᾶσιν ἀνθρώποις ὕμνον ᾄδειν, ἢ κατὰ τοὺς λοιποὺς, ᾆσμα· ἐπειδὴ ἡ ἀρχὴ αὐτοῦ καὶ καθολικὴ ἐξουσία καθ' ὅλης ἐδοξάσθη τῆς γῆς. Πεπλήρωται γὰρ τῶν ἀπὸ τῆς Χριστοῦ προσηγορίας λεγομένων Χριστιανῶν. Ἐν καθαρᾷ δὲ θεωρίᾳ τῶν μελλόντων ὁ προφήτης ἑστιαθεὶς τὴν ψυχὴν, συνεορτάζειν αὑτῷ καὶ τοὺς ἄλλους παρακαλεῖ, τῶν ἀγαθῶν ὑμνοῦντας τὸ αἴτιον. Παρηκολούθουν γὰρ οἱ προφῆται τοῖς ἐξ ἑαυτῶν λεγομένοις, ὡς ποτὲ μὲν παραιτεῖσθαι, ποτὲ δὲ χαίρειν ἐπὶ τοῖς παρὰ Θεοῦ λεγομένοις. Ὃ καὶ νῦν πάσχει τοῦ Σωτῆρος τὴν παρουσίαν ὁρῶν, διδάσκων ἅμα ὡς ὁ φανησόμενος Κύριος οὐ τότε πρῶτον ἄρξει, κρατῶν δὲ πάντων, ὡς Θεὸς, καὶ τοῖς ἐπὶ γῆς ὑπάρχων τοιοῦτος φανερωθήσεται, προκαταρχόντων αὐτοῦ τῆς γνώσεως τῶν ἐργαζομένων ἀποστόλων τὴν θάλατταν, ἣν ἔπλεον ἁλιεύοντες. Καινὸς δὲ ὕμνος τῇ τῶν πραγμάτων πρέπει καινότητι. Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα παρῆλθεν· γέγονε δὲ πάντα καινά. Πνευματικῆς γὰρ δουλείας, οὐ σαρκικῆς, κατὰ τὸν Ἰσραὴλ, λελυτρώμεθα· καὶ ἀντὶ πλινθείας, τῶν ἐκ φιλοσαρκίας ἔξω γεγόναμεν μολυσμῶν, φυγόντες οὐκ ἐργοδιωκτὰς Αἰγυπτίους, οὐδὲ τύραννον ἄνθρωπον, τοὺς δὲ συνωθοῦντας εἰς ἁμαρτίαν ἡμᾶς δαίμονας, καὶ τὸν τούτοις ἐφεστηκότα διάβολον, ὡς διαβῆναι τὴν ἐκ τοῦ βίου τύρβην, ὡς θάλατταν, καὶ φαγεῖν ἀντὶ μάννα, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καὶ ζωὴν τῷ κόσμῳ παρέχοντα· καὶ τοῖς ἐκ Χριστοῦ τῆς πέτρας ἐνετρύφησαν μὲν νάμασι, τυχόντες τε τοῦ θείου βαπτίσματος τὸν Ἰορδάνην διέβημεν, εἰς γῆν εἰσελθόντες τὴν τοῖς ἁγίοις ἐπηγγελμένην, ἣν οἱ μακαριζόμενοι κληρονομοῦσι πραεῖς· ἐφ' οἷς ἔδει γενέσθαι τὸν ὕμνον Θεῷ παρὰ τῆς ἀρχῆς αὐτοῦ, τῶν ὑπ' αὐτοῦ, καθά φασί τινες, ἀρχομένων οὐ κατὰ τὴν Ἰουδαίαν, κατὰ δὲ πᾶσαν τὴν γῆν. Οὐ γὰρ ὡς πάλαι ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Κύριος, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ τὸ ὄνομα αὐτοῦ. Πλήρης δὲ νῦν ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ Δαβὶδ δέ φησι· Πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Τίνες δὲ οἱ τοὺς ᾄδοντας τὸν καινὸν ὕμνον ἱστάντες, καὶ πρὸς χορὸν συγκαλοῦντες πνευματικόν; Οἱ τὴν θάλατταν πλέοντες διὰ τὴν τέχνην ἀπόστολοι. Καὶ ὅτι τὴν καθ' ἡμᾶς περιπλέοντες θάλατταν, ποτὲ μὲν ἐν νήσοις ἐκήρυττον, ποτὲ δὲ τῆς Ἰταλίας καὶ Ἱσπανίας ἐπέκεινα. Ἔπλεον δὲ καὶ τοῦ βίου τὴν θάλατταν, ἐν νήσοις ταῖς τῶν ἐθνῶν Ἐκκλησίαις κηρύττοντες τοῦ βίου τὰς προσβολὰς, ὡς κύματα φερούσαις καὶ πνεύματα, περὶ ἧς φησιν ὁ Δαβίδ·" Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος," καὶ τὰ τούτοις ἑπόμενα. Ἐπεὶ καὶ τοῦ βίου τὰ πράγματα τὸ ἀστάθμητον ἔχοντα, ἄνω κάτω συγχύσει κινεῖται πολλῇ, ἣν διαπλέουσιν οἱ μὴ πρὸς αὐτῆς βαπτιζόμενοι, τῶν δὲ ταύτης κυμάτων ὑπερανέχοντες, δη 2372 λαδὴ τῶν κοσμικῶν πρός γε τοῖς ἄλλοις περισπασμῶν. Εἴποις δ' ἂν νήσους, καὶ τὰς πρὸ τῆς Χριστοῦ παρουσίας πάθεσιν ἀλμυροῖς κατακλυζομένα ψυχάς. Ἐφ' οἷς φησιν· Εὐφράνθητι, ἕρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἢ κατὰ τοὺς λοιποὺς, αἱ πόλεις. Πολλαὶ γὰρ πόλεις ἐν Ἐκκλησίᾳ Θεοῦ, κατὰ τὰς διαφόρους πολιτείας, ἐπινοοῦνται. Διὸ κἀν τῇ τῆς Αἰγύπτου ὁράσει, πέντε πόλεις ἔλεγεν ἐν Αἰγύπτῳ γενήσεσθαι λαλούσας γλώττῃ τῇ Χανανίτιδι. Τινὲς δὲ πόλεις ἐρήμου φασὶ τὰς ἐπιφερομένας, τήν τε Κηδὰρ καὶ τὴν Πέτραν. Ὧν ἡ μὲν Κηδὰρ Σαρακηνῶν πόλις ἐπέκεινα τῆς Ἀραβίας ἐπὶ τῆς ἐσχάτης ἐρήμου. Πέτρα δὲ δεισιδαιμονεστάτη πόλις τῆς Παλαιστίνης· δι' ὧν γνωρίμων οὐσῶν Ἰουδαίοις, δηλοῖ καὶ εἰς τοὺς τὰ ἔσχατα κατοικοῦντας τῆς γῆς φθάσειν τὴν εὐφροσύνην τὴν λογικὴν καὶ εἰς τοὺς ἐσχάτην εἰδωλολατρείαν νοσήσαντας. Διὰ μερικῶν γάρ τινων ἡ Γραφὴ καὶ τοῖς ἀκροαταῖς γνωρίμων τῆς πάσης γῆς τὴν θεογνωσίαν παρίστησιν. Ἔστι δὲ νῦν ἰδεῖν ὡς καὶ παρὰ τοῖς εἰρημένοις Χριστοῦ τυγχάνουσιν Ἐκκλησίαι κατὰ τὴν πρόῤῥησιν. Εἴποις δ' ἂν καὶ τὰς ψυχὰς τὰς ἐστερημένας πάλαι θεογνωσίας ἔρημον λέγεσθαι, ὧν τὴν ἄγνοιαν παρίστησιν ἡ Κηδὰρ σκοτασμὸς ἑρμηνευομένη. Ἃς ὡς φωτισθησομένας εὐαγγελίζεται, ὁμοῦ καὶ διδάσκων, ὡς αἱ πρὸς τὴν παρουσίαν ἀπομαχόμεναι τοῦ Σωτῆρος ψυχαὶ, τὸ πρὸς αὐτὸν σέβας ὁμολογήσουσιν. Χωρίον γὰρ ἡ Κηδὰρ τοῦ γένους Ἡσαῦ τοῦ διατελέσαντος ἐν πολέμῳ πρὸς Ἱερουσαλὴμ, καὶ τὸν νόμον τὸν ἐν αὐτῇ. Καὶ ἄλλως δὲ, οἱ κατοικοῦντες Πέτραν εὐφρανθήσονται. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Περὶ πάντων δὲ τῶν εἰρημένων φησὶν, ὡς ἐν ὄρεσι στάντες τῶν τοῦ Θεοῦ, δηλονότι λογίων, ἐν ὕψει προσοίσουσιν ὕμνον αὐτῷ, κατὰ τό·" Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών." Καὶ τὰς ἀρετὰς δὲ αὐτοῦ ἐν ταῖς δεδηλωμέναις νήσοις ἀγγελεῖν φησιν· ὅπερ ἐποίουν οἱ μαθηταὶ, ποτὲ μὲν αὐτοῦ τὴν ὑπερκόσμιον δηλοῦντες θεότητα, ποτὲ δὲ τὰς θεοσεβίας ἀγγέλλοντες. Καὶ ἐπειδὴ παῤῥησίᾳ πολλῇ περὶ τούτου χρωμένοις ἤμελλον ἐπαναστῆναι πολλοὶ, καὶ οἱ διὰ τούτων ἐνεργήσαντες δαίμονες, ὡς δὴ σαλευομένης αὐτοῖς τῆς ἀρχῆς, ἀναλώτους αὐτοὺς προαγορεύει γενήσεσθαι, προπολεμοῦντος αὐτῶν τοῦ Θεοῦ. Ἐξελεύσεται δὲ, φησὶν, ὡς ἐπὶ βασιλέως ἐξιόντος εἰς πόλεμον. Ἐπεγερεῖ δὲ ζῆλον, ἢ τὸν παρ' ἑαυτοῦ κατ' ἐχθρῶν τοιοῦτον· γὰρ παρὰ Ζαχαρίᾳ τὸ," Ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν," ἢ τοὺς ὑπὲρ αὐτοῦ ζηλώσοντας, ὁποῖος ἦν ὁ λέγων Ἀπόστολος·" Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" Καὶ πάλιν·" Ἐμοὶ γὰρ καὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος." Ζηλωταὶ δὲ καὶ 2373 οἱ θεῖοι γεγόνασι μάρτυρες. Ὁ δὲ ζῆλος οὐ πάθος Θεοῦ, ἐπὶ δὲ τοὺς ἡμαρτηκότας ἐκδίκησις. Ὡς ἐπὶ πολεμικοῦ δὲ ἀλαλαγμοῦ, καὶ τὸ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς ἐπενήνοχεν· ὃ δὴ ποιοῦσιν ἢ συμβάλλοντες, ἢ κατορχούμενοι τῶν ἡττημένων. Εἶτα τὴν πολλὴν ἐπὶ τοῖς ἔθνεσιν εἰδωλολατροῦσι μακροθυμίαν δηλῶν ἐπενήνοχεν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἤθελε μὲν γὰρ καὶ πάλαι ῥύσασθαι τούτους τοῦ Σατανᾶ. Τὸν δὲ προσήκοντα καιρὸν περιέμενε, μέχρι διὰ Χριστοῦ τῶν ἡμᾶς νενικηκότων κατεστρατεύσατο. Τοῦτο δὲ τὸ ἐσιώπησα, καὶ ἐπὶ τοῦ λεγεῶνος ἁρμόσει τοῦ παρὰ τοὺς τάφους ἀποκτεῖναι τὸν ἄνθρωπον ἐθελήσαντος· καὶ ἐπὶ τῆς καθόλου κρίσεως, ἡνίκαπερ ἀποδίδωσι τὰ πρὸς ἀξίαν ἑκάστῳ. Τὴν περὶ ἡμᾶς δὲ φειδὼ παρίστησι τοῦ Θεοῦ, τὸ τὴν ἡμετέραν οἱονεὶ σωτηρίαν ὠδίνειν τὰς τῶν ὑποκειμένων οἰκειούμενον φύσεις, ὡς τὰ ἔκγονα ὠδίνουσα, καὶ ταῦτα μηδενὸς ποιοῦντος χρηστότητα κατὰ τὸν Δαβίδ· Οὐ κατοιήσω τοίνυν δι' ἀγάπην μακροθυμῶν, ὡς ἐκείνη πάσχουσα τέκνων ἐλπίδι, ἠρεμεῖν μὲν παραγγέλλων τοῖς πάθεσιν, πηγαζούσας δὲ ξηραίνων τὰς ἡδονὰς, τοιαύτην αὐτοῖς προσάγων διὰ μετανοίας ἀπὸ τῶν ἀτόπων τὴν ἔκστασιν. Πῶς γὰρ ἄν τις μετανοήσειε μὴ καταγνοὺς ἑαυτοῦ, καὶ τῶν προτέρων παυσάμενος; κατὰ τό·" Ὅτ' ἂν ἀποστραφεὶς στενάξεις, τότε σωθήσῃ." Τοῦτο δὲ πᾶσιν, ὅσον ἐφ' ἑαυτῷ, Χριστὸς ἐπιδημήσας εἰργάσατο· εἰ καὶ τυφλοί τινες, τοῦ φωτὸς παρόντος, διαμένειν ἐσπούδασαν πρὸς τοὺς θείους ἐθελοκωφήσαντες λόγους, καὶ τοῖς εἰδώλοις ἐνέμειναν, κατὰ τό·" Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά." Τὸ δὲ, ἐκστήσω, τινὲς ἢ, ἐπὶ τοῦ τῆς ὑπ' αὐτῶν κρατουμένης γῆς ἔξω ποιήσω, φασὶ, καὶ τῆς περιωρισμένης αὐτοῖς κατὰ πάντων ἀρχῆς, κατὰ τό·" Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω," ἤγουν ἐπὶ τοῦ θαυμάσαι ποιήσω τοὺς ὁρῶντας τὰ κατωρθωμένα. Ἐφ' οἷς καὶ Ἀμβακοὺμ καταπληττόμενος, ἔλεγε·" Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην." Τὸ δὲ ξηρὰν σφηνίζει λέγων· Θήσω γὰρ ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ, οὕτω καλῶν τοὺς παρ' Ἕλλησι σοφοὺς, καὶ ὅσα δὴ περὶ θεῶν ἀνεπλάσαντο. Δι' ὧν τοὺς πειθομένους ἐπότιζον ἀνατροπῇ θολερᾷ, κατὰ τὴν Γραφὴν, οὓς καὶ ἔλη καλεῖ, τὸ εὐανθὲς ὁμοῦ καὶ τὸ ἄκαρπον ἔχοντας, οὓς φανεὶς ὁ Χριστὸς ὥσπερ ξηράνας, ἀπράκτους ἀπέδειξεν, καθὰ καὶ Παῦλός φησι·" Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;" ἐξ ὧν καὶ χρηματίζουσαι νῆσοι γεγόνασιν Ἐκκλησίαι τοὺς ἐν Χριστῷ ναυτιλλομένους δεχόμεναι, κατ 2376 αιγίδα φυγόντες χειμέριον, ἐξ ἧς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις χειμάζονται ταῖς τοῦ βίου περιστάσεσι τῇδε κακεῖσε φερόμενοι. Ξηρανθέντων δὲ τῶν εἰρημένων, οἱ πρὶν τυφλοὶ διεσώθησαν, πρὸς ὁδοὺς ἀχθέντες τὰς εὐαγγελικὰς, ἃς οὐκ ᾔδεσαν πρότερον· οἷς προσεφώνει καὶ Παῦλος·" Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ." Οἷς, καθὰ καὶ Ἰωάννης ὁ Βαπτιστὴς ἔφη," Ἔσται τὰ σκολιὰ εἰς εὐθείας, καὶ ἡ τραχεία εἰς ὁδοὺς λείας." Προέφη γάρ·" Ὅτι πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται." Καὶ ἀλλαχοῦ δέ φησιν Ἡσαΐας·" Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο," τὴν εὐαγγελικὴν δηλῶν, λείαν τοῖς αὐτὴν πατοῦσιν ὑπάρχουσαν, συμφώνως τῷ·" Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν." Οἷς ἐπαγγέλλεται συνεῖναι διαπαντὸς, κατὰ τό·" Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος." Ἀπὸ δὲ τοῦ, Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω, οἱ ἐξηγηταὶ πάντες πρὸς Ἰουδαίους εἰρῆσθαί φασι, τινῶν καὶ ἄνωθεν πρὸς αὐτοὺς εἰρῆσθαι λεγόντων ἀπὸ τοῦ, Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται. Οἵ φασιν, ὡς ταῦτα τῇ ἐρήμῳ, καὶ ταῖς νήσοις, καὶ τῇ Κηδὰρ (ἅπερ ἦν ἀλλότρια τοῦ Ἰουδαίων λαοῦ τῆς προφητείας) ὁ λόγος ἐπαγγειλάμενος τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ, διὰ τῶν ἐπαγομένων ἐδήλωσε λέγων· Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον. Κατὰ δὲ Σύμμαχον· Κύριος ὡς δυνατὸς ἐξελεύσεται ὡς ἀνὴρ πολεμιστής. Ὡς πρὸς ἐχθροὺς δὲ τοὺς Ἑβραίους ὑπογράφει τὸν πόλεμον, καὶ τὸν ζῆλον λέγει τὸν πρὸς αὐτοὺς, περὶ οὗ Μωσῆς ἔλεγε· Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει. Τοῦτον ἐπεγερεῖ τὸν ζῆλον; φησὶν, οἰκειούμενος μὲν τὴν ἔρημον, καὶ τὴν Κήδαρ, καὶ τὰς νήσους, ἀποβάλλων δὲ τὸν Ἰουδαίων λαόν. Λογισμῷ δὲ τοῦτο πράξει, τὴν ἀνθ' ὧν ἐποίησε προσάγων ἀπολογίαν, ὁποῖόν ἐστι· Καὶ βοήσεται πρὸς τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. Τίς δὲ ἡ ἀπολογία; Ἐσιώπησα. Μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐμακροθύμησα γὰρ, ἱκανῶς φέρων αὐτοὺς ἁμαρτάνοντας. Καὶ κατὰ τὸν καιρὸν δὲ τοῦ πάθους, ἐσιώπησα συκοφαντούμενος, ὅτε καὶ ἐκαρτέρησα, ὡς ἡ τίκτουσα. Νυνὶ δὲ καιρὸς ἀνταποδώσεως. Διὸ ἐκστήσω καὶ ξηρανῶ ἅμα. Κατὰ δὲ τὴν Ἑβραΐδα καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐπενήνοχεν· Ἐρημώσω ὄρη, καὶ βουνοὺς, καὶ πάντα τὸν χόρτον αὐτῶν ξηρανῶ. Ὄρη μὲν καὶ βουνοὺς, τοῦ λαοῦ τοὺς ἄρχοντας αἰνιττόμενος, χόρτον δὲ τὰς ἁμαρτίας αὐτῶν, Παύλου λέγοντος·" Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται." Καὶ ἄνω δὲ ἔλεγεν·" Ὡς χόρτος ὁ λαὸς ἐξηράνθη·" καὶ τὰς παρ' αὐτοῖς δὲ νομικὰς διδασκαλίας ποταμοὺς εἰπὼν, Θήσω, φησὶν, εἰς νῆσον. Καὶ τὰ παρ' αὐτοῖς 2377 δὲ λιμνάζοντα λογικῶν ὑδάτων χωρία, ὡς ἕλεσι παραβάλλεσθαι, ξηρανῶ. Ἀπειλήσας ταῦτα, μεταβαίνει πάλιν ἐπὶ τὴν χάριν τὴν δοθεῖσαν τοῖς ἔθνεσι λέγων· Ἄξω τυφλοὺς ἐν ὁδῷ. Καὶ πρόσθε γὰρ ἔφη περὶ Χριστοῦ·" Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν." Τὸ δὲ ὁδῷ, παρὰ πᾶσιν ἑνικῶς ἐξενήνεκται, ἣν ἐδήλωσεν ὁ Σωτὴρ εἰπών·" Ἐγώ εἰμι ἡ ὁδὸς," ἣν ἠγνοοῦμεν τὸ πρότερον. Καὶ τρίβους, τὰς προφητικὰς δηλονότι Γραφὰς, καὶ τοῦ βίου τοὺς ὑπὸ τῆς θείας ὑποβαλλομένους διδασκαλίας. Καὶ τὴν ἄγνοιαν τοῦ Θεοῦ μεταβαλεῖν ἡμῖν εἰς φῶς, καὶ τὰ πάλαι σκολιά τε καὶ ἀσαφῆ τοῦ Θεοῦ λόγια γενήσεσθαί φησιν ὁμαλά. ἐφ' οἷς ἐπήνεγκε, Ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς. Ἀκριβῶς δὲ εἶπεν, οὐ, λαλήσω, ἀλλὰ, ποιήσω. Πάλαι μὲν γὰρ διὰ προφητῶν ἐλελάλητο· νῦν δὲ δι' ἔργων ἐπιτελεῖν ἐπαγγέλλεται. Ἐντεῦθεν ἐπιστρέφει τὸν λόγον ἐπὶ τοὺς πάλαι μένοντας πλησίον Θεοῦ, ἀποστραφέντας δὲ εἰς τὰ ὀπίσω, τοὺς Ἰουδαίους φημί. Δείκνυσι δὲ ὥσπερ αὐτοῖς τῶν ἐθνῶν τὴν ἐπιστροφὴν, καὶ οἵαν ἔσχον μεταβολὴν εἰς φῶς ἐκ σκότους χωρήσαντες, ὀνειδιστικῶς πρὸς τοὺς εἰδωλολάτρας λέγων· Αἰσχύνθητε αἰσχύνην, καὶ τὰ ἑξῆς. Ὅπερ ἀκριβῶς ἑρμήνευσε Σύμμαχος εἰπών· Αἰσχυνθήσονται αἰσχύνην οἱ πεποιθότες τοῖς γλυπτοῖς. Ὁ δὲ Ἀκύλας, αἰσχυνθήτωσαν. Ὁ δὲ Θεοδοτίων, καταισχυνθήτωσαν. Καὶ γὰρ ἀληθῶς τῶν πρὶν εἰδωλολατρούντων ἐθνῶν μεταβάντων εἰς θεοσέβειαν, τὸ Ἰουδαίων ἔθνος ᾐσχύνθη· καὶ νῦν αἰσχυνθέντες ἐπαύσαντο τοὺς πάλαι τυφλοὺς φωτισθέντας ἰδόντες. Ἐμφατικῶς δὲ λίαν ἔφη περὶ αὐτῶν· Αὐτοὶ δὲ ἀπεστράφησαν οἱ νόμῳ θείῳ παιδαγωγούμενοι, καὶ τὸν τῶν ὅλων ἐγνωκότες Θεόν· ἤκουον γὰρ," Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν." Καὶ," Οὐκ ἔσονταί σοι θεοὶ πλὴν ἐμοῦ." Ταῦτα εἰπὼν, ὡς εἰς κωφῶν ὦτα κραυγὴν ἀφιεὶς ἐπιβοᾷ· Οἱ κωφοὶ, ἀκούσατε. Ὡς ἂν δὲ μὴ νομισθῇ περὶ τῶν ἐθνῶν ὁ λόγος εἰρῆσθαι (πάλαι γὰρ ἐκείνοις ταῦτα προσῆν), διορίζεται, Καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου; Ἀνθ' οὗ Σύμμαχός φησι· Καὶ τίς τυφλὸς, εἰ μὴ ὁ δοῦλός μου; καὶ κωφὸς ὡς ὁ ἄγγελός μου; τίς τυφλὸς, ὡς ὁ τέλειος; καὶ κωφὸς ὡς ὁ δοῦλός μου; Δοῦλον τὸν ἐκ περιτομῆς καλεῖ λαὸν, ἄγγελόν τε καὶ τέλειον κατακρίνων, ὅτι τοιούτους ὑπάρχειν ἠβούλετο. Ὅτι δὲ ἑαυτοὺς ἐτύφλωσάν τε καὶ κωφοὺς ἀπειργάσαντο, παρίστησι λέγων· Ἴδετε πολλάκις καὶ οὐκ ἐφυλάξασθε. Ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Προέφη δὲ καὶ τὸ," Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε," καὶ τὰ ἑξῆς. Τὸ δὲ ῥητὸν οὕτως ἐξέδωκε Σύμμαχος· Εἶδες πολλὰ, καὶ οὐ φυλάξεις. Ἀνεῳγμένα τὰ ὦτα αὐτοῦ, καὶ οὐ μὴ ἀκούσεις. Κύριος ἠθέλησεν ἵνα δικαιώσῃ αὐτὸν μεγαλῦναι 2380 νόμον, καὶ θαυμάσαι· σαφῶς δηλῶν ὡς περὶ τῶν Ἰουδαίων ὁ λόγος Ἀλλ' αὐτοὶ, φησὶν, ἔνδον ἔχουσι τὴν παγῖδα ἐν τοῖς λογισμοῖς, οὓς ἔκρυπτον κατὰ τοῦ Χριστοῦ βουλευόμενοι. Ἤγουν οὐκ ἐλογίσαντο πῶς ἐξήγαγον αὐτοὺς ἐξ οἴκου δουλείας, καὶ νόμῳ πεπαιδαγώγηκα. Ἢ γὰρ ἂν ἐμεγάλυνον αἴνεσιν, προσάγοντές μοι τὰ χαριστήρια. Νῦν δὲ πρὸς εἰδωλολατρείαν καὶ πᾶσαν ἀδικίαν ἀπέστησαν. Διόπερ ἔλεγεν·" Ὑπέμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησεν δὲ ἀκάνθας." Ὅθεν αὐτοὺς εἰς ἀνάμνησιν φέρει τῶν τοῖς πατράσι συμβεβηκότων. Ἐγὼ μὲν γὰρ εἶδον τὰς ἀσεβείας αὐτῶν. Αὐτοὶ δὲ διηρπασμένοι γεγόνασι εἴς τε προνομὴν τοῖς ἐχθροῖς. Ἡ γὰρ παγὶς, φησὶν, ἐν τοῖς ταμιείοις πανταχοῦ· καὶ ἐν οἴκοις ἅμα ἔκρυψαν αὐτοὺς, δηλονότι τοὺς χωνευτούς. Οἱ γὰρ ἡγούμενοι τοῦ λαοῦ φανερῶς μὲν ζῇν κατὰ τὸν νόμον ἐπλάττοντο, ἐν νῷ δὲ τὴν ἀσέβειαν ἔγκρυπτον. Καὶ ἐν οἴκοις ἔχοντες ἀγάλματα λάθρα τὸ σέβας προσέφερον. Διὸ πρὸς Ἰεζεκιήλ φησιν ὁ Θεός·" Υἱὲ ἀνθρώπου, ὄρυξον. Καὶ ὤρυξα δὴ ἐν τῷ τοίχῳ καὶ εἶδον. Καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ' αὐτοῦ κύκλῳ. Καὶ εἶπεν πρός με· Ἑώρακας, Υἱὲ ἀνθρώπου. Μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ ἃ ποιοῦσιν ἕκαστος ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;" διό φησιν, Αὐτοὺς εἰς αἰχμαλωσίαν παρέδωκα. Θεοῦ δὲ προδόντος, τίς ἂν προέστη τὰ διηρπασμένα πραττόμενος, μηδενὸς τοῦτο πράττειν δυναμένου τῶν νομισθέντων θεῶν|; οἰκονομικῶς δὲ μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν, τὴν αἰτίαν ἔφη τῆς ἀποβολῆς Ἰσραὴλ, ἢν δηλῶν ἔλεγε Μωσῆς·" Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει." Καὶ Δαβὶδ δέ φησι·" Παρεπίκραναν αὐτὸν ἐν τοῖς γλυπτοῖς αὐτῶν," καὶ τὰ ἑξῆς. Διὸ φευκτέον τὰς κατὰ νοῦν παγίδας, ἵνα μὴ δαίμοσι γενώμεθα προνομὴ, διὰ τῶν ἐν ἡμῖν κινουμένων παθῶν, κατὰ τό·" Ἐὰν πνεῦμα ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς." Εἶτα, ἐπειδήπερ ὡς κωφοῖς ἐλάλει, ἀπορῶν ἀκροατῶν ἐν αὐτοῖς λέγει· Τίς ἐν ὑμῖν ἐνωτιεῖται ταῦτα; Εἰ γὰρ καὶ μήπω πάρεστι τῶν πραγμάτων ἡ ἔκβασις, ἀλλ' ἐν τοῖς ἐπιοῦσιν ἐπιτελεσθήσεται χρόνοις· τίς οὖν ζητήσει τὸ αἴτιον τῆς διαρπαγῆς τοῦ λαοῦ, ὥστε εἰπεῖν τὸ, Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακώβ; οὐδεὶς δὲ τοῦτο πέπραχεν, ἢ αὐτὸς ᾧ ἡμάρτοσαν, καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι. Καλούμενοι γὰρ εἰς τὰς εὐαγγελικὰς ὁδοὺς, οὐχ ὑπήκουον· οὐδὲ τοῦ τῆς Καινῆς Διαθήκης ἀκούειν ἤθελον νόμου. Διὸ κατίσχυσεν ἐπ' αὐτοὺς πόλεμος. Πάλαι μὲν γὰρ πρὸς καιρόν τινα πολεμούμενοι, αὖθις ἀνελάμβανον ἑαυτοὺς, ὡς καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὸ ἐν αὐτῇ συνεστάναι βασίλειον. Νῦν δὲ, ὅτε ἔξωθε, καὶ ὁ τῶν ψυχῶν ἐπ' αὐτοὺς κατίσχυκε πόλεμος, καὶ τῶν κακῶν τούτων οὐκ ἐλογίσαντο τὴν αἰτίαν. 2381 Τινὲς δὲ καὶ ταῦτα πάλιν ἐπὶ τῆς ἐπ' Ἀσσυρίων ἁλώσεως ἔλαβον, οἳ καὶ τὸ μὲν ἀκούειν, τὸ ψιλῶς ἀκροᾶσθαί φασι. Τὸ δὲ ἐνωτίσασθαι, τὸ τῇ διανοίᾳ παραπέμψασθαι λόγον ἐμφρόνως ἀκούοντας, ὁποίους νῦν ἀκροατὰς ὁ προφήτης ζητεῖ, κατὰ Παῦλον εἰδότας ὅτι τυπικῶς ἐκείνοις συνέβαινεν, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, ὅπως ἂν τὸ τοῖς ἴσοις ἁλῶναι φυλάξωνται. Ἐν ἐμφάσει δέ φησιν, ὅτι παρέδωκεν Ἰακὼβ, ὃν ἐξ Αἰγύπτου διέσωσεν ὑπὲρ οὗ τοσαῦτα κατ' ἐχθρῶν ἐγένετο θαύματα. Τὸν οὖν εἰωθότα νικᾷν τίς ὑποπεσεῖν ἐποίησε τοῖς ἐχθροῖς, καὶ διὰ ποίαν αἰτίαν; ἡ δὲ τοῦ τίς ἐρώτησις, ὁμολογίαν ἔχει σαφῆ, ὡς Θεὸς ὁ δράσας, ἀνθ' ὧν αὐτὸν ἐγκατέλιπον. Πλὴν δέον αὐτοὺς μὴ ἁμαρτεῖν, οὐδὲ παθόντες ἐνουθετήθησαν. Δι' οὓς Ἱερεμίας φησί·" Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν." Διὸ καὶ λέγοντος αὐτοῦ τοῖς ὑπολειφθεῖσιν ἐκ τῆς ἁλώσεως μὴ κατελθεῖν εἰς τὴν Αἴγυπτον, αἱ τούτων γυναῖκες ἀναισθήτως ἔχουσαι τῆς ὀργῆς, ἐβόων· Οὐκ ἀπέστειλέ σε Κύριος. Προσέφασκον δὲ, Ἐπειδὴ διελίπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, κατείληφεν ἡμᾶς τὰ κακά. Οὕτως ἀναισθήτως εἶχον, κατισχύσαντος αὐτῶν τοῦ πολέμου, καὶ τῶν κύκλῳ καταφλεγόντων αὐτούς. Ὡς καὶ ἀλλαχοῦ φησιν ὁ παρὼν προφήτης·" Αἱ πόλεις ὑμῶν πυρίκαυστοι." Ἃ δή φησι νῦν αὐτοὺς πεπονθέναι, οὐκ ἀσθενήσαντος σώζειν αὐτοὺς τοῦ Θεοῦ. Δηλοῖ δὲ τὰ φθάσαντα θαύματα. Ἀλλ' οὐδὲ δικαιοπραγοῦντες πεπόνθασιν, ἀλλ' ὅτι τὸν αὐτοῖς δοθέντα νόμον παρέβησαν. Ὃ μὴ νοοῦντες, ἐμείνατε, φησὶ, τοῖς δεινοῖς συνεχόμενοι. ΚΕΦΑΛ. ΜΓʹ. αιγʹ. 9Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, Ἰακὼβ, καὶ ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου. Ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλείσουσί σε. Καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇσ9, κ. τ. λ. Ἀνοίκεια ταῦτα τῶν περὶ τοῦ ἐκ περιτομῆς ἀρτίως εἰρημένων λαοῦ, οὓς ἀπεκάλει τυφλοὺς, καὶ κωφοὺς, καὶ διηρπασμένους. Οὐκοῦν νῦν ὁ λόγος περὶ τοῦ κρείττονος τάγματος τῶν ἐκ περιτομῆς πιστευσάντων. Εἰ γὰρ κἀκεῖνοι, φησὶ, τοιοῦτοι γεγονότες, τοιαῦτα πεπόνθασιν, ἀλλ' ὑμεῖς οἱ τὸν ἑαυτῶν ποιητὴν καὶ πλάστην ἐπιγνόντες, ἀκούσατε, ποίημά τε καὶ πλάσμα τὸ ἐν ὑμῖν τετηρηκότες ἀλώβητον, ὡς οἰκείως ἀκούειν Ἰακώβ τε καὶ Ἰσραήλ. Ἐγὼ γὰρὁ ποιήσας μέν σε κατὰ ψυχὴν τὴν κατ' εἰκόνα πεποιημένην, πλάσας δέ σου καὶ τὸ ἐκ γῆς σῶμα ληφθὲν, ὃς καὶ αἷμα παρασχὼν ὑπὲρ σοῦ τὸ ἐμὸν, ἐλυτρωσάμην σε κτῆμα ἴδιον ποιησάμενος. Ὧν ἠξιωμένος βάδιζε ἣν ἐκελεύθης ὁδὸν εὐαγγελιζόμενος. Κἂν ἀνθιστῶσί τινες, θάῤῥει μὴ δεδιώς." Ἰδοὺ γὰρ 2384 ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἔως τῆς συντελείας τοῦ αἰῶνος." Μιμούμενος τοίνυν ἐμὲ, τὸν ἄλλαγμά σου τὸ αἷμα τὸ ἐμὸν ποιησάμενον, ἄλλαγμα γένου καὶ αὐτὸς τῶν διὰ σοῦ καλουμένων ἀσεβεστάτων τε καὶ μέχρι τῶν ἐσχάτων οἰκούντων τῆς γῆς. Ὧν τῶν μὲν Αἰγύπτιοι, τῶν δὲ Αἰθίοπές τε καὶ οἱ τὴν Συήνην οἰκοῦντες παράδειγμα. Σαβὰ δὲ ἀντὶ Συήνης ἐξέδωκαν οἱ λοιποί· οὕτω γὰρ ἐδοξάσθης δι' ἀγάπην ἐμὴν ὡς διὰ σοῦ πάντας κληθῆναι. Σαβὰ δὲ ἔθνος Αἰθιόπων οὗ ἡ βασίλισσα πρὸς Σολομῶνα παρεγένετο. Τούτους οὖν ὑπὲρ σοῦ, ἢ ἀντὶ σοῦ, πάντας ἐκτησάμην. Ἀπολέσω δὲ τοὺς πολεμήσοντάς σε διὰ τὸ κήρυγμα, λαούς τε καὶ ἄρχοντας. Θάῤῥει τοιγαροῦν. Καὶ τὰ σὰ γὰρ τέκνα, ἃ κατὰ Θεὸν σπείρας, καθ' ὅλης τῆς οἰκουμένης ἐγέννησας, εἰς πόλιν μου συνάξω τὴν ἐπουράνιον, μετεώρους δι' ἀέρος ἀναλαβὼν, ὡς πτηνοῖς ὑποκουφιζομένους ἀνέμοις, ταῖς ἀγγελικαῖς δηλονότι δυνάμεσι. Τοὺς δι' ὑμῶν γὰρ τεχθέντας ἐμοὺς εἶναι παῖδας ὁρίζομαι, τῆς ἐν Ἐκκλησίᾳ τυχόντας ἀναγεννήσεως, οἳ καὶ τῷ ἐμῷ κληθήσονται πάντες ὀνόματι Χριστιανοὶ προσαγορευόμενοι. Χριστὸς γὰρ ὁ ταῦτα διὰ τοῦ προφήτου θεσπίσας. Ἀντὶ δὲ τοῦ, ἐν γὰρ τῇ δόξῃ μου κατέσπευσα αὐτόν· εἰς τὴν δόξαν μου ἔκτισα αὐτὸν, ἐξέδωκαν οἱ λοιποί. Ὡς ἂν οἱ δι' ὑμῶν κληθεὶς δοξάζῃ με λαός. Ἔπλασα γὰρ αὐτὸν ἄπλαστον ὄντα τοῖς τρόποις, ἐφώτισά τε σκότῳ τῆς ἀγνοίας τυφλώττοντα. Τοιαῦτα δὲ τὰ ἔθνη, ἃ πρὸς τὴν ἰδίαν Ἐκκλησίαν συνῆχθαί φησιν, ἐξ ὧν καὶ ἄρχοντες ἐπὶ τὸν λαὸν κατέστησαν τοῦ Θεοῦ. Εἶτα ὁ προφήτης θαύματος ἐφ' οἷς ἐθέσπισε πληρωθεὶς, Τίς ἄρα ἔσται, φησὶν, ὁ μέλλων ποτὲ τούτων τῶν πραγμάτων ὀφθαλμοῖς τὰς ἐκβάσεις ὁρᾷν, καὶ τῶν ἀποτελεσμάτων ἔσεσθαι μάρτυς; Δικαιωθήτωσαν μαρτυρήσαντες, ἐπειδὴ κἀγὼ μάρτυς αὐτῶν γενήσομαι, καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Περὶ οὗπερ ἔλεγεν·" Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα." Καὶ ὁ Σωτὴρ δέ φησιν·" Ὃς ἂν ὁμολογήσειεν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατέρος μου, τοῦ ἐν τοῖς οὐρανοῖς." Πρὸς οὓς ἔφασκε πάλιν·" Ὑμεῖς δὲ ἔσεσθέ μοι μάρτυρες ἔν τε τῇ Γαλιλαίᾳ, καὶ τῇ Ἰουδαίᾳ, καὶ τῇ Ἱερουσαλὴμ, καὶ ἕως ἐσχάτου τῆς γῆς." Ταῦτα δὲ, φησὶ, ποιήσω, καὶ τοὺς μάρτυράς μου, καὶ τὸν παῖδά μου, ὃν ἐξελεξάμην, ἀποστελῶ πᾶσιν ἀνθρώποις, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ ἄναρχός τε καὶ μόνος Θεός. Καὶ Χριστὸς γὰρ, καὶ ἀπόστολοι τὴν τοῦ Θεοῦ γνῶσιν ἐκήρυξαν, πίστιν τε καὶ τὴν περὶ αὐτοῦ σύνεσιν. Εἷς δὲ Θεὸς ὁ Πατὴρ, οὐχ ἑτέρας οὔσης αὐτοῦ τῆς ἰδίας δυνάμεως ὅς ἐστιν ὁ Υἱός. Τοιγαροῦν ὡς μάρτυς ὁ Πατὴρ καὶ Θεὸς σώζων, οὕτω καὶ ὁ παῖς, ὃν ἐξελέξατο. 2385 Διόπερ ἐν ἑτέροις ὁ παρὼν προφήτης φησί·" Καὶ ἀποστελεῖ Κύριος αὐτοῖς σωτῆρα, ὃς σώσει αὐτούς. Κρίνων σώσει αὐτούς." Ἀντὶ δὲ τοῦ ὠνείδισα, ἠκούτισά φασιν οἱ λοιποί. Ἀκουστὰ γὰρ ταῦτα κατέστησα προλαβὼν μόνος ὢν ἐν ὑμῖν Θεὸς, καὶ οὐδεὶς παρῆν μοι ξένος ταῦτα θεσπίζοντι διὰ τῶν ἐμῶν προφητῶν, ὡς ὑμεῖς αὐτοὶ γεγόνατε μάρτυρες. Μάρτυς δὲ κἀγὼ, καὶ ὁ παῖς ὁ ἐμός. Συνῆν γάρ μοι θεσπίζοντι, πρὸ τῆς σαρκὸς ἔχων τὴν ὕπαρξιν. Ἀλλ' ἅπερ ἐξ ἀρχῆς ὥρισα, ταῦτα δυνήσεται παρασαλεύειν οὐδείς. Ταῦτα λέλεκται μὲν εἰς πρόσωπον Ἰακώβ τε καὶ Ἰσραὴλ, εἰς δὲ τὸν ἀποστολικὸν χορὸν ἀναφέρεται, καὶ ἐπὶ πάντας τοὺς ἐξ Ἰουδαίων πιστοὺς τοῦ λόγου διήκοντος. Τινὲς δέ φασιν, ὡς ἀγαθὸς ὢν ὁ Θεὸς, οὓς παιδεύων ἀπέβαλε, τούτους προσκαλεῖται δι' ἔλεον, λήθῃ παραπέμπων τὰ πρότερα, καὶ προτιθεὶς ἀρχὴν ἑτέρου καιροῦ, κατὰ τὸ," Σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε," καὶ τὰ ἐφ' ἑξῆς. Ὡς γὰρ ἐκεῖ τὸ σήμερον, οὕτως ἐνταῦθα τὸ νῦν, ἀμνηστείας ἔχον ὑπόθεσιν, καὶ πραγμάτων ἑτέρων ἀρχὴν ἐσομένων παρὰ Θεοῦ μὴ συγχωροῦντος ἄγαν ἀθυμεῖν, ὡς ἕξοντας τῶν παρόντων μεταβολὴν, ἁπάντων ἀνθρώπων δι' αἵματος λυτρουμένων Χριστοῦ. Ηὐδόκησε γὰρ ὁ Θεὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, κατὰ τὴν Παύλου φωνὴν, δοὺς ἡμῖν καὶ τὸ καινὸν ὄνομα Χριστοῦ τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς. Τί δὲ τοὔνομα; Ἐμὸς εἶ σύ. Χριστοῦ γὰρ εἶναι πάντες λεγόμεθα τῆς πρὶν ἔξω γεγονότες ἀλλοτριώσεως, ἣν ἔσχομεν ἁμαρτάνοντες, καίτοι κατὰ φύσιν ὄντες Θεοῦ. Ἀλλὰ πάλιν ἡμᾶς διὰ τοῦ Πνεύματος ὠκειώσατο ποιήσας ἀναλώτους παντὶ πειρασμῷ. Ποταμοὶ γὰρ καὶ ὕδωρ καὶ φλόγες, τὰς πολυειδεῖς τῶν πειρασμῶν ἐφόδους κατασημαίνουσι. Γέγραπται γάρ·" Ὅτι πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται." Καὶ τοῖς πιστεύσασιν ἔφη Χριστός·" Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ." Καὶ ἐν τῇ παραβολῇ δὲ τῆς ἐπὶ τῆς πέτρας τεθεμελιωμένης οἰκίας·" Καὶ κατέβη, φησὶν, ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι," τοὺς πειρασμοὺς διὰ τούτων δηλῶν. Τὸ δὲ, ἐποίησά σου ἄλλαγμα Αἴγυπτον, δηλοῖ ὡς ἀντὶ τῆς ἐκβολῆς περιεποιησάμην τὰ ἔθνη, ὧν πρώην ἀσεβούντων, μόνος Ἰσραὴλ κλῆρος ὑπῆρχε Θεοῦ. Νῦν δὲ μετέστραπται τῶν πραγμάτων ἡ τάξις, ὅτε τὸν Λυτρωτὴν ἀπέκτειναν Ἰουδαῖοι. Δοξάσω δέ σε, φησὶ, μετὰ τοῦτο τιμήσας. Κληθήσεται γὰρ καὶ αὐτὸς μετὰ τὴν εἴσοδον τῶν ἐθνῶν, ἡνίκα ποιῶν ὑπὲρ σοῦ, πολλούς σοι δώσω διδασκάλους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέγοντας κεφαλῆς. Κεφαλὴ δὲ τῶν πιστῶν ὁ Χριστὸς, ὅπερ ὑπὲρ σοῦ, καὶ τῆς σῆς ὠφελείας γενήσεται. Τῇ δὲ τῶν Ἰουδαίων ὑπισχνεῖται Συναγωγῇ συνάξειν αὐτῆς τὰ τέκνα. Σῶσαι γὰρ τὰ ἀπολωλότα πρόβατα ἦλθεν Ἰσραήλ. Καὶ τὰ πανταχοῦ διεσπαρμένα λόγῳ δημιουργίας τέκνα Θεοῦ, τοὺς ἐξ ἐθνῶν δηλονότι, οὓς πλανήσας ἀπέστησε Θεοῦ διασκεδάσας ὁ Σατανᾶς. Διὸ εἰπόντος Καϊάφα," Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ," φησὶν ὁ εὐαγγελιστὴς, ὡς 2388 ἀρχιερεὺς ὢν προεφήτευσεν, ὅτι ἤμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους. Καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Εἴποις δ' ἂν καὶ τοὺς ἐξ ἐθνῶν τέκνα εἶναι τῶν ἐξ Ἰσραὴλ, ἐξ ὧν τῆς πίστεως παρέλαβον τὰ μαθήματα, πανταχοῦ τῶν τῆς οἰκουμένης διεσπαρμένοι κλιμάτων, καὶ πρὸς μίαν Ἐκκλησίαν συναχθέντες καθολικὴν, κωλύοντος Θεοῦ τὴν τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων ἀντίστασιν, οἱ πρὶν τυραννοῦντες ἀνανεύειν εἰς Θεὸν οὐκ ἐπέτρεπον. Υἱοὺς δὲ καὶ θυγατέρας καλῶν, τὴν διὰ Χριστοῦ τῶν πιστῶν υἱοθεσίαν παρίστησιν, οὗ δὴ καὶ τοὔνομα πάντες ἐπιγραφόμεθα. Τοῦτον δὲ τὸν λαὸν ἐκτικέναι φησὶ, κατὰ τὸ ἐν Ψαλμοῖς·" Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον." Τοῦτ' ἔστιν ἀνακτιζόμενος, καὶ πρὸς τὸ κατ' εἰκόνα πάλιν ἐπανελθὼν, καινὸς γεγονὼς, καὶ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον. Εἴτις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, κατὰ τὸ," Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν." Ὃ δὴ νῦν πεποιηκέναι τῇ ἰδίᾳ δόξῃ φησί· δόξα δὲ Πατέρος ὁ Υἱὸς, δι' οὗ, καὶ ἐν ᾧ δοξάζεται λέγοντι·" Ἐγὼ ἐδόξασά σε ἐπὶ τῆς γῆς." Δι' οὗ λαὸν τυφλὸν ἐξήγαγε πρὸς τὸ φῶς. Ἥλιος γὰρ ἦν δικαιοσύνης μὴ συγχωρήσας νυκτὸς καὶ σκότους ὑπάρχειν υἱοὺς, ἡμέρας δὲ μᾶλλον, κατὰ τὸν θεῖον Ἀπόστολον. Εἰπὼν δὲ συνήχθησαν, ἐπειδὴ μήπω τοῦτο γεγόνει, προφητικῶς εἰρῆσθαι δήλων τὸ, Καὶ συναχθήσονται. Ὡς γεγονότα γὰρ τὰ πάντως ἐσόμενα λέγειν σύνηθες τῇ Γραφῇ. Οἷόν ἐστι·" Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας." Καὶ τὸ," Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς." Ἐκ τῆς δὲ τῶν ἐθνῶν Ἐκκλησίας ἄρχοντας ἔσεσθαι, φησὶν ἐπ' αὐτῆς. Κατὰ γὰρ Δαβίδ·" Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς." Γέγονε γὰρ ἡ μέλαινα λελευκανθισμένη. Καὶ," Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις." Ταῦτα μὲν οὖν ἔφη Θεὸς ὧν προαγορεύει γινώσκων τὰ μέλλοντα. Θεοὶ δὲ ψευδεῖς ὄντες οἱ δαίμονες μάτην ὑμᾶς ἠπάτων οὐδὲν αὐτοὶ προγινώσκοντες. Κατηχεῖ γὰρ διὰ τούτων τοὺς ἐθνικοὺς, οὓς εἰς τὸν λόγον παρήγαγε, μάρτυρας λέγων ἔχειν τοῦ προειδέναι τὰ μέλλοντα τοὺς ἰδίους προφήτας. Τοῖς δὲ δαίμοσι τίς μαρτυρήσειεν, ὡς δι' αὐτοῦ τι προειρηκόσι περὶ τῆς Χριστοῦ παρουσίας, καὶ τῆς αὐτῶν καθαιρέσεως; Οὐδένα γὰρ, ὡς ἀληθῆ προειπόντες, ἔχουσι μάρτυρα, ὡς ἂν αὐτοῖς ἀκολουθοῖεν ἀκούοντες αὐτῶν. Τοῦτ' ἔστι, συναινοῦντές τε καὶ πειθόμενοι, ὡς ἐγνωκόσι τὰ μέλλοντα, καὶ τιμωμένοις δικαίως. 2389 Ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι· ὑμεῖς δὲ, ὦ προφῆται, γένεσθέ μοι μάρτυρες· μαρτυρήσω δὲ σὺν υἱῷ κἀγὼ, φησὶν, ἐμαυτῷ. Ἔλεγεν γὰρ ὁ Σωτήρ·" Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ, καὶ ποῦ ὑπάγω." Καὶ πάλιν·" Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Ταυτὶ δὲ, φησὶ, λελάληκα ὑμῖν, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι." Διὰ γὰρ γνώσεως ἡ πίστις. Διὰ δὲ τῆς πίστεως, ἡ σύνεσις." Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε," φησίν. Ὢν δὲ ἀΐδιός εἰμι καὶ Σωτήρ. Καὶ προεῖπον ὅτι σώζω, καὶ διὰ Χριστοῦ πρὸς ἔργον ἤγαγον Ὠνείδισα δὲ, φησὶ, τοῖς ἐξ Ἰσραὴλ, ὅτι φιλήδονοι μᾶλλον ὄντες, ἢ φιλόθεοι, τὸν ἐμὸν παρέβαινον νόμον. Ἐγὼ δὲ διὰ πολεμίων ἐφόδου τούτους ἐπαίδευον, ὅτε καὶ τὴν παρ' ἐμοῦ σωτηρίαν ἐζήτουν. Ὅπερ αὐτοῖς ὠνείδισα διὰ τῆς Ἱερεμίου φωνῆς λέγων·" Ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν, Ἀνάστα, καὶ σῶσον ἡμᾶς." Καὶ," Ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;" Σώζω τοίνυν μόνος ἐγὼ, ὡς δύνασθαι μηδένα τῶν ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν σωζόμενον· ποιήσω, καὶ τίς ἀποστρέψει; αὐτὸς ἔδωκα γὰρ τὰ ἔθνη, καὶ τίς τοῦτο μεταβαλεῖ πρὸς τὸ μὴ οὕτως ἔχειν; διὸ περὶ τῶν ἑαυτοῦ προβάτων ἔλεγεν ὁ Σωτήρ·" Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα. Καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατὴρ, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατέρος μου." Φωνὴ γὰρ αὐτὴ τῇ προκειμένῃ συνᾴδουσα. Τινὲς δὲ τὸ, ἐποίησα ἄλλαγμά σου Αἴγυπτον, εἰς ὑπόμνησιν εἰρῆσθαι τῆς ἐξ Αἰγύπτου φασὶν ἐλευθερίας. Ὅλα γὰρ ἔθνη τιμωρησάμενος ὑμῶν ἀντικατηλλαξάμην. Τοιγαροῦν ἐπάγει· Ἀφ' οὗ ἔντιμος ἐγένου ἐνώπιον ἐμοῦ, ἐδοξάσθης. Οὐ γὰρ οἰκείᾳ δυνάμει τὰ ἔθνη νενίκηκας, ἐμῇ δὲ ῥώμῃ τε καὶ συμμαχίᾳ, καὶ τὰ πρὸς χρείαν ἀεὶ χορηγήσαντος, ὡς τὰ πέριξ ἔθνη θαυμάζειν καταπληττόμενα. Καὶ νῦν δὲ δράσω τὰ παραπλήσια. Κἂν γὰρ ὡς ἁλουσῶν τῶν ιʹ φυλῶν ὑπεκλύεσθε, χρὴ σκοπεῖν ὡς εἰ γενοίμην ὑμῖν εὐμενὴς, πανταχόθεν πάντες συνάγεσθε, καὶ τὸ τὴν ἀνάκλησιν κωλύσον οὐδέν. Καὶ τὴν ἀρχὴν γὰρ ἐμῆς ἕνεκα δόξης περιεποιησάμην ὑμᾶς, καὶ τὰ πρὸς ἐμὲ τυφλώττοντας ἐλευθερίας ἠξίωσα. Οὐ γὰρ οἴκοθεν κινηθεὶς ᾠκειώθης ἐμοί. Τί οὖν μετὰ τοσαύτην πεῖραν, ὡς μήτε ἰδόντες, μήτε μὴν ἀκηκοότες τυφλώττετε; Ὑπομιμνήσκει δὲ αὐτοὺς, ὡς καὶ πάντα τὰ ἔθνη σὺν Ἀσσυρίοις ἐπεστράτευσαν Ἱερουσαλὴμ θαῤῥοῦντα τοῖς ἰδίοις θεοῖς, παρ' ὧν οὐ βοήθειαν ἔσχον, οὐ τὰς μελλούσας προέγνωσαν ἑαυτοῖς συμφοράς. Ὀγδοήκοντα πέντε γὰρ χιλιάδες τούτων πεπτώκασιν. 2392 Ἡκέτω οὖν τις ταῦτα παρ' ἐκείνων ἀκηκοὼς τῶν θεῶν ἅπερ ἴδετε, περὶ ὧν ὑμᾶς ἐχρῆν γενέσθαι καὶ μάρτυρας ἐπιψηφιζομένου κἀμοῦ. Εἰ δὲ πρὸς τοῦτο, φησὶν, ἀναδύεσθε, ὁ μονογενῆς μου παρέσται Υἱὸς τῶν ἡμετέρων ἐλλειμμάτων εἰς ἀναπλήρωσιν, ὁ καὶ ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν μαρτυρήσας μαρτυρίαν. Καίτοι μαρτυροῦντες ὠφελεῖσθε τὰ μέγιστα πρὸς κατανόησιν τῶν μελλόντων, καὶ θεωρίαν τῆς ἐμῆς θεότητος, ὀμματούμενοι ὡς καὶ σώζω θέλων, καὶ δρᾶσαι μέλλων προλέγω, τοῦτο μηδενὸς ποιοῦντος τῶν λεγομένων θεῶν. Τινὲς δὲ τὸ μάρτυς ἔσται ὁ παῖς μου, Χριστός φασιν ἔργῳ πληρῶν ἃ προεῖπον ὑπὲρ Ἰσραὴλ, καὶ κατὰ τῶν ἐχθρῶν. ιδκηʹ. 9Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ· Ἕνεκεν ὑμῶν ὑποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Οὕτως λέγει Κύριος, ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον9, κ. τ. λ. Εὐεργετῶν ὑμᾶς, φησὶ, καὶ παιδεῦσαι βουλόμενος, Βαβυλωνίοις παρέδωκα. Εἶτα δείξας ἐλευθέρους, δίκῃ μετῆλθον τοὺς ὑμῖν ἐνυβρίσαντας, ὡς τῶν παρ' αὐτοῖς Χαλδαίων τοὺς μὲν φυγεῖν, τοὺς δὲ δεσμώτας διὰ τῆς παρ' αὐτοῖς ἀχθῆναι θαλάττης, ἑτέρων αὐτοῖς ἰσχυροτέρων ἐπιθεμένων. Τινὲς δέ φασιν ὡς Κῦρος ὁ Βαβυλῶνα λαβὼν, δεσμώτας αὐτοὺς διαποντίους εἰς ὑπερορίαν ἐξέπεμψεν, ἅπερ ἔπραξα τὴν ἐμὴν ἀνθρώποις βασιλείαν ἐπιδεικνύμενος. Ἀντὶ δὲ τοῦ, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν, ὁ Σύμμαχος· Ἐγὼ, φησὶ, Κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραὴλ, βασιλεὺς ὑμῶν. Εἰ μὴ ἄρα τὸν Χριστὸν αἰνίττεται βασιλέα καθεστακέναι, ὃν οἶδεν Ἰσραὴλ καὶ Ἰακὼβ καλεῖν ἡ Γραφὴ, ὥσπερ οὖν καὶ Δαβὶδ, ὡς ἐκ τοῦ σπέρματος αὐτῶν καταγόμενον. Ἐπειδὴ γὰρ μερικῆς ἐμνήσθη λυτρώσεως τῆς ἐσομένης ἐκ Βαβυλῶνος, ἡνίκα ταύτην εἷλεν ὁ Κῦρος, πρὸς ἥν τις ἔφη προφήτης·" Καθὼς ἐποίησας, οὕτως ἔσται τὸ ἀνταπόδομά σου·" ἐπὶ τὴν διὰ Χριστοῦ τὸν λόγον τελειοτάτην ἀνήγαγε λύτρωσιν, οὐκ ἔθνους ἑνὸς, καθάπερ τὸ πρότερον, καθολικὴν δὲ πᾶσι μέλλουσαν ἔσεσθαι. Ὅτι δὲ πρὸς ἄμφω δυνατὸς ὁ Θεὸς, δεδήλωκε φήσας· Ἐγὼ Κύριος ὁ Θεός. Καὶ τῆς ὅλης δὲ ἀρχόμενος ῥήσεως ἔλεγεν, Οὕτω λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Θεὸς γὰρ ὢν φύσει, τί μὴ ποιήσει ῥᾳδίως; Ταῦτα μὲν οὖν ἔσται Βαβυλωνίοις μήπω γενόμενα, οὐ νῦν ἀρξαμένου μου τὴν ἐμαυτοῦ δυναστείαν τήν τε περὶ ὑμᾶς ἐπιδείκνυσθαι πρόνοιαν. Καὶ πάλαι γὰρ ἐξ Αἰγύπτου διὰ θαλάττης διήγαγον τοῦ Φαραὼ ῥίψας ἐν ταύτῃ τὴν δύναμιν, ὡς κοιμηθέντας ἐν βυθῷ μηκέτι λοιπὸν ἀναστῆναι, καὶ ὥς τε φλογὶ παρα 2393 πλησίους ἐσβεσμένῳ παραβάλλεσθαι λίνῳ τῷ ῥᾳδίως ἀναπτομένῳ καὶ σβεννυμένῳ τυχὸν ψιλῇ καὶ μόνῃ χειρί. Διήγαγον δὲ τρίβον αὐτοὺς ἐν ὕδατι πρὸς τῇ θαλάσσῃ καὶ τὸν ποταμὸν Ἰορδάνην. Ὃ καὶ θαυμάζων φησὶν ὁ Δαβίδ·" Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;" Καὶ πάλιν·" Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί." Πῶς δὲ αὐτὸς ἐξήγαγεν ἅρματα καὶ ἵππον; Δῆλον γὰρ ὡς τὸν Ἰσραὴλ οἰκείᾳ προαιρέσει Φαραὼ κατεδίωξεν, ἐπειδήπερ εἴρηται παρὰ Θεοῦ πρὸς αὐτόν·" Εἰς τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ." Οὕτω δὲ καὶ τοὺς φεύγοντας τὴν περὶ τὰ γήϊνα σπουδὴν, ὑπό τε τοῦ διαβόλου διωκομένους σώζει παραδόξως Θεὸς βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, τοῖς τούτου περισπασμοῖς οὐ συγχωρῶν κατακλύζεσθαι, οἱονεὶ καταξηραίνων τοὺς ἐπιπίπτοντας πειρασμοὺς, ἵν' ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ νοῦ καταστάσει σχολαίᾳ καὶ καθαρᾷ τὸν ἐξ οὐρανοῦ μὲν ἄρτον φαγεῖν, τὸ δὲ ἐκ πέτρας ὕδωρ πιεῖν· ὅπερ ἐστὶν ἐν μεθέξει γενέσθαι Χριστοῦ, διελθεῖν τε τὸν Ἰορδάνην καὶ γῆς τῆς ἐπηγγελμένης τυχεῖν. Ἀλλ' ἐπὶ τὴν ἱστορίαν παλινδρομήσωμεν. Ταῦτα μὲν οὖν, φησὶ, πάλαι πεποίηκα. Νυνὶ δὲ τὰ ἐν Αἰγύπτῳ καὶ Βαβυλῶνι τῇ τῶν ἐπιόντων ὑπερβολῇ σιγηθήσεται. Ἀντὶ δὲ τοῦ συλλογίζεσθε, Σύμμαχος ἐννοεῖσθε, φησί. Τίνα δὲ τὰ καινὰ, ἃ κατὰ τὸν καιρὸν τὸν ἴδιον γνώσεσθε; Ἐν τῇ ἐρήμῳ ποιήσω ὁδόν. Ἡ γὰρ ἐξ ἐθνῶν Ἐκκλησία πρότερον ἔρημος οὖσα Θεοῦ γνώσεως (ταύτης γὰρ οἱ διδάσκαλοι, φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν) ἔσχεν ὁδὸν τὸν Χριστὸν εἰπόντα·" Ἐγώ εἰμι ἡ ὁδός·" ἢ καὶ τὸ κήρυγμα τὸ εὐαγγελικὸν καὶ σωτήριον. Τὴν δὲ πρὶν αὐτῶν ἐρημίαν ἐδήλωσεν ὁ Δαβὶδ λέγων·" Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός." Ὥσπερ δὲ ἄνω ἐκ μερικῆς λυτρώσεως ἑπὶ τὴν καθόλου μετῆλθε, τὴν ἀνάδειξιν εἰπὼν τοῦ βασιλέως Χριστοῦ, οὕτω καὶ νῦν ὁδοῦ μνησθεὶς τῆς ἐν ὕδατι, ἐπὶ τὸ Χριστοῦ μυστήριον μετῆλθεν. Διὸ λήθῃ τὰ πρῶτα παραδοῦναί φησι τοῦ βραχυτέρου καλυπτομένου τῷ μείζονι, ὁποῖόν ἐστι καὶ τό·" Ἐκ μέρους γινώσκομεν. Ὅτ' ἂν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται." Λοιπὸν τοῖς πάλαι μεγάλοις ἀντεξετάζει τὰ πολλῷ τῶν μέσων νικῶντα. Ὡς γὰρ ἐποίησα φησὶν, ἐπ' Ἐρυθρᾶς θαλάττης ὁδὸν, οὕτως ἐν τῇ ἐρήμῳ ποιήσαιμι, καὶ ῥεύσουσιν ἐν αὐτῇ ποταμοὶ, καθάπερ ἐπὶ Μωσέως, ἐν ἐκείνῃ τῇ πρότερον. Ἀλλ' ἐκεῖ μὲν ὑδάτων, ἐν δὲ ταύτῃ διδασκαλίας τοῦ Πνεύματος. Οἱ γὰρ ταύτην προχέοντες εὐαγγελισταὶ καὶ ἀπόστολοι, ὅσοι τε κατ' Ἐκκλησίαν μυσταγωγοὶ ποταμοὶ χρηματίζουσι. Καὶ κατὰ τὸν Δαβὶδ εἰρηκότα," Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Ἐπεὶ καθά φησιν αὐτὸς πάλιν, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. 2396 Εἶτα, διά τινων ὀρνέων ἡδυφώνων, ἃ Σειρῆνας ἐκάλεσε, παρίστησι τῶν ἔξω τινὰς σοφοὺς ἐπείᾳ κεκοσμημένους πρὸς Θεὸν ἐπιστρέψοντας· διὰ δὲ στρουθῶν, ἤγουν στρουθοκαμήλων κατὰ τοὺς λοιποὺς, τοὺς ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις τὸν Θεὸν εὐλογήσοντας· οὗπερ αἴτιον τὸ τοῦ δοθέντος ὕδατος πεπωκέναι. Δι' οὗ σὺν θηρίοις ἀγροῦ πρὸς φύσιν λογικὴν μεταβαλοῦσι καὶ ἥμερον, καὶ τὰς ἐμὰς ἀρετὰς διηγεῖσθαι μαθήσονται, ἢ τὸν ὕμνον κατὰ τὸν Σύμμαχον, οἳ καὶ ἐκλεκτὸν ὑπάρξουσι γένος. Πρὸς οὓς ὁ Πέτρος φησίν·" Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ." Τούτων δὲ παραδόξως οὕτω γεγενημένων, Σὺ, ὦ Ἰακὼβ, οὐκ ἄξιος γενήσῃ τῆς ἐμῆς κλήσεως. Ἢ κατὰ τὸν Σύμμαχον· Οὐ δὲ ἐμὲ ἐκάλεσας, Ἰακώβ. Καὶ οἱ λοιποὶ δὲ συμφώνως. Εὐλογούντων γάρ με τῶν θηρίων καὶ σειρήνων καὶ στρουθῶν, οὐκ εὐλόγησας αὐτὸς, οὐδέ με καλεῖν ὅλως ἠξίωσας. Ἐκοπιάθης δὲ εἰς ἐμὲ κατὰ Σύμμαχον· ἢ κατὰ τοὺς ἄλλους, ὅτι ἐκοπίασας ἐν ἐμοὶ, καίτοι οὐδένα σοι προξενήσαντι κόπον. Ὅσα γάρ σοι παρέχειν ἐνομίζετο κόπον, παρῄτημαι πρότερον εἰπών·" Τί μοι πλῆθος θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμὶ," καὶ τὰ ἐπ' αὐτοῖς. Κἀν τῇ Καινῇ δὲ Διαθήκῃ τοιοῦτον οὐδὲν διὰ τοῦ παιδὸς, ὃν ἐξελεξάμην, ᾔτησα παρὰ σοῦ. Ἀλλ' οὔτε σύ μοι προσήνεγκας. Ἕτερα δὲ ἀνθ' ἑτέρων ἐποίεις. Ἐν γὰρ ταῖς σαῖς ἁμαρτίαις προέστης μου. Ἢ κατὰ τοὺς λοιποὺς, ἐν ἁμαρτίαις σου ἐκάλεσάς με. Ὅρα δὲ κἀν τοῖς προκειμένοις, ὡς τῇ μὲν ἐρήμῳ καὶ τοῖς ἐν αὐτῇ θηρίοις ἀγαθῶν ἐλπίδας εὐαγγελίζεται, τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ' ἀσεβείαις ἐλέγχει, ὃν καλεῖ ξηροῖς ὀνόμασιν Ἰακώβ τε καὶ Ἰσραὴλ, οὔτε δοῦλον οὔτε ἐκλεκτὸν τοῦτον εἰπὼν, ἅπερ ἔλεγεν ἐπὶ τοῦ κρείττονος τάγματος. Ἀλλ' οὐδὲν ἧττον αὐτοὺς ἐπιστρέψαι παρακαλεῖ, συγχωρήσειν αὐτοῖς τὰς ἁμαρτίας ἐπαγγελλόμενος. Τινὲς δὲ τὸ, Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὔτως ἀπέδωκαν· Τῶν ἐν Χριστῷ σωζομένων, καὶ τῆς Καινῆς Διαθήκης μνησθεὶς, οὓς αὐτὸν εὐλογήσειν ἔφη, θηρία καλέσας ἀγροῦ (πνευματικῆς δὲ τρόπος θυσίας ἡ δοξολογία), νῦν πείθει τὸν Ἰσραὴλ, ὡς δὴ λελύτρωται τῆς ἐν Αἰγύπτῳ θητείας, οὐχ ἵνα τὰ δι' αἵματος αὐτῷ προσάγοιεν καὶ καπνῶν· ἀπόβλητα γὰρ ταῦτα καὶ πρὸς σκιᾶς παρείληπται τύπον. Διό φησιν. Οὐ νῦν, ὅτε θύεις, ἐκάλεσά σε, ἤγουν οὐ προσάγοντά σε θυσίας ἐκάλεσα, ὡς μὴ δοκεῖν σε καθάπερ ἀντέκτισίν τινα τῆς προσαγωγῆς ἐσχηκέναι 2397 τὴν λύτρωσιν. Εἰδωλολατρῶν δὲ, δι' ἐμὴν ἀγάπην χάριν ἔσχες τὴν σωτηρίαν. Ἃ δὲ μετὰ ταῦτα προσήνεγκας, οὐδὲν πρὸς ἐμέ. Μόναις γὰρ ταῖς ἐξ ἀρετῶν λογικαῖς εὐαρεστοῦμαι θυσίαις. Καὶ δι' Ἱερεμίου δὲ τοῦ προφήτου φησί·" Τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συναγάγετε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου." Καὶ ἀλλαχοῦ·" Ἵνα τί μοι λίβανον ἐκ Σάβα φέρετε, καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι." Καὶ διὰ τοῦ Ψαλμοῦ δέ φησιν·" Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους." Δι' ὧν ἀφίστησιν αὐτοὺς τῶν τύπων εἰς τὴν πολιτείαν τὴν εὐαγγελικὴν συνωθῶν. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐγὼ μὲν οὖν, φησὶν, ὡς ἀγαθὸς ἑτοίμως ἔχω σοι συγχωρεῖν. Σοὶ δὲ τὸ μεμνῆσθαι τῶν ἁμαρτιῶν ἀσφαλὲς πρὸς τὸ μὴ ταύταις ἔτι περιπεσεῖν. Ἐξ οὗ καὶ δικαιοῦσθαι συμβαίνει." Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ." Καὶ δείκνυσιν ὡς οὐκ οἶδε καθαίρειν ἡ κατὰ νόμον λατρεία. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. Καὶ πάλιν περὶ τῶν ἐκ περιτομῆς πεπιστευκότων φησίν·" Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν ἵνα δικαιωθῶμεν ἐν αὐτῷ." Θυσία τοίνυν ὑμᾶς οὐ καθαίρει, ἐγὼ δὲ μόνος ὁ ἀφιεὶς ἁμαρτίας δωρεᾷ τε καὶ χάριτι." Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ." Αὕτη γὰρ ἀσθενὴς πρὸς τὴν δι' ἔργων σωτηρίαν ἡ φύσις. Ἐπιμελῶς γὰρ ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καθὰ δηλοῖ καὶ Δαβὶδ λέγων·" Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὄτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν." Ἐλεῶ μὲν οὖν αὐτός. Εὖ δὲ πεπονθότας ἐθέλω μεμνῆσθαι καὶ τὸν Σωτῆρα διὰ παντὸς ἀνυμνεῖν. Ὃ δὴ καὶ δρῶσιν οἱ ἅγιοι, ὡς δηλοῖ πάλιν ὁ μέγας Δαβὶδ, ποτὲ μὲν εἰπών·" Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός·" ποτὲ δέ·" Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου·" κατὰ τό·" Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις." Ὃ δὴ μὴ ποιήσας μὲν ὁ Φαρισαῖος κατεκρίθη. Δράσας γε μὴν ὁ τελώνης ἀπῆλθε δικαιωθείς. Τοῦτο δεῖν εἰπὼν ὁ Θεὸς ποιῆσαι, Πλὴν ἴσθι, φησὶν, ὡς ἐκ πατέρων ἔφυς ἁμαρτωλὸς, καὶ ὅσοι κατὰ καιροὺς ὑμῶν ἦρξαν, ἠνόμησαν εἰς ἐμέ Ἀντὶ δὲ τοῦ ἄρχοντες, ἑρμηνεῖς Ἀκύλας ἔφη καὶ Σύμμαχος. Τρία δὲ τίθησι τάγματα· πατέρας, καὶ ἑρμηνεῖς, καὶ ἄρχοντας, Ὧν οἱ μὲν ἦρχον, οἱ δὲ τῶν Γραφῶν ἦσαν ἐξηγηταὶ, οἱ δὲ τῷ χρόνῳ προβεβηκότες ἐτύγχανον. Δι' οὓς ἀπολωλέναι λέγει 2400 τὸν Ἰσραὴλ καὶ ἐμπεσεῖν εἰς ὀνειδισμὸν, ἢ εἰς βλασφημίαν, ὡς οἱ λοιποί. Καὶ καθ' ἑνὸς δὲ λάβοις ἂν σημαινομένου τὰ τρία, τοὺς ὀφείλοντας λέγων τοὺς ὑπὸ χεῖρα παιδαγωγεῖν, οἱ καὶ πλημμελοῦντες ἀσύγγνωστοι. Τὸ, Εἰς ἐμὲ δὲ ἠνόμησαν, πλείστην ἔχει τὴν ἔμφασιν. Οὐ γὰρ εἰς ἄνθρωπον ἢ φύσιν τινὰ γεννητήν. Ὁ γὰρ εἰδωλολατρῶν, τόγε ἧκον εἰς αὐτὸν, τὴν θείαν ἀπώσατο φύσιν, ἀποστερῶν τῆς προσηκούσης ὑπεροχῆς τε καὶ δόξης, ἐφ' ᾧ τὸν Ἰσραὴλ αἰτιώμενος ἔλεγεν·" Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ." Καὶ πάλιν·" Ἵνα τί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠνομήσατε καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ." Διό φησιν, Ἐμίαναν τὰ ἅγιά μου. Οὐκ ἐν μόνῃ γὰρ Ἱερουσαλὴμ, καὶ ἐν αὐτῷ δὲ τῷ θείῳ νεῷ τὰς τῶν δαιμονίων ἀνέθηκαν στήλας. Λέγει γὰρ περὶ τῆς Ἰουδαίων Συναγωγῆς ὁ Θεός·" Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα;" τοιοῦτον δὲ πᾶν, δι' οὗ ἐτυποῦτο Θεός. Μιαίνεται δὲ καὶ ἄλλως τὰ ἅγια, τῶν εἰς Θεοῦ τιμὴν μὴ γιγνομένων ὡς δεῖ. ΚΕΦΑΛ. ΜΔʹ. αεʹ. 9Νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ, ὃν ἐξελεξάμην. Οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ κτίσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἔτι βοηθήσῃ. Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην9, κ. τ. λ. Ταῦτα πρὸς Ἰσραὴλ εἰπὼν καὶ τὸν Ἰακὼβ τὸν διαβεβλημένον, οὐκ ἐκλεκτὸν τοῦτον, οὐ παῖδα πάλιν ἐκάλεσεν, δι' ὧν πάλιν ὀνομάτων τοὺς περὶ ὧν ἐπιφέρει, καλεῖ τὸν ἐπαινετὸν τῶν ἀποστόλων ὑποσημαίνων χορόν. Διό φησι, Κύριος ὁ Θεὸς ὁ ποιήσας σε. Καὶ παραθαῤῥύνας αὐτοὺς πάλιν ἐπήνεγκεν, ὅτι Ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Καὶ πῶς διεσάφησε λέγων· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, τὸ λογικόν τε καὶ γόνιμον ζωτικόν τε δηλῶν ὕδωρ, τὸ διὰ τοῦ θείου χορηγούμενον Πνεύματος. Δι' οὗ τοὺς ἀναγεννηθέντας σπέρμα τῶν ἀποστόλων καὶ τέκνα καλεῖ, Παύλου λέγοντος·" Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." Καὶ πάλιν·" Τέκνα οὓς πάλιν ὠδίνω." Εὐλογίας δὲ καλεῖ τὸ πολυειδὲς τῶν τοῦ Πνεύματος δωρεῶν·" Ὧ μὲν γὰρ δίδοται λόγος σοφίας·" καὶ τὰ ἑξῆς. Καὶ πάλιν·" Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ." Τίνες δὲ αἱ εὐλογίαι, δηλοῖ, ὅτι ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Τὸ ζωτικὸν αὐτοῦ παριστῶν ἰτέαν εἶπεν, διὰ 2401 τὸ νεαρόν τε καὶ ἀειθαλὲς τοῦ φυτοῦ. Πηγαῖς γὰρ ἀεὶ καὶ ποταμοῖς παραπέφυκεν. Τινὲς δὲ πρὸς τοὺς αὐτοὺς καὶ τὰ νῦν εἰρῆσθαί φασι. Τὴν γὰρ αἰτίαν τῆς ἀπωλείας εἰπὼν, πάλιν αὐτοῖς τὸ μνησικακεῖν ἐπαγγέλλεται. Ἕτερον αὐτοῖς ἀντὶ τοῦ προλαβόντος ὁρίζων καιρὸν τὸ νῦν λέγων, ὡς καὶ τό·" Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε." Προτρέπει γὰρ αὐτὸν ἐπιλαθέσθαι μὲν τῶν πάλαι. Ὅτι δὲ αὐτοῦ παῖς ὠνομάσθη, σκοπεῖν καὶ ὡς ἐκ πάντων ἐξείλεκται τῶν ἐθνῶν, κατὰ τό·" Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη," καὶ τὰ ἐφ' ἑξῆς. Εἰ δὲ νοοῖτο περὶ τῶν ἐξ ἐθνῶν, τοσαύτη τις ἔσται τότε, φησὶ, προκοπὴ καὶ θεοσεβείας κατόρθωσις τῶν οἰκούντων πάλαι τὴν ἔρημόν τε καὶ ἄνυδρον, ὡς ἁμιλλᾶσθαι πρὸς ἀλλήλους ὡς ἐν δρόμῳ τοῦ Θεοῦ τὴν χάριν ἁρπάζειν ἐπειγομένους, καὶ τὸν μὲν Τοῦ Θεοῦ, λέγειν, εἰμὶ, τὸν δὲ τοὔνομα τοῦ Ἰακὼβ ἐπιγράφεσθαι, καίτοι μὴ ὄντα ἐκ τοῦ Ἰακὼβ, ἐκ δὲ τῆς ἐρήμου τῆς πρότερον. Ἀντὶ δὲ τοῦ βοήσεται, κληθήσεται Σύμμαχος ἔφησεν· τοῦτο, φασὶν, ἐν τοῖς τῶν διωγμῶν καιροῖς ἐθεασάμεθα, πολλοὺς τῶν ἐθνικῶν τὰς τῶν ἁγίων ἀνδρῶν προσηγορίας ἑαυτοῖς ὑφαρπάζοντας. Ἐκάλει γὰρ ἑαυτὸν ὁ μὲν Ἰακὼβ, ὁ δὲ Ἰσραὴλ, ἕτεροι δὲ Ἱερεμίαν τε καὶ Ἡσαΐαν, καὶ Δανιήλ. Μεθ' ὧν ὀνομάτων ἐπὶ τὰ μαρτύρια προθύμως ἑαυτοὺς ἐπεδίδοσαν. Τὸ δὲ τῇ χειρὶ, διὰ τὸ στίζειν ἴσως πολλοὺς ἐπὶ καρπῶν, ἢ βραχιόνων ἢ τοῦ σταυροῦ τὸ σημεῖον, ἢ τὴν Χριστοῦ προσηγορίαν. Ἤγουν ἐπὶ τῷ ὀνόματι, φησὶν, ἐπειδὴ ὄνομα τοῖς ἐξ Ἰακὼβ σχοίνισμα καὶ κλῆρος Θεοῦ. Οὐκ ἐᾷ δὲ, φασὶ, τοὺς ἀσεβήσαντας χωρεῖν εἰς ἀπόγνωσιν, ὡς μὴ δοκεῖν ὁλόῤῥιζον ἀπολεῖσθαι τὸν Ἰσραὴλ, ἀποστραφέντος εἰς ἅπαν αὐτοὺς τοῦ Θεοῦ. Καταλέαν εἰ δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδόν. Ἑαυτὸν δὲ λέγων Κύριον, καὶ Θεὸν, ποιητήν τε καὶ πλάστην, ἐμφαίνειν ἔοικεν ὅτι καὶ πεπλάνηται, τὸ τῆς θεότητος ὄνομα Ἰσραὴλ περιθεὶς ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς, καὶ τῆς ἐξ ἀρχῆς τοῦ ἀνθρώπου δημιουργίας ὑπέμνησεν, ἀχαριστίας γραφόμενος, εἰ γονέας τιμῶν τοὺς εἰς τὴν γένεσιν ὑπουργήσαντας, αὐτὸν ἀπεστράφη τὸν ποιητὴν, ὃ καὶ δι' ἑνὸς ἔφη τῶν προφητῶν·" Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ." Καί·" Εἰ Πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου;" Καί·" Εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ." Κύριος μὲν γάρ ἐστιν, ὡς ὑπὸ χεῖρα τὴν κτίσιν κρατῶν, Πατὴρ δὲ, ὡς ποιητής. Τὸ δὲ ἔτι βοηθήσῃ, παρίστησιν ὡς ἥμερος ἐγὼ καὶ πρὸς τοσοῦτον ἡμαρτηκότα. Ἄνωθεν δέ τινες περὶ τῆς ὅλης ῥήσεως ἔφασαν, ὡς ἐνάγων αὐτοὺς εἰς ἔνδειξιν τῆς 2404 ἰδίας μεγαλοπρεπείας, ὡς οἷός τε ἔσται καὶ τὰς δέκα φυλὰς ἐπαναγαγεῖν ἐὰν βουληθῶσι, τῶν πάλαι θαυμάτων ὑπέμνησεν. Εἰ δὲ λέγετε Τί δεῖ μεμνῆσθαι; πάλιν ἐκείνων ἀπιστουμένων τῷ χρόνῳ, παρείσθω ταῦτα, φησὶ, καὶ τὰ νέα σκοπήσατε. Εἰπὼν δὲ τὰ περὶ τῆς Καινῆς Διαθήκης, φησὶν, ὡς Οὐ νῦν ἀρχὴν τῆς περὶ σὲ κηδεμονίας πεποίημαι, ἀλλ' οὐ δὲ μισθὸν λαβὼν ἐξ ἀρχῆς, τοὐναντίον δὲ καὶ ἀσεβοῦντι τῶν ἁμαρτημάτων ἄφεσιν δέδωκα, καιρὸν ὑμῖν δοὺς δικαιοσύνην ἐργάζεσθαι. Καὶ ἡ θάλασσα γὰρ, καὶ ὁ στύλος τοῦ πυρὸς, καὶ ἡ νεφέλη, βαπτίσματος χώραν ἐπεῖχεν ὑμῖν. Καὶ ὁ Ἀπόστολος γὰρ βεβαπτίσθαι φησὶν αὐτοὺς ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ. Ὁ αὐτὸς δὲ καὶ νῦν εἰμι βουλομένων ὑμῶν ἀφιεὶς ἁμαρτίας, ἐὰν ἑαυτῶν κατήγοροι γένησθε ἐπὶ ἀφέσει, οὐ κατακρίσει. Εἰ δὲ μὴ, ἐν καιρῷ τῆς κρίσεως τούτων ὑμᾶς ὑπομνήσω τοὺς ἑαυτῶν πατέρας ταῖς ἁμαρτίαις νικήσαντας. Ἠσέβουν μὲν γὰρ κἀκεῖνοι, ἀλλ' οὐκ εἴδωλον καθ' ὑμᾶς ἐπεισήνεγκαν τῷ ἡμετέρῳ ναῷ. Καὶ πάλιν ἐπιστρέφων αὐτοὺς, δυσωπητικῶς Ἰακὼβ καὶ Ἰσραὴλ ἐκ τῶν πατέρων καλεῖ, καὶ ποιητὴν καὶ διὰ πάντων διήκοντα δεικνὺς ἑαυτὸν, καὶ τῆς ἐν τῇ γαστρὶ μέμνηται πλάσεως. Εἶτα μισθὸν τῆς εἰς τὸν Μονογενῆ πίστεως τὸ Πνεῦμα δώσειν ἐπαγγειλάμενος τὴν ἐξ αὐτοῦ χορηγουμένην εὐλογίαν δηλοῖ. Ἴδιον γὰρ τῶν εὐλογούντων Θεὸν, τὸ καὶ αὐτοὺς εὐλογίας πληροῦσθαι. Εἰ γὰρ ὁ τὸν Ἀβραὰμ εὐλογῶν εὐλογίας κληρονόμος ἔσται, πόσῳ γε τούτου τὸν Θεὸν καὶ Δεσπότην; Ἐν τούτοις δὲ γενήσονται τοῖς ἀγαθοῖς, ὡς τοῖς ἀειθαλέσιν ἐοικέναι φυτοῖς καὶ τὰ ἐπὶ τούτοις. κγʹ. 9Οὕτως λέγει ὁ Θεὸς, ὁ βασιλεὺς Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Πλὴν ἐμοῦ οὐκ ἔστι ὁ Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα9, κ. τ. λ. Ἐξ ἑτέρας ἀρχῆς πρὸς τοὺς εἰδωλολάτρας τῶν Ἰουδαίων ὁ λόγος. Ποίου δὲ Ἰσραήλ ἐστι βασιλεὺς, ἐπήνεγκε λέγων, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ. Τῶν γὰρ ῥυσθέντων ἐστὶ βασιλεὺς, οὐ τῶν κατηγορουμένων ἐπ' ἀσεβείᾳ. Οὓς δὴ καὶ πλανηθέντας ἐπιστρέφει πρὸς τὸν ἕνα Θεόν. Πρὸ οὗ καὶ μεθ' ὃν οὐκ ἔστιν ἄλλον εὑρεῖν. Εἰ δὲ καὶ περὶ παντὸς νοοῖτο τοῦ Ἰσραὴλ τὸ ὁ ῥυσάμενος αὐτὸν, τῆς ἐλευθερίας αὐτῶν τῆς ἐξ Αἰγύπτου μεμνῆσθαι παρακαλεῖ, καὶ τῶν τοσούτων θαυμάτων, παρὰ τὸν φύσει Θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητον ἕτερον οὐδένα δεικνύς· εἰ δὲ νομίζεις ἄλλον εἶναι, λεγέτω ποῖον ἔργον αὐτοῦ δείκνυσιν ἐν τῷ παντί. Ἑνὸς γὰρ ὄντος τοῦ κόσμου, καὶ συμφυοῦς, καὶ ἑαυτῷ συνημμένου, εἷς ἂν εἴη καὶ ὁ τούτου δημιουρ 2405 γὸς, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νοούμενος. Θεοῦ δὲ ὄντος ἑτέρου, καὶ κόσμος ἕτερος νοηθήσεται· ὅπερ ἐκ πλειόνων ὡς ἄτοπον ἐξελήλεγκται. Τὸ δὲ στήτω, τοῦτ' ἔστι πρῶτον ὕπαρξιν δεικνύτω τὴν ἑαυτοῦ, καὶ ὡς ἐν οὐσίας ἐστὶν ὑποστάσει, καὶ ὡς ἐφ' ἑαυτοῦ μένει καὶ ἕστηκεν. Εἶτα φωνὴν ἀφεὶς λογικὴν καὶ Θεῷ πρέπουσαν, ἀναγγειλάτω πρῶτα καὶ ἔσχατα, ἀφ' οὗ τὸν ἄνθρωπον ἔπλασα, μέχρι τοῦ παρόντος καιροῦ, ἢ καὶ ἔτι τοῦ μέλλοντος, καθάπερ ἐγὼ τὰ μὲν πρῶτα διὰ Μωσέως, τὰ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας, δι' αὐτοῦ τε καὶ τῶν ἄλλων ἐμήνυσα προφητῶν. Θεῷ γὰρ τῷ κατὰ φύσιν πάντα πάρεστιν ἐν ἀμερίστῳ γνώσει καὶ τὰ χρόνῳ διεστηκότα. Ἀλλὰ γὰρ μὴ συσχηματίζεσθε ἐγκαλυπτόμενοι, ὡς εἰδότες μέν τι, μὴ βουλόμενοι δὲ λέγειν. Οὐ γὰρ ἠκούσατε, φησὶν, ἀπ' ἀρχῆς, οὐδὲ ἔγνωτε τοιοῦτον οὐδὲν, ὡς ἐγὼ πρόγνωσίν τε τὴν ἐμὴν καὶ θεϊκὰς ἐπέδειξα πράξεις. Ὧν ὑμεῖς μάρτυρες, ὅσοι τὰ Μωσέως καὶ τῶν μετ' αὐτὸν ἐγνώκατε λόγια, τὰ ἐν Αἰγύπτῳ θαύματα, καὶ μετὰ ταύτην ἀγγέλλοντα, καὶ τῆς κτίσεως αὐτῆς ὡς δὴ Δεσπότῃ συγκινηθείσης ἐμοί. Ταῦτα γὰρ ἰδίας ἐκάλεσεν ἀρετὰς, ἃς ἐνεργοῦντι τούτων ἦν οὐδεὶς σὺν ἐμοὶ, ἀλλ' οὐδὲ πρὸ τοῦ κατακλυσμοῦ, ὅτε μηδὲ τῶν εἰδώλων ἦσαν δημιουργοὶ, καθάπερ ἴστε καὶ ὑμεῖς, ὡς ἐν ἀρχῇ τοῦ θνητοῦ βίου τούτων ὑπῆρχεν οὐδέν. Οἱ δὲ μετὰ ταῦτα γενόμενοι παύσονται τῆς πλάνης ἐγκαλυπτόμενοι. Ἐπιμένοντες δὲ κατὰ τὸν τῆς ἐκδικήσεως ἀπολοῦνται καιρόν. Ὑμεῖς δὲ τέως τί μὴ λογίζεσθε, τίς τῶν ἀψύχων ἀγαλμάτων ἡ φύσις; Εἰ γὰρ εἶχόν τινα δύναμιν, ἤρκεσαν ἂν τοῖς Αἰγυπτίοις, καὶ τοῖς Ἀμοῤῥαίοις εἰς σωτηρίαν ταῖς ἐμαῖς ἐνεργείαις ἀντιταττόμενα. Νυνὶ δὲ σὺν αὐτοῖς ἥλω τοῖς προσκυνοῦσι καὶ πυρὶ δι' ὑμῶν παραδέδοται. Πῶς οὖν ὑμεῖς οἱ κατεγνωκότες γεγόνατε τούτων δημιουργοὶ, καὶ ταῦτα Μωσέως ἀκούσαντες, ὡς Θεῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον; οὕτω γεγόνατε μάταιοι τὰ μὴ ὄντα ποθήσαντες; Τὸ δὲ ἐξηράνθησαν, εἰ μὲν ἐπὶ τῶν γλυπτῶν νοοῖτο, ἀντὶ τοῦ ἀπώλοντο κείσεται. Εἰ δὲ ἐπὶ τῶν τεκταινόντων, ὡς ἐπὶ φυτῶν ἀκάρπων ῥηθείη ξηραινομένων, ὧν τὸ τέλος εἰς καῦσιν. Τὸ δὲ κωφοὶ ἀπὸ ἀνθρώπων ἀντὶ τοῦ τελοῦντες μὲν οὐδαμῶς εἰς ἀνθρώπους, ἀναίσθητοι δὲ, κατὰ τό·" Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά." Εἶτά φησι, συναχθήτωσαν πάντες, ὡς ἂν κοινῶς ἐντραπεῖεν οἱ τῶν εἰδώλων θεραπευταὶ τῇ δυσσεβείᾳ συνειπεῖν οὐκ ἰσχύοντες. Εἶτα μέμνηται τῶν ὀργάνων, δι' ὧν τὰ εἴδωλα κατεσκεύαζον, ἵνα τὴν περὶ ταῦτα τέχνην προσκυ 2408 νοῦντας αὐτοὺς ἀποφήνῃ. Εἰ γὰρ ἦν αὐτὸ τὸ ξύλον Θεὸς, καὶ χωρὶς ἂν τέχνης ὑπῆρχε Θεός. Οὐκοῦν τὴν τέχνην ἐθεοποίησαν ἀσθενοῦς οὖσαν ἀνδρὸς καὶ φθαρτοῦ. Οὐ γὰρ ἂν ἐδεῖτο τροφῆς καὶ ποτοῦ. Ἐν ἐρωτήσει γὰρ ὑποστίζοντες τὸ, Οὐ μὴ πίῃ ὕδωρ, ἀναγνωσόμεθα. Πῶς οὖν ὁ φθαρτὸς ἄφθαρτα, καὶ ἀθάνατα ποιήσειεν ὁ θνητός; τινὲς δὲ καὶ ἐπὶ τῶν εἰδώλων τὸ ὅλον ἐδέξαντο. Προσαγάγετε γὰρ τούτοις θυσίας. Ἄρα οὖν μὴ θυόντων ὑμῶν, πεινάσει καὶ ἀσθενήσει ἐνυπάρχων Θεός; οὐκοῦν καὶ ὕδωρ ὀφείλει πιεῖν, εἰ τούτων ἐστὶν ἐνδεὴς, ἵνα διαβάλλει καθόλου τοὺς Θεῷ τι προσφέροντας ὑλικὸν, οὗ μὴ πέφυκεν ἐνδεής; οὐ δὲ γὰρ ὁ φύσει Θεὸς προηγουμένως τὰς θυσίας ἐπέταξεν. Ἐντρεπτικῶς δὲ νῦν ὁ προφήτης τοῖς περὶ τούτων ἐνέμεινε λόγοις, ὡς ἂν φρονήσαντες ἐπιστραφεῖεν πρὸς θεοσέβειαν. Τὸ δὲ ὡς μορφὴν ἀνδρὸς, παρίστησιν ὡς τὴν ἰδίαν προσκυνοῦσι μορφὴν τοσοῦτον ἀπᾴδουσαν, ὅσων ἀρχετύπων ἡ μίμησις. Καὶ τὴν ἑαυτῶν αἰσχύνουσι φύσιν τὴν ἐν λίθοις καὶ ξύλοις εἰκόνα τῆς ἀληθοῦς προτιμῶντες μορφῆς, καὶ δόξαν ἐκείνῃ προσάγοντες. Τὸ δὲ ἵστησιν ἐν οἴκῳ, δηλοῖ ὅτι ναῷ ἐκ δρυμοῦ τὴν ὕλην λαβών. Ὅπερ εἰδὼς οὐκ ἂν ἔχοι λέγειν, κατὰ τοὺς Ἑλλήνων λήρους, διοπετῆ τὰ ἀγάλματα. Σποδὸς οὖν ἄρα ἡ καρδία αὐτῶν, καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς, πλὴν ὃ ἤτι μόνος εἴπερ ἐθέλοι Θεὸς ὁ μετασκευάζων, ὡς βούλεται, πάντα, καὶ φωτίζων ἐσκοτισμένα. Ἴδετε, τοῦτ' ἔστι κατανοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιῇ μου, συνήθως οὕτω τὸν μονογενῆ καλέσας Υἱὸν, ὃς εἴτε Θεὸς, εἴτε Κύριος, εἴτε φῶς, ἢ δύναμις, ἢ βασιλεὺς, ἢ Δημιουργὸς, ἢ ζωὴ λέγοιτο, πάντα κυρίως ἐστὶν ἐξ ἀληθείας λεγόμενος, τῶν εἰδώλων ἢ δαιμόνων ψευδῶς ταῦτα λεγομένων. Φύσει γὰρ Θεὸς αὐτὸς ἐκ Θεοῦ. Ὡς ἐπιλήσμονι δὲ τῷ Ἰσραὴλ τὸ μνήσθητι καλῶς ἐπενήνοχεν. Πλασθεὶς γὰρ εἰς παῖδα, οὐκ ὀφείλει τῆς ἀξίας ὑπεριδεῖν, κωφοῖς εἰδώλοις προσκείμενος." Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς." Λοιπὸν, ὧν ἥμαρτες μέμνησο, κἂν ἐγώ σοι τούτων ἀμνηστείαν χαρίζωμαι. Πεπλάσθαι δὲ λέγεται διὰ τοῦ νόμου πρὸς παῖδα. Ὡς γὰρ Ἀδὰμ ἐκ γῆς, καὶ πᾶν ἐν γαστρὶ πλάττεται βρέφος· οὕτως οἱ ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου πλάττονται Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτὸν, κατὰ τό·" Τεκνία, οὓς πάλιν ὠδίνω μέχρι μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Καὶ πάλιν·" Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ' ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον." Καὶ πάλιν·" Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθε τῇ 2409 ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος." Ἀλλ' ἡμεῖς μὲν οὕτω. Τοῖς ἐν νόμῳ δὲ πρέπει δουλείας πνεῦμα λαβοῦσι τὸ εἰς οἰκέτην καὶ παῖδα πεπλάσθαι. Παραβαίνοντας γὰρ ὁ νόμος, ὡς οἰκέτας ἐκόλαζεν. Ἡ ἐν Χριστῷ δὲ πλάσις υἱούς τε καὶ συμμόρφους ἐργάζεται. Τῷ δὴ οὖν Ἰσραὴλ, Μὴ ἐπιλανθάνου μου, φησὶ, τρεπόμενος εἰς ἀσέβειαν. Πρὸς ὃν ἀλλαχοῦ φησιν·" Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα." Οὕτως ἄρα λήθη Θεοῦ, τὸ ἀποφοιτῆσαι τούτου δηλοῖ. Προτρέπων δὲ σπεύδειν ἐπὶ μετάνοιαν, ἐπιστρέφουσιν αὐτοῖς ἀμαρτημάτων ἄφεσιν ἐπαγγέλλεται, Ἀπήλειψα, λέγων, ἀντὶ τοῦ ἀπαλείψω, καθάπερ τι νέφος διαλύσας ἢ γνόφον. Τὸ γὰρ μέλλον τοῦ χρόνου, τὸ λυτρώσομαί σε παρίστησιν. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς ἐπιστροφὴν, ὡς ἀπεστραμμένον, τὸν Ἰσραήλ; διὰ Χριστοῦ γὰρ ἤμελλε πᾶσιν ἡ τῶν ἁμαρτημάτων ἄφεσις δίδοσθαι συναναστραφέντος ἡμῖν τοῦ Ἀμνοῦ, ὃς αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὃ δὴ προϊδὼν ὁ προφήτης, καὶ ὡς πολλοὶ τούτων πιστεύσουσιν τῷ προφητικῷ πειθόμενοι λόγῳ, χαίρειν τοὺς οὐρανοὺς προσφωνεῖ, τὰς οὐρανίους δηλονότι δυνάμεις, ὡς ἂν χαρᾶς ἐν οὐρανοῖς γενησομένης ἐπὶ τοῖς μετανοεῖν μέλλουσιν. Ὅθεν Χριστοῦ γεννηθέντος ἀνέκραζον·" Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη." Σαλπίζειν δὲ βούλεται, καὶ εἴ τινές εἰσι, καὶ τὴν γῆν αὐτὴν ὑποστηρίζουσαι θεῖαι δυνάμεις, ἤγουν ἀλαλάξαι, κατὰ τοὺς λοιποὺς, ὕμνον ἀναπεμπούσας Θεῷ. Εἰκὸς δὲ θεμέλια χρηματίζειν τοὺς θεοφιλεῖς πάντας προφήτας τε καὶ δικαίους, κατὰ τὸν Ἀπόστολον λέγοντα·" Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν." Ἐπὶ τὴν Χριστοῦ γὰρ κλῆσιν μεγαλοφώνως πάντας ἐκάλεσαν, κατὰ τό·" Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν." Ἁπάντων μὲν γὰρ θεμέλιος ὁ Χριστὸς ἀνέχων τε καὶ διακρατῶν τὰ ἐρηρεισμένα. Ἐπ' αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα οἶκος πνευματικός. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως. Θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ' ἡμᾶς, οἱ αὐτόπται, καὶ ὑπηρέται τοῦ λόγου. Γίνονται γὰρ ἡμῖν διὰ τῶν παραδόσεων εἰς ἑδραίωμα πίστεως, κατὰ τό·" Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν." Τὸ γὰρ τῆς αὐτοῦ πίστεως ἀσάλευτον ὑπεδήλωσεν. Λέγει δὲ καὶ Δαβίδ·" Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὅρεσι τοῖς ἁγίοις," περὶ τῶν αὐτῶν λέγων. Ὁ μὲν οὖν Μωσῆς ἰσχνόφωνος ἦν. Ὁ γὰρ νόμος ἦν τοῖς ἐν Ἰουδαίᾳ μόνοις ἐξάκουστος. Σαλπισταὶ δὲ καὶ μεγαλόφωνοι κήρυκες οἱ τὸν Χριστὸν πανταχοῦ διαγγέλλοντες. 2412 Ἃ δὲ θεμέλια γῆς ἔφη, ὄρη πάλιν ὠνόμασεν. Ἔργῳ γὰρ ἦσαν καὶ λόγῳ διαπρεπεῖς, πρὸς οὓς ἔφασκεν·" Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών." Πολλὴ δὲ πάλιν τῆς χάριτος ἡ πρὸς τὸν νόμον διαφορά. Ὁ μὲν γὰρ κολάσεις ἀπειλῶν τοῖς παραβαίνουσιν ἐβόα κατήφειαν. Οἱ δὲ ταύτης κήρυκες εὐφροσύνην τῷ κόσμῳ κατήγγειλαν, ἄφεσιν βοῶντες ἁμαρτιῶν, καὶ δικαίωσιν ἐν πίστει, ἁγίου τε Πνεύματος μέθεξιν, καὶ υἱοθεσίας λαμπρότητα, οὐρανῶν τε βασιλείαν, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν οὐ κατεψευσμένην ἐλπίδα. Βουνοὺς δ' ἂν εἴποις τοὺς καὶ αὐτοὺς ὑπερηρμένους τῆς γῆς, τῶν δὲ λεχθέντων ὀρῶν ὅμως ἐλάττονας. Ξύλα δὲ, τὰ ἐν αὐτοῖς καὶ ὑπ' αὐτῶν τεθραμμένα, οἱ δι' αὐτῶν πιστεύσαντες, καὶ ὥσπερ ἀναβεβηκότες εἰς ἄνδρα τέλειον καὶ καρποῖς κομῶντες πνευματικοῖς, καὶ αὐτοὶ τῆς Ἐκκλησίας ὄντες διδάσκαλοι, καὶ ταῖς νοηταῖς εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι. Χαίρουσι δὲ, ὅτι πρὸς τῷ λυτρωθῆναι τὸν Ἰσραὴλ καὶ δεδόξασται Θεοῦ χρηματίσας Υἱὸς, ἀδελφός τε τοῦ φύσει καὶ ἀληθῶς Υἱοῦ. Καὶ ἄλλως δὲ τὸν κόσμον, καὶ τὰ τούτου μέρη πρὸς δοξολογίαν κινεῖ, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται, ἢ κατὰ τοὺς λοιποὺς, καὶ ἐν τῷ Ἰσραὴλ δοξασθήσεται. Ὅπερ ἐγίνετο ἡνίκα τῶν ἐκ τοῦ προτέρου λαοῦ πολλοὶ τοὺς προφητικοὺς λόγους ὠφελημένοι πρὸς εὐσέβειαν ἐχώρουν καταλιπόντες τὰ εἴδωλα. Τινὲς δὲ τὸ, Καὶ οὐκ ἦσαν οἱ πλάττοντες Θεὸν καὶ γλύφοντες ἀνωφελῆ, οὕτως ἐξηγήσαντο· Οὐ παρὰ τὸ μὴ εἶναι τοὺς ταῦτα ἐργαζομένους, παρὰ δὲ τὸ μὴ δύνασθαι βοηθῆσαι τοῖς αὐτὰ θεραπεύουσιν, ὡς μηδὲ ὄντα ἡνίκα τὴν γῆν ἐκληροδότησεν Ἰσραὴλ τοὺς τούτων ἀπελάσας προσκυνητάς. Πῶς οὖν οὐ μάταιος μετὰ τοσαύτην πεῖραν εἰδωλολατρήσας αὐτὸς, καὶ τῷ αὐτεξουσίῳ κακῶς χρησάμενος;" Εἰ γὰρ καὶ πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Οὐδὲ ἐξουσιασθήσομαι, φησὶν, ὑπό τινος." Τοῦτ' ἔστιν, Ἄρχειν λαχὼν ἐμαυτοῦ ἐὰν ὑποταγείην τοῖς πάθεσι, καὶ τὸ ἄρχειν ἀπώλεσα, τῆς ἐλευθερίας ἀποστὰς, δι' ὧν ἐμαυτὸν ὑπέβαλον ἐξουσίᾳ. Τοῦτο δὲ κατὰ μικρὸν ὁδεῦον τῇ τῶν ἡδονῶν συνηθείᾳ πρὸς ἀσέβειαν ἔρχεται. Πονηρὰς γὰρ ὑπονοίας τίκτει κατὰ Θεοῦ, ὡς μὴ εἰδότος τὰ γινόμενα, ἢ καὶ ἀδιαφοροῦντος ἐπ' αὐτοῖς. Δεῖ τοίνυν ἐφ' ἑκάστης ἁμαρτίας τά τε μέρη σκοπεῖν, καὶ τὴν ἀτοπίαν τοῦ τέλους, καὶ συναίσθησιν λαβόντας αἰσχύνεσθαι πρό γε τῶν ἄλλων ἑαυτούς. Αὐτὸς γὰρ ἑαυτῷ τις τὰ εἰκότα διαλεγόμενος ὠφελεῖται τὰ μέγιστα. κδʹκηʹ. 9Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ πλάσσων σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν πάντα· ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ 2413 ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίασ9; κ. τ. λ. Ἔλεγχον εἰδωλολατρείας προεκθέμενος ὁ λόγος, καὶ ὡς παύσονται ταύτης οἱ τὴν προφητικὴν διδασκαλίαν ὠφελημένοι· νῦν τὴν ἐκ Βαβυλῶνος ἀπαλλαγὴν ἐπαγγέλλεται, εἰς ἥνπερ εἰδωλολατροῦντες ἀπήχθησαν, οὗπερ εἰ παύσαιντο νῦν, ἐλευθερίαν ὑπέσχετο. Ἐπειδὴ δὲ περὶ πραγμάτων μεγίστων ἐποιεῖτο τοὺς λόγους, καὶ ἦν εἰκὸς ἀπιστεῖσθαι παρά τινων, εἰκότως τὴν ἰδίαν ἀνεκήρυξε δύναμιν. Πάντων γὰρ ὢν ποιητὴς, καὶ παράγων ἐξ οὐκ ὄντων, πῶς οὐκ ἂν ἔχοι ῥᾳδίως ὅπερ ἂν ἐθέλοι ποιεῖν; Ὡς δὲ τοιούτων ἐσομένων, καὶ ἄνω παρεκελεύετο τῇ κτίσει δοξολογεῖν τὸν Θεὸν, οἷς ἀκολούθως φησίν· Οὕτω λέγει Κύριος ὁ λυτρωσάμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας· [ὅπερ] Ἱερεμίας ἐδήλωσεν εἰπών." Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας ἐπίσταμαί σε" λόγον εἰπὼν Κυρίου τὸν τῶν κατὰ γαστρὸς κυοφορουμένων Δημιουργόν. Εἶτ' ἐπειδὴ περὶ ἐλευθερίας πρόκειται λόγος· λυτρούμενον ἑαυτὸν εἰκότως ὠνόμασεν, σωματικὴν πλάσιν ὡς δὴ σωματικοῖς λέξας. Ἐγώ εἰμι, φησὶν, ὁ ἐκ μικροῦ σε πλάσας ὑποκειμένου, καὶ ὡς ἐκ σπηλαίου τινὸς ἐξαγαγὼν σκοτεινοῦ, μηδὲν περὶ τούτου τῶν γονέων εἰδότων, ἐμοῦ δὲ τὸ πλασθὲν ὑποστήσαντος. Εἰ δὲ σμικρόν σοι τοῦτο πρὸς θείαν φαίνεται δύναμιν, σκόπει τοῦ κόσμου τὰ μέγιστα πόθεν ἔσχε τὴν ὕπαρξιν, καθά φησι καὶ Δαβίδ·" Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν." Καὶ πάλιν·" Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς." Ἀντὶ δὲ τοῦ ὁ συντελῶν, ὁ ποιήσας ἐξέδωκαν οἱ λοιποί." Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν." Ὅτι," Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν. Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν." Ὁ δὲ τοσοῦτος τί ἐποίησεν κατὰ καιροὺς ἐπενήνοχεν, ὡς ἀπολεῖ τὰς πανταχοῦ μαντείας καὶ τὰ χρηστήρια δι' ὧν οἱ δαίμονες ἐφενάκιζον τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας, εἰδέναι τὸ μέλλον πλαττόμενοι, καὶ τὰ ταῖς καρδίαις ἐπερχόμενα λέγοντες· περὶ ὧν ἔφασκεν Ἰεζεκιήλ·" Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι." Διεσκέδασε δὲ ταῦτα καὶ τῷ παῦσαι, καὶ τῷ ποιεῖν ἅ ἐστιν ἐκείνοις ἀτέκμαρτα, καὶ ἀπρόγνωστα. Ἀπεστράφησαν δὲ καὶ φρόνιμοι. Φρονίμους καλεῖ τοὺς παρ' Ἕλλησι σοφοὺς, ὧν ἐμώρανεν τὴν σοφίαν τῷ τῆς ἀληθείας διαμαρτεῖν, ἀχρήστου τῆς ἐν αὐτοῖς ἀποδειχθείσης σοφίας. ψυχικὴ γὰρ ἦν, καὶ ἐπίγειος, δαιμονιώδης, ἣν καὶ ὁ Παῦλος μεμωράνθαι φησίν· ἤγουν τοὺς μάγους. Σοφοὺς γὰρ καὶ τούτους ἐκάλουν. Ταῦτα μὲν οὖν διασκεδάσω. Τοῦ δὲ ἐμοῦ Υἱοῦ καὶ Χριστοῦ, περὶ οὗ πολλὰ προεῖπον, καὶ τῶν ἀγγέλων αὐτοῦ τῶν ἀποστόλων, στήσω τὰ ῥήματά τε καὶ τὴν βουλήν. Ῥήματα δὲ Χριστοῦ τὸ σωτή 2416 ριον κήρυγμα. Βουλὴ δὲ τῶν ἀγγέλων αὐτοῦ, τὸ παυσαμένους πάντας κακίας καὶ πλάνης προσδραμεῖν ἀληθείᾳ καὶ ἀρετῇ. Ἐγὼ δὲ ὁ ταῦτα μέλλων ποιεῖν, ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὡς ἀνοικοδομήσω τὴν Ἱερουσαλὴμ ἣν ὑπὸ Βαβυλωνίων καθῃρημένην καὶ τὰς πόλεις τῆς Ἰουδαίας, ἧς ὡς ἐξ ἀρχῆς τὰ ἔρημα πάλιν συστήσεται. Ἀλλὰ καὶ τὴν πολυπληθίαν τῆς κακίας ἄβυσσον ὀνομαζομένην ἔρημον καταστήσω. Καὶ τὴν Βαβυλῶνα, τὴν πλήθεσιν οἰκητόρων ὡς ποταμοῖς διαῤῥέουσαν ξηρανῶ, πέρας αὐτοῖς ἐπιθείς. Τινὲς δὲ ἄβυσσον μὲν τὸ πολυάνθρωπον εἰρῆσθαι τῆς Βαβυλωνίας φασί. Ποταμοὺς δὲ, τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ἃ πέριξ αὐτῆς ὄντα πρὸς ἐπικουρίαν ἐκάλεσεν, ἔθους ὄντος Γραφικοῦ ποταμοὺς καὶ θαλάσσας καὶ ὕδατα, πολλὰ καλεῖν ἔθνη. Λέγει γὰρ καὶ Δαβίδ·" Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν, τὸ σωτήριον κήρυγμα διὰ τῶν ἐθνῶν κεχωρηκέναι δηλῶν ὑψηλῇ βροντῆσαν φωνῇ. Τοιοῦτον καὶ τὸ," Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν." Μεγάλαι γὰρ αἱ τῶν ἀποστόλων οὖσαι φωναὶ γεγόνασι γνώριμοι. Εἴρηται δὲ καὶ περὶ Βαβυλῶνος αὐτῆς καὶ Νινευὴ," Ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς." Τινὲς δὲ ἄβυσσον εἰρήκασι τὴν Ἐρυθρὰν θάλασσαν ἐρημωθεῖσαν, ὅτε διέστη παριόντος αὐτὴν τοῦ λαοῦ· Ποταμοὺς δὲ ξηρανθέντας, τὸν Ἰορδάνην ἀναχαιτίσαντα. Δι' ὧν ὑποβάλλει νοεῖν, ὡς Εἴ μοι ἑαυτοὺς ἐπιδώσητε, τοὺς λογισμοὺς ὑμῶν κοιμίσω κυμαινομένους καὶ ξηρανῶ πλημμυρούσας τὰς ἡδονάς. Καὶ ταῦτα μὲν οὗτοι. Τὰ δὲ καθ' ὑμᾶς τε καὶ Βαβυλωνίους πάντα ποιήσω, φησὶ, διακόνῳ χρησάμενος ἀνδρὶ, οὗ καὶ τοὔνομα προλέγω Κῦρον καλῶν, ὃν προστήσομαι τῶν ἐμῶν βουλευμάτων διάκονον, φρόνησιν αὐτῷ παρασχὼν εὐσεβῆ, ὡς τὰ κατὰ Βαβυλῶνος ἐπιγνῶναι πρακτέα, τοῦ τε λαοῦ τὴν ἄνεσιν, καὶ τῆς Ἱερουσαλὴμ σὺν τῷ ναῷ τὴν ἀνάκτισιν. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ὁ λέγων Κύρῳ, Ποιμήν μου. Καὶ πάλιν· Ὁ δὲ ναὸς θεμελιωθήσεται. Τελευτήσαντος γὰρ Κύρου κεκώλυται μὲν ἔκ τινων βασκανίας ἡ τῶν ἔργων ἐπίδοσις παρὰ τοῦ μετ' αὐτὸν βασιλεύσαντος τοῦ ναοῦ θεμελίων ἐπὶ Κύρου προκαταβεβλημένων, ἐπληρώθη δὲ μετὰ ταῦτα βουλήσει Θεοῦ. Καὶ ταῦτα δεδήλωκεν ἡ Γραφή. Καὶ Ἰώσηπος ἐν αʹ τῆς Ἀρχαιολογίας, ὡς ἐπιδειχθείσης παρὰ τῶν αἰχμαλώτων τῆς Ἡσαΐου προφητείας τῷ Κύρῳ, ταῦτά τε γνοὺς, καὶ ἐπ' ὀνόματος ἑαυτὸν κεκλημένον εὑρὼν πρὸ δέκα καὶ διακοσίων ἐτῶν, σὺν πολλῇ προθυμίᾳ τὰ προστεταγμένα πεποίηκεν. ΚΕΦΑΛ. ΜΕʹ. αηʹ. 9Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμ 2417 προσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται9, κ. τ. λ. Ὃν καὶ χριστὸν καλεῖ, οὕτω παρ' Ἑβραίοις λεγομένων τῶν ὑπὸ Θεοῦ προχειρισθέντων εἰς βασιλείαν. Ἐλαίῳ γὰρ αὐτοῖς οἱ βασιλεῖς εἰώθεσαν χρίεσθαι πρὸς τὴν ἀρχὴν καθιστάμενοι. Τροπικῶς δὲ καὶ τοὺς ἁγίους οὕτω φησὶν ἡ Γραφή. Χριστὸν οὖν αὐτὸν ἐκάλεσεν, ὡς ἐκ Θεοῦ πρὸς τὴν ἀρχὴν κεκλημένον. Ὡς δὲ τοιούτου, φησὶν, ἐπαγγέλλομαι κρατῆσαι τῆς δεξιᾶς πρὸς τὸ μὴ παρατρέπεσθαι, μηδὲ νικηθῆναι παρά τινος κρείττονος. Ἀντιλήψεως γὰρ τοῦτο σημεῖον, καθά φησιν ἐν Ψαλμοῖς·" Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με." Ὑποτάξας δὲ πλείστους αὐτῷ, πᾶσαν διαῤῥήξω τὴν ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείαν, οὐδὲν ἄβατον ἐάσας αὐτῷ, καθ' ὧν ἂν ἐθέλῃ χωρεῖν. Ἀλλὰ κἂν ᾖ τι δυνατὸν ἐμποδὼν, ὡς ὄρος γινόμενον, κἂν ἰσχυρὸν ὡς χαλκὸς ᾖ, καὶ σίδηρος, πάντα ταπεινώσω καὶ λύσω, ὡς μηδὲ θησαυροὺς ἀοράτους τοῖς πρὶν βασιλεῦσι τοῦτον διαλαθεῖν. Τινὲς δὲ θησαυρούς φασι τοὺς ὅσοι καὶ μάλιστα δυνατοὶ παρὰ τὴν ἔφοδον Κύρου σπηλαίοις ἐγκαταδύντες ἐλάνθανον. Ὃ δὴ μαθὼν, δᾷδας ἐξάπτων τοὺς ἄνδρας ἀνεύρισκεν. Γνῶθι δὲ τούτων ἐσομένων ὅστις εἰμὶ, ὁ πρὸ τοσούτων χρόνων τὴν σὴν προσηγορίαν εἰπών. Εἰμὶ γὰρ Θεὸς Ἰσραὴλ, ὃν μὴ ἀγνόει. Δι' αὐτὸν γάρ σοι τοσαύτην δυναστείαν δεδώρημαι. Ἐμὸς γάρ ἐστιν ἐκ πάντων ἐκλεγεὶς τῶν ἐθνῶν τῇ πρὸς τοὺς αὐτῶν πατέρας τιμῇ. Διό σε προσεδεξάμην, ὡς ἐμαυτοῦ οἰκεῖον, καίπερ οὐκ ἐγνωκότα με, τῇ δὲ ἐκ πατέρων εἰδωλολατρείᾳ προσκείμενον. Ὡς ἂν μὴ δοκῇς προλαβούσης εὐσεβείας γέρα σοι ταῦτα δεδόσθαι. Ἀλλ' εἰ καὶ μὴ πρότερον ἔγνως, ὅτι μόνος εἰμὶ Θεὸς, μάθε γ' οὖν ἐξ ὧν διαπράξομαι, δι' ὧν πάντες εἴσονται Θεὸν εἶναι μόνον ἐμὲ, καὶ δι' ἀλλοφύλων, καὶ τῆς ἐμῆς ξένων θρησκείας, τὰ δοκοῦντα διαπραττόμενον. Καὶ δι' ὧν τὸν ἐμὸν λαὸν, ἡνίκα μὲν παιδείας ἦν καιρὸς, ὥσπερ ὀργῇ καὶ σκότῳ διὰ τῆς παιδείας κατήφειαν παρέδωκα. Ἡνίκα δὲ σώζειν ἔδει διορθωθέντα φῶς καὶ εἰρήνην ἐπ' αὐτὸν ἀνατεῖλαι πεποίηκα, διὰ τὴν ἐκ τῆς ἀφέσεως τῶν δεσμῶν εὐφροσύνην. Καὶ γὰρ εἰρήνης εἰμὶ καὶ φωτὸς χορηγὸς, σκότους τε καὶ τῶν λυπηρῶν, ἃ δὴ καλεῖν κακὰ φίλον ἐστὶ τοῖς πολλοῖς, ὧν ἐγὼ ποιητὴς πρὸς τὴν ἀξίαν αὐτὰ χορηγῶν ἐπ' ὠφελείᾳ τῶν δεχομένων. Τινὲς δὲ φῶς καὶ σκότος, ἡμέραν εἰρήκασι καὶ νύκτα. Οἳ καὶ κατὰ τὰ ἐπενεχθέντα τοῖς Βαβυλωνίοις φασὶ, δι' ἣν ἐπεδείξαντο κατὰ τῶν ἐξ Ἰσραὴλ ἡλωκότων ὠμότητα, ὡς διὰ Ζαχαρίου τὸν Θεὸν εἰρηκέ 2420 ναι·" Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα. Αὐτοὶ δὲ, συνεπέθεντο εἰς κακά." Καὶ πρὸς αὐτὴν δὲ Βαβυλῶνά φησιν·" Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου. Σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος." Δι' ὅπερ ἔφη διὰ Ἱερεμίου τῳ Κύρῳ·" Ἐπίβηθι ἐπ' αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. Ἐκδίκησον μάχαιραν καὶ ἀφανισμὸν, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι." Καὶ πάλιν·" Ἤνοιξεν Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν, ὡς σπήλαιον," καὶ τὰ ἑξῆς. Καὶ διὰ τοῦ παρόντος δὲ προφήτου ἐῤῥέθη·" Ἐπεγερῶ ὑμῖν τοὺς Μήδους," καὶ τὰ ἐπὶ τούτοις. Τὴν δὲ μέλλουσαν ἐπάνοδον προθεσπίσας ὁ λόγος ὡς, ἐπ' εὐαγγελίοις χαίρειν αὖθις ἐντέλλεται ταῖς οὐρανίαις δυνάμεσιν, καὶ ταῖς νεφέλαις ταῖς λογικαῖς, ἃς ἐνετείλατο πρότερον ὑετὸν εἰς τὸν ἀμπελῶνα μὴ βρέξαι, δικαιοσύνην χορηγῆσαι τοῖς οἰκοῦσι τὴν γῆν. Καὶ ἡ γῆ δὲ, φησὶ (λέγων τοὺς κατοικοῦντας τὴν γῆν), ἡ πρὶν ἔρημος, ἀνανεούσθω φέρουσα θεοσεβείας καρποὺς ἔλεος καὶ δικαιοσύνην. Ταῦτα δὲ ἔσται τοῦ σοῦ κτίστου προστάξαντος. Τῷ γὰρ ἐξ οὐκ ὄντων παραγαγόντι σε δυνάμει ποιητικῇ ῥᾷστον ἀνανεῶσαι τὸ δημιούργημα. Τινὲς δέ φασιν ὡς δὴ συνήθως ἡ Γραφὴ ἐκ τῶν κατὰ μέρος εἰς τὸ καθόλου τὸν λόγον ἀνήγαγεν. Εἰπὼν γὰρ τὰ κατὰ Κῦρον, καὶ Βαβυλῶνα, καὶ τὴν ἐπάνοδον, ἐπὶ Χριστὸν μετάγει τῶν εἰρημένων τὴν ἔννοιαν, ὃς ἀπεστάλη παρὰ τοῦ Πατέρος κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ νεκροῖς ἀνάβλεψιν, καὶ τοὺς σειραῖς ἁμαρτημάτων κατεσφιγμένους ἐξελέσθαι τῆς τοῦ Σατανᾶ τυραννίδος, παλινδρομεῖν τε παρασκευάσαι πρὸς ἑαυτὸν, ὃς τὸν ἑαυτοῦ ναὸν, τὴν Ἐκκλησίαν ἀνήγειρεν, παραστήσας ἑαυτῷ παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Δι' ὧν οὖν ἔπραξεν Κῦρος, ὡς διά τινος εἰκόνος τὰ πᾶσι δεδωρημένα σημαίνεται, ἐφ' οἷς εὐφραίνεται καὶ τὰ οὐράνια πνεύματα, εἴ γε χαίρουσι καὶ ἐφ' ἑνὶ μόνῳ μετανοοῦντι ἁμαρτωλῷ, ἃ καὶ νεφέλας καλεῖ, δι' ὧν αἱ τοῦ ἁγίου Πνεύματος παρακλήσεις ὑετοῦ καθίενται δίκην εἰς τὰς τῶν πιστευόντων ψυχάς. Ἢ καὶ τοὺς μυσταγωγοὺς τοὺς ὄντας ἐπὶ τῆς γῆς αἱ νεφέλαι σημαίνουσιν, οἳ περιφοιτῶντες τὴν γῆν, τὸν ἱερὸν ἅπασι κατεσκέδασαν λόγον κατάρδοντες τὰς τῶν διψώντων ψυχὰς πρὸς εὐκαρπίαν πνευματικὴν ἀπηλλαγμένας τῶν τοῦ διαβόλου σπερμάτων, ὧν ὁ καρπὸς οὐδεὶς ἦν, ὁ ποιῶν χρηστότητα οὐκ ἦν ἕως ἑνός. Καρποὶ δὲ τοῦ Πνεύματος ἔλεος, τοῦτ' ἔστιν ἀγάπη, πλήρωμα νόμου τυγχάνουσα, τὴν εὐαγγελικὴν ἔχον συνεζευγμένην δικαιοσύνην. Εἰ μήτις λέγοι δικαιοσύνην ἐκ γῆς ἀνατείλασαν αὐτὸν εἶναι Κύριον, δι' οὗ ἠλεήθημέν τε καὶ 2421 δεδικαιώμεθα. Περὶ οὖ φησι καὶ Δαβίδ·" Εἰργάσατο δικαιοσύνην ἐν μέσῳ τῆς γῆς." Ἐκ γῆς γὰρ εἶχε τὴν σάρκα μὴ κατελθοῦσαν ἐξ οὐρανοῦ. θιζʹ. 9Ἐγώ εἰμι Κύριος ὁ κτίσας σε, ποιῶν βελτίω, κατεσκεύασα ὡς πηλὸν κεραμέως. Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρα; Οὐαὶ ὁ λέγων τῷ πατρὶ, Τί γεννήσεισ9; κ. τ. λ. Ἐπιτιμᾷν ὁ λόγος δοκεῖ τοῖς μετὰ τοσαύτην ἐπαγγελίαν τὴν περὶ τῆς ἀνακλήσεως μὴ προστρέχουσι τῷ Θεῷ, καὶ ὡς πάντων ὄντι Θεῷ κατὰ καιρὸν παιδεύοντι τὸν λαὸν, καὶ πάλιν ἀναλαμβάνοντι, βελτίω τε τὸν ναὸν καὶ τὴν πόλιν κατασκευάζοντι δίκην κεραμέως τὰ συντριβέντα πάλιν ἀνανεουμένῳ, καὶ τῶν πρώτων κρείττω δεικνύντι τὰ δεύτερα. Τὴν αὐτὴν λαβὼν Θεὸς καὶ πρὸς Ἱερεμίαν εἰκόνα προσέθηκεν·" Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος Ἰσραήλ;" καὶ νῦν δέ φησι διὰ τοῦ παρόντος προφήτου, ὅτι βέλτιον κατεσκεύασα, νῦν ὡς πηλὸν κεραμέως τὸν πάλαι συντριβέντα λαόν. Ἀντὶ δὲ τοῦ ποιῶν βέλτιον κατεσκεύασα, Σύμμαχος ἔφησεν· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. Ἀντὶ δὲ τοῦ· μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; ὁ Θεοδοτίων, ἀροτριῶν τοὺς ἀροτριῶντας τὴν γῆν. Ἐγὼ γὰρ, φησὶν, ὁ τοὺς οἰκοῦντας τὴν γῆν γεωργῶν μετέπλασα τὸν λαόν. Μὴ οὖν ἐναντιοῦσθε ταῖς ἐμαῖς οἰκονομίαις, ὡς οὐδὲ πηλὸς κεραμεῖ. Πηλοῦ γὰρ λόγον ἐκ γῆς πλασθέντες ἔχομεν ὡς πρὸς κεραμέα τὸν πάντων Δημιουργόν. Πᾶς μὲν οὖν ἐναντιούμενος ταλανίζεται, ἐξαιρέτως δὲ ὁ Πατέρα λαχὼν τὸν Θεὸν αὐτῷ τε λαὸς ἀνακείμενος. Οὐαὶ γὰρ ὁ λέγων τῷ πατέρι αὐτοῦ, Τί γεννήσεις; ἢ κατὰ Σύμμαχον, Τί ἐγέννησας; Οὐ παύονται γάρ τινες ἐγκαλοῦντες Θεῷ· Τί γὰρ ἔδει τούτου τοῦ βίου; Τίς ἡ τούτου διοίκησις; καὶ τίς ἐκείνων ἡ χρεία; ἐχρῆν δὲ οὕτω γεγενῆσθαι. Εἶτά φησιν· Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Διὰ μὲν τῶν υἱῶν σημαίνων τὴν νοερὰν οὐσίαν καὶ λογικήν. Διὰ δὲ τῶν ἔργων, τὰ μέρη τοῦ κόσμου. Εἰ μὲν γὰρ ἔχεις τι, φησὶν, εἰπεῖν, εἰς τούτων διόρθωσιν, λέγε. Εἰ δὲ μαθεῖν τις ἐθέλει περὶ αὐτῶν, διὰ τῶν ἐμῶν ἐρωτάτω με προφητῶν, καὶ γνώσεται τίνα τρόπον πάντα διέπω κηδόμενος. Τίνα γὰρ ἔχει μέμψιν ἀνθρώπου δημιουργία; ποῖον δὲ κάλλος ἢ μέγεθος οὐρανὸς οὐ παρέρχεται; τί δὲ μὴ πρὸς χρείαν ἐγένετο; Γῆ μὲν οἴκησιν ἀνθρώπῳ, καὶ φυτὰ, καὶ ζῶα πρὸς τὴν αὐτοῦ χρῆσιν, παρέχουσα. Οὐρανοῦ δὲ ἄστρα νῦν μὲν αὐτῷ δᾳδουχοῦντα· νῦν δὲ πάλιν ἐν ἁρμονίῳ κινήσει σημεῖα καὶ χρόνους ἀποτελέσαι δυνάμενα. Πρὸς δὲ τοῖς ἄλλοις καλοῖς, Ἤγειρα καὶ διὰ τὸν ἐμὸν 2424 λαὸν βασιλέα, ἢ Κῦρον, λέγων, οὗ, φησὶν, αἱ ὁδοὶ εὐθεῖαι. Ἢ κατὰ Σύμμαχον, καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ. Καὶ οὗτος οἰκοδομήσει τὴν πόλιν μου. Δυνάμει γὰρ αὐτὸς αὐτὸν ᾠκοδόμησεν ἐπιτρέψας τοῖς ἐθέλουσιν ἀνιέναι, καὶ τοῦτο ποιεῖν μετὰ δώρων τούτους ἀφείς. Ἢ Ζοροβάβελ ἐκ Δαβὶδ ἕλκοντα τὴν γονὴν, ὃς ἡγησάμενος τῶν ἀνελθόντων ᾠκοδόμησε τὸν ναόν. Περὶ οὗ φησιν·" Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν." Οἰκειότερον δ' ἂν ἐπὶ Χριστοῦ λαμβάνοιτο, ὃς καί φησιν·" Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ." Οὗπερ ἀληθῶς αἱ ὁδοὶ εὐθεῖαι. Καὶ τὴν ἀληθινὴν αὐτὸς ᾠκοδόμησε πόλιν, λέγων·" Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Ἥτις ἐκ λίθων συνέστηκε ζώντων, ἀκαθαίρετός τε, καὶ ἀπὸ ἀνατολῶν εἰς δυσμὰς παρατείνουσα ἠλευθέρωσέν τε τῆς ἐκ διαμόνων δουλείας, καὶ ταῦτα προῖκα, κατὰ τὸ," Χάριτί ἐστε σεσωσμένοι." Τὰ γὰρ κατὰ Κῦρον, ἢ Ζοροβάβελ ἱστορικὰ, σύμβολα τῶν ἀληθῶν ὑπῆρχεν. Ἑπὶ Χριστοῦ γὰρ μᾶλλον ἁρμόσει τὸ, Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρω. Κατὰ γὰρ τὴν πρόχειρον λέξιν, οὔτε Χριστὸς Κυρίους, Πέρσης ὢν ὑπῆρχεν ὁ Κῦρος, οὔτε τὴν πόλιν ᾠκοδόμησεν, πλὴν τῆς τῶν θεμελίων ἀρχῆς. Εἶτα διέμεινεν ἔρημος μέχρι τῆς βασιλείας Δαρείου. Καὶ τὰ ἑξῆς δὲ μᾶλλον τῷ Χριστῷ ἤπερ Ζοροβάβελ ἁρμόσει καὶ κύρῳ, ἐν οἷς Αἴγυπτόν φησι κεκοπιακέναι, δι' αὐτῆς δηλῶν τοὺς ὅσοι πάλαι διὰ τῆς εἰδωλολατρείας ἦσαν δεδουλωμένοι τοῖς δαίμοσιν. Ἐπὶ δὲ σὲ τὸν προφητευόμενον βασιλέα καὶ πᾶν ἔθνος διαβήσεται βάρβαρον. Σαβὰ γὰρ ἔθνος Αἰθιοπικὸν, οὗπερ ἡ βασίλισσα πρὸς Σολομὼν παρεγένετο. Τέλος δὲ τούτοις ἀγαθὸν τὴν Χριστοῦ προαγορεύει προσκύνησιν, ὃς καὶ Θεὸς ἦν, καὶ Θεὸν εἶχεν ἐν αὑτῷ, ὅπερ οἱ προσκυνοῦντες ἠγνόουν τὸ πρότερον. Αὐτὸς δὲ καὶ τοῦ Ἰσραὴλ ὁ Σωτήρ. Τὸ γὰρ Ἰησοῦς ὄνομα τοῦτο δηλοῖ. Τούτων δὲ προσκυνούντων οἱ ἀντικείμενοι καταισχύνονται ἐκ περιτομῆς τε καὶ ἐθνικοὶ κατὰ καιροὺς τὴν Ἐκκλησίαν διώξαντες. Μηδὲν γὰρ μειώσαντες ηὔξησαν. Ὁ δὲ Θεοδοτίων ἐξέδωκεν· Πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. Καὶ Ἀκύλας, ἰσχυρὸς. ἔφησεν. Ἀντὶ δὲ τοῦ· οὐκᾔδειμεν, ὁ μὲν Θεοδοτίων καὶ Σύμμαχος, κορυφαῖος. Ὁ δὲ Ἀκύλας, ἀποκρυπτόμενος· τὸ ἀπόκρυφον τῆς τοῦ Χριστοῦ θεολογίας ἐμφήναντες. Ἀκολούθως δὲ τῇ περὶ Χριστοῦ προφητείᾳ καὶ τῶν αὐτοῦ μέμνηται μαθητῶν. Αὐτοὶ γὰρ ἦσαν Ἰσραὴλ ὁ σωζόμενος, δι' ὧν τὰς νήσους ἀνεκαίνισεν Ἐκκλησίας, οἷς ἁρμόσει καὶ τὸ, Οὐκ αἰσχυνθήσονται 2425 τοσοῦτον ἔργον πανταχοῦ τῆς οἰκουμένης ἀνύσασιν; Τινὲς δὲ οὕτως ἄνωθεν ἐξηγήσαντο· Τὴν αἰτίαν δίδωσι δι' ἣν ἐνηνθρώπισε λέγων· Ἐγώ εἰμι ὁ κτίσας σε. Τὸ δὲ εἰμὶ, τὴν ἀληθῆ παρέστησεν ὕπαρξιν, καὶ τὴν ὄντως οὖσαν ζωήν. Ἔκτισα δέ σε ἐπ' ἀφθαρσίᾳ, θάνατον μὴ ποιήσας, οὐδέν τε ζῶον ἐπὶ γῆς ἀπέδειξα παραπλήσιον· σὲ γὰρ μόνον ὡς κεραμεὺς χερσὶν ἰδίαις διέπλασα τῇ ἐμῇ τιμήσας εἰκόνι πρὸς τῇ πλάσει τοῦ σώματος. Περὶ οὗ καὶ πρὸς Ἰὼβ ἔφασκεν·" Ἦ σὺ λαβὼν ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;" Καὶ Δαβὶδ δέ φησιν·" Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους." Εἶτα τοῖς ἐξ Ἰσραὴλ ἐγκαλοῦσιν αὐτῷ τὴν ἐκ τῶν νομικῶν τύπων ἀπαλλαγὴν πρὸς ἀληθείας μετάθεσιν, ὀνειδίζει. Ἔλεγον γὰρ," Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἔλυε τὸ Σάββατον." Ἀροτριᾷ γάρ τις, φησὶν, οὐχ ἵνα μόνον ἀροτριάσῃ· ἐκ δὲ τῶν καταβαλλομένων σπερμάτων καρποὺς προσδεχόμενος. Κἀγὼ τοίνυν ὑμᾶς, ὡς γῆν ὑλομανοῦσαν διὰ τὴν εἰδωλολατρείαν, τῷ Μωσέως ἠροτρίασα νόμῳ, τῷ ἐμῷ προευτρεπίζων Υἱῷ τὴν τῶν ἀγαθῶν σπερμάτων καταβολήν. Τί οὖν διὰ παντὸς τὸν ἀρότην στέργετε νόμον, ὅτε καιρὸς τῆς δι' ὕδατος καὶ πνεύματος ἀναπλάσεως; πρὸς ἣν ὑπείκοντας ὑμᾶς οὐκ ἔχω, μηδὲ τὸν πηλὸν ὁρῶντας τοῦ κεραμέως, ὡς ἐκείνου πλάττεταί τε καὶ μεταπλάττεται νεύματι, μηδὲν τὴν δημιουργικὴν μεμφόμενον χεῖρα, ὡς τῆς ἀναπλάσεως ἐπιστήμην οὐκ ἔχουσαν; ἀλλ' οὐδὲ ὁ τεχθήσεσθαι μέλλων πυνθάνεται τοῦ Πατέρος εἰ ἄρα γεννήσει. Τί οὖν ὑμεῖς μὴ τῷ πάντων παραχωρεῖτε Δημιουργῷ τὸν τρόπον εἰδέναι τῆς ἀναπλάσεως, περὶ ἧς λέγοντος τοῦ Χριστοῦ Νικόδημος ἔλεγεν·" Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς μητέρος αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Εἰ ἐπετίμησεν οὗν, φησὶν, ὁ πηλὸς τῷ κεραμεῖ, καὶ μήπω τις τεχθεὶς ἐπύθετο τοῦ πατέρος τί τέξεται· ἐρωτήσατε καὶ ὑμεῖς οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες, τίνα τοῦτο γενήσεται τρόπον. Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Ἀντὶ τοῦ, διατάξατε πῶς ποιητέον, ὡς ἀγνοοῦντι. Σιγῇ ἄρα μετὰ Παύλου ῥητέον·" Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!" καὶ τὰ ἐφ' ἑξῆς, ἑτέρας λέγειν παραγγελλούσης Γραφῆς·" Ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν." Οἶδεν γὰρ μεταποιεῖν, καθὰ διὰ τοῦ Ἰεζεκιήλ φησιν, ὅτι" Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγὼ Κύριος." Διὸ καὶ τὴν ἰδίαν ἐπιδεικνύμενος δύναμιν, Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ὁ γὰρ κτίσας καὶ ἀνακτίσαι δυνήσεται. χεῖρα δὲ πάλιν φησὶ, τὸν δι' οὗ τὰ πάντα πεποίηκεν Υἱόν." Τῷ Λόγῳ γὰρ Κυρίου 2428 οἱ οὐρανοὶ ἐστερεώθησαν," ὃς καὶ τοῖς ἄστροις ἐνετείλατο διατάξας τὸν μὲν ἥλιον εἰς ἀρχὰς τῆς ἡμέρας, νυκτὸς δὲ τὴν σελήνην. Διό φησιν ὁ ψαλμός·" Ὁ ἤλιος ἔγνω τὴν δύσιν αὐτοῦ." Καὶ πάλιν·" Σὺ κατηρτίσω ἥλιον καὶ σελήνην." Τὴν δὲ τῶν φθασάντων ἔννοιαν τὰ μετὰ ταῦτα δηλοῖ, δι' ὧν ὁ Χριστὸς Βασιλεὺς δικαιοσύνης κηρύττεται ὑπάρχων αὐτόχρημα δικαιοσύνη. Καὶ ἀλλαχοῦ γάρ φησιν·" Ἰδοὺ δὴ βασιλεὺς δικαιοσύνης βασιλεύει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν." Φύσει γὰρ ὢν σὺν τῷ Πατέρι βασιλεὺς τοὺς ἀποστάντας αὖθις ὑπέταξε σαρκωθεὶς, ὁδοὺς ἔχων εὐθείας τὰ τῶν Εὐαγγελίων θεσπίσματα. Σκολιὸν γὰρ οὐδὲν ἐν αὐτοῖς. Τὸ δὲ τραχὺ τῶν νομικῶν ἐκπέφευγεν ἐνταλμάτων. Τεθεμελίωκε δὲ τὴν Ἐκκλησίαν αὐτὸς ὢν θεμέλιος, Ἐφ' ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα ὡς λίθοι πολυτελεῖς, εἰ ναὸν ἅγιον, εἰ κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι, ὃς οὐ μετὰ δώρων τὴν ἡμετέραν αἰχμαλωσίαν ἐῤῥύσατο." Οὐ γὰρ φθαρτοῖς, φησὶν, ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ." Οὐκ ἐσμὲν οὖν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου. Περὶ δὲ τοῦ Χριστοῦ προειπὼν, ὅτι ἐπιστρέψει τὸν λαὸν αὐτοῦ, εὐθέως ἐπήνεγκε τίνες οἱ κληθησόμενοι, δεῖγμα τῶν εἰδωλολατρῶν τοὺς ἄκρους ἐν ταύτῃ λαβὼν εἰς ἔνδειξιν τῆς τοῦ σεσωκότος δυνάμεως. Ἀπεστάλη μὲν γὰρ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ὡς δὲ ἀπελάκτισεν ὁ ἠγαπημένος ἀποκτείνας αὐτὸν, ἐπέλαμψεν αὐτίκα τοῖς ἔθνεσιν. Αἰθιόπων δέ, φησιν ἐμπορίαν, τὰς Θηβαίων πόλεις, οἷς ὅμοροι Σαβαείμ. Ἐκοπίασαν δὲ πικροῖς τυράννοις δουλεύοντες, εἰς θυσίας αἰτοῦσιν υἱοὺς αὐτῶν καὶ θυγατέρας· ἤγουν τὸ εὔτονον αὐτῶν τῆς ἀσεβείας ἐνέδωκεν ἡττηθὲν εἰς εὐσέβειαν. Διελύθη γὰρ ὅσον εἶχον πρὸς ταύτην ἐνστατικόν." Οὗ γὰρ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις," πανταχοῦ καθιδρυμένων ἐν τούτοις ἐκκλησιῶν, τοσούτων τε παρ' αὐτοῖς ὁρωμένων μοναστῶν καὶ παρθένων πόνοις ἐναθλούντων ἀσκήσεως. Ὑψηλοὺς δέ φησιν αὐτοὺς, ὡς ἐπισήμους ἐν δυσσεβείᾳ. Χειροπέδας δὲ τὰ δεσμὰ τῆς ἀγάπης καλεῖ, καὶ τὰς τῆς φιλοθεΐας σειρὰς, ὡς λέγειν·" Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ," εἰς ὃν ἔρχεται πᾶν πέρας Εὐχῆς; Ἐν Χριστῷ γὰρ αἰτοῦμεν παρὰ τοῦ Πατέρος τὰ αἰτήματα, ὃν ἔχων ἐν ἑαυτῷ, Θεὸς ὁμοίως ἐστὶν, καθά φησιν·" Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα."" Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Τὸ δὲ, Ἐν σοὶ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἰσοδυναμεῖ τῷ·" Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος." Μετανοούντων δὲ φωνὴ τὸ, καὶ οὐκ ᾔδειμεν. Οἳ καὶ ὁμολογοῦσιν αὐτὸν Σωτῆρα τοῦ 2429 Ἰσραὴλ, ὡς πάλαι σεσωκότα τὸν Ἰσραήλ· ἤγουν Ἰσραὴλ ληπτέον νῦν τὸν ὁρῶντα Θεόν." Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ." Οἱ δὲ ἀνθεστηκότες αὐτῷ, τὴν αὐτοῦ μὴ ἀδικήσαντες δόξαν, αἰσχύνονται· ἔσονται γὰρ εἰς ὅρασιν πάσῃ σαρκί. Ἀπὸ δὲ τῶν Αἰγυπτίων καὶ τῶν ὁμόρων, ἐπὶ τὸ καθόλου τῶν ἐθνῶν τὸν λόγον ἀνήγαγε, νήσους καλῶν τὰς ἐξ ἐθνῶν Ἐκκλησίας τῶν ἐγκεκαινισμένων εἰς καινότητα ζωῆς, ἀποθεμένων τὴν παλαιότητα, Παύλου προστάττοντος· Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον· καὶ πάλιν· Ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Καὶ πάλιν· Ἀνακαινοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν. Ἐγκαινισμὸς οὖν τὰ καθ' ἡμᾶς," Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις." Τινὲς δὲ ἀπὸ τοῦ, μὴ ὁ ἀροτριῶν, οὕτως ἐξηγήσαντο· Παραβολικῶς προτρέπεται αὐτοὺς δικαιοσύνης φέρειν καρπούς. Θέλετε γάρ με, φησὶ, μόνον ἀροτριᾷν ὑμῶν τὰς ψυχὰς, καρπὸν μηδένα παρέχοντες. Εἶτα παιδεύει αὐτοὺς τοῖς τοῦ Θεοῦ περὶ τῶν ἐθνῶν εἴκειν βουλεύμασι, μήτε πηλοῦ ἀνθισταμένου τῷ πλάστῃ, μήτε τέκνου πατέρα κωλύοντος ἢ μητέρα σπεύδοντας πρὸς ἄλλων υἱῶν παιδοποιίαν, μηδὲ μέμψιν ἐπὸ τούτῳ προσάγοντος. Ὁ ποιήσας δὲ, φησὶ, τὰ ἐπερχόμενα διὰ τῆς προγνώσεως, δυσωπῶν αὐτοὺς εἰς κατανόησιν τῆς ἰδίας δυνάμεως. Ἔστω γὰρ, φησὶ, ποιοῦντι ὑμᾶς καὶ πλάττοντι οὐ παρηκολουθεῖτε τῇ γνώσει· μὴ καὶ προαγορεύοντι τὰ μέλλοντα ἀπιστήσετε; κατὰ μέρος μὲν γὰρ γίνεται τὰ γινόμενα· ἀθρόα δὲ αὐτῷ ἡ γνῶσίς ἐστι παρ' ἐμοί. Πλὴν μὴ ἀπογνῶτε τὴν σωτηρίαν, ὡς ἄν με λαθεῖν ἁμαρτάνοντες μὴ δυνάμενοι. Κρείττους δὲ γεγονότες ἐμοὶ τὰ καθ' αὑτοὺς ἐπιτρέψατε. Οὐ γὰρ δέομαι τῆς ἐξ ὑμῶν ὑπομνήσεως, ὡς ἂν ὄντας ἐμὰ ποιήματα καὶ εἰς υἱοὺς καὶ θυγατέρας λελογισμένους ἀξιῶσαι προνοίας. Οὐδὲ γὰρ ἐμαυτῷ τὸν οὐρανὸν ἐποίησα καὶ τὴν γῆν, εἰς δὲ χρείαν ὑμετέραν. Καὶ γινομένων ἀστέρων ἐθαύμαζον ἄγγελοι. Πάντων οὖν ὑπ' ἐμοῦ κυβερνωμένων, οὐδὲ τὰ ἐπὶ γῆς τὴν ἐμὴν ἐκφεύγει διοίκησιν. Τοιγαροῦν καὶ Κῦρος. ὑπ' ἐμοῦ κινηθεὶς, οὐκ αὐτὸς ὢν εὐσεβὴς, τὰ καθ' ὑμᾶς διορθώσεται. Ἐπεὶ καὶ πρότερον ὑμᾶς ἐξ Αἰγύπτου, φησὶν, ἠλευθέρωσα, καὶ ταῖς ἐμαῖς ἀπείρηκε μάστιξιν. Ὑμεῖς δὲ πάλιν ἁμαρτάνοντες οὐκ ἐπαύεσθε καὶ ματαιοπονοῦντες ἐπὶ ταῖς ἑαυτῶν ἐμπορίαις. Ἀλλ' ὅμως ἐμὲ πιστεύσαντες ἕξετε πάντας ὑποσόνδους τοὺς ἐνδόξους, καὶ φρονήματος γέμοντας, καὶ ἀγάπης δεδεμένοι δεσμοῖς καταντήσουσιν εἰς Ἱερουσαλὴμ, ὡς εἰς θεοσεβείας διδασκαλεῖον, καὶ μακαριοῦσιν ὑμᾶς, ὡς Θεῷ τῷ μόνῳ λατρεύοντας, ὃν ἠγνόουν αὐτοί. Ὑμῶν δὲ πρὸς μετάνοιαν ἀμελούντων, ὁ μονογενής μου παρέσται Υἱὸς Ἱερουσαλὴμ γενόμενος καὶ Ἰούδας, ἐν ᾧ προσεύξονται, οὗ σφραγῖδι καὶ 2432 ἄνδρες πονηροὶ καὶ δαίμονες ἡττηθήσονται. Ἱστορικῶς δὲ καὶ ἐπὶ Κύρου ληπτέον, ᾧ πᾶς ἐναντιούμενος αἰσχυνθήσεται. Καὶ ἐπὶ τοῦ Ἰσραὴλ, ὡς ἐπανελθόντες ἐκ τῆς αἰχμαλωσίας τοὺς ἀντιστατοῦντας νικήσουσιν. Εἶτα νήσους εἰπὼν, δηλοῖ καὶ τὴν Ἱερουσαλὴμ συνεχομένην ὑπὸ τῶν αὐτὴν περικυκλούντων ἐθνῶν περικλυζομένην τε, τῶν οἰκητόρων τοῖς ἁμαρτήμασιν ζηλούντων ἀεὶ τὴν τῶν περιοικούντων ἀσέβειαν. Προηγουμένως οὖν αὐτὴν ἀνακαινισθῆναι προτρέπεται. Ἤδη δὲ καὶ πάντα τόπον ἐθνῶν τὴν τοῦ Θεοῦ λαβόντας ἐπίγνωσιν. Εἰ γὰρ ὁ τοσούτων ἀξιωθεὶς Ἰσραὴλ καὶ χρηματίσας υἱὸς ἀποστὰς Θεοῦ, φιλανθρωπίας ἠξίωται· πόσῳ μᾶλλον ὑμεῖς οἱ τῶν θείων ἀνήκοοι νόμων; νῆσος δὲ καὶ πᾶσα ψυχὴ περικλυζομένη ταῖς ἡδοναῖς ἁλμυραῖς τε φαντασίαις τοῦ βίου. Ἥτις ἐπιγνοῦσα Θεὸν καὶ παυσαμένη τοῦ πλημμελεῖν, ἀνακαινισθήσεται τὰς ἑαυτῆς ἀναλαβοῦσα δυνάμεις, καὶ παλαιὰν ζύμην ἀποθεμένη, γεγονυῖά τε πάσης αἰσχύνης ἐκτὸς, τοῦ Χριστοῦ τὴν μόρφωσιν περιφέρουσα. ιηκ ʹ. 9Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν. Οὗτος ὁ Θεὸς, ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτήν. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ9, κ. τ. λ. Ἀκολούθως ἐπενήνεκται ταῦτα τῷ," Ἐγκαινίζεσθε πρός με νῆσοι," καὶ τοῖς ἑξῆς. Περὶ γὰρ τῶν Ἐκκλησιῶν καὶ τῶν ἀποστόλων εἰπὼν, ἐποίσει τὸ, Οὐκ ἐν κρυφῇ ὑμῖν λελαλήκατε. Ὡς δὲ πρὸς τὴν τοσαύτην ἐπαγγελίαν τὸ ἀξιόπιστον παρίστησι τοῦ Θεοῦ, καὶ διδάσκει πόσον αὐτῷ τετίμηται τῶν ἀνθρώπων τὸ γένος, ὡς καὶ κλήσεως σωτηρίου τυχεῖν. Καὶ οὐχ ἁπλῶς, Κύριος, φησὶ (πλεῖστοι γὰρ λέγονται ψευδῶς ἐν οὐρανῷ, καὶ ἐν γῇ), ἀλλ' ὁ δι' ὧν ἐποίησεν, ὅπερ ἐστὶ δηλῶν· Οὐρανὸν μὲν εἰς ἀγγέλων διατριβήν· γῆν δὲ τοῖς ἀνθρώποις διαίτημα. Οἵπερ ἠδύναντο εὖ τε ζῇν, καὶ γινώσκειν Θεὸν, ἅτε κατ' εἰκόνα γενόμενοι, κἀπὶ γῆς εἶναι, ὅπερ αἱ νοεραὶ δυνάμεις ἐν οὐρανῷ. Καὶ τὴν γῆν γὰρ δι' αὐτούς φησ κατασκευάσασαν ἔφη, ἵνα κατὰ τό·" Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά·" ὡς οὖν ἐμοὶ τιμίῳ καὶ τὸ τοῦ Εὐαγγελίου δεδώρηται κήρυγμα, πᾶσι τοῦτο δοὺς, ὡς πάντων Δημιουργὸς, οὐκ Ἰουδαίοις καὶ μόνοις. Διό φησιν· Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα. Πᾶσι γὰρ τὸ θεῖον Εὐαγγέλιον ἥπλωσα. Διόπερ εἰς πᾶσαν γῆν ἐξῆλθε τῶν εἰρημένων ἀποστόλων ὁ φθόγγος. Τὰ γὰρ Μωσέως λόγια κρυφῆ λελάληται, γλώττῃ μὲν Ἑβραΐδι καὶ χαρακτῆρσι τοιούτοις, ἐν ἀβάτῳ τε ἐρήμῳ καὶ ἀνύδρῳ. 2433 Τὸ δὲ κήρυγμα τὸ Χριστοῦ πάσῃ γλώττῃ λαλεῖται, καὶ πᾶσι γράμμασι γράφεται. Τὸ δὲ οὐκ ἐν κρυφῇ, τοῦτον οἱ πλείους τὸν τρόπον ἑρμήνευσαν, ὡς ἂν μήτις εἴποι· Θεὸς μέν ἐστι καὶ μόνος ἀληθῶς, ἀλλ' ἄδηλον μὴ καὶ ἄλλους ἐθέλει καλεῖσθαι θεούς. Νόμον φησὶ περὶ τούτου διέταξα λάθρα λαλήσας μηδέν. Κατέβη γὰρ ὁ Κύριος ἐπὶ τὸ ὄρος Σινᾶ ἐν εἴδει πυρὸς, καὶ σαλπίγγων ἠχὼ, βρονταῖς τε καὶ ἀστραπαῖς, καὶ ἦν ἡ οἰκουμένη πᾶσα μετέωρος, ὑμῶν τε κληθέντων καὶ τῆς Αἰγυπτίων καταδυομένης ἀρχῆς, οὐχ ἵνα ματαίοις δουλεύσητε· μάταιον γὰρ τὸ εἴδωλον εἴρηκε· φανερῶς γὰρ ὑμῖν ἐκήρυξε," Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον." Πολλάκις δὲ τὸ, ἐγώ εἰμι, λέλεκται προτρεπτικῶς, εἰς κατανόησιν τοῦ μόνον Θεοῦ καὶ τὰ πάλαι ποιήσαντος θαύματα. Λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν. Διέταττε μὲν γὰρ ὁ νόμος τὰ πρακτέα δικαίως· ᾐνίττετο δὲ καὶ ταῖς σκιαῖς τὴν ἀλήθειαν τὰ ἐν Χριστῷ προτυπῶν. Περὶ αὐτοῦ γὰρ ἐλάλησε Μωσῆς. Καὶ ταῦτα μὲν οὗτοι. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, Οὐκ εἶπον τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε. Κατὰ δὲ Σύμμαχον, ματαίως ζητήσατέ με. Κατὰ δὲ τοὺς ἄλλους, κενῶς ζητήσατέ με. Τὸ γὰρ Εὐαγγέλιον πρώτοις ὑμῖν ἀνεκήρυξα. Καὶ ὡς ἂν μὴ δόξητε μάτην θεοσεβεῖν, μισθὸν ὑμῖν ζωὴν ἐπηγγειλάμην αἰώνιον, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ τὰ ἑξῆς. Ἐπειδὴ δὲ Θεός εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν, κατὰ τὸν τῆς δικαιοσύνης λόγον, μετὰ τοὺς ἐκ περιτομῆς, καλῶ πάντας πρὸς ἐμαυτὸν, κήρυγμά τε ποιοῦμαι κοινόν. Συνάχθητε καὶ ἥκετε, καὶ βουλεύσασθε ἅμα οἱ σωζόμενοι τῶν ἐθνῶν. Ἀντὶ δὲ τοῦ βουλεύσασθε ἅμα, Σύμμαχος, προσεγγίσατέ μοι, φησὶν, οἱ διαπεφευγότες τῶν ἐθνῶν. Τὸ δὲ συνάχθητε καλοῦντός ἐστιν οὓς ὁ Σατανᾶς διεσκέδασεν. Ἐλθὼν γὰρ ὁ Σωτὴρ θάνατον ὑπέμεινε δι' ἡμᾶς, ἵνα, κατὰ τὸν εὐαγγελιστὴν, καὶ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἓν συνδεθέντας ὁμοψυχίᾳ καὶ πίστει. Καὶ ὡς μακρὰν οὖσιν ἥκει φησί. Θεοῦ γὰρ ἀφίστησι πλάνη. Διὸ καὶ Παῦλός φησιν," Οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγύς." Καὶ πάλιν," Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακράν, καὶ εἰρήνην τοῖς ἐγγύς." Καὶ προφήτης δέ φησιν·" Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν·" τὸ δὲ βουλεύσασθε ἅμα, πρὸς τὸ σὺν φρονήσει προσιέναι παρακαλεῖ. Δεῖ γὰρ πᾶσαν πλάνην ἀρνησαμένους οὕτως προσιέναι Θεῷ νοῦν εὐσεβῆ τῆς πρὶν ἀφροσύνης ἀλλαξαμένους. 2436 Συστρέψαντες οὖν ἑαυτοὺς συνίδετε ὡς ἀνόητοι παντελῶς οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, ὅ ἐστιν ὑψοῦντες ὡς δόξαν αὐτῷ προσάγειν Θεοῦ. Ἤγουν οἱ τὰ ἄψυχα φέροντες, ὡς μὴ κινεῖσθαι δυνάμενα, πῶς ὁδοιποροῦντες, ἢ πλέοντες τὴν παρὰ τούτων αἰτοῦνται βοήθειαν; Εἰ δὲ ἔχουσί τι περὶ τῶν ἰδίων λέγειν θεῶν, προσίτωσαν. Σύνεγγυς γὰρ γεγονότες τὸν ἀληθῆ Θεὸν ἐπιγνώσονται. Οὐ μέγα δεῖγμα τῆς θεότητος τὸ προαγγεῖλαι, ταῦτα διὰ τῶν προφητῶν, ὅπερ οὐκ ἔχουσι ποιεῖν οἱ φενακισμῷ προλέγειν ἐπαγγελλόμενοι δαίμονες, μήτε τὴν Χριστοῦ παρουσίαν προγνόντες, μήτε τὴν ἰδίαν κατάλυσιν; Ἐγὼ δὲ προεῖπον, ἐπὶ δίκαιός εἰμι καὶ Σωτήρ. Δικαίω γὰρ λόγῳ πρὸς σωτηρίαν πάντα τὰ ἔθνη καλῶ. Τοῦτο γὰρ δηλοῖ τὸ ἀπ' ἐσχάτου τῆς γῆς. Καὶ δίκαιον ἑαυτὸν ἄλλως καλεῖ, πρὸς ἀντιδιαστολὴν τῶν ἠδικηκότων τὴν ἡμετέραν φύσιν δαιμόνων, οἳ μηδὲ θυμάτων ἀνθρωπίνων ἀπέσχοντο. Καὶ πῶς οὐ δίκαιος ὁ τοῖς τοσοῦτον ἠδικημένοις ἐπικουρῶν; ὃς καὶ καθόλου προλέγων, ἀδιάπτωτον τηρεῖ τῶν προῤῥηθέντων τὴν ἔκβασιν; Προειπὼν γὰρ Ἀβραὰμ τὴν δουλείαν τε καὶ τὴν ἐλευθερίαν τοῦ γένους, καὶ μήτε Ἀβραὰμ ὑπομνήσαντος (τότε γὰρ οὐδὲ ἦν μήτε τῶν ἐξ αὐτοῦ δικαιοπραγούντων), πρὸς ἔργον ἐξήνεγκε. Καὶ πάλιν δίκαιόν φησιν ἑαυτὸν, τοὺς ἡμαρτηκότας φοβῶν. Δικαίου γὰρ ὡς ἀπαραίτητος κόλασις. Καλεῖ δὲ καὶ Σωτῆρα, ὡς ἂν αὐτὸν ἐπὶ σωτηρίᾳ μαθόντες πάντα ποιεῖν αὑτῶν, ὁμολογοῖεν μὲν μετανοοῦντες ἣν ἐκ τῶν δικαίων ὀφείλουσι δίκην· φιλανθρωπίας δὲ τυχόντες, τὴν τοῦ συγχωροῦντος χρηστότητα." Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ." Τὴν περὶ τῶν ἐθνῶν δὲ δικαιοσύνην μεθ' ὅρκου προΐσχεται," Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν." Καὶ οἱ λόγοι δέ μου, φησὶν οὐκ ἀποστραφήσονται. Ποῖοι δὲ λόγοι; δι' ὧν ἔλεγεν, Ἐπιστράφητε ἐπ' ἐμὲ, καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς. Ἐπὶ τίσιν δὲ τὸν ὅρκον ἐπήγαγεν, δηλοῖ λέγων· Ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, οὐ τὸ Ἰουδαίων μόνον. Εἰ γὰρ Ἰσραὴλ μετὰ τοσαύτας ἁμαρτίας, χάριτος ἐδεήθη· πολλῷ μᾶλλον ἐπὶ πάντων μέγα ὂν τὸ λεγόμενον ἠπιστεῖτο. Δι' ὅπερ ὡς ἀνθρώποις διαλεγόμενος, ὅρκον ἐπήγαγεν, ὡς προσκυνήσουσιν αὐτῷ, καὶ αὐτὸν ὅρκον ποιήσονται, ὅπερ ἐκ μέρους πεπλήρωται κληθέντων τῶν ἐθνῶν. Πληρωθήσεται δὲ τελείως ἐν τῇ συντελείᾳ τοῦ Αἰῶνος, ὅτε πᾶν ἀνθρώπιον φάντασμα καὶ ψεῦδος καταργηθήσεται. Πᾶσα δὲ γλῶσσα ἐρεῖ, ὅτι δικαιοσύνη, καὶ δόξα πρὸς αὐτὸν ἥξει. Τὸ δὲ δόξα, ἰσχὺς ὁ Σύμμαχος εἴρηκεν. Πᾶσαι γὰρ αἱ ἐν οὐρα 2437 νοῖς ἁρεταὶ τέλος αὐτὸν ἕξουσι. Καὶ Πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων πρὸς αὐτὸν ἐλεύσεται, ἀρετῆς καὶ καμάτου γέρα παρέχοντα. Οἱ δὲ διορίζοντες ἑαυτοὺς, αἰσχυνθήσονται. Διὸ λέλεκται· Αἰσχυνθήσονται πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς. Καὶ τοῖς Ἰουδαίοις ἐλέγετο·" Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε." Πότε δὲ αἰσχυνθήσονται; Ὅταν πᾶν γόνυ κάμψῃ, μετὰ ταῦτα λέγεται, δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Τὸ δὲ σπέρμα τῶν υἱῶν Ἰσραὴλ. Υἱοὶ γὰρ Ἰσραὴλ, οἳ πρῶτοι τῶν Εὐαγγελίων ἐτύγχανον κήρυκες, ὧν τὸ σπέρμα καὶ τὴν διαδοχὴν ἔφη δικαιωθήσεσθαι καὶ δοξασθήσεσθαι, τῆς υἱοθεσίας ἠξιωμένους, περὶ ὧν, τὸ" Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα," προείρηται. Ὅτι δὲ σπέρμα τῶν διδασκάλων οἱ μαθηταὶ, δηλοῖ καὶ Παῦλος λέγων·" Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." ΚΕΦΑΛ. Μ ʹ. αεʹ. 9Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία, καὶ τὰ κτήνη. Αἴρετε αὐτὰ καταδεδεμένα, ὡς φορτίον κοπιῶντι, καὶ ἐκλελυμένῳ, καὶ πεινῶντι. Οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου· αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν9, κ. τ. λ. Εἰπὼν περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν, καὶ τῆς ἐκλογῆς τοῦ σπέρματος τῶν ὑῶν Ἰσραὴλ, πρὸς Ἰουδαίους ἀποστραφεὶς τὴν παντελῆ σημαίνει τῆς εἰδωλολατρείας καθαίρεσιν. Βὴλ δὲ καὶ Ἕλληνες καλοῦσι τὸν Κρόνον, ᾧ δὴ προσῆγον οἱ πλεῖστοι θυσίαν τὰ φίλτατα. Ὁ δὲ δαγὼν, ἀλλοφύλων ξόανον ἐν Ἀσκαλῶνι καὶ Γάζῃ τιμώμενον, Τῇ δὲ λέξει τῆς ἱστορίας ὁ προφήτης ἐνέμεινεν. Ὡς γὰρ ἡ κιβωτὸς ἁλοῦσα πρὸς αὐτὸν εἰσενήνεκται, συνετρίβη παραχρῆμα πεσών. Ἀπὸ δὲ τοῦ μερικοῦ πρὸς τὸ καθόλου τῆς εἰδωλολατρείας τὸν λόγον ἀναγαγὼν, Ἐγένετο γλυπτὰ, φησὶν, αὐτῶν εἰς θηρία καὶ κτήνη. τοιαῦτα δὲ καθ' ὅλης τῆς Αἰγύπτου τὰ εἴδωλα. Ὁ δὲ Σύμμαχος, Ἐγένετο, φησὶ, τὰ εἴδωλα αὐτῶν ζώοις ἔκδοτα, ὡς ἀποῤῥιφέντα δηλονότι, καὶ λίαν κρημωμένα. Ὑπομιμνήσκει δὲ, φασί τινες, αὐτοὺς ὁ Θεὸς, ὡς τὰ μὲν αὐτοῦ μένει διηνεκῶς τελούμενα· τὰ δὲ τῶν εἰδώλων πάντα ψευδῆ, καὶ πρὸς τὸ μηδὲν διαπίπτοντα. Θεὸς γὰρ ὁ αὐτός ἐστι, γνώμῃ καὶ φύσει μεταβολὴν οὐ δεχόμενος. Καὶ ἃ προεῖπεν Ἀβραὰμ, ἐξετέλεσεν. Καὶ νῦν ἀληθὴς εἰπὼν, ὅτι Ἐμοὶ πᾶν γόνυ κάμψει, καὶ κοινὴ πᾶσι δοθήσεται δωρεά. Ἡ δὲ τῶν εἰδώλων ἀσθένεια διελέγχεται· καὶ παραδοθέντων ὑμῶν αἰχμαλωσίᾳ, ἐλεφάντων φορτία, καὶ τῶν ὑποζυγίων ἀπαγόμενα φορτίον γενήσεται. Καὶ ἄνδρες δὲ φέροντες ἐπ' ὤμων αὐτὰ κοπωθήσονται. Τί δὲ φέρων Θεὸν ἀσθενεῖ; Οὐκ ἄρα ταῦτα θεοί. Πῶς γὰρ 2440 ἂν καὶ ἤγετο πρὸς τῶν πολεμίων αἰχμάλωτα; πῶς δ' ἂν ταῦτα παθόντας τοὺς ἰδίους παρεῖδον προσκυνητάς; Ἄλλοι δέ φασιν ὡς ἐν ταῖς τῶν δαιμονίων πομπαῖς ἐκκομίζοντες ἱερεῖς τὰ ἀγάλματα φέροντες ἐπ' ὤμων, τὰς πλατείας ἀχθοφοροῦντες διήρχοντο. Τὸν Ἰσραὴλ δὲ διὰ τούτων ὑπομιμνήσκει καὶ τῶν ἀπαξόντων αὐτοὺς πολεμίων, ὡς τὰ εἴδωλα προσκυνήσαντας, καὶ κατὰ διάνοιαν αἰνιττόμενος, ὡς βαρὺ καὶ δυσβάστακτον ψυχαῖς τὸ τῶν δαιμόνων φορτίον, ἐπειδὰν αὐτὰς ἀσεβείᾳ καταδουλώσωνται, δίκην αἰχμαλώτων σειραῖς αὐτὰς ἁμαρτημάτων δεδεμένας ἀπάγοντες, τοῦ παρ' αὐτῶν πολέμου πέρας τοῦτο ποιούμενοι. Εἶτα καλεῖ αὐτοὺς οὐ Ἰακὼβ, ἀλλ' αὐτὸ μόνον οἶκον Ἰακὼβ, διὰ τὴν κατὰ σάρκα συγγένειαν, καὶ κατάλοιπον Ἰσραὴλ, ὡς τρύγα τινὰ καὶ περίττευμα Ἰσραήλ. Τινὲς δέ φασιν ὡς τῶν πλείστων εἰς αἰχμαλωσίαν ἀχθέντων, ὥσπερ οἶκον ἕνα καλεῖ καὶ βαρβαρικῆς ὠμότητος λείψανον. Τοῦτο γὰρ αὐτοὺς πείσεσθαι μὴ μετανοοῦντάς φησιν. Ἄλλοι δέ φασιν ὡς πρὸς τὴν τῶν εἰρημένων αὐτοὺς ἄγει συναίσθησιν. Ἰακὼβ γὰρ αὐχοῦντες εἶναι γένος τὸν ἐκείνου τρόπον ζηλοῦν εἰσιν ἄξιοι. Εἰ γὰρ καὶ λεῖμμα τυγχάνετε τοῦ Ἰσραὴλ δύο περιλειφθεῖσαι φυλαὶ (αἱ γὰρ δέκα πρὸς αἰχμαλωσίαν ἀπήχθησαν), μετανοοῦντας ὅμως οὐ περιόψομαι. Λοιπὸν αὐτοῖς ὡς ἀνόνητα μελετῶσι, τὸν νόμον ἐξ ἁπαλῶν ὀνύχων ὠνείδισεν. Δεχόμενοι γὰρ περιτομὴν ὀκταήμερον, τοῖς ἄλλοις νομίμοις ἐντρέφονται, ὡς εἰρῆσθαι διὰ τοῦτο·" Καὶ λαοὶ ἐμελέτησαν κενά." Εἰδωλολατροῦντες γὰρ, προφητικῶν εἰς ἔλεγχον ἐδέοντο λόγων. Ὑμεῖς μὲν οὖν οἱ αὐτοὶ τὴν πλάνην· ἐγὼ δὲ ὁ αὐτὸς τὴν φιλανθρωπίαν, τὴν ὑμετέραν ἀεὶ σωτηρίαν ζητῶν, καὶ παιδεύσας ὑμᾶς αἰχμαλωσίᾳ, πάλιν ἀνήσω δεσμοῦ. Ὡς γὰρ ἰατρὸς ἀγαθὸς νῦν μὲν ἀπειλαῖς αὐτοὺς, νῦν δὲ πάλιν ἀγαθῶν ὑποσχέσεσιν ἁρπάσαι πειρᾶται τοῦ διαβόλου χειρῶν. εʹιαʹ. 9Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι, καὶ οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου, καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ· καὶ μισθωσάμενοι χρυσίον, ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς. Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύονται9. κ. τ. λ. Ἐγὼ μὲν περὶ ὑμᾶς, φησὶ, τοιοῦτό εἰμι. Ὑμεῖς δὲ λογίσασθε πρὸς ὅσην ἀσεβείας ἀτοπίαν ἐκπίπτετε, τὸν ἀσώματον εἰκόσι θνητῶν ὑποβάλλοντες· χρυσίον καὶ ἀργύριον συνεισφέροντες, ὕλῃ, καὶ πλάσει τιμᾷν τὴν θείαν φύσιν ἡγούμενοι. Πρὸς τοῦτο ποίαν ἀπολογίαν τετεχνασμένην εὑρήσετε; Τῆς οὖν ἐμῆς ποτε θεότητος πρὸς ἔννοιαν ἀνανήψατε, ὡς ἀΐδιος καὶ μόνος ἐγώ. Καὶ τούτου τεκμήριον τὸ διὰ τῶν ἐμῶν προφητῶν προαγορεύειν τὰ μέλλοντα χρόνοις ὕστε 2441 ρον ἐπιτελεῖσθαι μακροῖς, ὧν τὰ μὲν ἤδη πεποίηκα, τὰ δὲ καὶ ποιήσω, διὰ τοῦ καλεῖν πετεινῶν δίκην τοὺς ἐμοὺς ὑπηρέτας ἀγγέλους, τά τε λειτουργικὰ πνεύματα τὰ πρὸς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Οἱ δὲ λοιποὶ ἐξέδωκαν, καλῶν ἀπὸ ἀνατολῶν ὄρνιν, ἀπὸ γῆς πόῤῥωθεν ἄνδρα βουλῆς μου. Δηλοῖ δὲ τὸν Χριστὸν ὃν ἀνακεκλῆσθαί φησιν ἐκ γῆς πόῤῥωθεν, τῶν τοῦ ᾅδου δηλονότι μυχῶν, δι' οὗ πληρώσειν τὰς ἐπαγγελίας φησίν. Ἄλλοι δὲ πετεινὸν ἔφασαν τὸν Βαβυλώνιον, περὶ οὗ φησιν Ἐζεκιήλ·" Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος," καὶ τὰ ἑξῆς. Ἅπερ ἐξηγούμενός φησιν·" Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα; ὅτ' ἂν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ καὶ λήψεται τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς," καὶ τὰ μετὰ ταῦτα· τούτους γὰρ ἐκλεκτὰ τῆς κέδρου προκέκληκε διὰ τῆς παραβολῆς. Ἔλεγεν δὲ βασιλέα τὸν Σεδεκίαν, ὃν αἰχμάλωτον εἴληφεν. Ἄλλοι δὲ πετεινὸν εἰρῆσθαι τὸν Κῦρόν φασιν. Τὸ δὲ ἔκτισα, τοῦτ' ἔστι κατεσκεύασα, κακὰ δηλονότι κακωτικά. Εἰ δὲ καὶ μηδεὶς εὑρεθῇ τοὐμὸν θέλημα μετιὼν, τὸν Υἱὸν ἀποστελῶ τὸν ἐμὸν τὴν πατρικὴν πληροῦντα βουλήν. ΚΕΦΑΛ. ΜΖʹ. αιεʹ. 9Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθένος θύγατερ Βαβυλῶνος. Εἴσελθε εἰς τὸ σκότος, θύγατερ Χαλδαίων, ὅτι οὐκ ἔτι προσθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. Λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατάλυμμά σου, ἀνάσυρε τὰς πολιὰς, ἀποκάλυψαι τὰς κνήμασ9, κ. τ. λ. Καὶ ταῦτα πρὸς τοὺς ἐξ Ἰσραὴλ, οἷς ἔλεγε," Τίνι με ὡμοιώσατε;" Ἐκεῖ μὲν οὖν πλανωμένους εἶπεν αὐτοὺς, ἐνταῦθα δὲ ἀπολωλεκότας τὴν καρδίαν. Ἀνθ' οὗ Σύμμαχος ἐξέδωκεν, οἱ σκληροκάρδιοι. Καθ' ἑκάτερον δὲ παρίσταται τὸ τῆς γνώμης ἀναίσθητον. Διὸ πρὸς εἰδωλολατρείαν ἐτράποντο. Ἀλλ' ὅμως ἐλεῶν αὐτοὺς ὁ Θεὸς ὑποσχέσεσι καλαῖς ἀνακαλεῖται πρὸς σύνεσιν μακρυνθέντας δικαιοσύνης, τοῦτ' ἔστι Θεοῦ. Ἀπειρήκεσαν γὰρ ταῖς ψυχαῖς ἁλούσας ὁρῶντες ἐγκείμενον, ματαίας τοῦ Θεοῦ τὰς ἐπαγγελίας ἐνόμιζον. Διὸ τὴν κατὰ Βαβυλῶνος αὐτοὺς εὐαγγελίζεται δίκην. Ἐκόλασε γὰρ τοὺς ἐξ Ἰσραὴλ ὁ Θεὸς οὐ μισῶν σωτηρίαν δὲ αὐτοῖς μνηστευόμενος, ὡς καὶ τῶν ἰατρῶν οἱ τέμνοντές τε καὶ καίοντες· ἐπεὶ καὶ πᾶσα κόλασις πρὸς ὄνησιν ἐπιφέρεται. Συναναπλέκει δὲ τῇ τῆς μερικῆς σωτηρίας ὑποσχέσει καὶ τῆς γενικωτάτης τὴν δήλωσιν. Ἡ μὲν γὰρ διὰ Κυρίου λύτρωσις, μερικὴ, ἡ δὲ διὰ Χριστοῦ, πάντων ἀνθρώπων. Τὸ δὲ, οὐ μὴ Βραδύνω, παρέοικε τῷ·" Ἔτι μικρὸν ὁ ἐρχόμενοι ἤξει, καὶ οὐ χρονιεῖ," 2444 καὶ Σιὼν τὴν Ἐκκλησίαν νοήσομεν, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ δεχόμεθα ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰσραὴλ, εἰ Θεὸν ὁρῶντα σχήσομεν νοῦν εἰς τέκνα τελοῦντες κατ' ἐπαγγελίαν τοῦ Ἀβραάμ. Ὁ δὲ Σύμμαχος ἐξέδωκα· Δώσω ἐν Σιὼν σωτήριον, καὶ τῷ Ἰσραὴλ δόξαν. Ταῦτα μὲν οὖν διὰ φιλανθρωπίαν δώσω, φησὶ, τῷ Ἰσραήλ· τὴν δὲ δικαιοσύνην ἐνδείξομαι τὴν ἐμὴν, τοῖς ὑπὲρ τὸ δέον ὑμᾶς τιμωρησαμένοις ἐπεξιὼν, ὧν δὴ ταπεινώσω τῆς βασιλείας τὸ ὕψος. Ἐμεγαλαύχουν γὰρ ἐπὶ μακροῖς χρόνοις τῶν ἐθνῶν δυναστεύοντες. Τὴν δὲ βασιλείαν προσωποποιήσας, θυγατέρα Βαβυλῶνος ἐκάλεσεν, καὶ παρθένον ὡς, καλλωπιζομένην ἐν ἀκμῇ τῆς δυνάμεως, καὶ τὴν ἐξ ὕψους αὐτῇ προσέταξε κάθοδον. Τινὲς δὲ τὰς θυγατέρας τῶν Βαβυλωνίων ἢ καὶ τὰς γυναῖκας οὕτως εἰρῆσθαί φησιν, ὧν τὴν ὑπὸ Μήδων διέγραψεν ἅλωσιν, καὶ τὴν εἰς δουλείαν ἀπαγωγήν. Ὧν ἡ κατάβασις δηλοῖ τὴν ἐκ δόξης καὶ τρυφῆς, ἐλευθερίας τε καὶ πλούτου πρὸς τἀναντία μεταβολήν. Τῆς οὖν παρθένου σκότος τὴν ἀνήκεστον ἐκάλεσε συμφοράν. Τὸν νοῦν γὰρ ἀεὶ λύπη καὶ φόβος σκοτοῖ. Ἁπαλὴν δὲ καὶ τρυφερὰν διά τε τὴν δίαιταν καὶ τὸν Ὑπερβάλλοντα κόσμον ἣ τῆς βασιλείας, ἢ τῶν γυναίων καλεῖ. Παρ' οἷς γὰρ τὸ μάχιμον ἐκοσμεῖτο χρυσῷ, καὶ τοῖς εὐωδεστάτοις κατεχρίετο μύροις, τί ἄν τις εἴποι τὰ γύναια; Καὶ καθημένην, ὡς ἐπὶ βασιλίδος φησίν. Ἅπερ ἀποθεμένη, φησὶ, μυλωθρίδος δίκην θεραπαίνης, τοῖς ἁλοῦσι δουλεύσει. Καὶ τὸ κατάλυμμα δὲ τὸ ἐκ διαφόρου κόσμου περιελοῦσα τῆς κεφαλῆς ἀποτίθετο. Τὸ δὲ τῶν πολιῶν, ἢ ὡς ἐπὶ χρονίου βασιλείας εἶπεν, ἢ τὴν ὠμότητα τῶν εἰρηκότων δηλῶν, ὡς μηδὲ γυναικὸς πρεσβύτιδος φείσασθαι. Ἀντὶ δὲ τοῦ, Ἀποκάλυψαι τὸ κατακάλυμμά σου, Σύμμαχος, Κάλυψαι τὰ ὦτα, φησὶν, ἀντὶ δὲ τοῦ, Τὸ δίκαιον ἐκ σοῦ λήψομαι· οὐκέτι μὴ παραδῶ ἀνθρώποις, ἐξέδωκεν· Ἐκδίκησίν σου λήψομαι, καὶ οὐκ ἀντιστήσεται ἐν ἐμοὶ ἄνθρωπος. Ἀντὶ δὲ τοῦ, ὁ ῥυσάμενός σε Κύριος Σαβαώθ; Ἀκύλας, ἀγχιστεύων ἡμῶν Κύριος. Ταῦτα κατὰ σοῦ, φησὶν, ὥρισεν ὁ ἡμέτερος Κύριος λυτρούμενος ἡμᾶς, δηλονότι τὴν εἰς πολεμίους ἀπαγωγὴν, καθ' ἣν ἔδει διελθεῖν ἀνασυρομένην καὶ τοὺς ἐν μέσῳ τυγχάνοντας ποταμούς. Ὅτι δὲ δικαίως πέπονθε, καὶ προφήτης ἐδήλωσεν ἕτερος εἰπών·" Καθὼς ἐποίησεν, ποιήσω αὐτῇ·" καὶ πάλιν·" Καθὼς ἐποίησας, οὕτως ἔσται τὸ ἀνταπόδομά σου." Καὶ καθόλου δέ φησιν ἡ Γραφή·" Οὐαὶ τῷ ἀνόμῳ. Πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ." Τὸ δὲ, Οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις, κατὰ τοὺς Ἑβδομήκοντα, δηλοῖ τὸ μηκέτι τοιούτοις ἀπανθρώποις παραδοθήσεσθαι. 2445 Ἵσως δὲ καὶ αὐτοῖς λέγει τοῖς πάλαι νικήσασι· τοῦτο δὲ πρὸς τὸν Ἰσραὴλ ῥηθὲν παρεμβέβληται. Εἶτα πάλιν πρὸς τὴν Χαλδαίαν φησὶ, Κάθισον κατανενυγμένη, ἢ κατὰ Σύμμαχον, σιωπῶσα· ἡ γὰρ οὕτω μεγάλαυχος, καὶ ὡς οἰκέται χρωμένη τοῖς ἔθνεσιν, μετάγνωθι λοιπὸν ἐφ' οἷς ἔπραξας, τοσούτῳ σκότῳ παιδείας ἐκδιδομένη. Τὸ δὲ ἰσχὺς βασιλείας, δέσποινα βασιλειῶν ἐξέδωκε Σύμμαχος, καὶ τὴν αἰτίαν ἐπήγαγεν, διδάσκων ὡς οὐ δεῖ τοῖς ὑπὸ Θεοῦ ταπεινουμένοις ἐπεμβαίνειν, οὓς ἐγχωρεῖ παιδευθέντας ἐλεηθῆναι. Συνωδὰ δὲ τούτοις καὶ Ζαχαρίας φησίν·" Ἐζήλωκα τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐγὼ ἐπὶ τὰ ἔθνη τὸ συνεπιτιθέμενα· ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθη ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." Σὺ δὲ, φησὶ, καὶ διηνεκῶς βασιλεύειν ὑπείληφας, παιδεύων ταῖς παρούσαις εὐπραγίαις μὴ πεποιθέναι, προορᾷν δὲ τὰ ἔσχατα, καὶ τὰς ὕστερον ἐσομένας μεταβολάς. Ταῦτα δὲ τῆς ὑπερηφανίας τῶν ἐν αὐτῇ βασιλευσάντων ὑπῆρχεν. Ὑφ' ἕνα δὲ αὐτῇ καιρὸν ἀπειλεῖ ἀνδρὸς στέρησιν τοῦ καθ' ὃν ἤλω βασιλεύοντος χρόνον, καὶ τέκνων τῶν ὑπ' αὐτῆς βασιλευομένων, ἢ καὶ τῶν αὐτῆς οἰκητόρων ἐν τῇ μάχῃ πεσόντων. Οὐ διὰ τὰ προλεχθέντα δέ σοι ταῦτα συμβήσεται μόνον· ἀλλ' ὅτι καὶ τὰς ἐλπίδας ἐν ἐπῳδαῖς ἔθου καὶ φαρμακείαις. Προλεγόντων γάρ σοι νίκην τῶν αὐτὰ μετιόντων, πρὸς ὄγκον ἀρθεῖσα φρονήματος, ὁμοῦ καὶ τῇ δυνάμει θαῤῥοῦσα, καὶ τὴν ἀρχὴν οὐκ οἰομένη κρείττω φανεῖσθαι τὴν Περσικὴν, ἔφασκες· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, ταῖς ἐκ δαιμόνων μαντείαις, καὶ ταῖς ἐξ ἄστρων θαῤῥήσασα. Καὶ τὴν ἐπὶ δαίμοσιν ἐλπίδα πορνείαν καλεῖ. Ἀποστατικὴ γάρ ἐστι Θεοῦ. Πᾶσι γὰρ ἀνθρώποις ἡ πρὸς Θεὸν οἰκείωσις κτὰ φύσιν, ἡ δὲ πρὸς δαίμονας ἀλλοτρία, τὴν τούτων πρὸς ἀνθρώπους συνουσίαν διὰ γοητείας ἐπαγομένη. Διὸ καὶ Παῦλος τῇ φαρμακείᾳ συνάπτει τὴν εἰδωλολατρείαν λέγων·" Εἰδωλολατρεία, φαρμακεία." Οὐ τοίνυν οὔτε Χαλδαίοις οὔθ' ἑτέροις τὸ εἰδωλολατρεῖν συγγνωστὸν, ἀλλ' ὀλέθριον. Ἔσται οὖν, φησὶν, ἡ πορνεία σου εἰς αἰσχύνην, ὅτ' ἂν ἡ ἐπὶ δαίμοσιν ἐλπὶς διαπέσῃ, ὧν ἡ ἰσχὺς, ἀσθένεια, μήτε προλέγειν ἐχόντων, ὡς ἐγώ σοι ταῦτα, μήτε βοηθεῖν δυναμένων. Ἀντὶ δὲ̀ τοῦ, Γνῶθι ὅτι ἡ σύνεσις τούτων ἔσται, καὶ ἡ πορνεία σοι αἰσχύνη, Σύμμαχός φησι· Καὶ ἡ γνῶσίς σου αὕτη ἐξηπάτησέν σε. Σύνεσιν δὲ καλεῖ τὴν σοφίαν τῶν μάντεων. Διό φησι, Καὶ οὐ μὴ γνῷς ἐκ μαντείας τὸν ἐπερχόμενον ὄλεθρον, ὃν καὶ βόθυνον καλεῖ, τὸ ἄφυκτον τῶν ἐμπεπτωκότων δηλῶν. Παρίστησι δὲ Δανιὴλ ὅπως παρὰ Χαλδαίοις διέπρεπον μάγοι τινὲς, καὶ Γαζαρηνοὶ, καὶ φαρμακοὶ, καὶ οἱ τὰ τοιαῦτα σοφοὶ (οὕτω γὰρ αὐτοὺς ἐκάλουν), οἳ καὶ εὐδοκίμουν 2448 παρὰ τῷ βασιλεῖ, ὡς δι' αὐτῶν κατορθουμένης τῆς βασιλείας, οὕς φησι καταλήψεσθαι τὴν διὰ πυρὸς τιμωρίαν, ἡνίκα πυρίκαυστος καὶ ἡ πόλις γενήσεται, μηδὲ αὐτοῖς βοηθεῖν δυναμένους. Τινὲς δὲ κατ' εἰρωνείαν τὸν λόγον πρὸς τὴν Χαλδαίαν ἐδέξαντο. ἔχεις ἄνθρακας πυρὸς, ὅ ἐστι Θερμοὺς ἄνδρας καὶ ζέοντας, τοὺς περὶ ὧν ὁ λόγος, ὅτ' ἂν ἐπ' αὐτοῖς καθίσῃς, ὅ ἐστιν ἐπαναπαύσῃ. Αὐτοὶ γὰρ ἔσονταί σοι βοήθεια. Ἤγουν ἄνθρακας, τὰς ἐπιστρεπτικὰς καὶ ὠφελίμους τιμωρίας καλεῖ. Ἐπιστραφείσῃ γάρ σοι, φησὶν, ἔσται τὰ τῆς τιμωρίας πρὸς ἀγαθοῦ τῆς παρ' ἐμοῦ τυγχανούσης Βοηθείας, εἰ καὶ τὸν πρὸ τοῦ χρόνον εἰς ματαιοπονίαν ἀνάλωσας. Ταῦτα δὲ φησὶν, ἔσται καὶ καθ' ἕκαστον τῶν ἀνθρώπων. Δι' ἑαυτοὺς τὰρ πλανηθέντες ἕξουσι τιμωρίαν, ἣν οὐ φεύξῃ μὴ μετανοήσασα. Τὸ δὲ ἐκοπίασας, ἀντὶ τοῦ ἠσθένησας. Μεταβαλοῦσα γὰρ εἰς δαίμονας ἀπὸ Θεοῦ τὴν λατρείαν εὐάλωτος γέγονας. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασας ἐν τῇ μεταβολῇ σου, καὶ τὰ ἑξῆς· οἱ λοιποί φασιν, Οἱ ἔμποροί σου ἀπὸ νεότητός σου. Ἕκαστος εἰς τὸ πέραν ἑαυτοῦ ἐπλανήθησαν, ἐξ ὧν οὐδεὶς εὕρηταί σοι σωτήρ. Διὸ οὐκ ἔστιν ὁ σώζων σε, κατὰ Σύμμαχον. Τινὲς δὲ τὸ, Ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία, οὕτως ἑρμήνευσαν, ὡσεὶ ἔλεγεν· Πολλοὶ τῶν ἀνθρώπων ἀνθρωπίνως ἐπλανήθησαν, συμμέτρως ἀποστάντες Θεοῦ πάθεσιν ὑπενεχθέντες σαρκός· σὺ δὲ εἰς τοῦτο προέβης ἀνοσιότητος, ὡς μηδένα σοι σωτηρίας τόπον περιλειφθῆναι. ΚΕΦΑΛ. ΜΗʹ. αιαʹ. 9Ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ, οἱ κεκλημένοις ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ, καὶ ἐξ Ἰούδα ἐξελθόντες. Οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ. Μιμνησκόμενοι οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης, καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι9, κ. τ. λ. Τὰ κατὰ Βαβυλωνίων εἰπὼν, ἐλεγκτικῶς πρὸς Ἰουδαίους φησὶν, ὡς Διὰ τὸ παρ' ἐμοὶ δίκαιον ἐκείνους μετέρχομαι, οὐχ ὅτι βοηθείας ὑμεῖς ἄξιοι καθεστήκατε. Οἶκον γὰρ καλεῖ Ἰακὼβ, ὡς καὶ τῆς τοῦ προπάτορος ἀναξίους ἐπωνυμίας, καὶ ψιλῆς τοῦ Ἰσραὴλ προσηγορίας μετέχοντας, καὶ σπέρματος Ἰούδα σωματικοῦ. Τοῦτο γὰρ ἐξ ὕδατος. Ὡς βασιλικῷ δὲ γένει τὸν Ἰούδαν ἐπέγραψεν. Ὥσπερ δὲ ψευδῶς ἐλέγοντο ταῦτα τῶν ὀνομάτων ὅντες ἀνάξιοι, οὔτως ὀμνύντες καὶ μεμνημένοι τοῦ Θεοῦ Ἰσραὴλ, τοῖς χείλεσιν αὐτὸν ἐτίμων, ἀφεστηκότες αὐτοῦ τῇ καρδίᾳ, καὶ μάτην ἐδόκουν ἐπὶ Κυρίῳ στηρίζεσθαι, ἀντεχόμενοι πόλεως ἀνακειμένης αὐτῷ. Μετὰ γὰρ τὸν Ἐζεκίαν, Μανασσῆς αὐτοὺς εἰς πᾶσαν ἀσέβειαν ἔτρεψεν, καὶ ἐν αὐτῷ καθίδρυσεν ἄγαλμα τῷ θείῳ ναῷ. Διό φησι πρὸς αὐτούς·" Τί ἡ ἠγαπημένη ἐν 2449 τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;" πολλαῖς τε προφητείαις ὠνείδισεν αὐτοῖς τὴν ἀσέβειαν. Διὸ πλείσταις αὐτοὺς πρὸς εὐσέβειαν ἀνακαλεῖ παρακλήσεσιν. Καὶ ὁ Σωτὴρ δὲ αὐτοὺς ἐπὶ σωματικῇ συγγενείᾳ φρονοῦντας ἐξήλεγχε, λέγων·" Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν." Καὶ νῦν δὲ συνεχῶς αὐτοὺς ἐκ τῶν πατέρων καλεῖ, τῆς ἐκείνων ἄγων εὐσεβείας εἰς μνήμην, ὡς ἂν ἀπωλείας μὴ ἑαυτοῖς τε καὶ τῇ πόλεις παραίτιοι γένωνται. Θεὸν δὲ δείκνυσιν αὐτὸν προθεσπίζοντα, οὐκ ἐπιδεικτικῶς, ἀλλ' ὠφελῶν, ἵνα μὴ τοῖς εἰδώλοις ἐπιγράφωσι τὰ συμβαίνοντα, καὶ ὡς ἂν προγνόντες μετανοήσωσιν· ἠδύνατο γὰρ καὶ σιωπῶν τιμωρήσασθαι Βαβυλωνίους. Καὶ τῷ Φαραὼ γὰρ προλέγων ἐπέφερεν·" Ἵνα γνῷ τὸν ἐπάγοντα." Γνῶτε οὖν, ὦ ἄπιστοι, φησὶν, ὡς ὅσα διὰ τῶν πρόσθεν ἐθέσπισα προφητῶν, ὡς εἰς ἀκοὰς πολλὰς τοὺς λόγους ἐλθεῖν, εἰς ἔργον ἐξέβη. Θεοῦ γὰρ μόνον τὸ προλέγειν· καὶ μάτην ὁ Μανασσῆς διὰ μαντείας εἰδέναι σπουδάζει τὰ μέλλοντα· ἃ δὲ προέφην, φησὶν, εἰ καὶ μὴ προσέδοκας, ἀλλ' οὖν ἐξάπινα γέγονεν. Πρότερα δέ τινες τὴν αἰχμαλωσίαν εἰρήκασι, μεθ' ἥν ἐστι τὰ τῇ Βαβυλωνίᾳ συμβάντα δεινά. Ὡς ἀκαμπεῖ δὲ, φησὶ, καὶ ἀναισχύντῳ προεῖπον, καίπερ εἰδὼς, ὡς καὶ οὕτως εἰδώλοις τὴν τῶν συμβησομένων Βαβυλωνίοις ἐπιγράψει αἰτίαν. Ἐπεὶ, καὶ τῆς Ἱερουσαλὴμ ἁλούσης, αἱ περιλειφθεῖσαι γυναῖκες, κωλύοντος Ἱερεμίου κατελθεῖν εἰς τὴν Αἴγυπτον, ἀνθυπέφερον· Ἐπειδὴ διελίπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. Διὸ καὶ δυσχεραίνων Ἱερεμίας φησί·" Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνησαν. Συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἐθέλησαν δέξασθαι παιδείαν." Ἰδοὺ τοίνυν, καίπερ ὄντι τοιούτῳ, φιλάνθρωπος ὢν, προλέγω τὰ συμβησόμενα τοῖς μέλλουσί τε καταπολεμῆσαι Χαλδαίοις, ὡς ἂν τότε βοηθὸν τὸν προειπόντα καλέσεις. Μὴ οὖν ἀπάτας αὐτὸν λέγων, ὡς καὶ πρὸ τῆς ἐμῆς προφητείας εἴδωλά σοι ἐνετείλατο, τοῦτ' ἔστιν ἠπείλησαν, ἢ προαπήγγειλαν, ὡς αὐτά σε κακώσει. Διὰ ταῦτα γὰρ πείσει κακῶς, ὅτιπερ ἀποστὰς ἐμοῦ προσετέθης αὐτοῖς. Πλὴν οὐδέν σε τὸ προλέγειν ὀνήσειεν. Οὐ γνώσῃ γὰρ, τοῦτ' ἔστιν, οὐ γενήσῃ σοφὸς τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ, μὴ περιμένων τῶν σοι προαπειλουμένων τὸ τέλος. Ἀκουστά σοι τοιγαροῦν ἐποίησα τὰ καινά. Καινὰ. γὰρ ἦν, πρὸ τοῦ γενέσθαι λεγόμενα. Πάσχων τοίνυν μὴ λέξῃς, ὡς Πρὶν παθεῖν οὐκ ἀκήκοα, ἤγουν, ὅτι Προέγνων μὲν, ἀλλ' ἐξ εἰδώλων μαθών. Οὐ γὰρ ἔγνως οὐδὲν πρὶν ἐμὲ λέγειν αὐτά· οὐ γὰρ πεποίηκά σοι τοῦτο παρ' ἑτέρου γνωστόν. Ἰδοὺ δέ σε καλῶ καὶ πρὶν ἀπειθῆσαι παράνομον. Δι' αὐτὸ γάρ σε καὶ φθάσει 2452 Οὐκοῦν διὰ φιλανθρωπίαν τῶν σοὶ συμβησομένων ἡ πρόῤῥησις. Καὶ παραδιδούς σε γὰρ, ἐπ' ὠφελείᾳ παρέδωκα, οὐχ ὡς ἄν τις ἀνὴρ πρὸς ἴδιον κέρδος ὁρῶν. Παιδεύει γὰρ ἔσθ' ὅτε πάθος, ὃν οὐκ ἐπαίδευσε λόγος. Δι' ὅσοι καὶ τῶν πολεμίων τὰς συμφορὰς προηγόρευσα, πανταχόθεν ἐπιστρέφων, ἀπειλῆς, καὶ φόβῳ, καὶ πάθους πείρᾳ, καὶ δυνάμει προαγορεύσεως, τῇ περὶ σὲ φιλανθρωπίᾳ σέ τε πάλιν ἐλευθερῶν, καὶ τοὺς ἐχθροὺς τιμωρούμενος, καὶ, ὅτι τὴν ἐμὴν ἐβλασφήμουν θεότητα, τὴν καθ' ὑμῶν νίκην τοῖς ἰδίοις θεοῖς ἐπιγράφοντες, τὴν τοῦ ὄντος τοῖς οὐκ οὖσι χαριζόμενοι δόξαν. Κάμινον δὲ πτωχείας, τὸν τόπον τῆς δουλείας ἐκάλεσεν, ἐν ᾧ τοῖς δουλεύουσιν καὶ πτωχεύειν ἀνάγκη. Δι' ὧν δὲ λέγει, δείκνυσι τὸν Ἰσραὴλ ἑαυτὸν πεπρακότα, ἀντ' ἀργυρίου. τὰς ἑαυτοῦ προέμενον ἁμαρτίας. Οὐ δι' ἐμὴν γὰρ ὑπομένεις ἀσθένειαν τοῦ τὰ ἐν Αἰγύπτῳ πρὸς τὴν σὴν ἐλευθερίαν δραματουργήσαντος. Πῶς δὲ λέγει πεποιηκέναι, καθά φασί τινες, καινὰ, τοῦ Ἐκκλησιασ [τικ] οῦ λέγοντος, Καὶ οὐδὲν καινόν; Τὸ Χριστοῦ τοίνυν λέγει μυστήριον μεῖζον τῆς ὁρωμένης ὑπάρχον κτίσεως, ὃ καὶ ἀ̓ ποκεκρυμμένον ὁ Παῦλος καλεῖ. Διό φησιν, Οὔτε ἐξ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Τῶν γὰρ ἀποστόλων Χριστὸς ἤνοιξε τὰ ὦτα πρὸς τὸ καὶ συνιέναι τὰς Γραφάς. Ἀνοίγεται δὲ τὰ ὦτα, ὅτε καὶ νοῦς. Οὐ γὰρ μάτην ἀκούει. Ἔγνων γὰρ, φησὶν, ὅτι ἀθετήσεις, διὸ καὶ ἔκρυψα, καὶ ἄνομος ἐκ κοιλίας κληθήσῃ· δηλαδὴ, τῇ προγνώσει. Οὕτως ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Ἔπαθες δ' ἂν καὶ πανωλεθρίαν, ἀνθ' ὧν μου τὴν δόξαν ἀνέθηκας δαίμοσιν, εἰ μὴ δι' αὐτήν μου τὴν δόξαν φανησομένην ἐπὶ σωτηρίᾳ τοῦ κόσμου. ιβκβʹ. 9Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃνἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσε γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται9, κ. τ. λ. Τὰς πρῶτα τοῖς διαβεβλημένοις εἰπὼν, ἐνταῦθα τοῖς κατορθοῦσιν ἐξ Ἰσραὴλ διαλέγεται. Διὸ πρόσκειται τὸ, ὃν ἐκάλεσα. Ἀν' οὗ Σύμμαχος μὲν, ὁ κλητός μου, Ἀκύλας δὲ, κλητέ μου, φασίν. Ἦσαν γὰρ ἐξ ἐκείνου πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Πλὴν οὐκ ἐκλεκτοὶ, πρὸς οὓ ὁ λόγος, ἀλλὰ κλητοί. Ὑπομιμνήσκει δὲ αὐτοὺς καὶ τῆς ἑαυτοῦ θεολογίας, ἄναρχον ἑαυτὸν λέγων. Τὸ γὰρ τοῦ πρώτου πρεσβύ 2453 τερον, καὶ ἀτελεύτητον ἀκολούθως. Οὗ γὰρ οὐκ ἔστιν ἀρχὴ, οὐδὲ τέλος. Ὅπερ οἱ λοιποὶ δηλοῦντες ἐξέδωκαν, Ἐγὼ πρῶτος, καὶ ἐγὼ ἔσχατος. Εἴρηται δέ που περὶ τοῦ Μονογενοῦς, ὅτι" Αὐτός ἐστιν ὁ πρῶτος καὶ ὁ ἔσχατος." Ὃ διεσάφησεν εἰπὼν, Ἔζων καὶ ἐγενόμην νεκρός. Ἀρχὴ γάρ ἐστι ζωῆς ὁ αὐτὸς, καὶ ἔσχατος, ἐπεὶ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Ἅμα δὲ καὶ εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῆς δοθείσης αὐτοῖς τιμῆς τε καὶ δόξης. Πρὸς οἰκειότητα γὰρ τὴν αὑτοῦ κέκληκεν αὐτοὺς ἐκ πάντων τῶν ἐθνῶν, κατὰ τὸ," Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη." καὶ τὰ ἑξῆς. Καὶ πάλιν·" Καί σε ἐξελέξατο Κύριος ἐκ πάντων τῶν ἐθνῶν εἶναι αὐτοῦ λαόν." Ἐχρῆν οὖν αὐτὸν μὴ ἀποστῆναι Θεοῦ καὶ προστεθῆναι δαίμοσι καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Πλὴν καὶ οὕτως οἰκτείρων αὐτοὺς καλεῖ πρὸς εὐπάθειαν τὸ, Ἄκουέ μου, βοῶν· νῦν γοῦν ἀξιῶν πεισθῆναι, καὶ τῶν ἐξ αὐτοῦ βεβαίως τυχεῖν δωρεῶν. Κατὰ γὰρ τὸν Παῦλον, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν ἐσχήκασι χρείαν τοῦ διδάσκοντος αὐτοὺς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Τὸ δὲ ἀΐδιον, καὶ ὄντως ὂν, παρίστησι τὸ, Ἐγώ εἰμι, συμφώνως τῳ·" Ἐγώ εἰμι ὁ ὢν," ὡς τὴν φύσιν, οὕτω καὶ τὸ ἦθος ἀκίνητον εἶναι δηλῶν. Ὁ αὐτὸς γὰρ ὢν, ἐξ ἀγαθότητος ἔχω τὸ γνώρισμα. δι' ἢν καὶ πάντα πρὸς τὸ εἶναι παρήγαγον, ἀντιδιαστέλλων πρὸς τοὺς οὐκ ὄντας θεοὺς, περὶ ὧν λέγεται·" Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν." Ἐπειδὴ δὲ ἐπάγει, Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, τοῦ Πατέρος τινὲς τὸ πρόσωπον ἔφασαν, οὗ χεὶρ ὁ Μονογενὴς ἐν ταῖς Γραφαῖς ὀνομάζεται· Μωσῆς γάρ φησιν·" Ἡ δεξιά σου χεὶρ, Κύριε, δεδόξασται ἐν ἰσχύϊ," καὶ τὰ ἑξῆς. Καὶ ὁ Δαβίδ·" Κραταιωθήτω ἡ χείρ σου. Ὑψωθήτω ἡ δεξιά σου," οὕτω λεγόμενος ὡς πληρωτὴς τῶν τοῦ Πατέρος ἐννοιῶν, ὡς εἶναι κυρίως σοφίαν αὐτὸν τοῦ Θεοῦ, σαφηνίζουσαν τὰς πατρικὰς ἐννοίας ἐν τοῖς ὑπ' αὐτοῦ γινομένοις ἔργοις. Διὸ λέγεται ἐν Παροιμίαις· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Οὐχ ὡς μέρος οὖν ἡ χεὶρ, ἀλλ' ὡς τελεία, δι' ἧς αὐτὸς ἐργάζεται, ἡ ἐξ αὐτοῦ δύναμις, ἐγγυτάτη οὖσα αὐτῷ. Πῶς οὖν, φησὶ, λατρεύεις τῇ κτίσει παρὰ τὸν Κτίσαντα; Τὸ γὰρ ποιηθὲν τὴν τοῦ ποιήσαντος ἀμέτρως ὑποκάθηται δόξαν, ὡς ἀσεβεῖν τὸν τῇ προσκυνήσει πρὸς ἴσην ἄγοντα τοῦτο τῷ πεποιηκότι τιμήν. Ἡ δεξιὰ τοίνυν μου, φησὶν, τὸν οὐρανὸν ἐστερέωσεν, ἢ, τοὺς οὐρανοὺς, κατὰ τοὺς ἄλλους ἑρμηνέας, δηλαδὴ τὰς οὐρανίους δυνάμεις, περὶ ὧν ἐπιφέρει· Καλέσω αὐτοὺ, καὶ στήσονται ἅμα. Πειθαρχοῦσι γὰρ ὡς ἂν Δεσπότῃ ἑστᾶσί τε 2456 συνερχόμεναι τῶν λόγων αὐτοῦ πρὸς ἀκρόασιν. Σύμφωνον τῷ κατ' ἀρχάς·" Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν." Εἰ δὲ δυνάμεις αἱ κρείττους οὕτω σὺν εὐλαβείᾳ τῷ πεποιηκότι πειθήνιοι, ἡμεῖς ὄντες ἄνθρωποι πῶς οὐ μᾶλλον τὸν θεῖον ἀναλήψεσθε φόβον; Ἀντὶ δὲ τοῦ, τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα, ὁ Σύμμαχος ἔφησεν, τίς αὐτοῖς ἀπήγγειλεν ταῦτα; Ὃν Κύριος ἀγαπήσει, ποιήσει τὸ θέλημα αὐτοῦ. Ὁ δὲ Ἀκύλας, τίς ἐν ἀνθρώποις ἀπήγγειλεν ταῦτα; Κύριος ἠγάπησεν αὐτόν. Ὅτι γὰρ, φησὶν, αἱ τῶν οὐρανῶν δυνάμεις καλούμεναι πρὸς τὴν τῶν αὐτοῦ λόγων ἀκρόασιν ὑπακούουσι παριστάμεναι, αὐτὸς ἀπήγγειλε Κύριος, καὶ διὰ τὴν ἀγάπην τὴν πρὸς σὲ φανερόν σοι πεποίηκεν. Ἤγουν κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, Ὁ ἀγαπητὸς τοῦ Πατέρος καὶ Μονογενὴς, αὐτὸς ἀπήγγειλεν ἀνθρώποις, ὃς καὶ τὸ θέλημα τοῦ Πατέρος ἐνεργήσει, τὰ προλεχθέντα κατὰ Βαβυλῶνος ἐπάξων, ὅτε καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον ἐργάσεται τοῦ λαοῦ. Τινὲς δὲ τὸ, Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, περὶ τῶν ἐξ Ἰσραὴλ εἰρῆσθαί φασιν. Ὡς ἡδέως ἂν ἐπυθόμην συνηγμένων αὐτῶν, τίς ἄλλο αὐτοῖς Θεὸς τὴν ἐκ τοῦ πολέμου προμεμήνυκε συμφορὰν, ὡς ἐγὼ διὰ τῶν προφητῶν μου τὰ κατὰ μέρος ἐδήλωσα· καὶ τῶν ἐμῶν καταφρονήσαντες λόγων, τὴν τῶν κακῶν ἀνεμείνατε πεῖραν. Τίς οὖν ὑμῖν ἡ ὄνησις τῆς ἐκ δαιμόνων μαντείας οὐδὲν προεγνωκυίας τῶν ὕστερον; Τινὲς δέ φασι, τοὺς μέγα φρονοῦντας τῶν ἐθνικῶν παρεῖναι προτρέπεται, καὶ πρὸς νοῦν ἐκλαβεῖν, ὡς οὐδεὶς αὐτοῖς τὰ μετὰ χρόνους ἐσόμενα προὔλεγεν. Αὐτὸς δὲ ἦν ὁ Θεὸς ὁ καὶ προλέγων τὰ δυσχερῆ, καὶ μετατιθεμένων ἀνακαλούμενος. Διὸ καὶ προὔλεγεν ἐπιστρέφων τῷ φόβῳ. Εἶτα δείκνυσιν, ὡς οὐ μνησικακῶν αὐτοῖς, ἀγαπῶν δὲ τοὐναντίον ἅπερ ἤθελον, ἔπραξε. Τοὺς γὰρ Χαλδαίους θλίβοντάς τε καὶ ἐπιτιθεμένους αὐτοῖς, τὸν Θεὸν ἠβούλοντο διαφθεῖραι, ὃ δὴ καὶ πεποίηκεν, οὐκ ἀνταποδιδοὺς ὡς δικαίοις, δι' ἀγαθότητα δὲ χαρισάμενος, καίπερ ἡμαρτηκότας ἀγαπῶν. Διὸ καὶ πρὶν παθεῖν ὑμᾶς, προεῖπον ἐκείνων τὴν ἔφοδον, ἵνα μετανοήσαντες ἄπρακτον ταύτην ποιήσητε. Οὓς μὴ πειθομένων, εὐώδωσα καθ' ὑμῶν, παιδεύων ὑμᾶς ἀμετανόητα πλημμελήσαντας. Τινὲς δὲ τὸν Κῦρον εὐωδῶσθαι κατὰ Χαλδαίων εἰρήκασι φειδοῖ τῶν Ἑβραίων, καθ' ὧν ἐπεδείξαντο τὴν ὠμότητα. Ταῦτα μὲν οὖν κτὰ καιρὸν ποιήσω τὸν μέλλοντα. Ὑμεῖς δὲ ταῦτα μεμαθηκότες οὐκ ἐν κρυφῇ λαλούμενα, σὺν πολλῇ δὲ τῇ παῤῥησίᾳ, ἥκετε πρός με σπεύδοντες· καὶ γὰρ ὅτε ταῦτα ὁ Πατὴρ ἐβουλεύετο παρ' αὐτῷ ἡμῖν. Καὶ νῦν δὲ αὐτὸς ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῆς ἁγιωσύνης αὐτοῦ πρὸς κατόρθωσίν με τῶν ὑπ' αὐτοῦ διωρισμένων ἀπέστειλεν. Πῶς δὲ οὐκ ἐν κρυφῇ προαπήγγειλε, 2457 διὰ τῶν προφητῶν εἰπὼν ἐναργῶς·" Ὅτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς," καὶ τὰ ἐξῆς· Καὶ οὐκ αὐτοῦ ἦν ἔργον τῆς Βαβυλῶνος ἡ αἴρεσις, ἀλλὰ τῆς ἐμῆς ἀντιλήψεως. Μεταξὺ δὲ, φασὶν, ἐστὶ τοῦ Κύρου φωνὴ, τὸ, Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ δὲ, Καὶ νῦν, δηλοῖ ὡς εἰ καὶ μή τι τῶν συμβεβηκότων προαπηγγέλθη παρὰ Θεοῦ, ἀλλ' ἰδοὺ νῦν καὶ Κῦρος αὐτὸς ὡμολόγηκεν ὑπὸ Θεοῦ συνηργῆσθαι τῶν ὅλων. Ταῦτα γὰρ εἰρῆσθαι περὶ αὐτοῦ παρὰ τῶν αἰχμαλώτων μαθὼν, ἀναγνούς τε τὴν προφητείαν, γράμματι χρῆται βασιλικῷ ἐν Ἔσδρᾳ κειμένω, καὶ λέγοντι·" Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ ὕψιστος," καὶ τὰ ἑξῆς. Τινὲς δὲ τὸ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ, ἀπὸ προσώπου τοῦ προφήτου λελέχθαι φασιν, Ὅτι καὶ πρώην ὑμῖν οὐκ ἐν γωνίᾳ λελάληκα, καὶ νῦν οὐδὲν ἧττον ἐκ Θεοῦ πεμφθεὶς ἥκω πρὸς ὑμετέραν ὠφέλειαν, περὶ τῶν αὐτῶν πολλάκις λαλῶν, Θεοῦ μὲν πέμποντος, ὑπηχοῦντος δὲ τοῦ Πνεύματος τοῦ ἁγίου. Ἄκουε τοίνυν, ὦ Ἰσραὴλ, ἅ σε διδάσκει ὁ ῥυσάμενός σε Κύριος. Μέμνητο τοῦ Θεοῦ σου, Ταῦτα γάρ σοί φημι ὑπὲρ τοῦ εὑρεῖν ὁδὸν σωτηρίας, ὃς εἰ καὶ τὴν ἀρχὴν ἐπείσθης, ἀπείρατος ἦσθα κακῶν. Ἐπλήθυες δ' ἂν ἐν εἰρήνῃ καὶ δικαιοσύνῃ τῶν ἐντεῦθεν καλῶν ποταμηδόν σοι ῥεόντων καὶ ἄλλων ἐπ' ἄλλοις, ὡς κυμάτων θαλάττης. Ἤγουν, ἀνανταγώνιστον εἶχες δύναμιν, ὡς ποταμοί τε καὶ θάλατται. Ἦν δ' ἄν σου καὶ τὸ σπέρμα, φησὶν, ἀναρίθμητον, πολεμίων ἐφόδοις οὐ δαπανώμενον. Τὸ δὲ χοῦς τῆς γῆς, κέγχροι γῆς ἐξέδωκαν οἱ λοιποί. Σωματικὰ δὲ λέγεται πρὸς σωματικούς. Ἀξίως δὲ Θεοῦ νοοῖτο σπέρμα Ἰσραὴλ, περὶ οὗ τὸ ῥηθέν·" Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν," δηλοῦντος τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας. Πατέρες γὰρ τῶν ἄλλων ἐγένοντο τοὺς προσιόντας ἀναγεννήσαντες οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Εὔλογον οὖν ἀλληγορεῖν. Σωματικῶς γὰρ Ἰουδαῖοι καὶ παραβαίνοντες τὰς ἐντολὰς ἐπληθύνθησαν, ὡς τὸ ῥητὸν μᾶλλον ἁρμόσαι τῷ νοητῷ μεθ' ὑποστολῆς λέγων, εἰ τὰς ἐντολὰς ἐτήρησαν τῶνδε τυχεῖν. Οὐδὲν γὰρ μέγα τὸ σωματικῶς σκωλήκων δίκην πληθύειν. Τινὲς δὲ τὸ, Δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν εἰρῆσθαί φασιν, ὡς τῶν ἐξ Ἰσραὴλ λεγόντων· Πῶς ὑπὸ σὲ τελοῦντες τοιαῦτα πεπόνθαμεν οἱ πάλαι ῥυσθέντες ἐκ Φαραὼ διὰ τῆς σῆς ἀμάχου ῥοπῆς; Ἔδειξά σοι γὰρ, φησὶν, ὁδὸν σωτηρίας, τὸν νόμον· 2460 ὃν εἴπερ ἤθελες εὖ πράττειν, ἐφύλαττες. Νῦν δὲ παραβὰς, καὶ πρὸς εἰδωλολατρείαν τραπεὶς, παρεδόθης ἐχθροῖς· καὶ οὐδὲ οὕτω παγγενεὶ δι' ἐμὴν φιλανθρωπίαν ἐξωλοθρεύθητε. Τετήρηται γὰρ πανταχοῦ τὸ κατάλειμμα τῷ Ἰσραήλ. Διό σοι καὶ νῦν ἐκ Βαβυλῶνος ἐξιέναι φημὶ, μὴ σὺν φόβῳ καὶ ὑπτίως, σπουδῇ δὲ κεχρημένῳ πολλῇ, καὶ φωνὴν εὐφροσύνης βοῶντι. Ὡς γὰρ ἡ ἐξ αἰγύπτου γέγονεν ἔξοδος πᾶσι τοῖς ἔθνεσιν ἐμφανὴς (Φαραὼ μὲν ἀνθισταμένου, πληττομένων δὲ τῶν Αἰγυπτίων, πρὸς ὅν φησιν· Εἰς τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου), οὕτως ἐχρῆν μηδὲ τὴν ἐκ Βαβυλῶνος λύτρωσιν γενέσθαι σιγῇ, δοξολογεῖν δὲ τὸν λυτρωτήν." Φωνὴ γὰρ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων." Ἐχρῆν γὰρ ἐν διηγήσεως τρόπῳ δοξολογεῖν κατὰ τὸν μέγαν Δαβίδ·" Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἐπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν." Ἑαυτὸν δὲ δεικνὺς ἐκεῖνον ὄντα τὸν Δι' ἐρήμου πάλαι διαγαγόντα τὸν Ἰσραὴλ, φησὶν, ὡς Εἰ πάλιν ἐδεήθης σχιζομένης πέτρας πρὸς ὕδατος χορηγίαν, ἦν ἄν σοι καὶ τοῦτο εἰς τὴν Ἰουδαίαν βαδίζοντι. Μὴ γενόμενον δὲ καθ' ἱστορίαν, οὕτω τινὲς ἠλληγόρησαν. Τοῖς αἰχμαλωσίας ἠλευθερωμένοις τῆς νοητῆς περὶ ὧν ἔλεγεν ὁ Χριστὸς, Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, τὸ λογικὸν νάμα τῆς ἀληθινῆς ἐκδίδοται πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, ὃς καί φησιν·" Ὃςἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Ὡς ἂν δὲ μὴ νομίσωσιν οἱ ἐν αὐτοῖς ἀσεβεῖς καὶ δι' αὐτοὺς γεγονέναι τῆς ἀφέσεως τὴν ὑπόσχεσιν, καὶ τὴν ἐξ αὐτῆς εὐφροσύνην, τούτων αὐτοὺς ἀλλοτρίους ἀπέφηνεν. Τινὲς δὲ ἀσεβεῖς τοὺς Βαβυλωνίους εἰρῆσθαί φα̣ σ̣ ιν, οἳ παραδοθέντες κολάσει χαίρειν οὐκ εἶχον, τῶν λελυτρωμένων χαιρόντων. Τινὲς δέ φασιν, ἵνα μὴ διὰ τὴν τῶν ῥηθέντων ἡδονὴν ὑπτιάσαντες ῥᾳθυμήσωσιν, ὡς πάντως αὐτῶν τευξόμενοι, κἂν ἀσεβεῖς ὦσιν, ἅπαξ εἰρηκότος Θεοῦ, φόβον αὐτοῖς ὑπὲρ ἀσφαλείας ἐπήρτησεν. Καὶ πῶς γὰρ ἄν τις εὐφραίνοιτο τοῦ τῆς χαρᾶς στερηθεὶς χορηγοῦ; Αἱ γὰρ ἐπαγγελίαι τοῖς φυλάττουσι βέβαιοι. Τοῦ Θεοῦ γὰρ ἡ πρόγνωσις ἐξ ἀνάγκης ἀρετὴν οὐ ποιεῖ. Ἰδοὺ γὰρ προέγνω τὸν Ἰακὼβ ἀγαθὸν γενησόμενον. Καὶ γέγονεν δι' ἑαυτὸν ἀγαθὸς, οὐχ ὅτι προέγνωστο. Διὸ καὶ εὐλογῆται. Δεῖ οὖν μὴ ῥᾳθυμεῖν, Θεοῦ τὸ μέλλον προλέγοντος. Τὸ δὲ, Ἔξελθε ἐκ Βαβυλῶνος, καὶ τόπον καὶ τρόπον ἀμείβειν παρακελεύεται μηδὲν ἐπαγομένους ἦθος Χαλδαϊκὸν, οἰωνισμοῦ τε καὶ μαντείας, καὶ πάσης εἰδώλων καθαρεύοντας πλάνης. Τοῦτο δὲ καὶ ἐπὶ πάντων ἁρμόσειε τῶν ἐθνῶν. Τινὲς δὲ τὸ, προσαγά 2461 γετε πρός με καὶ ἀκούσατε ταῦτα, Χριστοῦ πρόσωπον τὸ λέγον εἶναί φασιν, ὡς ἂν αὐτοῖς τὴν δι' ἑαυτοῦ σωτηρίαν δηλώσειεν. Καὶ τὸ, Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα; Μὴ οὐκ ἐκ παλαιοῦ, φησὶ, προεῖπον ἐπικεκαλυμμένως ταῦτα διὰ προφητῶν ἀπὸ τοῦ καιροῦ γενέσθαι; αὐτὸ, ἐκεῖ εἰμι, πρινὴ γενέσθαι τὴν ἑαυτοῦ παρουσίαν ὁρατῶς, γεγονέναι λέγει ταύτην παρὰ Θεῷ κατὰ τὸν προορισμὸν πρὸ καταβολῆς κόσμου. Καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ γὰρ ἀεὶ παρὰ Θεῷ, τοῦτο νῦν ὁρατῶς ἐν κόσμῳ γίνεται. Κατὰ δὲ τὸ ἀνθρώπινον ἡ ἀποστολή. Θεὸς γὰρ ἀεὶ πάρεστι πᾶσιν. Ἀπεστάλθαι δὲ καὶ παρὰ τοῦ Πνεύματος λέγεται, καθὸ ἐκ Πνεύματος ἁγίου γεννᾶται. Τινὲς δὲ τοῦ αὐτοῦ προσώπου φασὶ τό· Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου τὸν οὐρανὸν ἐστερέωσεν. Καὶ τὸ, Νῦν Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ, ὅπερ δημιουργὸν τὸν ἐπὶ γῆς ἐλθόντα παρίστησιν. ΚΕΦΑΛ. ΜΘʹ. αιγʹ. 9Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη. Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου, ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡσεὶ βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι9, κ. τ. λ. Τὰ κατάλληλα τοῖς Ἰουδαίοις εἰπὼν, ἐπὶ τὴν τῶν ἐθνῶν αὖθις μετέρχεται κλῆσιν, καὶ τοῦ Σωτῆρος τὴν ἐπιφάνειαν. Διὸ τὰς Ἐκκλησίας ἀνακαλεῖται νήσους εἰπὼν, ὡς ἀλμυροῖς τοῦ βίου καὶ τῶν πειρασμῶν περικλυζομένας τοῖς κύμασι. Τίνων δὲ αἱ νῆσοι δηλῶν ἐπιφέρει καὶ, Προσέχετε ἔθνη, μήποτε νομισθῇ πρὸς Ἰουδαίους ὁ λόγος. Καὶ ὁ μέγας δὲ λέγει Δαβίδ·" Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. Εὐφραινέσθωσαν νῆσοι πολλαί." Τί δὲ λέγει τοῖς ἔθνεσι, μὴ κατὰ τὸν τῆς προφητείας καιρὸν τῶν πραγμάτων προσδοκῆσαι τὴν ἔκβασιν, μετὰ χρόνον δὲ πλεῖστον; Στήσεται δὲ, λέγει, ἢ τὸ ἐπαγγελθὲν, ἢ τὸ προφητευόμενον. Τὸ δὲ διὰ χρόνου μακροῦ, μακρόθεν ἐξέδωκαν οἱ λοιποὶ τοῖς πρὸ αὐτῆς ἀποδόντες τὴν λέξιν. Οὕτω γ' οὖν Σύμμαχος, Καὶ ἀκροᾶσθε, ἔθνη, μακρόθεν, ἑρμήνευσεν. Σκόπει δὲ ὡς τὰ νῦν ὁ Κύριος λέγει, καὶ περὶ ἑτέρου Κυρίου διὰ τῶν ἑξῆς διαλέγεται, γέννησίν τε λέγων ἑαυτοῦ, καὶ δουλείαν, καὶ τὰ τοιαῦτα λέγων. Κύριος ἐκ γαστρὸς ἐκάλεσέ με, ἐκ κοιλίας μητρός μου ἀνέμνησε τὸ ὄνομά μου. Τὰ μὲν γὰρ πρὸ τῆς ἐνανθρωπήσεως ὀνόματα πρόσφορα τῇ θείᾳ φύσει, Θεὸς καὶ 2464 ζωὴ, καὶ φῶς, σοφία, καὶ δύναμις, καὶ τὰ τοιαῦτα. Τὸ δὲ Χριστὸς, καὶ Ἰησοῦς, καὶ, Μεθ' ἡμῶν ὁ Θεὸς, μετὰ τὴν οἰκονομίαν ἁρμόδια. Ἔλεγεν γὰρ ὁ Γαβριὴλ τῇ Παρθένῳ," Καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·" καὶ τὴν σημασίαν δηλῶν ἐπήγαγεν." Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν." Τὸ δὲ, Μεθ' ἡμῶν ὁ Θεὸς, ἀπὸ τῆς φύσεως καὶ τῆς οἰκονομίας ἐῤῥέθη, ὡς ἀπὸ τῆς ἐνεργείας τὸ Ἰησοῦς. Διὸ καὶ τοῖς ποιμέσιν ἐλέχθη, ὅτι Ἐτέχθη σήμερον Σωτὴρ, ὅ ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ· Χριστὸς δὲ, ὡς κεχρισμένος, ὃ δὴ πρὸ τῆς οἰκονομίας οὐχ ἥρμοττεν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡς μάχαιραν ὀξεῖαν. Καὶ ἀλλαχοῦ γάρ φησι·" Καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ." Ὡς μάχαιραν οὖν φησιν ὀξεῖαν τμητικήν τε καὶ ἀφορίζουσαν τοὺς ἀξίους Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. Φησὶ γὰρ ἐν Εὐαγγελίοις·" Μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν," καὶ τὰ ἐπὶ τούτοις. Καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα, μάχαιρα κατὰ τῆς τοῦ διαβόλου τυραννίδος ἐγένετο. Δέδωκε δὲ ἡμῖν καὶ τὴν τοῦ πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, δι' οὗ τοῖς ἐπιβούλοις ἀντανιστάμεθα δαίμοσι. Καὶ ἀλλαχοῦ δέ φησιν ὁ προφήτης·" Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, τὴν μεγάλην, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀναιρεῖ τὸν δράκοντα." Ἁρμόσει δὲ καὶ τοῖς ἁγίοις ὁ λόγος. Τῷ γ' οὖν λόγῳ τοῦ στόματος αὐτοῦ Πέτρος ἀνεῖλεν Ἀνανίαν τε καὶ Σάπφειραν. Καὶ εὐχὴ δὲ Ἐζεκίου τὸν Ῥαψάκην ἐτρέψατο. Τυφλὸν δὲ λόγῳ καὶ Παῦλος τὸν Ἐλύμαν ἐποίησεν. Ἐπὶ τούτοις φησὶν, Ὑπὸ τὴνσκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, τὴν πολλοὺς λανθάνουσαν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομίαν ὑπαινιξάμενος. Τέθειται δὲ καὶ βέλος ὑπὸ τοῦ Πατέρος ἐκλεκτὸν, ἵνα τιτρώσκῃ τοὺς ἀξίους τῶν ἑαυτοῦ κέντρων (κατὰ τὴν λέγουσαν ψυχὴν," Τετρωμένη ἀγάπης ἐγὼ"), ὃ καὶ αὐτὸ, ὡς ἐν φαρέτρᾳ λανθάνει τῇ σαρκὶ, ἣν ἀνείληφεν, τοῖς ἀξίοις μόνοις ὁρώμενον. Τινὲς δὲ τὸ, Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, δηλοῦν ἔφασαν ἀχώριστον εἶναι τοῦ Πατέρος τὸ Υἱὸν, καὶ τὸ γέγονεν ἄνθρωπος, ἄληπτόν τε καὶ ἀκαταγώνιστον ἔχειν τὴν φύσιν, ὅπερ αὐτῷ καὶ κατὰ τὴν οἰκονομίαν ἐσώζετο, λέγοντος τοῦ Δαβίδ·" Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν," καὶ τὰ ἐφεξῆς. Πλεῖστα δὲ τὰ τοῦ Θεοῦ κατὰ καιροὺς ἐγένετο βέλη. Ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα Χριστὸς, ἐν προγνώσει τοῦ Πατέρος, ὡς ἐν φαρέτρᾳ κρυπτόμενος, ἐπὶ γῆς τὰς πονηρὰς δυνάμεις κατατρώσας ἠφάνισεν. Εἶπεν δέ μοι, φησὶ, δοῦλός μου εἶ σὺ, Ἰσραήλ· κατὰ τὸ σῶμα, τὸ ἐκ δούλων, δοῦλος, καὶ κατὰ τὸ γένος, τὸ ἐξ Ἰσραὴλ, Ἰσραὴλ ὁ 2465 Χριστός. Ὡς δὲ Θεοῦ δύναμις δι' ὧν ἐργάζεταιδοξάζει τὸν οὗ ἐστι δύναμις, ἐν μορφῇ δούλου γενόμενος, καίτοι κατὰ φύσιν ὑπάρχων Υἱὸς, ᾧ κάμψει πᾶν γόνυ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατέρος. Τινὲς δὲ πρὸς τὸν λαὸν, Ἰσραὴλ εἰρῆσθαι νομίσαντες φασί· Δείκνυσιν ὅτι δι' ἀγαθότητα μόνην ηὐδόκησε Δεσπότης καλεῖσθαι τοῦ Ἰσραὴλ, καὶ ἐν αὐτῷ δοξασθῆναι, διά τε τῶν κατ' Αἴγυπτον τεράτων, καὶ τῶν ἐφεξῆς γεγονότων. Οἱ δὲ αὐτοὶ καὶ τὸ, Κενῶς ἐκοπίασα, ἐκ τοῦ προφήτου λελέχθαι φασὶν, ὡς πολλὰ μὲν ἐν τῷ κηρύττειν παθόντος, μὴ ὠφελήσαντος δὲ τῶν ἀκουσάντων μηδένα. Ἀλλ' ὁ Θεός μοι, φησὶ, τὴν κατ' ἀξίαν τῶν πόνων ἀποδίδωσιν ἀμοιβήν. Λέγεται δὲ τοῦτο, φασὶ, καὶ περὶ ἑκάστου λαμβάνοντος αἴσθησιν, ὡς μάτην τὸν καιρὸν ἐν ταῖς τοῦ βίου φαντασίαις ἀνάλωσεν. Οἰκειότερον δ' ἂν ἐπὶ τοῦ Σωτῆρος λαμβάνοιτο, ὃς ἀκούσας τῶν εἰρημένων ἀπεκρίνατο, Καὶ πῶς, ὦ Πάτερ, ἐν ἐμοὶ δοξασθήσῃ, ὁ ποτὲ πολλὰ καμὼν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, οὐδὲν ἤνυσα πλέον, ἐναπομεινάντων τῇ ἀπιστίᾳ πολλῶν τε ἄλλων, καὶ τῶν ἐκ περιτομῆς; περὶ ὧν ἔλεγεν·" Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ," οἵγε πρὸς τῷ ἀπειθεῖν, καὶ ἐσταύρωσαν, ὡς εἰρῆσθαι καὶ παρὰ τῷ Ψαλμῳδῷ·" Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;" Ἀλλ' ἐκεῖνοι μὲν ταῦτα. Ἡ δὲ κρίσις μου παρὰ τῷ Κυρίῳ. Ἐγὼ γὰρ τὰ παρ' ἐμαυτοῦ πράξας ἐναντίον τοῦ Θεοῦ μου, τὸ πατρικὸν ἐτελείωσα βούλημα. Διὰ τοῦτο δὲ καὶ ἡ κρίσις ἐξενήνεκται παρ' αὐτοῦ. Ἐξεβλήθησαν γὰρ τῆς πρὸς αὐτὸν οἰκειότητος. Τὰ δὲ ἔθνη γέγονε κλ̣ ῆρο̣ ς Θεοῦ. Τὴν κρίσιν δὲ ταύτην καὶ διὰ τῆς παραβολῆς ὁ Κύριος ἔδειξε, περὶ τῶν γεωργῶν λέγων τῶν τὸν κληρονόμον ἀπεκτονότων, οὓς καὶ ἀπολέσας, ἑτέροις τὸν ἀμπελῶνα γεωργοῖς ἐξέδωκεν, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Οὗτοι δὲ ἦσαν τῶν Εὐαγγελίων οἱ κήρυκες, ἐφ' ὧν αἱ νεφέλαι καθῆκαν ὑετοὺς αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν Ἰουδαϊκὸν ἀμπελῶνα, ἐφ' ὧν οὐκ ἀκάνθας, ἀλλὰ σταφυλὰς ἐτρύγησεν ὁ Χριστὸς, λεγόντων ἡμῶν, ὅτι Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τοὺς καρποὺς αὐτῶν. Καὶ ἄλλως δὲ τὸν πόνον ὁ Παῦλος αὐτοῦ καὶ τὴν κρίσιν δηλοῖ λέγων·" Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβὼν, ὑπήκοος γεγονὼς τῷ Πατέρι, μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὑπερύψωσεν αὐτὸν, φησὶ, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ." 2468 Ταῦτα δὲ κατὰ σάρκα νοήσεις. Φύσει γὰρ Θεὸς ὁ Υἱὸς, οὐ κοπιῶν, οὐκ ἀμοιβὴν ἀντὶ κόπων δεόμενος. Εἶτα πάλιν ἀνθρωποπρεπεῖ κεχρημένος φωνῇ, δοῦλον ἑαυτὸν ἐκ κοιλίας πεπλάσθαι φησὶ, καθὸ μὲν Υἱὸς, μὴ πλαττόμενος· καθὸ δὲ δοῦλος, τὴν δούλην σάρκα φορῶν. Πῶς γὰρ ἂν, εἰ φύσει δοῦλος ἦν ὁ Υἱὸς, εἰς| δουλείαν ἐλέγετο πλάττεσθαι; Δῆλον οὖν ὡς κατὰ φύσιν ὑπάρχων ἐλεύθερος. Τοῦτο γὰρ καὶ ἐν τῇ τοῦ διδράχμου συνεισφορᾷ πρὸς τὸν Πέτρον φησὶν," Ἄρα, λέγων, ἐλεύθεροί εἰσιν οἱ υἱοί." Τοιγαροῦν, τὸ ἐκ κοιλίας προσέθηκεν, ὡς ἂν δειχθῆ τῆς δουλείας ὅ τε χρόνος καὶ τρόπος τῇ κατὰ σάρκα γεννήσει διοριζόμενος. Καὶ τῆς δουλικῆς πλάσεως τὴν αἰτίαν διοριζόμενος, ἐπήγαγεν τοῦ συνάγειν τὸν Ἰακώβ. Οὐκοῦν εἰ μὴ διὰ τούτους, οὐκ ἂν ἐπλάσθη ἐν τῇ ἀπλάστῳ μένων θεότητι. Καὶ τούτους γὰρ μετὰ τῶν ἄλλων ὁ Σατανᾶς ἐκ Θεοῦ διεσκέδασεν, ἢ εἰδωλολατροῦντας, ἢ ἐντάλματα ἀνθρώπων διδάσκοντας. Ἀλλ' ἐχθροὺς ὄντας ὁ Χριστὸς διήλλαξε τῷ Πατέρι, πρὸς ὅπερ αὐτοὺς καὶ Ἡσαΐας ἐκάλει, Ποιήσωμεν εἰρήνην, αὐτῷ λέγων, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι. Καὶ οἱ μαθηταὶ δὲ κεκράγασιν·" Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν·" καὶ πάλιν," Θεὸς γὰρ ἦν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων." Νοοῖτο δ' ἂν Ἰσραὴλ καὶ Ἰακὼβ οὐ μόνον ἐκ περιτομῆς, ἐφ' οὓς καὶ ἀπεστάλθαι φησὶν λέγων·" Εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθε." Ἀλλὰ καὶ πᾶς ὁ σωθεὶς διὰ πίστεως." Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ μόνον Ἰουδαῖος," καὶ τὰ ἑξῆς. Τοιγαροῦν καὶ μεταξὺ τοῦ λόγου παρεμβέβληται πρόσωπον τῶν διὰ πίστεως σωζομένων ὁμολογούντων, ὅτι Πρὸς αὐτὸν συναχθήσομαι, καὶ τὰ τούτοις ἑπόμενα. Δοξάσονται δὲ καὶ τὸ λαμπρὸν αὔχημα τῆς υἱοθεσίας λαμβάνοντες, καὶ αὐτὸν ἰσχὺν ἔχουσι πρὸς τὴν τῶν πρακτέων κατόρθωσιν. Τινὲς δὲ καὶ τὸ, συναχθήσομαι, καὶ τὰ ἐπ' αὐτῷ, περὶ Χριστοῦ λαβόντες, τὸ πῶς ἁρμόττει παρέλιπον. Ἄλλοι δὲ καὶ εἰς τὸν προφήτην εἰρήκασι δύνασθαι νοηθῆναι, σημαῖνον ἀνάκλησιν τοῦ Ἰσραὴλ, καὶ τῶν διασπαρέντων ἐπισυναγωγή. Κατὰ ἀναγωγὴν δὲ, καὶ ἐπὶ τὸν Σωτῆρα τὴν τῶν δικαίων πηγὴν, ὥσπερ οὖν καὶ ὁ περὶ κακῶν λόγος εἰς τὸν ἀρχέκακον ἀναφέρεται. Πρὸς δὲ τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου ἢ δοῦλόν μου, κατὰ τοὺς λοιπούς. Μέγα γὰρ ἔργον ὡς ἀληθῶς, τοῦ πρὸς δουλείαν πλασθέντος Υἱοῦ, τὸ μορφὴν δούλου λαβεῖν πρὸς σωτηρίαν ἧς ἐδημιούργησεν ἀνθρώπου φύσεως. Διὸ καὶ δοξάζεται, ὡς οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ. Καὶ ἄλλως δὲ μέγα ὡς ἀνθρώπῳ, μικρὸν δὲ ὡς Θεῷ, τοῦ στῆσαι, φησὶ τὰς φυλὰς Ἰακώβ. Διὸ καὶ πρώτοις ἐκήρυττεν αὐτοῖς αἰχμαλώτοις οὖσι τὰς ψυχὰς ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Ἐπειδὴ δὲ τὴν χάριν ἠρνή 2469 σαντο, ἀκολούθως ἐπήνεγκεν· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐνθῶν. Καὶ οἱ λοιποὶ δὲ οὕτως ἐξέδωκαν. Διὸ τῆς παρούσης προφητείας ἀρχόμενος ἔλεγεν· Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· ἔδει γὰρ ἀκοῦσαι τὰ ἔθνη τό· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν. Οὐ γὰρ ἐχρῆν τὴν τοσαύτην οἰκονομίαν ἀποτυχεῖν, ἀπειθήσαντος Ἰσραὴλ, καὶ τὸ σκότος ἠγαπηκότος. Καίτοι τῶν προφητῶν ὁ μέν τις ἔφασκε πρὸς αὐτούς·" Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς," καὶ τὰ ἐπὶ τούτῳ· ὁ δὲ," ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης." Λοιπὸν τοῖς ἔθνεσι προσφωνῶν ἐπάγει, Οὕτως λέγει Κύριος. Ἀγνοοῦσι δὲ τίς ὁ Κύριος, φησίν· Ὁ ῥυσάμενος τὸν Ἰσραήλ. Ἠκούσατε γὰρ πῶς ἐξ Αἰγύπτου πάλαι τούτους διέσωσεν. Ἄλλοι δὲ πρὸς τοὺς ἐκ περιτομῆς εἰρῆσθαι τοῦτό φασιν, ὡς ὁ πάλαι σε ῥυσάμενος ἐντέλλομαί σοι, ὡς ἂν μὴ προσκόψῃς τῷ λίθῳ τοῦ προσκόμματος. Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ. Ὅσῳ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· τοσούτῳ δοξάσατε, καὶ ἁγιάσατε αὐτόν· εἰ δὲ πρὸς τὰ ἔθνη λέγοιτο, διαμαρτύρεται μὴ ταυτὸ τοῖς Ἰουδαίοις παθεῖν. Τὸ δὲ ἁγιάσατε, σεπτὸν καὶ ἅγιον ὑπολάβετε. Ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν, ὑπὲρ ἀσεβῶν ἔπαθεν ὁ λέγων·" Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων." Ὁμολογείσθω τοίνυν ἅγιος, ὃ μόνῳ πρέπει Θεῷ. Οὐσιῶδες γὰρ ἐπ' αὐτοῦ τὸ τοῖς ἄλλοις ἐπισυμβαῖνον ἐκ τῆς αὐτοῦ μετοχῆς· ἐπεὶ καὶ φῶς ὢν λέγει·" Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου τούτου." Καὶ λέγοντες δὲ τὸ," Ἁγιασθήτω τὸ ὄνομά σου," οὐχ ἁγιασμοῦ προσθήκην αἰτοῦμεν αὐτῷ γενέσθαι, ἀλλ' ἵνα τὸν ἀληθῶς ἅγιον πάντες ὁμολογήσαντες, ἐν μεθέξει τῆς ἁγιωσύνης αὐτοῦ γενησώμεθα. Προσέθηκε δὲ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν ἀπίστων δηλονότι. Βδελύττονται γὰρ, καὶ τὸν θάνατον αὐτοῦ διασύρουσι. Καὶ παραδοθέντα δὲ τῷ Πιλάτῳ τῶν στρατιωτῶν τινες αὐτὸν ἐβδελύττοντο καταπτύοντές τε καὶ παίοντες, ἐν διασυρμῷ τε βοῶντες·" Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων." Διὸ τῶν δούλων τῶν ἀρχόντων ἐπήγαγεν. Ἴσως δὲ καὶ τῶν κοσμοκρατόρων τοῦ σκότους φησὶν, οἷς δουλεύουσιν οἱ τὸν Χριστὸν βδελυττόμενοι. Πλὴν ἀναλάμψει, φησὶ, καὶ μέχρι βασιλέων αὐτῷ προσκυνήσουσιν, οἵτινες ὄψονται αὐτὸν, οὐ πάντως σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ. Προσκυνήσουσι δὲ μάλιστα καὶ πάντες, ὅτ' ἂν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ κρίνων ζῶντας καὶ νεκρούς. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν τοῦ Πατέρος αὐτοῦ· δοξάζεται γὰρ ὡς Υἱὸς τοῦ Θεοῦ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ ὁ ἐκλεξάμενος αὐτὸν, τοῦτ' ἔστιν ἀεὶ καὶ ὡσαύτως ἔχων. Πιστὸν γὰρ οὐδὲν ἐν κτίσμασι τοῖς ὑποκειμένοις μεταβολῇ. Ὁ δὲ Πατὴρ ἐξελέξατο τοὺς δι' Υἱοῦ 2472 κεκλημένους." Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ," Οἳ ἡγίασαν τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τοῖς τῆς ἀνθρωπότητος μὴ προσκόψαντες μέτροις. Ἀντὶ δὲ τοῦ, ἐξελεξάμην σε, ὃς ἐξελέξατό σε Σύμμαχος ἐξέδωκεν. Κυρίως μὲν οὖν, φασί τινες, ταῦτα εἰς τὸν Χριστὸν ἀναφέρεται. Νοοῖτο δ' ἂν καὶ ἐπὶ τοῦ προφήτου. Ἐξουδένωσεν γὰρ ἑαυτὸν, ὀδυρόμενος τὰς τοῦ λαοῦ διὰ τὰ πλημμελήματα συμφοράς. Καὶ προσαχθεὶς ἐν σάκκῳ τε καὶ γυμνὸς περιήρχετο, παρὰ τῶν ὁρώντων ἐξουδενούμενος, ταπεινὰ φρονῶν τε ἅμα, καὶ τῶν μελλόντων εἰκὼν αὐτοῖς παθημάτων γινόμενος. Ἀλλ' ὅμως καὶ οἱ τοῖς ἄρχουσιν ἐξυπηρετούμενοι, τοῦτον ἐχλεύαζον. Ὃν ἅγιον ὄντα τιμῆς, φησὶν, ἀξιώσατε. Παρά τισι δὲ τὸ ῥητὸν κεῖται τῷ βδελυκτῷ ἔθνους, καὶ, φασὶ, τοῦ Ἰσραήλ· διὸ καὶ πρὸς τὰ ἔθνη μετέβη. Καὶ πάλιν τὸ ῥητὸν τῷ δούλῳ ἐξουσιαζόντων καί φασιν· ὑπετάγη γάρ· καὶ ἐξελεξάμην σε, ἔχων, φασὶ, τὴν ἀόρατον ὑπεροχὴν κατὰ φύσιν ἐκ τῶν ὁρατῶν. Καὶ ἐξ ἀνθρώπων ἐκλεκτὸς γίνεται, δι' ἣν εἶχεν ὁμοιότητα πρὸς ἡμᾶς. Εἶτα πρὸς τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Καιρῷ δεκτῷ ἐπήκουσά σου. Πάσχων μὲν γὰρ ἐβόα·" Ἠλεὶ, Ἠλεὶ, λαμασαβαχθανί." Εἶθ' ὡς ἀνανεύοντα τὸν Πατέρα ἑώρα, ἐπῆγεν·" Πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτὸ, γενηθήτω τὸ θέλημά σου. Ταύτην οὖν τὴν εὐχὴν μετὰ τὸν θάνατον δεχόμενος ὁ Πατὴρ, τὸν καιρὸν δεικνὺς τῆς ἀναστάσεως φησίν· Ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου. Τινὲς δὲ μεμψάμενοι τὴν παροῦσαν ἐξήγησιν, ὡς ἀπίθανον, τὸν Υἱὸν ἀποτυχεῖν τῆς εὐχῆς πεπλᾶσθαι τὴν εὐχὴν κατ' οἰκονομίαν φασὶν, ἐπεὶ καὶ πρὸ ταύτης ᾔδει μὴ ἄλλως τὸν θάνατον καταργηθησόμενον, εἰ μὴ δι' ὃν ὑπέστη σταυρόν τε καὶ θάνατον. Ἡ οὖν παραίτησις, τῆς Ἰουδαίων μιαιφονίας κατηγορεῖ, ἀβούλητον αὐτῷ δεικνῦσα τὸ πάθος διάτοι τὸ δυσκλεές. Ἀλλὰ καὶ οὕτω γέγονε θελητὸν ἐπὶ τῷ καταργῆσαι τὸν θάνατον." Καὶ τοῦτο δηλοῖ τὸ, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με," καὶ τὰ ἑξῆς. Εἰς δέον οὖν τῇ μιαιφονίᾳ τῇ ἐκείνων ἐχρήσατο πρὸς σωτηρίαν τοῦ κόσμου. Καὶ τύπος δὲ, φασὶν, ἡμῖν γέγονεν μὴ ἀναπίπτειν ἐν πειρασμοῖς, ἀλλὰ δεῖσθαι Θεοῦ. Τοῖς οὖν προλαβοῦσι συνάπτοντες τὸ ῥητὸν, πρὸς τοὺς ἐξειλεγμένους εἰρῆσθαί φασι τό· Καιρῷ δεκτῷ ἐπήκουσά σου. Προέγνωστο μὲν γὰρ πρὸ καταβολῆς κόσμου τὸ Χριστοῦ μυστήριον, ἐπέλαμψε δὲ καθ' οὓς ηὐδόκησε καιροὺς ὁ δυνάστης. Τὸν οὖν τῆς ἐνανθρωπήσεως καιρὸν ἡμέραν καλεῖ, καθὰ καὶ ὁ θεῖος Ἀπόστολος·" Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. Ἰδοὺ ἡμέρα σωτηρίας." Περὶ ἧς φησι καὶ Δαβίδ·" Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος." Ἐπὶ τούτοις φησί· Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ· καταστῆσαι τὴν γῆν, κληρονομῆσαι κληρονομίας 2473 ἐρήμους· ἢ κατὰ Σύμμαχον Ἀνεγεῖραι τὴν γῆν, καὶ κληροδοτῆσαι κληροδοσίας ἠφανισμένας. Τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων ψυχαὶ, ἔρημοι Θεοῦ, καὶ ἀληθῶς ἠφανισμέναι. Ἦσαν δὲ καὶ σειραῖς ἁμαρτημάτων δεσμώτιδες. Καί ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Τὴν οὖν τοιαύτην κατέστησε γῆν τεθορυβημένην κακοῖς. Ἤγουν, πάντας τοὺς ἐπὶ γῆς καὶ τῆς ἐπικειμένης ἀπήλλαξε ζάλης, καὶ κλῆρον ἴδιον ἐποιήσατο, μόνον ἔχων πάλαι τὸν Ἰσραήλ. Τοὺς δὲ δεσμῶν καὶ σκότους ἠλευθερωμένους εὐαγγελίζεται, λέγων· Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται. Ὁδοὶ δὲ καὶ τρίβοι, ἃς διώδευσαν οἱ πάλαι θεοσεβεῖς, αἱ θεῖαι Γραφαί· ἤγουν, αἱ τῶν ἀρετῶν ἐπιτηδεύσεις ἄβατοι τοῖς ἐξ ἐθνῶν ὑπάρχουσαι πρότερον, ἐν αἷς βοσκόμενοι πάντες λογικῆς τροφῆς ἀπολαύουσιν, ἣν καὶ νεμόμενοί φασι· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, καὶ τὰ τούτοις ἑπόμενα. Πῶς οὖν [οὐκ] ὑπομένουσιν ἔτι ψυχῆς πεῖναν, ἢ δίψαν, ἃς εἶχον πάλαι μὴ νόμῳ, μὴ προφήταις παιδαγωγούμενοι; Μεταβαλὼν δέ τις κατὰ Χριστὸν, ἐν εὐτροφίᾳ γίνεται νοητῇ, λέγοντος Ἡσαΐου·" Αὐτὸς οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν." Ἀλλ' οὐδὲ ὁ φλογμὸς τοῦ βίου πατάξει αὐτοὺς, λεγόμενος καύσων καὶ ἥλιος. Γέγονε γὰρ αὐτοῖς σκεπαστὴς ὁ Χριστὸς ὁ καὶ πάλαι νεφέλῃ σκεπάσας τὸν Ἰσραήλ. Σύμφωνον τούτῳ τὸ τοῦ Ἀποστόλου ῥητόν·" Δυνατὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε." Καὶ αὕτη τοῦ ἐλεοῦντος ἡμᾶς ἡ παράκλησις. Καὶ διὰ πηγῶν, φησὶν, ὑδάτων ἄξει αὐτούς. Πολλαὶ δὲ πηγαὶ Ἰσραὴλ, καὶ πηγαὶ σωτηρίου, αἱ μὲν τῆς Παλαιᾶς Διαθήκης, αἱ δὲ τῆς Καινῆς. Οὐδὲν δὲ δύσβατον αὐτοῖς τὴν σωτήριον ὁδοιποροῦσιν ὁδόν. Ἔφη γὰρ ὁ προφήτης καὶ πρότερον·" Καὶ πᾶσα φάραγξ πληρωθήσεται," καὶ τὰ ἐπὶ τούτῳ. Καὶ πάλιν" Ὁδὸς ἀσεβῶν εὐθεῖα ἐγένετο." Ἤγουν ὁμαλίζεσθαι τὰ σκολιὰ καὶ ἀνώμαλά φησι τῶν ἠθῶν. Εἶτα τοὺς κεκλημένους πανταχόθεν ἥξειν τῆς οἰκουμένης φησὶ, τῶν τεσσάρων κλιμάτων μνησθείς. Τὸ γὰρ πόῤῥωθεν, τὸ νότειον δηλοῖ τῶν μεσημβρινῶν τόπων ἡμῖν ἀκατάληπτον. Ἡ δὲ θάλασσα τὴν ἑσπέραν δηλοῖ, δυτικωτέρα τῆς Ἰουδαίας ὑπάρχουσα. Ὥσπερ οὖν τὴν ἀνατολὴν ἡ Περσῶν παρίστησι γῆ. Δηλοῖ δὲ τάχα, φασὶ, τοὺς προσκυνήσαντας Μάγους αὐτῷ. Τοῦτο γὰρ δηλοῦν, καὶ τὸ," Δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας." Νῦν γὰρ Ἀραβίαν τὴν Περσῶν χώραν σημαίνεσθαι. Εἶτα πρὸς ἐορτὴν τὴν κτίσιν ἐπὶ τοῖς σεσωσμένοις καλεῖ· δι' οὐρανοῦ μὲν, τὰς ἐκεῖ δυνάμεις, αἳ καὶ ἐφ' ἑνὶ χαίρουσιν ἁμαρτωλῷ μετανοοῦντι. Διὰ γῆς δὲ, τοὺς ὅσοιπερ ἐν αὐτῇ καὶ προσεδόκων, καὶ τῆς θεοφανείας ἠξίωνται. Οὕτω καὶ Συμεὼν εὐφραινόμενος ἔλεγεν·" Νῦν 2476 ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα," καὶ τὰ ἐξῆς. Προεστιαθεὶς δὲ, φασὶν, ὁ προφήτης τῇ μελλούσῃ πάντων σωτηρίᾳ, συνευφραίνεσθαι αὐτῷ νοητὰ καὶ αἰσθητὰ πάντα προτρέπεται. Εἰ γὰρ στένειν ἡ κτίσις ἐπὶ τοῖς ἡμετέροις λέγεται κακοῖς, ἀκόλουθον ἐπὶ σωζομένοις εὐφραίνεσθαι. Ὄρη δὲ λέγει λογικὰς δυνάμεις ἠρμένας ὑψοῦ, ἢ τῶν Εὐαγγελίων τοὺς κήρυκας. Χριστὸν γὰρ ἀγγέλλοντες νοητῆς εὐφροσύνης ἐπλήρουν τὴν γῆν. Ἀντὶ δὲ τοῦ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην· ὁ Σύμμαχος· Ἱλαρευθήσεται ὄρη ἐπὶ πᾶσιν. Ὁ δὲ Ἀκύλας· κελαδήσατε, ὄρη, αἴνεσιν ἔλεξαν. Εἴποις δ' ἂν τὰ ὄρη δηλοῦν οἰκειότερον ψυχὰς ἐπὶ γῆς μὲν ἔτι βιούσας, σφόδρα δὲ πρὸς ὕψος ἠρμένας διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως. Ταπεινοὺς δὲ ἠλεημένους φησὶ τοὺς προδεδηλωμένους ἐκ τῶν τεσσάρων κλημάτων, οὓς ἐκ τῆς διαβολικῆς ὁ Χριστὸς τυραννίδος ἐῤῥύσατο, θείου Πνεύματος μετόχους ἀπεργασάμενος. Ταπεινοὺς δὲ, ἢ ὡς τεταπεινωμένους ἁμαρτήμασι πρότερον, καὶ νεύσαντας εἰς γῆν τῷ φρονήματι. Ἢ ὡς ὑποκύψαντας τῷ Χριστῷ τὸν αὐχένα, τῶν ἀνθισταμένων αὐτῷ ὑψούντων κέρας καὶ λαλούντων ἀδικίαν κατ' αὐτοῦ. ιδʹκ ʹ. 9Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἀπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος. Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη9, κ. τ. λ. Ἤδη προείρηται ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ· ἢ αἰσθητῶς· ἢ κατὰ τὸ θεοσεβὲς τῶν ἐπὶ γῆς ὄντων πολίτευμα· ἢ κατὰ τὴν ἐν οὐρανοῖς ἀγγελικὴν πολιτείαν, περὶ ἧς φησὶν ὁ Παῦλος·" Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστί." Καὶ," Οὐ γὰρ προσεληλύθατε Σιὼν ὄρει," καὶ τὰ ἑξῆς. Νῦν οὖν ὁ λόγος περὶ τοῦ θεοφιλοῦς πολιτεύματος, ὃ πάλαι μὲν παρ' Ἰουδαίοις συνίστατο. καθαιρεθὲν δὲ μεταβέβληται εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Περὶ νήσων γὰρ καὶ τῶν ἐθνῶν διελέγετο, οἷς ἀκολούθως φησίν· εἰ καὶ καθήρηται τὸ θεοσεβὲς παρ' Ἰουδαίοις πολίτευμα, μὴ λεγέτω, Ἐγκατέλιπε Κύριος. Καὶ τῷ τῆς μητρὸς παραδείγματι τὸ τῆς λήθης ἀδύνατον ἔδειξε. Θεοῦ γὰρ ὄντες οἷον γεννήματα, εἰ παύσαιτο τῆς περὶ ἡμῶν προνοίας, καὶ τοῦ εἶναι παυσόμεθα. Καὶ τὴν ἔννοιαν ἐπεξεργάζεται λέγων· Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ ἐζωγράφησα, ἐστήριξά σε φησίν· ὁ δὲ Ἀκύλας· Ἰδοὺ ἐπὶ τῶν ταρσῶν ἠκρίβωσά σε. Ὁ δὲ Θεοδοτίων· Διεχάραξά σε. Χεῖρες γὰρ ὡς ἀληθῶς, τοῦτ' ἔστιν ἐνέργειαι Θεοῦ, τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, τοὺς τύπους τῆς κατὰ Θεὸν πολιτείας ἐγχαράττουσαι ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Ὃ δὴ καὶ αὐτὸς ὁ τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος ὁ τοῦ Θεοῦ Λόγος ἐδίδαξε λέγων·" Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν." Ἡ δὲ πέ