Commentarii in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
2477.1
τρα ἦν πάλιν αὐτὸς, ἐφ' ἣν οἱ πρῶτοι θεμέλιοι κατεβλήθησαν, περὶ ὧν εἴρηται·" Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ." Ὅτι δὲ αἱ τοῦ Θεοῦ ἐνέργειαι χεῖρες εἴρηνται τῇ Γραφῇ, δηλοῖ τὸ," Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με."" Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν." Καὶ πάλιν·" Καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί." Τινὲς δὲ διὰ τὴν ἐπὶ τοῦ σταυροῦ διάτρησιν τῶν χειρῶν λέγουσιν. Ὑπὲρ ἡμῶν γὰρ παθὼν, πῶς ἂν ἡμῶν ἐπιλάθοιτο; Τὸ γὰρ ὅλον πάθος ἐκ μέρους ἐδήλωσεν. Εἴποις δ' ἂν καὶ ἄλλως. Φασὶν ὡς ἐν ταῖς τοῦ Πατέρος χερσὶν πάντες εἰσὶν οἱ πιστεύσαντες. Ἔλεγε γὰρ ὁ Χριστὸς περὶ τῶν ἰδίων προβάτων, ὡς" Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῶν χειρῶν τοῦ Πατέρος μου," τὴν ἐκεῖθεν σκέπην δηλῶν. Τείχη δὲ τῆς Ἐκκλησίας οἱ τοῦ Χριστοῦ μαθηταὶ καὶ ἀπόστολοι, ὧν οὐ λαμβάνει λήθην. Ἐγέγραπτο γὰρ αὐτῶν ἐν οὐρανοῖς τὰ ὀνόματα τῇ βίβλῳ ζώντων ἐγκείμενα. Προηγουμένως μὲν γὰρ τῆς Ἐκκλησίας τεῖχός ἐστιν ὁ Χριστὸς, ὥσπερ καὶ φῶς· ἐν μεθέξει δὲ αὐτοῦ γεγονότες οἱ μαθηταὶ τούτων ἑκάτερον λέγονται. Τινὲς δὲ τὰ παρόντα νοήσαντες αἰσθητῶς, Ὡς παρόντα, φασὶ, λέγει τὰ μέλλοντα. Πάντα γὰρ αὐτῷ πάρεστι, καὶ προδιαγράφει τὴν μέλλουσαν, μετὰ τὴν ἐκ Βαβυλῶνος ἅλωσιν, τῶν τειχῶν οἰκοδόμησιν, εἰς ἣν ἀπήχθης, φησὶ, παιδευόμενος, οὐ τῆς ἐμῆς προνοίας ἐκπεπτωκώς. Τοιγαροῦν οἱ καθελοῦντες οἰκοδομήσουσι, τῶν σῶν ἐξανιστάμενοι τόπων· εἰ δὲ καὶ πίστιν ἔχεις, ὅρα καὶ τοὺς εἰς σὲ συναχθήσεσθαι μέλλοντας. Ὄψις γὰρ, ὡς εἰπεῖν, ἡ τῶν πιστῶν ἀκοὴ, καθὰ καὶ ἡ τῶν προφητῶν. Καὶ Μιχαίας γάρ φησιν·" Ἰδοὺ θεωρῶ τὸν λαὸν διεσκορπισμένον ἐν τοῖς ὄρεσιν, ὡς πρόβατα ποιμένα μὴ ἔχοντα." Φησὶν οὖν ὡς ἕξεις τοὺς οἰκήτορας, ὡς κόσμον τινὰ νυμφικόν. Οὐκ ἄρα, φασὶ, τὸ κοσμεῖσθαι νύμφας ἀπόβλητον πρὸς κίνησιν πόθου συνέχοντος τὴν τῆς συζυγίας ἑνότητα, ἣν ἀδύνατον ἀγάπης συνεστᾶναι χωρίς. Ἀλλὰ τὴν ἱστορίαν ἀφέντες, ἐπὶ τὴν πρώτην ἐξήγησιν ἀναδράμωμεν. Ἐπεὶ γὰρ ἐν βραχεῖ χρόνῳ ἡ ἐξ ἐθνῶν Ἐκκλησία συνέστη, πεπτωκότος τοῦ παρ' Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ἐπάγει· Ταχὺ οἰκοδομηθήσῃ, ὑφ' ὧν καθῃρέθης. Ὡς γὰρ Ἰουδαίων ἄρχοντες τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, λέγοντες·" Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·" οὕτω πάλιν ἐξ αὐτῆς ἦσαν οἱ ἀπόστολοι, τῆς οἰκοδομῆς τῆς νέας ὄντες ἐργάται· αὐτοὶ δὲ οἱ τὴν Ἰουδαϊκὴν ἐθελοθρησκείαν καθῃρηκότες, οἷος ὁ Παῦλος λέγων·" Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ," τὴν νέαν Σιὼν κατὰ τὴν εὐαγγελικὴν συνεστήσαντο πο 2480 λιτείαν. Περὶ ὧν φησι καὶ Δαβίδ·" Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν." Ἕτεροι δὲ παρὰ τούτους δηλοῦνται διὰ τῶν ἑξῆς, οἱ ἐρημώσαντες μὲν τὴν Σιὼν, οὐ μὴν καὶ οἰκοδομήσαντες. Περὶ ὧν φησι, καὶ οἱ ἐρημώσαντες ἐκ σοῦ ἐξελεύσονται· ὃ καὶ καθ' ἱστορίαν ἐσώζετο, μετὰ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν τοῦ τῶν Ἰουδαίων ἔθνους ἐκπεπτωκότος τῆς αἰσθητῆς Ἱερουσαλὴμ, πρὸς τῷ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν. Μετὰ ταῦτα προσωποποιεῖ καθάπερ τινὰ νύμφην ἐπὶ πλήθει τέκνων κομῶσαν πρὸς ἥν φησιν· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Καὶ, Ὅτι πάντας αὐτοὺς, ὡς κόσμον, ἐνδύσῃ. Τίνας δὲ πάντας καὶ πόθεν ἐδίδαξε προειπών·" Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσι περὶ τῶν τεσσάρων κλιμάτων, εἰπὼν οὓς καὶ κόσμον τῆς τοῦ Χριστοῦ νύμφης Ἐκκλησίας καλεῖ. Ψυχαῖς γὰρ αὐτὴ κοσμίαις σεμνύνεται, τὰς αὐτῶν ἀρετὰς, καὶ τὰ πνευματικὰ τούτων χαρίσματα, ἀντὶ λίθων τιμίων περικειμένη. Διόπερ αὐτὴν ἱματισμῷ περιχρύσῳ καὶ πεποικιλμένῳ κεκοσμῆσθαι φησὶν ἡ Γραφὴ ὡς ἕκαστον ἐξ αὐτῆς εὐχαριστοῦντα λέγειν·" Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης· ὡς νυμφίῳ περιέθηκέ μοι κόσμον, καὶ ὡς νύμφη περιέθηκέ μοι μίτραν." Τινὲς δὲ τὸ παρὸν ῥητὸν δηλοῦν ἔφασαν τὴν ἐπ' ἐσχάτου τῶν ἐξ Ἰσραὴλ σωτηρίαν, ὅτ' ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Εἶτά φησι, Καὶ τὰ ἔρημά σου στενοχωρήσει. Ἀντὶ γὰρ τῶν ἐκ περιτομῆς, τὸ τῶν ἐθνῶν ἀντεισενήνεκται πλῆθος. Ἀνθ' ὧν φησιν· Οἱ καταπίνοντές σε, μακρυνθήσονται· ψευδοπροφῆται δηλονότι, καὶ καθηγηταὶ τοῦ λαοῦ, περὶ ὧν ἔλεγεν· Οἱ καταπίνοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Εἶτα τοὺς υἱοὺς τῆς Ἐκκλησίας εἰσάγει τόκον αἰτοῦντας διὰ τὸ πλῆθος πλατύτερον, οἵτινες ἦσαν ἐν ἀπωλείᾳ τὸ πρότερον. Ὅθεν φησὶν οὓς ἀπώλεσας, ὧν τὸ πλῆθος θαυμάζουσα, τὴν ἐκ τῶν Ἰουδαίων ἀτεκνίαν ὁμολογεῖ λέγουσα· Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα. Εἰ δὲ περὶ τῶν ἐθνῶν νοοῖτο, δηλοῖ τὴν προτέραν αὐτῶν πρὶν κληθῆναι κατάστασιν. Σύμφωνον δὲ τῷ, ποίησόν μοι τόπον, τὸ" Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου. Καὶ [τὰς δέρεις] τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ, καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον." Τοῦτο δὲ καὶ τῆς παρὰ Μωσεῖ σκηνῆς τὰ μήκη καὶ πλάτη δηλοῖ. Λεγούσῃ δὲ, Τίς ἐγέννησέ μοι τούτους; λεκτέον· Ἡ πίστις ἡ ἐν Χριστῷ, αὐτός τε Θεός. Ὃς καὶ πυνθανομένῃ φησίν· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ τὰ ἑξῆς· δηλῶν πόθεν ἥξει τῶν υἱῶν αὐτῇ καὶ θυγατέρων τὸ πλῆθος, χεῖρα καλῶν τὴν ἰδίαν ἰσχύν τε καὶ δύναμιν, τὸν Χριστὸν, ὃς διὰ τῶν θαυμάτων γέγονε τοῖς ἔθνεσιν ὑψηλὸς, καὶ διὰ τῆς ἀναστάσεως. Νήσους δὲ τὰς κατὰ μέρος Ἐκκλησίας, ἐξ ὧν ἡ μία καὶ καθολικὴ πανταχοῦ. Σύσ 2481 σημον δὲ, τὸ περὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως κήρυγμα. Ἀντὶ δὲ τοῦ ἐν κόλπῳ, ἐν ἀγκάλαις ἐξέδωκαν οἱ λοιποί. Τίνες δὲ τοῦτο ποιήσουσιν; δῆλον ὡς ἀπόστολοί τε, καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, οἷα νηπίους χειραγωγοῦντες τοὺς προσιόντας τῇ πίστει, οἷς ἔλεγε καὶ Παῦλος·" Γάλα ὑμᾶς ἐπότισα." Καὶ πάλιν·" Τεκνία μου, οὓς πάλιν ὠδίνω." Καὶ πάλιν·" Ὡς ἂν τροφὸς θάλπη τὰ ἑαυτῆς τέκνα," οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· ὅτε καὶ τῶν προσιόντων ἐβόα τὸ πλῆθος·" Δεῦτε, ἀναβῶμεν εἰς τὸ| ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ," καὶ τὰ ἐφεξῆς. Δηλοῖ δὲ τὸ, ἐν κόλποις, καὶ ἐπ' ὤμων, τὸ χωρὶς ἱδρῶτος, τοῦ Θεοῦ τὴν ὁδὸν κατευθύνοντος, κατὰ τὸ," Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο." Καὶ ὡς ἐκ τοῦ Βαπτιστοῦ δὲ ἐλέγετο τὸ," Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου," καὶ τὰ ἑπόμενα. Τὴν δὲ τιμὴν τῶν πιστῶν τὴν εἰς ἄκρον δηλοῖ τὸ, Τιθηνοὺς λέγειν βασιλεῖς, καὶ τὰς ἀρχούσας τροφοὺς, τὴν ἀνωτάτω δηλοῦν, καὶ τὰς κατ' ἔθνος. Ἀρχὰς τροφῶν δίκην ἐξυπηρετουμένων τοῖς ἐνδεέσι τῆς Ἐκκλησίας διὰ τῶν διδομένων σιτηρεσίων. Καὶ ἄλλως δὲ, ἡ πολλὴ κηδεμονία δόξαν τροφέων παρίστησιν, οἳ καὶ κλίνοντες ἐν Ἐκκλησίᾳ γόνυ, τῇ γῇ τὸ μέτωπον προσερείδουσι, καὶ τὸν χοῦν, ὡς εἰπεῖν, ἐκλαχεῖν διὰ πίστιν ποθοῦντες. Ταῦτα δὲ πρὸς τὴν βασίλισσαν τὴν ἐκ δεξιῶν Χριστῷ παρισταμένην ὁ τεσσαρακοστὸς τέταρτος λέγει ψαλμὸς, ἣν καὶ ἐξ ἀλλοφύλων οὖσαν δηλοῖ. Ὅμοια δὲ καὶ εἰς αὐτὸν τὸν βασιλέα ὁ ἑβδομηκοστὸς πρῶτος. Οὐκοῦν περὶ τῆς Ἐκκλησίας τῆς ἐν Χριστῷ, τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ, ἣ τὴν δόξαν ἔχει τοῦ Χριστοῦ. Τούτων δὲ, φησὶ, γιγνομένων, γνώσῃ ὅτι ἐγὼ Κύριος καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με. Καλὸν γὰρ μὴ ἀπογινώσκειν τὴν ἐλπίδα πρὸ τῆς τῶν ἔργων ἐκβάσεως. Εἶτα διδάσκει, τίνα τρόπον τὰ ὑπὸ χεῖρα τοῦ διαβόλου πρότερον ἔθνη ἠλευθερώθη διὰ τῆς τοῦ Σωτῆρος δυνάμεως. Ὃ διὰ τῆς παραβολῆς ἐδήλωσεν ὁ Χριστός·" Πῶς, λέγων, δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν;" Καὶ νῦν δέ φησι, Μή τι τῷ τυχόντι δυνατὸν παρὰ τοῦ διαβόλου σκῦλα λαβεῖν; ὃν ἐκάλεσε γίγαντα· κἂν ἐπιχειρῇ δέ τις τοῦτο δικαίως ποιῶν, ἄρα ἀθῶος γενήσεται, καὶ οὐ κρατηθεὶς κινδυνεύσει; ἀντὶ γὰρ τοῦ ἀδίκως, τὸ Ἑβραϊκὸν δικαίως ἔχει. Δίκαιον μὲν γὰρ τοῦτο ποιεῖν. Ἀλλὰ τίς τοσοῦτόν ἐστι δυνατός; ἄνθρωπος μὲν οὐδείς. Ὅπως δὲ τὸ παρὰ ἀνθρώποις ἀδύνατον, τῷ Θεῷ δυνατὸν ἐπιφέρει. Εἰ δὲ ἀδίκως ἔχει, κατὰ τοὺς Ἑβδομήκοντα, τὸ ῥητὸν, περὶ τοῦ διαβόλου φησὶ, δηλῶν ὡς ἀδίκως ἐπιπηδήσας τοῖς ἠδικηκόσι 2484 μηδὲν, καὶ λαβὼν αἰχμαλώτους, οὐ σωθήσεται. Τοιοῦτο δέ φησιν ἀλλαχοῦ·" Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. Διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον." Οἰκίαν δὲ αὐτοῦ τὸν κόσμον διὰ τῆς παραβολῆς ὑπῃνίξατο, καὶ σκεύη τὰς ψυχὰς, ἃς ἐσκύλευσεν ἐξ αὐτοῦ. Ὃ δὴ ποιήσας, καὶ εἰς ἡμᾶς παρέπεμψε τὸ νικᾷν. Τοῦτο γὰρ καὶ Παῦλος λαβὼν ἔφασκε," Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." Διὰ τοῦτο καὶ δαίμονας νικῶμεν, καὶ παθῶν περιγινόμεθα ψυχικῶν ὅπλον εὐδοκίας ἔχοντες τὸν Χριστὸν, καὶ σκυλεύομεν αὐτὸν, τὴν ἡμετέραν σώζοντες, καὶ τῶν πλησίον ψυχάς. Διό φησιν· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα. Λαμβάνων δὲ, παρὰ ἰσχύοντος σωθήσεται. Διὰ Χριστοῦ γὰρ σκυλεύομεν αὐτὸν, καὶ σωζόμεθα, τοῦ εἰπόντος·" Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος. Ὅτι γὰρ ὁ ταῦτα πράξας ἐστὶν αὐτὸς δηλοῖ λέγων ἑξῆς· Ἐγὼ δὲ τὴν κρίσιν μου κρινῶ. Καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι, ἑαυτῷ μόνῳ δυνατὸν τὸ χρῆμα δεικνὺς, καὶ τὰ σκῦλα δηλῶν τοὺς υἱούς. Οἱ δὲ τούτους ἀφαιρεθέντες, οὐκ ἔτι τὰς ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι, τὰς ἑαυτῶν φάγονται. Οὐ δὲ τὸ αἷμα τῶν ἀνθρωπίνων ψυχῶν ἐκπίνειν δυνάμενοι, τὸ ἑαυτῶν αἷμα εἰς μέθην πίονται, ὅτε πάντες οἱ ἐν σαρκὶ τυγχάνοντες ἄνθρωποι γνώσονται ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός σε τὴν ἐμαυτοῦ πόλιν. Καθ' ἑτέραν δὲ διάνοιαν, ὡς ἐξ ἑτέρας ἀρχῆς, περὶ τῶν διωξάντων τὴν Ἐκκλησίαν ὁ λόγος, ὅτιπερ ἐσχάτας τίσουσι δίκας, ὡς γνωσθῆναι πᾶσιν, ὅτι μὴ θνητῆς ὑπῆρχε δυνάμεως τῆς Ἐκκλησίας ἡ σκέπη, τοῦ δὲ Θεοῦ Ἰακώβ. Εἰς καιρὸν δὲ ῥηθεὶς Ἰακὼβ ἀναπέμπει τὴν ἔννοιαν ἐπὶ τὸν ἐν ἀνθρώπου σχήματι τῷ πατριάρχῃ φανέντα, τὸν Υἱὸν τοῦ Θεοῦ. Δύναται δὲ καὶ πάντα δηλοῦν πτερνίζοντα τὸν διάβολον, καὶ τοὺς τῆς ἁμαρτίας παραλύοντα βρόχους. Τὸ δέ· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ τὰ ἑξῆς, ἱστορικῶς τινες πάλιν ἐξέλαβον, περὶ τῶν ἐν αἰχμαλωσίᾳ. Βουλομένου γάρ μου συναχθήσεσθε, φησὶ, πανταχόθεν ὑπὸ τῶν ἐχθρῶν δορυφορηθησόμενοι. Τοῦτο δὲ μέχρι τῆς ἐπαγγελίας ἔστη μὴ γενόμενον ἔργῳ, οὐχ ὡς ψευδὲς, ἀλλ' ὡς ἐκείνων διὰ τὸ ἀνάξιον μὴ δεδωκότων καιρὸν ταῖς θείαις ἐπαγγελίαις· πρὸς δὲ τὰς κακὰς αὐτῶν ἐννοίας μαχόμενος, δείκνυσιν ὡς οὐ διὰ τὴν αὐτοῦ γεγόνασιν ἀδυναμίαν αἰχμάλωτοι, διὰ δὲ τὰς ἑαυτῶν ἁμαρτίας. Ὡς γὰρ οὐδεὶς τῶν παρ' ὑμῖν νομιζομένων γιγάντων ὑπὸ ἀσθενεστέρου σκυλεύεται, ἄδι