Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2485.1
κον ὑπομένων αἰχμαλωσίαν, ἀναιρεῖ δὲ τὸν ἐγχειρήσαντα· οὕτως οὐκ ἐνῆν ἐμοῦ μὴ θελήσαντος, τοὺς λαβόντας ὑμᾶς αἰχμαλώτους ἑλεῖν, Εἰ μὴ καθ' ἑαυτῶν ἡμαρτηκότες τὴν αἰτίαν παρέχετε. Πλὴν ἐλεήσας ὑμᾶς μὲν ἀνακαλέσω, ἐκείνους δὲ τιμωρήσομαι τὴν καθ' ὑμῶν ἐπιτείναντας κόλασιν· καὶ σαρκῶν τῶν ἰδίων γευσάμενοι γνώσονται τὸν ποιήσαντα, καθὰ καὶ Ναβουχοδονόσορ διὰ σημείων παιδευθεὶς μέγαν ὡμολόγει τὸν Θεὸν Δανιήλ. Τινὲς δὲ τὰ περὶ τοῦ γίγαντος ἐξηγούμενοι λέγουσιν· Οὐχ ἥττηται τὸ δυνατὸν τῆς Ἱερουσαλὴμ, οὐδὲ ἡ δικαιοσύνη ἡ ἐν αὐτῇ, ἀλλὰ δι' ἁμαρτίας κεκράτηται. ΚΕΦΑΛ. Νʹ. αιαʹ. 9Οὕτως λέγει Κύριος, ποῖον τοῦτο βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑποχρέῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν; τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων9, κ. τ. λ. Διελθὼν ὁ λόγος τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τήν τε δι' αὐτοῦ τῶν ἐθνῶν κλῆσιν, καὶ τὴν σύστασιν τοῦ θεοσεβοῦς πολιτεύματος, καὶ τοῦ ῥηθέντος γίγαντος τὴν καθαίρεσιν, μεταβαίνει πάλιν ἐπὶ τοὺς ἐκ περιτομῆς, ὥσπερ ἀπολογούμενος διὰ τί τὰ ἔθνη ἐπισκοπήσας, αὐτοὺς ἐκδότους ἐποίησεν. Τούτου γὰρ αἴτιοι, φησὶν, ὑμεῖς, οὐκ ἐγώ. Οὐ γὰρ ἐγὼ τὴν μητέρα ὑμῶν ἀπεπεμψάμην Συναγωγὴν, ἢ τὴν ἐπὶ τῆς Ἱερουσαλὴμ (οὐ τοῦτο γὰρ ἡ διὰ Μωσέως νομοθεσία δηλοῖ) σχέσιν δὲ τὴν περὶ ὑμᾶς· ἣν ὁ Μωσῆς, ὡς ἔδνα νύμφῃ δοῦναι βουλόμενος, καὶ φέρων ὑμῖν, μοιχεύσασαν διὰ τῆς μοσχοποιίας εὑρὼν τὴν Συναγωγὴν διέσπασεν ἀναξίαν εὑρὼν τῶν ἐμῶν δωρεῶν. Παραβάλλει δὲ ἑαυτὸν ποτὲ μὲν ἀνδρὶ, ὡς πρὸς γυναῖκα, ποτὲ δὲ Δεσπότῃ, ὡς πρὸς οἰκέτας. Οὐδὲ γὰρ ὡς ἄν τις Δεσπότης ὀφείλων ἀπεδόμην ὑμᾶς. Ἀλλ' ὑμεῖς ἀπ' ἀρχῆς εἰς τέλος παρανομοῦντες ἐκβέβλησθε, πραθέντες τοῖς ἁμαρτήμασιν, οἷς ἐδουλώθητε, τοὐμὸν μέρος γεγονότες αὐτεξούσιοι καὶ ἐλεύθεροι. Καὶ τέλος, οὐκ ὤκνησα Θεὸς ὢν, ἐλθεῖν πρὸς ὑμᾶς, ὑποκαταβὰς τῆς ἀξίας τῆς ἐμαυτοῦ, καὶ γενόμενος ἄνθρωπος· καὶ καλοῦντι πρὸς σωτηρίαν ὑπήκουσεν οὐδείς. Οὐκ ἦν δὲ ἄνθρωπος, φησὶν, ἐπειδὴ τὸ ἀνήκοον πλῆθος οὐδὲ εἶναι λελόγισται. Οἱ δὲ ὑπακούσαντες, ὡς πρὸς ὅλον τὸ ἔθνος ὀλίγοι, ὡς μὴ ἀριθμεῖσθαι εἰς λόγον τοῦ ἔθνους. Διὸ καὶ ὑπεξῃρήθησαν, ὡς ὁ Λὼτ ἀπὸ Σοδόμων. Οὐ γὰρ τοσούτους ἔδει παρασχεῖν τῷ Κυρίῳ τὴν ἁγίαν γῆν. Ὅθεν καὶ σημεῖον τῆς ἀκαρπίας αὐτῆς ἡ ξηρανθεῖσα συκῆ. Τοῦτο δὲ καὶ διὰ τῆς Εὐαγγελικῆς παραβολῆς τῶν παρῃτημένων τὸ δεῖπνον σημαίνεται, τῶν ἐν 2488 ταῖς ὁδοῖς ἀντικεκλημένων, περὶ ὧν ἐν τῷ παρόντι 2488 προφήτῃ φησὶν ὁ Χριστός·" Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με." Περὶ δὲ τῶν Ἰουδαίων ἐπάγει·" Ὅλην τὴν ἡμέρανἐξεπέτασα τὰς χεῖρά μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα." Οὓς καὶ καλῶν ἐν Εὐαγγελίοις ἔλεγε·" Δεῦτε πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς," καὶ τοιαῦτα πολλάκις. Ἀλλ' ἄρα μὴ σῶσαί μου, φησὶν, ἀσθενοῦντος, εἰς αἰχμαλωσίαν ἀπήχθητε; καὶ οὐ δυνήσεσθε σωθῆναι τῆς ἐκείνου τυραννίδος, τοῦτο πρὸς τοὺς Θεὸν βλασφημοῦντας ὡς οὐ δυνηθέντα σῶσαι τὸν λαὸν, ὁποῖον καὶ ὁ Σωτὴρ πρὸς τοὺς οἰομένους αὐτὸν ἄκοντα πάσχειν, περὶ τῆς τῶν ιεʹ λεγεώνων φησὶ παραστάσεως· ἤγουν, ἐπειδὴ εἶπεν μηδένα ὑπακοῦσαι καλοῦντι, δείκνυσιν ὡς πρὸς τῶν μὴ ὑπακοῦσαι, τὰ πάντων ἀθεσμότατα κατ' ἐμοῦ διεπράξασθε. Καὶ πρὸς ταῦτα δὲ, φησὶν, ἀνεξικάκως ἠνέχθην, δυνάμενος μηδὲν ὅλως παθεῖν; ὡς ἐδήλωσε πρότερον Ἐρυθρὰ ξηρανθεῖσα πρὸς διάβασιν θάλασσα· καὶ ποταμὸς Ἰορδάνης· καὶ σκότος τριήμερον ἐν Αἰγύπτῳ γενόμενον. Ὁ γὰρ Σύμμαχος ἐξέδωκεν· Ἰδοὺ ἐν τῇ ἐπιτιμήσει μου ἐξήρανα θάλασσαν, ἐποίησα ποταμοὺς ἔρημον. Κἂν ἐπὶ μέλλοντος δὲ ληφθῇ νοητέον ὡς τοῦ Θεοῦ, εἰ βούλοιτο, δυναμένου ποιῆσαι τὰ παραπλήσια. Τὸ δὲ σκότος καὶ ποιήσαντες ἐν τῇ συντελείᾳ τῶν ὅλων, ἐν ᾗ καὶ τὸ πᾶν ἀφανισθήσεται, τῶν βίων πρὸς ἀξίαν εὐθυνομένων. Καὶ ἐπὶ τῆς πρώτης δὲ παρουσίας ἀπειληθεῖσα πρὸς αὐτοῦ ἡσύχασε θάλαττα, καὶ ἀόρατοι δυνάμεις εἶξαν ἐπιτάγματι διωκόμεναι. Ἅπερ ἐχρῆν Ἰουδαίους ὁρῶντας, μὴ ἀμφισβητεῖν ὅτι οὐκ ἂν ἔπαθεν, εἴπερ ἠβούλετο· καὶ ὅτι σῶσαι δύναται τὴν ὑπ' οὐρανὸν, εἰ καὶ γέγονεν ἄνθρωπος· καὶ μὴ τὸ φαινόμενον ὁρῶντας λέγειν," Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν·" δέον μαθεῖν, ὡς αὐτὸς ὁ λαλῶν πάρειμι, ὁ τὰ πάλαι θαυματουργήσας, ἃ δηλοῖ καὶ Δαβὶδ λέγων·" Τί ἐστί σοι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;" καὶ πάλιν·" Ἴδοσάν σε ὕδατα, ὁ Θεὸς, ἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν." Καὶ περὶ τοῦ Ἰορδάνου πάλιν·" Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ," τοῦτ' ἔστι τοὺς ἐν τῷ νότῳ. Εἰ μὴ ἄρα τις καὶ διὰ τούτων θάλασσαν μὲν ξηραινομένην, τὰ πλήθη τῶν ἀσεβῶν ἐθνῶν αἰνίττεσθαι φήσειεν, ποταμοὺς δὲ ἐρήμους, τοὺς πάλαι κατασύροντας εἰς εἰδωλολατρείαν λόγους· ἰχθύας δὲ τούτων ἀπολλυμένους, τὰς ἑρπούσας ἐν ταῖς τῶν ἀθέων ψυχαῖς δυνάμεις πονηρὰς, ἔνθα καὶ ὁ δράκων διατρίβειν ἐῤῥέθη, κατὰ τὸ," Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος," καὶ τὰ μετὰ ταῦτα. 2489 Τούτοις δὲ τοῖς τῆς θαλάττης ἰχθύσι καὶ ἑρπετοῖς ὁ λόγος ἀπειλεῖ σκότους, οὐ φωτὸς πλήρη θήσειν τὸν οὐρανόν· εἴποις δ' ἂν πάλιν θάλασσαν μὲν, τὴν τῶν Ἰουδαίων πολυπληθείαν· ποταμοὺς δὲ, τοὺς πρότερον αὐτοῖς λόγους χορηγουμένους· ἰχθύας δὲ, τοὺς μαθητευομένους ταῖς Ἰουδαϊκαῖς παραδόσεσιν· ὧν δὴ προλέγει πάντων ἀφανισμὸν, καὶ τὸ πᾶσι σκότος ἐπιπολάσαν, οὐκ οὐρανοῦ σκοτισθέντος, ἀλλ' αὐτοῖς ἐκείνοις ἐπιπολάσαν ὥσπερ σκοτώδους καλύμματος. Διὸ οὐ ποιήσειν ἔφη, ἀλλ' ἔνδυσιν, ὑποδραμόντος δηλαδὴ τοῦ σκότους κατὰ τῶν ἀναξίων φωτός. Ὁ δὲ σάκκος, πένθους σύμβολον, διὰ τὸ καὶ τὰς οὐρανίους δυνάμεις πενθεῖν αὐτῶν τὴν ἀπώλειαν. Δυνάμενος οὖν, φησὶ, μὴ παθεῖν, τὸ σῶμά μου τῷ πάθει παρέδωκα. Τοῦτο γὰρ ἐδόκει μου τῷ Πατέρι. Διὸ καὶ κατηγορούμενος ἐσιώπων, ὑπήκοος αὐτῷ μέχρι θανάτου γινόμενος, εἰδὼς ὡς ἔσται μοί ποτε καιρὸς καθ' ὃν οὐκ ἔτι σιγήσομαι γλῶσσαν λαβὼν παρὰ τοῦ Πατέρος ἐν καιρῷ λέγειν ἐπισταμένην· ὅτε μου πανταχοῦ τῆς Ἐκκλησίας καθιδρυμένης, διὰ τῶν ἐμῶν βοήσομαι μαθητῶν πᾶσιν ἔθνεσιν τὸν ἐμαυτοῦ γνωρίζων Πατέρα, αὐτοῦ μοι χαριζομένου καὶ ὦτα ἀκουστικὰ, τῆς ἐμῆς συνιέντα διδασκαλίας τὸν νοῦν, κατὰ τὸ," Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ," ἅπερ ταῖς ἑωθιναῖς ὥραις προσεδρεύοντα, παιδεύσεως τῆς ἐμῆς μεταλήψεται. Ὁ δὲ Σύμμαχος, Ἔθηκέ μοι πρωῒ γύρῳ φησίν. Ὁ δὲ Ἀκύλας, Ἐπρωῒ ἐξεγερεῖ μοι ὠτίον τοῦ ἀκούειν. Οὗτοι γάρ μοι ἀνθ' ὑμῶν τῶν μὴ ἀκουσάντων γενήσονται, προσεδρευόντων ἀεὶ ταῖς τοῦ νόμου σκιαῖς. Ἐκεῖνοι δὲ τοὺς τύπους εἰς ἀλήθειαν πνευματικῆς θεωρίας ἐκδέξονται, ὑμῶν παρακουσάντων μου λέγοντος·" Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖται ζωὴν αἰώνιον ἔχειν καὶ αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε." Γράφει δὲ καὶ ὁ θεῖος Ἀπόστολος," Ὅτι ἡνίκαἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." Τινὲς δὲ ὡς ἀπὸ τῶν μαθητῶν εἰρῆσθαι τοῦτό φασι, λαλούντων ἑκάστῳ τὰ πρόσφορα καὶ κατάλληλα· οἳ καὶ τεθεῖσθαι, φασὶν, ἑαυτοῖς καὶ πρωῒ, τοῦτ' ἔστιν εἰς νοῦν καὶ καρδίαν ἡμέρας διαύγασμα, καὶ νοητοῦ φωτὸς ἔλλαμψιν. Καὶ Παῦλος γὰρ εὐχαριστεῖ τῷ Θεῷ λέγων, ὅτι" Ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί." Τινὲς καὶ ὡς ἀπὸ τοῦ προφήτου δυνατὸν τὸ παρὸν ἔφασαν λελέχθαι ῥητόν. Εὐαγγελισαμένου γὰρ αὐτοῦ τὴν αὐτῶν τε, καὶ τῶν ἐθνῶν σωτηρίαν, καὶ τοῦ Σωτῆρος τὴν ἄφιξιν, καὶ τοῦ κόσμου τὴν συντέλειαν, πόθεν τούτῳ ταῦτα λέγειν ἠπόρουν καθ' ἑαυτούς. Ὁ δέ φησιν· Οὐκ ἐμὸς ὁ λόγος, ὁ χορηγῶν δὲ Χριστὸς, ὃς τοῖς ἑαυτοῦ δίδωσι καιρόν τε λόγου καὶ σύνεσιν πρὸς τὸ νοεῖν. Οὐκ ἀθετῶ 2492 τοίνυν τὴν χάριν ὑπηρετῶν αὐτοῦ τῷ κηρύγματι, πάντα τε παθεῖν ἕτοιμός εἰμι δι' αὐτόν. Κἂν τύπτητέ με, φησὶ, κἂν ἐμπτύητε, τὴν παρ' αὐτοῦ βοήθειαν ἐλπίζων, ἣν εὑράμενος, καὶ τοῦ δικαίου τεύξασθαι προσδοκῶν, ἀντιστήσομαι ὑμῖν ἀντιλέγειν μὴ δυναμένοις. Ἀλλ' ἐπὶ τὸν Χριστὸν ἐπανέλθωμεν, ὅς φησιν Ἰουδαίοις· Ὡς ὑμεῖς μὲν καλούμενοι παρηκούσατε, ἐγὼ δὲ οὐκ ἀπειθῶ τῷ Πατέρι πάντα ἐν ἐμοὶ βουληθέντι ἀνακεφαλαιώσασθαι. Κενώσας δὲ ἐμαυτὸν, τὰ πάντων αἴσχιστα πέπονθα, εἰδὼς μὴ φέρειν μοι αἰσχύνην τῷ πειθαρχεῖν τῷ Πατέρι. Πιλάτου μὲν μαστιγώσαντος, τῶν δὲ ὑπηρετῶν ἑνός με ῥαπίσαντος, ἄλλων δέ μου καταπτυόντων, ὡς στερεὰν πέτραν τὸ πρόσωπόν μου τιθείς. Δυνάμεως γὰρ ἦν τὸ πρᾶγμα, δι' ἣν ἐκαρτέρουν· ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Αὐτὸς γάρ μου καὶ τοῖς ἀνθρωπίνοις ἐβοήθησε μέτροις. Δηλοῖ δὲ καὶ ὡς ἐπήμυνεν αὐτῷ, δίκην ἐπιθεὶς τοῖς ὑβρίσασιν, ἣν καὶ διὰ τάχος ἐγγίζειν φησὶ, δικαιώσαντος αὐτὸν τοῦ Πατέρος. Δίκαιον γὰρ ὄντα, καὶ καθ' ἑαυτοῦ μὴ δόντα λαβὰς, ἀποκτείνειν ἐτόλμησαν. Ἀνθ' ὧν αὐτοὺς κολάσας, ἀνυπεύθυνον ὑπάρχειν ἐμὲ μεμαρτύρηκεν. Διό φησιν ὁ Πατήρ·" Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ." Φιλόπλουτοι γὰρ γεγονότες οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πρὸς τὴν κατ' αὐτοῦ πονηρίαν ἐτράποντο. Καὶ γὰρ εἰδότες αὐτὸν ἔφασκον·" Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν." Εἰ δὲ νομίζει τις δικαίως με πεπονθέναι, παρέστω πρὸς ἔλεγχον. Ἀλλ' οὐ δυνήσεται. Καὶ ἀλλαχοῦ γὰρ ὁ προφήτης φησίν·" Ἴδετε ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ." Παρ' ᾧ καὶ Ἰουδαῖοί φασι·" Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν." Εἰκότως δίκαιον," Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Τῷ δὲ, Τίς ὁ κρινόμενός μοι; ἔοικε τὸ," Τίς ἐλέγξει με περὶ ἁμαρτίας;" κατὰ πάντα γὰρ ἡμῖν, πλὴν ἁμαρτίας, ὡμοίωται. Διόπερ ἔλεγεν·" Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν." Ἀνδρὸς δὲ τελείου χαρακτὴρ, τὸ, Τίς ὁ κρινόμενός μοι; ᾧ μηδὲν ἡ παρ' ἀνθρώποις κρίσις, ὡς σιγᾷν μὲν ὑπ' αὐτῶν καταδικαζόμενον, καλεῖν δὲ πρὸς τὴν παρὰ Θεῷ κρίσιν τοὺς ἐναντίους. Τὸ δὲ, τίς κακώσει με; ἐμφαίνει τὸν ἀρχηγὸν τῆς ζωῆς. Οὐκοῦν εἰς μάτην ἡ τούτων ἐπιβουλὴ, κατὰ τὸ ἐν ψαλμοῖς·" Ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι." Πῶς γὰρ, ὢν ζωὴ, θανάτῳ κατείχετο; καθὸ δὲ γέγονεν ἄνθρωπος, δοκεῖ τοῦτο δέχεσθαι παρὰ τοῦ Πατέρος. Ὡς γὰρ Θεὸς, ἤγειρεν ἑαυτὸν λέγων·" Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ἐφ' οἷς φησι πρὸς αὐτούς· Ἰδοὺ πάντες ὑμεῖς 2493 ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. Ἢ εὐρὼς, κατὰ Σύμμαχον· ἢ βρωτὴρ, ὡς Ἀκύλας. Δι' ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ' αὐτοῦ σωματικῆς λατρείας. Πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Σῆτα δὲ λέγει καταβιβρώσκοντα, τὴν συνείδησιν ὧν τετολμήκασιν, ὁρῶντες τὴν ἑαυτῶν μὲν ἀποβολὴν, τὴν ἐπιστροφὴν δὲ τὴν ἐπὶ Θεὸν τῶν ἐθνῶν. Διὸ καὶ πρὸς τῷ τέλει τῆς βίβλου φησίν·" Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὄνειδος πάσῃ τῇ γῇ." Λέγοι δ' ἂν σῆτα καὶ τὰς ἁμαρτίας αὐτῶν. Ἐξ αὐτῶν γὰρ ἔχουσαι τὸ εἶναι, κατ' αὐτῶν τὴν βλάβην ἐργάζονται. Ἐπεὶ καὶ τὸ ἱμάτιον τροφὴ γίνεται ᾧπερ ἐγέννησε σκώληκι. Λογισμὸς δὲ οὗτος πρὸς τὸ μὴ φοβεῖσθαι τὰ ἐξ ἀνθρώπων τῶν ἀπολλυμένων, καὶ ἔνδειξις τῆς τοῦ λέγοντος ἀφθαρσίας. Δηλοῖ δὲ καὶ τὴν κατ' αὐτῶν τιμωρίαν καὶ σητῶν αὐτοὺς δίκην ἐκδαπανῶσαν ταῖς συμφοραῖς. Καὶ ἀλλαχοῦ γὰρ ὁ προφήτης φησί·" Τί ἔτι πληγήσεσθε προστιθέντες ἁμαρτίας; Πᾶσα κεφαλὴ εἰς πόνον," καὶ τὰ ἐφεξῆς. Δι' ὧν αὐτῶν δηλοῖ τὴν ἀπώλειαν, καὶ χώρας ἀλλοτρίωσιν, καὶ πόλεως ἐμπρησμόν. Εἶτά φησι, Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; τὴν ἀπορίαν τούτων δηλῶν, καὶ τὸ σπάνιον. [Τοῦτο, ἢ τοιοῦτόν τι] δὲ ζητεῖ ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Διό φησιν· Ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας· καὶ τοῖς ἐπιεικέσι προτείνει φιλανθρωπίαν. Ἐσώθη γὰρ τὸ κατάλειμμα, οὗ καὶ ἀπαρχὴ τοῦ Σωτῆρος οἱ μαθηταί. Καὶ ἄνθρωπος δὲ γεγονὼς, παῖς εἶναί φησι τοῦ Θεοῦ. Καὶ τὸ ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς, οὐ νόμου παράβασις ἦν, ἀλλὰ μᾶλλον βεβαίωσις, σκιαγραφήσαντος τὴν ἀλήθειαν, κατὰ τὸν Ἀπόστολον λέγοντα· Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο. Ἀλλὰ νόμον ἱστάνομεν. Γέγραπται γὰρ ὅτι ὁ δίκαιός μου ἐκ πίστεως ζήσεται. Πέρας γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ. Τοῖς δὲ νῦν καλουμένοις ἔλεγεν ὁ Πατήρ·" Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἀκούετε αὐτοῦ." Τινὲς δὲ ἄμεινόν φασιν, ὡς τὸν θεοσεβεῖν δοκοῦντα παρ' Ἰουδαίοις ἀνακαλεῖ πρὸς μετάνοιαν, καὶ ὡς μηδενὸς πειθομένου, ἐν σκότῳ φησὶν ὑπάρχειν αὐτοὺς καὶ φωτὸς ἐστερῆσθαι. Τοῦτο δὲ τοῖς ἀποστόλοις οὐχ ἥρμοττεν, οὐδὲ τὸ πῦρ σωρεύειν καθ' ἑαυτῶν, καὶ κατισχύειν τὴν φλόγα. Ἐπιμένοντας δέ φησιν, ὑμᾶς τῇ ἀπιστίᾳ τὸ τῆς αἰωνίου κολάσεως ἐκδέχεται πῦρ· οἷς παραινεῖ πρότερον ἐπὶ τῷ Κυρίῳ πεποιθέναι, Θεὸν ἑαυτὸν εἶναι λέγων, καὶ ταπεινῆς 2496 ἐννοίας ἐκ τοῦ σάρκα φορεῖν ἑαυτὸν ἀποτρέπων αὐτοὺς, αὐτόν τε ποιεῖσθαι ῥάβδον καὶ στήριγμα. Οὐ γὰρ ἠδύναντο πιστεύειν δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ οὐ ζητοῦντες, ὃς εἴρηται ῥάβδος. Ἀνέχει γὰρ πάντα πρὸς τὸ εἶναι καλῶς κατὰ τό·" Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν." Ὀλισθηρὰ γὰρ ἡ φύσις, καὶ δεῖται τοῦ περικρατοῦντος. Οὗ τυχὼν ὁ δίκαιος λέγει·" Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου." Ἐν σκότῳ δὲ εἶναι τοὺς Ἰουδαίους καὶ ὁ Παῦλος δηλῶν," Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, φησὶν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων." Καὶ Ἡσαΐας φησίν·" Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος." Διὸ Χριστὸς ἔλεγεν·" Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου," καὶ τὰ ἑξῆς. Καὶ τοῦ τῆς κολάσεως δὲ πυρὸς ἀποτρέπων αὐτοὺς ἔλεγεν·" Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται." Ἐπίτασιν δὲ παρίστησι κρίσεως τὸ, Κατισχύετε φλόγα. Ὕλης μὲν γὰρ πολλῆς προσαγομένης, αὔξει τὸ πῦρ· ὀλίγης δὲ, ἀτονεῖ· δαπανηθείσης δὲ, σβέννυται. Ἰουδαῖοι τοίνυν πῦρ καθ' ἑαυτῶν ἔκαυσαν, ἀποκτείναντες τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους. Κατίσχυσαν δὲ τὴν ἑαυτῶν φλόγα, τὸν κληρονόμον ἀπεκτονότες, οἳ τὴν διὰ Χριστοῦ παίδευσιν οὐκ ἐδέξαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐπιμείναντες. Διόπερ ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ νομικὸν, οὐ μὴν ἔχοντας ἀληθῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπεται λέγων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Ὅτι δὲ τῆς εἰς Χριστὸν παροινίας ἔτισαν δίκας παρίστησιν ἐπάγων· Δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν· ἐν λύπῃ κοιμηθήσεσθε. Ταῦτα δὲ λέγει πόρθησιν χώρας, πόλεως ἅλωσιν, ἐμπρησμὸν τοῦ νεῶ. Ἐκοιμήθησαν δὲ καὶ ἐλύπη, ἢ καὶ ἐν ὀδύνῃ, κατὰ Σύμμαχον· ἢ κατὰ τὸν Ἀκύλαν, εἰς διαπόνησιν. Τὴν διὰ Χριστοῦ γὰρ λύτρωσιν οὐκ ἀξιωθέντες λαβεῖν, οὐκ ἐν ἐλπίδι γερῶν, καὶ θυμηδίᾳ πνευματικῇ, ἀλλ' ἐν φόβῳ κολάσεων, καὶ λύπῃ τῇ δι' αὐτὰς ὀδυνώμενοι κοιμηθήσονται. ΚΕΦΑΛ. ΝΑʹ. αγʹ. 9Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν Πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶσ9, κ. τ. λ. Ἀλλ' ἵνα μὴ ταῦτα πάθητε, καὶ νῦν ἔτι παραινῶ τὴν μετάνοιαν, ὦ ἄνδρες, ὑμῖν, οἱ προσποιούμενοι μὲν τὸν Κύριον τιμᾷν, ἐναντία δὲ πράττοντες τῇ τοῦ Κυρίου βουλῇ, τῷ τὸ δίκαιον ἐλαύνειν, ἡγεῖσθαί τε δυσμενῆ τὴν ἀλήθειαν. Τινὲς δέ φασιν ὡς προσφωνεῖ τοῖς πιστεύουσι καὶ ζητοῦσι Χριστὸν τὴν δικαιοσύνην, καὶ ὡς ἀλλοτρίους τῶν Ἰουδαίων τούτους καλεῖ. Πάντας 2497 γὰρ προεῖπε πῦρ καίειν, ἐν ᾧ καὶ κατεκαύθησαν οἳ διώκουσι τὸ δίκαιον, οὐχ ὡς ἐλαύνοντες, ἀλλ' ὡς ἐπ' αὐτὸ τρέχοντες, ἵνα καταλάβωσιν, ὡς τό·" Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν." Ὀλιγοστοὶ μὲν γὰρ οὗτοι· προβήσονται δὲ εἰς ἄμετρον πλῆθος τῶν ἐθνῶν προστιθεμένων τοῖς ἐκ περιτομῆς ὃ καὶ παρίστησι παράδειγμα τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν. Τινὲς δὲ πρὸς τοὺς ἀπίστους εἰρῆσθαι τὸν λόγον, ὡς προείπομεν, λέγοντες, φασὶν ὡς ἀντὶ τοῦ, καὶ εἰς τὸν βόθυνον, ὁ Σύμμαχος, εἰς τὴν τρυμαλιάν· ὁ δὲ Ἀκύλας, πρὸς ἐκκοπὴν, ἐκδεδώκασιν· αἰνιττομένου τοῦ λόγου τὴν σῶμα τοῦ Κυρίου δεξαμένην πέτραν, ἣν ὄρυξεν Ἰωσήφ. Εἶτα μετέβη ἐπὶ τὸ παράδειγμα τοῦ Ἀβραὰμ, καὶ τῆς Σάῤῥας, οἳ δίκην πέτρας ἄκαρποι καὶ ἄγονοι γεγονότες, πολλῶν ἐθνῶν πατέρες ἐγένοντο διὰ πίστεως, ὡς ὁ Παῦλός φησι·" Κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον," καὶ τὰ ἐπὶ τούτῳ. Ἐξ ἑνὸς οὖν, τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας (εἰς γὰρ ἄμφω, κατὰ τό· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν) ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει συνέστησαν· διό φησιν, Εἶς ἦν, καὶ ἐκάλεσα αὐτόν. Ὥσπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ οὕτω πεποίηκα· οὕτω μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς ἐλατομήσατε, ἔσται τις ἐλπὶς σωτηρίας πᾶσιν ἀνθρώποις. Ἀλλὰ καὶ πέτρα κατὰ Παῦλον ἦν ὁ Χριστὸς, ἢν ἐν τῷ πάθει διώρυξαν, κατὰ τό·" Ὤρυξαν χεῖράς μου καὶ πόδας μου." Βόθυνον δὲ τὴν τρωθεῖσαν πλευρὰν ὑπαινίττεται. Διὰ γὰρ τούτων ἡ σωτηρία, καὶ τῆς Ἐκκλησίας συνέστη τὸ πλήρωμα, καθάπερ ἐξ Ἀβραὰμ καὶ Σάῤῥας τὸ πλῆθος τὸ ἄπειρον. Διὸ παρακαλεῖ τὴν Σιὼν, τὸ θεοσεβὲς πάλιν πολίτευμα, ὅπερ εἰς ἔρημον δι' ὑμᾶς κατέστη. Πλὴν ἀλλ' ἐγὼ τὴν ἐρημίαν αὐτῆς ἀναλήψομαι παράκλησιν καλῶν τὴν περὶ τούτων ἐλπίδα. Ἔρημον δὲ, ὡς πρὸς τὴν ἔχουσαν πάλαι τὸν ἄνδρα, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καλεῖ, πρὸς ἣν ἔλεγεν ὁ προφήτης·" Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα," καὶ τὰ ἐπὶ τούτῳ. Τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα, ἀλλ' ἢ τὸ βιβλίον τοῦ ἀποστασίου ποιησαμένη; ἐν δὲ τῇ ἐρήμῳ παράδεισον ἔσεσθαι λέγει, κατὰ τὸν ἐν ἀρχῇ παρὰ Κυρίου.... δι ʹ. 9Ἀκούσατέ μου, ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται, ὡς φῶς, τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονα μου ἔθνη ἐλπιοῦσιν. Ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν9, κ. τ. λ..... ἀνθρώπους φοβούμενος, μὴ ἀποσυνάγωγόν σε ποιήσωσιν οἱ λέγοντες·" Δαιμόνιον ἔχει καὶ μαίνεται. Τί ἀκούετε αὐτοῦ;" Οἷς ἔλεγεν ὁ Χριστός·" Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα

Intertext edge

Open linked passage

Note