Commentarii in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
2500.1
τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε," οὓς ἀπολεῖσθε νῦν, φησὶν, ἁλωσομένης τῆς πόλεως. Εἶτα περὶ τῶν πειρασμῶν τῶν εὐσεβεῖν ᾑρημένων ἐπήνεγκε, καὶ τῆς ἐκ τούτων ἀνέσεως, κατὰ τὸ ἐν ψαλμοῖς·" Ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν. Καὶ ἐκόπασε τὰ κύματα αὐτῆς." Δυνατὸς γὰρ ταῦτα ποιεῖν ἐγὼ, εἴγε καὶ Κύριος εἰμὶ τῶν δυνάμεων, ὃς καὶ τοὺς ἐμοὺς λόγους ἐμβαλῶ σου τῷ στόματι. Τῷ γὰρ ἁμαρτωλῷ ἐρῶ·" Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου;"" Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ."" Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ." Περὶ δὲ τοῦ δικαίου εἴρηται·" Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ." Ὃς καὶ Σιὼν γενόμενος, ἐρεῖ τῷ Κυρίῳ· Θεός μου εἶ σὺ, τὴν τοῦ Χριστοῦ πίστιν δεξάμενος· καὶ ἀκούσεται παρ' αὐτοῦ, Λαός μου εἶ σύ. ιζκγʹ. 9Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι Ἱερουσαλὴμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκένωσας· καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκεσ9, κ. τ. λ. ΚΕΦΑΛ. ΝΒʹ. α ʹ. 9Ἐξεγείρου, ἐξεγείρου, Σιών. Ἔνδυσαι τὴν ἰσχύν σου. Σιών. Καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ πόλις ἡ ἁγία. Οὐκέτι προσθήσεται διελθεῖν διὰ τοῦ ἀπερίτμητος, καὶ ἀκάθαρτοσ9, κ. τ. λ. Τὴν κλῆσιν εἰπὼν τῶν ἐθνῶν (ἅπερ ἴδιον ἐκάλει λαὸν, πρὸς ἃ καὶ ἔλεγεν, ὅτι Νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν), νῦν προσφωνεῖ τῇ Ἱερουσαλὴμ πεσούσῃ, διαναστῆναι τοῦ πτώματος, ὅπερ ἔσχατον πέπονθε μετὰ τὴν εἰς Χριστὸν παροινίαν. Χρηστὸς δὲ ὢν ὁ Θεὸς, καὶ μὴν βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, ἐπὶ ταύτην παρακαλεῖ χρηστὰ πειθομένοις ἐπαγγελλόμενος· Ἐξεγείρου, λέγων, τὴν ἑκούσιον αὐτῆς πτῶσιν δηλῶν. Εἰ γὰρ ὑπ' ἄλλου κατείχετο, ἐκείνῳ ἂν, ἀλλ' οὐκ αὐτῇ περὶ τῆς ἐγέρσεως διελέγετο. Τίς γὰρ πεσὼν, κἂν μέλος πηρωθῇ, οὐ σπουδὴν τίθεται, πᾶσαν συλλέξας τὴν δύναμιν, ἀναστῆναι; Καὶ σὺ τοίνυν, ὡς ἱματίου περιβαλοῦ τὴν ἰσχὺν διαναστᾶσα κατὰ διάνοιαν. Λέξει γὰρ προϊὼν, Ἔνδυσαι τὴν ἰσχὺν, Σιών. Ὥστε νῦν Ἱερουσαλὴμ μήτε τὴν ἐπουράνιον, μήτε τὸ θεοσεβὲς εἰρῆσθαι πολίτευμα· τὴν αἰσθητὴν δὲ καὶ ὑπόχειρα Ῥωμαίοις γεγενημένην. Διὸ καὶ πεπωκέναι λέγεται τὸ ποτήριον τοῦ θυμοῦ. Τῆς γὰρ ἐν οὐρανῷ οὐχ ἅπτεται θυμὸς καὶ ὀργή· Θεὸς γὰρ λέγεται βασιλεύειν αὐτῆς. Ἀλλ' οὐδὲ τοῦ θεοσεβοῦς ἐπὶ γῆς πολιτεύματος. Ὁ δὲ Σύμμαχος ἐξέδωκε, τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ, τὸν κρατῆρα τοῦ σπαραγμοῦ καὶ ἐξεστράγγισε, καὶ οὐκ ἐστὶν ὁ παρηγορῶν αὐτήν. 2501 Τοῦτο δ' ἂν λέγοιτο ἐπὶ τοῦ πᾶσαν τιμωρίαν ἐκτίσαντος πρὸς κάθαρσιν ἁμαρτημάτων, ὡς ἐπὶ τῶν προσαγομένων πικρῶν ἀντιδότων εἰς κένωσιν. Λυπεῖ γὰρ, ὡς ἰατρὸς, ὁ Θεὸς οὐκ αὐτὸς θέλων, τοῦ δὲ πράγματος ἀναγκάζοντος· περὶ οὗ λέλεκται·" Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη. Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς." Τοῦτο δέ σοι παθούσῃ, φησὶν, οὐδέν σοι παρέστη τῶν τέκνων παραμυθούμενον. Ὅτε μὲν γὰρ εἰς Ἀσσυρίους ἀπήχθησαν, εἶχον δικαίους καὶ προφήτας παρακαλοῦντας· μετὰ δὲ τὸν τολμηθέντα κατὰ Χριστοῦ θάνατον, οὐδεὶς θεοφιλὴς εὕρηται παρ' αὐτοῖς. Ἦσαν γὰρ προαπελάσαντες καὶ τοῦ Σωτῆρος τοὺς μαθητὰς πληγαῖς αἰκισάμενοι, τινὰς δὲ καὶ ἀνελόντες. Δύο δὲ ταῦτα, φησὶν, ἀντίκειταί σοι, καὶ πολεμεῖ, συντόμως τὰς ἐκ τοῦ πολέμου δηλῶν συμφοράς. Ἀντὶ δὲ δύο, προβάλλεται τέτταρα. Ἀλλὰ τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς ἐν τούτοις συνάπτει λόγος. Ἕπεται γὰρ τῷ μὲν πίπτειν ἡ συντριβή. Τῷ δὲ λιμῷ, μάχαιρα, τοῦτ' ἔστι θάνατος. Δύο τοίνυν τὰ πρῶτα, πτῶμα καὶ λιμὸς, περὶ ὧν ὁ λόγος, φησὶν ἃ τίς ὁ κωλύσων, φησὶν, ἢ καὶ ψιλῶς παραμυθούμενος; Ἄρα οἱ ἐν σοὶ Γραμματεῖς καὶ Φαρισαῖοι; ἢ καὶ ἄλλως δυνατοί; Ἀλλ' ἰδοὺ καὶ περὶ ἑαυτῶν κινδυνεύουσι. Καθεύδουσι γὰρ ἐπάνω πάσης ἐξόδου. Τοῦ πολέμου γὰρ κατασκήψαντος, τὰς τῆς χώρας ἐσχατιὰς κατελάβοντο, ἵν' εἶεν ἕτοιμοι πρὸς φυγὴν, οὐ πρὸς ἀπόκρουσιν ἐγρηγορότες κακῶν, φόβῳ δὲ παρειμένοι καθάπερ ἐκ μέθης ὡς σεύτλιον ἡμίεφθον. Κατὰ δὲ Σύμμαχον· Οἱ υἱοί σου ἐπορεύθησαν ἀγόμενοι ἐπ' ἀρχῆς πάντων ἀμφιβλήστρων ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ. Καὶ κατὰ τοὺς λοιποὺς δὲ, ἀντὶ τοῦ, ὡς σεύτλιον ἡμίεφθον, ὡς ὄρυξ ἠμφιβληστρευμένος, ἢ συνειλημμένος, εἴρηται. Ὁ δὲ ὄρυξ ὄρνεόν ἐστιν, ᾧ παραβάλλει τοὺς υἱοὺς Ἱερουσαλὴμ ἀμφιβλήστρῳ διαβόλου περιβληθέντας. Διὸ καὶ τῷ θυμῷ παρεδόθησαν. Ἀντὶ δὲ τοῦ, ὁ κρίνων τὸν λαὸν αὐτοῦ· Σύμμαχος, ὑπερμαχήσει φησὶ τοῦ λαοῦ αὐτοῦ. Τὸ δὲ εἴληφα τοῦτ' ἔστι λήψομαι. Ἐπαγγέλλεται γὰρ ἀνήσειν τὸν θυμὸν ποιούσῃ τὰ προσταττόμενα, ἅπερ ἦν ἐξεγείρου, ἐξεγείρου. Ἐπιμένουσα γὰρ τῇ πτώσει, αἰτία ἔσται τῆς τῶν ἐπηγγελμένων κωλύσεως. Τοιοῦτον καὶ τό·" Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἵνα τί ἀποστρέφετε ἀποστροφὴν ἀναιδῆ; λέγει Κύριος." Μήποτε δὲ μηκέτι πιεῖσθε, φησὶ, διὰ τὴν ἐπ' ἐσχάτων ἐπιστροφήν. Ἔλεγε γὰρ," Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην," καὶ τὰ ἑξῆς. Ποτήριον δὲ καλεῖν ἔθος ἔσθ' ὅτε τῇ θείᾳ Γραφῇ τὸ ἀνταποδιδόμενον ἀγαθοῖς, ἢ κακοῖς, ὡς παρὰ τῷ Δαβίδ·" Πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐ 2504 τοῦ." Ὁ δὲ δίκαιος λέγει·" Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι." Τὸ οὖν ποτήριον δοθήσεσθαι τοῖς αὐτῆς πολεμίοις, καὶ ταύτην ἠδικηκόσι φησί· διὸ κατὰ Σύμμαχον εἴρηται· Καὶ θήσω αὐτὸ εἰς χεῖρας τῶν ἀποικισάντων σε. Εἰκὸς δὲ ταῦτα καὶ περὶ ἀντικειμένων δυνάμεων λέγεσθαι, αἷς ἀποστᾶσα Θεοῦ ψυχὴ ἑαυτὴν ὑποτάττει, καὶ γήϊνα φρονοῦσα κύπτει πρὸς γῆν, καὶ τέλος ἁπλωθεῖσα πρὸς ἔδαφος τοῖς τῶν ἑλόντων αὐτὴν καταπατεῖται ποσίν· ἡ δὲ Θεῷ προσιοῦσα, ὄρθιος ἕστηκεν ἄνω βλέπουσα, καὶ πρὸς αὐτὸν ἐπηρμένη Τινὲς δὲ ἀδικησάντων αὐτὴν φασὶν, τῶν ὀρθοποδεῖν μὴ συγχωρησάντων αὐτῇ διδασκάλων. Ὅσῳ γὰρ ἦσαν ἐν τρυφῇ τε καὶ δόξῃ· τοσούτῳ πικροτέρας ἀπέλαυσαν δίκης, ὧν εἶχον ἐστερημένοι. Περὶ δὲ τῶν νοητῶς ἀδικησάντων καὶ Παῦλός φησιν·" Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς ἐτύφλωσε τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ." Τοιοῦτόν τι δηλοῖ καὶ τὸ τοῦ ἀκαθάρτου πνεύματος τοῦ μεθ' ἑτέρων ἑπτὰ πονηροτέρων ὑποστρέψαντος ὅθεν ἐξῆλθεν. Ἐπάγει γάρ·" Οὕτως ἔσται τῇ πονηρᾷ γενεᾷ ταύτῃ." Ἐν Αἰγύπτῳ μὲν γὰρ ἀσεβήσαντες ἔνοικον ἔσχον τὸ πνεῦμα τὸ πονηρὸν, οὗπερ ἀπηλλάγησαν ἀκούσαντες·" Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." Εἶτα μὴ δεξαμένων διὰ πίστεως ἔνοικον τὸν Χριστὸν, τὸ ἀκάθαρτον πνεῦμα σχολάζοντα τὸν τόπον τὸν ἀρχαῖον εὑρὸν, αὖθις εἰς αὐτὸν εἰσεπήδησεν· ὃ καὶ τὸν προδότην μετὰ τὸ ψώμιον ὑπέδυ. Ταύτας ὁ Σωτὴρ τὰς πονηρὰς δυνάμεις εἰς ᾅδου ταρταρώσας παρέδωκεν, ἀνθ' ὧν εἰς γῆν τὰς ψυχὰς καταβαλόντες συνέκαμψαν, ὁποία ἦν ἡ ἐν Εὐαγγελίῳ παντελῶς ἀνανεῦσαι μὴ δυναμένη, περὶ ἧς ἔλεγεν ὁ Σωτήρ·" Ταύτην δὲ θυγατέρα οὖσαν Ἀβραὰμ ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτη." Καὶ πᾶσα δὲ τοιαύτη τῶν Ἰουδαίων ἦν ἡ συναγωγή· διὸ πάλιν ἐγερθῆναι ταύτῃ παρακελεύεται κατὰ τό·" Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός." Καὶ κατὰ τό·" Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παρειμένα γόνατα ἀνορθώσατε, καὶ τροχίας ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν." Ἔνδυσαι δὲ, φησὶ, τὴν ἰσχύν σου, ἐπειδήπερ ἔχει τινὰ μεγίστην ἰσχὺν ἡ λογικὴ ψυχή. Πρῶτον δὲ τὸ ἐξεγερθῆναι τοῦ πτώματος πυκνὰ λεγόμενον. Ἔνθα γὰρ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ καὶ συνεχὴς ἡ παράκλησις. Εἶτα, τὸ τὴν ἰδίαν ἀναλαμβάνειν ἰσχύν. Ἔχει δὲ καὶ δόξαν μεγίστην κατ' εἰκόνα πεποιημένη τοῦ Κτίσαντος, καὶ αὐτὸν ἔχουσα δόξαν, ἣν ἐπαναλαβεῖν βούλεται γενομένην πόλιν ἁγίαν, ὡς μηκέτι δι' αὐτῆς διαβαίνειν ἀλλογενῆ, ἢ εἰδωλολάτρην. Ὅτι δὲ δόξα ὁ τῆς δόξης Κύριος, ὅς ἐστι Χριστὸς, δηλοῖ καὶ Δαβίδ·" Ἐξεγέρθητι, λέγων, ἡ δόξα μου." Καὶ περὶ 2505 τῶν πιστευόντων," ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ." Τίνα δὲ τρόπον ἐνδυσώμεθα τὴν ἰσχὺν, καὶ τὴν δόξαν ὁ σοφὸς παρέστησε Παῦλος εἰπών· Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Καὶ πάλιν· Ὅσοι γὰρ Χριστὸν ἐβαπτίσασθε, Χριστὸν ἐνεδύσασθε. Τὸ δὲ πρόσωπον τῆς Ἐκκλησίας Ἡσαΐας εἰσάγει λέγων·" Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης·" ἣν νῦν ἁγίαν καλεῖ, ὡς σύμμορφον τῷ Χριστῷ, καὶ ἁγίου μετέχουσαν Πνεύματος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως πάντα ῥύπον ἀπονιψάμενοι, ὃς καὶ πᾶσαν ἔφοδον ἡμῶν διαβολικὴν ἀποκρούεται λέγων· Οὐκέτι προστεθήσεται διὰ σοῦ διελθεῖν ἀπερίτμητος καὶ ἀκάθαρτος. Καὶ ἱστορικῶς δὲ τὰ περίοικα ἔθνη συνέχεις ἐφόδους ποιούμενα, μονονουχὶ δι' αὐτῆς χαμαὶ κειμένης διήρχοντο. Ὡς ἐκ γῆς δὲ ἀνισταμένη, καὶ τῶν γηΐνων γεμούση τὸν χοῦν ἐκτινάξαι παρακελεύεται, τὸ φρόνημα δηλονότι τὸ σαρκικὸν, ὃ δεῖ προαποθεμένους, οὕτω προσιέναι Χριστῷ, Παύλου λέγοντος·" Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον," καὶ τὰ ἑξῆς. Ὃ δὴ δράσαντες ἀνιστάμεθα ὀρθῷ καὶ βεβηκότι τῷ λογισμῷ, καθά τις παραγγέλλει προφήτης·" Στῆσον σεαυτὴν, Σιών." Καὶ Δαβὶδ δέ φησιν·" Ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου." Ὧ παρέπεται καὶ τό· Ἐκδύσασθε τὸν δεσμὸν τοῦ τραχήλου. Σειραῖς γὰρ τῶν ἰδίων ἁμαρτημάτων ἕκαστος σφίγγεται. Καὶ ὑπὸ ζυγὰ δὲ τῆς ἁμαρτίας ὑποβληθέντες," Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν," τὸ ἀγαθὸν ἐλευθέρῳ κατορθοῦντες φρονήματι, ὡς παρ' ἑνὸς ἡμῖν εἰρῆσθαι τῶν προφητῶν·" Καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα." Ὡς ἁμαρτίας γὰρ καὶ διαβόλου δεσμῶτιν, καὶ δούλην αἰχμάλωτον καλεῖ τὴν Σιὼν ἐλεῶν αὐτὴν τῆς πικροτάτης ἁλώσεως. Ἣν καὶ θυγατέρα καλῶν, τὸ πῶς οὖν ἥλω, παρίστησιν· ὡς αὐτὴ δι' αὐτὴν, οὐκ ἀσθενείᾳ τοῦ σώζοντος, τῆς δὲ πατρικῆς εὐσπλαγχνίας ἀφηνιάσασα. Ὅθεν αὐτὴν δωρεὰν πεπράσθαι φησί. Καὶ ἄνω γὰρ ἔφασκεν·" Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε μηδὲν ἀντικαταλλαξάμενοι τῆς ἑαυτῶν ἀπωλείας." Ἄκοντες γὰρ, ὡς εἰπεῖν, ἀπηγόμεθα. Διὸ, καὶ ἄκοντα τὸν ἰσχυρὸν ἐσκύλευσεν ὁ Χριστός. Ἃ δέδρακεν ἐπιφέρων ἄνευ ἀργυρίου λυτρούμενος τοὺς μὴ σωματικῇ περιπεσόντας αἰχμαλωσίᾳ, ἀλλὰ ψυχικῇ, καὶ τοῦ τιμίου δεομένους αἵματος. Εἶτα δείκνυσιν ἑαυτὸν ἀεὶ τοῦ Ἰσραὴλ γεγονότα 2508 Σωτῆρα καὶ Λυτρωτήν. Καὶ ὅτε κατῆλθεν ἑκὼν εἰς τὴν Αἴγυπτον, τοῦ Ἰακὼβ ἐκεῖ διὰ λιμὸν κατοικήσαντος· καὶ ὅτε βίᾳ διὰ τὰς ἁμαρτίας ὑπ' Ἀσσυρίων ἑάλω, ἀπὸ τῆς αἰσθητῆς λυτρώσεως, τὴν ἐπὶ τῆς παρουσίας αὐτοῦ δηλῶν ἄλλῳ λόγῳ δωρεὰν πεπραγμένων. Διὸ ἐπιλέγει· Καὶ νῦν τί ὧδε ἔσται; ἢ κατὰ τοὺς λοιποὺς, καὶ νῦν τί ἐστί μοι ὧδε; οὐδὲν γὰρ, φησὶν, ὧδε παρ' αὐτοῖς εὑρίσκω, κατὰ τὸ ῥηθέν·" Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος. Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων." Εἰ δὲ τὴν ὑπὸ Ῥωμαίων αἰχμαλωσίαν δηλοῖ, λέγοιτο ἂν τὸ ὧδε, ἐν ταῖς τῶν ἐθνῶν χώραις, εἰς ἃς διεσπάρησαν· ἤγουν, ἐν τοιᾷδε καταστάσει πραγμάτων δηλονότι, ταῦτα πάσχουσι τὸν ἑαυτῶν σταυρώσαντες λυτρωτήν. Εἶτα θαυμαζόντων τῶν παρ' Ἰουδαίοις καθηγητῶν, πῶς ὁ Θεοῦ κλῆρος λεγόμενος καὶ ἅγιος Ἰσραὴλ ἔπραξεν οὕτως οἰκτρῶς, καὶ ὡς πάσης αὐτοῖς ἀνῃρημένης ἐλπίδος ὀλολυζόντων, αὐτοὺς αἰτιᾶται τῆς τῶν ὑπηκόων ἁλώσεως. Οὐ γὰρ συνεχώρουν αὐτοῖς τῷ πρὸς αὐτοὺς ἀφιγμένῳ πιστεῦσαι Σωτῆρι. Ἀλλ' οἱ ἐθνικοὶ τὴν τῆς ἁλώσεως ἀγνοοῦντες αἰτίαν, ἀσθενείας τὸν τούτων ᾐτιῶντο Θεὸν, ὡς σῶσαι, κατὰ τὸν Ῥαψάκου λόγον, αὐτοὺς οὐκ ἰσχύσαντα. Κἀκεῖνος γὰρ ὑμῖν ἐπῆλθεν, οὐ δι' ἐμὴν ἀσθένειαν. Τοιγαροῦν ἡ τούτου πέπτωκε δύναμις, ἀλλ' ὑμῶν ἡμαρτηκότων. Ὅτι δὲ ταῦτα τοῖς ἄρχουσι προσφωνεῖ, ἡ τῶν ἄλλων παρέστησεν ἔκδοσις. Ὁ μὲν γὰρ Σύμμαχος· Οἱ ἐξουσιάζοντες αὐτοῦ, φησὶν, ὀλολύζουσιν. Καὶ Ἀκύλας, ἐξουσιάζοντες. Ὁ δὲ Θεοδοτίων ἄρχοντες. Διὸ καὶ ἄνω ἔλεγεν· αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Αὐτοὶ γὰρ ἀνέσεισαν τὰ πλήθη ταῖς κατὰ τοῦ Σωτῆρος κεχρῆσθαι φωναῖς. Διὸ, κατὰ τοὺς λοιποὺς, οὐ πρόσκειται τῷ, τὸ ὄνομα μου βλασφημεῖται, τὸ ἐν τοῖς ἔθνεσι. Τοιγαροῦν ὁ Σύμμαχός φησι· Διὰ παντὸς, ὅλην τὴν ἡμέραν τὸ ὄνομά μου βλασφημεῖται. Ἀεὶ γὰρ οἱ ἄρχοντες ἐβλασφήμουν τὸν Κύριον, καὶ τοῖς ἄλλοις ὑπέβαλλον. Ἀλλ' ὑμεῖς μὲν τοιοῦτοι. Ὁ ἐξ ἐθνῶν δὲ λαὸς, ἀνθ' ὑμῶν με δοξάσει, τοῦ ἐμοῦ ὀνόματος πειρατὴν δύναμιν ἐγνωκὼς, ἣν οὐκ εἰδότες αὐτὸ βλασφημεῖτε. Καὶ ταῦτα ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ, καθ' ἣν ἀνθρώποις ὁ ταῦτα διὰ τῶν προφητῶν λέγων ἐπιδημήσω, Τοῦτο καὶ Παῦλος λέγει·" Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ." ζιεʹ. 9Ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά. Ὅτι ἀκουστὴν ποιήσει τὴν σωτηρίαν σου λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεός. Ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ 2509 ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιὼν9, κ. τ. λ. Τοῦ Θεοῦ Λόγου τὴν εἰς ἀνθρώπους ἐπιδημίαν εἰπὼν, ἀκολούθως τὰ περὶ τοῦ εὐαγγελικοῦ συνάπτει κηρύγματος. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου ἀκοὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὰ ἀκουστὴν ποιοῦντος σωτηρίαν, ἃ δὴ μεταφράσας ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλός φησιν·" Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, εὐαγγελιζομένων εἰρήνην." Ἀντὶ δὲ τοῦ σωτηρίαν, ἡ Ἑβραϊκὴ λέξις Ἰησοῦν περιέχει. Καὶ εἰ μὴ τὴν λέξιν ἑρμήνευσαν, οὐδὲν ἂν ἐκώλυσεν αὐτοὺς εἰπεῖν ἀκουτίζοντος Ἰησοῦν. Ἀνθ' οὗ εἶπεν Ἀκύλας καὶ Θεοδοτίων ἀκουτίζοντος σωτηρίαν. Ἀντὶ δὲ τοῦ, ὡς ὥρα· ὁ μὲν εἶπεν, τί ὡραιώθησαν. Ὁ δὲ Θεοδοτίων, εὐπρεπεῖς. Τὸν δρόμον δὲ τὸν πανταχοῦ γῆς τῶν τοῦ Εὐαγγελίου κηρύκων ὁ λόγος θαυμάζει, ὧν οἱ πόδες ὡραῖοι, διὰ τὸ καθαρὸν, ὡς ἂν τοῦ Σωτῆρος αὐτοὺς ἀνπονίψαντος. Τὸ ὑψηλὸν δὲ αὐτῶν τοῦ κηρύγματος τὸ ἐπὶ τῶν ὀρέων δηλοῖ. Τὴν πρὸς Θεὸν δὲ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς εἰρήνην εὐηγγελίζοντο, δηλοῦντες τὸν Χριστὸν τὸν ποιήσαντα ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Διὸ ταῖς Ἐκκλησίαις ἐπιστέλλων ὁ Παῦλος, χάρις ὑμῖν καὶ εἰρήνη γράφει. Εὐηγγελίζοντο δὲ καὶ τὰ ὄντως ἀγαθὰ, τοὺς μακαρισμοὺς καταγγέλλοντες. Ἔλεγεν δὲ τὸ κήρυγμα τῇ Σιὼν, δηλαδὴ τῷ θεοσεβεῖ πολιτεύματι, τῷ τε τῶν ἀποστόλων χορῷ, βασιλεύσει σου ὁ Θεός. Διὸ τὴν βασιλείαν τῶν οὐρανῶν πᾶσιν ἀνθρώποις κατήγγελλον. Κατὰ δὲ τὴν ἔκδοσιν τῶν Ἑβδομήκοντα, τὸ, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ἀποδοτέον τοῖς πρὸ αὐτοῦ, ἵνα ᾖ· Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων. Ὥραν δέ φησι τὸ ἔαρ, ἐν ᾧ ἄνθη τε νέα, καὶ καρπῶν γοναί. Διὸ καὶ ὁ Νυμφίος πρὸς τὴν Νύμφην φησίν·" Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς παρῆλθεν· ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν." Καὶ ἡμᾶς γὰρ ὁ δράκων καταχειμάσας, ἀκάρπους ἀπέφηνεν, ὡς μὴ εἶναι ποιοῦντα χρηστότητα. Ἀλλ' ἀνεθάλομεν ἐν Χριστῷ πνευματικῆς εὐκαρπίας γενόμενοι πλήρεις, ὡς καὶ δύνασθαι λέγειν·" Καταβήτω ὁ ἀδελφός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ." Γέγονε δὲ καὶ ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, κατὰ τὴν προαποδοθεῖσαν ἐξήγησιν. Τινὲς δὲ τὸ παρὸν ῥητὸν οὕτως ἑρμήνευσαν λέγοντες, ὡς τὴν ἐπίσκεψιν τοῦ λαοῦ τὴν ἐν τοῖς μετὰ ταῦτα γενομένην δηλοῖ, ἥτις καὶ παρουσία δικαίως ἂν λέγοιτο· οὐ τῆς οὐσίας αὐτοῦ τόπον ἐκ τόπου μετιού 2512 σης, ἀλλὰ τῆς ἐνεργείας καταδήλου γινομένης. Διὸ καθαιρομένοις μὲν ἡμῖν παρεῖναι λέγεται, ἀπεῖναι δὲ ἁμαρτανόντων. Τὴν τοίνυν ἀντίληψιν οὕτω φανερὰν ἔσεσθαί φησιν, ὡς ὑμᾶς ὁμολογῆσαι τὸν αὐτὸν εἶναι τὸν καὶ νῦν προλέγοντα καὶ αὖθις πληροῦντα. Ὡς γὰρ οὐκ ἔστι τὴν ὥραν τῆς ἡμέρας λαθεῖν, καθ' ἣν ἐκλάμψας ὁ ἥλιος καταλάμπει τὰ ὄρη, οὕτως ἔσται φανερὰ πᾶσιν ἡ παρ' ἐμοῦ εἰς ὑμᾶς ῥοπὴ, χαρᾶς τε καὶ ἀγαλλιάσεως, οὕτω πληρωθήσεσθε, καθάπερ τοῖς ἀκοήν ἐστιν εἰρηνικήν τε καὶ ἡδεῖαν δεχομένοις. Καὶ βασιλεὺς δὲ ὑμῶν διορθουμένων ἀξιώσω καλεῖσθαι. Ἔσται γὰρ ἡ Σιὼν οὕτως εὐθηνουμένη, ὡς πάντα ἐκεῖνα πληροῦσθαι, ὅσα ἐν ταῖς ἐπιδόξοις πόλεσι καὶ εἰρηνευούσαις· φυλάκων μὲν τηρούντων τὴν πόλιν μετὰ φωνῆς, ἑαυτοὺς δὲ ἀσπαζομένων μετ' εὐφροσύνης, ὡς ἐπεγείρειν ἑαυτοῖς ἐν ταῖς συντυχίαις τὴν χαρὰν, καὶ τὸν ἐπ' αὐτοῖς ἔλεον κηρύττειν. Κοινωνεῖν δὲ τῆς εὐφροσύνης αὐτοῖς λέγοιτ' ἂν εἰκότως καὶ τὰ ἔρημα τῆς Ἱερουσαλήμ. Ὡς γὰρ διὰ τοῦ," Ὁδοὶ Σιὼν πενθοῦσι," τὴν τῶν οἰκητόρων καὶ παριόντων ἐρημίαν ἐδήλου· οὕτω καὶ νῦν τὴν ἔρημον συνεορτάσειν εἰπὼν, τὴν καταλαβοῦσαν αὐτοὺς εὐφροσύνην παρίστησιν, αἴτιον τούτων τὸν ἔλεον εἰπὼν τοῦ Θεοῦ, δι' ὃν ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐλυτρώσατο τῷ βραχίονι, τοῦτ' ἔστι τῇ τῆς δυνάμεως ἐνεργείᾳ, γινωσκόντων τῶν ἐθνῶν ὡς ἐπεσκέψατο τὴν Ἱερουσαλὴμ ὁ Θεός· καὶ ταῦτα μὲν οὗτοι. Ἀντὶ δὲ τοῦ, φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, ὁ Σύμμαχος, Φωνὴ τῶν σκοπῶν σου ἐπῆρεν, ἑρμήνευσεν, καὶ ἐπήγαγεν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν. Ὀφθαλμοφανῶς γὰρ ὄψονται ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν Σιών· δηλουμένου πάλιν τοῦ θεοσεβοῦς πολιτεύματος. Ἀντὶ δὲ τοῦ ὀφθαλμοφανῶς, οἱ λοιποὶ φασὶν ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται. Σκοποὺς δὲ νῦν τοὺς μαθητὰς τοῦ Σωτῆρος καλεῖ. Καὶ πάλαι γὰρ τοὺς προφήτας οὕτως ἐκάλουν, καὶ νῦν τοῦ νέου λαοῦ γεγόνασι σκοποὶ καὶ φύλακες οἱ ἀπόστολοι φυλάσσοντες ἀπὸ τῶν λύκων τῷ ἀρχιποίμενι τὰ πρόβατα διὰ τῆς πρεπούσης διδασκαλίας. Καὶ ὀφθαλμοφανῶς αὐτόπται καὶ αὐτήκοοι τοῦ Σωτῆρος γενόμενοι ὕψωσαν τὴν ἑαυτῶν φωνὴν, ὡς ἐξακουστὸν γενέσθαι πᾶσι τοῖς ἔθνεσιν καὶ πρὸς ἕνα τοὺς δύο συναχθῆναι λαοὺς, κατὰ τό·" Εὐφρανθῆτε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ." Διὸ φησὶ καὶ Δαβίδ·" Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη." Καὶ ὥσπερ τὸ τῶν δαιμονίων πλῆθος ἀπώλετο μετ' ἤχους, ὡς ἀγνοῆσαι μηδένα· οὕτω τὸ σωτήριον κήρυγμα πᾶσιν ἐξάκουστον γέγονε βασιλέα δεξαμένοις ἀντὶ τοῦ πάλαι τυράννου τὸν Κύριον. Ὃ δὴ καὶ γέγονεν ἡμῖν ἀφορμὴ πανηγύρεως, κατὰ τό·" Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ." Πῶς δὲ βασιλεύει δηλοῖ λέγων, φωνὴ τῶν φυλασσόντων σε ὑψώθη. Πρὸς οὓς ἔλεγεν Ἡσαΐας· 2513" Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών. Ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου." Οἳ καὶ εὐφροσύνης ἐπληροῦντο, ἐλεουμένης τῆς νέας Σιὼν, ὁμοῦ τῷ κηρύγματι τὸ ἔργον ὁρῶντες καὶ τῶν ἀκουόντων τὴν πίστιν. Καὶ Παῦλος δὲ γράφει τοῖς δι' αὐτοῦ πεπιστευκόσιν·" Χαρὰ καὶ στέφανός μου." Ὅτι δὲ ἅμα τε ἐδίδασκον καὶ τοὺς πειθομένους εἶχον, δῆλον ἐξ ὧν φησιν ἐν ταῖς Πράξεσιν, ὡς προσετέθησαν ἐν μιᾷ ἡμέρᾳ τρεῖς χιλιάδες ἀνδρῶν. Καὶ ὁ δεσμοφύλαξ δὲ ἀκούσας Παύλου·" Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε·" θαυμάσας ἐβαπτίσθη σὺν παντὶ τῷ οἴκῳ. Αὐτοῦ ὀφθαλμοὶ δὲ πρὸς ὀφθαλμοὺς εἶδον, κατὰ τὸ, ὁ Θεὸς ἐμφανῶς ἥξει. Ἤγουν, οὐ τοῖς σοῖς ὀφθαλμοῖς εὐφραινομένους, ἅμα τῇ σῇ φωνῇ τοὺς ἀκούοντας. Ἀντὶ δὲ τοῦ, ῥηξάτω ἅμα εὐφροσύνην τὰ ἔρημα Ἱερουσαλήμ· ὁ Σύμμαχος, Ἱλαρύνθητε καὶ ἀγαλλιᾶσθε ὁμοῦ τὰ ἔρημα Ἱερουσαλὴμ, φησί. Τὸ δὲ ῥῆξαι φωνὴν, παρίστησι τόνῳ χρῆσθαι φωνῆς χαριστηρίους ᾠδὰς ἀναπέμποντας, δι' ὧν εὐφραίνοιτο Θεὸς, κατὰ τό·" Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου." Ἔρημα δέ φησιν ἱστορικῶς μὲν, ὅτι τῶν πλείστων μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν δαπανηθέντων, ἐρημία τὰ πλεῖστα κατεῖχε τῆς πόλεως. Πρὸς δὲ νοῦν, ὅτιπερ ἡ Ἐκκλησία κατ' ἀρχὰς ὀλιγανδροῦσα πρὸς ἄπειρον πλῆθος ἐπέδωκεν ὕστερον· πρὸς ἣν ἔλεγεν·" Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου." Τοιοῦτον καὶ τό·" Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα." Πῶς δὲ γένοιτο τοῦτο, παρίστησι λέγων, ὅτι Ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ, τὴν τοῦ Μονογενοῦς ἐπιδημίαν δηλῶν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψουσαν. Οὐκοῦν ἐπειδὰν προσφωνεῖ τῇ Σιὼν καὶ τῇ Ἱερουσαλὴμ, τὰ λελεγμένα ἐπὶ τὴν τῶν ἐθνῶν ἀναφέρεται κλῆσιν. Τὸ γὰρ θεοσεβὲς πολίτευμα, ποτὲ μὲν παρ' ἐκείνοις ἦν, ποτὲ δὲ παρὰ τοῖς ἔθνεσιν, ἃ δὴ Σιὼν καὶ Ἱερουσαλὴμ ὠνόμασται. Διὸ καὶ πάντοτε ἀνθρώποις συνέστηκεν ἡ τοιαύτη τοῦ Θεοῦ πόλις. Ἱερουσαλὴμ οὖν, ἢ Σιὼν καλεῖσθαι τὴν τοιαύτην ἐκλογὴν οὐδὲν διαφέρει· τοῖς δὲ ἀποστόλοις λοιπὸν τὸ προφητικὸν πνεῦμα προσφωνεῖ ἀποστῆναι τοῦ ἀπίστου καὶ ἀκαθάρτου λαοῦ. Σκεύη δὲ Κυρίου τὰ ἐκλεγέντα ὑπὸ Κυρίου ἅγια σώματα αὐτῶν, ἢ τὰ τῆς Καινῆς Διαθήκης Εὐαγγέλια, ἅπερ ἐπικομιζομένους ἀπαλλάττεσθαι τῆς ἀπιστίας τοῦ Ἰουδαίων κελεύει λαοῦ, καὶ τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέχεσθαι. Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Ἀλλ' οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου. Τοῖς γ' οὖν Γαλάταις ἐπὶ τὴν νομικὴν πάλιν δραμοῦσι λατρείαν ὁ Παῦλος ἐπιτιμᾷ, καὶ τέλος φησίν·" Οὕτως ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπι 2516 τελεῖσθε;" περιετέμνοντο γὰρ ἤδη πιστεύσαντες. Σκεύη δὲ ἔχουσι καθ' ἕτερον τρόπον, οἵτινες τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, τοῦ θείου Πνεύματος τὰ χαρίσματα σκευοφοροῦσι Χριστῷ, Παύλῳ πειθόμενοι λέγοντι· Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, δι' ὧν ἑαυτῶν τε προασπίζουσι, καὶ τῶν ὑπὸ χεῖρα λαῶν. Πλὴν οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε φησίν. Οὐ γὰρ ὡς ἐλαυνόμενοι προῆλθον εἰς τὴν περίοδον τῶν ἐθνῶν, ἢ καὶ τοῦτο πεπόνθασι, προαιρέσει δὲ καὶ προθυμίᾳ μαθητεῦσαι πάντα κελευσθέντες τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ. Σὺν εἰρήνῃ δὲ τὴν πορείαν ἐποιοῦντο ἔχοντες συνόντα τὸν εἰρηκότα αὐτοῖς·" Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Ὃ δὴ καὶ νῦν δηλοῖ τὸ, προπορεύσεται πρὸ ὑμῶν Κύριος. Τινὲς δέ φασιν, ὡς τῆς ἰδίας ἐπιμελεῖσθαι προστάττει ψυχῆς, καὶ πρὸ τῶν τόπων ἀποστῆναι τῶν ἠθῶν τῶν Χαλδαϊκῶν, ὃ δὴ καὶ τοῖς Λευΐταις παρεγγυᾶται τοῖς τὰ ἅγια μετακομίζουσι. Περὶ δὲ τῶν μελλόντων ὡς ἤδη γεγονότων συνήθως φησὶν ἡ Γραφή· ὡς καὶ Δαβὶδ πρὶν τὴν πόλιν ἁλῶναι καὶ τὸν νεὼν ἔφασκεν·" Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου," καὶ τὰ ἑξῆς. Τὴν δὲ ἐπάνοδον αὐτῶν ἔσεσθαι μετ' εἰρήνης δηλοῖ, ἣν μεθ' ἠρεμίας καὶ σχολῆς δορυφορούμενοι κατὰ τὸ πρόσταγμα Κύρου πεποίηνται, συμμαχοῦντος αὐτοῖς τοῦ Θεοῦ, καὶ πρὸς τὴν ἰδίαν συνάγοντος πόλιν. ιγιεʹ. 9Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται, σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοὶ, οὕτω ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου. Καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων9, κ. τ. λ. Ἀντὶ τοῦ συνήσει ὁ παῖς μου, Ἀκύλας ἐξέδωκεν· Ἐπιστημονισθήσεται δοῦλός μου. Καὶ ὁ Σύμμαχος· Δοῦλός μου. Περὶ τούτου δὲ τοῦ παιδὸς ἢ δούλου καὶ πρότερον ἔλεγεν·" Ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ." Καὶ μετ' ὀλίγα·" Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν." Οἷς πάλιν ἐπιφέρει·" Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν." Καὶ προϊὼν αὖθις·" Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην." Τὰ δὲ παρόντα τοῖς πρὸ βραχέος ἀκόλουθα, ἐν οἷς ἔλεγεν," Ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν πάρειμι," καὶ τὰ ἐφεξῆς. Ἐν οἷς περὶ τῆς ἐπιδημίας αὐτοῦ, καὶ τῆς τῶν εὐαγγελιστῶν αὐτοψίας εἰπὼν, νῦν ὅπως ἐν ἀνθρώποις φανήσεται δείκνυσιν ὁ εἰπών· Αὐτὸς ὁ λαλῶν πάρειμι. Τὸ ἀνθρώπινον εἴρηται δοῦλος ὁ κατὰ φύσιν υἱὸς, δοξάζεσθαί τε διὰ τῆς ἀναστάσεως, ὑψοῦσθαί τε διὰ τῆς ἀναλήψεως. Τὰ γὰρ εὐφημότερα προειπὼν, τὰ περὶ τοῦ πάθους αὐτοῖς ἐπενήνοχεν. Καὶ τὸ συνήσει δὲ, ἤγουν ἐπιστημονισθήσεται, τοῖς ἀν 2517 θρωπίνοις μέτροις ἁρμόττει. Ἀναλαβὼν γὰρ δούλου μορφὴν, δι' ἣν καὶ λέγεται δοῦλος, πάσης αὐτὴν σοφίας ἐπλήρωσεν. Πῶς γὰρ οὐκ ἤμελλεν αὐτοεπιστήμη καὶ λόγος ὑπάρχων, καὶ ἧς ἀνείληφε σαρκὸς δι' ἄκραν ἕνωσιν ὑπάρχων ἀχώριστος; Οὐδὲν οὖν ἐν τοῖς ὑπὲρ ὑμῶν γεγονόσιν ἀσύνετον. Κατὰ γὰρ τὸν Δαβὶδ," Πάντα ἐν σοφίᾳ ἐποίησεν." Διὸ, φασί τινες, ὑψοῦται παρ' ἡμῶν ὡς Θεὸς, καὶ δοξάζεται. Πιστεύοντες γὰρ εἰς αὐτὸν, Σωτῆρα καλοῦμεν, καὶ Λυτρωτὴν, Θεόν τε, καὶ Κύριον. Οἷς ἐπιλέγει· Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί. Ἢ, κατὰ Θεοδοτίωνα, ὃν τρόπον ἐθαύμασαν. Μέχρι γὰρ οἱ μὴ πιστεύοντες τὸ ταπεινὸν αὐτοῦ τῆς εἰς ἀνθρώπους παρόδου θαυμάζουσιν, ἀμηχανοῦντες πῶς ἄνθρωπος γεγονὼς εὐτελῆς τε καὶ ἄδοξος (ἐκάλουν γὰρ αὐτὸν Σαμαρείτην, φάγον τε, καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ ἁμαρτωλὸν), ἀνωτέρω τῶν πολεμεῖν αὐτὸν πειρωμένων καθίσταται. Οἱ δὲ πιστοὶ, καὶ τὰ ἔθνη, θαυμάζουσι προσκυνοῦντες αὐτοῦ τὴν θεότητα, τὴν οἰκονομίαν καταπληττόμενοι· ὁποῖος ἦν Ἀμβακοὺμ λέγων·" Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην." βασιλεῖς δὲ, μετὰ τὰς κατ' αὐτοῦ βλασφημίας, καὶ τὸ διῶξαι τὴν Ἐκκλησίαν αὐτοῦ, μηδὲν ὀνήσαντες ἐσιώπησαν, τῆς αὐτοῦ διδασκαλίας ἡττώμενοι. Ἐπεὶ καὶ ἄλλοι ἄλλαις θεηλάτοις ἀντὶ τούτων ἠλαύνοντο μάστιξιν, διά σε μὲν ἐσίγων. Οἱ δὲ διατάγμασι τὰς Ἐκκλησίας ἀνεγείρειν ἐκέλευον, καὶ τὰ συνήθη ποιεῖν ἐν αὐταῖς· τούτους δὲ τοὺς πιστοὺς καὶ ἀπίστους ἀντιδιαιρῶν ἐπιφέρει· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· τοῖς ἐκ περιτομῆς ἀντιδιαστέλλων τοὺς ἐθνικούς. Οἱ μὲν γὰρ νόμον καὶ προφήτας εἶχον· καὶ πρώτοις ἐκήρυξεν ἐλθὼν ἐπὶ τὰ ἀπολωλότα πρόβατα Ἰσραήλ. Οἱ δὲ τούτων ἦσαν ἀνήκοοι. Καὶ ὅμως τὴν ἐξ αὐτοῦ σωτηρίαν τεθέανται, τοῖς τῆς ψυχῆς ὄμμασιν αὐτὸν θεασάμενοι, καὶ τὴν αὐτοῦ συνέντες διδασκαλίαν, ὡς ἐκείνοις ἁρμόσαι τὴν προφητείαν τήν·" Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε." Καί· Βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Τούτοις δὲ τοῦ Σωτῆρος τὸν λόγον εἰπόντος," Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες·" περὶ ὧν τὸ συνῆκαν ὁ προφήτης φησίν. Ῥίζα γὰρ συνέσεως ἡ πίστις·" Ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν, οὐδ' οὐ μὴ συνῆτε." Ὃ δὴ καὶ θαῦμα τοῖς προφήταις παρεῖχε. ΚΕΦΑΛ. ΝΓʹ. αʹιβʹ. 9Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα. Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων9, κ. τ. λ. 2520 Διόπερ ἐπάγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἄμφω γὰρ ἐθαύμαζον, καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν, καὶ τῶν ἐθνῶν τὴν ἐπιστροφήν. Καὶ τίνι ὁ βραχίων ἀπεκαλύφθη Κυρίου; τίνι δὲ, διὰ τῶν προλαβόντων ἐδήλωσε, λέγων· καὶ ἀποκαλύψει Κύριος ὁ Θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, δηλαδὴ τὸν Μονογενῆ. Ἐκεῖνοι γὰρ, ὡς τῷ Χριστῷ, οὕτω καὶ πάλαι τοῖς προφήται αὐτὸν προκηρύττουσιν ἔλεγον· Ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ὡς καὶ τὸν Ἱερεμίαν λέγειν· Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς. Καὶ τὸν προφητικὸν δὲ χορὸν," Ἰατρεύσαμεν, λέγειν, τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτήν." Τὴν Ἱερουσαλὴμ καλέσαντα Βαβυλῶνα, ὡς τῆς ἐθνῶν ἀσεβείας μηδὲν διαφέρουσαν, μηδὲ τοῦ νόμου ποιουμένην φροντίδα. Ταῦτα τοίνυν ὁ προφήτης ἀποθαυμάσας, διηγηματικῶς λοιπὸν τοῦ προλεχθέντος παιδίου τὴν εἰς ἀνθρώπους παρίστησι πάροδον λέγων· Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ ἀναβήσεται ὡς τιθηνιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου. Εἰς πρόσωπον γὰρ αὐτοῦ (λέγω δὲ τοῦ προλεχθέντος βραχίονος) ἀναβήσεται ὡς τιθηνιζόμενον, ὅπερ ἦν τὸ ἐκ τῆς Παρθένου γεγεννημένον, περὶ οὗ ἔλεγεν·" Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται," ἣν καὶ ἄβατον γῆν, ὡς παρθένον καλεῖ. Ῥίζαν δέ φησιν ἐκείνην, περὶ ἧς ἔλεγεν·" Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Κἀκεῖ δὲ τὸ ἀναβήσεται, ἀλλ' ἐκ ῥίζης, ὡς ἐνταῦθα, ἐκ τῆς ἀβάτου. Ὁ δὲ Σύμμαχος· Ἀνέβη ὡς κλάδος ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς διψώσης, φησὶ, διψῶσαν τὴν ἄβατον γῆν εἰρηκώς· ὁ δὲ Θεοδοτίων, ἀναβήσεται ὡς θηλάζον, ἐξέδωκε. Τοῦτο γὰρ ἦν περὶ οὗ καὶ πρόσθεν ἐλέγετο·" Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν, ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ." Καὶ πάλιν·" Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν, ἢ κακὸν λήψεται δύναμιν Δαμασκοῦ." Καὶ πάλιν·" Ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ ἐδόθη." Τὴν δὲ γένεσιν τοῦ Σωτῆρος εἰπὼν, τὴν ἐπὶ γῆς αὐτοῦ διηγεῖται διατριβήν. Οὐ γὰρ ἦν αὐτῷ, φησὶν, ἔνδοξον εἶδος. Διὸ Σύμμαχός φησιν· Οὐκ εἶδος αὐτῷ, οὐδὲ ἀξιῶν, ἵνα εἴδωμεν αὐτό. Οὐδὲ θεωρία, ἵνα ἐπιθυμήσωμεν αὐτόν. Ἐξουδενωμένος, καὶ ἐλάχιστος ἀνδρῶν. Ἀνὴρ ἐπίπονος, καὶ γνωστὸς νόσῳ, καὶ εἰδὼς φέρειν μαλακίαν, οὐ μὴν μεμαλακισμένος. Ταῦτα δὲ ὑπέμεινεν ἀποκρύψας τὸ τῆς θεότητος αὐτοῦ πρόσωπον. Τοῦτο γὰρ τὸ, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ. Κατὰ γὰρ τὸν Ἀκύλαν ὡς ἀποκεκρυμμένον πρόσωπον αὐτοῦ. Κατὰ δὲ Θεοδοτίωνα, τὸ οὐκ ἐλογίσθη. Οὐκ ἐλογισάμεθα αὐτόν. Κατὰ δὲ τοὺς λοιποὺς, Ἐξουδενωμένος. Διὸ οὐκ ἐλογισάμεθα αὐτόν. Διὰ φιλανθρωπίαν δὲ καὶ τὸ 2521 ἴδιον ὁ προφήτης ὑπέβαλλε πρόσωπον τοῖς τὸν Χριστὸν ἀθετήσασιν. Ἐχρῆν δὲ σκοπεῖν ἡμᾶς, φησὶν, ὡς οὗτος ἦν ἄρα τῶν ἡμετέρων ψυχῶν ὁ Σωτὴρ, τὰς ἁμαρτίας ἡμῶν φέρων, καὶ περὶ ἡμῶν ὀδυνώμενος. Σύμμαχος δέ φησιν· Ὄντως τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνέλαβε, καὶ τοὺς πόνους ὑπέμεινεν. Ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν ἐν ἁφῇ ὄντα, πεπληγότα ὑπὸ Θεοῦ, καὶ τεταπεινωμένον. Ὧ συμφώνως ἐξέδωκαν οἱ λοιποί. Ἡμεῖς μὲν οὖν, οἷα νήπιοι, ταῦτα περὶ αὐτοῦ πεφρονήκαμεν. Ἔπασχε δὲ δι' ἡμᾶς, ἀπαλλάττων τιμωρίας τῆς ἐκ τῶν ἁμαρτημάτων ὀφειλομένης τὴν ἀνθρωπότητα. Ὁ δὲ Ἀκύλας· Αὐτὸς, φησὶ, βεβηλωμένος ἐπὶ ἀθεσιῶν ἡμῶν. Ἦν γὰρ ἀληθῶς βεβηλωμένος, ὅτι γέγονεν ὑπὲρ ἡμῶν κατάρα, κατὰ τὸν Ἀπόστολον, ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Οὐκ ἅρα κάλλος εἶχε τὸ θεοπρεπὲς, ἀλλ' ἄτιμον. Πρὸς γὰρ τὴν θείαν λαμπρότητα πᾶν ἀνθρώπινον ἄτιμον. Εἴρηται γοῦν·" Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων." Καὶ ἄλλως δὲ γεγονὼς ἐκ πτωχῆς μητρὸς, διὰ πάντων ὥδευσε τῶν ταπεινῶν, ἵν' ὑψώσῃ τὸ ταπεινὸν, καὶ Κύριος δὲ καὶ βασιλεὺς ὑπάρχων τῶν ὅλων, ποίας ἂν ἐδεήθη τῆς ἐν ἀνθρώποις λαμπρότητος; κατηφὲς δὲ ἴσως τὸ τοῦ Σωτῆρος τεθέανται πρόσωπον καὶ τεταραγμένον πρὸ τοῦ σταυροῦ, ὡς λέγειν·" Νῦν ἡ ψυχή μου τετάρακται καὶ περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου." Ἀπαθὴς γὰρ ὢν, ὡς Θεὸς, τῇ καθ' ἡμᾶς ἐνέδωκε φύσει μὴ ἀναλγήτως ἔχειν ἐμβάλλοντος πειρασμοῦ, τῆς φαντασίας ἀναιρῶν τὴν ὑπόνοιαν. Ἀπέστρεπται δὲ, φασὶ, τὸ πρόσωπον, ἀντὶ τοῦ κατῃσχύνθη. Ἠτιμάσθη δὲ, καὶ οὐκ ἐλογίσθη· ὅτε πέμψαντος Πιλάτου πρὸς τὸν Ἡρώδην, αὐτὸν ἐξουδενῶν ὡς αὐτὸν ἀπέπεμψε. Πάλιν καὶ ὅτε τὰ ὑβριστικώτατα κρινόμενος ἔπασχε· καὶ παρ' αὐτὸν τὸν σταυρόν. Διὸ κἀν τοῖς προλεχθεῖσιν ἔφασκε·" Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας," καὶ τὰ ἑξῆς. Πέπονθεν οὖν οὐκ εἰς ἴδιον χρέος (ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν) ἀλλ' εἰς ἡμέτερον, εἷς ὁ πάντων ἀνταξιώτερος, Παύλου λέγοντος· Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι." Ἰστέον δὲ ὡς τινὲς τὸ, Ἀνηγγείλαμεν ὡς παιδίον, διὰ τοῦ γράψαντες οὕτω φασίν· ἀντέπεσε γὰρ ὡς εἰκὸς, τῷ προφήτῃ, ὅτι σὺ ἐκ τοῦ Πνεύματος ἐδιδάχθης τὴν αὐτοῦ παρουσίαν, ἐχρῆν δὲ καὶ τοὺς ἄλλους διδάσκειν. Ὁ δέ φησιν, ὡς οὐκ ἐπαυσάμεθα πάντες οἱ προφῆται ὑμῖν ἀναγγέλλοντες ὡς πεδίον, τοῦτ' ἔστιν ὡς ἀγρὸς εὐανθὴς καὶ καρποφόρος, ἢ καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ, ἀρδεύοντος ἡμᾶς τοῦ Μονογενοῦς," Ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι," πάλαι μετὰ τῶν ἄλλων ἀνθρώπων ξηρὰν καὶ ἄκαρπον ὑπάρχοντας γῆν. Ἀλλ' ἀνεθάλομεν διὰ 2524 τῆς χορηγίας τοῦ Πνεύματος ὡς ῥίζα, τοῦτ' ἔστιν ὡς βοτάνη καλή τε καὶ εὐανθής· πρὸς οὓς ἐλέγετο καὶ παρ' ἑνὸς τῶν προφητῶν·" Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, δι' ὅτι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος, ὡς μηκέτι φέρειν ἀκάνθας." Προείρηται γάρ·" Ὡς ἀντὶ στοίβης ἀναβήσεται κυπάρισσος. Ἀντὶ δὲ κονύζης ἀναβήσεται μυρσίνη." Καὶ πάλιν·" Ποιήσω τὴν ἔρημον εἰς ἕλη," καὶ τὰ ἑξῆς. Προείπομεν οὖν, ὅτι πιστεύσαντες εἰς αὐτὸν, ἐσόμεθα ἐναντίον αὐτοῦ, τοῦτ' ἔστιν ἐφορώμενοι παρ' αὐτοῦ ὡς βοτάνη ἐν τῇ γῇ διψώσῃ ποτέ. Τί οὖν, φασιν, ὅτι ἀνηγγείλαμεν τὴν παρουσίαν αὐτοῦ; ἀλλὰ θεοπρεπῶς ὀφθεῖσα προσῖτος ἤμελλε γίνεσθαι, ὡς ἐπὶ τοῦ Σινᾶ τυχὸν εἰπόντων ἡμῶν Μωσεῖ·" Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν." Πρὸς οὓς ἀποκρίνεται. Ὡς ἄτιμον ἔχων εἶδος ὀφθήσεται. Καὶ ταῦτα μὲν οὗτοι τὸν τρόπον τοῦτον ἑρμήνευσαν. Τοῖς δὲ προῤῥηθεῖσιν ἐπάγεται, παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν. Ἃ γὰρ, ἡμᾶς ἔδει παιδευομένους παθεῖν, ταῦτα ἐπ' αὐτὸν ἦλθεν ὑπὲρ τῆς πρὸς τὸν Θεὸν εἰρήνης, Παύλου λέγοντος·" Εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν οὐρανοῖς." Καὶ πάλιν·" Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν." Ὑπὲρ γὰρ ἡμῶν τὸ πάθος, αὐτοῦ μὲν τῇ πείρᾳ ὑπελθόντος τὰς ὕβρεις, πίστει δὲ ἡμῶν οἰκειουμένων τὰ πάθη, συμπασχόντων τε καὶ συναποθνησκόντων, χάριτι δὲ σωζομένων. Τὰς γὰρ ἡμῖν ὀφειλομένας ἐξέτισε μάστιγας, ἀφ' ὧν ἔσχε τοὺς μώλωπας, δι' ὧν ἰάθημέν τινες οἱ πάλαι πλανηθέντες ὡς πρόβατα, ἄλλου πρὸς ἄλλο εἶδος ἁμαρτίας τραπέντος, καὶ πρὸς διάφορον δόξαν περὶ αὐτοῦ. Ἀλλ' ὁ Πατὴρ αὐτὸν ὑπὲρ ἡμῶν ἀντίψυχον ὥσπερ παρέδωκεν. Οὕτω γὰρ καὶ ἄμνος τοῦ Θεοῦ γέγονεν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Διὸ Σύμμαχός φησι· Κύριος δὲ καταντῆσαι ἐποίησεν εἰς αὐτὸν τὴν ἀνομίαν πάντων ἡμῶν. Καὶ τοῦτο εἰδὼς ὁ Χριστὸς αὐτὸς ἔφη·" Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Παραδεδόσθαι δὲ αὐτὸν ἀκούων, μὴ ἀνάγκην ὑπόπτευε, τὸ δὲ ἑκούσιον νόει. Καὶ γὰρ ὁ Ἀπόστολος τῷ ὀνόματι αὐτῷ κέχρηται, αὐθεντίαν καὶ βούλησιν Πατέρος μηνύων. Ἑκὼν δὲ τὸ πάθος ὑπομείνας, σιωπῇ φέρει νόμον ἡμῖν ὑπομονῆς ἑαυτὸν παρεχόμενος. Οὐ δυσανασχετῶν γὰρ, ἀλλὰ χαίρων ἐντολὴν ἐπλήρου τὴν πατρικήν. Καὶ ἄλλως, Οὐκ ἀνοίγει τὸ στόμα ὡς ἐν καιρῷ κακώσεως·" [κατὰ τὸ] Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι ὁ καιρὸς πονηρός ἐστιν." [Καὶ] 2525" Ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου." Ἀληθοῦς πάθους ἄρα ἦν ἐν Χριστῷ κατὰ τὸ ἀνθρώπινον. Ἀντὶ δὲ τοῦ, Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα, ὁ Σύμμαχός φησι· Προσηνέχθη, καὶ αὐτὸς ὑπήκουσε. Τίνι δὲ προσηνέχθη, ἀλλ' ἢ τῷ Πιλάτῳ; ἐσίγα δὲ ψευδομαρτυρούμενος. Ἠπίστατο γὰρ ἀνήσουσαν μὲν οὐδὲν τὴν ἀπολογίαν (παρ' ἐχθροῖς γὰρ ἐκρίνετο) πρὸς θυμὸν δὲ αὐτοὺς ὑφάπτουσαν ἀγριώτερον, Υἱὸν ἑαυτὸν εἶναι λέγοντος τοῦ Θεοῦ, Σωτῆρά τε πάντων καὶ λυτρωτήν. Πλὴν οὐκ ἀπροφάσιστον αὐτοῖς τὴν ἁμαρτίαν ἐποίησεν, ὁρκίζοντι μὲν εἰπὼν τῷ Καϊάφᾳ τό·" Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως·" καὶ τό·" Σὺ εἶπας," εἰπὼν Πιλάτῳ πυνθανομένῳ εἰ βασιλεύς ἐστι τοῦ Ἰσραήλ. Διὸ συμμανεὶς αὐτοῖς μαστιγῶσαι παρέδωκεν. Ὅθεν ἐπήνεγκεν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Σιγᾷ γὰρ, κἂν, ὡς εἰκὸς, λύπη παραψαύουσα τῶν δερμάτων ἡ μάχαιρα. Οὕτω καὶ Χριστὸς λοιδορούμενος οὐκ ἀντελοιδόρει. Πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ἀληθὲς οὖν ἄρα τό· Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἦρται. Ὡς κατ' εὐτελοῦς γὰρ προχείρως τὴν ψῆφον ἐξήνεγκαν. Τὴν οὖν παράνομον καὶ ἄδικον κρίσιν ἐπ' αὐτοῦ γενομένην δηλοῖ. Εἰ δὲ καὶ ταπεινῶς, φησὶν, ἐκρίνετο, Θεὸς κατὰ φύσιν ἐτύγχανεν. Ὅθεν ἐπάγει· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἐφ' ἑκατέρας δὲ γεννήσεως τὸ ἄπορον ὁμοίως ἀκολουθεῖ. Πῶς μὲν Θεὸς, πῶς δὲ Παρθένος γεννᾷ. Τοσοῦτον γὰρ μόνον ἐγνώκαμεν. Πὴ μὲν, ὅτι Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτός· πὴ δὲ, ὅτι" Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε, καὶ δύναμις" Ὑψίστου ἐπισκιάσει σοι. Ἐφ' ἑκατέρου δὲ τὸ, ἡ γέννησις; ἀδιήγητον· ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τοῦτ' ἔστιν ὑψηλότερα τῶν ἐπὶ γῆς ἡ πολιτεία, καὶ ὁ κατὰ σάρκα βίος αὐτοῦ. Μόνος γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν. Καὶ ἄλλως δὲ, ὑπὲρ πᾶν γενητὸν ἡ ὕπαρξίς ἐστι τοῦ Μονογενοῦς. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ἀπετμήθηγὰρ ἐκ γῆς ζώντων, καὶ διὰ τὴν ἀδικίαν τοῦ λαοῦ μου πληγὴ αὐτοῖς. Ὁ δὲ Θεοδοτίων· Ὅτι ἀπετμήθη ἀπὸ γῆς ζώντων, ἀπὸ ἀθεσίας τοῦ λαοῦ μου ἥψατο αὐτῶν. Μᾶλλον γὰρ αὐτῶν καθήψατο, καὶ πληγὴ αὐτοῖς μεγίστη γέγονεν ὁ αὐτοῦ θάνατος. Τινὲς δὲ τὸ, αἴρεται ἀπὸ τῆς γῆς, φασὶ τὴν μετὰ τὴν ἀνάστασιν αὐτοῦ δόξαν δηλοῦν· θεϊκὴν γὰρ ἀξίαν ἡ τῶν οἰκονομηθέντων ὑπέδειξε πεῖρα, αὐτοῦ μὲν θανάτου ὑποβαλλομένου, πάντων δὲ εἰς ἀφθαρσίαν αὐτοῦ χάριτι ζωοποιουμένων, καὶ πίστει λυτρουμένων. Ἀλλὰ πῶς ὁ μὴ εἰδὼς ἁμαρτίαν ὑπὸ ψήφῳ κατέστη θανατικῇ; φησὶν ὁ Πατήρ· Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον, ἢ ὅτι ὑπὲρ τῶν ἀνομιῶν αὐτοῦ, ἢ ὅτι παρα 2528 νομοῦντες αὐτὸν ἀπέκτειναν. Ἀντὶ δὲ τοῦ, δώσω τοὺς πονηροὺς, ὁ Σύμμαχος, καὶ δώσει τοὺς ἀσεβεῖς, φησί. Τίς δὲ δώσει, ἢ ὁ τῶν ὅλων κριτής; λέγει δὲ τοὺς τὰ εἰρημένα ποιήσαντας. Ῥωμαίοις γὰρ παρεδόθησαν. Καὶ τοὺς πάλαι δὲ πλουσίους, ἐν οἷς ἐπλεονέκτουν προτερήμασι, παραδώσειν φησὶν ἀντὶ τοῦ θανάτου αὐτοῦ. Λέγει δὲ τοὺς ἐν γνώσει νομικῇ, καὶ ἱερατικῇ, καὶ βασιλικῇ τετιμημένους ἀξίᾳ· οὗτοι γὰρ πρὸς τῷ ἀποκτεῖναι, καὶ ἀργύρια δεδώκασιν ἱκανὰ, κρύψαι βουλόμενοι τὴν ἀνάστασιν. Καὶ κατὰ τοῦτο οὖν πλουσίους αὐτοὺς καλεῖ· ἢ καὶ ὡς φιλαργύρους. Ἀπέκτειναν γὰρ Ἰησοῦν, ἵν' ἔχοιεν πλουτεῖν ἐκ τοῦ μὴ κρίνειν ὀρθῶς. Περὶ ὧν ἔλεγεν ὁ προφήτης·" Κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα." Ἐνενόουν δὲ καὶ ὅτι παυσαμένης τῆς ἐν νόμῳ λατρείας, οὐχ ἕξουσι τὰς κατὰ νόμον προσαγομένας αὐτοῖς ἀπαρχὰς, οὓς καὶ ἐταλάνιζεν λέγων, ὅτι" Ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν." Τὸ δὲ δίκαιον τῆς αὐτῶν δηλοῖ κατακρίσεως τὸ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, ἐπαγόμενον. Ἀδίκως γὰρ ἀποκτείναντες, δικαίως αὐτοὶ κατακέκρινται. Ἀξιόπιστος δὲ μάρτυς ὁ Πατὴρ, ἀναμάρτητον εἰπὼν τὸν Υἱόν. Κατεψεύσαντο ἄρα ποτὲ μὲν λέγοντες, ὅτι" Οὗτος ἀνασείει τὸν λαὸν, καὶ κωλύει Καίσαρι διδόναι φόρους," ποτὲ δέ·" Εἰμὴ ἦν οὗτος κακοποιών, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν." Ὁ γὰρ Πατὴρ οὕτω τὸ ἀναμάρτητον ἔργῳ τε καὶ λόγῳ μεμαρτύρηκεν. Τοῦτο δὲ κατὰ τὸ ἀνθρώπινον. Ἡ γὰρ θεία φύσις ἐστὶν ἀναλλοίωτος. Ἀνθρώπων δὲ οὐδεὶς πλὴν αὐτοῦ καθαρὸς ἀπὸ ῥύπου. Οὐκοῦν ὑπὲρ ἁπάντων αὐτὸς ἀπέθανεν, ἵνα περιέλῃ τὴν ἁμαρτίαν τοῦ κόσμου. Διὸ καὶ ἔκρινεν ὁ Πατὴρ αὐτοῦ καθαρίσαι αὐτὸν τῆς πληγῆς· τοῦτ' ἔστι τοῦ ἐπενεχθέντος αὐτῷ πάθους. Ἀνέστη γὰρ πατήσας τὸν θάνατον. Τινὲς δέ φασιν, ὅτι δι' ὧν ὁ Πατὴρ ἀπῄτησε δίκας ὑπὲρ αὐτοῦ, τὸ μὴ δικαίως αὐτὸν πεπονθέναι παρέστησεν, καὶ καθαρὸν αὐτὸν τῆς ἐπὶ δικαίᾳ κατακρίσει πεποίηκεν ὑποψίας. Τινὲς δὲ οὕτως εἰρήκασιν. Ὥσπερ τὰ ἡμῖν χρεωστούμενα πάθη αὐτὸς ἀναδεξάμενος οἰκειώσατο· οὔτω καὶ τὴν ἐκ πίστεως γενομένην ἡμῖν κάθαρσιν αὐτὸν δεδέχθαι φησίν. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Καίπερ δὲ τοιαῦτα πλημμελησάντων ὑμῶν, ἐάν τις ἐθελήσῃ θυσίαν ἀνενεγκεῖν ὑπὲρ τῆς αὐτοῦ ἀμαρτίας, τοῦτ' ἔστι μετανοεῖν ἐφ' οἷς ἐπλημμέλησεν, ἐκφεύξεται τὸ, Δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ ὄψεται τὸ μακρόβιον σπέρμα, περὶ οὗ ἔλεγεν ἐν παραβολαῖς·" Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι." Καὶ πάλιν·" Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ." Ἤγουν τὴν αἰώνιον ζωὴν οὕτως ἐκάλεσε. 2529 Πρὸς δὲ τὰ ἔθνη τινὲς εἰρῆσθαι τοῦτό φασιν, ὡς Τοσαῦτα παθόντος ὑπὲρ ὑμῶν, ἐὰν καὶ ὑμεῖς πιστεύσητε, τὰς ἁμαρτίας ὑμῶν ἐξομολογούμενοι, κοινωνοὶ τῶν αἰωνίων ἀγαθῶν καταστήσεσθε. Δίδωσι δὲ περὶ ἀμαρτίας πᾶς, περὶ οὗ φησιν·" Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μου·" ποῖον ἦν ὁ λέγων," Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ. Ζῇ δὲ ἐν ἐμοὶ Χριστός;" Οὐ τοιοῦτος δὲ ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ αὐτόν. Φησὶ γὰρ, ὡς" Οὐκ ἔστιν μου ἄξιος." Τὸ οὖν ἀγαπῆσαι Χριστὸν ἐξ ὅλης καρδίας καὶ ψυχῆς, τὸ δοῦναί ἐστι περὶ ἁμαρτίας. Τινὲς δὲ τὸ ῥητὸν οὕτως ἐκθέμενοι· Ἐὰν θῇ περὶ πλημμελείας, ψυχὴ αὐτοῦ ὄψεται σπέρμα μηκύνον, Ἡμέρα, ἐπήνεγκαν, ἡ μετὰ τὸ πάθος, παιδοποιία πνευματικὴ τῆς εἰς αἰῶνα ἐνούσης ἀδιηγήτου γενεᾶς, κατ' ἐπαγγελίαν τὴν πρὸς Ἀβραὰμ θεϊκῇ δυνάμει πληρουμένην μετὰ τὴν λύσιν τῆς φθοροποιοῦ ἁμαρτίας, καὶ τὴν ἄνοδον τοῦ λυτρωτοῦ. Ἀντὶ δὲ τοῦ, Καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, ὁ Σύμμαχος· Καὶ θέλημα Κυρίου, φησὶν, ἐν χειρὶ αὐτοῦ εὐοδωθήσεται· ὅπερ ἐπὶ μόνου τοῦ Σωτῆρος ἁρμόττει. Διαπαντὸς γὰρ τὸ θέλημα τοῦ Πατέρος ἐν τῇ χειρὶ αὐτοῦ κατευοδοῦτο. Ἔδωκε δὲ αὐτῷ καὶ φῶς εἰς τὸ φωτίζεσθαι τοὺς δι' αὐτοῦ δικαιουμένους, καὶ σύνεσιν. Ἐπανεπαύσατο γὰρ ἐπ' αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως εἰς τὸ συνετοὺς ἀπεργάζεσθαι, καὶ δικαιοῦν τοὺς ἀξίους τοῦ δικαιοῦσθαι. Τινὲς δὲ οὕτω φασί· Βούλεται Κύριος τὴν ἐπὶ τῷ σταυρῷ λύπην μεταστῆσαι εἰς χαρὰν, διὰ τοῦ δεῖξαι αὐτῷ μεταποιηθέντας εἰς φῶς τούς ποτε σκότος καὶ πεπλανημένους, περὶ ὧν ὁ Παῦλός φησιν·" Οἱ ποτὲ σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ." Καὶ πλαττομένους τῇ συνέσει· τοῦτ' ἔστι μεταμορφουμένους ἀπὸ δόξης εἰς δόξαν. Πρὸς δὲ τὸν μὴ τοιοῦτον Ἱερεμίας φησίν·" Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή." Ὁ δὲ ἐπιστεύων εἰς τὸν Χριστὸν, εἰς τὸ θεῖον αὐτοῦ μεταπλάττεται κάλλος, ὁποῖόν ἐστι τό·" Τεκνία, οὓς πάλιν ὠδίνω, μέχρι μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, τούτους καὶ ἐκάλεσεν." Κτίσαι δὲ λέγεται Θεὸς καὶ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, δηλαδὴ μεταπλάσας αὐτούς. Ἐπειδὴ γὰρ κέρδος ἴδιον ὁ Μονογενὴς τὴν ἡμετέραν τίθεται σωτηρίαν, ὑπὲρ ὧν ἔπαθε σῶμα λαβὼν, ἀναγκαίως ὁ Πατὴρ τὴν ἡμετέραν ἴασιν, ἀφαίρεσιν πόνου φησὶ τοῦ Χριστοῦ, καὶ φῶς αὐτοῦ τὸν ἡμέτερον φωτισμὸν, ἀμειβομένων ἐπὶ τὸ κρεῖττον ἡμῶν καὶ μεταπλαττομένων τῇ τοῦ Θεοῦ συνέσει. Τούτοις ἐπάγει· Δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς. Οὐ γὰρ ἦλθε Χριστὸς διακονηθῆναι, καθά φησιν αὐτὸς, διακονῆσαι δὲ μᾶλλον τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. Πάντα δὲ πράτ 2532 τοντος αὐτοῦ καθ' ὑπακοὴν πατρικὴν, ἀκόλουθον ἦν καὶ τὸ λεντίῳ ζωσάμενον, ὕδωρ εἰς τὸν νιπτῆρα βαλεῖν, καὶ τὴν πρὸς ἅπαντας δουλείαν ἀναδέξασθαι. Τοιγαροῦν καὶ Παῦλος διάκονον τὴν οἰκονομίαν καλεῖ λέγων·" Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως, δόξα, πολλῷ μᾶλλον διαφέρει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ." Δικαιοῦται δὲ πάλιν, ἡμῶν ἢ δικαιουμένων, ἢ τῶν ἀνελόντων αὐτὸν ἠνδραποδισμένων εἰς ἔνδειξιν τῆς ἀδίκου κατ' αὐτοῦ κατακρίσεως. Τίνες δὲ οἱ δικαιούμενοι δι' αὐτοῦ ἐπενήνοχε λέγων· Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει· ἢ κατὰ Σύμμαχον, Καὶ τὰς ἀσεβείας αὐτῶν αὐτὸς ὑπενέγκει. Εἰς ἑαυτὸν γὰρ ἀναλαβὼν ἀπέδυσεν ἡμᾶς τὸν τῆς ἁμαρτίας χιτῶνα· διὸ καὶ, Δεδούλευκε πολλοῖς, τοῦτ' ἔστι τοῖς ἔθνεσιν. Ἓν γὰρ ἦν ἔθνος Ἰσραήλ· οἱ δὲ ἐξ ἐθνῶν μυριοπλάσιοι, οὓς καὶ κληρονομεῖ κλῆρον ποιησάμενος ἴδιον, καὶ λέγων·" Κύριος εἶπεν πρός με· Υἱός μου εἶ σύ. Ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Τῶν δὲ ἰσχυρῶν ἐμέρισε σκύλα· δηλαδὴ τῶν ἀντικειμένων δυνάμεων ἐξαρπάσας, καὶ ἴδια σκύλα τοὺς ὑπ' ἐκείνων ἠνδραποδισμένους πεποιηκώς· ἅπερ σκύλα τοῖς ἑαυτοῦ διένειμε μαθηταῖς διαφόρους ἐξ αὐτῶν συστησάμενος Ἐκκλησίας. Διὸ προὔ λεγεν·" Εὐφρανθήσεται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα." Δυνατὸς δὲ ταῦτα ποιεῖν, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον, μισθὸν ὥσπερ λαβὼν παρὰ τοῦ Πατέρος, τὸ σώζειν καὶ κληρονομεῖν τοὺς ἀπολλυμένους. Διὰ γὰρ τὸ παθεῖν, ἀνίστησι μὲν σὺν ἑαυτῷ τοὺς οἰκείους, κατακρατεῖ δὲ τῶν ἀλλοτρίων, τοὺς μὲν συμπάσχοντας συνανιστὰς, τοὺς δὲ ἐπαναστάντας ταπεινῶν. Τινὲς δὲ ἰσχυροὺς τοὺς ἀποστόλους εἰρήκασι, καὶ τοὺς καθάπαξ ἐν Χριστῷ δυνατοὺς, οἷς ἅτε νενικηκόσι τὸν Σατανᾶν διαδίδωσι σκύλα, τῶν πνευματικῶν χαρισμάτων τὰς χορηγίας. Ὧ μὲν γὰρ δίδοται [διὰ] τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ λόγος γνώσεως, καὶ τὰ τούτοις ἀδελφά. Πῶς δὲ μετὰ ἀνόμων ἐλογίσθη, ἀλλ' ἢ συσταυρουμένων αὐτῷ τῶν λῃστῶν, ὃ δὴ καὶ Μάρκος ἐπισημαίνεται; ΚΕΦΑΛ. ΝΔʹ. αʹιζʹ. 9Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἷπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τὰς δέρεις τῶν αὐλαιῶν σου πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά 2533 σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον ἔτι εἰς τὰ δεξιὰ, καὶ τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖσ9, κ. τ. λ. Εἰπὼν τοῦ Σωτῆρος τὴν γένεσιν, καὶ τὸν βίον, καὶ τοῦ θανάτου τὴν αἰτίαν, ὅτι τε κληρονομήσει πολλοὺς, πρὸς αὐτοὺς τούτους ἀκολούθως τὸν λόγον μετήνεγκε, καὶ τὴν ἐξ αὐτῶν Ἐκκλησίαν πάλαι οὖσαν ἄγονόν τε καὶ ἔρημον, ὁποῖαι ἦσαν τῶν ἐθνικῶν αἱ ψυχαί. Οὐ γὰρ εἶχεν αὐτῶν τινα δι' ἀρετῆς καὶ θεοσεβείας καταταττόμενον εἰς τέκνα Θεοῦ. Ἦσαν γὰρ ἄθεοι, καὶ ἐλπίδα μὴ ἔχοντες, κατὰ τὴν Παύλου φωνήν. Νῦν δὲ ὡς δεξαμένῃ σπόρον, καὶ μελλούσῃ τεκεῖν, βοᾷν ἐγκελεύεται, καθὰ ταῖς κυούσαις αἱ μαῖαι πρὸς τὸ ῥᾳδίως τεκεῖν εὐρυνομένων τῶν πόρων. Ἀντὶ δὲ τοῦ ῥῆξον καὶ βόησον, Σύμμαχος μὲν κελάδει αἴνεσιν εἴρηκεν. Ὁ δὲ Ἀκύλας, ἱλάρυνον ἐν ἀγαλλιάσει καὶ χρεμέτισον. Ὁ δὲ Θεοδοτίων, Ῥῆξον εὐφροσύνην καὶ τέρπου. Ἀντὶ δὲ τοῦ ἐρήμου ἠφανισμένης ἔφησε Σύμμαχος· Ἦν γὰρ ἠφανισμένη καὶ ἔρημος, μήπω τὸν ἐπουράνιον κεκτημένη Νυμφίον. Τὴν δὲ τῆς εὐφροσύνης αἰτίαν, τὴν πολυγονίαν λέγει τὴν μέλλουσαν, δι' ἧς ἤμελλε νικᾷν τὴν Ἰουδαίων Συναγωγὴν, ἐκ πάντων οὖσα τῶν ἐθνῶν, τὴν ἐξ ἑνὸς ἔθνους συνισταμένην. Ἣν διὰ Μωσέως πρὸς οἰκειότητα πνευματικὴν ὁ Θεὸς προσηγάγετο, καὶ πολλῶν ἀπέφηνε τέκνων μητέρα. Ἀλλ' ἠτεκνώθη διὰ Χριστὸν, καίτοι, κατὰ τὸν Ἱερεμίαν, ἐν τέκνοις οὖσα πολλή. Καὶ βιβλίον ἀποστασίου δέδωκε τῷ Θεῷ θαυμάζοντι·" Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών;" Αὐτὸς γὰρ οὐ δέδωκεν εἰπών·" Ποῖον τοῦτο βιβλίον ἀποστασίου τῆς μητέρος ἡμῶν; Ὧ ἐξαπέστειλα αὐτήν; Ἀλλ' ἑαυτῇ, φησὶ, γέγονεν αἰτία· Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων." Καὶ ἀλλαχοῦ δέ φησιν·" Οὐχ ὡς οἰκεῖόν με ἐκάλεσας, οὐδ' ὡς Πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου." Καὶ πάλιν·" Θυγάτηρ τῆς μητέρος σου εἶ συγκαταλιποῦσα τὸν ἄνδρα αὐτῆς." Ἔρημον δὲ τὴν χήραν κατ' ἔθος καλεῖ Γραφικόν. Τὸν γὰρ τῶν ἀγαθῶν σπορέα Λόγον οὐκ εἶχεν· ὃν δεξαμένη Νυμφίον τὴν ἑτέραν τῷ τίκτειν παρέδραμεν, ὡς πλείστου δεῖσθαι πλάτους πρὸς τὴν τῶν τέκνων ὑποδοχὴν, εἰς εἰκόνα τούτου παρειλημμένης τῆς παρὰ Μωσεῖ σκηνῆς Ταῖς γὰρ αὐταῖς ἐχρήσατο λέξεσιν, ὁμοῦ καὶ τὸ τῆς Ἐκκλησίας ἀσάλευτον διὰ τῶν πασσάλων δηλῶν. Τύπον γὰρ ταύτης ἐκείνη κατέγραφεν, εἰ καὶ μέτροις ἄγαν ἐλάττοσι. Διὸ καὶ καθ' ἕκαστον κλίμα περικειμένας εἶχεν αὐλὰς μακρὰς ὁμοῦ καὶ πλατείας. Ἀλλὰ τί ταῦτα, καὶ τοῦ νεὼ τὰ μέτρα πρὸς τὰ πλήθη καὶ μεγέθη, καὶ κάλλη τῶν πανταχοῦ καθιδρυμένων Ἐκκλησιῶν μιᾶς τῆς ἐκ πασῶν ὑπαρχούσης καθολικῆς; Πρὸς ἣν ἐπιφέρει, Καὶ τὸ σπέρμα σου κληρονομήσει ἔθνη. Τοῦτο δὲ τὸν εὐαγγελικὸν λόγον δηλοῖ, περὶ οὗ φησιν·" Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι." Καὶ οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ, ἐξ οὗ πλείστων ἁγίων γέγονε μήτηρ; Ἐξ ὧν 2536 ἐθνῶν ἄρχοντας καθηγεῖσθαι συνέβαινεν τὸν τῶν προσιόντων μυσταγωγοῦντας λαὸν, οἷς καὶ εἰς αἰῶνα τὸν μέλλοντα καθηγεῖσθαι Χριστὸς ἐπηγγέλλετο, τῷ μὲν πέντε, τῷ δὲ δέκα πόλεων πρὸς τὴν τῶν ταλάντων διανομήν. Οἳ καί φασιν εὐφραινόμενοι·" Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ." Χριστοῦ μὲν γὰρ μόνου κλῆρος τὸ καθηγεῖσθαι λαῶν. Διὸ κελεύει μηδενὶ λέγειν Ῥαββί." Εἷς γάρ ἐστι, φησὶν, ὑμῶν καθηγητὴς ὁ Χριστός." Μετέδωκε δὲ τῆς ἀξίας τοῖς μαθηταῖς. Καὶ φῶς γὰρ ὑπάρχων ἀληθινὸν, φῶς καλεῖ τοὺς ἑαυτοῦ μαθητάς. Καὶ Υἱὸς ὢν κατὰ φύσιν, δέδωκεν ἐξουσίαν τοῖς πιστεύουσιν εἰς αὐτὸν Πατέρα καλεῖν τὸν Θεὸν τὸ τῆς υἱότητος αὐχοῦσιν ἀξίωμα, οἳ καὶ πόλεις ἠρημωμένας, ἤγουν ἠφανισμένας, κατὰ Σύμμαχον, κατοικιοῦσιν. λέγει δὲ τὰς ἐρήμους πάλαι Θεοῦ Ἐκκλησίας· ἤγουν φησὶν, ὅτι Τοσοῦτον ἔσται σου τὸ σπέρμα, ὡς μηδαμῶς αὐτοῖς τὰς πολυανθρώπους πόλεις ἀρκεῖν, δύνασθαι δὲ καὶ τὰς ἐρήμους πληροῦν· ἐφ' οἷς ὑπερορᾷν αὐτῇ τῆς παλαιᾶς αἰσχύνης παρακελεύεται, ὅτε ἄγονος ἦν καὶ χήρα τοῦ Λόγου Νυμφίου λέγων, ὅτι Κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε. Οὐ γὰρ ἐξ ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου συνέστη· δι' αὐτοῦ δὲ Κυρίου, ὃς καί φησιν·" Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν." Θεοῦ τοίνυν ὁ λόγος, τὸ ἀμνησίκακον δωρουμένου ἐπὶ τῇ πολυθέῳ καὶ ὀνείδους ἀξίᾳ πλάνῃ. Καθὼς γὰρ οἰκτείρει πατὴρ υἱοὺς, οἰκτείρησεν Κύριος τοὺς φοβουμένους αὐτόν. Καὶ καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἁμαρτίας ἡμῶν. Τὸν οὖν φόβον περιαιρεῖ τὸν ἐπὶ τοῖς ἁμαρτήμασιν. Ἦλθε γὰρ οὐ κρίνων, ἀλλὰ σώζων." Οὐ γὰρ ἀπέστειλε, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ." Νικᾷ τοίνυν ἡ χάρις ἡ δικαιοῦσα τὸν ἀσεβῆ." Θεὸς γὰρ, φησὶ Παῦλος, ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" Πῶς δὲ ποιεῖ αὐτὴν, ἀλλ' ἢ κτίζων εἰς συμμορφίαν αὐτοῦ διὰ τοῦ Πνεύματος; φησὶ γὰρ ἐν Ἰεζεκιήλ·" Ἐκσπάσω τὴνκαρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος." Ἔκτισε τοίνυν ὁ Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἅνθρωπον ἀνακαινούμενον κατ' εἰκόνα τοῦ Κτίσαντος αὐτόν. Ὡς ἂν δὲ μὴ ἀπιστηθῇ μετατυγχάνον τὸ πρᾶγμα, Κύριον ἑαυτὸν ἐκάλεσε δυνάμεων. Τίς δὲ ὁ τοῦ ἀνακτίζεσθαι καιρὸς, διεσάφησεν εἰπὼν, ὅτι Ὁ ῥυσάμενός σε αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται· τοῦτ' ἔστιν, ὅτε Χριστὸς ἐβασίλευσεν ἐπὶ