Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2537.1
πάντα τὰ ἔθνη, κατὰ τό·" Καὶ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν." Πάλαι γὰρ ἧν κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεός· νῦν δὲ αὐτῷ κάμπτει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατέρος. Διὸ καὶ Δαβὶδ ἔφη·" Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας," καὶ τὰ ἑξῆς. Καὶ πάλιν·" Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ." Ἐπιμένων δὲ ὁ λόγος ταῖς πρὸς τὴν ἔρημον ἐπαγγελίαις, φησίν· Οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε Κύριος. Καταλελειμμένην ἡ Γραφὴ γυναῖκα καλεῖ τὴν ἐπί τισιν αἰτίαις βιβλίον δεξαμένην ἀποστασίου κατὰ τὸν νόμον, μεμισημένην, δὲ, τὴν ἐπ' ἀσελγείᾳ διαβληθεῖσαν, ᾗπερ ἂν πρέποι καὶ τὸ τῆς ὀλιγοψυχίας αἰτίαμα, ὡς οὐ δυναμένῃ καρτερεῖν, καὶ ζυγῶν ἀνέχεσθαι γαμικῶν· οἵα πρὸς Θεὸν γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ μετὰ νόμον, δι' οὗ συνήφθη Θεῷ ἐπὶ τὰ ἐν Αἰγύπτῳ παλινδρομήσασα. Διόπερ αὐτὴν ἀπωσάμενος δι' ἑνὸς ἔλεγε τῶν προφητῶν·" Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς." Καὶ λοιπὸν περὶ τῆς πορνείας αὐτῆς διαλέγεται. Τίς δὲ τῆς πορνείας ὁ τρόπος, ἐν Ἰεζεκιὴλ διηγεῖται, δύο γυναῖκας οἱονεὶ λαβὼν, ἃς καλεῖ Ὀολὰν καὶ Ὀλίβαν, δηλῶν τὴν Ἱερουσαλὴμ καὶ τὴν Σαμάρειαν, καὶ τὰς ἀσεβείας αὐτῶν διηγούμενος, ὡς ἔσφαζον τοῖς εἰδώλοις τὰ τέκνα, καὶ διῆγον αὐτὰ δι' ἐμπύρων, καὶ ταῦτα μοιχείαν καλῶν. Ὅθεν αὐτῇ καὶ δι' Ἱερεμίου φησίν·" Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας." Ἀλλ' ὑμεῖς, φησὶν, οἱ ἐξ ἐθνῶν οὐ κατὰ τούτους ἐκλήθητε. Τοῖς μὲν γὰρ πώρωσις ἀπὸ μέρους γέγονεν, καθὰ τῷ Παύλῳ δοκεῖ. Ἐσκοτίσθησαν δὲ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. Συνεκάμφθη δὲ καὶ τὰ νῶτα κεχηνότων ἀεὶ πρὸς τὰ γήϊνα. Τὸ φωτισθῆναι δὲ τοῖς ἔθνεσι γέγονεν. Καὶ πάντες, ἀλλ' οὐ κατάλειμμα σέσωσται. Ἀλλ' εἰς χρόνον μικρὸν, φησὶ, κατέλιπόν σε." Ἐν ταῖς γὰρ προλαβούσαις γενεαῖς, ὡς ὁ Πέτρος φησὶ, συνεχώρησεν ὁ Θεὸς τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν." Βραχὺς δὲ ὁ καιρὸς πρὸς τὸν τοῦ ἐλέους κρινόμενος εἰς ἀπείρους αἰῶνας διατρέχοντα. Ἔλεος δὲ μέγα, τὸ διὰ Χριστοῦ ῥύπου παντὸς ἐλευθεροῦν καὶ κολάσεως, καὶ παρέχον υἱοθεσίας ἀξίωμα, καὶ βασιλείας οὐρανῶν κληρονόμους ποιοῦν. Εἶτά φησιν· Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν. Ὁ δὲ Σύμμαχος ὅλον οὕτως ἐξέδωκεν· Ὡς αἱ ἡμέραι Νῶε τοῦτό μοι. Ὡς ὤμοσα μὴ ἐπελθεῖν ὕδωρ Νῶε ἔτι ἐπὶ τὴν γῆν, οὕτως ὠμοσάμην μὴ ὀργισθῆναί σοι, μηδὲ ἐπιτιμῆσαί σοι. Τὰ γὰρ ὄρη σαλευθήσονται, καὶ οἱ βουνοὶ ταραχθήσονται· τὸ δὲ ἔλεός μου ἀπὸ σοῦ οὐκ ἀποστραφήσεται, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου ἀνακληθήσεται, εἶπεν ὁ οἰκτείρων σε Κύριος. Θᾶττον γὰρ, φησὶ, τὰ ὄρη μεταστήσονται τῶν οἰκείων τόπων, καὶ οἱ βουνοὶ 2540 ταραχθήσονται, ἢ τὸ ἐμὸν ἕλεος ἀπὸ σοῦ κινηθήσεται. Κατὰ δὲ τοὺς Οʹ, οὐκ ἔστι παραδειγματικὸν, δηλοῖ δὲ μᾶλλον, ὡς ἀπὸ τοῦ κατακλυσμοῦ κέκριταί μοι μὴ τοῖς ἀνθρωπίνοις φιλονεικῆσαι πταίσμασι, καὶ μίαν κατὰ πάντων ὁρίσαι δίκην, δηλῶν ὡς καὶ καθ' ὃν ἐπεδήμησε χρόνον, θείᾳ ψήφῳ πάντας ἔδει τὴν ἀρχαίαν ἐκείνην προστῆναι δίκην. Καὶ γὰρ ἦσαν ὁμοίως ὑπεύθυνοι· ἀλλὰ τὴν ὀργὴν μεταφέρω πρὸς ἔλεον, τὸν ὅρον φυλάττων τὸν ἐμαυτοῦ. Ἡ δὲ τῆς εἰρήνης διαθήκη, διὰ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ἥνπερ Ἡσαΐας αἰτῶν ἔφη·" Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν." Διὰ Χριστοῦ γὰρ συνήφθη μὲν τῷ Θεῷ καὶ Πατέρι. Ταῦτα Θεὸς ἐπαγγέλλεται τῷ θεοσεβεῖ πολιτεύματι, ὃ μετέστη πρὸς τὰ ἔθνη, τῶν Ἰουδαίων μεταπεσόν. Οἵα δὲ παρ' Ἰουδαίοις ἦν ἡ θεοσεβὴς πολιτεία, παρίστησι, ταπεινὴν καὶ ἀκατάστατον ταύτην εἰπών· σωματικὴ γὰρ ἦν περιτομὴ, καὶ θυσίαι. Οἱ ἐξ ἐθνῶν δὲ καὶ ταῖς τῶν δαιμονίων ἐφόδοις εὐεπίβατοι γεγονότες ὑπέκειντο ταπεινῶς. Τῶν δὲ πλανωμένων ἀκατάστατος ἡ καρδία, μεθύοντος δίκην σειομένη τοῖς πάθεσι. Παντὶ γὰρ πνεύματι περιφέρονται, καὶ κατὰ τὴν παροιμίαν, ῥεμβασμὸν ἐπιθυμιῶν ὑπομένουσιν· ὃ δὴ παθοῦσαν τὴν Ἱερουσαλὴμ αἰτιᾶται Θεὸς λέγων· Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο. Πνευματοφορουμένη δὲ ψυχὴ, πάντως καὶ ἀκατάστατος. Διὰ τί δὲ ἵλεώς σοι; Πρῶτον μὲν, ὅτι οἰκτίρμων ἐγώ. Ἔπειτα δὲ, ὅτι μὴ παρεκλίθης. Καὶ εἰ μὲν περὶ τοῦ παρ' Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος λέγει, ἐπειδὴ μηδεὶς προφήτης, ἢ θεοσεβὴς τοσοῦτος, ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι. Εἰ δὲ περὶ τῶν ἐθνῶν, ὅτι μὴ καθάπερ Ἰσραὴλ νόμον, ἢ προφήτας ἐδέξαντο, πρὸς εὐρωστίαν αὐτοὺς παρακαλοῦντας πνευματικήν. Ὅπερ διὰ τῶν ἐν τῇ παραβολῇ τελευταίων μισθωθέντων σημαίνεται, οἷς ἔφη· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ πρὸς αὐτόν· Ὅτι μηδεὶς ἡμᾶς ἐμισθώσατο. Μόνος γὰρ αὐτοὺς ἐπ' ἐσχάτων ἐκάλεσεν ὁ τοῦ ἀμπελῶνος Δεσπότης. Εἶτά φησιν· Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τοὺς λίθους σου. Ἀνθ' οὗ ὁ Σύμμαχος· Ἰδοὺ ἐγὼ συντίθημι στίμει τοὺς λίθους σου. Ὁ δὲ Ἀκύλας· Ἰδοὺ κατακλίνω ἐν στίμει τοὺς λίθους σου. Θεοδοτίων δέ· Ἐμβάλλω ἐν στίμει. Ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη στιμίζοιτο· οὕτως εὐπρεπῶς τῆς σῆς οἰκοδομίας διαθήσω τοὺς λίθους. Μήποτε δὲ ὁ παρ' αὐτοῖς Ἑβδομήκοντα ἄνθραξ, τὸ καθάρσιον αἰνίττεται τῆς ψυχῆς. Δι' ἄνθρακος γὰρ καὶ Ἡσαΐου τὰ χείλη κεκάθαρτο. Δηλοῖ οὖν μηδένα τῆς οἰκοδομίας λίθον ὑπάρξειν ἀκάθαρτον, κατὰ τό·" Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς," περὶ τῶν ἁγίων λεγόμενον, ἐξ ὧν ἡ τοῦ Θεοῦ συνίσταται πόλις. 2541 Τινὲς δὲ τὸν Ἰησοῦν ἄνθρακα εἰρῆσθαί φασιν, ὃν ἔφησεν εἰς τὰ θεμέλια τεθεῖσθαι Σιὼν, εἰς ὃν εἴ τις πιστεύσειεν, οὐ μὴ καταισχυνθῇ. Ὁ δὲ Ἀμὼς ἀδάμαντα τοῦτον καλεῖ λέγων·" Ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ." Ζαχαρίας δέ φησιν·" Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν δοῦλόν μου ἀνατολήν. Δι' ὅτι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν." Παντεπόπτης γὰρ ὁ Χριστός. Ὁ τοίνυν ἄνθραξ, φασὶν, οὗτος ὑποβάθρα τῆς πόλεως καὶ θεμέλιος, ᾧ ἐγγίζοντες οἱ ἀπόστολοι καὶ αὐτοὶ θεμέλιοι ὄντες, ἐῤῥέθησαν σάπφειροι δηλούμενοι καὶ διὰ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ λέγοντος, ὅτι" Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου." Ἐπιτιμηθέντων γὰρ τῶν ἐξ Ἰσραὴλ διὰ τὰ τολμηθέντα κατὰ Χριστοῦ, ὤφθη μὲν ἡ δι' ὕδατος κάθαρσις· ἀνεδείχθησαν δὲ καὶ τοῦ Σωτῆρος οἱ μαθηταί. Καὶ οἱ προφῆται δὲ θεμέλιος λέγονται, Παύλου λέγοντος·" Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν." Ἡ δὲ σάπφειρος οὐράνιον ἔχει τὸ χρῶμα. Καὶ τούτων δὲ τὸ πολίτευμα, κατὰ τὸν Ἀπόστολον, ἐν οὐρανοῖς ὑπάρχει. Κατὰ δὲ τὸν Ἰεζεκιὴλ, καὶ ὁ τόπος ὁ ὑποκάτω τοῦ θρόνου τοῦ Θεοῦ ὡς σάπφειρος. Οὕτω τοίνυν εἴρηται διὰ τὸ τὴν εἰκόνα τοῦ ἐπουρανίου φορεῖν. Ἄνθρακες δὲ καθ' ἑτέραν φασὶν ἐκδοχὴν οἱ κοσμοῦντες λίθοι ὥσπερ ἐν στίμει τοὺς τῆς Νύμφης τοῦ Χριστοῦ ὀφθαλμοὺς οἱ ἅγιοι μάρτυρες διὰ πυρὸς δεδοκιμασμένοι. Αἱ δὲ τῆς νέας Ἱερουσαλὴμ ἐπάλξεις ἴασπις, ἡ καρχηδόνιος κατὰ Σύμμαχον ἐξαίρετος καὶ διαφανής. Δι' ὧν οἱ ἐν τῇ Ἐκκλησίᾳ σημαίνονται λογικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι, ὥσπερ προμαχῶνες ὄντες καὶ δυνάμενοι πᾶν ὕψωμα καθαιρεῖν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τὰς δὲ πύλας λίθους κρυστάλλου φησὶ, τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως παριστῶν τῶν πεπιστευμένων τὴν διδασκαλίαν τὴν πρώτην καὶ εἰσαγωγικήν. Ὁ δὲ Σύμμαχος, τὰς πύλας σου, φησὶ, λίθους γλυφῆς. Ὁ δὲ Ἀκύλας, Λίθους τρυπανισμοῦ τὸ ποικίλον τῆς στοιχειώδους διδασκαλίας ὧδέ πως αἰνιττόμενος. Ἐκλεκτοὶ δὲ λίθοι, φησὶν, ὁ περίβολος σημαίνων τοὺς ταῖς εὐχαῖς περιφράττοντας τὰ μεγάλα καὶ λαμπρὰ τῆς πόλεως οἰκοδομήματα, τὰ πλήθη τῶν λοιπῶν οἰκητόρων σημαίνοντα. Ταῦτα δὲ πάντα νοήσωμεν ἐξ ἑρμηνείας ἀποστολικῆς λεγούσης·" Θεοῦ οἰκοδομή ἐστε. Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα." Καὶ πάλιν·" Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσε 2544 ται." Καὶ πάλιν·" Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ." Καὶ πάλιν·" Ἐν οἷς πάντες οἰκοδομεῖσθε λίθοι ζῶντες." Οὓς δὴ νῦν πάντας ὁ προφήτης φησὶν ἔσεσθαι διδακτοὺς Θεοῦ τοῦ εἰπόντος· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς. Εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς. Ἐξ οὗ καὶ οἱ μαθηταὶ λαβόντες, διδάσκαλοι τῶν ἐθνῶν γεγόνασιν· οἳ καὶ εἴρηνται λίθοι ἅγιοι κυλιόμενοι ἐπὶ τῆς γῆς, καὶ τὸ κήρυγμα πανταχοῦ περιφέροντες. Περὶ ὧν ὁ Θεὸς διὰ Ἡσαΐου φησὶν προειπών·" Ἀπολῶὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον. Καὶ ὁ ἄνθρωπος ἔντιμος μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ σουφείρ." Πάντες οὖν οἱ τῆς πόλεως υἱοὶ διδακτοὶ Θεοῦ, καὶ μάρτυς ὁ Παῦλος λέγων·" Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ." Αὐτὸς δὲ σαρκωθεὶς ὁ Λόγος ἐφθέγγετο. Ἐπαγγέλλεται δὲ καὶ εἰρήνην αὐτοῖς ὁ εἰπών·" Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν." Οἷς ἐπιλέγει· Καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Κατὰ γὰρ τὸ δικαιότατον, αὐτὸς ὁ τῶν ὅλων οἰκοδόμος, ἡ σοφία τοῦ Θεοῦ, τοὺς ζῶντας καὶ εὐπαγεῖς λίθους προσάπτων τῇ οἰκοδομῇ, τοὺς μὲν ἐπάλξεις ἐποίει, τοὺς δὲ θεμελίους κατεβάλλετο, τοὺς δὲ ἐν τοῖς περιβόλοις κατέταττε. Καὶ τοὺς μὲν ἀφώριζεν εἰς τὸν νεὼν τῆς πόλεως, τοὺς δὲ εἰς τὰ ἐνδοτάτω τοῦ ναοῦ. Τοῖς δὲ τὴν λοιπὴν πόλιν ἐκόσμει, μὴ διακρίνων τὰς κατ' ἄνθρωπον ἀξίας, οὐδὲ εἰς πρόσωπον ἀφορῶν, ἐκ τοῦ δικαίου δὲ πάντας προσέμενος, ἐλευθέρους καὶ δούλους, πένητας καὶ πλουσίους, τούς τε κατὰ τὸν βίον ἀσήμους τε καὶ περιφανεῖς. Ταῦτα τῇ Ἐκκλησίᾳ ἐπηγγελμένος ἑξῆς αὐτῇ διαστέλλεται· Ἀπέχου ἀπὸ ἀδίκου, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Μυσταγωγεῖ γὰρ αὐτοὺς ἔργῳ δεικνὺς τὸ, ἔσονται διδακτοὶ Θεοῦ. Περὶ οὗ καὶ ἡ Νύμφη λέγει·" Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ." Πάλαι μὲν γὰρ αὐτὴν κατησπάζετο διὰ προφητῶν, πρὸς συνάφειαν τὴν ἑαυτοῦ καλῶν δι' ἁγιασμοῦ καὶ δικαιοσύνης. Ἐν σαρκὶ δὲ φανέντος, ἀπὸ φιλημάτων στόματος αὐτοῦ πεφιλήμεθα στόμα πρὸς στόμα λελαληκότος ἡμῖν. Φησὶν οὖν, ὡς Οὐδεὶς ἐχθρός σου περιγενήσεται τιμώσης τὸ δίκαιον. Καὶ ἰδοὺ προσήλυτοι προσελεύσονται, φησὶ, δι' ἐμοῦ, τοὺς ἐν ἑκάστῳ καιρῷ προσιόντας τῇ πίστει δηλῶν ἐξ ἐθνῶν, ἢ καὶ ἐξ αὐτῶν Ἰουδαίων. Κατόπιν γὰρ τέθεινται τῶν ἐθνῶν, καίτοι πρώτην ἔχοντες τάξιν, καὶ γεγόνασι προσήλυτοι τοῖς ἐξ ἐθνῶν, οἱ πάλαι τούτους προσηλύτους δεχόμενοι. Πλὴν καὶ τοῦτο δι' ἐμοῦ, φησί. Διὰ γὰρ Χριστοῦ ἡ πάντων ἐπιστροφὴ, καὶ πρὸς τὸν Πατέρα καὶ Θεὸν ὁδός." Οὐδεὶς γὰρ ἔρχεται, φησι, 2545 πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ." Καὶ πάλιν·" Ἐγώ εἰμι ἡ ὁδός." Καὶ," Ἐγώ εἰμι ἡ θύρα." Τινὲς δὲ προσηλύτους εἰρήκασι τοὺς οὐ γνησίως οὐδὲ καθαρῶς προσιόντας, ἀλλὰ προστασίας ἤ τινος χάριν ὠφελείας. Οὓς καὶ παροικήσειν, ἀλλ' οὐ κατοικήσειν φησίν. Ὡς ἐν παρόδῳ γὰρ οἱ τοιοῦτοι ποιοῦνται τὴν εἴσοδον, οἱονεὶ αὐτῇ προσφεύγοντες. Ἐφ' οἷς φησιν· Ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας. Ἐγώ σοι ταῦτα ποιῶ λέγων, ἐπειδὴ καὶ ἐγώ σου κτίστης. Μωσῆς μὲν γὰρ, καὶ Σολομῶν, καὶ Ζοροβάβελ, σωματικὰ καὶ ὀλιγοχρόνια ἐποίουν· ὁ μὲν σκηνὴν, οἱ δὲ νεώς. Νῦν δὲ αὐτὸς ἐγὼ ὁ τῶν ὅλων Κύριος, δι' ἐμαυτοῦ σε ἔκτισα· ἐπὶ τὴν πέτραν οἰκοδομήσας μου τὴν Ἐκκλησίαν. Ἔκτισα δέ σε οὐ τέχνῃ τινὶ ἀνθρωπίνῃ. θεϊκῇ δὲ καὶ ἀῤῥήτῳ χάριτι. Οὐ γὰρ ὡς χαλκεὺς δι' ὀργάνου καὶ πυρός. Τοιαῦται γὰρ τῶν ἀνθρώπων αἱ τέχναι. Διὸ καὶ εἰς φθορὰν χωρεῖ τὰ γινόμενα. Τοὐμὸν δὲ ἀδιάφθορον ἔργον. Τινὲς δὲ τὸ ἔκτισα, ἐπὶ τοῦ ἀνέκτισα, παρειλήφασιν. Δηλοῖ δὲ τὸν δι' ἁγίου Πνεύματος ἀνακαινισμὸν, ὥσπερ οὖν καὶ τοὺς δύο λαοὺς εἰς ἕνα κτίσαι λέγεται καινὸν ἄνθρωπον, κατὰ τὸ," Ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν." Τοῖς δὲ τοιούτοις ὅτιπερ ἀκολουθεῖ ἀνδρεία, σύνεσίς τε πνευματικὴ δηλοῖ, λέγων· Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ, καὶ τὰ ἑξῆς· σκεύη λέγων φθαρτὰ, τῆς τοῦ διαβόλου δυστροπίας τοὺς ὑπουργοὺς, οἳ καὶ φθορᾶς καὶ ἀπωλείας εἰσὶ τέκνα, [καὶ] τοῖς ἁγίοις ἔσθ' ὅτε διωγμοὺς καὶ θλίψεις ἐπάγουσιν. Ἀλλ' οὐ τεύξονται θήρας· καὶ πᾶσα δὲ θεομάχος γλῶττα, φησὶν, ὑπὸ σοῦ νικηθήσεται. Κατὰ γὰρ τὸν Δαβίδ·" Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς." Ἐχρῆν δὲ ὑπομνῆσαι μετὰ πάντα καὶ τῆς ἀποκειμένης ἐν τῷ μέλλοντι αἰῶνι κληρονομίας, ἥτις ἐστίν·" Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." Διό φησιν· Ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Ἀγαπῶσι δὲ αὐτὸν οἱ θεραπεύοντες αὐτὸν, διὰ τοῦ πάσῃ εὐλαβείᾳ δουλεύειν αὐτῷ. Παρανόμοις δὲ κεῖται τοῖς Ἑβδομήκοντα, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. Δηλοῖ δὲ ὅτι μετὰ τὸν διὰ πνεύματος ἀνακαινισμὸν, εἴτινες εὑρεθεῖεν ἁμαρτίαις ἔνοχοι, ἔσονται ἐν αὐτῇ, τῇ φθορᾷ δηλονότι· διὸ ἐπήνεγκεν εὐθὺς, τὸ ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Τὴν δὲ πᾶσαν ῥῆσίν τινες καὶ ἐπὶ τῆς αἰσθητῆς Ἱερουσαλὴμ νοεῖν ἔφασαν, δύνασθαι εὐφροσύνην λέγοντες γίνεσθαι, ὅτ' ἂν ἀθρόα γένηται πρὸς τὸ κρεῖττον μετα 2548 βολή. Πρὸς ἣν εὐφροσύνην προτρέπεται καὶ τὴν Ἱερουσαλὴμ ῥηγνῦσαν τῆς ἁμαρτίας τὰ δεσμὰ, οἷς ἑαυτὴν ἐγκατέδησεν στειρωθεῖσα καλῶν καὶ ἀποστᾶσα Θεοῦ. Οὕτω γὰρ πλείους ἕξεις, φησὶ, τοὺς οἰκήτορας, λαχοῦσα προστάτην ἐμὲ δίκην ἀνδρὸς ἀντιλαμβανόμενον, καὶ μείζονα δέ σε μετὰ τὴν αἰχμαλωσίαν ποιήσω. Ἔθνη δὲ κληρονομήσει τὸ σπέρμα σου τὰ συνελθόντα πρὸς τὸ κωλῦσαι τὸν ταύτης ἀνοικισμόν. Οὕτω γὰρ ἡττήθησαν, ὡς καὶ τὰ ὅπλα αὐτῶν ἐπὶ ἑπτὰ ἔτη ἀρκέσαι πρὸς καῦσιν. Καὶ τὰς πόλεις φησὶ τὰς ἠρημωμένας ὑπὸ τοῦ Ἰσραὴλ κατοικισθήσεσθαι. Μὴ οὖν λογίζου, φησὶν, ὡς οὐ μὴ πρὸς τὴν ἀρχαίαν δόξαν κατασταθήσῃ. Ἀποτρίψῃ γὰρ ὄνειδος τὸ ἀρχαῖον. Τοιούτοις ἐχρῆτο λόγοις Ἰώβ·" Κἂν γὰρ ἀπολούσωμαι χιόνι, καὶ καθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας." Ἐβδελύξατο δὲ ἡ στολή μου. Πρὸς πίστιν δὲ τῆς ἐπαγγελίας τὸ, Κύριος ὁ ποιῶν σε, ὁ καὶ ἐκ τοῦ μὴ εἶναι πρὸς τὸ εἶναί σε κτίσας. Οὐκ ἔσομαι δὲ μόνου σοῦ Θεὸς, ἀλλὰ καὶ τῶν ἐθνῶν ἁπάντων. Οὐ γὰρ μνησικακήσω σοι, οὐδὲ ὀνειδίσω, ὅπερ ποιοῦσιν οἱ γυναῖκας ἁμαρτανούσας πρὸς ὀλίγον ἀποῤῥίψαντες. Κἂν γὰρ καταλλαγῶσιν, τὰ πρόσθεν ὀνειδίζειν εἰώθασιν. Ἐγὼ δὲ Θεὸς ἀμνησίκακός εἰμι. Καὶ πρὸς ὀλίγον σε θεραπείας χάριν παρέδωκα, ὡς ἂν μετανοήσασαν ἐλέους ἐμπλήσω. Ἀξιοῖ δὲ καὶ ἀπὸ χρόνων τῶν πρόσθεν ἐξ ἀγαθότητος γνωρίζεσθαι. Καὶ πρὶν γάρ σε γενέσθαι σὺν τῷ Νῶε, φησὶν, ἠλέησα διασώσας σε κατὰ πρόγνωσιν. Ἐξ αὐτοῦ γὰρ σωθέντος ἤμελλε γίνεσθαι. Ἐξ ἀγαθότητος δὲ καὶ τοῖς ἐκ νεότητος ἐπὶ τὰ πονηρὰ ἐγκειμένοις ἀνθρώποις μηκέτι κατακλυσμὸν ἐποίσειν ἐπηγγειλάμην, μηδὲ βουνούς τε καὶ ὄρη μεταστήσειν. Οὔτε τοίνυν τὰ τότε ἐψευσάμην, οὔτε τὴν νῦν περὶ τοῦ σε ἐλεήσειν ὑπόσχεσιν, καὶ πάσης ἀπολαύσειν εἰρήνης. Ταῦτα δέ φησιν, οὐχ ὡς ἔχων ἀνάγκην ἃ προλέγει ποιεῖν. Ταῦτα γὰρ ἐν τῇ τῶν ἀκουόντων ἵστησι γνώμῃ. Καὶ ἐπὶ Σοδόμων γὰρ μία πόλις ἐσώθη, τοῦ εὐαφόρμου Δεσπότου πρόφασιν λαβόντος παρὰ τοῦ Λὼτ ὑπεξελεῖν αὐτὴν τῆς ὀργῆς. Καὶ τῷ Ἀβραὰμ αὔξησιν ἐπηγγείλατο γένους, καὶ διάβασιν εἰς αὐτοὺς τῶν εὐλογιῶν, δῆλον ὡσεὶ φυλάττοιεν οἱ ἐξ αὐτοῦ τὰς πατρικὰς ἐντολὰς, ὡς καὶ αὐτός φησιν·" Ἔγνων γὰρ ὅτι συντάξει Ἀβραὰμ τοὺς υἱοὺς αὐτοῦ φοβεῖσθαι τὸν Θεόν." Εἶτα κατηγορεῖ τῆς τῶν Χαλδαίων ὠμότητος λέγων· Οὐ παρεκλήθης. Τοῦ γὰρ πρεσβυτέρου τὸν ζυγὸν ἐβάρυναν, καὶ παιδία οὐκ ἠλέησαν." Ἐγὼ γὰρ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." Ἀλλ' ἐγώ σε παρακαλέσω, ἀνοικισμόν σοι δωρούμενος κρείττονα. Θέλοντος γὰρ μόνον ὕλη πᾶσα τιμία παρίσταται, μόνον εἰ μετανοοῦντες ἄξιοι γένοισθε. Τούτου δὲ μὴ γενομένου καὶ τὰ τῆς ἐπαγγελίας ἀργεῖ. Τοῖς γὰρ κατὰ νόμον βιοῦσιν αἱ ἐπαγγελίαι, οὓς Θεοῦ καλεῖ διδακτούς. Εἶτα 2549 παιδεύει μὴ τείχεσιν ἁπλῶς καὶ τοῖς φυλάττειν δοκοῦσι πόλιν θαῤῥεῖν, δικαιοσύνῃ. Τοῦτο γὰρ τὸ, ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Ταύτην γὰρ ἀσκούντων καὶ τὰ ὑψηλὰ τῆς Ἱεριχοῦς ἀκονιτὶ καθῄρητο τείχη. Ταύτην οὖν ἀσκῶν οὐ μὴ φοβηθήσῃ· μᾶλλον δὲ ἀκαταγώνιστος ἔσῃ, ὡς καὶ τὰ κύκλῳ πολεμοῦντά σε γένη παροικήσειν ὑμῖν, καὶ ὑφ' ὑμῶν βοηθεῖσθαι, τῆς ἐμῆς ῥοπῆς παρούσης ὑμῖν. Τὸ ἀκάματον δὲ τῆς ἑαυτοῦ φύσεως, καὶ τὸ ἀπ' ἐξουσίας ἅπερ ἂν ἐθέλοι ποιεῖν ἐξ ἀναιρέσεως τῶν χαλκευτικῶν παρίστησι μόχθων. Κτίζω δὲ, φησὶν, οὐ σκοπῶν ἀπολέσαι τὸ παραχθέν. Οὐ γὰρ ἵνα σχοίην οὓς τιμωρήσομαι, τοὺς ἀνθρώπους ἐποίησα, ἐξ ἀγαθότητος δὲ κτίζων, μετ' αὐτῆς καὶ διοικῶ. Ἐχθρῶν δέ σοι, φησὶν, ἐπιόντων πᾶν σκεῦος ἀργήσει πολεμικόν· ὡς γὰρ Ἰουδαῖοι πάντα δίκαιον ἐμίσουν, δύσχρηστον καλοῦντες αὐτόν· οὕτως οἱ κύκλῳ τῆς Ἰουδαίας θεοσεβοῦντα τὸν λαὸν ἀπεστρέφοντο, δυσχεραίνοντες ἐφ' οἷς Θεοῦ ῥοπὴν ἑώρων παροῦσαν αὐτοῖς. Λοιπὸν δείκνυσιν ὁ προφήτης ὡς οὐκ ἄψυχον σκεῦος διακονεῖ τῷ Θεῷ, ἀλλ' ὡς καὶ αὐτὸς παρακολούθησιν ἔχων τῶν πραττομένων, ἢ ἐπιτιμᾷ ἁμαρτάνουσι λέγων·" Οὐαὶ ἔθνος ἁμαρτωλόν·" ἢ ἀμελοῦντας διανίστησιν, ὥσπερ καὶ νῦν, Οὐκ ἔσται σοι, φησὶν, ἀνόνητον τὸ πιστεύειν Θεῷ, ἀλλ' ἕξεις ἐλπίδας κληρονόμος γενέσθαι Θεοῦ. Ὃς καὶ αὐτεξούσιον δεικνὺς τὴν ἀρετὴν, φησίν· Ἔσεσθέ μοι δίκαιοι. ΚΕΦΑΛ. ΝΕʹ. αιγʹ. 9Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς, οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν9, κ. τ. λ. Ὁ Χριστὸς πᾶσιν ἐκήρυττεν·" Εἴ τις διψᾷ, ἐρχέσθω πρός με," ποταμοὺς ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσειν εἰπὼν, δι' ὧν ἐδήλου τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πρὸς τὴν Σαμαρεῖτιν δέ φησιν·" Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Περὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ Δαβὶδ ἔλεγε·" Καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς." Καὶ πάλιν·" Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Αὐτὸς δὲ ἔλεγεν ἐν προφήταις Χριστός·" Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης·" φησὶ δὲ καὶ Ζαχαρίας, ὅτι" Πηγὴ ἐκ τοῦ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοινίων." 2552 Πρὸς ἃ νῦν καὶ ὁ προφήτης παρακαλεῖ, προῖκα πᾶσι λέγων προκεῖσθαι τὴν δωρεάν. Ἀκύλας δὲ καὶ Σύμμαχος, Ἄνευ ἀλλάγματος οἶνον καὶ γάλα, φασὶν, ὡς εἶναι ταῦτα πρὸς τῷ ὕδατι. Ἀντὶ γὰρ τοῦ στέαρ, γάλα φασί. Δηλοῖ δὲ τὸ μὲν ὕδωρ, τὸ εὐαγγελικὸν κήρυγμα. Οἷνος δὲ καὶ γάλα τὰ μυστικὰ τῆς ἀναγεννήσεως σύμβολα. Οἱ γὰρ ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννώμενοι, ὡς ἀρτιγέννητα βρέφη τῷ λογικῷ τρέφονται γάλακτι, οἶνόν τε πίνουσι, περὶ οὗ φησι·" Τοῦτό μού ἐστι τὸ αἷμα τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον." Καὶ πάλαι δὲ τοῖς φωτιζομένοις γάλα μετὰ τοῦ σώματος προσεφέρετο καὶ τοῦ αἵματος. Καὶ ἔν τισι δέ φασιν Ἐκκλησίαις τὸ ἔθος ἔτι φυλάττεσθαι. Τοῦτο καὶ Μωσῆς ᾐνίττετο λέγων·" Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου. Καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ εἰ γάλα." Τὸ δὲ στέαρ, τὸ λιπαρὸν καὶ τρόφιμον τῆς ἐν Χριστῷ τροφῆς αἰνίττεται, τὸ σῶμα δηλοῦν τοῦ Χριστοῦ, σάρκα μὲν λεγόμενον ἐν Εὐαγγελίοις, ἐνταῦθα δὲ στέαρ· ὥσπερ ἐκεῖ μὲν αἷμα, νῦν δὲ οἶνος. Τὸ μὲν γὰρ στέαρ καὶ ἡ σὰρξ τὴν ἔνσαρκον οἰκονομίαν δηλοῖ. Οἶνος δὲ καὶ αἷμα, τὸ τοῦ πάθους μυστήριον, ἃ τοῖς διψῶσι σωτηρίας δώσειν ἀμισθὶ ἐπαγγέλλεται καὶ τοῖς μαθηταῖς εἰπών·" Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Πῶς δὲ λέγει, Ἀγοράσατε, καὶ πάλιν, Ἄνευ τιμῆς; ἐπειδὴ πίστεως, οὐκ ἀργυρίου πιπράσκεται. Ὅθεν εἴρηται· Ἵνα τί τιμᾶσθε ἀργυρίου; Διὰ τί δὲ μὴ περὶ τροφίμους λόγους τὸν χρόνον καταναλίσκετε, μάτην μοχθοῦντες περὶ τὰ ἔξω μαθήματα, οὐκ ἀργυρίου ταῦτα ὠνούμενοι, ἅπερ ἐν κάλλει λέξεως, ἀληθείας κενὰ καὶ νοητῆς ἐστι τροφῆς; Διὸ Σύμμαχος ἔφησε· Διίστατε ἀργύριον, οὐχ ὑπὲρ αὐτῶν, καὶ τοὺς κόπους ὑμῶν, οὐχ ὑπὲρ πλησμονῆς. Ἁρμόσει δὲ καὶ ἐπὶ τῶν ὠνουμένων τὴν τῶν Ἰουδαϊκῶν ἀναγνωσμάτων παράδοσιν. Ψιλὴν γὰρ τὴν λέξιν ἐμάνθανον. Παρὰ δὲ τοῖς ἔξω σοφοῖς, καθάπερ ἐν χρυσῷ σκεύει, τὸ ψεῦδος, βορβόρου δίκην, ἐκρύπτετο. Ἡμεῖς γὰρ ἐν ὀστρακίνοις σκεύεσι τὸν Χριστοῦ κεκτήμεθα θησαυρόν. Διὸ καὶ Παῦλός φησι·" Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;" Καὶ πάλιν·" Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·" μωρίαν εἰπὼν, τὸ τῆς λέξεως εὐτελὲς τῆς ἁγίας Γραφῆς. Ταῦτα τοίνυν ἀφέντες φάγετε τὰ τοῦ εὐαγγελικοῦ κηρύγματος ἀγαθὰ, καὶ τρυφήσετε, φησὶν, ἀληθείᾳ τρεφόμενοι, γινώσκοντές τε Θεὸν, καὶ βιοῦντες κατ' ἀρετὴν, μισθὸν εὐπειθείας ταῦτα λαβόντες καὶ συνετῆς ἀκροάσεως. Ὅθεν ἐξέδωκαν οἱ λοιποί· Ἀκούσατε ἀκούοντες. Ὡς μὴ σωματικῶν δὲ ὄντων τῶν ἀγαθῶν, τὸ ταῖς ψυχαῖς, ὑμῶν εἰκότως προσέθηκε. 2553 Λέγει δὲ, Καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου. Κατὰ τὸ," Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι." Ψυχικὴν δὲ ζωὴν τὴν ἀποκειμένην τοῖς ἁγίοις δηλοῖ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἐπὶ τούτῳ. Διεγείρας οὕτω πρὸς συντονίαν τὴν ἀκοὴν, διδασκαλίας ἄρχεται φάσκων· Διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἡ γὰρ παλαιὰ διαθήκη, πρὸς καιρὸν δοθεῖσα, παρῆλθεν· ἣν δὲ πεποίημαι πρὸς Δαβὶδ, ἐξ αὐτοῦ τὸν Χριστὸν ἀναδείξειν ἐπαγγειλάμενος, πιστὴν ποιήσω πρὸς ἀναδείξειν ἐπαγγειλάμενος, πιστὴν ποιήσω πρὸς ἔργον ἐκφέρων. Τὰ δὲ ὅσια, Σύμμαχος ἐλέη φησὶ, περὶ ὧν ἐλέγετο·" Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι." Καὶ μετ' ὀλίγα·" Ἅπαξ ὥμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει. Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου." Ταῦτα τοίνυν ὑμῖν δωρήσομαι τοῖς ἐμοῖς λόγοις προσέχουσι. Ταῦτα γὰρ ἔλεγεν ἀγαθὰ ψυχῆς καὶ τρυφὴν, ἃ νῦν αἰώνιά φησιν. Ὁ γὰρ νόμος ἔκειτο κατὰ τὸν Ἀπόστολον, μέχρι καιροῦ διορθώσεως. Διόπερ ἐν προφήταις φησί·" Διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς Πατράσιν ὑμῶν," καὶ τὰ ἑπόμενα τούτοις. Ἡ μὲν γὰρ ἦν σκιώδης. Ἡ δὲ ἀληθής. Διὸ καὶ Ἰωάννης φησίν" Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ." Εἴποις δ' ἂν ὅσια καὶ τὰ ἱερὰ θεσπίσματα τοῦ Χριστοῦ, ὡς ὁσίους ἀποτελοῦντα, ὡς καὶ τὸν φόβον Κυρίου ἁγνόν φησιν ὁ Δαβὶδ, οἷον ἁγνοποιόν. Ἔλεγε δὲ καὶ ὁ Σωτήρ·" Τὰ ῥήματα ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·" ἀντὶ τοῦ, πνευματικὰ καὶ ζωοποιά· καὶ πιστὰ πάλιν τὰ πιστοποιά. Δύναμις γὰρ αὕτη τῶν διὰ Χριστοῦ θεσπισμάτων. Δαβὶδ οὖν καλέσας τὸν ἐκ σπέρματος τοῦ Δαβὶδ, ἐπιφέρει περὶ αὐτοῦ· Ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτόν. Διὸ καὶ πρόσθε τὴν στείραν εὐηγγελίζετο. Καὶ ἄλλως δὲ προειδὼς ὅτι τὰς φωνὰς ἕξουσι ταύτας Ἰουδαῖοι, μηδὲν ἐξ αὐτῶν ὠφελούμενοι, πρὸς τὰ ἔθνη μεταφέρει τὸν λόγον, σύμφωνα λέγων τοῖς πρόσθε, ὅτι οἷς οὐκ ἀνηγγέλη, περὶ αὐτοῦ ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. Μαρτύριον δέ φησιν, ὡς μαρτυροῦντα περὶ ἀληθείας, καὶ ὑπὸ τῶν ἐθνῶν ἀκουόμενον ἀπειθήσαντα Ἰσραήλ. Διεμαρτύρετο δὲ καὶ τὰ ἔθνη ὡς δεκτὰ λοιπόν εἰσι τῷ Θεῷ, καὶ ὁ τῆς θεογνωσίας ἀπείργων οὐδείς. Μαρτύριον οὖν φασι τὸ κήρυγμα τὸ περὶ αὐτοῦ, ὡς αὐτὸς ἐδίδαξε λέγων· Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν. Καὶ παρὰ τῷ Δαβὶδ δὲ πάντα τὰ ἔθνη καλέσας ἔλεγε·" Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν." Ἔδει γὰρ σοφίας, 2556 τοῖς δι' ἀβελτηρίαν εἰδώλοις λατρεύσασι, καὶ τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Ἀλλ' εἰ μὲν εἶπε μόνον μαρτύριον, ἐδόκει καθ' ἕνα δεικνύναι τῶν προφητῶν αὐτόν. Νῦν δὲ τὴν θεϊκὴν αὐτοῦ παρέστησεν ἐξουσίαν, προσθεὶς ἄρχοντα καὶ προστάσσοντα, κατὰ τὸ, Καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. Μωσῆς γὰρ, καὶ οἱ προφῆται, ἐν οἰκέταις τεταγμένοι," Τάδε λέγει Κύριος," ἔλεγον. Ὁ δὲ Χριστὸς ὡς νομοθέτης ἀντιθεσπίζει Μωσεῖ, Ἐγὼ δὲ λέγω, φάσκων, μετατιθεὶς τὸ γράμμα πρὸς τὴν ἀλήθειαν. Ὅθεν ἐθαύμαζον Ἰουδαῖοι ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν. Δοξάζει δὲ αὐτὸν ὁ Πατήρ. Ὁ γὰρ δοξάζων τὸν Πατέρα δοξάζει καὶ τὸν Υἱόν· ὥσπερ οὖν καὶ ἀνάπαλιν. Καὶ κατὰ σάρκα δὲ δοξάζεται, ὡς μορφὴν δούλου λαβών. Διό φησι·" Καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα," καὶ τὰ ἑξῆς. Ἔχει δὲ τὴν ἀναφορὰν τὸ ἐδόξασε, πρὸς τὸ," Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος." Καὶ τὸ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ τὸ," Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη." Διὰ τοῦτο γὰρ καί φησι·" Πάτερ δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί." Καὶ, ἐπειδὴ διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ μου ταῦτα συνέβη παθεῖν, εἰκότως μαρτύριον αὐτὸν οὐκ Ἰουδαίοις, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι δέδωκα, τὸ τούτων μὲν εὐπειθὲς, ἐκείνων δὲ ἀνήκοον προειδώς. Ἀντὶ δὲ τοῦ ἐδόξασέν σε, Σύμμαχος, ὅτι ἐποίησέν σε καύχημα, φησίν· ὥστε λέγειν τοὺς αὐτοῦ μαθητὰς," Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." Ἑξῆς παρακελεύεταιζητεῖν τὸν Κύριον· ὡς γὰρ αὐτὸς ἔφη πρὸς Ἰουδαίους," Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν." Καὶ ὁ Πατὴρ δέ φησι·" Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Ἐχθροὺς γὰρ ὄντας τοὺς πεπλανημένους ὑπέθηκεν ὁ Πατὴρ τῷ Υἱῷ, οὐχ ὡς ἀσθενοῦντι, διὰ δὲ τὴν οἰκονομίαν. Λέγει τοίνυν ὁ Πατὴρ τοῖς ἔθνεσιν, οἷς ἔδωκε μαρτύριον τὸν Υἱόν· Ζητήσατε τὸν Θεὸν, Θεολόγων τὸν δοθέντα μαρτύριον. Ἡ δὲ ζήτησις οὐ τοπικὴ (ἀσώματον γὰρ τὸ Θεῖον, καὶ πάντα πληροῖ), ἀλλ' ἐν ψυχῆς οἰκειότητι· καὶ ἐν τῷ εὑρίσκειν ἐπικαλέσασθε, τουτέστιν αἰνεῖτε, καὶ καλέσατε [ὥς φησι] Σύμμαχος, κατὰ τὸ," Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι." Τοῦτο δὲ [ἔσται] ἐπειδ' ἂν εὕρητε αὐτὸν πλησίον ὑμῶν ὄντα, καὶ οὐ μακρὰν ἀπῳκισμένον. Θεὸς γὰρ ἐγγίζων ἐστίν. Ὡς ἑστῶτες οὖν ἐνώπιον αὐτοῦ τὴν παλαιὰν ἀπόθεσθε πλάνην. Μέχρι γὰρ ἡλίου, σκότος. Καὶ μέχρι τῆς Χριστοῦ παρουσίας, ἀσέβεια. Οὐ γὰρ βούλεται τὸν 2557 θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν. Ἀφήσει γὰρ ἐπὶ πολὺ τὰς ἁμαρτίας ἡμῶν, ἀντὶ τοῦ, παντελῶς, καὶ εἰς ἅπαν." Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις." Γέγραπται γὰρ περὶ Χριστοῦ," Ὅτι ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων," καὶ τὰ ἑξῆς. Βαπτίζει γὰρ ἡμᾶς Πνεύματι ἁγίῳ καὶ πυρί. Πῦρ δὲ ἡ σμηκτικὴ τοῦ Πνεύματος δύναμις πάντα ῥύπον ἐκτήκουσα. Εἰ γὰρ ἀθεράπευτα νομίζετε τὰ καθ' ἑαυτοὺς ὡς παρ' ἀνθρώποις ἀπεγνωσμένα, ἀλλ' οὐ παρ' ἐμοὶ ἀνίατα ταῦτα. Πολὺ δὲ Θεοῦ καὶ ἀνθρώπων τὸ μέσον. Ὡς οὖν Θεὸς ἀνεξίκακος εἰς μετάνοιαν προκαλοῦμαι σωτηρίαν ἐπαγγελλόμενος, εἰ τὸν Σωτῆρα τὸν παρ' ἐμοῦ πεμφθέντα προσδέχοισθε. Οὐ γὰρ κατὰ τοὺς ἀνθρώπους μνησικακῶ, καὶ μετανοῶ πάλιν ἐπαγγειλάμενος. Οὐ δεῖ τοίνυν Θεοῦ καλοῦντος, διὰ πλῆθος ἁμαρτιῶν ἀποκνεῖν τὴν μετάνοιαν, ὃ πεπόνθασιν Ἰουδαῖοι λέγοντες·" Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα;" Πρὸς οὓς ὁ Θεός φησιν·" Ἐπιστροφὴν ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν, οἶκος Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας." Πρὸς δὲ πίστωσιν τῆς ἐπαγγελίας ἧς πεποίηται πρὸς τὸν ἀσεβῆ τὸν ἐξ ἐθνῶν ἐπιστρέφοντα, χρῆται τῇ τοῦ ὑετοῦ καὶ τῆς χιόνος παραβολῇ, δεικνὺς τὸν ἐν ἀρχῇ Θεὸν Λόγον ἄνωθεν ἐκ τοῦ Πατέρος κατιόντα δίκην ὑετοῦ καὶ χιόνος, ἐφ' ᾧ τὰς ψυχὰς αὐτῶν ἀρδεῦσαι, καὶ καρποφόρους ἐργάσασθαι, καὶ μὴ πρότερον ἀναδραμεῖσθαι πρὸς τὸν Πατέρα, πρὶν ταῦτα ποιεῖν. Θεοπρεπῶς δὲ νοητέον τοῦ Πατέρος καὶ τὸ στόμα, καὶ τὸν λόγον. Οὔτε γὰρ ἐκεῖνο σωματικόν. Οὔτε οὗτος ἀνυπόστατος. Ἐπεὶ πῶς ἂν κατορθώσας ἐπαναστρέφοι πρὸς τὸν Πατέρα μὴ διαχυθεὶς, ὡς τῶν ἀνθρώπων ὁ λόγος μόνον ὑπάρχων σημαντικός; Τινὲς δὲ τὸν ὑετὸν δῆλον ἔφασαν τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων χορηγίαν, δι' ἧς εὔκαρπος ἡ πᾶσα γέγονεν, ἐπιψάλλοντος τοῦ Δαβίδ·" Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτῖσαι αὐτήν. Τοὺς αὔλακας αὐτῆς μέθυσον. Πλήθυνον τὰ γεννήματα αὐτῆς. Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα." Καὶ διὰ Μωσέως φησί·" Καταβήσεται ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου." Καὶ Παῦλος δέ φησιν·" Ὁ δὲ Θεὸς τῆς εἰρήνης αὐξήσει τὸν σπόρον ὑμῶν καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν." Καὶ πῶς γὰρ οὐ δράσει ταῦτα τὰ θεῖα Λόγια; κατὰ γὰρ τὸν παρόντα προφήτην·" Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" Ἐξ οὗ τὴν εὐκαρπίαν ἐσχήκαμεν τὴν πνευμα 2560 τικὴν, ὡς μὴ μόνον τὴν ἱερὰν συλλέξαι τροφὴν, καὶ τὸν ἄρτον ἔχειν τὸν ζωοποιὸν, ἀλλὰ καὶ σπέρμα τῷ σπείροντι. Οἱ γὰρ μυσταγωγοῦντες λαοὺς, σπείρουσιν ἐν ταῖς καρδίαις αὐτῶν, ὃν ἑαυτοῖς ἐθησαύρισαν σπόρον. Κατὰ γὰρ τὸν Παῦλον, Θεοῦ γεώργιόν ἐσμεν, Θεοῦ συνεργοὶ τοῦ λέγοντος περὶ ἑαυτοῦ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Πρὸς δὲ τοὺς ἐξ ἐθνῶν τῷ σωτηρίῳ προσιόντας λόγῳ φησίν· Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, δηλαδὴ τῆς πατροπαραδότου πλάνης, κατὰ τὸ, Ἔξελθε ἐκ τῆς γῆς σου. Καὶ ἐν χαρᾷ διδαχθήσεσθε τὸ σωτήριον Εὐαγγέλιον. Διὸ προέφη· Εὐοδώσω τὰς ὁδούς σου, καὶ τὰ ἐντάλματά μου. Δυσχερὲς γὰρ ἀποφοιτᾷν ἡδονῶν σαρκικῶν, καὶ πλάνης προειλημμένης. Καὶ δεῖ Θεοῦ πρὸς τὴν ἄνω πορείαν ὁδηγοῦντος ἡμᾶς καὶ κούφους ἐργαζομένου." Ὄρη γὰρ, φησὶ, τὰ ὑψηλὰ ταῖς ἐλάφοις." Καὶ ἀλλαχοῦ δέ φησιν·" Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν" Καὶ ἄλλος δὲ προφήτης φησίν·" Εὐθεῖαι αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς·" ὅπερ ἐστὶν θεόδοτον· οὐ τἀναντία φησὶ περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς." Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὰς ὁδοὺς αὐτῆς, καὶ οὐ μὴ εὕρῃ." Ἀκολουθεῖ δὲ τὸ χαίρειν τοῖς εὐοδουμένοις ἐν ἀρεταῖς καὶ γνώσει Θεοῦ." Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, Ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου." Ἐφ' οἷς αἱ θεῖαι δυνάμεις εὐφραίνονται δηλούμεναι δι' ὀρῶν καὶ βουνῶν. Καὶ ὁ Σωτὴρ γάρ φησι, χαρὰν ἔσεσθαι ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Πνεύματα γάρ εἰσι λειτουργικὰ πρὸς διακονίαν σωτηρίας πεμπόμενα. Ἡ δὲ τούτων διαφορὰ κατὰ τὸ ὑψηλότερόν τε καὶ ἔλαττον. Ξύλα δὲ ἀγροῦ ἐπικροτοῦντα κλάδοις, εἶεν ἂν αἱ καρποφόροι ψυχαὶ ἐπὶ τῇ ἐπιστροφῇ τῶν ἀνόμων ἡδόμεναι. Τινὲς δὲ ὄρη μὲν τοὺς διδασκάλους τῆς Ἐκκλησίας τοὺς οὐδὲν χαμαίζηλον ἔχοντας· βουνοὺς δὲ, τοὺς μετ' αὐτούς. Χαρὰ γὰρ τούτων ἡ σωτηρία τῶν προσιόντων, ὡς καὶ Παῦλον λέγειν·" Χαρὰ καὶ στέφανός μου." Ξύλα δὲ ἀγροῦ τοὺς ὑπὸ χεῖρα λαούς. Εὐανθὴς γὰρ τοῦ Σωτῆρος ὁ κῆπος. Διὸ καὶ ἡ Νύμφη φησί·" Καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ." Χαίρουσι δὲ καὶ οὗτοι τοσαύτην ἐν ἑαυτοῖς ὁρῶντες μεταβολήν. Πάλαι μὲν γὰρ γόνιμον, ἢ τρόφιμον εἶχον οὐδέν· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ στοίβην ὕλης ἀχρήστου καὶ κόνυζαν τὴν δυσωδεστάτην ἔφερον. Νῦν δὲ ὅτε τῆς θείας μετέσχον χάριτος, μυρσίνην εὐωδεστάτην καὶ τὴν ὑψηλοτάτην, καὶ πάλιν εὐώδη κυπάρισσον ἐκαρποφόρουν. Ὁ δὲ Σύμμαχός φησιν, ἀντὶ στοίβης ἀναβήσεται βράθυ. Ἀντὶ δὲ κνιδὸς ἀναβήσεται μυρσίνη, ὡς εἰ ἔλε 2561 γεν· Ἀντὶ κακίας δικαιοσύνην, σωφροσύνην ἀντ' ἀσελγείας, καὶ ἀντὶ θράσους ἀνδρείαν, φρόνησίν τε ἀντ' ἀφροσύνης. Εὕροις δ' ἂν τοῦτο καὶ ἐν τοῖς ἐξ αἵματος Ἰσραήλ. Στοίβη γὰρ ὄντες καὶ κόνυζά ποτε Ματθαῖος καὶ Παῦλος, ὁ μὲν τελώνης, ὁ δὲ διώκτης, Χριστὸν εὐωδιάζουσιν ἐν παντὶ τόπῳ, ἔν τε τοῖς σωζομένοις καὶ τοῖς ἀπολλυμένοις. Καὶ ἄλλο δέ τι θαυμάσιον ἐπαγγέλλεται τοῖς ἐπὶ τὸν Κύριον ἐπιστρέψασιν ἔθνεσιν. Ἔσται γὰρ, φησὶ, Κύριος αὐτοῖς εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον. Πανταχοῦ γὰρ ἔστιν ἰδεῖν ἀπὸ Χριστοῦ καλουμένους Χριστιανούς. Καὶ σημεῖον σωτηρίας ἐπιγράφονται τοὔνομα, ὅπερ οὐκ ἐκλείψει ποτέ. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ. Τινὲς δὲ σημεῖον, τὸν δι' οὗ σεσώσμεθα σταυρὸν εἰρήκασι· τὴν δὲ πᾶσαν ῥῆσιν οὕτως ἑρμήνευσαν ἕτεροι· Θεοῦ σώσειν αὐτοὺς ἐπαγγειλαμένου μετανοοῦντας, καὶ τοὺς ἐχθροὺς ὑποτάξειν αὐτοῖς, καὶ τοῦ προφήτου πρὸς πίστιν αὐτοὺς διεγείραντος (κληρονομήσειν γὰρ αὐτοὺς σωτηρίαν) τῶν ἀκουόντων κινηθέντων πρὸς πόθον, ἐθέλειν τε σωθῆναι λεγόντων, πρὸς τὰς ἐννοίας αὐτῶν ὁ προφήτης ὡς διψῶντας προτρέπεται. Τινὲς δὲ, φασὶν, διὰ τοῦτο εἰς ἔνδειαν ἤχθησαν τῶν ἀγαθῶν, ἵνα πόθῳ πρὸς αὐτά ποτε σπεύσωσι. Ὡς οὖν οἱ διψῶντες προσίασι ταῖς πηγαῖς, οὕτω καὶ ὑμεῖς τῷ Θεῷ, ἀντὶ παντὸς ἀργυρίου συναίσθησιν τῶν ἡμαρτημένων λαβόντες. Οὐκ ὠνητὰ γὰρ τὰ παρὰ Θεοῦ, οὐδὲ χρεία πρὸς μὲν σπονδὴν οἴνου, πρὸς δὲ θυσίαν στέατος, ἅπερ ὠνούμενοι οὐδὲν ἀποφέρεσθε πλέον εἰς ὄνησιν, ἢ κόπον καὶ μόχθον, μὴ ὄντων ἱκανῶν δυσωπημάτων. Ἀργὰ γὰρ ταῦτα πρὸς ἁμαρτίας ἐξάλειψιν, ἣν μετάνοια ποιεῖ καὶ πίστις ἡ εἰς Θεόν. Πρὸς ἀγαθῶν δὲ δωρεὰν, ἀκροατὴν οὐκ εὐγνώμονα μόνον ζητεῖ, ἀλλὰ καὶ συνιέντα, καὶ τῷ καλοῦντι προστρέχοντα. Προσέχετε δὲ, φησὶ, τοῖς ὠσίν· καὶ εἰ μὲν σωματικὸν ἀκατάλληλον. Ὀφθαλμῶν γὰρ τὸ προσέχειν. Εἰ δὲ κατὰ ψυχὴν, ἀκόλουθον. Ἁπλῆ γὰρ οὖσα καὶ μονοειδὴς, ἐν μιᾷ δυνάμει τὰς ἔνδον αἰσθήσεις ἐκτήσατο. Τοιγαροῦν ὀφθαλμοῖς ἀκούει ὁ γράμμασιν ἐντυγχάνων, καὶ δακτύλοις διαλέγεται ὁ τούτοις γράφων. Εἶτα μέμνηται τοῦ Δαβὶδ, καὶ τῆς πρὸς ἐκεῖνον σχέσεως, δι' ἣν αὐτῷ πᾶσαν παρεῖχε ῥοπὴν, ἧς τεύξεσθαι καὶ τούτους φησὶν, εἴπερ ἀκούειν ἐθέλοιεν. Οὕτω γὰρ ζήσονται, οὐ τὴν παροῦσαν μόνον ζωὴν, ἀλλὰ καὶ τὴν μένουσαν· οὐ μόνον δὲ ὑμεῖς ζηλοῦντες τὸν αὐτοῦ τρόπον καὶ τὴν μετάνοιαν, τῶν αὐτῶν τεύξεσθε, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει δεκτὸς ὁ ζῶν ὁμοίως αὐτῷ. Οἰκειοῖ γὰρ οὐ γένος, ἀλλὰ καρδία καὶ βίος. 2564 Οὕτως οὖν καὶ ὑμεῖς πανταχοῦ δοξασθήσεσθε, ὡς πάντας πανταχόθεν εἰς θεογνωσίαν ἐξ ὑμῶν φωτιζομένους συῤῥεῖν πρὸς ὑμᾶς, οἰκειότητα ποθοῦντας τὴν πρὸς ἐμὲ, ὡς ἐπὶ τῆς βασιλίδος Σάβα, καὶ τοῦ Αἰθίοπος εὐνούχου γεγένηται, τῆς τοῦ ἔθνους εὐσεβείας καὶ πρὸς αὐτοὺς δραμούσης τῇ φήμῃ. Ταῦτα μὲν αὐτοῖς Θεὸς ἐπηγγέλλετο. Πρὸς δὲ τοῦτο ῥᾳθυμούντων αὐτῶν, ὁ μονογενὴς παρελθὼν εἰς ἀνθρώπους πάντων ἐθνῶν ἐποιήσατο κλῆσιν. Ἀδύνατον δέ φησι τῶν προεπηγγελμένων τυχεῖν ἄνευ Θεοῦ. Ὅθεν αὐτὸν ζητητέον, καὶ κλητέον, μὴ λογιζομένου πλῆθος ἁμαρτημάτων, καὶ τὸ εἰς αὐτὸν ἠσεβηκέναι. Πολυέλεος γάρ ἐστιν. Ποῖον γὰρ πλῆθος ἁμαρτιῶν τὴν αὐτοῦ φιλανθρωπίαν νικᾷ; καὶ ἀπωθούμενος δὲ ἐπ' ἀγαθῷ τέλει τοῦτο ποιῶ, καὶ ἀπεγνωκόσιν ἤδη τοῦτο ἀποδώσω. Πολὺς δὲ ὢν ἐν οἰκτιρμοῖς, πολλὴν ὑμῖν δώσει τὴν ἄφεσιν. Οὐ γὰρ ὑφίσταταί τι πάθος ἀνθρώπινον. Ἄνθρωπος γὰρ κἂν ἀφιέναι θέλῃ, διὰ θυμὸν ἔσθ' ὅτε κωλύεται τὴν τῆς λύπης δεχόμενος μνήμην. Κἂν τέκνῳ τι χαρίσασθαι θέλῃ, τοῦ διδομένου πολλάκις ἡ στέρησις ἀνακρούεται. Ἐμοὶ δὲ βουλομένῳ ἀφεῖναι καὶ δοῦναι οὐ μνήμη παλαιῶν ἁμαρτημάτων, οὐ στέρησις ἐνοχλεῖ. Καὶ ὑμεῖς μὲν βουλευόμενοί τι, μεταβουλεύεσθε. Ἐγὼ δὲ ἀμεταμέλητος. Ἀπείρῳ γὰρ ὑμῶν διαφορᾷ διενήνοχα. Δηλοῖ δὲ ὁ παρ' ἐμοῦ χορηγούμενος ὑμῖν ὑετὸς, ὃν διδοὺς εἰς εὐκαρπίαν τῇ γῇ, οὐκ ἀνεκαλεσάμην ποτέ. Ἐξ οὗ μάθετε ὡς οὐδεὶς λόγος παρ' ἐμοῦ ῥηθεὶς ἔσται κενὸς, ἐὰν ἐπιστραφέντες αἰτήσητε τῶν ἡμαρτημένων τὴν ἄφεσιν. Καὶ πρὸς τὰς ἐντολὰς δὲ τοῦ νόμου, φησὶν, ὑμᾶς εὐοδώσω, διδοὺς ἰσχὺν πρὸς τὸ φυλάττειν αὐτὸν, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον ἔνδοξον, καὶ ὑπὸ Κύρου καὶ τῶν ἐχθρῶν δορυφορουμένην ποιήσω. Ὡς γὰρ ἐξ Αἰγύπτου, φασὶ, χωρούντων ὑπεχώρει τούτοις ἡ θάλαττα, διαβατὸς δὲ καὶ Ἰορδάνης ἐγένετο· οὕτως ἱστορεῖται μετὰ τὴν αἰχμαλωσίαν ὁ Τίγρις ποδὶ γενέσθαι διαβατός. Καὶ ὡς ἐν ἀγαλλιάσει κινηθῆναι τὰ ὄρη, καὶ τοσαύτην σχεῖν μεταβολὴν ἀντὶ τῆς καταλαβούσης ἐκ τῶν πολεμίων ἐρημίας, ὡς καὶ ξένων δένδρων, παρὰ τὰ ὄντα, βλάστην ἐκδοῦναι, τῆς τοῦ Θεοῦ δεικνυμένης ἐξ αὐτῶν εὐμενείας. Ἐκ δὲ τῶν εἰρημένων ἐπίστηθι ὡς ἀμετάθετος ἡ βουλὴ τοῦ Θεοῦ δι' αἰῶνος, κἂν μὴ ἐπὶ μιᾶς ἢ πλειόνων γενεῶν πληρωθῇ. ΚΕΦΑΛ. Ν ʹ. αʹιαʹ. 9Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, καὶ ποιήσατε δικαιοσύνην. Ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ Σάββατα μὴ βεβηλοῦν· καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ, μὴ ποιεῖν ἄδικα9, κ. τ. λ. Περιγράψας ὁ λόγος τὴν περὶ τῶν ἐθνῶν προφη 2565 τείαν, ἐπὶ τὸ τῶν Ἰουδαίων τάγμα μετέβη τῶν τότε τῷ προφήτῃ συνόντων, οἵτινες ἐφρόνουν ἐπ' εὐγενείᾳ, καὶ τῷ φυλάττειν τὰ Σάββατα, καὶ τὸ πολύγονον εὐσεβείας ἐνόμιζον γέρας, ὡς ἀναπίπτειν ἐντεῦθεν τοὺς προσηλύτους καὶ τοὺς εὐνούχους· τοὺς μὲν ὡς εὐγενείας, τοὺς δὲ ὡς παίδων ἐστερημένους. Διὸ δείκνυσι Θεὸς ἐν τρόποις εἶναι καὶ ταῖς ἀρεταῖς τὸ μακάριον. Ὁ γὰρ ἐστερημένος δικαιοσύνης καὶ κρίσεως, κἄν τι τῶν εἰρημένων ἔχῃ, λίαν ἐστὶν ἀνόνητος. Ὅθεν φησί· Πάσης ἀκρίτου παύσασθε γνώμης, κεκριμένῳ λογισμῷ μετιόντες τὸ δίκαιον· ἤγουν, Τὰ ὀρθὰ φυλάττετε κρίματα, ἢ τὰ θεῖα κρίματα, δηλονότι τὰς ἐντολάς. Δεῖ δὲ καὶ λογισμῷ φυλάττειν, καὶ ἔργῳ ποιεῖν. Διό φησι· καὶ ποιεῖτε δικαιοσύνην, μισθὸν ἐπαγγειλάμενος τὸ σωτήριον καὶ τὸ ἔλεος, ἢ, κατὰ τοὺς λοιποὺς, τὴν δικαιοσύνην. Τινὲς δέ φασιν· Ἵνα μὴ νομίσωσιν ἐπὶ τὴν τοῦ νόμου τήρησιν τὴν ἐν σκιαῖς καὶ τύποις παρακαλεῖσθαι, ἐγγὺς εἶναι, φησὶ, τὸ σωτήριον, καὶ τὸ ἔλεος, τοῦτ' ἔστι Χριστόν. Ἐλεήσας γὰρ ἡμᾶς, διὰ τῆς ἀφέσεως ἔσωσεν. Οὕτω καὶ Ἀμβακούμ·" Ἔτι μικρὸν, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ." Ἀποκαλυφθῆναι δέ φησιν, ἐπειδὴ προὔλεγον μὲν οἱ προφῆται περὶ αὐτοῦ, ἐν ἰδίοις δὲ καιροῖς ἐφανερώθη. Τοῦτο καὶ Δαβὶδ ἔλεγεν·" Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν. Ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ." Ἐπὶ τοιαύταις οὖν ἐλπίσιν ἐπιλέγει, Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα. Τὴν κρίσιν λέγει καὶ τὴν δικαιοσύνην, ἀλλ' οὐχ ὁ προτερήμασι κομπάζων σωματικοῖς, εὐγενείᾳ τε καὶ πολυπαιδίᾳ. Συνῳδὰ τούτοις ἔλεγεν Ἰωάννης ὁ Βαπτιστής·" Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραάμ." Ὁμοίως καὶ ὁ Σωτήρ·" Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν." Δεῖ δὲ πρὸς τῷ φυλάττειν [Σάββατα], καὶ ἀντέχεσθαι τῆς δικαιοσύνης, καὶ κρίσεως, καὶ μὴ παρέργως ἐπ' αὐτὰ χωρεῖν. Μετὰ τούτων γὰρ καὶ ἡ φυλακὴ τῶν Σαββάτων ἐπαινετὴ, ἥτις ἐστὶν οὐχ ἁπλῶς ἐν ἀργίᾳ, ἀλλ' ἐν τῷ τὰς χεῖρας, τοῦτ' ἔστι τὰς πράξεις καθαρὰς ἀτόπων ἔργων τηρεῖν. Οὕτω γὰρ δεῖ Σαββατίζοντας θυσίας προσάγειν πνευματικάς. Εἶτα παραμυθεῖται τοὺς προσηλύτους καὶ τοὺς εὐνούχους, ὡς οὐδενὸς τῶν μεγάλων ἐστερημένους σωματικῆς εὐγενείας καὶ παίδων γονῆς. Οὐ γὰρ ἐμποδίσει ταῦτα τῶν θείων τυχεῖν ἀγαθῶν, εἰ ζῷεν θεοσεβῶς, τῷ δικαιοπραγεῖν ὡς δεῖ Σαββατίζοντες. Οὐ γὰρ ψιλὰ θέλει τὰ Σάββατα ὁ κατ' ἀρχὰς εἰπὼν τοῦ βιβλίου·" Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι·" ἀλλ' εἰ καὶ ἔδει τότε σωματικῶς τηρεῖσθαι, διὰ τὴν παραγγελίαν τοῦ νόμου τὸ Σάββατον, μετὰ κρίσεως καὶ δικαιοσύνης ἦν τηρητέον. Οὐκ ἄρα παραβλάψει τὸν ἀλλογενῆ τὸ νόθον τοῦ γένους. Ἀρέσκων γὰρ Κυρίῳ εἰς ἔθνος ἅγιον καὶ ἐν τέκνοις τελέσει τοῦ 2568 Ἀβραάμ." Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ," ὡς ὁ Παῦλός φησιν. Οὐδ' ὅτι εἰ εἶ σπέρμα Ἀβραὰμ, πάντως καὶ τέκνα." Ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα, καὶ ἡ ἐπαγγελία δὲ τῷ Ἀβραὰμ οὐκ ἐπὶ μόνοις δέδοται τοῖς ἐξ αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τοῖς διὰ πίστεως." Ἐδικαιώθη γὰρ οὕτως Ἀβραάμ. Ἀλλ' οὐδὲ τὸν εὐνοῦχον θεοσεβοῦντα παραβλάψει τὸ ἄγονον, εἰ καὶ ἡ πολυπαιδία καιροῦ καλοῦντος ἐν εὐλογίας δέδοται τάξει. Ἀντὶ τῆς οὖν πολυτεκνίας δώσειν αὐτοῖς ἐπαγγέλλεται ἐν τῷ οἴκῳ, καὶ ἐν τῷ τείχει αὐτοῦ, τόπον ὀνομαστόν· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· Χεῖρα καὶ ὄνομα βέλτιον υἱῶν καὶ θυγατέρων. Καὶ ὄνομα δὲ, φησὶν, αἰώνιον δώσω αὐτοῖς ὃ οὐκ ἐξαρθήσεται, ὁποῖον ἦν τὸ δοθὲν Ἰακὼβ, καὶ ποιῆσαν αὐτὸν Ἰσραὴλ, ἄνθρωπον θεωρὸν Θεοῦ. Τοῦτο γὰρ σημαίνει τὸ ὄνομα, ὃ καὶ γέγονεν ἔργον. Εἰ δὲ καὶ, κατὰ τὸν λόγον τοῦ Σωτῆρος, εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπειδὴ πολλαὶ μοναὶ παρὰ τῷ Πατέρι, καὶ ἔστι πόλις Θεοῦ Ἱερουσαλὴμ ἐπουράνιος· ἀκόλουθον ἐκεῖ δίδοσθαι τόπον αὐτοῖς ἐν τῷ τείχει ταύτης τῆς πόλεως· ἤγουν καὶ τῆς ἐπὶ γῆς Ἐκκλησίας, ἐν ᾗ διαπρέπουσιν ἄνδρες ἁγνείᾳ καὶ σεμνότητι σύντροφοι, καὶ πολυπαιδίας κρείττω τὴν ἐπὶ τούτοις ἐν Κυρίῳ δόξαν ἡγούμενοι καὶ φυλάττοντες τὰ Σάββατα αὐτοῦ, δηλονότι Χριστοῦ, ἀληθῆ καὶ οὐ σκιώδη τυγχάνοντα. Τὰ αὐτὰ δὲ πράττοντας καὶ τοὺς ἀλλογενεῖς εἰσάξειν εἰς ὄρος ἅγιον αὐτοῦ ἐπαγγέλλεται, δέξεσθαί τε παρ' αὐτῶν θυσίας, δηλαδὴ τὰς δι' εὐχῶν καὶ αἰνέσεως, ἢ καὶ τὰς σωματικὰς, εἰ περὶ τῶν πρὸ τῆς παρουσίας ὁ λόγος. Τὸν γὰρ οἶκον αὐτοῦ πᾶσιν ἀνεῷχθαι τοῖς ἔθνεσιν, τῶν ἐξ Ἰσραὴλ διελέγχων τὸν τύφον, οἳ κατεφύοντο τῶν ἀλλογενῶν, μερίδα καὶ κλῆρον Θεοῦ, καὶ λαὸν ἅγιον ἑαυτοὺς ὀνομάζοντες, καὶ λέγοντες·" Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν." Καὶ ὅρα πῶς παρῆλθε τὰ ἀρχαῖα, καὶ γέγονε πάντα καινά. Ὁ μὲν γὰρ νόμος φησίν· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου. Ὁ δὲ Χριστὸςπάντας εἰσάξειν εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἐπαγγέλλεται. Αὐτὴ γὰρ ὄρος τὸ ἅγιον. Εἰς ἣν εἰσελθόντες τοῖς ἐξ αὐτοῦ χαρίσμασιν ἐνευφραίνονται. Ὡς δὲ ἐκ παραδείγματος τῆς κατὰ νόμον λατρείας, δεκτὰς αὐτῶν ἔφη γίνεσθαι τὰς θυσίας. Ἀναλόγως γὰρ, τῶν μὲν ὁλοκαυτουμένων, ὅσοι δι' ὅλων ἑαυτῶν καθιέρωνται τῷ Θεῷ· τῶν δὲ ἐκ μέρους, ὁποία τῶν ἐν Κυρίῳ γεγαμηκότων ἡ ζωὴ, μεμερισμένη Θεῷ τε καὶ κόσμῳ. Πλὴν οὐ μόνοις ἤμερος τοῖς ἐξ ἐθνῶν ὁ Σωτήρ. Συνάξει γὰρ, φησὶ, καὶ τοὺς διεσπαρμένους Ἰσραήλ. 2569 Ἀπέστησαν γὰρ τῆς ἐν νόμῳ πολιτείας μᾶλλον, ἢ τῆς Ἰουδαίας ἔξω γεγόνασιν, εἰδωλολατροῦντές τε καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐξ ὧν ὁ ἐπισυναχθεὶς ἐκ τῆς διασπορᾶς Ἰσραὴλ, οἵτε πάλαι θεοσεβεῖς, καὶ τοῦ Σωτῆρος οἱ μαθηταί. Τὰ θηρία δὲ τοῦ δρυμοῦ τὰ μετὰ τοῦ Ἰσραὴλ συναγόμενα σημαίνει τοὺς ἐθνικούς. Δρυμὸν γὰρ συνήθως καλεῖ τὸ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν, ἅπερ εἰς ἑστίασιν ἀνακαλεῖται πνευματικήν. Διὸ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ, πάντα τὰ θηρία, πᾶν ζῶον αὐτοῦ εἴρηται. Καὶ πάλιν πάντα τὰ ζῶα αὐτοῦ. Τίνος δὲ αὐτοῦ, ἢ τοῦ Θεοῦ; οὐχ ἁπλῶς δὲ τὰ θηρία καλεῖ, ἀλλὰ τὰ αὐτοῦ. Ἐθηριώθησαν γὰρ ὑπὸ τυράννῳ τεθραμμένοι τῷ διαβόλῳ, καὶ ζῶντες οὐκ ἀνθρωπίνως. Ἀλλὰ νῦν αὐτοὺς ἐπὶ τράπεζαν καλεῖ τὴν νοητὴν, τὸν ἄρτον φαγεῖν τῆς ζωῆς, ὥς τε χαίροντας λέγειν·" Ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν." Καὶ δι' ἑτέρου δὲ προφήτου φησί·" Φάγετε καὶ πίετε καὶ μεθύσθητε οἱ πλησίον." Μακρὰν γὰρ ὄντες Θεοῦ, διὰ πίστεως ἤγγισαν, καὶ μετέχουσιν ἄρτου τοῦ στηρίζοντος καρδίαν ἀνθρώπου. Κατὰ δὲ τὴν ἱστορίαν διχῶς νοήσεις. Ἡ γὰρ διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου γενομένην λέγων συνάξειν τὸν Ἰσραὴλ, μετ' αὐτῶν καὶ τὰ θηρία συνάξειν φησίν. Τότε γὰρ εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύλων ἐθνῶν προσηλυτεῦσαι, οὓς διὰ τὸ ἀλλογενὲς καὶ ἄγριον θηρία καλεῖ. Ἢ θηρία συνήθως φησὶ τοὺς καταδῃώσαντας τὸν Ἰσραὴλ, καὶ ὅλῳ στόματι φαγόντας αὐτὸν, διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Διὸ καὶ ὡς θηρία πρὸς βρῶσιν αὐτοὺς τοῦ ἔθνους καλεῖ, καὶ τὸ εὔλογον τῆς κολάσεως ἐπιδείκνυται λέγων· ἴδετε ὅτι πάντες ἐκτετύφλωνται. Τινὲς δέ φασιν ὡς προγνοὺς ὅτι τὰ μὲν θηρία πεισθήσεται τῷ κηρύγματι, ἐν ἀπιστίᾳ δὲ τὸ Ἰουδαίων πλῆθος μενεῖ, τυφλοὺς εἰκότως αὐτοὺς ἀπεκάλεσεν, οἳ μηδὲ τοῖς θηρίοις γεγόνασιν ἴσοι. Ἀντὶ δὲ τοῦ, ἴδετε ὅτι ἐκτετύφλωνται, Σύμμαχος καὶ Θεοδοτίων, οἱ σκοποὶ αὐτοῦ, φασὶ, τυφλοί. Ἀκύλας δὲ σκοπευταί. Ἀντὶ δὲ τοῦ ἐνεοὶ, Σύμμαχος ἄλαλοι. Ἀκύλας δὲ μογιλάλοι. Νοήσεις δὲ τοὺς ἐνταῦθα σκοποὺς τυφλοὺς ἐξ ἑτέρων διορατικῶν σκοπῶν, περὶ ὧν ἐλέγετο. Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη. Ἀνθ' οὗ οἱ λοιποί. Φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνήν. Ἦν δὲ περὶ τῶν ἀποστόλων ὁ λόγος τῶν διορατικῶν τῆς Ἐκκλησίας σκοπῶν. Καὶ πρὸς Ἰεζεκιὴλ δέ φησιν· Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκω Ἰσραήλ. Ἐνταῦθα δὲ οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες τυφλοὶ σκοποὶ λέγονται, καὶ κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, οὐδὲ τῆς τοῦ Θεοῦ ποίμνης ἀπελαύνειν τοὺς λύκους. Καὶ πῶς οἱ πρώτους ἑαυτοὺς ἐκτυφλώσαντες, καὶ τὸ φῶς τὸ 2572 ἀληθινὸν μὴ δεξάμενοι; καίτοι σαφῶς ἐβόα·" Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου." Καὶ πάλιν·" Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς·" περὶ ὧν ὁ προφήτης φησίν·" Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μεινάντων αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν." Καὶ ὁ Σωτὴρ δέ φησι" Τυφλοί εἰσι τυφλῶν ὁδηγοὶ, δηλονότι τὴν διάνοιαν." Ὅθεν ἐπήγαγε νῦν ὁ προφήτης, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. Δι' ὅπερ αὐτοῖς παρεκελεύετο καὶ Δαβίδ·" Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας." Ὡς μὴ πεισθέντες ἐκ τῆς ὁδοῦ τῆς εὐαγγελικῆς ἀπολώλασι σὺν αὐτοῖς, οἷς ἐποίμαινον, πρὸς τῷ μὴ φυλάττειν ὡς κύνες, τὰ τῶν λύκων ποιήσαντες, ὡς λέγεσθαι περὶ αὐτῶν·" Οἱ ἱερεῖς οὐκ εἶπον, Ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με." Καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ. Οἳ οὐδὲ μέχρι τοῦ ὑλακτεῖν ἐχώρουν, ἀλλὰ καὶ οὐδὲν καθευδόντων διαφέροντες φαντασίαις προσεῖχον μόναις ὥσπερ ἐνυπνιαζόμενοι. Διὸ Σύμμαχος μέν φησιν· ὁραματισταὶ κοιμώμενοι, ἀγαπῶντες νυστάζειν. Ὁ δὲ Ἀκύλας· φανταζόμενοι κοιμώμενοι, ἀγαπῶντες νυστάξαι. Καὶ τοιοῦτοι μὲν ἦσαν πρὸς τοὺς ἐκτὸς, καθ' ὧν ἔδει διεγρηγορέναι καὶ νήφειν. Πρὸς δὲ τοὺς οἰκείους ἀναιδεῖς, κατεσθίοντες τὰ ὑποκείμενα θρέμματα, καὶ τοῦτο λίαν ἀπλήστως. Παρεδίκαζον γὰρ διὰ δῶρα, καθάπερ ἔφη προλαβὼν προφήτης· κοινωνοὶ κλέπτων, ἀγαπῶντες δῶρα. Καὶ Ἀμβακοὺμ δὲ πρὸς τὸν Θεὸν ἀγανακτητικὰς εἰπὼν φωνὰς ἐπιφέρει·" Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐκ ἐξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον." Καὶ τοῦ δὲ καρποῦσθαι τὰς δεκάτας μόνον, ἐγίνοντο ἀποδεκατοῦντες τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον καὶ τὸ κύμινον, καὶ παρορῶντες τὴν κρίσιν, καὶ τὸ ἔλεος καὶ τὴν πίστιν, καθά φησιν ὁ Σωτήρ. Ταύτης ἕνεκα τῆς αἰτίας πάντες φησὶ ταῖς ὁδοῖς αὐτῶν ἠκολούθησαν, οὐ ταῖς ὁδοῖς τοῦ Θεοῦ. Καὶ οὐ καθ' ἕνα μόνον ἦσαν τοιοῦτοι, ἀλλὰ καὶ κατὰ τὸ αὐτὸ συνέδρια ποιούμενοι πονηρὰ, οἷα τὰ κατὰ Χριστοῦ, καὶ τῶν ἀποστόλων. Ταῖς γὰρ ὁδοῖς αὐτῶν ἀκολουθοῦντες φιλήδονοι μᾶλλον ἦσαν, ἢ φιλόθεοι. ΚΕΦΑΛ. ΝΖʹ. αιδʹ. 9Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἀνὴρ ἐκδέχεται τῇ καρδίᾳ. Καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος. Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. Ἦρται ἐκ τοῦ μέσου. Ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνησ9, κ. τ. λ. Δι' ὅπερ εὐθὺς αὐτῶν τὰ κατὰ Χριστοῦ καὶ τῶν 2573 δικαίων ἐπιφέρει τολμήματα λέγων· Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ. Καὶ πῶς γὰρ ἤμελλον ἰδεῖν οἱ τυφλοί; ἦ γὰρ ἂν ἑώρων αὐτὸν, τὴν κατ' αὐτῶν οἰκονομίαν νοήσαντες, καὶ οὐκ ἂν ἐκ τῶν ἐναντίων ἔλεγον·" Δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν;" Δίκαιος δὲ ἦν, ὡς οὐκ εἰδὼς ἁμαρτίαν· οὐ μετέχοντες καὶ οἱ μαθηταὶ χρηματίζουσι δίκαιοι, οὓς καὶ αὐτοὺς ἀπέκτειναν τὸν εὐαγγελικὸν αὐτοῖς πρεσβεύοντας λόγον. Ἀπέκτειναν γοῦν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ Στέφανον, τὸ τῆς ἀσεβείας οὐκ ἐννοούμενοι μέγεθος· ὅπερ ἐστὶ τὸ, μὴ ἐκδέχεσθαι τῇ καρδίᾳ. Ἦρται δὲ καὶ ἐκ προσώπου ἀδικίας ὁ δίκαιος· τοῦτ' ἔστιν, οἱ ἄδικοι κατηγωνίσαντο τοὺς δικαίους. Ὁμοῦ δὲ καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν τοῦ Κυρίου δεδήλωκε. Διὰ μὲν τῆς ταφῆς, τὸν θάνατον· διὰ δὲ τοῦ ἦρθαι ταύτην ἐκ μέσου, τὴν ἀνάστασιν. Ἀφανὴς γὰρ γέγονε μὴ μείναντος ἐν αὐτῇ τοῦ ταφέντος, ὡς καὶ τὸν ἄγγελον λέγειν· Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο. Πῶς δὲ γέγονεν ἡ ταφὴ αὐτοῦ ἐν εἰρήνῃ, ἢ ὅτι σιωπῶν, καὶ μηδὲν ἀντιλέγων ἀνῄρηται; ἢ ὅτι οὐκ ἐπεδικάσατο αὐτοῦ ὁ ἄρχων τοῦ κόσμου τούτου, μηδὲν εὑρὼν ἐν αὐτῷ; ἢ ὥς φασιν, ἐπειδὴ πάντες οἱ καθηγηταὶ τῶν Ἰουδαίων, μετὰ τῶν ὑπηκόων, ἀπέκτειναν αὐτὸν ὁμονοίᾳ χρησάμενοι, μηδενὸς ἀντιλέγοντος. Ἐκ πολλῆς δὲ φιλοθεΐας λοιπὸν ὁ προφήτης αὐτοῖς ἐπιφέρεται, οἷς οὐκ ἤρκεσε τῶν προφητῶν τὸ αἷμα, πρὸς αὐτὸ δὲ τῆς μιαιφονίας ἀνέδραμον τὸ κεφάλαιον. Δεινὸν μὲν γὰρ ὅτι καὶ πάλαι τοὺς προφήτας ἐσυκοφάντουν. Πλὴν ἀλλ' ἦσαν ἄνθρωποι τάξιν οἰκετικὴν περιφέροντες. Τί δ' ἂν εἴποις, φησὶν, ὅτι κατ' αὐτοῦ τοῦ πάντων Δεσπότου τὰς γλώσσας ἐκίνησαν; Σαμαρείτην γὰρ ἔλεγον, καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγεννημένον, καὶ δαιμονᾷν. Καὶ τέλος Πιλάτῳ προσαγαγόντες ἔφασκον·" Οὗτος ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι." Τοιγαροῦν δι' Ἡσαΐου φησὶν ὁ Σωτήρ·" Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ. Δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς. Αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ." Καίτοι γὰρ εἰδότες ὅτι αὐτὸς ὁ κληρονόμος ἐστὶν, ἔλεγον·" Δεῦτε, ἀποκτείνωμεν αὐτόν." Καὶ διὰ τοῦ ψαλμοῦ δέ φησιν·" Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με." Τέκνα δὲ καλεῖ ἀπωλείας, ὡς μὴ δεξαμένους τὸν σώζοντα· καὶ σπέρμα ἄνομον·" Περὶ ἐμοῦ γάρ φησι γέγραφε Μωσῆς·" ὥστε καὶ τὸν νόμον παρέβησαν. Φησὶ δὲ αὐτοὺς καὶ σπέρμα μοιχῶν καὶ πόρνης μοιχούς φησι, καλῶν ἐν τούτοις τοὺς τῶν Ἰουδαίων καθηγητάς. Οἱονεὶ γὰρ ἐμοιχῶντο τὴν Συναγωγὴν, 2576 ἐντάλματα ἴδια, οὐ τὰ ἐκ νόμου διδάσκοντες. Ὧν ἡ Συναγωγὴ δεχομένη τὰ σπέρματα, δικαίως ἐχρημάτισε πόρνη. Κυριοκτόνους δὲ αὐτοὺς ἀποφήνας, δείκνυσιν ἐκ παλαιοῦ νοσοῦντας αὐτοὺς τὸ μισόθεον. Ὑμεῖς γὰρ οἱ καὶ πάλαι παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα, καὶ ταῦτα τοῦ νόμου διδάξαντος·" Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." Καὶ οὐκ ἤρκει μόνοις ἀσεβεῖν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐδίδασκον. Ἔσῃ τοίνυν μερὶς ἀλωπέκων, δηλονότι δαιμόνων οἷς περ ἐλάτρευσας, οἷς τὸ σκότος ἡτοίμασται τὸ ἐξώτερον· ἡ ἄρα τὴν σφαγὴν τῶν τέκνων φησὶν εἰς αὐτοὺς περι [ελεύσ] εσθαι, πολεμίων αὐτὴν ἐπαγόντων. Φησὶ δὲ, ὅτι καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας ἔθηκας μνημόσυνά σου, τὰ ἀντὶ φυλακτηρίου λέγων ἀγάλματα, μνημόσυνα τῆς εἰδωλολατρείας ὑπάρχοντα, πρὸς τὸ μεμνῆσθαι τούτων διὰ παντὸς παρεστηκότων ἢ ταῖς θύραις ἐγγεγλυμμένων. Ὤου γὰρ ἐμοῦ ταῦτα τυγχάνειν ὠφελιμώτερα. Πῶς γὰρ ἂν καὶ γένοιτο τὸ κακὸν αἱρετὸν μὴ φαινομένῳ χρωσθὲν ἀγαθῷ; Τὸ δὲ, ἐπ' ὄρος ὑψηλὸν ἐκεῖ σου ἡ κοίτη, ἐπειδὴ τοῖς εἰδώλοις ἐνυπνίων ἕνεκα παρεκάθευδον. Ταῦτα μὲν ὡς πρὸς τοὺς εἰρημένους σκοποὺς τυφλοὺς καὶ τοὺς κύνας τοὺς ἐνεούς. Τὰ δὲ ἑξῆς ὡς πρὸς αὐτὴν Ἱερουσαλὴμ, καὶ τὴν τῶν Ἰουδαίων ἐπιφέρει συναγωγὴν, Ἠγάπησας λέγων τοὺς κοιμωμένους μετὰ σοῦ. Κατὰ δὲ τοὺς λοιποὺς, ἠγάπησας τὴν κοίτην αὐτῶν, τῶν σκοπῶν δηλονότι τῶν εἰρημένων, μεθ' ὧν πάσης πορνείας ἐπλήρους ὁδὸν, εἰδωλολατρείας, νεκυομαντείας, οἰωνισμῶν, καὶ τῶν ὅσα τοιαῦτα, ὧν γινομένων, πολλοὺς ἐποίησας ἀπὸ σοῦ· φεύγοντες γὰρ οἱ προφῆται καὶ οἱ θεοσεβεῖς τὴν Ἱερουσαλὴμ ἔλεγον·" Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη." Ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὡς δεισιδαίμονα τὴν Ἱερουσαλὴμ Βαβυλῶνα καλέσαντες. Ἤγουν φησὶν, ἐπλήθυνε παρ' ἑαυτῇ Θεοὺς τοὺς μακρὰν ἀπ' αὐτῆς, περιεργαζομένη τὰ τῶν ὁμόρων σεβάσματα. Ὃ δηλοῖ καὶ τὸ, ἀπέστελλες πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Καὶ ἐπλήθυνες τὰ μυρέψιά σου. Ἀπέστειλας ὅμηρά σου ἕως μακράν. Ὡς πρὸς ἑταίραν δὲ καλλωπιζομένην ὁ λόγος ἐφ' ἡδονῇ τῶν αὐτῇ προσιόντων. Ὅθεν φησὶν ἐταπεινώθης ἕως ᾄδου. Ταῖς πολυοδίαις σου ἐκοπίασας. Μὴ μείνασα γὰρ ὑψηλὴ παρὰ Θεῷ, τεταπείνωται. Διό περ ἔλεγεν·" Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν." Τίς δὲ τῆς ταπεινότητος ὁ τρόπος; ἡ πολυοδία. Οὐ γὰρ μίαν ὥδευες τὴν βασιλικὴν ὁδὸν, ἀλλὰ πολλὰς καὶ πεπλανημένας, ἀπ' ἄλλων εἰς ἄλλους ἀεὶ θεοὺς μεταβαίνουσα. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἐκτόπων οἶδεν ἀκολουθεῖν ἡδονῶν, πλούτου, καὶ ἀσελγείας, καὶ κενῆς δόξης παρενοχλούντων. Διό φησιν Ἱερεμίας·" Ἐν ἐπιθυμίᾳ ψυχῆς αὐτοῦἐπνευματοφορεῖτο." Ὅπερ παθοῦσα ψυχὴ δυσανάκλη 2577 τος. Ὅθεν ἐπάγει·" Παρεδόθη, τίς ἀποστρέψει αὐτήν;" Καὶ Ἱερουσαλὴμ δὲ φησὶν, ἐντόνως ἐπικειμένη τοῖς κακοῖς οὐκ ἐπαύετο. Πρὸς ἣν λέγει· Οὐ κατεδεήθης μου. Ἢ κατὰ τὸν Ἀκύλαν, οὐκ ἐλιτάνευσας, ὥς τε τυχεῖν ἀφέσεως. Τὸ μὲν γὰρ ἐξ ἀρχῆς μὴ παθεῖν σωφρονούσης. Τὸ δὲ καὶ ἐπιμεῖναι λίαν ἀπεγνωσμένης. Πρὸς ὃ λέλεκται·" Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;" μετανοοῦντας γὰρ ἕτοιμος δέχεσθαι δι' ἑνὸς εἰπὼν τῶν προφητῶν·" Ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν." Οἱ δὲ ὡς ἀδυνατοῦντος σῶσαι Θεοῦ, προσδοκωμένων Βαβυλωνίων, τὴν εἰδωλολατρείαν ἐπέτειναν. Διό φησι· Τίνα φοβηθεῖσα ἐψεύσω με; τί γὰρ πρὸς θείαν δύναμιν ἄνθρωπος ὢν ὁ Βαβυλώνιος ἴσχυεν; γέγραπται γὰρ περὶ Θεοῦ·" Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες." Καὶ Ἡσαΐας δέ φησιν·" Οὐχὶ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίαλος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν; τίνι ὡμοιώσατε Κύριον;" ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ τίνα φοβηθεῖσα ἐψεύσω με, Διέμεινες δέ φησιν, ἐξ αἰῶνος ἄφοβος καὶ ἄνευ λαβῆς· δεικνὺς ὡς, εἰ καί ποτε θεοσεβεῖν ἔδοξας ἐπαγγέλλεσθαι, καὶ τότε τὴν ἐπαγγελίαν ἐψεύσω, Οὐδὲ γὰρ πρὸ τούτους ἔλαβές με πρὸς μνήμην, καὶ δὲ νῦν τοιαύτη παρέμεινας. Διὰ τοῦτο καταλείψω σε ἔρημον, καὶ λοιπὸν ἔκδικος ὀργή σε καταλήψεται, τὰ σὰ κακὰ διελέγχουσα. Καὶ τίς σε τότε τῶν σῶν ἐξελεῖται θεῶν; καὶ ἀλλαχοῦ δέ φησιν·" Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν ἐροῦσι, φησὶν, Ἀνάστα, σῶσον ἡμᾶς." Ἀντὶ δὲ τοῦ, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· Σύμμαχος ἐξελέσθωσάν σε, φησὶν, αἱ συναγωγαί σου· σαφῶς διδάσκων ἀνωφελεῖς εἶναι τὰς αὐτῶν συναγωγάς· εἰ μὴ ἄρα τῶν συνηγμένων αὐτοῖς εἰδώλων οὕτω τὸ πλῆθος ἐκάλεσεν. Τούτους δὲ, φησὶν, ἄνεμος λήψεται, ἢ τοὺς θεοὺς, ἢ τοὺς κατηγορηθέντας λέγων. Καὶ δι' Ἰεζεκιὴλ γάρ φησι πρὸς τὴν τούτων Συναγωγήν·" Καθὼς ἐποίησας, οὕτως ἔσται σοι." Καὶ Ἡσαΐας δέ φησιν·" Οὐαὶ τῷ ἀνόμῳ· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ." Καὶ νῦν δέ φησιν ὡς παριδοῦσά με παροραθήσῃ, ἀντὶ τῶν σῶν κακῶν παθοῦσα δικαίως. Καὶ ταῦτα μὲν τούτοις. Οἱ δὲ τὴν καλὴν ἐπιλεξάμενοι μερίδα, τὸν Θεὸν, τὴν πρέπουσαν ἕξουσιν ἀμοιβήν. Κτήσονται γὰρ τὴν ἐπηγγελμένην τοῖς πραέσι γῆν, καὶ ὄρος ἅγιον, τὴν ἐπουράνιον πόλιν· οἳ καὶ ἑτέρων φανοῦνται διδάσκαλοι, παραινοῦντες αὐτοῖς ἐξομαλίζειν τὰς ὁδοὺς τοῦ λαοῦ, καθαρὰς ποιουμένους καὶ λείας διδασκαλίας σκολιὸν ἐχούσας μηδέν. Οὐ φροντίζει γὰρ μόνης τῆς ἑαυτοῦ σωτηρίας ὁ κατορθώσας παρὰ Θεῷ, προστάττει δὲ καὶ τὴν τῆς θεοσεβείας ἐξομαλίζειν ὁδὸν, καὶ τὰ δοκοῦντα προσκόμματα τῶν θείων ἀνα 2580 γνωσμάτων περιαιρεῖν διὰ τῆς ἐπὶ τὸ σαφέστερον αὑτῶν ἑρμηνείας. Πρέποι δ' ἂν εἰρῆσθαι ταῦτα περὶ τοῦ τῶν ἀποστόλων χοροῦ, οἳ τὸ ἅγιον ἐκληρονόμησαν ὄρος. Περὶ οὗ φησι καὶ Δαβίδ·" Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου·" καὶ τὰ ἐπὶ τούτῳ. Οἳ τῆς εἰς Χριστὸν ἀγάπης σφοδρῶς ἀντεχόμενοι ἔλεγον," Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" οἷς ῥηθήσεται, φησὶν, τὸ," Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ." Τίνα δὲ τρόπον Ἄρατε σκῶλα, φησίν; τοῦτ' ἔστι τὴν λείαν ὁδὸν, τὴν διὰ πίστεως ὑποδείξατε αἰρομένων ἐκ μέσου τῶν νομικῶν ἐνταλμάτων, ἅπερ ἦν δυσκατόρθωτα. Τοιοῦτόν ἐστι καὶ τὸ," Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους διὰ τῆς ὁδοῦ ῥίψατε." Τοῦτ' ἔστι δυσχερείας ἀπαλλάξατε τὴν ὁδόν. Ἄλλοι δὲ τὴν πᾶσαν οὕτως ἐξηγήσαντο ῥῆσιν· Μετὰ τὴν τῶν προλεχθέντων ἐπαγγελίαν, ὑποδείκνυσι πῶς βιοῦντες αὐτῶν ἐπιτεύξονται. Μεθ' ἃ παραμυθεῖται τοὺς προσηλύτους· εἶτα τοὺς εὐνούχους κατάραν οἰομένους τὸ μὴ σπέρμα ἐν τῷ εὐλογημένῳ γένει κεκτῆσθαι, μηδὲ κληρονομίαν δύνασθαι λαβεῖν ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Ἀναγκαίως δὲ ταῦτα συνεβούλευε τοῖς μέλλουσιν ὑπὸ τὴν ἀπόφασιν κεῖσθαι τὴν ῥηθεῖσαν πρὸς Ἐζεκίαν, ὡς ἐκ τοῦ γένους αὐτοῦ ποιήσουσι σπάδοντας· ᾗπερ ὑποπεσὼν Δανιὴλ, καὶ οἱ τρεῖς παῖδες, παραμυθίας διὰ τούτων ἐτύγχανον, ὡς μὴ ἀνονήτως τοῦ Θεοῦ μετιόντες τὰς ἐντολάς. Τοὺς οὖν τοιούτους μετὰ τῶν εὐσεβούντων ἀλλογενῶν ἐπισυνάξειν φησί. Τοῖς δὲ ἄλλοις ἀπειθοῦσι προλέγει τὰ συμβησόμενα παρὰ Χαλδαίων δίκην θηρίων ἐμπηδώντων αὐτοῖς. Τὸ δὲ αἴτιον, ὅτι ἑκόντες ἐμωράνθησαν, τοὺς κύνας τοὺς λυττῶντας μιμησάμενοι, τοὺς μὴ δεσπότας γνωρίζοντας, μή τε τοὺς τρέφοντας, μήθ' ὑλακτεῖν δυναμένους· ὃ δὴ πεπόνθασιν. Ἀκούοντες γὰρ, ὡς ἐν ὕπνῳ, καὶ κοίταις, τὰ παρὰ τῶν δαιμόνων λεγόμενα, προσεποιοῦντο νυσταγμὸν, ἀφέντες τὰ παρὰ τοῦ Θεοῦ μετ' ἀποδείξεως τῶν ἐν ποσὶ προλεγόμενα, τοῦ μὲν ἡλίου ἀναποδίσαντος, τῶν δὲ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ἀνῃρημένων. Πρὸς ἃ τυφλώττοντες, τῶν κακῶν οὐκ ἐλάμβανον κόρον· ἀλλὰ καὶ τὰς περιστάσεις ὁρῶντες, αἳ τοῖς δικαίοις συμβαίνουσι, καὶ τοὺς ἐπαγομένους βίᾳ θανάτους, διεβέβληντο πρὸς τὴν ἀρετὴν ὡς μηδὲν ὠφελοῦσαν. Ὅθεν τὰ παρ' αὐτῶν προτάξας τῶν λεγόντων ἀπολωλέναι τὸν δίκαιον, ἐπάγει μεμφόμενος ὅτι τὰς μὲν σωματικὰς αὐτῶν ἀπωλείας ὁρῶσι, τὸ δὲ πρὸς ὄνησιν αὐτοῖς εἶναι τὸ συσταλῆναι τὸν χρόνον, καὶ πόνων αὐτοὺς ἐπ' ἐλπίσιν ἀγαθαῖς ἀπαλλάττεσθαι σκοπεῖν οὐκ ἐθέλουσιν ἀπλῶς τοῦ δικαίου κατατρέχοντες βίου. Εἶτα διελέγχει τὰς 2581 ἀσεβείας αὐτῶν, τὰς ἐν ὄρεσι, καὶ κατ' οἶκον ἐπὶ τῶν ἰδίων σταθμῶν βωμοὺς ἐγειρόντων, καὶ σύμβολα κρεμαννύντων οἰωνισμῶν. Διόπερ εἰς αἰχμαλωσίαν παραδοθήσονται. Ἐν γὰρ αὐτοῖς τοῖς δεινοῖς πάντα μᾶλλον ἢ πρὸς ἐμὲ κατεφεύγετε, πρεσβείας περὶ συμμαχίας εἰς Αἴγυπτον ἀποστέλλοντες, καὶ πρὸς τὰ πόῤῥωθεν ἔθνη. Καὶ ἀντιλεγόντων ἐφ' ἑτέρους ἐτρέχετε. Καὶ κόπων καὶ ταλαιπωρίας κόρος οὐκ ἦν. Εἶτα τὰς συμφορὰς αὐτοῖς ἀπειλήσας, ἀνέσεως τυχεῖν τοὺς αὐτῷ προσκειμένους ἐπαγγέλλεται. Καὶ καταλαβόντες, φησὶ, τὸ ἅγιόν μου ὄρος συμβουλεύσουσι πᾶν εἴδωλον ἀρθῆναι. Καὶ πᾶν σκῶλον καθαρισθῆναι ἀπὸ τῶν ὁδῶν τοῦ Θεοῦ, πρὸς τὸ ἀνεμποδίστως ἐν ταῖς ὁδοῖς μου πορεύεσθαι. ιεκαʹ. 9Τάδε λέγει Κύριος ὁ ὕψιστος ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ Κύριος ὕψιστος, ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν9, κ. τ. λ. Πρὸς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους, οὓς κύνας ἐνεοὺς καὶ τυφλοὺς, καὶ τὰ τοιαῦτα ἐκάλει, καὶ πρὸς τοὺς ὑπ' αὐτοὺς λαοὺς τὰ πρὸ τούτων εἰπὼν, νῦν πρὸς τοὺς ἐν αὐτοῖς εὐλαβεῖς, καὶ μετανοοῦντας ἐφ' οἷς ἤμαρτον ποιεῖται τὸν λόγον, οὓς καὶ συντετριμμένους τὴν καρδίαν καλεῖ· ἦσαν γὰρ εἰ καὶ βραχεῖς ἐν αὐτοῖς ἀνακείμενοι τῷ Θεῷ προφῆταί τε, καὶ τούτων μαθηταὶ, ἑαυτούς τε καὶ τὸν λαὸν ἀποκλαίοντες, ὑστερούμενοι, θλιβόμενοι, καὶ τὰ ἐφεξῆς. Ὁ γὰρ Θεὸς, εἰ καὶ πάντων ἐστὶν ἐπέκεινα, οὐχ ὑπερορᾷ τοὺς ταπεινοὺς, ἀλλὰ καὶ δίδωσι χάριν αὐτοῖς, εἰς ὕψος ἐγείρων, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, κατὰ τό·" Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται," καὶ ὑψωθεὶς ἐνοικοῦντα λαμβάνει Θεόν. Διὰ τοῦτο γὰρ καὶ νῦν αὐτοῖς διαλέγεται, ὡς ἂν ὑψώσῃ, καὶ ἐν ἁγίοις γεγονόσιν ἐπαναπαύηται. Οὐ τοπικὸν οὖν ἐπὶ Θεοῦ, σχετικὸν δὲ τὸ ὕψος, δι' ἧς τοῖς ἀξίοις καὶ αὐτῷ πάρεστιν. Ὁποῖος καὶ ὁ ταπεινόφρων ἐπὶ τοῖς ἡμαρτημένοις. Εἰ δὲ καὶ ἄνθρωποι ὄντες θλίβονται δι' εὐσέβειαν, καρτερικοὺς αὐτοὺς ἀπεργάζεται (μακρόθυμος γὰρ ὢν, μακροθύμους ποιεῖ)· ἀλλὰ καὶ ζωῆς ὑπάρχων πηγὴ, ζωὴν αἰώνιον δίδωσιν, ὁ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην οὐκ ἐξουδενῶν. Ὃς καί φησι πρὸς αὐτοὺς, ὡς Οὐ πάντων τῶν ὡς ἀνθρώποις ἡμαρτημένων λήψομαι δίκην· βραχέα δὲ παιδεύσας, καὶ συγκακουχεῖσθαι ταῖς ἁμαρτίαις παριδὼν τοῦ λαοῦ, τοὺς μὲν, ὡς ἀληθῶς ἀσεβεῖς, μὴ μετανοήσαντας αἰωνίῳ παραδώσω κολάσει· ὑμῖν δὲ τὴν ὀργὴν ὑπεκλύσω. Μέλει γὰρ ὡς Δημιουργῷ τοῦ δοθέντος 2584 ὑμῖν Πνεύματος παρ' ἐμοῦ, ὃ καὶ κτίζων ἄνθρωπον, εἰς ψυχὴν ἐνεφύσησα ζῶσαν, περὶ ἧς καὶ εἴρηται·" Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον." Καὶ Ἰὼβ δέ φησι·" Πνεῦμα Κυρίου τὸ περιόν μοι ἐν ῥισὶ, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με." Οὐκοῦν καὶ παιδεύων ὑμᾶς, ὡς Πατὴρ, τοῦτο ποιῶ·" Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει." Τοῦτο δὲ παθόντες, εὐαισθήτως ἄγαν τὴν κατὰ Θεὸν λύπην ἐλυπήθητε ἐπὶ τοῖς ἡμαρτημένοις στυγνάσαντες. Καὶ τὸν ἐκ τῆς μετανοίας βίον ἰδὼν, εἰκότως ἰασάμην ὑμᾶς ἀληθῶς παρακαλέσας. Ἀληθῆ γὰρ τὰ παρ' ἐμοῦ. καὶ δοὺς εἰρήνην, οὐχ ἁπλῶς, ἀλλ' ὡς καὶ ἀπὸ τῶν ἐγγὺς ἔχειν αὐτὴν, καὶ τῶν πόῤῥω λίαν ἀπῳκισμένων. Καὶ τοῦτο πέρας τοῖς ἐκ τῆς ἐμῆς παιδείας ὠφελημένοις. Οἱ δὲ δὴ τοιοῦτοι, κλυδωνισθήσονται. Πῶς γὰρ ἔχει φύσιν, ἀναπαύεσθαι καὶ χαίρειν τοὺς ἀλλοτριωθέντας Θεοῦ; κατὰ δὲ Σύμμαχον· Οἱ δὲ ἀσεβεῖς ὡς θάλασσα ἐκβρασσομένη. Ἡσυχάσαι γὰρ οὐ δυνήσονται, καὶ ἐκβρασθήσονται παρὰ τὰ ὕδατα αὐτῆς, καὶ καταπάτημα, καὶ πηλός. Ὁ δὲ Ἀκύλας· Καὶ ἐκβράσσει ὕδατα αὐτῆς καταπάτημα καὶ πηλόν. Ὥστε εἰ λέγοι τό ποτε, ὡς περὶ θαλάσσης Αἰγύπτου, ἢ περὶ ὑδάτων τινῶν, τὸ πλῆθος τῶν ἀσεβῶν ἐκδεξόμεθα. Τινὲς δὲ τὴν προκειμένην ῥῆσιν περὶ παντὸς Ἰσραὴλ εἰρῆσθαί φασιν, οὗ τὸ κατάλειμμα σώσειν κατεπαγγέλλεται διὰ πίστεως τῆς ἐν Χριστῷ. Τὸ δὲ, ὁ κατοικῶν ἐν ὑψηλοῖς, τὸ τῆς κατὰ φύσιν ὑπεροχῆς ἀμείωτον δείκνυσιν (ὑπὲρ πάντα γὰρ ἡ θεία φύσις), ὅπερ ἐστὶ διαμένουσα, εἰ καὶ Ἰσραὴλ αὐτὴν ἐταπείνωσε, παραβαλὼν τοῖς εἰδώλοις αὐτήν. Ὥσπερ οὖν ἐμόλυνε ταῖς ἀκαθάρτοις ἐννοίαις τὸν ἅγιον, καὶ τοῖς διὰ πίστεως καθαρθεῖσιν ἀναπαυόμενον· οὓς ἂν ἴδῃ μικροψυχοῦντας, φησίν· Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, ζωήν τε δίδωσιν ἀληθῆ τοῖς πτωχοῖς τῷ πνεύματι, καὶ πειθαρχοῦσι τῷ λόγῳ·" Ὁ γὰρ λοιπὸς Ἰσραὴλ κατεπῄρετο τοῦ Χριστοῦ. Πλὴν καὶ τούτου εὐέλπιδας ἀπεργάζεται διὰ τὸ κατάλειμμα, καὶ τὴν ἐπ' ἐσχάτων αὐτῶν σωτηρίαν. Οὐκ εἰς τέλος γὰρ παρατενῶ τὴν ὀργὴν, διὰ τὴν πρὸς τοὺς Πατέρας ἐπαγγελίαν, καὶ ὅτι πάντες ἐμὰ τυγχάνετε κτίσματα. Ἐξέλευσιν γὰρ πνεύματος οὐ τοῦ παναγίου φησίν. Πῶς γὰρ ἂν ποίησιν παρείληφεν ἐπ' αὐτοῦ; καταχρηστικῇ δὲ λέξει τὸ δημιουργηθὲν ἐν ἡμῖν ὑπαινίττεται. Τινὲς δὲ ἀντὶ τοῦ ἐξελεύσεται, ἐνειληθήσεται τὸ ῥητὸν παραθέμενοι, τὴν πνοὴν δηλοῦν φασι τὴν συμπλεκομένην τῷ σώματι, εἰ καὶ μὴ ὁμοούσιος αὐτῷ, πεμπομένη δὲ ἄνωθεν, καθά φησι Μωσῆς. Μικρὰν δὲ τὴν τιμωρίαν πρὸς τὰς αὐτῶν ἁμαρτίας καλεῖ, καὶ ἣν κατὰ Χριστοῦ παροινίαν εἰργάσαντο, δι' ἣν αὐτοὺς ἀπεστράφη προειπών·" Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν. 2585 Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις." Παύσω δὲ τὴν ἀποστροφὴν, ὅταν μετανοήσας πορεύσῃ στυγνός. Τεύξῃ γὰρ ἀληθινῆς παρακλήσεως, τῆς Χριστοῦ χάριτος δικαιούσης ἐν πίστει, καὶ πληρούσης ἁγιασμοῦ· Υἱοθεσίας τε γὰρ καὶ τῶν μελλόντων ἀγαθῶν μεταδίδωσι, καὶ εἰρήνης ἐπ' εἰρήνῃ. Τοῦτ' ἔστιν..... εκουσην δώσει.... ἐγγὺς Ἰσραήλ· ἦσαν γὰρ ἐγνωκότες..... τὸν νο... μῳ καὶ προφήταις ᾠδὴ..... καὶ τοῖς μακρὰν ἐθνικοῖς, ὅτι γε τούτων ἐστέρηνται. Τούτοις γὰρ καὶ Παῦλός φησι·" Νυνὶ δὲ οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Πλὴν ὁ Χριστὸς ἀμφότερα ἐποίησεν ἓν, τοὺς δύο κτίσας λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας εἰρηνεύσατο τῷ Πατέρι," πρὸς ὃν ἔλεγε·" Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν." Καὶ τὸ κεφάλαιον ὁ προφήτης ἐπήνεγκεν εἰπών· Ἰάσομαι αὐτούς. Οἱ δ' ἐκ τούτων ἀπειθοῦντες κλυδωνισθήσονται· κἀν τῷ καιρῷ γὰρ τῆς κλήσεως τινὲς αὐτῶν ἀπειθήσουσι, περὶ ὧν ὁ Παῦλός φησιν·" Ἀνθ' ὧν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκ ἐδέξαντο, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης." Καὶ ὁ Σωτὴρ δέ φησιν·" Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατέρος μου, καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε·" δηλαδὴ τὸν τῆς ἀνομίας υἱόν· οἵτινες ψυχικὸν ὑπομένουσι κλύδωνα δίκην θαλάσσης ὑφ' ἑαυτῶν τιμωρούμενοι, τῆς ἐγειρούσης μὲν κύματα συνεχῆ, καὶ παραπεμπούσης αἰγιαλοῖς, τὴν δὲ τούτων ἀνάκλασιν πάλιν εἰς ἑαυτὴν δεχομένης, ὥσπερ οὗτοι τοῖς ἀπὸ καρδίας κυμαίνοντες λογισμοῖς ἀναπαύλης τυχεῖν οὐ δυνήσονται. Διὸ καὶ χαίρειν οὐ δύνανται τῆς ὄντως χαρᾶς ἐστερημένοι Χριστοῦ. Κἂν γὰρ χαίρωσιν ἐφ' ἡδοναῖς σαρκικαῖς ἀσεβεῖς, ἀλλ' εἰς ἀπώλειαν καταστρέφουσιν. Ἡ γὰρ ἐκ θλίψεων ζωὴν αἰώνιον πραγματευομένη μόνη χαρά. Ἱστέον δὲ, ὡς τὴν εἰρημένην ἴασίν τε εἰρήνην, καὶ παῦλαν ὀργῆς, περὶ τῆς ἐξ Ἀσσυρίων ἀνακλήσεώς τινες ἐξειλήφασιν, οἳ καὶ τὸ, τοῖς μακρὰν, καὶ τοῖς ἐγγὺς, οὕτως ἐνόησαν, ὡς ἀγαθὸς ὢν ὁ Θεὸς οὐ μόνοις τοῖς μετανοοῦσι δίδωσιν ἄνεσιν· ἀλλὰ γὰρ δι' αὐτοὺς καὶ τοῖς ἐν αἰχμαλωσίᾳ τυγχάνουσιν, ἑνὶ πάντας συναγαγὼν συνθήματι, κἂν οἱ μὲν διὰ μετανοίας ἐγγίζοιεν, οἱ δὲ τοῖς κακοῖς ἐπιμένοντες μακρύνοιντο τοῦ Θεοῦ, οἷς ἀρκεῖ πρὸς τιμωρίαν τὸ συνειδὸς διὰ παντὸς ταραττόμενον. 2587 ΚΕΦΑΛ. ΝΗʹ. ακαʹ. 9Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼσ9, κ. τ. λ. Θεραπεύσας ὁ λόγος τοὺς ἐν τῷ πλήθει τοῦ λαοῦ ταπεινοὺς καὶ συντετριμμένους τῇ καρδίᾳ, μεταβαίνει λοιπὸν ἐπὶ τὸ τάγμα τῶν ἐν αὐτοῖς ἀσεβῶν, περὶ ὧν ἔλεγεν, Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, διδάσκων τίνες τε οὗτοι, καὶ ἀνθ' ὅτου κατ' αὐτῶν ἀπεφήνατο. Ἀφόβως οὖν, καὶ σὺν παῤῥησίᾳ ταῦτα βοᾷν τῷ προφήτῃ παρακελεύεται. Τοῦτο γάρ ἐστι τὸ ὑψῶσαι τὴν φωνὴν, ὡς ἀπὸ σάλπιγγος τοὺς ἐλέγχους προφέροντα. Κατὰ καιρὸν δὲ ὡς ἐπὶ Θεοῦ πολεμίων ἡ σάλπιγξ παρείληπται. Τοῖς μὲν οὖν εὐαγγελισταῖς διὰ τῶν πρόσθεν ἐλέγετο·" Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν," καὶ τὰ ἑπόμενα. Ἐνταῦθα δὲ οὐκ ἐπ' ὄρος ἀναβαίνειν ὁ προφήτης κελεύεται (οὐ γὰρ τοῖς οὖσιν ἐν ὕψει λέγειν ἤμελλεν) ἄγαν δὲ μόνον βοᾷν, ὡς εἰς ὦτα κωφῶν, οὓς καὶ, Λαόν μου, φησὶν, εἰς κατάκρισιν αὐτῶν. Ἐγὼ μὲν γὰρ αὐτοὺς περιεποιησάμην· οἱ δὲ ἀπέφυγον. Αἱ γὰρ ἁμαρτίαι ὑμῶν, φησὶ, διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ πλέον ταῖς ἁμαρτίαις ὑμῶν ἐπειράθητε· ὁ δὲ ἔλεγχος, ὅτι δοκοῦσίν με καθ' ἡμέραν ἐπιζητεῖν ἐπὶ τὰς παρ' αὐτοῖς ἀπαντῶντες Συναγωγάς. Καὶ τὰς Γραφὰς προσποιοῦνται ζητεῖν, τὰς ὁδούς μου μανθάνειν πειρώμενοι, ὡς δὴ τὰ λοιπὰ κατορθώσαντες. Καὶ ταῦτα δὴ τῷ δοκεῖν ἐποίουν, διὰ τὸν ἐπικείμενον πόλεμον ἐθέλοντες γνῶναι τὰς ἐφ' ἑκάστῳ πράγματι διοικήσεις, καὶ τί τοῦ πολέμου τὸ πέρας. Καὶ οὕτω γὰρ τὰς ὁδοὺς νοητέον, ὅπερ ἦν ἀνδρῶν ἐννόμως πολιτευσαμένων. Οὐδεὶς γὰρ ὁδοὺς Θεοῦ γνώσεται μὴ δίκαιος ὤν. Ἐξ αὐτῶν δὲ τῶν πράξεων ἐλέγχονται τὴν τοῦ Θεοῦ καταλείψαντες κρίσιν ἐν ἀσεβείᾳ καὶ πλημμελήμασιν. Καὶ ὅμως ἐξ ἀναισθησίας ἐπιδικάζονται τῶν ἐμῶν ἀγαθῶν, ὥσπερ ἀμοιβὴν ἀρετῆς πολέμου νίκην αἰτούμενοι· καὶ ἀδικίας με γράφονται, ὡς εὐσεβοῦντας αὐτοὺς ἀπωθούμενον. Ἐνηστεύσαμεν γὰρ, φησὶ, καὶ οὐκ εἶδες. Τῶν γὰρ πολεμίων ἐπικειμένων διὰ σωματικῆς ᾤοντο νηστείας ἐξευμενίζεσθαι τὸν Θεὸν, βρωμάτων, οὐ κακίας ψυχικῆς ἀπεχόμενοι. Καὶ τὴν τοιαύτην νηστείαν ψυχῆς καλοῦντες ταπείνωσιν. Τοῦτο τοίνυν, ὦ προφῆτα, φησὶν ἔλεγχον, ὃ καὶ προβάλλονται, ἐξ ἑνὸς τούτου τὸν λοιπὸν αὐτῶν ἀποδείξας τρόπον. Τὸ δὲ, οὐκ εἶδες, οὐκ ἄγνοιαν Θεοῦ, ἀλλ' ἀπότευξιν αὐτομάτων δηλοῖ. Μέγα δ' ἂν ἔπραττον, εἰ ἀληθῶς ταῦτα μετήρχοντο. Καὶ Δαβὶδ γάρ φησιν·" Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσ 2589 ευχή μου εἰς κόλπον μου, ἐπιστραφήσεται." Καὶ πάλιν·" Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας." Φησὶ δὲ καὶ Θεός·" Ἐπιστράφητε πρός με ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ κοπετῷ." Ὅπερ ἐστὶν, ἐν ἀποχῇ καὶ μετανοίᾳ τῶν ἡμαρτημένων· ὃ μὴ δρῶντες οὗτοι, βρωμάτων δὲ ἀπεχόμενοι, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὡς Θεῷ χαριούμενοι, εἰ μὴ πλείονος αὐτῶν τροφῆς ποιοῖτο φροντίδα. Οὐ μόνον γὰρ κακῶν οὐκ ἀπείχοντο νηστεύοντες, ἀλλὰ τότε καὶ τὰ μέγιστα διεπράττοντο, τύπτοντες τοὺς ὑποχειρίους οὔτι που πάντως χερσὶν, ἀλλ' ὕβρεσι, καὶ πλεονεξίαις, ἀντιλογίαις πρὸς ἀλλήλους κατατριβόμενοι, ὡς φωνὰς ἀφιέναι κλαυθμοῦ καὶ κραυγὰς ἀπρεπεῖς τοὺς ὑπ' αὐτῶν τυπτομένους. Διὸ καὶ κατ' ἀρχὰς ἔλεγεν·" Τὴν νηστείαν καὶ ἀργίαν, καὶ τὰς νουμηνίας ὑμῶν μισεῖ ἡ ψυχή μου." Καὶ νῦν δέ φησιν· Οὐχὶ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ τοιαύτην ταπεινώσεως ἡμέραν. Καὶ τὸν μὲν πορευθέντα στυγμὸν ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ τὴν τοῦ Πνεύματος συντριβὴν ἐν τῷ βίῳ καὶ ταῖς πράξεσιν ἔχοντα εἶπεν ἰάσεσθαι· τὸν δὲ τὴν ἐφήμερον ἐν νηστείᾳ ταπείνωσιν σχηματιζόμενον οὐ προσίεται. Τινὲς δέ φασιν ὡς ποιοῦντες αὐτῶν τὰ θελήματα ὑπένυττον καὶ τοὺς ὑποχειρίου αὐτῶν εἰς κρίσεις καὶ μάχας, δέον βραβεύειν εἰρήνην. Τὸ δὲ, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν, ὡς τῆς ἀληθοῦς νηστείας κραυγὴν ἐχούσης παρὰ Θεῷ· ἔχειν γάρ τινα λέγεται φωνὴν πρὸς Θεὸν τὰ δρώμενα παρ' ἡμῶν. Κατὰ τό·" Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με." Εἰ μὴ ἄρα κραυγὴν τὴν μετὰ τῆς ἀνωφελοῦς νηστείας καλεῖ προσευχήν. Κἂν πάντα δὲ πόνον ὑπομείνης σωματικὸν ἄνευ τῆς κατὰ γνώμην μεταβολῆς, οὐδ' οὕτω τἀληθῆ λέγειν ἐθέλων, νηστείαν ταῦτα καλέσεις δεκτήν. Ἡ γὰρ ἀληθὴς νηστεία τὸν μὲν σωματικὸν πόνον ἐν κρυπτῷ ποιεῖ, κατὰ δὲ τὸ φανερὸν φαιδρὸν ποιοῦσα τὸ πρόσωπον, καὶ τὴν κεφαλὴν ὑπαλείφουσα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Καρποὺς δὲ εὐλαβείας ὁρᾷν τοῖς πᾶσι παρέχεται, διὰ τοῦ λύειν πάντα σύνδεσμον ἀδικίας. Ὡς ἀγνοοῦντας γὰρ καὶ τὸν τρόπον τῆς ἀληθοῦς νηστείας ἐδίδαξε. Κατὰ τό·" Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι, ἐν τῇ ἀληθείᾳ σου." Συνδέσμου δὲ ἀδικίας λύσις πλεονεξίας ἀπαλλαγῇ, καὶ τὸ μὴ τοὺς ἀσθενεστέρους πλοκαῖς αἰτιαμάτων καταδεσμεῖν. Καὶ τὰ ἐξ ἀδικίας δὲ συστάντα διάλυε συναλλάγματα διεστραμμένῃ γνώμῃ γενόμενα, ἄφεσιν διδοὺς τοῖς ἐκ τούτων, ἢ τοῦ συνδέσμου τῆς ἀδικίας συντετριμμένοις, οὓς καὶ τεθραυσμένους καλεῖ. Καὶ γραμματεῖα δὲ διάῤῥηξον μὴ δικαίως γενόμενα. Δεῖ δὲ πρῶτον ἀποστῆναι κακῶν, καὶ τότε μετιέναι τὴν ἀρετήν. Εἰπὼν οὖν τὸ πρῶτον, ἐπιφέρει τὸ δεύτερον τὸ δὲ, Θρύψον πεινῶντι τὸν ἄρτον σου, καὶ τὰ μετὰ τοῦτο, δηλῶν ὡς ὃν ἂν 2592 ἐφάγομεν μὴ νηστεύσαντες ἄρτον, διανέμειν ὀφείλομεν. Οὐ γὰρ δεῖ πρόφασιν αἰσχροκερδείας τὴν ἀσιτίαν ποιήσασθαι. Τὴν δὲ ψυχὴν ἑτέρῳ τραφησόμεθα τρόπῳ τὸν ἐνδεᾶ τροφῆς ἀνακτώμενοι. Καὶ εἰς τὸν οἶκον δὲ χρὴ μὴ πλουσίους καλεῖν διὰ τῶν ὁμοίων ἀποδιδόντας τὴν ἀμοιβήν· ἀλλ' ἄνδρας μηδὲ στέγης ἐσχηκότας ὑποδρομήν. Μηδὲ γυμνὸν δὲ παραδράμῃς. Ὁ τῶν ὅλων γὰρ Θεὸς τοὺς μὲν ἐνδεεῖς, τοὺς δὲ πλουσίους ἐποίησεν, εἰς δοκιμὴν ἑκατέρων. Ἵν' οἱ μὲν ἔχοιεν καρπὸν χορηγοῦντες, οἱ δὲ τὴν πενίαν γυμνάσιον. Οἰκείους δὲ σπέρματος Ἰουδαϊκῶς μὲν τοὺς ἐξ Ἰσραὴλ καλεῖ, Χριστιανικῶς δὲ τοὺς οἰκείους τῆς πίστεως. Τοῦτο γὰρ καὶ Παῦλος, παρακελεύεται. Ταῦτα δεῖ μάλιστα τῷ καιρῷ τῆς νηστείας ποιοῦντα τότε προσιέναι, καὶ δεῖσθαι Θεοῦ, συμφώνως τῷ·" Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, κακεῖ μνησθῇς ὅτι ὁ ἀδελφὸς ἔχει τι κατὰ σοῦ," καὶ τὰ ἑξῆς. Ταῦτα δὲ φυλάξαντι, καθάπερ ἐκ νυκτὸς ἀθρόον ἡμέρας ἐπιλάμψει σοι φῶς ἀγαθά σοι φέρον οὐράνια, καὶ φῶς γνώσεως ὑπάρχον ἀστραπῆς δίκην σὺν ὁρμῇ καὶ δρόμῳ σοι καθιέμενον, δι' οὗ δείκνυται τοῦ χορηγοῦντος ἡ προθυμία. Διὸ καὶ πρώϊμον εἶπεν, ὡσανεὶ τοῦ Θεοῦ διὰ φιλανθρωπίαν καὶ τὸν καιρὸν προλαμβάνοντος, καὶ τῶν ἐν ψυχῇ νοσημάτων ἀπηλλαγμένων, ἀνατελεῖ τὰ χρηστότερα. Ὃ δηλοῖ τὸ Προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. Τοῦτ' ἔστι, Μεταλαβὼν τοῦ θείου φωτὸς, γενήσῃ φῶς ἑτέροις· Φανεῖται γὰρ ἡ δι' ἔργων ἀρετή σου τοῖς ἄλλοις ἐκλάμπουσα, κατὰ τό·" Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων," καὶ τὰ ἐπὶ τούτῳ. Καὶ στεφανωθήσῃ δόξῃ Θεοῦ ἐνώπιον αὐτοῦ καὶ ἀνθρώπων, πρὸς τοῖς τῶν ἔργων καρποῖς ἐκ περιουσίας τοῦτο λαβών. Ἕξεις πρὸς τούτῳ καὶ τὸ θεῖον οὖς εὐπειθές. Ἔτι σου γὰρ λαλοῦντος ἐρεῖ· Ἰδοὺ πάρειμι. Καὶ τοῦ μὲν ἀδίκου καὶ ἀνηλεοῦς μάταιον εἶπε τὴν ἐν νηστείᾳ κραυγήν· τοῦ δὲ δικαίου τὴν βοὴν ἀκουσθήσεσθαι, τὴν ἐκτενῆ δηλῶν ἔντευξιν, κατὰ τὸ," Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν." ἧς βοῆς ἐνεργὸς καὶ ἡ νηστεία. Προσηύχοντο γὰρ μετὰ νηστείας οἱ ἅγιοι. Οὕτω Δανιὴλ, οὕτως οἱ ἀπόστολοι. Τὸ δὲ, Ἰδοὺ πάρειμι, καὶ τῷ Δανιὴλ ἐδηλώθη μετὰ τὰς τρεῖς ἑβδομάδας τῷ νηστείαν μαθόντι, ὡς ἐξ ἀρχῆς ἠκούσθησαν οἱ λόγοι αὐτοῦ. Ταῦτα δέ σοι ἔσται σύνδεσμον ἁμαρτιῶν, ὥσπερ κλοιὸν, ἀποῤῥίψαντι. Κατὰ γὰρ τὸν Ἀπόστολον εἰπόντα, τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ τὸ ἀσφαλές· καὶ ὁ προφήτης ταυτολογεῖ. 2593 Ἀφέλῃς δὲ, φησὶ, καὶ τὰς ἀδίκους χειροτονίας καὶ προβολάς· ἤγουν τὸ τείνειν τὴν χεῖρα πρὸς ἄδικα λήμματα· ἤγουν τὸ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ. Κατὰ τὸ ἐν Ψαλμοῖς·" Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ὅπερ πραότητός ἐστιν ἀλλότριον." Τινὲς δὲ οὕτως· Ὁ βουλόμενος τὴν ἀγαθὴν μετιέναι νηστείαν, δίκαιος ἔστω· καὶ ὥσπερ τινὰ, χειροτονίαν, ἢ λειτουργίαν ἀγαθὴν ἐκτελῶν ἀγογγύστως ταύτην διανυέτω, ὡς μὴ λειπόμενος τῶν ἀναγκαίων, ἡνίκα χορηγῇ τῷ πλησίον· ἤγουν ἡδονῶν ἐπιθυμία, μὴ τῆς ἐπιπόνου κατὰ Θεὸν πολιτείας καταβοῶν, ὥσπερ ἐγόγγυζεν ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ κατὰ Θεοῦ, καὶ δίκην ἔτισαν ὑπ' ὄφεων ἀπολλύμενοι. Διὸ καὶ Παῦλος·" Μηδὲ γογγύζετε, φησὶ, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο." Τὸ δὲ ὑπερβάλλον φῶς τῷ φεύγοντι ταῦτα, καὶ τἀναντία ποιοῦντι δηλῶν, μεσημβρίᾳ τοῦτο παρείκασεν. Καὶ τὸ μέγιστον, καὶ χορηγὸν παντὸς ἀγαθοῦ, τὸ Θεὸν εἶναι διὰ παντὸς μετ' αὐτοῦ. Τινὲς δὲ τὸ τῆς χειροτονίας ῥητὸν οὕτως ἐκθέμενοι· Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον ἐκτείνοντα δάκτυλον, καὶ λαλοῦντα ἀνωφελὲς, ἐπήγαγον· Λαῷ γὰρ σωτήριον ἡ τῶν πονηρῶν ἀνθρώπων ἀφαίρεσις. Σύνδεσμός εἰσιν οὐκ ἐῶντες εὐοδεῖν τὸ κοινόν. Εἶτα ψυχῆς τροφὴν ἐπαγγέλλεται μέχρι λιπασμοῦ τῶν ταύτης ὀστῶν, οὕτω τῶν ψυχικῶν λεγομένων δυνάμεων. Αὗται γὰρ ὑπὸ τῶν πνευματικῶν χαρισμάτων πιαίνονται." Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ," οὗ τύπος τὸ μάννα. Καθ' ἑαυτὸ γὰρ πῶς ἂν ἄρτος ἀγγέλων, ἢ καὶ ἄρτος οὐρανοῦ νοηθήσεται; Ἧς δὴ τροφῆς ἐκπεσόντος Ἰσραὴλ, τὰ ἔθνη μετέλαβε διὰ πίστεως. Διό φησιν·" Οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται· ὑμεῖς δὲ διψήσετε." Ἐσχημάτισται δὲ ὁ περὶ τῶν ὀστῶν λόγος ἀπὸ τῶν τρυφᾷν εἰωθότων σωματικῶς. Ἔσται δέ σοι, φησὶ, καὶ πηγὴ ὕδατος ζῶντος, καὶ κῆπος ἀειθαλὴς ταῖς ἐξ ἁγίου Πνεύματος φυτείαις καρποφορῶν. Καὶ ἡ Ἐκκλησία δὲ κῆπος γέγονε Χριστοῦ λέγουσα·" Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ." Ἦν δὲ καὶ πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ. Ὡς γὰρ ἀπὸ πηγῆς ἀενάου τὰς διδασκαλίας προφέρουσιν οἱ θεῖοι μυσταγωγοί." Τοῦ γὰρ πιστεύοντος, φησὶ, ποταμοὶ ἐκ τῆς κοιλίας ῥεύσουσιν ὕδατος ζωῆς." Καὶ πρὸς τὴν Σαμαρεῖτιν τὰ ὅμοια. Καὶ τὰ ὀστᾶ δέ σου, φησὶν, ὡς βοτάνη, ἀνατελεῖ, καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. Δι' ὧν ἔοικε δηλοῦν τὴν ἀνάστασιν τῶν σωμάτων, ἀνισταμένων οἷά τις πόα, νεκρὰ μὲν ἐν χειμῶνι, ἀναθήλασα δὲ πάλιν ἐν ἔαρι. Πῶς δὲ ἀνίσταται; τῇ ζωοποιῷ δηλονότι 2596 χάριτι πιαινόμενα. Ὡς γὰρ Δαβίδ φησιν·" Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς·" τοῦτ' ἔστιν τῶν ἐπὶ γῆς, ὅτε καὶ γενεὰς γενεῶν ἐν ἀπεράντῳ κληρονομοῦμεν ζωῆς θανάτου πάντη καὶ φθορᾶς ἀνῃρημένων. Εἴρηνται δὲ καὶ ὀστᾶ αἱ ψυχικαὶ δυνάμεις, ὡς τό·" Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων." Οὐ γὰρ τὰ τοῦ σώματος ὀστᾶ, τὰς δὲ τῆς ψυχῆς δυνάμεις συνθραύει, πρὸς τὸ μηδὲν εἰς ἀρετὴν κατορθοῦν." Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ." Οἱ δὲ, πρὸς ἀνθρώπων ἐπαίνους κεχήνασιν, οὐ δόξαν Θεοῦ. Τοιοῦτον καὶ τό·" Ὅτι ἐσίγησα ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν." Σιγήσαντος γάρ μου ἀπὸ τοῦ δόξαν ἄγειν καὶ προσεύχεσθαι, καὶ πεσόντος εἰς ἀνθρωπίνην μικροψυχίαν, ἐπαλαιώθη τὰ ὀστᾶ μου. Τοῦτ' ἔστιν ἐσαθρώθησαν αἱ δυνάμεις αἱ ψυχικαί. Αὗται τοίνυν ἐκ ῥᾳθυμίας ἐσθ' ὅτε παραλυθεῖσαι βραχὺ, πάλιν ὡς βοτάνη ἀνατελοῦσι παρακλήσει πνευματικῇ, καὶ κληρονόμοι τῶν αἰωνίων ἀγαθῶν γενησόμεθα. Καὶ τὰ πάλαι δὲ τῆς ψυχῇς ἔρημα οἰκοδομηθήσεται ἐν σοὶ, διὰ μαθημάτων καὶ λόγων θείων ἀναπληρούμενα. Σαυτὸν γὰρ οἰκοδομήσεις διδασκαλίαις ἐνθέοις ἐπὶ τὸ δέον ἀεί σου συναρμόττων τοὺς λογισμούς. Περιφράξεις δέ σου καὶ τὴν ψυχὴν, ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν Χριστῷ καθάπερ τείχει περιφρουρούμενος. Ὡς ἐπὶ πόλεως γὰρ ἐρήμου καὶ ἀτειχίστου ποιεῖται τὸν λόγον. Ἁρμόττει δὲ καὶ πρὸς τὴν ἑκάστου ψυχὴν καὶ πρὸς τὸν λαὸν πάντα, ὀστῶν νοουμένων τῶν ἐν αὐτῷ δυνατῶν, καὶ τὸ σῶμα πᾶν ἀνεχόντων, ἐφ' οὗ λέγοιντο ἔρημοι αἰώνιοι, τὰ ἐκ μακροῦ χρόνου δι' ἁμαρτίαν ἔρημα γεγονότα. Θεμέλια δὲ αὐτοῦ κατὰ τὴν ἀποστολικὴν νοήσεις γραφὴν λέγουσαν." Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν." Κληθήσῃ δὲ καὶ οἰκοδόμος φραγμῶν. Κατὰ δὲ τὸν Σύμμαχον, κληθήσῃ τειχίζων διακοπήν. Καὶ ταῦτα δὲ Παῦλος ὁ θεῖος διασαφεῖ λέγων·" Ὡς σοφῶς ἀρχιτέκτων θεμέλιον ἔθηκα." Φραγμοὺς δὲ οἰκοδομεῖ ὁ τὰ ἐκκλησιαστικὰ δόγματα περιτειχίζων διαλεκτικαῖς ἀποδείξεσιν, ἵνα μὴ καθάπερ ἔρημον κῆπον οἱ θέλοντες διοδεύοιεν. Τοῦτο γὰρ καὶ ῥᾳθυμοῦσα πάσχει ψυχὴ παντὸς ἐναντίου διοδεύοντος αὐτὴν λογισμοῦ τε καὶ δαίμονος, ἕως ἑαυτὴν τῷ φόβῳ τοῦ Θεοῦ περιφράξειεν. Ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ σαφηνείας, οὗτος ὁ τοὺς ἀνὰ μέσον τῶν τρίβων λίθους περιαιρῶν. Βούλεται δὲ μετὰ τῶν εἰρημένων φυλάττεσθαι καὶ τὰ Σάββατα, ὡς μὴ μέθαις καὶ κρεπάλαις σχολά 2597 ζειν, ἁγιασμῷ δὲ καὶ καθαρότητι, καὶ διὰ τούτων ἁγιάζεσθαι τὴν ἡμέραν διὰ τῆς κατὰ Θεὸν σχολῆς τρυφερὰν γινομένην καὶ ἄλυπον. Καὶ δεῖ μὴ μέχρι τοῦ κινῆσαι πόδα, ἢ μολῦναι τὰ χείλη, πρὸς ἑτέροις γίνεσθαι πράγμασι τῇ θείᾳ Γραφῇ προσανέχοντας. Ὁ δὲ θεῖος Ἀπόστολος τοῦ νόμου τὴν σκιὰν παρωθούμενος, περιτομὴν πνευματικὴν καὶ Σαββατισμὸν ὑποτίθεται λέγων·" Ἀλλὰ περιτομὴ καρδίας οὐ γράμματι, ἀλλὰ πνεύματι." Καὶ πάλιν·" Ἄρα ἀπολείπεται Σαββατισμὸς τῷ λαῷ τοῦ Κυρίου." Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σαββατισμὸς ἄρα κατὰ Θεὸν τὸ παύσασθαι τῶν ἰδίων ἔργων καὶ θελημάτων. Ὃ καὶ ἡ παροῦσα προφητεία φησί. Λέγει δὲ καὶ Παῦλος·" Βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου." Κατὰ τοῦτον οὖν ἐστι τὰ θελήματα, πρὸς ἃ ἐπιῤῥεπῶς ἔχοντες, περικόπτειν ὀφείλομεν. Οὕτω γὰρ ἐπιτελέσομεν Σάββατα τρυφερὰ μηδὲν ἔχοντα τῶν ἀπὸ γνώμης σκληρᾶς καὶ ἀντιτεινούσης Θεῷ, κατὰ τὸ," Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ." Οὕτως ἔλεγε τῷ Ἰσραὴλ ὁ Θεός·" Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν." Βούλεται δὲ νῦν ἡμᾶς γλώττης καὶ θυμοῦ περιγίνεσθαι·" Εἴτις γὰρ ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα." Καὶ πάλιν·" Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων." Καὶ," Ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται." Τοιούτους εἶναι τοὺς σαββατίζοντας βούλεται, καὶ τοὺς νηστείαν καλοῦντας δεκτήν. Οὕτω γὰρ ἔσῃ, φησὶ, πεποιθὼς, οὐκ ἐπὶ σαθρῷ τινι καὶ προσκαίρῳ πράγματι, ἀλλ' ἐπὶ τῷ πάντων Θεῷ παῤῥῶν εἰς τὸν ἐπίλοιπον βίον, ὡς ἔχων ἀψευδεῖς αὐτοῦ τὰς ἐπαγγελίας, ἐν αἷς ἔστι καὶ τὸ ἐπί τινα γῆν ἀπὸ τῆς ἐνταῦθα διατριβῆς ἀναβιβασθῆναι τευξόμενον ἐκείνων·" Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη," καὶ ἀπολαύσοντα τῆς ἐπηγγελμένης, τοῖς πατράσι τροφῆς πνευματικῆς ἐν τῇ ἄνω κειμένης πόλει, περὶ ἧς ὁ Παῦλός φησιν·" Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσιν." Καὶ εἰ μὲν ἐκείνην ἐζήτουν ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ' ἔστιν ἐπουρανίου. Ὅτι δὲ πάντως ἔσται ταῦτα, Θεὸς, φησὶν, ἐστὶν ὁ φθεγξάμενος. Ἀλλὰ πῶς ὡς μήπω τὴν γῆν τῆς ἐπαγγελίας λαχόντων, εἰς ἣν αὐτοὺς εἰσήγαγεν Ἰησοῦς ὁ τοῦ Ναυὴ, νῦν δίδωσιν ἐπαγγελίαν εἰσάξειν αὐτούς; Δῆλον οὖν ὡς περὶ τῆς τῶν πραέων φησίν. Τινὲς δὲ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἄνοδόν φασιν αὐτοῖς ἐπαγγέλλεσθαι. Οἳ καὶ τὰ ἀνωτέρω σωματικῶς ἐξηγήσαντο περὶ τοῦ πιανθῆναι τὰ ὀστᾶ, καὶ παραβάλλεσθαι κήπῳ πολυύδρῳ, καὶ πηγῇ μὴ ὑστερουμένῃ ὕδατος. Καὶ ὅτι τὰ ἔρημα τῆς πόλεως ἀνοικοδομηθήσεται, καὶ ἐπιπολὺ ταῦτα 2600 στήσεται. Μένει δὲ καὶ ἀπόρθητος μηκέτι δίοδος ἐσομένη τῶν ἀλλοφύλων. Φρουρηθήσεται γὰρ ὑπὸ Θεοῦ, μεταβαλόντων ὑμῶν πρὸς ἀρετήν. Ἑκάστου γὰρ ἀνδρὸς φρουρὰ, τὸ ἐντυποῦσθαι παρὰ Θεῷ, καὶ φυλάττειν τὰ νόμιμα, καὶ τὰ Σάββατα, ἃ πλημμελοῦσιν οἱ μὴ φυλάττοντες. Οὗτοι γὰρ ἐξιόντες τῆς πόλεως, ὡς ἄδειαν λαβόντες τοῦ ἁμαρτάνειν, παραβαίνουσι· δέον τοὺς σαββατίζοντας πανταχοῦ τοῦτο ποιεῖν, καὶ τὰ ἑξῆς. ΚΕΦΑΛ. ΝΘʹ. αʹιηʹ. 9Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ Θεοῦ. Καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον ἀφ' ὑμῶν, τοῦ μὴ ἐλεῆσαι. Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαισ9, κ. τ. λ. Διελόμενος τὰ πρακτέα, καὶ τοῖς κατορθοῦσιν ἐπαγγειλάμενος ἀγαθὰ, τοῖς δὲ μὴ πειθομένοις, τιμωρίας· νῦν, ὡς ἀπειθήσασι καὶ περιπεπτωκόσι διὰ τοῦτο κακοῖς, προσάγει τὸν ἔλεγχον. Καὶ ἐπειδὴ πολέμου περιστάντος ἔλεγον, Ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες, ὁ προφήτης ἐκ πολλῆς αὐτοὺς διελέγχει φιλοθεΐας, δυνατὸν εἰς σωτηρίαν δεικνὺς τὸν Θεὸν, κεκωλύσθαι δὲ μέσοις παρεμπεπτωκόσι τοῖς αὐτῶν πλημμελήμασιν, ὡς μὴ συγχωρεῖν τὴν εἰς αὐτοὺς ἐπικουρίαν διέρχεσθαι. Οὔτε γὰρ ἀσθενής ἐστιν, οὔθ' ὥσπερ ἐκ γήρους, δυσήκοος. Κακοὺς δὲ σώζειν οὔτε δίκαιον, οὔτε τοῖς σωζομένοις λυσιτελές. Διὰ δὲ τὸ τειχίζειν εἰρῆσθαι τὰς ἁμαρτίας, ὁ Σωτὴρ διὰ τῆς ἀφέσεως τούτων τὸ μεσότοιχον, τοῦ φραγμοῦ λῦσαι λέγεται. Ἀποστρέφει δὲ τὸ πρόσωπον ἀπὸ τῶν ἀμαρτιῶν, δυσειδεῖς ὥσπερ καὶ δυσώδεις οὐ φέρων ἰδεῖν. Ἐντεῦθεν δὲ δῆλον, ὅτι οὖς τὸ δίκαιον ἀκοῦον, ἄδικον δὲ μὴ, δικαιοσύνη Θεοῦ ἐστιν, οὐ σωματικὸν οὖς, αἰτιασάμενος δὲ καθόλου τὰς ἁμαρτίας, κατ' εἶδος αὐτὰς ἐπεξέρχεται, καὶ μιαιφονίαν αἰτιᾶται, καὶ καταλαλιὰν, οὐδαμοῦ δὲ νῦν εἰδωλολατρείαν. Ἀπέκτειναν γὰρ τοὺς προφήτας, καὶ τοὺς δικαίους ἐσυκοφάντησαν. Ἔφη γ' οὖν Ἱερεμίας·" Ἡ ἰσχύς μου ἐξέλιπεν ἐκ τῶν καταρωμένων με." Καὶ ὁ παρὼν δὲ προφήτης ἔφασκε·" Ἴδετε ὡς ὁ δίκαιος αἴρεται," καὶ τὰ ἐπὶ τούτῳ. Ἀφ' ὧν, ὡς ἐξ ἐλάττονος κακῶν μελέτης ἐπὶ τὸν φόνον τοῦ Σωτῆρος ἀνέδραμον, ὃν ἔοικε μάλιστα διὰ τῶν παρόντων ὁ προφήτης δηλοῦν. Εἰ γὰρ καὶ μὴν τὸ χεῖρες τοῦ Σωτῆρος, γεγόνασιν ἀλλ' οὖν αἴτιοι, καὶ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς ἐβόων, καὶ ἐπὶ τὰ τέκνα αὐτῶν. Καὶ κακῶς δὲ λέγοντες οὐκ ἐπαύοντο ἀνασείειν τὰ πλήθη, καὶ δαιμονᾷν, καὶ Σαμαρείτην ἐκ πορνείας 2601 τε εἶναι, καὶ ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια καταιτιώμενοι. Διό φησιν· Οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή· καὶ ἄλλως αὐτοὺς ὡς ψευδεῖς καὶ ἀδίκους κριτὰς καταιτιώμενος. Εἶτα, ἐπειδήπερ ἑαυτοὺς ἐξαπατῶντες ἕτερον προσδοκῶσι Χριστὸν, ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολογοῦντες, ἐπιλέγει· Πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενά. Διὸ Παῦλος ἀποτρέπει μὴ προσέχειν Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. Ἦσαν δὲ καὶ ἄλλως μάταιοι, καὶ ἐλάλουν ἀλλήλοις κενά·" Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, κτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῦ τὴν κληρονομίαν." Οἵτινες ἐξ οἰκείων λογισμῶν κατ' αὐτοῦ βλασφήμους λόγους συῤῥάπτοντες, κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν, οὐκ εἰδότες λέγειν·" Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας·" τοιαῦτα δὲ κύουσιν, ὁποῖα καὶ δι' ἑτέρου λέλεκται·" Ἰδοὺ ὠδίνησεν ἀδικίαν. Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν," καὶ τὰ ἐπὶ τούτοις. Ἔθος δὲ τῇ Γραφῇ πόνον τὸν φθόνον καλεῖν. Πόνος γάρ ἐστι τοῖς αὐτὸν νοσοῦσιν, ἐκτήκων αὐτούς. Ὠδίνησαν οὖν τὸν κατὰ Χριστοῦ φθόνον, καὶ τὴν κατ' αὐτοῦ μιαιφονίαν ἀπέτεκον· ἐπεὶ καὶ ἐν συλλόγοις ἔλεγον·" Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;" Ὁ δὲ Καϊάφας," Συμφέρει ἡμῖν, ἔφη, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται." Εἴη δ' ἂν τοιαῦτα καὶ ὅσα πονηρά τις ἐκ τῆς ἰδίας ἐρεύγεται καρδίας δόγματα. Οἱ δὲ τοιοῦτοι καὶ ὠὰ ἀσπίδων ἔῤῥηξαν, τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν ἑαυτοῖς κυήσαντες. Διὸ τοῖς τῆς κακίας αὐτῶν ἐκγόνοις ἐλέγετο·" Ὄφεις, γεννήματα ἐχιδνῶν." Ἀναλόγως δὲ τῷ σπόρῳ τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ὠὰ ὠνόμασε, διὰ τοῦ ἑρπυστικοῦ γένους παράδειγμα. Ἀσπίδες γὰρ καὶ ὄφεις καὶ τὰ τοιαῦτα τῶν ὠοτοκούντων ἐστίν. Ἐπειδὴ δὲ μετὰ τοσαύτην κακίαν, τὴν μελέτην καὶ διδασκαλίαν τῶν θείων Γραφῶν ἐπαγγελλόμενοι, πρὸς μυθώδεις γραολογίας ἐκπίπτουσι καὶ ἀνθρώπων ἐντάλματα, παρέβαλεν ἀράχνης ἱστῷ, τὸ σαθρὸν καὶ ἄτιμον τῆς αὐτῶν ἐκδοχῆς τε καὶ παραδόσεως. Μήποτε δὲ καὶ τὰς κατὰ Χριστοῦ συκοφαντίας οὕτω καλεῖ; δόλους γὰρ πλέκοντες, ᾤοντο μὲν τὴν ἀπὸ τῶν ἰδίων ἐπιχειρημάτων πλουτῆσαι σκέπην, καὶ λυσιτελές τι θηρᾷν. Οὐδὲν δὲ ὥνησαν γυμνοὶ τῆς ἄνωθεν γενόμενοι σκέπης. Καὶ ὁ μέλλων, φησὶ, τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν. Αὐτῶν λέγει, περὶ ὧν ἔφη τό· Ὠὰ ἀσπίδων ἔῤῥηξαν. Οἱ μὲν οὖν ἐν κακίᾳ τέλειοι, διαῤῥήξαντες τὰ τελεσφορηθέντα εἰς 2604 ἑαυτοὺς ὑπεδέξαντο. Οἱ δὲ ἀτελέστεροι, πρὶν τελεσφορηθῆναι τούτων ἐμφαγόντες ἀπόλλυνται. Διὸ ἐξέδωκαν οἱ λοιποὶ, Ὁ ἐσθίων ἐκ τῶν ὠῶν αὐτῶν ἀποθανεῖται. Ὁ δὲ συνετὸς, καὶ ἀνατρέπειν ἐλέγχῳ ταῦτα δυνάμενος, τὸ ἐν αὐτοῖς ἐξεῦρεν ἀνεμιαῖον, καὶ οὔριον, καὶ δυσῶδες, καὶ τὸν ἐν αὐτοῖς ἐγκρυπτόμενον καὶ ἐκ μόνου φθοροποιὸν τοῦ βλέμματος βασιλίσκον. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα. Κατὰ δὲ Σύμμαχον· Τὸ δὲ συνεστραμμένον ἀποῤῥαγὲν ἔσται ἀσπίς· κατὰ δὲ Θεοδοτίωνα· Τὸ θαλφθὲν ἐῤῥάγη ἀσπίς. Οὕτω τοῖς Ἰουδαίοις τὸ κατὰ Χριστοῦ μελετηθὲν, ἀνόνητον γέγονεν, ὡς τοῖς τοιοῦτο κλῶσιν ὠὸν, μᾶλλον δὲ καὶ παντὸς ὀλέθρου πρόξενον. Φασὶ δέ τινες ὡς τὸ ἐσθίειν ἀπὸ ὠῶν, ὧν τίκτουσιν οἱ ἁμαρτωλοὶ, τὸ πείθεσθαι λόγοις αὐτῶν· ὡς ὁ Ἄβελ τῷ λόγῳ Κάϊν, ἐξ οὗ θάνατος. Εἰς τοῦτο γὰρ τοὖργον ὁ λόγος αὐτῶν καταντᾷ· ὃ δηλοῖ, καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα. Εἰπὼν δὲ, Ἱστὸν ἐχίδνης ὑφαίνουσι, πλατύτερον τὸν περὶ τούτου λόγον ἐκτίθεται φάσκων· Οἵς τις αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον. Συνετίθεσαν γὰρ, ὡς εἴρηται, διδασκαλίας, ἐντάλματα ἀνθρώπων, τοῦ νόμου καταφρονήσαντες. Διό φησιν, Οὐκ ἔσται εἰς ἱμάτιον. Τοῦτ' ἔστι, φασί τινες, Οὐκ οἴσει κόσμον αὐτοῖς ἃ πράττουσιν, ὡς οὐδὲ τῷ Ἀδὰμ ἤνεγκε κόσμον τοῦ σώματος τὸ ἄνευ Θεοῦ πραχθέν. Εἶτα ἑρμηνεύει τίς ὁ ἱστός. Τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας. Ὅτι οἱ διὰ λόγων θείων πνευματικοῖς πνευματικὰ συγκρίνοντες, χιτῶνα θεῖον ὑφαίνουσιν. Οἱ δὲ εἰς ἄχρηστον ταῖς Ἰουδαϊκαῖς μυθολογίαις κατατρίβονται, συντιθέντες ἱστὸν ὥσπερ ἀράχνης ἐπὶ θήρᾳ τῶν ἁπλουστέρων. Κατὰ λεπτὸν δὲ διηγεῖται τὰ κατ' αὐτοὺς, τὸ δίκαιον ἐπιδεικνὺς τῆς τούτων ἀποβολῆς. Οἱ δὲ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν· ἐπεὶ καὶ τὰ σωματικὰ μέλη κινήσεως ἐπιτηδειότητα λαμβάνει πρὸς ὃ συνεθίζεται. Ταχεινοὶ ἐκχέαι αἷμα ἀναίτιον. Οἱ λοιποὶ γὰρ οὕτως ἐξέδωκαν. Ἐντεῦθεν οὖν ἐπὶ τὸ ὄντως ἀναίτιον αἷμα προῆλθον. Ὡς Ἰούδας ἀπὸ τῆς αἰσχροκερδίας, ἐπὶ τὴν χειρίστην αἰσχροκερδίαν διὰ μελέτης προσήχθη. Καὶ ὁδὸν δὲ εἰρήνης οὐκ ἔγνωσαν. Διὸ καὶ ὁ Σωτὴρ ἀπεκλαύσατο τὴν Ἱερουσαλὴμ εἰπών·" Εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σοὶ, καὶ περιβαλοῦσίν σοι οἱ ἐχθροί σου χάρακα, καὶ κυκλώσουσί σε, καὶ τὰ τέκνα σου ἐδαφιοῦσιν." Ἀλλ' οὐδὲ κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν, ἀκρισία δὲ πᾶσα καὶ ἀδικία. Καὶ τὴν διὰ Μωσέως δὲ Δαβὶδ οὕτως ἐκάλεσεν ἐντολήν·" Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας." Ἀλλὰ καὶ αἱ τρίβοι αὐτῶν διεστραμμέναι. Διαστροφὴ γὰρ τοῦ ὀρθοῦ τὸ κακόν. Καὶ οὐκ οἴδασιν εἰρήνην. Οὐ γὰρ προσεδέξαντο τῆς εἰρήνης τὸν πρύτανιν, περὶ οὖ 2605 τὸ," Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν." Καὶ ὅς φησιν·" Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν." Διὰ ταῦτα δὲ πάντα φησίν· Ἀπέστη ἡ κρίσις αὐτῶν. Περὶ ἧς ἔλεγεν·" Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα· ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει." Αὐτὴ τοίνυν ἡ τοῖς ἔθνεσι δοθεῖσα κρίσις ἀπέστη ἐξ αὐτῶν, καὶ ἡ τούτοις δοθεῖσα δικαιοσύνη διὰ τῆς σωτηρίου χάριτος. Καὶ ἄλλως ἔσχεν ἡ ἀδικία χώραν κατ' αὐτῶν, ὥστε ἀπὸ ἀσεβῶν ἀθῆναι· οἷον, ὑπὸ Ἀσσυρίων. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος. Περὶ μόνην γὰρ τὴν λέξιν ἀσχολούμενοι τῆς Γραφῆς, ὥσπερ τινὰ τοῖχον ἐοίκασι ψηλαφᾷν. Διὸ λέξει ψηλαφήσουσιν, ὡς τυφλοὶ τοῖχον. Καὶ πάλιν· Πεσοῦνται ἐν μεσημβρίᾳ, ὡς ἐν μεσονυκτίῳ, καὶ ὡς ἀποθνήσκοντες. Κατὰ γὰρ τὸν καιρὸν τοῦ τῶν ἐθνῶν μεσημβρινοῦ φωτὸς ταῖς εὐαγγελικαῖς αὐγαῖς τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταλαμπομένης, ὡς ἂν τὰ πρὸς θάνατον ἡμαρτηκότες μόνοι πεπτώκασι, καὶ ὡς ἐν μεσονυκτίῳ διάγουσι. Τοιούτους τῶν εἰρημένων ἔργων ἐσχήκασι τοὺς καρπούς. Προσεδόκων μὲν γὰρ τὸν παρὰ Χριστοῦ φωτισμὸν, προφητῶν βοώντων·" Φωτίζου φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν." Ἀλλ' οὐ προσεδέξαντο τὸ φῶς τὸ ἀληθινὸν, ἑκόντες δὲ γεγόνασι τυφλοὶ καὶ τυφλῶν ὁδηγοὶ, καθά φησιν ὁ Σωτήρ. Οὐ γὰρ ὑπήκουσαν λέγοντι·" Ὡς τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ." Τὸ δὲ, πορεύσονται ὡς ἄρκτος ἅμα καὶ περιστερά· οὐχ οἱ μὲν κατὰ ταύτην, οἱ δὲ κατ' ἐκείνην· οἱ αὐτοὶ δὲ κατ' ἄμφω. Οἱ γὰρ στεναγμοὶ αὐτῶν οὐκ ἐπὶ μετανοίᾳ ὧν ἐξέχεαν αἱμάτων εἵνεκα, τὴν αἰσθητὴν δὲ κλαίοντες Ἱερουσαλήμ. Εἰκότως θηρίῳ ἀγρίῳ παρεβλήθησαν. Καὶ ὡς εἴρηται πάλιν ἐν ἄλλοις, γεγόνασιν ὡς ἄρκτος ἀτεκνουμένη. Φασὶ γὰρ τὰς ἄρκτους δεινῶς φέρειν τὴν τῶν σκύμνων ἀποβολὴν, καὶ σὺν ὀδυρμῷ μαινομένας περινοστεῖν ἐπιπηδώσας τοῖς ἐντυγχάνουσιν. Ἄρκτος μὲν οὖν ὠνομάσθησαν, ἐπεὶ καὶ αὐτοὶ ἀνθρώπους ἔφαγον, μιαιφονοῦντες τοὺς προφήτας. Ἢ τεκνωμένη δὲ, διὰ τὸ ἀγριώτερον, καὶ διὰ τὴν τῶν αὐτῶν ἀπώλειαν τέκνων. Αἱ δὲ περιστεραὶ γοερὰν ἀφιᾶσι φωνὴν συνεχέστατα, ὁποῖοι γεγόνασιν οὗτοι τὴν ἑαυτῶν ἀποδυρόμενοι πόλιν. Εἴρηται γὰρ, ὅτι ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητικαί. Νοητέον δὲ καὶ οὕτως· Πορεύσονται ἐν ἀγριότητι νοῦ συνεζευγμένης ἀσυνεσίας. Φησὶ γάρ τις προφήτης·" Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν." Οὐ γάρ ἐστιν ἐν αὐτοῖς ἡ παρὰ Χριστοῦ σύνεσις καὶ πραότης. Περὶ ὧν Ἱερεμίας φησίν·" Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως." 2608 Καὶ πάλιν·" Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν;" ἢ ὡς ἄρκτος καὶ περιστερά· τοῦτ' ἔστι θρασεῖς κατὰ τῶν ἀσθενεστέρων, καὶ δειλοὶ πρὸς τοὺς ἰσχυροτέρους. Σύμμαχος δὲ καὶ Θεοδοτίων ἐξέδωκαν· Ὡς περιστερὰ μελέτῃ μελετήσομεν. Ὁ δὲ Ἀκύλας· Ὡς περιστεραὶφθογγῇ φθεγξόμεθα. Εἰσέτι γὰρ καὶ νῦν πειρῶνται μελετᾷν τὰς Γραφὰς, καὶ ἐκμανθάνειν, ψιλῇ φωνῇ περιᾴδοντες, ὡς μηδὲν διαφέρειν ἀλογίστου περιστερᾶς ἄναρθρον ἀποδιδούσης φωνήν. Καὶ τοῦτο δὲ τὸ ῥητὸν, καὶ τὰ ἑξῆς, ἀπὸ προσώπου τοῦ κατηγορουμένου λαοῦ ἐξέδωκαν οἱ λοιποί. Ἐπιφέρει γοῦν Σύμμαχος· Διὰ τοῦτο μακρὰν ἐγένετο κρίσις ἀφ' ἡμῶν, καὶ οὐ καταλήψεται ἡμᾶς δικαιοσύνη. Προσδοκήσωμεν εἰς φῶς, καὶ ἰδοὺ σκότος, καὶ τὰ ἑξῆς. Καὶ οἱ Ἑβδομήκοντα δὲ τὰ ἐπαγόμενα τῷ προσώπῳ τοῦ λαοῦ περιέθηκαν· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία. Ὡς ἂν τοῦ προφήτου διδάσκοντος αὐτοὺς ἐξομολογεῖσθαι τῷ Θεῷ τὰς ἑαυτῶν ἁμαρτίας, καὶ κατηγορεῖν ἑαυτῶν ἐπὶ μετανοίᾳ. Τινὲς δέ φασιν, ὡς ἐπειδὰν οἱ προφῆται μνησθῶσι τῆς ἀποβολῆς τοῦ λαοῦ τῆς μετὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, μέμνηνται χρησίμως καὶ τῆς ἐπ' ἐσχάτων ἀνακλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, διὸ καὶ νῦν μετανοούντων εἰσήγαγε πρόσωπον· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν, κρίσιν λεγόντων τὴν διὰ πίστεως δοθεῖσαν τοῖς ἔθνεσιν, ἣν προσδοκήσαντες οὐκ ἔσχον. Τὸ δὲ αἴτιον, Πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία, φασίν. Οὐ γὰρ ἐδεξάμεθα τὸν διὰ πίστεως ἐξαλείφοντα ἁμαρτίας, ὃς αὐτοῖς ἔλεγεν·" Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε." Καὶ τὰ κατὰ Χριστοῦ τολμηθέντα δηλοῦντες, φασίν· Ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα. Ὁ δὲ Σύμμαχος· Ἔγνωμεν, φησὶν, ἀδικεῖν καὶ ψεύδεσθαι κατὰ Κυρίου. Οἱ δὲ Ἀκύλας ἀρνήσασθαι ἐν Κυρίῳ, τὴν ἄρνησιν αὐτῶν παριστάς· Ἀλλὰ καὶ ἀπέστημεν, φασὶν, ὄπισθεν τοῦ Θεοῦ ἡμῶν, ἐλαλήσαμεν συκοφαντίαν. Ὁρᾷς ὡς οὐδαμοῦ αὐτῶν εἰδωλολατρείαν κατηγορεῖ, ἀλλὰ συκοφαντίας, καὶ λόγους ψευδεῖς, καὶ τὰ τοιαῦτα. Ποτὲ μὲν τὰς θεοσημείας διαβάλλοντες ἔλεγον·" Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια." Ἀπὸ καρδίας τε αὐτῶν ἐρευγόμενοι ψευδῆ τε καὶ ἄδικα, Σαμαρείτην καὶ δαιμονῶντα, φάγον καὶ οἰνοπότην ἐκάλουν, ἀνασείειν τε τοὺς ὄχλους ἔφασκον. Διό φασιν· Ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν. Οὐ γὰρ αὐτὴ, φησὶν, ἡμᾶς κατέλιπεν, ἀλλ' ἡμεῖς αὐτὴν, οἱονεὶ νῶτα δόντες αὐτῇ. Αἱ δὲ φωναὶ ζητούντων εἰσὶν ἐλεηθῆναι παρὰ Χριστοῦ, καὶ συνεχῶς ὁμολογούντων τῆς ἀληθείας τὴν ἄρνησιν, καὶ τοὺς ψευδεῖς ἑαυτῶν λο 2609 γισμούς. Τὸν δὲ λόγον εἰς ἑαυτὸν ὁ προφήτης πάλιν ἀναλαβὼν κατηγορεῖ, δεδαπανῆσθαι λέγων, καὶ παντελῶς ἐκλιπεῖν ἐν ταῖς ὁδοῖς αὐτῶν τὴν ἀλήθειαν. Ἐν δὲ ψεύδει (ταυτὸν δὲ εἰπεῖν, σκότῳ) περιπατοῦντες, πῶς ἂν εὐθείας ἔσχον ὁδοὺς, Χριστὸν τὸ φῶς ἀποστραφέντες, καὶ τὴν ἀλήθειαν; Καὶ εἶδεν Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις· τοῦτ' ἔστι δικαιοκρισία. Καὶ εἶδεν, καὶ οὐκ ἦν ἀνήρ· καὶ ἤδη γὰρ εἶπεν·" Ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων." Φιλάνθρωπος γὰρ ὢν ὅλῃ πόλει δι' ἕνα καὶ μόνον ἀνίησι τὰ ἐγκλήματα. Διὰ γὰρ Ἱερεμίου φησί·" Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε ἂν εὕρητε ἄνδρα· εἰ ἔστι ποιῶν πίστιν, καὶ ἀγαπῶν ἔλεος, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος." Ὑπέσχετο δὲ καὶ Σοδόμοις ἀνεῖναι εἰ σχοῖεν πέντε δικαίους. Πενταπόλεως γὰρ οὔσης, καθ' ἑκάστην ἕνα ζητεῖ. Τὸν οὖν τοὺς ἄλλους σῶσαι δυνάμενον ἐκ δικαιοπραγίας, καὶ νῦν ἐκάλεσεν ἀντιλαμβανόμενον. Μηδένα δὲ τοιοῦτον εὑρὼν, ἠμύνατο, φησὶν, αὐτοὺς τῇ δυνάμει. Τοῦτο γὰρ τὸ, βραχίονι. Ἐστηρίσατο δὲ καὶ τῇ ἐλεημοσύνῃ· ἢ κατὰ τοὺς λοιποὺς, ἐπεστηρίσατο. Οὐ γὰρ πάντας ἀπώλεσεν. Ἔσωσε γὰρ τὸ κατάλειμμα τοῖς πατράσιν αὐτῶν ἀψευδῆ τὴν ἐπαγγελίαν τηρῶν. Ἐφ' οἷς αὐτῶν ἅλωσιν τὴν ἐσχάτην σημαίνων, ὥσπερ ὁπλιζόμενον τὸν Θεὸν κατ' αὐτῶν ὑποτίθεται, πρὸς ὃν εἴρηται·" Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;" Τοιαῦτα δὲ παθόντων, οἱ λοιποὶ τῆς οἰκουμένης, φησὶ, φοβηθήσονται τὴν κατὰ τῶν ἀπειθησάντων βιαίαν ὀργὴν, ἀντὶ δὲ τοῦ, Καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, τινὲς ἐκθέμενοι, Καὶ ἔσωσεν αὐτῷ βραχίων αὐτοῦ, ἐπήγαγον· μηδεμίαν ἰσχὺν ἐχόντων αὐτῶν πρὸς τοὺς ἐχθροὺς διὰ τὰς ἁμαρτίας, ἐν ἰσχύϊ Θεοῦ ἡ νίκη καὶ ἡ σωτηρία παρέσται διὰ Χριστοῦ. Καὶ πάλιν· Ἀντὶ τοῦ, Καὶ τῇ ἐλεημοσύνῃ αὐτοῦ ἐστηρίσατο, καὶ τῇ δικαιοσύνῃ αὐτοῦ ἐπεστηρίσατο, τὸ ῥητὸν εἰπόντες, ἐπήγαγον· Ἡ γὰρ ἐν Κυρίῳ δικαιοσύνη στήριγμα γίνεται τῆς κατὰ τῶν ἀσεβῶν δικαίας κρίσεως. Πρὸς τὴν πολεμικὴν δὲ τοῦ Θεοῦ παρασκευὴν ἔφασαν, ὡς ταύτην ὁ Ἀπόστολος ἡμᾶς τὴν ὅπλισιν ἐνδύσασθαι παραινεῖ. Ἐν Κυρίῳ οὖν τὸ ἀληθὲς τῆς δικαιοσύνης, ἧ ἐστι θώραξ τῆς ἐλπίδος. Ἥ ἐστι περικεφαλαία, ἐν ἡμῖν δὲ μίμησις. Ἕπεται δὲ, φασὶ, καὶ ἡ κριτικὴ οἷον ὅπλισις, κατὰ τῶν θλιβόντων Χριστὸν ἔν τε τῇ κατ' αὐτοῦ, καὶ τῇ κατὰ τῶν ἁγίων ἐπαναστάσει. Ταυτὰ δηλοῦται κἀν τῷ δευτέρῳ ψαλμῷ. Τινὲς δὲ τὴν ὅλην ἄνωθεν οὕτως ἐξηγήσαντο ῥῆσιν· Θεοῦ πολλάκις ἐπαγγειλαμένου βοηθεῖν τῷ λαῷ, καὶ τοὐναντίον αὐτοὺς αἰχμαλωσίᾳ παραδιδόντος, ὡς ἀσθενοῦντος κατεβόων Θεοῦ. Δι 2612 ελέγχων οὖν αὐτοὺς, αἰτίας τὰς αὐτῶν ἁμαρτίας φησὶ, δι' ἃς καὶ ἀνήκοος καὶ ἀδύναμος ἐνομίσθη. Σφάξοντες γὰρ τὰ τέκνα αὐτῶν ἡπατοσκοποῦντο, ὡς τὰς χεῖρας αὐτῶν μεμολύνθαι τῷ αἵματι, καὶ διὰ τῶν χειλῶν ἀσεβεῖν, ἀφ' ὦν ἑαυτοῖς, ὡς ἀπὸ σπερμάτων, πόνους ἐγέννησαν, ματαιοπονοῦντες ἐν αὐτοῖς. Ἃ γὰρ ἐπιθυμήματα συνελέξαντο, ὡς ὠὰ ἀσπίδων ἀτελεσφόρητα, καὶ ἀράχνης ἱστὸς, βλάπτοντα μᾶλλόν ἐστιν, ἤπερ ὠφελῆσαι δυνάμενα. Κἂν εἰς ἔργον δὲ προαχθεῖεν, οὐδὲν ἀπέοικε βασιλίσκου. Δι' οὗ, κατὰ ἀναγωγὴν, ληψόμεθα τὸν διάβολον τὸν τῶν κακῶν χορηγόν. Ἐκ δὲ τῶν κακῶν ἁπάντων ἱμάτιον ἐξύφηναν, ὃ μετὰ τὸν κοινὸν θάνατον οὐκ ἔσται σκέπη τῶν κακῶν αὐτῶν, μέχρι ταφῆς ἰσχυόντων κατὰ τὸ ἐν Ἰὼβ, τὸ," Ἕως σοροῦ ἠγρύπνησα." Ἐκ δὲτῶν πονηρῶν λογισμῶν ταλαιπωροῦσιν, εἰρήνην οὐκ ἔχοντες. Ὡς γὰρ τὸ κριτικὸν ἀπολέσαντες, βασιλικὴν οὐκ ἦλθον ὁδὸν ἄνω κάτω πλανώμενοι. Οὕτω γὰρ τὴν πονηρίαν μετῄεσαν, ὡς φωτὸς ἐξ αὐτῆς ἀπολαύσοντες, ὃ γέγονε σκότος αὐτοῖς, δηλῶν δὴ τὴν ἐν τῷ παρόντι καὶ μέλλοντι καταληψομένην αὐτοὺς τιμωρίαν. Ὡς καὶ τὴν φωτεινοτάτην αὐτοῖς ἡμέραν σκότος γενέσθαι, ὡς στενάζειν αὐτοὺς μεγάλα ὡς ἄρκτον ἐπὶ τέκνοις, καὶ πυκνὰ ὡς περιστεράν. Εἶτά φησιν, Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι· δηλῶν τοὺς τοῖς ἑαυτῶν ἁμαρτήμασιν ἐγχρονίσαντας, καὶ τῆς ἀντιλήψεως ἀποτυχόντας τῆς θείας. Κρίσιν δὲ λέγει, καθ' ἣν τὰ κρείττω πάντες ἑαυτοῖς ἐπιλέγονται. Ἢ ἀπολιπόντες ἀπώλοντο, ἐπελθόντων αὐτοῖς τῶν ἐχθρῶν, μὴ βοηθοῦντος Θεοῦ. Διδάσκει γὰρ αὐτοὺς τὰ συμβησόμενα, καὶ πῶς δεήσει μετανοεῖν, ὡς ἂν ἀφέσεως τύχοιεν. Ἐπεὶ καὶ Δαβὶδ πρὸ τῆς οἰκοδομῆς τοῦ ναοῦ, προλέγει καὶ τὴν καθαίρεσιν, καὶ τὴν αὐτοῦ πάλιν ἀνοικοδόμησιν. Πάντα γὰρ μετ' ἀλλήλων γινώσκει Θεός. Εἶτα τῆς ἑαυτῶν ἐν τοῖς πρακτοῖς καὶ λεκτοῖς κακίας κατηγορήσαντες, Ἀπεστήσαμεν, φασὶν, ὀπίσω τὴν κρίσιν, ὡς ὁ Δαβὶδ ἐν τεσσαρακοστῷ ἐνάτῳ φησί·" Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω." Τινὲς δὲ καὶ τό· Ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας, εἰς τοὺς ψευδοπροφήτας εἰρῆσθαί φασιν. Ἐφ' οἷσπερ ὁ Θεὸς ἀγανακτήσας ὀργὴν ἐπήγαγε κατ' αὐτῶν, ἐλέει ταύτην κεράσας. Πᾶσα γὰρ παιδεία Θεοῦ ἐπωφελής. Ἐφ' οἷς, φησὶ, τὸν Θεὸν τὴν ἐκ τῆς μετανοίας πραγματευομένην σωτηρίαν, τοῖς τιμωρουμένοις οἰκειοῦσθαι, ἐνδυόμενον αὐτῶν τὴν δικαιοσύνην, καὶ τὰς δικαιοπραγίας ὥσπερ θωρακιζόμενον, παραμυθούμενος ὡς δυναμένους ἔνδυνα γενέσθαι Θεοῦ δι' ἡμᾶς οἷον ὁπλοφοροῦντος, τὴν ἡμετέραν διορθουμένου δειλίαν, δι' ἣν καὶ τῷ Γιεζεὶ ὁπλοφόροι πεφήνασιν ἄγγελοι, οὕτω κατὰ φύσιν οὐκ ἔχοντες. 2613 ιθκαʹ. 9Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ' ἀνατολῶν ἡλίου, τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ, καὶ ἥξει ἕνεκα Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ9, κ. τ. λ. Πολέμιον εἰπὼν τοῖς ἐξ Ἰσραὴλ τὸν Θεὸν διὰ τὰς πολλὰς αὐτῶν ἀσεβείας, ἐπὶ τὴν κλῆσιν μέτεισι τῶν ἐθνῶν, καὶ τὴν Χριστοῦ παρουσίαν. Τὸ πᾶν δὲ γένος ἀνθρώπων διὰ τῶν ἀνατολῶν ἐδήλωσεν καὶ δυσμῶν, οἳ φοβηθήσονται τὸν Κύριον." Ἀρχὴ γὰρ σοφίας, φόβος Κυρίου." Ἧς οὐ μετέλαβεν Ἰσραὴλ, ἀλλ' ἐκεῖνοι, περὶ ὧν ἔλεγεν·" Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσι," καὶ τὰ ἑξῆς· δι' ὧν ἐδήλου τὰ τέσσαρα κλίματα, ὅσα δὲ φόβος Θεοῦ προξενεῖ δηλοῖ τό·" Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον." Καὶ τό," Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν." Καὶ τό," Φόβος Κυρίου παιδεία, καὶ σοφία." Καὶ τό· Φόβος Κυρίου προστίθησιν ἡμέρας." Ὃν οὐκ Ἰουδαίοις δώσειν, ἀλλὰ τοῖς ἔθνεσιν ἐπαγγέλλεται. Καὶ ἐν ἑτέρῳ γὰρ προφήτῃ τοῖς μέν φησιν·" Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ. Καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν". Περὶ δὲ τῶν ἐθνῶν·" Δι' ὅτι ἀπὸ ἀνατολῶν ἡλίου δεδόξασται τὸ ὄνομά μου, ἐν τοῖς ἔθνεσι." Τῆς δὲ τούτων σωτηρίας αἴτιον· Ἥξει γὰρ ὡς ποταμὸς βίαιος καὶ ὀργὴ παρὰ Κυρίου. Ἥξει μετὰ θυμοῦ. Ὀργῆς δὲ καὶ θυμοῦ οὔτε τὸ Ἑβραϊκὸν, οὔτε οἱ λοιποὶ μέμνηνται. Οὐδὲ γὰρ εὔλογον ἐν ἀγαθῶν ἐπαγγελίαις. Ὁ γὰρ Ἀκύλας φησὶν, Ὅτι ἐλεύσεταιὡς ποταμὸς πνεῦμα Κυρίου σύσσημον ἑαυτῷ. Ὁ δὲ Σύμμαχος· Ἥξει ὡς ποταμὸς θλίβων τὸ πνεῦμα Κυρίου. Ἐπείγει καὶ ἥξει. Ὁ δὲ Θεοδοτίων· ἥξει γὰρ ὡς ποταμὸς πολιορκητής. Πνεῦμα Κυρίου ἐσημειώθη ἐν αὐτῷ. Πῶς δὲ ὡς ποταμὸς βίαιος ἥξει τὸ πνεῦμα Κυρίου, ἐδήλωσεν ἐν ταῖς Πράξεσιν," Ὅτε συνηγμένων ἐπὶ τὸ αὐτὸ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας," καὶ τὰ ἐπὶ τούτοις. Ὧν τέλος, καὶ τὸ," Ἐπληρώθησαν ἅπαντες Πνεύματος ἁγίου." Ἀλλὰ καὶ σημεῖον, φησὶν, ἑαυτῷ. Τοῦτο γὰρ τῆς ἰδίας ἀναλήψεως ἔθετο σημεῖον λέγων·" Ἐὰν μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἔρχεται." Καὶ πάλιν· Ὅτ' ἂν ἀπέλθω, ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τῆς ἀληθείας." Ἀντὶ δὲ τοῦ· Ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, Ἀκύλας, Καὶ ἐλεύσεται τῇ Σιὼν ἀγχιστεύων, φησίν. Ὁ δὲ Σύμμαχος· Καὶ ἥξει τῇ Σιὼν ἀγχιστεύων. Ἔλεγε γὰρ ὁ Σωτήρ·" Οὐκ ἦλθον, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ." Καὶ Παῦλος δέ φησι·" Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ 2616 ἐλέους δοξάσαι τὸν Θεόν." Φασὶ δέ τινες· Ὥσπερ ἀνωτέρω μνησθεὶς τῆς κατὰ τῶν Ἰουδαίων ὀργῆς, ἐμνήσθη καὶ τῆς ἐν ὑστέροις ἐλεημοσύνης εἰπὼν," Καὶ τῇ ἐλεημοσύνῃ ᾗ ἐστηρίσατο·" οὕτω καὶ νῦν ὀργὴν εἰπὼν, καὶ θυμὸν, τὴν διὰ Χριστοῦ σωτηρίαν ἐπήνεγκεν εἰπών· Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, ἐξ ἁμαρτιῶν δηλονότι, θανάτου τε, καὶ φθορᾶς, καὶ δαιμόνων ὠμότητος. Σιὼν δὲ πάλιν, τὸ θεοσεβὲς τῆς Ἐκκλησίας πολίτευμα. Ἀντὶ δὲ τοῦ, [Καὶ] ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, ὁ Σύμμαχος· Καὶ τοῖς ἀποστρέψασιν ἀσέβειαν ἐν Ἰακώβ. Ὁ δὲ Ἀκύλας· Καὶ τοῖς ἀποστρέψασιν ἀθεσίαν ἐν Ἰακώβ. Τούτοις γὰρ ἥξει, καὶ τούτους ῥύσεται. Ἑαυτοὺς δὲ μὴ ἐπιστρέφοντες αἰτιάσονται. Καὶ αὕτη, φησὶν, αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη. Τίς δὲ αὕτης; Τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, ὃ διδοὺς τοῖς μαθηταῖς ἔλεγε·" Λάβετε Πνεῦμα ἅγιον. Ἐάν τινος ἀφῆτε τὰς ἁμαρτίας, ἀφίεται αὐτῷ." Τοῦτο τοίνυν ἡ Καινὴ Διαθήκη, καὶ τοῦ μυστηρίου τὸ κεφάλαιον, ὅπερ ἐστὶν ἐν σοὶ τῷ ἀγχιστεῖ, καὶ ῥυομένων, ὃν ἐκ τῆς ῥίζης ἔφασκεν Ἰεσσαὶ, ἐπαναπαύεσθαι λέγων ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ. Οὗ δὴ μετέδωκε τοῖς μαθηταῖς, ὡς ἂν καὶ αὐτοὶ μεταδοῖεν ἀξίους. Τὰ δὲ ῥήματα, ἃ λελάληκεν ὁ Χριστὸς, διαθήκη μου, φησὶν, ἐστὶ, καὶ μένει εἰς τὸν αἰῶνα. Καὶ ὁ Σωτὴρ δὲ ἔλεγεν·" Ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." Σαφεστάτη τοίνυν τῆς λυτρώσεως ἀπόδειξις, τὸ ἐν μεθέξει γενέσθαι Πνεύματος ἁγίου, δι' οὗ καὶ τὸ τῆς υἱοθεσίας φέρεται καύχημα, καὶ τὸ λαβεῖν, φασί τινες, ἐν γλώττῃ τὸ ῥῆμα τῆς πίστεως, Παύλου λέγοντος·" Ἐγγύς σου τὸ ῥῆμά ἐστιν. Ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου." Ἐλάβομεν γὰρ τὸ ῥῆμα τῆς πίστεως, τὴν σωτήριον ὁμολογίαν δικαιοσύνης πρόξενον. Δικαιοῖ γὰρ οὕτω τὸν ἀσεβῆ Χριστὸς ὁ πάλαι βοῶν·" Ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου." Ὅπερ ὂν ἐν ἡμῖν ἀεὶ, καὶ τοῖς μεθ' ἡμᾶς παραπέμπεται σῶζον ἀεὶ τοὺς πιστεύοντας. Τινὲς δὲ οὕτως τὸ πᾶν ἐξηγήσαντο· Θεὸς διαθήκην θέμενος πρὸς Ἀβραὰμ, ἡνίκα τὰς θυσίας ἐπὶ ταῖς ἐπαγγελίαις πεποίηται· καὶ διὰ Μωσέως δὲ καθ' ὅμοιον τρόπον νομοθετήσας· καὶ νῦν διὰ τοῦ προφήτου διατίθεσθαι φάσκει διὰ τῶν λαλουμένων πρὸς τὸν λαὸν, ἃ τὴν ἰσχὺν ἕξει οὐ μόνον ἐπὶ τῶν παρόντων, ἀλλὰ καὶ τῶν ἐσομένων, εἰ θέλοιεν διὰ μετανοίας ἀπαλείφειν τὰς ἑαυτῶν ἁμαρτίας. Οὕτω γὰρ Θεὸς τὰς ἐπαγγελίας πληροῖ, μετανοοῦσιν οὐκ ἀναξίοις διδούς. ΚΕΦΑΛ. Ξʹ. ακβʹ. 9Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος 2617 ἐπ' ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. Ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται. Τότε ὄψῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν9, κ. τ. λ. Χριστοῦ παρουσίαν εὐαγγελισάμενος, πρώτους βούλεται μεταλαβεῖν αὐτῆς τοὺς ἐξ Ἰσραὴλ, κατὰ τό·" Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." Ὃ καὶ τοῖς μαθηταῖς παρήγγελλεν, ἀπαγορεύσας αὐτοῖς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι, μηδὲ εἰς πόλιν Σαμαρειτῶν. Οἳ καὶ ἔλεγον·" Ὑμῖν ἦν πρῶτον ἀναγκαῖον κηρυχθῆναι τὸν λόγον." Χριστὸς δὲ ἦν τὸ φῶς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωὴ, καὶ τὸ φῶς, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐξ οὗ τὴν Ἱερουσαλὴμ, δηλονότι τοὺς ταύτης οἰκήτορας, φωτισθῆναι προτρέπεται, αὐτῆς τε εἶναί φησι προηγουμένως τὸ φῶς, διά τε τὴν ἐπαγγελίαν τῶν πατέρων, καὶ τὸ τὰ περὶ Χριστοῦ ταύτῃ παρὰ τῶν προφητῶν κεκηρύχθαι. Διὰ τοῦτο γὰρ οὐχ ἁπλῶς φῶς εἶπεν, ἀλλὰ τὸ φῶς ἀναφορικῶς, οὗπερ εἰ μετέσχε, διέμεινεν ἂν ἐν εἰρήνῃ μέχρι παντὸς, κατὰ τό·" Εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην." Αὐτῆς δὲ μὴ δεξαμένης, ἐπιφέρει·" Νῦν δὲ ἥξουσιν ἡμέραι ἐπὶ σὲ," καὶ τὰ ἐφεξῆς. Πασῶν τε τῶν νῦν λεγομένων ἐξέπεσεν ἐπαγγελιῶν, αἳ τάχα ἂν αὐτῇ ἐγένοντο καὶ σωματικῶς. Ἅμα τε γὰρ τοῦ φωτὸς, καὶ τούτων ἐστέρηντο. Τὸ δὲ Ἱερουσαλὴμ οὐ κεῖται παρὰ τοῖς ἄλλοις. Ἀλλ' ὁ μὲν Ἀκύλας Ἀνάστηθι, φωτίζου, φησὶν, ὅτι ἦλθεν φῶς σου. Καὶ Σύμμαχος ὁμοίως, καὶ τὸ Ἑβραϊκὸν, ὡς εἶναι τὸν λόγον πρὸς τοὺς δεδεγμένους τὸν εἰρημένον λυτρωτὴν, ἢ ἀγχιστέα, οὓς ἔλεγεν ἐξ ἀνατολῶν καὶ δυσμῶν τοὔνομα Κυρίου φοβηθήσεσθαι. Τὸ οὖν θεοσεβὲς τοῦτο πολίτευμα, πόλις καλεῖται Θεοῦ, καὶ Ἱερουσαλήμ. Παρ' αὐτῇ γὰρ πρώτῃ συνίστατο προφητῶν τε καὶ θεοσεβῶν ἀνθρώπων χορός. Οἳ δὴ τὴν παρουσίαν ἀεὶ προσδοκῶντες Χριστοῦ, τὸν βίον κατέστρεφον διακείμενοι, ὡς καὶ μέχρι θανάτου καταβήσεται διὰ τὴν αὐτῶν ἐλευθερίαν. Ὅθεν ὡς ἐν σκότῳ καθημένοις τοῦ φωτὸς Χριστοῦ τὴν παρουσίαν εὐαγγελίζεται, ὡς πρὸς τῇ πρώτῃ παρουσίᾳ, καὶ τῇ δευτέρᾳ τὸν λόγον ἁρμόττειν, περὶ ἧς ἔλεγεν ὁ Σωτήρ·" Καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ," καὶ τὰ ἑξῆς· ἐν οἷς τοὺς ἀγγέλους συνάξειν λέγει πανταχόθεν τοὺς ἐκλεκτούς. Καὶ πάλιν·" Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὑτοῦ." Εἶτα περὶ διακρίσεως εὐσεβῶν τε λέγει, καὶ ἀσεβῶν, ὡς προβάτων καὶ ἐρίφων, τῶν μὲν παραδιδομένων πυρὶ, 2620 τῶν δὲ ἀνακαλουμένων εἰς τὸν νέον αἰῶνα, καθ' ὃν οὐκ ἔσονται φωστῆρες σωματικοὶ, Χριστοῦ τοῦ τῆς δικαιοσύνης Ἡλίου πρὸς φωτισμὸν ἐπαρκοῦντος· ὅτε, κατὰ τὸν ἱερώτατον Παῦλον," Οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι, οἱ δὲ περιλειπόμενοι ἐν νεφέλαις ἀπαντῶντες ἔσονται σὺν Χριστῷ." Τοῖς οὖν τοιούτοις τότε προσφωνῶν ὁ λόγος ἐρεῖ· Φωτίζου, Ἱερουσαλήμ· ἢ κατὰ τοὺς ἄλλους· Ἀνάστηθι, φωτίσθητι. Καὶ ὅρα εἰ μὴ σαφῶς διὰ τοῦ ἀνάστηθι, τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔδειξεν, ἣν ποιήσει τὸ φῶς ἀκτῖσιν ἰδίαις ἀναζωπυροῦν τοὺς νεκροὺς, οἳ καὶ ἀναστάντες ὄψονται τὴν δόξαν αὐτοῦ. Διὸ νῦν ἐπάγει· Καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν· δηλαδὴ τὴν νέαν τοῦ Θεοῦ πόλιν, ἣν φωτίζει μόνην Χριστός. Τοῖς γὰρ ἀσεβέσι σκότος ἀπόκειται, ὃ δηλῶν φησιν· Ἰδοὺ σκότος καλύψει τὴν γῆν, καὶ γνόφος ἐπ' ἔθνη. Ἐπὶ δὲ σὲ ἀνατελεῖ Κύριος, κατὰ τοὺς λοιπούς. Δεῖ γὰρ πρῶτον φωτὸς ἀνατολῆς τοῖς μέλλουσι θεωροῖς γενέσθαι τῆς τοῦ Μονογενοῦς τοῦ Θεοῦ δόξης, ὃς δόξα λέγεται τοῦ Πατέρος. Ἐν αὐτῷ γὰρ, καὶ δι' αὐτοῦ, καὶ σὺν αὐτῷ δοξάζεται. Ὁρῶντες γὰρ τὸν Υἱὸν, ὁρῶμεν τὴν μεγαλειότητα, καὶ δόξαν τοῦ Πατέρος, ὅς γέ φησι·" Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε." Τὸ δέ· Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος· ἐπὶ τῆς πρώτης ἐκλαβόντες παρουσίας τινὲς, οὐχ ὡς μελλόντων φασὶ τῶν ἐθνῶν σκοτισθήσεσθαι, τῷ κόσμῳ λάμψαντος τοῦ Χριστοῦ. Πεφώτισται γάρ. Ἀλλ' ὁ μέλλων ἐνταῦθα χρόνος τὸν ἐνεστῶτα δηλοῖ, τοῦτ' ἔστι καλύπτει. Χριστοῦ γὰρ πρώτοις τοῖς ἐξ Ἰσραὴλ ἐπιλάμψαντος, ἔτι τὰ ἔθνη σκότῳ κεκράτητο, πρὶν ἐπ' αὐτὰ μεταστῆναι τὴν χάριν. Τότε γὰρ Ἰουδαίοις τὴν οἰκείαν θαυματουργῶν ἐπεδείκνυτο δόξαν. Τινὲς δὲ τὸ, γνόφος ἐπ' ἔθνη, φασὶν ὅτε πάσχουσιν οἱ ἐχθροὶ τὰ δίκαια. Πορεύσονται δὲ, φησὶ, βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου, τὴν κλῆσιν δηλῶν τῶν ἐθνῶν ἐκ τῆς ἐκείνων ἀπειθείας γεγενημένην. Δύο δὲ νοήσομεν τάγματα σωζομένων· τῶν τε παρ' Ἰουδαίοις θεοφιλῶν, οἳ διὰ πίστεως τελειωθέντες οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· οἳ καὶ τοῖς τοῦ θανάτου χωρίοις ἐνδιέτριβον τὴν παρουσίαν Χριστοῦ περιμένοντες. Διὸ πέμψας Ἰωάννης ἠρώτα·" Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;" οὓς εὐαγγελιζόμενος τὴν εἰς αὐτοὺς τοῦ Χριστοῦ κάθοδον, φησίν· Ἀνάστηθι, φωτίσθητι. Ἦλθεν γὰρ τὸ φῶς σου, τοῦτ' ἔστιν, ὃ προσεδόκας. Τούτων οὖν τὸ πρῶτον τάγμα. Δεύτερον δὲ, τὸ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ὃ δὴ συνῆψεν ὁ Παῦλος τῷ πρώτῳ λέγων·" Ἄρ' οὖν οὐκ ἔτι ἔστε ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται 2621 τῶν ἁγίων," καὶ τὰ ἐπὶ τούτοις. Ἐν οἷς ἔστιν" εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ." Εἰκότως οὖν εὐαγγελισάμενος νῦν τῷ πρώτῳ τάγματι ἐπήνεγκε· Καὶ πορεύσονται ἔθνη τῷ φωτί σου, δεικνὺς κοινὸν ἀμφοτέροις τὸ φῶς τοῖς πρὸ τῆς παρουσίας, καὶ ὕστερον, καὶ τὴν λαμπρότητα, ἣν ἡ ῥύπου παντὸς ἀπόσμηξις ἀπεργάζεται. Ταύτῃ γὰρ καὶ οἱ τῶν ἐθνῶν χρήσονται βασιλεῖς, καθαιρόμενοι τῇ τῶν θείων μυστηρίων δυνάμει, ὃ δὴ καθ' ἡμᾶς διὰ τῶν ἔργων ὁρᾶται. Εἶτα ἐπειδὴ ἐθνῶν ἐμνημόνευσε, καὶ βασιλέων ἐθνῶν, ἀκολούθως τὴν προτέραν τοῦ Θεοῦ πόλιν διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν προσιόντας τῷ θεοσεβεῖ πολιτεύματι οἰκεῖα τέκνα ἡγεῖσθαι λέγων· Ἴδε συνηγμένα τὰ τέκνα σου, οὓς καί φησιν ἐπ' ὤμων ἀρθήσεσθαι. Διὸ πάντες οἱ ἐξ ἐθνῶν πεπιστευκότες ἐπαγγελίαν εἰλήφασιν εἰς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι. Καὶ πολλαχοῦ δὲ θυγάτηρ Ἱερουσαλὴμ, καὶ Σιὼν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία χρηματίζει, ὡς ἐν τῷ," Χαῖρε σφόδρα, θυγάτηρ Σιών. Κήρυσσε, θυγάτηρ Ἱερουσαλήμ. Ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ πορεύσονται ἕθνη πολλὰ ἐπὶ τὸν Κύριον." Τὸ δὲ πόῤῥωθεν ἥκειν, παρίστησιν ὡς ᾗ μὲν πόῤῥω που τῆς βασιλείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας." Ἀλλ' ὑμεῖς, φησὶν, οἵ ποτε μακρὰν ὄντες, ἐγγὺς ἐγενήθητε." Ὡς γὰρ ὁ Παῦλός φησιν·" Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα." Καὶ πρὸς Ἀβραὰμ δὲ ἐῤῥέθη· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Πρὸς ἅ τις προφήτης φησί·" Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν." Ἃ δὴ καὶ πεισθέντα, κατὰ τὸν Ἡσαΐαν, φασί·" Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ." Ἀλλ', ἰδοὺ ἥκασι, φησὶ, τοῦτ' ἔστιν, οὐκ εἰς μακρὰν ἡ κλῆσις αὐτῶν. Δραμοῦνται γὰρ ὥσπερ κατὰ πόδα τῶν εὐαγγελικῶν κηρυγμάτων, δίχα πόνου παντός. Ἐπ' ὤμων γὰρ ἀρθήσονται, οἷα δὴ βρέφη ταῖς τῶν μυσταγωγῶν παιδαγωγίαις χειραγωγούμενοι. Γάλα γὰρ ποτίζονται κατ' ἀρχὰς, κατὰ βραχὺ πρὸς μέτρον ἡλικίας ἀναβαίνοντες τέλειον ὅσοι τῆς διὰ Πνεύματος ἀναγεννήσεως ἔτυχον. Τοιγαροῦν ὁ Παῦλος" Ὡς ἄν τις τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα," φησίν. Ἐφ' οἷς λέγει· Τότε ὄψει, καὶ χαρήσῃ. Καὶ πῶς οὐ μέλλει μήτηρ περὶ τέκνοις σωζομένοις εὐφραίνεσθαι; Τὸ δὲ φοβηθήσῃ, παρὰ μὲν τοῖς λοιποῖς οὐκ ἐμφέρεται. Σημαίνει δὲ τὸ ἐκστήσῃ, καὶ θαυμάσεις. 2624 Κατὰ τὸν Ἀββακοὺμ εἰπόντα·" Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην." Τίς δὲ τοῦ θαυμάζειν ἡ πρόφασις; Μεταβαλεῖ γὰρ εἰς σὲ πλοῦτος θαλάσσης. Ὁ δὲ Σύμμαχος· Ὅταν ἐπιστραφῇ ἐπὶ σὲ τὸ πλῆθος τῆς θαλάσσης, καὶ ἡ δύναμις τῶν ἐθνῶν. Ὁ δὲ λόγος τὴν πολυπληθίαν τῶν σωζομένων, πλούτῳ καὶ πλήθει θαλάσσης ἀπείκασεν. Δυνάμεις δὲ ἐθνῶν ἢ οἱ ἐν αὐτοῖς δυνατοὶ, ἢ οἱ τοῦ κατὰ Θεὸν βίου νεανικῶς ἀντεχόμενοι, ὡς λέγειν·" Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." Χαρήσῃ δὲ, φησὶ, καὶ ἐπὶ τῶν ἀτελεστέρων καὶ ἀλογωτέρων ταῖς ἀγέλαις, οὓς καμήλοις ἀπείκασεν, Οἳ δή σοι χρυσίον καὶ λίβανον οἴσουσι, τοὺς ἐν Ἐκκλησίᾳ πλουσίους δηλῶν. Καὶ ὁ Σωτὴρ γὰρ καμήλῳ παρεικάζει τὸν πλούσιον, εὐκοπώτερον εἶναι λέγων κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλὰ γὰρ τὸ παρ' ἀνθρώποις ἀδύνατον, παρὰ Θεῷ δυνατόν. Ἐφ' ᾧ καὶ Ἱερουσαλὴμ ἐξέστη διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βλέπουσα τοὺς εἰσιόντας εἰς τὴν αἰώνιον ζωὴν, ὡς διὰ τρυμαλιᾶς ῥαφίδος, δῶρα φέροντας Θεῷ λύτρα τῆς ἰδίας ψυχῆς. Λύτρον γὰρ ψυχῆς ὁ ἴδιος πλοῦτος. Σαβᾶ δὲ ἔθνος Αἰθιοπικόν. Καὶ Γεφᾶ δὲ καὶ Μαδιὰμ ὁμοίως βάρβαρα, γονίμους ἔχοντα καμήλων χώρας. Διὸ δὴ τῇ τούτων κέχρηται ὁ λόγος εἰκόνι. Ὅτι δὲ λογικαί τινες ἦσαν αἱ τοιαίδε κάμηλοι, δῆλον. Φησὶ γάρ· Καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ, καὶ Γεφᾶ, πάντες ἐκ Σαββᾶ ἥξουσι. Φέροντες χρυσίον καὶ λίβανον οἴσουσι, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Πῶς γὰρ καμήλου τὸ σωτήριον εὐαγγελίζονται τοῦ Κυρίου, Ἄνδρες οὖν αὐταὶ, φέρουσαι λίβανον μὲν, τὴν τῆς θεολογίας πνευματικὴν εὐωδίαν· χρυσὸν δὲ, τὴν σωματικὴν εὐπορίαν. Τὸ οὖν παράδοξον, τὸ μεταβληθήσεσθαι τὰς κτηνώδεις τῶν πλουσίων ψυχὰς, καμήλοις ἀπεικασμένας διὰ τὸ ἀχθοφόρον, καὶ πολύγονον, καὶ σκολιὸν τοῦ ζώου· καὶ δι' ὑπερβάλλουσαν ὠφέλειαν εὐαγγελίζεσθαι τὸ σωτήριον Κυρίου· ἔτι δὲ καὶ τὰ πρόβατα Κηδάρ φησι συναχθήσεσθαι, τὰς ἀφελεστέρας λέγων ψυχὰς λογικάς. Τοιοῦτον τό·" Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." Καὶ τό·" Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς τῆς ἐμῆς ἀκούει." Καὶ ἐν Ἰεζεκιὴλ δέ φησιν·" Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου," καὶ τὰ ἐφεξῆς εἰπὼν ἐπιφέρει·" Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου οἶκος Ἰσραὴλ, λέγει Κύριος. Καὶ ὑμεῖς πρόβατά μου, καὶ πρόβατα ποιμνίου ἄνθρωποί ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν." Ταῦτα μὲν οὖν Ἰσραὴλ, ἀλλόφυλα δὲ πρόβατα νῦν φησι συναχθήσεσθαι τὰ Κηδὰρ, καὶ κριοὺς Ναβεώθ. Κηδὰρ δὲ μεθερμηνεύεται σκοτα 2625 σμός. Λέγεται δὲ ἀμφὶ τὴν ἔρημον εἶναι τῶν Σαρακηνῶν. Καὶ Ναβεὼθ ἑτέρα χώρα τοῦ Ἰσραὴλ ἀλλοτρία. Δηλοῦνται δὲ διὰ τῶν κριῶν οἱ ἀρχικώτατοι τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων, οἳ καὶ νῦν δῶρα προσφέρουσιν, ἀφιεροῦντες ἑαυτοὺς τῷ Θεῷ, καὶ τῇ τοῦ θυσιαστηρίου προσεδρεύοντες λειτουργίᾳ, δι' ὧν ἡ τοῦ Θεοῦ δοξάζεται Ἐκκλησία. Τινὲς δὲ τὸ, Κάμηλοι ἐπὶ καμήλων, φασὶν, ἥξουσιν, ἢ ἅπερ ἔχουσι προσκομίζοντες, καὶ τοὺς κατὰ χεῖρα τιμῶντες Θεόν· ἢ ὅτι οὐ καθ' ἕνα ἥξουσιν, ἀλλ' ἀγεληδὸν καρποφοροῦντες εἰς δόξαν Θεοῦ, ἤγουν τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, καὶ πλοῦτον πνευματικόν. Ἐξ ὧν τινες ἕξιν εὐαγγελικὴν ἐσχηκότες προέστησαν καὶ λαῶν, εὐαγγελιζόμενοι τὸ σωτήριον Κυρίου. Ἥξουσι δὲ, φησὶ, καὶ πρόβατα Κηδὰρ, καὶ κριοὶ Ναβεώθ. Τοῦτ' ἔστι, δεκταὶ καὶ τούτων αἱ θυσίαι γενήσονται προσιόντων διὰ πίστεως. Εἴποις δ' ἂν, φησὶ, πρόβατα καὶ κριοὺς, ἄνδρας βρίθοντας καλοῖς, καὶ ἐπιείκειαν ἀσπαζομένους, δι' ὧν ὁ οἷκος δοξάζεται τοῦ Θεοῦ, οὐ διὰ καπνοῦ καὶ αἱμάτων, ὡς ὁ πάλαι νεὼς, ἀλλὰ διὰ λατρείας πνευματικῆς. Τούτου δὲ μνησθεὶς τοῦ ῥητοῦ καὶ ὁ Σωτὴρ ἔφασκεν·" Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν." Ὅτε τοίνυν οἶκος γέγονε προσευχῆς, τότε δεδόξασται. Ἐπίτηδες δὲ ἡ Γραφὴ, ὡς νηπιώδεσι, τοῖς ἐξ Ἰσραὴλ διαλεγομένη, ἐκ τῶν αὐτοῖς συνήθων τὰς ἐπαγγελίας παρέχεται μετὰ τοῦ [σωματικοῦ] δηλοῦν τι καὶ νοητόν. Περὶ πολλοῦ γὰρ ἦν αὐτοῖς ἀλλόφυλα ἔθνη δωροφοροῦντα θεάσασθαι. Θέλγει τοίνυν αὐτοὺς συμψελλιζομένη τὰ φίλα. Καὶ συνήθη γὰρ, ὡς δὴ παισὶν, ἐπαγγέλλεται, δι' ὧν ἀνέξη προτρεπομένη πρὸς θεοσέβειαν, ὡς πρὸς διδασκαλίαν τοὺς παῖδας εἰώθαμεν. Ἴσως δ' ἂν αὐτοῖς ἀπήντηκε καὶ σωματικῶς, εἰ τὸν Χριστὸν παρεδέξαντο. Τοιγαροῦν καὶ οὕτω τινὲς ἀπέδωκαν· Ἀνάλαβέ σου τὸ πρότερον φῶς, Ἱερουσαλὴμ, ὃ διὰ ῥᾳθυμίας ἀπέσβεσας, καὶ ᾧ κατ' ἐξαίρετον ἐτιμήθης τῶν ἄλλων ἐσκοτισμένων, ὡς ἂν ἔθνεσι καὶ βασιλεῦσι θεοσεβείας γένῃ παράδειγμα, σοῦ δὲ μὴ βουλομένης ἐπὶ τὰ ἔθνη τὸ φῶς τοῦ Χριστοῦ μεταβήσεται. Τὸ σὸν οὖν ὄμμα, φησὶν, ἀνάτεινον πρὸς Θεὸν, καὶ ὄψει τοὺς ἐν τῇ διασπορᾷ συνηγμένους ὑπὸ τῶν κατεχόντων δορυφορουμένους. Ἐπαγγέλλεται δὲ καὶ χρυσὸν, καὶ τὰ ἀπὸ τῶν ἐθνῶν τοῖς περὶ ταῦτα ἐπτοημένοις, εἰ θεοσεβεῖν ἐθέλοιεν. Καὶ ταῦτα μὲν οὗτοι. Τῇ δὲ παλαιᾷ διαλεχθεὶς Ἱερουσαλὴμ, τῷ θεοσεβεῖ πολιτεύματι, τῇ μητέρι τῆς νέας καὶ κατὰ Χριστὸν πολιτείας, ἐκ προσώπου νῦν αὐτῆς ἐπιφέρει τὰ μετὰ ταῦτα λεγού 2628 σης· Τίνες οἵδε; ὡς νεφέλαι πέτονται. Ὃ σαφὲς ὁ Παῦλος κατέστησεν, εἰπών·" Ἁρπαγησόμεθα ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα," συναφθέντες δηλαδὴ τῷ χορῷ τῶν ἐν τῷ προτέρῳ λαῷ κατωρθωκότων, οἳ καὶ θεωροῦντες τὴν πρὸς αὐτοὺς ἀνάπτησιν, τῶν ἐξ ἐθνῶν σωζομένων ἀποθαυμάζουσι τὸ πλῆθος. Τινὲς δὲ τῆς Ἐκκλησίας τὸ πρόσωπον εἶναί φασι θαυμαζούσης τὴν ἐξ ἁπάσης χώρας διὰ πίστεως συνδρομὴν συντόνῳ δρόμῳ χωρούντων, καὶ οἷον ἱπταμένων· ἤγουν, ὅτι τὸ γεῶδες καὶ χθαμαλὸν ἀφέντες φρόνημα, ὡς ἐκ θαλάττης νεφέλαι, θορύβου πόῤῥω κοσμικοῦ μετέωροι γίνονται. Περιστερὰς δὲ λέγει σὺν νεοσσοῖς, ὅτι τοῦ θείου κηρύγματος ἡ σαγήνη οὐ πρεσβύτας μόνους, ἀλλὰ καὶ νέους, καὶ σὺν μητέρι θυγατέρας ἐπὶ τὴν πίστιν συνήγαγεν. Θαυμαζούσης δὲ τῆς Ἐκκλησίας, τὴν τοῦ πράγματος αἰτίαν ὁ σαγηνεύων φησίν· Ἐμὲ νῆσοι ὑπέμειναν, τοὺς νησιώτας λέγων, καὶ πλοῖα Θαρσεῖς. Τὰς Ἰνδικὰς δὲ χώρας Θαρσεῖς ἡ Γραφὴ καλεῖ. Λέγουσι δὲ καὶ τῆς Κύπρου πόλιν εἶναι Θαρσεῖς. Τὸ δὲ ὑπέμειναν, τοῦτ' ἔστι, Τὸν ἐμὸν ζυγὸν ὑπεδέξαντο, δι' ὧν δηλοῖ τὴν τῶν ἐθνῶν συνδρομὴν καρποφορούντων τὰ παρ' αὐτοῖς τιμιώτατα καὶ καλουμένων Χριστιανῶν, ἐπειδήπερ ἅγιον γέγονε παρ' αὐτοῖς τὸ ὄνομα Κυρίου, ἔνδοξος δὲ ὁ ἅγιος τοῦ Ἰσραήλ. Εἷς δὲ καὶ ὁ αὐτὸς ὑπάρχων Κύριός τε καὶ ἅγιος, καὶ δεδοξασμένος ἐστίν. Αὐτῷ τοίνυν, οὐ τοῖς εἰδώλοις, ὡς πάλαι, προσφέρουσιν οὐ πάντως τὰς ὕλας, χρυσόν τε καὶ ἄργυρον, ἀλλὰ πίστιν, καὶ τὴν ἐξ ἀρετῆς ἁπάσης φαιδρότητα. Φησὶ δὲ καὶ ἐν Ψαλμοῖς περὶ Χριστοῦ, ὅτι" Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς." Ταῦτα μὲν, εἰ ἀπὸ τῆς Ἐκκλησίας λέγοιτο τὸ, Τίνες οἵδε; ὡς νεφέλαι πέτονται. Εἰ δὲ ἀπὸ τοῦ πάλαι θεοσεβοῦς πολιτεύματος, ἐξ αὐτοῦ ἂν εἴη καὶ τὸ, Ἐμὲ νῆσοι ὑπέμειναν, τοῦτ' ἔστιν, αἱ Ἐκκλησίαι· ἐπείπερ τὰς ἐν προφήταις ἐπαγγελίας πρὸς τοὺς Πατέρας ἀναγινώσκουσαι, προσεδόκων αὐτάς. Ὑπέμειναν οὖν με, τῶν αὐτῶν προσδοκῶσαι τυχεῖν. Πλοῖα δὲ Θαρσεῖς αἰνίττεται τὰ σώματα, οἷς ἐπενήξαντο κατὰ τὸν θνητὸν βίον αἱ ψυχαί. Ἀλλοφύλων δὲ χώρα Θαρσεῖς. Διὸ περὶ τῶν ἀλλοφύλων ἀπίστων εἴρηταί που·" Πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς." Ἀλλ' ἐκεῖνα μὲν συνετρίβετο. Ἐνταῦθα δὲ τὰ τέκνα τῆς παλαιᾶς Ἱερουσαλὴμ, τὰ ἐξ ἐθνῶν αὐτῇ προσγενόμενα αὐτοῖς πλοίοις μακρόθεν πρὸς αὐτὴν ἥξειν λέγεται· τοῦτ' ἔστιν, αὐτοῖς σώμασιν ἐπὶ τὸ κρεῖττον μεταβληθεῖσι." Δεῖ γὰρ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν." Ἥξουσι τοίνυν αὐτοῖς σώμασι τὰς κατ' ἀρετὴν πράξεις, ἄργυρον καὶ χρυσὸν ὀνομαζομένας, ἐπαγόμενοι. Τοῦτο γὰρ ὁ Παῦλος νοῶν φησίν·" Εἰ δέ τις ἐποικοδομεῖ 2629 ἐπὶ τὸν θεμέλιον χρυσὸν, ἄργυρον, λίθους τιμίους." Τινὲς δὲ ὡς ἀπὸ τοῦ προφήτου τὰ μέλλοντα θεωρήσαντος ἔλαβον τὸ, Τίνες. Οἱ δὲ θαυμάζοντος τὸ πλῆθος τῶν ἐπαναγόντων ἐπὶ τὴν Ἱερουσαλήμ. Νέφεσι γὰρ πεπυκνωμένοις, καὶ περιστεραῖς σὺν νεοσσοῖς ἀπεικάζει τούτων τὸ πλῆθος. Ὅμοιον δὲ τῷ ἤδη ῥηθέντι· Οὗτοι δέ μοι ποῦ ἦσαν; Ὃ τοίνυν ἔβλεπεν ὁ προφήτης φησίν. Ὃ καὶ Μιχαίας ποιήσειν ἔλεγεν, μηδὲν ἀνασχόμενος πρὸς ἡδονὴν εἰπεῖν Ἀχαάβ. Ἀλλ' εἰπών·" Θεωρῶ τὸν λαὸν ἐπὶ τῶν ὀρέων, ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα·" οὕτω καὶ νῦν φησι, πάντας δορυφορουμένους ἥξειν, καὶ ὡς ἐπ' ὤμων ἀγομένους ἐπὶ τὴν Ἱερουσαλὴμ, ὡς εἰς πόλιν ἀνακειμένην Θεῷ. Πλοῖα δὲ Θαρσεῖς καλεῖ, τοὺς ἀπὸ τῆς Θαρσεῖς ἐρχομένους ἐν Ἰνδίᾳ κειμένης ἧς καὶ ἐν Ἰωνίᾳ μέμνηται. Ταῦτα δὲ ἔσται τῇ Ἱερουσαλὴμ οὐ δι' αὐτὴν, ἀλλὰ διὰ τὸν Θεὸν, ὃς ἔγνω στῆσαι τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν διὰ τὴν ἑαυτοῦ μεγαλειότητα. Πρὸς τούτοις εἴρηται· Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου· ὃ καὶ νῦν ὁρᾶται· ἐθνικοὶ γὰρ Ἐκκλησιῶν ἡγοῦνται, ταῖς ἑαυτῶν διδασκαλίαις αὐτὰς περιφράττοντες, εἰς τὸ μὴ λόγον ἀλλότριον χώραν ἔχειν ἐπιβουλῆς. Καὶ βασιλεῖς δὲ αὐτῶν παραστήσονταί σοι, φησί. Καὶ νῦν γ' οὖν τῶν Ῥωμαϊκῶν ταγμάτων οἱ ἄρχοντες, καὶ τῶν βασιλέων ὁ φόβος ἀνείργουσι τοὺς ταῖς Ἐκκλησίαις ἐπιβουλεύοντας· ἤγουν παράστασιν σημαίνει τὴν ὑπακοήν. Εἴκουσι γὰρ τοῖς ἱεροῖς θεσπίσμασι, καὶ τὸ τῆς Ἐκκλησίας κήρυγμα παντὸς ἀξιοῦσι λόγου. Ἔστι δὲ, φασὶ, ταῦτα καὶ καθ' ἱστορίαν εὑρεῖν, Κύρου μὲν ἀνοικοδομήσαντος Ἱερουσαλὴμ, μετ' αὐτὸν δὲ Δαρείου. Καὶ Ἀλέξανδρος δὲ τὸν ἱερὸν θεασάμενος στόλον, τὸν θυμὸν μετέβαλεν εἰς προσκύνησιν. Διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ δι' ἔλεον ἠγάπησά σε. Καὶ γὰρ σὲ τὴν θεοσεβεῖν ἐπαγγειλαμένην ἐπάταξα, πόλιν παραδοὺς πολεμίοις διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων ἐν σοὶ, ὡς καὶ προφήτας καὶ θεοσεβεῖς ἀπολαῦσαι τῆς τῶν λοιπῶν μοχθηρίας. Καὶ νῦν δὲ διὰ τοὺς ἐν σοὶ κατορθοῦντας, ἠγάπησά σε, τῆς ὀργῆς οὕτω θυμῷ τοῦ Θεοῦ λογιζομένης, ἀλλὰ ταῖς ἐκείνων ἁμαρτίαις. Καὶ αὐτὴν γὰρ δι' ἀγαθότητα τὴν δίκην ἐπάγει Θεὸς, ἵν' ἐξ ὧν ἁμαρτόντες ἐτιμωρήθησαν, γνῶσιν οἵων ἀπολαύσουσι κατορθώσαντες. Εἰ γὰρ ὁ ἀόργητος τιμωρεῖται δι' ὠφέλειαν, δι' ὃ καὶ ὀργίζεσθαι λέγεται· πόσῳ μᾶλλον ἐλεήσει πηγὴ τυγχάνων ἀγαθότητος δικαιοπραγοῦντας ἡμᾶς; Ἐπάγει δὲ δεικνὺς ὡς τῆς ἀγάπης αὐτοῦ καρπὸς ἡ πολλὴ ἄδεια καὶ εἰρήνη, δι' ἣν ἀνοιχθήσονται πύλαι σου διὰ παντός. Κατὰ μὲν οὖν τὴν ἱστορίαν, Οὐδένα, φησὶ, φοβηθήσῃ πολέμιον. Πρὸς 2632 δὲ νοῦν πύλαι τῆς τοῦ Θεοῦ πόλεως εἰσακτικαὶ, καὶ στοιχειώδεις διδασκαλίαι προκείμεναι διὰ παντὸς τοῖς τῇ θεοσεβείᾳ προστρέχουσι. Διόπερ εἶπεν εἰσάγειν πρὸς σὲ δύναμιν ἐθνῶν, τοὺς εἰπεῖν δυναμένους·" Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ." Ὧν οἱ ἐξαίρετοι βασιλεῖς, οἱ τῆς ἐπουρανίου βασιλείας ἄξιοι. Διὰ Θεοῦ δὲ πάντες ἔχουσι τὴν εἴσοδον εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ." Οὐδεὶς γὰρ δύναται ἐλθεῖν πρός με, φησὶν, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας ἑλκύσῃ αὐτόν." Καὶ καθ' ἱστορίαν γε μὴν, ἄρχοντες καὶ βασιλεῖς Ῥωμαίων εἰς τὴν Ἐκκλησίαν ποιοῦνται τὴν εἴσοδον. Οἱ δὲ μὴ δουλεύσαντές σοι, φησὶ, τῇ τοῦ Θεοῦ πόλει, τὴν καλλίστην δουλείαν καὶ σωτήριον, ἀπολοῦνται. Ὃν γὰρ μὴ σώζει πίστις, ἀπόλλυσιν ἀπιστία. Σοὶ δὲ τὰ κάλλιστα καὶ ὑψηλότατα τῶν ἐν τῷ Λιβάνῳ φυτὰ κομισθήσεται. Ἀλλοφύλων δὲ τὸ ὄρος τρέφον δένδρα πρὸς οἰκοδομὴν ἐπιτήδεια. Τοιούτους νόει τοὺς ἐξ ἐθνῶν τὴν κοσμικὴν ἠσκημένους σοφίαν, οἳ κοσμοῦσι τὴν Ἐκκλησίαν τῇ τοῦ λόγου παρασκευῇ, δι' ὧν δοξάζεται ὁ τόπος ὁ ἅγιος τοῦ Θεοῦ, καὶ ὁ τόπος τῶν ποδῶν αὐτοῦ, δηλαδὴ ἡ Ἐκκλησία, ἥτις τρέφει καὶ πλείστας ὅσας κεφαλὰς ὑψοῦ τε ἠρμένας ἐξ ἀρετῶν, καὶ Χριστὸν εὐωδιαζούσας, οἳ καὶ τῆς τοῦ κοσμικοῦ φρονήματος πόῤῥω κεῖνται φθορᾶς, ὃ δὴ πρόσεστι πεύκῃ καὶ κέδρῳ. Φίλον γὰρ τῇ Γραφῇ τὸ τῶν ἁγίων πλῆθος τοῖς τοιούτοις ἀπεικάζειν φυτοῖς. Φησὶ γὰρ καὶ Δαβίδ·" Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας." Καὶ Παῦλος δὲ λέγει·" Θεοῦ γεώργιόν ἐσμεν." Τινὲς δέ φασιν, ὡς Λίβανον ἡ Γραφὴ τὰ ἔθνη καλεῖ, ὥσπερ οὖν Κάρμηλον τὴν Ἱερουσαλήμ. Σαμαρείας γὰρ τὸ ὄρος, ὡς ἐκεῖνο τῶν ἀλλοφύλων. Δηλοῖ τοίνυν κατὰ μὲν ἱστορίαν, τὰ πρὸς ἀνάκτισιν χορηγηθέντα ξύλα· κατὰ δὲ νοῦν, τὰς γνώμας τῶν δικαίων. Εἶτα δηλοῖ τοὺς πάλαι τὴν Ἐκκλησίαν τοῖς διωγμοῖς ταπεινώσαντας, μεταβαλεῖν ἐπὶ τὸ τὸν ἐν αὐτῇ Θεὸν προσκυνεῖν. Πολλοὶ γὰρ τοιοῦτοι γεγόνασι. Τινὲς δέ φασιν, ὡς τεταπείνωται μὲν Ἱερουσαλὴμ εἰς Χριστὸν παροινήσασα. Ἐπειδὴ δὲ σέσωσται τὸ κατάλειμμα, γέγονεν μήτηρ ἐθνῶν. Οἱ γὰρ ταπεινώσαντες ταύτην Ῥωμαῖοι, τῇ τούτων πίστει προσέδραμον. Καὶ τότε δὴ, φησὶ, Κληθήσῃ πόλις Κυρίου Σιών. Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, περὶ ἧς φησιν ὁ Δαβίδ·" Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ." Τινὲς δὲ Τότε, φησὶν, ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Τότε γὰρ ἓν ἐκ τῶν δύο γενήσεται σῶμα λαῶν. Μήπω γὰρ τοῦ ἐξ ἐθνῶν λαοῦ συναφθέντος τῷ προτέρῳ Ἰσραὴλ, οὐχ οἷόν τε μόνους ἐκείνους πάντα Ἰσραὴλ ὀνομάζεσθαι ἠκρωτηριασμένους τῷ δευτέρῳ τάγματι τοῦ νέου Ἰσραήλ. Ἄμφω δὲ τότε μιᾶς τῆς 2633 παρὰ Θεῷ τεύξονται σωτηρίας. Τινὲς δὲ ἱστορικῶς ἀπέδοσαν, ὡς οὕτω διακειμένης τῆς πόλεως, οἱ εἰς αὐτὴν πλημμελήσαντες αἰσχυνθήσονται, ἐννοοῦντες ἃ ἔδρασαν. Καὶ γὰρ πρεσβυτέρων τὸν ζυγὸν ἐβάρυναν, καὶ νήπιον οὐκ ἠλέησαν, ὥστε λοιπὸν Κυρίου πόλιν καλεῖσθαι τὴν Ἱερουσαλήμ. Ὡς γὰρ παρῶπται δι' ἀσέβειαν, οὕτως ἐπανελθοῦσα πρὸς ἑαυτὴν ἔσται κόσμος, οὐ μόνον ἐκείνῃ τῇ γενεᾷ, ἀλλὰ καὶ ταῖς μετ' ἐκείνην. Ἤγουν (ἐπειδὴ πάσχοντος μέλους, συμπάσχει πάντα τὰ μέλη) τῶν παραβεβηκότων τῆς καλλιελαίου κλάδων ἐκκοπέντων, οἱ τότε θεοσεβεῖς ἐγκαταλελεῖφθαι λέγονται, καὶ μεμισῆσθαι, μὴ ὄντος τοῦ βοηθοῦντος. Τῶν δὲ ἐκ τῆς ἀγριελαίου τὴν ἐκείνων ἀναπληρωσάντων χώραν, καὶ συναφθέντος ἑκατέρου λαοῦ, τῇ τοῦ Σωτῆρος δυνάμει συνέστη τῶν σωζομένων τὸ πλήρωμα, μία τε πόλις ἐξ ἀμφοῖν γέγονεν ἡ καλουμένη Σιὼν, ᾗ τελειωθείσῃ ἐπαγγέλλεται τὰ ἑξῆς. Τινὲς δέ φασι τεταπεινῶσθαι μὲν αὐτὴν διὰ τὸ κατὰ Χριστοῦ τόλμημα, σωθήσεσθαι δὲ τοῦτον πάλιν ἐπιγινώσκουσαν. Τὰ δ' οὖν ἐπαγόμενα· Θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. Ὅπου γὰρ ἐλπὶς ἀφθαρσίας ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἀτελευτήτου τε ζωῆς, καὶ δόξης, καὶ βασιλείας, οὐρανῶν, ποίαν ἔχοι τὸ κατηφές. Καὶ θηλάσεις, φησὶ, γάλα ἐθνῶν. Τὸ κοινὸν λέγει μυστήριον, καὶ τὴν στοιχειώδη διδασκαλίαν τῶν ἐν Χριστῷ διὰ πίστεως ἀναγεννωμένων. Τινὲς δὲ τοῦτό τε καὶ τὰ ἐφεξῆς τὰς ἐξ ἐθνῶν φασι καρποφορίας δηλοῦν, ἀναθήματά τε καὶ βασιλικὰ σιτηρέσια μέχρι νῦν ἐκ τῶν κρατούντων διδόμενα. Ἄλλοι δὲ βασιλέας φασὶ τοὺς τῶν μακαρισμῶν ἀξίους, οἷς ὁ Σωτὴρ οὐρανῶν βασιλείαν ἐπαγγέλλεται. Τινὲς δὲ καὶ καθ' ἱστορίαν τὸν πλοῦτον σημαίνεσθαί φασιν, ὃν βασιλεῖς προσῆγον, καὶ ἄρχοντες ἐν αὐτῇ τῷ Θεῷ, τῷ ταύτην ἐξελομένῳ τῶν πολεμίων, καὶ εἰς τὸ ἄρχειν αὖθις αὐτὴν καταστήσαντι. Ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, φησί. Χάριτι γὰρ καὶ φιλανθρωπίᾳ σέσωσται τοῦ Ἰσραὴλ τὸ κατάλειμμα, ὡς μὴ παντελῶς τὸ ἐκ Πατέρων ἁγίων ἔθνος ἀπόληται. Γνῶθι δὲ, φησὶ, πρὸς τοῖς εἰρημένοις, ὡς οὐκ ἔτι ξύλων ἀργῶν δεήσει. (Ταῦτα γὰρ ὕλη πυρὸς) ἀλλ' οὐδὲ λίθων, τοῦτ' ἔστι ψυχῶν ἠλιθίων. Τὰ δὲ τούτων ἕξεις τιμιώτερα. Οἱ γὰρ πάλαι χαλκοῖ καὶ ἀντίτυποι ἄνδρες, καὶ τοὺς τρόπους παντὸς σιδήρου σκληρότεροι, μεταβληθέντες εἰς χρυσόν τε καὶ ἄργυρον ἐφαρμόσουσι τῇ σῇ κατὰ Θεὸν οἰκοδομίᾳ· οἵ τε ξύλων ἀναισθητότεροι, ἀντὶ χαλκοῦ σοι καὶ σιδήρου γενήσονται πρὸς τὴν οἰκοδομὴν συναιρόμενοι. 2636 Τινὲς δέ φασι βούλεσθαι λέγειν, ὅτι πάντα πρὸς τὸ ἄμεινον μεταστήσεται, παραχωρούσης τῆς ἐν νόμῳ παιδεύσεως τῇ διὰ τοῦ Χριστοῦ τοσοῦτον οὔσῃ κρείττονι, ὅσον χαλκοῦ χρυσός. Χρυσοφανὴς μὲν γὰρ ὁ χαλκὸς, πλὴν οὐ χρυσός. Ἀργυροφανὴς δὲ, διὰ τὸ στιλπνὸν, καὶ ὁ σίδηρος, ἀλλ' οὐκ ἄργυρος. Τοιγαροῦν τὴν ἐν νόμῳ γνῶσιν πρὸς τὴν διὰ Χριστοῦ, σκύβαλα Παῦλος καλεῖ, ἡ δὲ τῶν Γραμματέων καὶ Φαρισαίων διδασκαλία μυθώδης οὖσα, παρεικάζοιτο ξύλοις καὶ λίθοις. ἧς ἡ ἐν Χριστῷ τοσοῦτον ἀμείνων, ὅσον ξύλου χαλκὸς, σίδηρός τε λίθου. Τὰ μὲν γὰρ εὔθλαστα, τὰ δὲ, πρὸς τῷ λαμπρῷ καὶ τιμίῳ, καὶ ἀῤῥαγῆ. Βίος γὰρ ὀρθὸς μετὰ δογμάτων ἀληθῶν παραδίδοται, διὰ τοῦτο καὶ Παῦλος τῆς παρά τινων μυσταγωγίας τὴν δύναμιν, ξύλα, χόρτον, καὶ λίθους καλεῖ. Τινὲς δὲ καὶ κατὰ τὴν λέξιν ἀπέδωκαν, ὡς εὐσεβούσῃ τῇ πόλει πᾶσα ὕλη τιμία ἐν ἴσῳ ταῖς ἀτίμοις δοθήσεται. Μὴ δὲ γὰρ ἀδύνατον εἶναι τοῦτο Θεῷ. Πλὴν τούτων οὕτω γινομένων οἱ ἄρχοντές σου λοιπὸν ἐν εἰρήνῃ διάξουσι, κατὰ πρόγνωσιν αὐτοὺς ἐπισκόπους καλέσας. Τὸ δὲ, Ἐν εἰρήνῃ διάξουσιν καὶ ἐν δικαιοσύνῃ, ἐκ μέρους ἐπληροῦτο, κατὰ τὸ," Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν," κατὰ τὸν παρόντα βίον δηλονότι." Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται." Ὅπερ ἐστὶ τῆς Χριστοῦ βασιλείας τὸ τέλος, πάσης ἀδικίας ἀνῃρημένης, παντός τε συντρίμματος καὶ ταλαιπωρίας. Ἐχθρὸς γὰρ ὑπολειφθήσεται λοιπὸν οὐδεὶς, οὐδὲ μνήμη κακίας, κατὰ τὸ," Ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός." Πλὴν ὡς τῶν πρώτων ἐκβεβλημένων, ἑτέρους ἀνίστησιν ἐπισκόπους, καὶ ἄρχοντας εἰρηνεύοντας πρὸς Θεὸν, καὶ τιμῶντας τὸ δίκαιον ὁποῖον ἂν εἴη τὸ ἤδη ῥηθέν·" Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρόν. Τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω, καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον," καὶ τὰ ἐπὶ τούτοις. Καὶ ὁ Σωτὴρ δὲ τοῖς Ἰουδαίων λέγει καθηγηταῖς·" Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ἑτέρῳ ποιοῦντι τοὺς καρποὺς αὐτῆς." Τινὲς δὲ κατὰ λέξιν φασὶν, ὡς τιμήσουσι τὸ δίκαιον μετὰ τῶν ὑπηκόων οἱ ἄρχοντες, εἰρήνης τε τεύξονται τῆς ἐκ πολέμων, ὡς τὸν δεδιότα πολεμίους, ἢ θῆρας, καταφεύγειν ἐπ' αὐτήν. Κληθήσεται δὲ, λέγει, σωτήριον τὰ τείχη σου. Πάλιν τὸ σωτήριον, Ἰησοῦν ἔχει τὸ Ἑβραϊκόν. Αὐτὸς γάρ ἐστιν ὁ καὶ περιτειχίζων τὴν Ἐκκλησίαν. Καὶ αἱ πύλαι σου γλύμμα, ὅπερ Ἀκύλας μὲν, ὕμνησις, φησὶν, ὁ δὲ Σύμμαχος, αἴνεσις. Διὰ τούτων γὰρ ἡ εἴσοδος τοῦ θεοσεβοῦς πολιτεύματος, τῶν προσιόντων διδασκομένων ὑμνεῖν τὸν Θεόν. Τινὲς δὲ τείχη καὶ πύλας, τοὺς διδασκάλους φασὶ τειχίζον 2637 τας τὴν Ἐκκλησίαν βίῳ καὶ δόγμασι, καὶ τοὺς προσιόντας εἰσάγοντας. Γλύμμα δὲ, ὅτι περικαλλὴς ἄγαν ὁ λόγος αὐτοῖς, καὶ πρὸς ἀλήθειαν ἐκτετορνευμένος. Νοοῖτο δ' ἂν καὶ ἐπὶ Χριστοῦ. Ἡ γὰρ εἴσοδος δι' αὐτοῦ πρὸς τὸν Πατέρα, ὅς ἐστι καὶ γλύμμα, οἱονεὶ μορφὴ καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατέρος, καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. Ἀλλὰ καὶ οὐκέτι ἥλιος ἡμέραν σοι παρέξει, οὐδὲ νυκτὸς ἡ σελήνη σε φωτιεῖ. Οὔτε γὰρ ἐν νυκτὶ, οὔτ' ἐν αἰσθητῷ φωτὶ γενήσονται οἱ τοῦ καινοῦ αἰῶνος. Φησὶ γὰρ ὁ Σωτήρ· Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Φῶς γὰρ αὐτῶν καὶ δόξα Θεός· τελειοτέροις μὲν, ἀνθ' ἡλίου, ὑποβεβηκόσι δὲ, ἀντὶ σελήνης γινόμενος, ἀναλόγως τῷ τούτων χωρητικῷ τὰς ἑαυτοῦ διδοὺς ἀκτῖνας, ἔργῳ πληρῶν τοὺς μακαρισμοὺς, δι' ὧν εἶπεν· Οἱ πενθοῦντες παρακληθήσονται, καὶ οἱ κλαίοντες γελάσονται. Ὅθεν ἐπιφέρει· Ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου, πάσης ἀδικίας ἀνῃρημένης. Ὡς οὖν ἐκλελεγμένος κληρονομήσει τὴν ἐπηγγελμένην αὐτῷ γῆν τὴν τοῖς πραέσιν ἐπηγγελμένην, ἐν ᾗ καὶ ἡ πόλις ἡ ἐπουράνιος. Τοιοῦτος δὲ ὁ λαός μου, βλαστὸς ἐμῆς φυτείας." Πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται," Ἔργα δὲ χειρῶν ὑπάρχων αὐτοῦ, κληρονομήσει τὴν γῆν, ὅτε καὶ ὁ ἐν τῷ παρόντι βίῳ ὀλιγοστὸς, εἰς χιλιάδας ἔσται, κατὰ τὸ," Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε, ἢ δέκα πόλεων." Οἱονεὶ τοίνυν χιλίαρχοι τῶν σωζομένων γενήσονται. Καὶ ὁ νῦν δὲ ἐλάχιστος, εἰς ἔθνος μέγα. Οἷος ὁ Παῦλος λέγων· Ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ὃς ἔθνους ἄρξει μεγίστου παρὰ Θεῷ. Ἥξει δὲ, φησὶν, ὁ τούτοις ὡρισμένος καιρὸς, ὅτε ταῦτα διὰ τῆς ἐμῆς ἔσται Συναγωγῆς, ὅτε τοὺς ἀγγέλους ἀποστελεῖ, καὶ συνάξει τοὺς ἁγίους ἀπ' ἄκρων τῶν οὐρανῶν, μίαν τε ἐκ τῶν δύο λαῶν κατασκευάσεται πόλιν, ὁποῖόν ἐστι τὸ, ἵνα" γένηται μία ποίμνη, εἷς ποιμήν." Τινὲς δὲ πρὸς τὸν αἰῶνα τὸν παρόντα τὰ περὶ ἡλίου καὶ σελήνης ἐξέλαβον. Εἰ γὰρ καὶ ὑποχωρεῖ ἥλιος μὲν ἐν νυκτὶ, σελήνη δὲ ἐν ἡμέρᾳ, ἀλλ' οὖν τὸ θεῖον καὶ νοητὸν φῶς ὃ διὰ τοῦ Πνεύματος ὁ Σωτὴρ χορηγεῖ τοῖς πιστεύουσιν, ἄσβεστον ἔσται, καὶ φωτὸς οὐδενὸς αἰσθητοῦ πρὸς νοῦ φωτισμὸν ἐπιδέονται πρὸς γνῶσιν Θεοῦ, καὶ ἐπιτήδευσιν ἀρετῶν. Διό φησιν·" Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς." Τὸ δὲ, Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου, ἐπειδὴ τοῖς μὲν ἁμαρτωλοῖς τὸ κατηφὲς οἰκεῖον, πῦρ προσδοκῶσι 2640 καὶ σκότος, οἱ δὲ δίκαιοι τῇ ἐλπίδι χαίρουσι τὸ τῶν ἁμαρτιῶν ἀποθέμενοι πένθος. Διὸ ἐπάγει· Ἔσται ὁ λαός σου πᾶς δίκαιος. Τῆς γὰρ Ἐκκλησίας τὸν λαὸν Χριστὸς δικαιοῖ τῇ χάριτι, οὗ φύτευμά ἐσμεν τῶν χειρῶν ἐγκεντρίσαντος ἡμᾶς εἰς τὴν καλλιέλαιον. Νῦν μὲν οὖν ἐν τῷ αἰῶνι τούτῳ κέκρυπται τῶν ἁγίων ἡ δόξα, ἐν δὲ τῷ μέλλοντι ὁ ἐλάχιστος πλείστων ἡγήσεται, ἐφ' ᾧ χαίροντες οἱ ἅγιοί φασιν·" Ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν." Ἔσται δὲ τοῦτο, ὅτε καὶ συνάξω αὐτοὺς, ἐξ οὐρανοῦ καταβὰς, καὶ ἁρπασθήσονται ἐν νεφέλαις εἰς ἀπάντησίν μου. Τινὲς δὲ οὕτως ἀπέδωκαν, ὡς παυσάμενος ἀσεβείας οὐκ ἔτι προηγουμένως ἡλίῳ καὶ σελήνῃ λογίσῃ τὸ φῶς, ἀλλὰ τῷ τούτων Δημιουργῷ, ἐπιλάμψασαν ἔχων αὐτοῦ τὴν ἀλήθειαν. Καὶ παύσεταί σου τῆς αἰχμαλωσίας τὸ πένθος ἀπολαβόντος τὴν γῆν σου. Ὡς δὲ φυτοῖς παραβαλλομένους προσῆκόν ἐστι τὸν ὀφειλόμενον καρπὸν ἀποδιδόναι. Θεὸς γὰρ ὁ φυτεύσας, καὶ δηλονότι ἐπιμελούμενος, ἅτινα εἰς δόξαν Θεοῦ συντείνει. Ὃς καὶ προλέγει αὐτῶν τὴν εἰς πλῆθος ἐπίδοσιν τοῦ Θεοῦ συνάγοντος, καὶ τοὺς ὀλίγους ποιοῦντος πολλούς. ΚΕΦΑΛ. ΞΑʹ. αιʹ. 9Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίασ9, κ. τ. λ. Ὁ ταῖς εὐαγγελικαῖς ἐπαγγελίαις ἐπειπὼν, Ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτοὺς, νῦν παρὰ Κυρίου τούτου χάριν κεχρίσθαι φησὶ, τοῦ συναγαγεῖν αὐτοὺς δηλονότι. Καὶ ὅρα Κύριον ὑπὸ Κυρίου τῷ ἁγίῳ χριόμενον Πνεύματι, ὡς ἐν Τριάδι νοεῖσθαι τὸ Θεῖον. Κύριος γὰρ ὢν καὶ Θεὸς φύσει, κατὰ τὸ ἀνθρώπινον ὑπὸ τοῦ Πατέρος τῷ Πνεύματι χρίεται. Οὔτ' οὖν ψιλὸς ἄνθρωπος, εἴγε Κύριος, οὔτε ἄσαρκος, εἴγε χρίεται, Θεὸς δὲ καὶ ἄνθρωπος ὁ αὐτὸς, οὐ κατὰ ταὐτόν· ὡς ἐκ Δαβὶδ οὖν ὑπάρχων, κεχρίσθαι λέγεται. Καὶ ἤδη γὰρ εἶπεν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ, δηλονότι Χριστὸν, ἐπαναπεπαῦσθαι τὸ Πνεῦμα. Οὐ γὰρ ἐῤῥέθη χρίσματι κεχρίσθαι τοῖς παλαιοῖς ὁμοίως. Ἢ γὰρ ἂν οὐδὲν εἶχεν ἐξαίρετον. Καίτοι Δαβὶδ εἰπόντος·" Διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου." Ὡς δὲ ἤδη γενόμενος ἄνθρωπός φησιν, οὗ εἵνεκεν ἔχρισέν με. Καὶ τὴν αἰτίαν ἐπήγαγεν. Καὶ προεῖπεν δὲ φήσας, Κατὰ καιρὸν συνάξω αὐτούς. 2641 Ὡς μὲν οὖν Θεὸς χορηγεῖ τὸ Πνεῦμα τῇ κτίσει, ὡς δὲ ἄνθρωπος δέχεται. Διὸ, κατὰ Λουκᾶν, ὡς ἐν Ναζαρὲθ γενόμενος εἰσῆλθεν εἰς τὴν Συναγωγὴν, καὶ τὸν Ἡσαΐαν ἀνοίξας εὗρε τουτὶ τὸ ῥητὸν, πτύξας ἔφη· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται. Κατ' αὐτὸν γὰρ τὸν καιρὸν συνέβη καὶ βαπτισθῆναι, καὶ τὸ Πνεῦμα κατελθεῖν ἐπ' αὐτὸν ἐν εἴδει περιστερᾶς· μεθ' ὃ πειραθεὶς ἦλθεν εἰς Ναζαρὲθ, καὶ πεπληρῶσθαι τὴν Γραφὴν ἀπεφήνατο. Τινὲς δὲ, ὡς εἴρηται, ἐπὶ τὸν τῆς γεννήσεως καιρὸν ἔχειν φασὶ τὴν ἀναφορὰν τὸ, ἔχρισέν με. Πλὴν μετὰ τὸ βάπτισμα φαίνεται κηρύσσων τὴν βασιλείαν τῶν οὐρανῶν (ὅπερ ἦν εὐαγγελίζεσθαι τοῖς πτωχοῖς) καὶ τοὺς μακαρισμοὺς ἐκτιθέμενος. Καὶ ἰᾶτο δὲ τοὺς συντετριμμένους τῇ καρδίᾳ, θεραπεύων ἐπαγγελίαις, καὶ λέγων· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Καὶ μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται. Καὶ τοῖς δὲ αἰχμαλώτοις ὑπὸ δαιμόνων ἔθεσιν ἄφεσιν ἐκήρυττε, τοῖς μαθηταῖς εἰπών· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς, ἐπ' ἀφέσει δηλονότι πλημμελημάτων· οἳ καὶ ἀβλεψίαν ἐνόσουν, τῇ πολυθέῳ πλάνῃ δουλεύοντες. Διόπερ ἐν τοῖς προλαβοῦσιν ἔφασκεν ὁ Πατήρ· Ἰδοὺ, τέθεικά σε εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Καὶ πτωχοὶ δὲ ἦσαν, ὡς παντὸς ἀγαθοῦ νοσήσαντες ἔνδειαν, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Εἰ μὴ, ἄρα τοῖς πτωχοῖς τῷ πνεύματι δεδωρῆσθαί φησι τῶν δι' αὐτοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν. Συντετριμμένους δὲ ἄλλως τοὺς ἀσθενῆ τὴν καρδίαν καὶ εὐδιάθρυπτον ἔχοντας, ὡς ἀντιστῆναι μὴ δύνασθαι ταῖς τῶν παθῶν προσβολαῖς, αἰχμαλώτων δὲ δίκην τούτοις δουλεύοντας· ἁρμόσει δὲ καὶ τοῖς ἐξ Ἰσραὴλ τὰ λεγόμενα. Οὐ γὰρ ἦν ἐπὶ γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν, ἕως ἑνός. Οὐκοῦν πάντες υἱοὶ νυκτὸς ὄντες καὶ σκότους, φωτὸς γεγόνασι τέκνα. Διηύγασε γὰρ αὐτοῖς ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, καὶ λαμπρὸς ἀνέτειλεν ἑωσφόρος. Κεχρίσθαι δέ φησι καὶ ἐνιαυτὸν Κυρίου καλέσαι δεκτὸν, τὸν τῆς ἐνανθρωπήσεως καιρὸν οὕτως εἰπὼν, ἐν ᾧ διάγων ἐπὶ γῆς, φῶς ἡμέρας τοῖς προσιοῦσι παρείχετο. Ὡς γὰρ ἡλίῳ δικαιοσύνης ὁ τοιοῦτος προσῆκεν ἐνιαυτός. Μήποτε δὲ τὸν μέλλοντα αἰῶνα δηλοῖ, ἐφ' ὃν τὰ τῆς ἑαυτοῦ διδασκαλίας ἀνέπεμπεν, ὅτε Οὐχ ἥλιος, οὐ σελήνη, ἀλλ' ἔσται σοι, φησὶ, Κύριος φῶς αἰώνιον; διὸ Κυρίου λέγεται ἐνιαυτὸς, ὡς ὑπ' αὐτοῦ φωτιζόμενος, καὶ δεκτὸς, ἢ κατὰ τοὺς λοιποὺς, εὐδοκίας. Ἐκεῖνος γάρ ἐστιν ὁ καταθύμιος τῷ Θεῷ, ὁ αὐτὸς ὢν καὶ ἡμέρα ἀνταποδόσεως, ὅτε τὰς ἀμοιβὰς οἱ κατὰ τὸν παρόντα κεκμηκότες βίον κομίζονται. Τινὲς δὲ δεκτὸν 2644 ἐνιαυτὸν, καθ' ὃν ἐσταυρώθη φασί. Δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατέρι, καρποφορηθέντες δι' αὐτοῦ. Διὸ περὶ τοῦ κόκκου τοῦ σίτου ἔλεγεν·" Ἐὰν ἀποθάνῃ, καρπὸν πολὺν φέρει." Καὶ πάλιν·" Ὅταν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Διὸ καὶ ἀναστὰς ἐκ νεκρῶν ἔφασκεν· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, ἐπὶ τὰ ἔθνη πέμπων τοὺς μαθητὰς, καὶ τὸ βάπτισμα, δι' οὗ λαβόντες ἄφεσιν, τῆς θείας αὐτοῦ φύσεως γεγόναμεν κοινωνοί. Δεκτὸν γὰρ ἐνιαυτὸν οἱ δεχθέντες ἐκτήσαντο, περὶ οὗ Παῦλός φησιν·" Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ ἡμέρα σωτηρίας, καὶ ἀνταποδόσεως," ὁ τῆς ἐνανθρωπήσεως ὑπῆρξε καιρὸς, καθ' ὃν τοῖς πιστεύσασι τὰς ἐν ἐλπίσιν ἐπαγγελίας ἀπέδωκεν· ὅπερ ὁ διὰ Μωσέως νόμος οὐκ ἔσχε, τῷ παρόντι βίῳ περικλείων τὰς ἀμοιβὰς, μακροημέρευσιν λέγων, καὶ γῆς ἀγαθὰ, καὶ πολέμων ἀπαλλαγὰς, διὸ καὶ Ζαχαρίας φησί·" Κατάκαρπος οἰκηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων, καὶ κτηνῶν τῶν ἐν αὐτῇ." Καὶ πάλιν·" Ἔτι καθήσονται πρεσβύτεροι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἔχων ἀπὸ πλήθους ἡμερῶν, καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων." Ὁ δὲ Σωτὴρ τῷ μέλλοντι τὰς ἀμοιβὰς ταμιεύεται. Εἴποις δ' ἂν καὶ ἀνταπόδοσιν ἐν τῷ τῆς ἐνανθρωπήσεως γεγονέναι καιρῷ. Τὴν γὰρ τοῦ καταπατήσαντος ἡμᾶς διαβόλου καθεῖλεν ἰσχύν. Διὸ παρὰ Δαβὶδ τὸ τῶν λελυτρωμένων ἐξομολογησάμενον πρόσωπον ἐπιφέρει·" Ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής." Περὶ οὗ πάλιν φησίν·" Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ." Καὶ ὁ Σωτὴρ δὲ λέγει·" Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω." Κεχρίσθαι δέ φησι καὶ παρακαλέσαι πάντας τοὺς πενθοῦντας·" Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται." Ἀλλὰ καὶ τοῖς τὴν Σιὼν πενθοῦσι δώσει δόξαν. Ἐπένθουν γὰρ οἱ παρ' Ἰουδαίοις ἅγιοι τὴν ἔκπτωσιν τοῦ λαοῦ. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· ὅτι Λύπη μοί ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι προσηύχετο. Καὶ τούτοις οὖν δώσει δόξαν, καὶ ἀντὶ σποδοῦ, ἣν κατεπάσαντο δεόμενοι τοῦ Θεοῦ δι' αὐτοὺς, εὐφροσύνης ἄλειμμα, καὶ στολὴν ἔνδοξον, ἀνθ' ὧν ὑπὲρ αὐτῶν ἐν ἀκηδίᾳ γεγόνασι. Τινὲς δὲ τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ λαοῦ πεν 2645 θοῦντας τὰς ἁμαρτίας φασὶν, οἳ καὶ προσεδόκων τὸν δικαιοῦντα τῇ πίστει τὸν ἀσεβῆ, ἅγιοί τε ὄντες, καὶ τὰς προφητείας εἰδότες. Βρέφος γ' οὖν ὁ Συμεὼν ἐν ἀγκάλαις λαβὼν τὸν Χριστὸν, ἰδεῖν ἐξομολογεῖτο" φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ." Καὶ Ζαχαρίας ὁ Ἰωάννου πατὴρ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ Ναθαναὴλ, Ὃν ἔγραψε Μωσῆς καὶ οἱ προφῆται, φησὶν, εὑρήκαμεν Ἰησοῦν. Πενθοῦσιν οὖν αὐτοῖς ἡ διὰ Χριστοῦ παράκλησις δέδοται. Τὸ δὲ ἄλειμμα τὸ τῆς εὐφροσύνης παρίστησιν ἱλαρόν. Ἐδόθη δὲ αὐτοῖς καὶ δόξα Χριστός· ἢ, ὥς φασί τινες, ἐπειδὴ τέθεινται αὐτῆς καθηγηταὶ, καὶ διδάσκαλοι· καὶ τέκνα ὄντες τῆς Ἰουδαίων Συναγωγῆς εἰς πατέρας ἐγένοντο. Πρὸς ἥν φησιν ὁ Δαβίδ· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου. Καὶ γοῦν Παῦλος ἔγραφε τοῖς μαθηταῖς· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Καὶ ἄλλως δὲ δόξαν ἐδέξαντο, ποτὲ μὲν ἀκούοντες· Ἀσθενοῦντας θεραπεύετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε, ποτὲ δὲ, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Εἶτά φησι· Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα Κυρίου εἰς δόξαν, δηλονότι οἱ καταξιωθησόμενοι τοῦ δεκτοῦ ἐνιαυτοῦ. Σύμμαχος δὲ ἀντὶ τοῦ γενεαὶ, φησὶν ἰσχυροί. Χρηματίζουσι γὰρ οἱ ἐξ ἐθνῶν, γένος ἐκλεκτὸν, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν. Δικαιοσύνης δὲ γενεαὶ τῆς ἐν Χριστῷ καὶ τὴν ἐν νόμῳ νικώσης." Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν," ἣν διήνυσαν ἰσχυροὶ γεγονότες, ὡς ἐξέδωκε Σύμμαχος. Φύτευμα δὲ Κυρίου, ὡς Θεοῦ γεώργιον, περὶ ὧν ἔψαλλεν ὁ Δαβίδ·" Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι." Καὶ Παῦλος δέ φησιν·" Ἐγὼ ἐφύτευσα ὑμᾶς, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανεν." Συνᾴδει καὶ τὸ," Δίκαιος ὡς φοῖνιξ ἀνθήσει." Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας· τῶν πρὶν ἐρήμων ἐθνῶν τὰς ψυχάς. Ἤγουν, φασί τινες, τὸ πλῆθος ἐμφαίνει τῶν διὰ πίστεως κεκλημένων, ὡς δεῖσθαι πόλεων ἑτέρων ἐν ἐρήμοις γενησομένων· ἤγουν τὰς ἐκκλησίας τὰς πρὶν ἐρήμους θεοσεβείας. Καὶ ἥξουσιν ἀλλογενεῖς, ποιμαίνοντες τὰ πρόβατά σου. Τῶν γὰρ προτέρων ἐκβεβλημένων (πρὸς οὕς τις λέγει προφήτης·" Ὦ ποιμένες Ἰσραήλ· μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;" πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ·" Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς"), ἀντὶ τούτων ἐθνικοὶ ποιμένες κατέστησαν. Ἐνταῦθα δὲ σαφῶς τοῦ νόμου μετάθεσιν, καὶ τῆς κατ' αὐτὸν ἱερωσύνης παρίστησι, μηκέτι τῶν ἐκ Λευῒ 2648 λειτουργούντων. Ἦν γὰρ αὐτοῖς ἀδόκιμον τὸ ἀργύριον. Οἱ τοίνυν ἐξ ἐθνῶν καὶ ἀροτῆρες γεγόνασι, καὶ ἀμπελουργοί. Ἐπεὶ γὰρ ἐκλεκτὴ γῆ κέκληνται πλεισταχοῦ τῆς Γραφῆς οἱ πιστεύσαντες, καὶ ἀμπελὼν, καὶ κῆπος· ἀναλόγως ἀροτῆράς φησι, καὶ ἀμπελουργούς. Οὐκοῦν οὐκ αὐτοῖς ἁρπάζουσι τὴν τιμὴν, κέκληνται δὲ μᾶλλον παρὰ Θεοῦ. Καὶ οἱ κατὰ νόμον δὲ ποιμένες ἀμπελῶνος ἐκλήθησαν γεωργοὶ, περὶ ὧν φησιν ὁ Σωτήρ· Τί ποιήσει ὁ Κύριος τοῦ ἀμπελῶνος τοῖς κακοῖς γεωργοῖς; Τοῖς οὖν ἀντὶ τούτων ὁ προφήτης φησίν· Ὑμεῖς δὲ ἱερεῖς Κυρίου, κληθήσεσθε λειτουργοὶ τοῦ Θεοῦ ἡμῶν. Τίνες ἀλλ' οἱ τῆς Ἐκκλησίας ἀμπελουργοὶ, οἳ καὶ τὴν ἰσχὺν κατέδονται τῶν ἐθνῶν; ἢ κατὰ τὸν Ἀκύλαν, τὴν εὐπορίαν. Οὐδὲν γὰρ τοιοῦτο βρῶμα τοῖς τῆς Ἐκκλησίας ποιμέσι κατάλληλον, ὡς ἡ ἰσχὺς τῶν δι' αὐτῶν σωζομένων ἐθνῶν. Οὗτοι δ' ἂν εἶεν οἱ τὴν ἰσχὺν διὰ τῆς ὑπομονῆς ἐν τῇ ὑπὲρ ἀληθείας ἐπιδειξάμενοι μαρτυρίᾳ. Ἀλλὰ καὶ ἐν τῷ πλούτῳ, φησὶ, θαυμασθήσεσθε. Τὸν δὲ τῶν ἐθνῶν πλοῦτον, ἀφ' ὧν ὁ Παῦλος γράφει Κορινθίοις, νοήσομεν·" Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ, καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥς τε μὴ ὑστερεῖσθαι ὑμᾶς ἐν μηδενὶ χαρίσματι." Τινὲς δὲ ἰσχὺν ἐθνῶν, τὰς ἐκ τῶν δυνατωτάτων τιμὰς λέγουσιν, οἵπερ ἂν εἶεν ἐξ ἐθνῶν κεκλημένοι, ἢ ὅτι ὁ παρ' ὑμῶν ἐπικρατήσει λόγος τῆς δυνάμεως τῶν ἐθνῶν, ἢ τῶν παρ' ἐκείνοις λαμπρῶν, ἢ τῶν κοσμικὴν ἠσκημένων σοφίαν. Τούτων γὰρ κατισχύσαντες ἐδοξάσθησαν. Καύχημα γὰρ διδασκάλων οἱ διὰ τῆς αὐτῶν σωθέντες μυσταγωγίας· οἱ δὲ τοιοῦτοι κληρονομήσουσι τὴν γῆν, πάντων ἐπικρατήσαντες, ἀλλ' οὐ μόνης Ἰουδαίας, κατὰ τοὺς πάλαι κληροδοτηθέντας ὑπὸ Ἰησοῦ Ναυὴ, ὃς τύπος ἦν τοῦ ἀληθινοῦ Ἰησοῦ, τοῦ τὴν δευτέραν καὶ κρείττω πεποιημένου κληροδοσίαν, περὶ ἧς φησιν ἐν Ψαλμοῖς·" Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς," ἣν διένειμε τοῖς ἑαυτοῦ μαθηταῖς, ἄλλους ἀλλαχοῦ διαπέμψας χαίροντας ἐν αὐτῷ, καὶ ὥσπερ τινὰ στέφανον περικειμένους τὴν εὐφροσύνην, οὐκ ἐν προσκαίροις ἔχοντας τὴν ἀντιμισθίαν, ἀλλ' ἐν ἀεὶ διαμένουσιν ἀγαθοῖς. Ἔσται δὲ ταῦτα, φησὶν, ἐπειδὴ δικαιοσύνην μὲν ἀγαπῶ, μισῶ δὲ τὰ ἐξ ἀδικίας ἁρπάγματα τῶν πονηρῶν δαιμόνων τὰς ἀνθρωπίνας πάλαι διαρπαζόντων ψυχάς. Ὅθεν οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ πᾶσι, τὴν ἐμαυτοῦ χάριν ἐξέχεον. Ἀντὶ δὲ τοῦ δικαίοις, ἐν ἀληθείᾳ πάντες ἑρμήνευσαν οἱ λοιποί. Ὥς τε οὐ διαψευσθήσεται αὐτῶν ὁ μόχθος· ἀλλ' ἐν ἀληθείᾳ καὶ αὐτοῖς φυλαχθήσεται. 2649 Τινὲς δέ φασιν αἰτίαν εἶναι τούτους πρὶν ἀπεληλάσθαι ποιμένας πλεονεξίᾳ χαίροντας, οἵπερ ἀδίκως πλουτοῦντες, καθά φησιν ὁ προφήτης·" Θησαυρίζοντες ἑαυτοῖς ἀσέβειαν, καὶ ταλαιπωρίαν, εἰς ἑτέρους αὐτὰ παραπέμπουσιν." Ἔφη γοῦν ὁ Σολομῶν, ὅτι πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Περὶ οὗ συστήματος καὶ ὁ Δαβίδ φησιν·" Πλὴν μάτην ταράσσεται. Θησαυρίζει, καὶ οὐκ οἶδεν τίνι συνάξει αὐτά." Καὶ ἄλλως δὲ τοῖς ἐξ ἐθνῶν ἐδόθη τῶν Ἰουδαϊκῶν διδασκάλων ὁ μόχθος, κατὰ τό·" Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς." Οἷς καὶ διαθήκην αἰώνιον διαθήσομαι, οὐ τὰ Μωσέως ἐντάλματα, τὸ δὲ τῆς καινῆς διαθήκης μυστήριον· ἢ τὴν ἐλπίδα τὴν ἀτελεύτητον. Εἶτά φησι· Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν· οὐ τὸ σωματικὸν, ἐφ' ᾧπερ αὐχοῦσιν Ἰουδαῖοι, ἀλλὰ τὸ λογικὸν τῆς Ἐκκλησίας, ὃ παντὶ γνώριμον, ὡς ὑπὸ Θεοῦ τὴν αὔξησιν ἔχει. Σπέρμα γὰρ ἢ τὴν διδασκαλίαν, ἢ τοὺς μαθητὰς προσήκει νοεῖν, οἳ καὶ ἐξ αὐτῆς ὄψεως διὰ τῆς ἀγαθουργίας ὑπάρχουσι γνώριμοι, ὡς ἁγίων ὑπάρχουσι μαθηταὶ, σπέρμα ὄντες εὐλογημένον ὑπὸ Θεοῦ. Ὁποῖα τὰ θεῖα τῶν μοναζόντων συστήματα, περὶ ὧν ὁ Παῦλός φησιν·" Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις·" οἳ καὶ αὐτοὶ εὐφρανθήσονται ἐπὶ τῷ Κυρίῳ, οἷα δὴ τοιούτων σπέρμα γενόμενοι, περὶ ὧν ἔλεγεν· Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Τινὲς δὲ τὴν ὅλην ῥῆσιν δύνασθαί φασι καὶ ὡς ἀπὸ τοῦ προφήτου λεγομένην νοεῖν. Ἐπεὶ γὰρ ὑπερβάλλουσαν ἔφη τοῦ Δεσπότου φιλανθρωπίαν ἐπὶ τὸ κρεῖττον πάντα μετοίσοντος, Οὐκ ἐμὸς ὁ λόγος, φησὶ, τῆς δὲ τοῦ Πνεύματος ἐνηχήσεως Θεοῦ με πρὸς εὐαγγελισμὸν ἀναδείξαντος τῶν μελλόντων ἀγαθῶν τοῖς ἐν πενίᾳ γενησομένων, ὡς ἂν ἴασιν δεξάμενοι ψυχικὴν ἐπανέλθωσιν ἀπὸ τῆς κατὰ ταύτην αἰχμαλωσίας, ἥτις καὶ κυρίως ἐστίν. Σωματικῶς γὰρ ἐν αἰχμαλωσίᾳ Δανιὴλ, καὶ οἱ τρεῖς γενόμενοι παῖδες, ἀδούλωτον ἔχον τὸ φρόνημα· μᾶλλον δὲ καὶ τὸ σῶμα μήτε πυρὸς, μήτε θηρίων καθικνουμένων. Ἐνιαυτὸς δὲ Κυρίου δεκτὸς, ἐν ᾧ μεταβαλεῖ πρὸς τὸ κρεῖττον ψυχὴ τῷ τῶν ψυχῶν γεωργῷ τὴν εὐκαρπίαν παρέχουσα, καθάπερ φορὰν σπερμάτων ἐτήσιον βλαστανόντων μὲν ἐν χειμῶνι, ἐν ἔαρι δὲ αὐξομένων, ἐπὶ δὲ θέρους τελειουμένων. Οἷς ἀντὶ πένθους εὐφροσύνην εὐαγγελίζεται, καὶ τῆς κατεχούσης αὐτοὺς ἑκατέρας αἰχμαλωσίας, οἳ καὶ ἀνοικοδομήσουσι τὰς πλείστας κατεστραμμένας, ἕξουσί τε τοὺς ἀλλοφύλους ἐν ὑπηρετῶν τάγματι εὐχομένων θητεῦσαι τοῖς Ἰσραηλίταις τῷ λόγῳ τῆς θεοσεβείας ἱερωμένοις. Ὅτι γὰρ ἕκαστος ἱερεὺς εἶναι δύναται τοῦ Θεοῦ, δείκνυσι καὶ τὸ κατ' 2652 οἶκον θυόμενον πρόβατον, καὶ ἡ διὰ λόγων ἐκάστου προσαγομένη τῷ Θεῷ προσευχή. Θεοσεβείᾳ τοίνυν προσκείμενοι δέξονται παρὰ τῶν ἐθνῶν προσφορὰς πλουτοῦντες καὶ θαυμαζόμενοι· καὶ ἀντὶ τῆς ἀρχαίας ἑτέραν κληρονομήσουσι γῆν, ἀντ' ἄλλων ἄλλοι φαινόμενοι, καὶ φίλοι ὄντες. Δικαιοσύνης ἐγὼ γάρ εἰμι Κύριος, οὐχὶ πάντα τὰ ἁρπάγματα μισῶν, ἀλλὰ τὰ ἐξ ἀδικίας. Καὶ γὰρ τοὺς ἁρπάζοντας τὴν βασιλείαν τῶν οὐρανῶν ἀγαπῶ. Οἱ δὲ ἀδίκως ἁρπάζοντες γυμνοί τε τῶν ἁρπαγμάτων ἀπίασι, καὶ τὴν ὑπὲρ αὐτῶν ἀποτίσουσι δίκην. Οἱ δὲ δίκαιοι καλοὶ τῶν ληφθέντων οἰκονόμοι γενόμενοι, καὶ τῶν παρόντων, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν, ὅτε, ὡς εὐλογίας ὄντες κληρονόμοι, γνωσθήσονται, ὤσπερ οὖν καὶ οἱ πονηροὶ κολαζόμενοι, κληρονομούντων ἐκείνων εὐφροσύνην αἰώνιον. ιʹ, ιαʹ. 9Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ9, κ. τ. λ. Μετὰ τὰς ἐπαγγελίας, ἃς φανεὶς ὁ Χριστὸς ἐπὶ γῆς ἐπληρώσατο (ἐν αἷς ἦν καὶ τὸ, Εὐφρανθήσονται ἐπὶ Κύριον), προσωποποιεῖ τὴν Ἐκκλησίαν ὁ λόγος, ἐφ' οἷς ἔτυχεν ἐξομολογουμένην καὶ χαίρουσαν. Ἀπολαβοῦσα γὰρ ὥσπερ ἴδια μέλη, τῶν σωζομένων τὸ πλήρωμα, ὡς ἐκ σώματος εὐπρεποῦς συγκειμένη νύμφη, καὶ τὸν ἐκ τοῦ νυμφίου προσλαβοῦσα κόσμον, εἰκότως φησίν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Μία γὰρ τῶν αὐτὴν πληρούντων ἡ διὰ τῆς πρὸς ἀλλήλους συμπνοίας ψυχὴ, κατὰ τό·" Καὶ ἦν πάντων τῶν πιστευόντων ἡ καρδία καὶ ἡ ψυχὴ μία." Ὃ πολλῷ μᾶλλον ἐπὶ τοῦ αἰῶνος τοῦ νέου γενήσεται, ἐν ᾧ τὰς προκειμένας ἀποδώσει φωνάς. Τὸ δὲ τῆς σωτηρίας αἴτιον, Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. Τὸ γὰρ σῶμα τῆς ἀναστάσεως φωτὸς ἔσται πλῆρες, οὐκ ἔτι θανάτου λεγόμενον, κατὰ τὸ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Σωτηρίου δὲ ἱμάτιον περιτεθήσεται τῇ ψυχῇ, καὶ χιτὼν εὐφροσύνης. Ἕκαστος γὰρ τὰς ἰδίας ἀνδραγαθίας ἐνδύσεται, ταύταις ἐνευφραινόμενος. Ἤγουν χιτῶνά φησι τὸν Χριστὸν, κατὰ τὸ τῷ Ἀποστόλῳ ῥηθέν·" Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν." Ὃν ὁ δεχόμενος πρὸς τῇ σωτηρίᾳ, καὶ τὸ ἐν εὐφροσύναις εἶναι κερδαίνει. Ὁποῖόν ἐστι τό·" Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι." Περισσὸν λέγων τὴν ἐν ᾗ χαρᾷ γενησόμεθα· ὃν εἴτις λάβοι, στεφανωθήσεται κόσμῳ παντὶ νοητῷ. Ἀλλ' εἰ μὲν εἰς ἄνδρα κατήντησε τέλειον, ὡς νυμφίος στεφανωθήσεται. Ὑποβαίνων δὲ τοῖς μέτροις, ὡς νύμφη κοσμεῖται, δυναμένου τοῦ εἰς μέτρον ἡλικίας ἐφθακότος εἰπεῖν·" Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος." 2653 Ἤγουν τοὺς αὐτοὺς, διὰ μὲν τὴν ἀνδρείαν, νυμφίον καλεῖ. Διὰ δὲ τὸ καρπογόνον μετὰ τοῦ ποικίλον ἐξ ἀρετῶν ἔχειν τὸ κάλλος, νύμφην. Εἴρηται γοῦν." Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν," καὶ τὰ μετὰ ταῦτα. Ὁ δὲ Ἀκύλας, ὡς νυμφίον ἱερατευμένον, καὶ ὡς νύμφην κοσμουμένην σκεύεσιν αὐτῆς, ἐξέδωκεν. Ὁ δὲ Σύμμαχος· Ὥσπερ νυμφίον κεκοσμημένον στεφάνῳ, καὶ ὡς νύμφην περικειμένην τὴν σκευὴν αὐτῆς. Ἡ δὲ αὐτὴ νύμφη τις οὖσα τοῦ Νυμφίου Λόγου, καὶ τὰ παρ' αὐτοῦ σπέρματα ὑποδεξαμένη, καρποὺς ὡραίους ἀποδιδοῦσα καὶ εὐανθεῖς λέγει, καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς. Ὡς ἂν δὲ μὴ συναρπάζοντες εἰς ἑαυτοὺς Ἰουδαῖοι ταῦτα λαμβάνοιεν, διαστέλλεται λέγων· Καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ἄνθος δέ φασιν, ἢ τὸν Χριστὸν τὸν ἐν Ἄσμασι λέγοντα·" Ἐγὼ ἄνθος τοῦ πεδίου, κρῖνον τῶν κοιλάδων," ἢ τὸ εὐαγγελικὸν κήρυγμα, οὗ τὴν δικαιοσύνην ὁ κατορθῶν εὐφρανθήσεται, ὅταν ἀκούσῃ·" Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστός· ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." ΚΕΦΑΛ. ΞΒʹ. αιβʹ. 9Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου9, κ. τ. λ. Ἐπὶ δὲ τοῖς εἰρημένοις ὁ προφήτης διατεθεὶς, καὶ οἷον ἔνθους ὑφ' ἡδονῆς γενόμενος, Διὰ Σιὼν, φησὶν, οὐ σιωπήσομαι. Διὰ παντὸς γὰρ βοήσω πρὸς τὸν Θεὸν ἱκετεύων τὸ τῶν εἰρημένων ἰδεῖν ἀποτέλεσμα, ὅπερ ἔσται ἐπ' ἂν ἡ δικαιοσύνη καὶ τὸ σωτήριον Ἱερουσαλὴμ ἐπὶ πάντας ἀνθρώπους ἐκλάμψῃ. Τὸ γὰρ φῶς αὐτῆς εἰς τὰ ἔθνη μετ' αὐτὴν διαβήσεται. Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τὴν διδασκαλίαν ἐπὶ πάσας τὰς βασιλείας ἐξέτεινεν, ἥτις ἦν καὶ τῶν πάλαι πληρούντων τὸ θεοσεβὲς παρ' Ἰουδαίοις πολίτευμα καλούμενον Ἱερουσαλήμ. Τινὲς δὲ τὴν νέαν φασίν. Τῆς γὰρ Ἐκκλησίας οἱ ἀπόστολοι γεγόνασιν ἀπαρχή. Οὐκ ἀνήσω τοίνυν μέχρι πληρώσῃ Θεὸς αὐτῇ τὰ ἐπηγγελμένα, τὴν διὰ Χριστοῦ δηλαδὴ σωτηρίαν πάσῃ τῇ γῇ. Οὐ γὰρ Ἰουδαίων μόνων ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν. Τινὲς δὲ (ὡς τοῦ ῥητοῦ ἔχοντος· τὴν δικαιοσύνην μου, καὶ τὸ σωτήριόν μου) ἀπὸ προσώπου τοῦ Θεοῦ τὸν λόγον εἶναί φασιν ἐπαγγελλομένου ταῦτα πληροῦν. Δικαιοσύνη δὲ καὶ σωτήριον ὁ Χριστὸς, οἷά τις ἐν κό 2656 σμῳ λαμπὰς, εἰπών· Ὅτ' ἂν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου, ἀσεβείᾳ καὶ πλημμελήμασιν ἁπάντων ἐσκοτισμένων τὸ πρότερον. Δικαιοσύνην δὲ καὶ δόξαν πάλιν καλεῖ τὸν Χριστόν. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν παρ' αὐτοῦ πεπλουτήκαμεν δόξαν. Πρὸς καινότητα δὲ τραπεῖσα ζωῆς, καινὸν ἔσχε καὶ τοὔνομα, ἀντὶ Συναγωγῆς Ἐκκλησία, καὶ οἶκος, καὶ πόλις Θεοῦ, ᾗ φησιν ὁ Δαβίδ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Ὅτι δὲ καὶ εὐπρεπὴς ἔσται, καὶ ἀπαραβλήτῳ κάλλει κατεστεμμένη, ἐπήγαγεν· Ἔσῃ στέφανος κάλλους. Πᾶσαν γὰρ ἁγίαν ψυχὴν, καὶ τὴν Ἐκκλησίαν ὅλην, στεφάνῳ παρεικαστέον ἐκ πολλῶν ἀνθέων συγκειμένῳ, βασιλικῷ τε διαδήματι. Φησὶ γὰρ εἶναι τὴν Ἐκκλησίαν Δαβὶδ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην, ἴσα λέγων τοῖς προκειμένοις. Τὸ, ἐν χειρὶ δὲ Θεοῦ, τὸ ὑπὸ σκέπην δηλοῖ τὴν αὐτοῦ. Ὃς καί φησιν· Καὶ ὑπὸ σκέπην τῆς χειρός μου σκεπάσω σε. Καὶ ὁ Χριστὸς δὲ περὶ τῶν ἰδίων προβάτων φησί· Καὶ οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατέρος μου. Τινὲς δὲ στέφανον Χριστοῦ τοὺς δι' αὐτοῦ κατορθοῦντας εἰρήκασι· καὶ τῆς αὐτοῦ βασιλείας διάδημα, τοὺς ὑπὲρ αὐτοῦ μαρτυρήσαντας, οὓς τῇ ἑαυτοῦ χειρὶ ὁ Πατὴρ ἐκλεξάμενος τῷ Υἱῷ περιτίθησιν, στεφανῶν αὐτὸν καὶ διαδήματι βασιλικῷ τιμῶν, τῷ πλήθει τῶν δι' αὐτοῦ καὶ ὑπ' αὐτοῦ σεσωσμένων. Ἐφ' οἷς οὐκ ἔτι κληθήσεται ἡ τὸ καινὸν ὄνομα λαβοῦσα, ὑπολελειμμένη καὶ ἔρημος, ἀλλὰ θέλημα ἐμὸν, τοῦτ' ἔστι, κατὰ τὸ θέλημά μου. Δι' οὗ δηλοῖ καὶ τὸ, θελητὴν αὐτὴν ἔσεσθαι τὴν πρὶν ἐρημωθεῖσαν, ἀνθ' ὧν ἠθέτησεν εἰς Χριστόν· ἀλλὰ σωθέντος τοῦ καταλείμματος, καὶ ἑνωθέντων αὐτῷ τῶν ἐξ ἐθνῶν, εἰς πλῆθος ἐπέδωκεν ἄπειρον, εὐδοκοῦντος ἐν αὐτῇ Θεοῦ, εἰ καὶ παρορᾷ πολλάκις γυμνασίας χάριν διωκομένην. Τινὲς δὲ τὸ, καὶ ἡ γῆ σου οἰκουμένη, ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας φασὶ τοὺς τῶν ἐπαγγελιῶν ἀξίους οἰκήτορας ἕξουσαν· οἳ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ διάξουσιν, ὡς ἐοικέναι νεανίσκῳ συνῳκηκότι παρθένῳ. Τινὲς δέ φασιν ὡς ἐξ Ἰουδαίων συνέστη τὸ κατ' ἀρχὰς, ὧν προὔχοντες ἦσαν οἱ τοῦ Χριστοῦ μαθηταὶ τὴν εἰς ἄκρον ἀγάπην εἰς αὐτὴν διασώζοντες, ὡς καὶ ὀδυνᾶσθαι τὸν Παῦλον ὑπὲρ αὐτῶν καὶ εὔχεσθαι ἀνάθεμα εἶναι. Πολὺς δὲ τῶν πραγμάτων ὁ καινισμός. Ἡ γὰρ ἀρχαία Συναγωγὴ τρόπον τινὰ πεπαλαιωμένη τῇ παλαιότητι, νεάνιδι παρεικάζεται. Οἱ δὲ υἱοὶ αὐτῆς ἀπόστολοι ἐν αὐτῇ κατῴκουν, ὡς τροφὸν χειραγωγοῦντες, παρακαλοῦντες ὡς μητέρα, φεύγειν τοῦ νόμου τὰς σκιὰς εἰσηγούμενοι, ὡς τὸν Δαβὶδ λέγειν· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί. Υἱοὶ γὰρ ὄντες, εἰς πατέρας ἐγένοντο. Ὧν οὕτως ἐχόντων, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ 2657 σοὶ, καθάπερ ἀμέλει καὶ νυμφίος ἐπὶ νύμφῃ· Καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς Λόγος ἔγκαρπον ἀποφῆναι τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Δεξαμένη δὲ παρ' αὐτοῦ τῆς εὐαγγελικῆς πολιτείας τὰ σπέρματα, τέτοκεν οὐκέτι τὴν δι' αἱμάτων καὶ καπνοῦ λατρείαν, ἀλλ' ἐν ᾗ τὸ τῆς ἀληθείας ἐντετόρνευται κάλλος, ᾗπερ εἰκότως εὐφραίνεται, τοὺς τύπους εἰς ἀλήθειαν μετατιθεμένους ὁρῶν. Καὶ ἐκ τελείων μελῶν τὴν νύμφην συνεστῶσαν θεώμενος, τοῦ τε προτέρου καὶ τοῦ νέου λαοῦ, οἷα νυμφίος ἐπὶ νύμφῃ εὐφρανθήσεται, καταστήσει τε φυλακὰς, ἀγγέλους δηλαδὴ θείους, καὶ δυνάμεις ἁγίας εἰς τὸ τῆς νέας Ἱερουσαλὴμ τὰ τείχη φυλάττειν, ὅπως ἐν εἰρήνῃ κατάρχων, αὐτὸς εἰς τὸν αἰῶνα διάγοι. Ἢ τάχα φυλακὰς λέγει τοὺς ἁγίους μυσταγωγοὺς, οἳ διὰ παντὸς ἀνυμνοῦσι τὴν δόξαν αὐτοῦ, μεμνημένοι τῶν θαυμασίων αὐτοῦ, καθὰ γέγραπται· Περὶ οὗ λέξουσιν, ὅτι οὐκ ἔστιν ὑμῖν ὅμοιος. Ὅσον γὰρ τῇ φύσει, τοσοῦτον διαφέρει χρηστότητι. Ὡς εἴρηται γὰρ ἐν Ψαλμοῖς·" Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν." Ἀντὶ δὲ τοῦ· Οὐκ ἔστι γὰρ ἡμῖν ὅμοιος, ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἱερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς· Σύμμαχος, Μὴ ἡσυχάσητε, φησὶ, μηδὲ δῶτε ἡσυχάσαι λίθῳ, ἕως ἑτοιμάσῃ, καὶ ἕως θῇ τὴν Ἱερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. Ἃ δὴ λέλεκται τοῖς εἰποῦσιν ἄνω· Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς. Τοῦ γὰρ προφητικοῦ ταῦτα εἰρηκότος χοροῦ, τὸ Πνεῦμα τὸ ἅγιον παραθαῤῥύνει ταῖς ὑπὲρ αὐτῶν ἐπιμένειν εὐχαῖς, καὶ μὴ συγχωρεῖν ἡσυχάσαι τῷ ἐπαγγειλαμένῳ ταῦτα Θεῷ, ἕως ἂν θῇ τὴν Ἱερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. Ὧν δὴ βοώντων, ὁ εἰπών·" Ἔτι σου λαλοῦντος ἐρῶ, Ἰδοὺ πάρειμι," ἀποκρίνεται· Ὤμοσεν Κύριος. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἐξ ἑτέρας ἀρχῆς ληπτέον τὸ, Ἐὰν διορθώσῃ, καὶ τὰ ἑξῆς. Τί οὖν ὄμνυσι μηκέτι πείσεσθαι αὐτοὺς, ἃ πρότερον ἀσεβοῦντες ὑπέμενον, δῃουμένης αὐτῶν ὑπὸ πολεμίων τῆς χώρας; Οὐχ ἁπλῶς δὲ, ἀλλ' ἐὰν διορθώσωνται τύπων παυσάμενοι νομικῶν, τὴν διὰ πίστεως δεξάμενοι χάριν, καυχώμενοί τε ἐν Χριστῷ. Τοῦτο γὰρ τὸ ποιεῖν ἀγαυρίαμα. Τότε γὰρ, κατὰ τὸν Δαβὶδ νοητῶς εἰρηκότα," Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι." Καὶ κατὰ Παῦλον," Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει." Καὶ," Ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον." Πάλαι δὲ τὸν ἑαυτῶν καρπὸν βρῶμα παρεῖχον τοῖς ἐχθροῖς τοῦ Θεοῦ, δαιμόνων τροφὴν τὰς ἑαυτῶν πράξεις ἀπεργαζόμενοι. Τοῦτο δὲ οὐκ ἔσται τοῖς τοῦ νέου καταξιωθησομένοις αἰῶνος, ἀλλὰ τὴν ἀρετὴν κατορθώσαντες, τῶν ἰδίων καρ 2660 πῶν ἀπολαύσονται. Τοῦτο γὰρ κατὰ τῆς ἐαυτοῦ δόξης ὤμοσε Κύριος. Οὐ γὰρ εἶχε κατὰ μείζονος ὀμόσαι. Φάγονται δὲ καὶ πίονται ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου, αἵ τινες εἶεν αἱ πολλαὶ μόναι παρὰ τῷ Πατέρι. Ἐπαύλεων δὲ μνησθεὶς, ἢ αὐλῶν, κατὰ τοὺς λοιποὺς, ἀκολούθως καὶ τοῦ ἱεροῦ μνημονεύει, Πορεύεσθε, λέγων, διὰ τῶν πυλῶν μου, τὴν ἐπουράνιον πόλιν δηλῶν, αὐλάς τε ταύτης καὶ πύλας, αἳ κατὰ τὸ μέλλον τοῖς ἀξίοις ἀναπετάννυνται, εἰς ἃς καλουμένων, ὡς ἂν μηδὲν εἰσιοῦσι παρεμποδίζοι φθόνος, ἢ πρόφασις, ἢ δαίμων, κώλυμα τῆς βασιλείας γινόμενοι, Ὁδοποιήσατε, φησὶ, τῷ λαῷ μου, ταῖς ἀγγελικαῖς λέγων δυνάμεσι. Τινὲς δὲ ταῦτα καὶ περὶ τῆς κατὰ γῆν Ἐκκλησίας φασὶ, καὶ λίθους εἶναι τὰ σκάνδαλα. Λέγεσθαι δὲ ταύτης τοῖς φύλαξί τε καὶ διδασκάλοις ἀπρόσκοπον διδόναι τοῖς εἰσιοῦσιν ὁδόν. Ὁ μὲν γὰρ ἐξ Ἰουδαίων, τύποις ἐμφιλοχωρεῖ νομικοῖς, ὁ δὲ ἐξ Ἑλλήνων, τῷ τῆς διδασκαλίας ξένῳ προσπταίει· μέμνηται δὲ καὶ λόγων, οὓς οἱ παρ' αὐτοῖς λογάδες γεγράφασιν. Ἀλλ' οἱ μυσταγωγοὶ τὰς τῶν σκανδάλων περικόπτουσιν ἀφορμὰς, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅθεν ὁ Παῦλος τοῖς μὲν ἐκ περιτομῆς φησιν· Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Καὶ πάλιν· Εἰ περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Τοῖς δὲ ἐξ Ἑλλήνων φησίν· Ἡμέρας παρατηρεῖσθε, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Φοβοῦμαι μήποτε εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Καὶ τὰ ἐξ αἱρετικῶν δὲ περικόπτουσιν οἱ φύλακες σκάνδαλα. Εἴποις δ' ἂν τείχη Ἐκκλησίας, τῶν τῆς ἀληθείας δογμάτων τὴν ἑδραιότητα, ὧν ᾅδου πύλαι οὐ κατισχύσουσιν. Ἑξῆς ἐπιλέγει, Ἄρατε σύσσημον εἰς τὰ ἔθνη. Κύριος γὰρ ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς. Μὴ γὰρ νομίσῃ τις ταῦτα, φησὶν, εἰρῆσθαι περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ. Τὸ γὰρ σημεῖον ἀρθήσεται μέχρι τῶν ἐσχάτων τῆς γῆς. Τί δὲ τὸ ἀκουστὸν σύσσημον ὅπερ ἆραί φησι, τοῦτ' ἔστι γνώριμον ποιῆσαι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν, ἢ τάχα που τοῦ σωτηρίου πάθους τὸ σύμβολον. Ἔνεστι δὲ καὶ τοῦτο τῇ τῆς πίστεως ὁμολογίᾳ. Δεῖ γὰρ εἰπεῖν, ὅτι Κύριος Ἰησοῦς, πιστεῦσαί τε ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Εἶτα τὴν θυγατέρα Σιὼν σαφῶς τὴν Ἐκκλησίαν τὸν ἑαυτῆς προσδοκῆσαι σωτῆρα διδάσκει. Ἔστι γὰρ θυγάτηρ τοῦ πάλαι παρ' Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος. Λέγει δὲ νῦν περὶ τῆς δευτέρας παρουσίας, ἀναμιμνήσκων ὡς ὁ πάλαι σε σώσας, δι' ὧν ἔπραξέν τε καὶ πέπονθεν. Διὸ καὶ Ἰησοῦς ὀνομάζεται, κατὰ τὸν 2661 λόγον τοῦ Γαβριήλ· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Πάλιν ἥξει, κριτὴς ὁμοῦ καὶ μισθαποδότης ἐσόμενος. Καὶ ἄνω δὲ ἔλεγεν· Εἰπὸν ταῖς πόλεσιν Ἰούδα, Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὰ ἐφ' ἑξῆς. Ἀντὶ δὲ τοῦ, καὶ καλέσει αὐτόν· αὐτοὺς ἐξέδωκαν οἱ λοιποὶ, δηλαδὴ τοὺς σωθησομένους. Ἡ μὲν οὖν ἐπίγειος Ἱερουσαλὴμ ἐγκαταλελειμμένη λέγεται, αὕτη δὲ ἐπιζητουμένη. Ὁ γὰρ ἐλθὼν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, οὗτος εὑρὼν αὐτὸ καὶ σώσας, οὐκ ἔτι ἀπολέσθαι αὐτὸ συγχωρήσει. Τινὲς δὲ περὶ τῆς πρώτης παρουσίας τὸν λόγον ἐξέλαβον. Εὐαγγελίσασθαι δὲ κελεύει Σιὼν, οἷς καὶ τὰς πύλας ἀνοιγνῦναι παρεκελεύετο. Πάρεστι δὲ μαθεῖν, ὅσον τοῦ Σωτῆρος καὶ τῶν μαθητῶν τὸ διάφορον. Οἱ μὲν γὰρ καλοῦντες εἰς εὐζωΐαν, τὰς ἐκ Θεοῦ διεκήρυττον ἀμοιβάς· ἀλλ' οὐκ αὐτοὶ χαρισμάτων ἦσαν δοτῆρες πνευματικῶν· ὁ δὲ Σωτὴρ, ὡς Θεὸς, διανέμει μισθούς. Οὐκοῦν καὶ τὸν ἑκάστου τρόπον ὁρᾷ. Καὶ τοῦτο δὲ μόνου Θεοῦ. Γέγραπται γὰρ, ὅτι ἐνώπιόν εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχείας αὐτοῦ σκοπεύει. Τοιγαροῦν οὐρανοῦ τὰς κλεῖς Πέτρῳ παρέσχε καλῶς τὴν πίστιν ὁμολογήσαντι, καὶ τὸ δύνασθαι δεσμεῖν τε καὶ λύειν. Ἐχαρίσατο δὲ καὶ πᾶσι τοῖς μαθηταῖς τὸ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύειν ἐν τῷ λόγῳ. Μισθόν τε ὁμολογίας δίδωσι τῷ λῃστῇ τό· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐλθὼν δὲ, φησὶ, τοὺς πιστεύσαντας καλέσει λαὸν λελυτρωμένον ὑπὸ Κυρίου. Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς Κύριος ἔσωσεν ἡμᾶς. Ἐπιζητουμένην δὲ κληθῆναί φησι, τοῦτ' ἔστι μνήμης ἀξιουμένην. Τοιοῦτο γὰρ τὸ ζητούμενον. Ἡ δὲ πρώτη γέγονεν ἐγκαταλελειμμένη. Διὰ γὰρ Ἱερεμίου φησίν·" Ἐγκαταλέλοιπα τὸνοἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν." Καὶ ὁ Σωτὴρ δέ φησιν·" Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Τινὲς δὲ τὸ πᾶν οὕτως ἄνωθεν ἐξηγήσαντο. Ἔθος τοῖς προφήταις ἐφ' οἷς προθεωροῦσιν ἀνιαροῖς μὲν πενθεῖν, ἀγαθοῖς δὲ λίαν εὐφραίνεσθαι· ὃ καὶ νῦν ὁ προφήτης ποιεῖ. Εὐαγγελισάμενος γὰρ τοῦ Σωτῆρος τὴν ἄφιξιν, καὶ τὴν ἁπάντων σωτηρίαν, αὐτόν τε τὸν Χριστὸν ἐνδυσάμενος (ᾧ κοσμεῖται, καὶ περιβάλλεται), πανηγυρίζει τῷ πνεύματι διάθεσιν ἔχων, ἢν ἂν ἔσχε νεανίσκος πρὸς παρθένον, καὶ αὐτὸς συνὼν τῷ Χριστῷ. Τὸ δὲ, ὡς γῆ αὔξουσα ἄνθος αὐτῆς, δηλοῖ τοὺς ταῖς ψυχαῖς ἐναποκειμένους λόγους σπερματικοὺς, ὁδοποιοῦντας Χριστῷ. Ὡς γὰρ ὀφθαλμοὶ συγγένειαν ἔχοντες πρὸς τὸ φῶς, ἐπειδ' ἂν παρῇ, βλέπουσιν, οὕτως ἀνατείλαντος Χριστοῦ, τῇ ἐν ἡμῖν ἐπιτηδειότητι λάμπομεν, εὐθὺς τὸ σκοτεινὸν ἀποθέμενοι. Ὡς ἐκ ῥίζης δὲ τοῦ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι φανεῖσθαι λέγει τὴν ἀγαλλίασιν. Εἶτα ἵνα μὴ δόξῃ τὴν Ἱερουσαλὴμ ἀφηκέναι, Οὐκ ἀνήσω, φησὶ, τὴν ἄνωθεν σχέσιν, καὶ τὰ ταύτης σεμνά. 2664 Διὸ πρῶτον πρὸς τὰ ἀπολωλότα πρόβατα Ἰσραὴλ πέμπει τοὺς μαθητάς. Καὶ πρὸς τὴν Συροφοινίκισσαν ἠνείχετο τέως κύνας καλεῖν τοὺς ἐν τέκνοις ὕστερον καταταχθησομένους. Σκοπὸς γὰρ ἦν αὐτῷ καὶ τούτους φωτισθῆναι, κακείνους μὴ ἀποτυχεῖν. Ἐχρῆν δὲ προτιμηθῆναι, οἷς, κατὰ Παῦλον, ἐδόθη ἡ νομοθεσία, καὶ ἡ λατρεία, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς κατὰ σάρκα· ἤρκει γὰρ εἰς σωτηρίαν καὶ τούτοις κἀκείνοις ἡ χάρις. Καινὸν δέ φησιν ὄνομα τὸ Χριστιανῶν καὶ τὸ πιστῶν. Ὁ δὲ ἀντιλέγων Ἰουδαῖος, δεικνύτω ἐφ' ἑαυτοῦ καινὸν γενόμενον ὄνομα. Θέλημα δέ φησι τοὺς τὸ θέλημα αὐτοῦ ποιοῦντας, οὓς καὶ ἀγαπᾷν λέγει, ὡς συνοικῶν νεανίσκος παρθένῳ· ὅπερ οὐ φθορὰν, ἀλλ' ἀκμάζουσαν σχέσιν δηλοῖ. Τηρεῖ γὰρ αὐτὴν παρθένον, κατὰ τὸ παρὰ Παύλῳ μυστήριον, ὅπερ εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν λέγει. Εἶτα τὴν νῦν κατάστασιν τῶν Ἐκκλησιῶν ἐμφαίνει, κατὰ τὴν τῶν ἱερέων ὑφήγησιν ἡμέρας καὶ νυκτὸς, ἀγνοοῦντος τοῦ λαοῦ τὸν Θεὸν, ἀνθ' ὧν ἀμειβόμενος τεῖχος αὐτῶν ἀπόρθητον γίνεται, τὰς ἀφόδους ἀπείργων τοῦ δαίμονος. Ἐπαγγέλλεται δὲ, κατὰ τὴν λέξιν, καὶ ἀσφαλῆ ταῖς πόλεσιν οἴκησιν, ὡς ἂν προκόψαντες ἐπιζητῶσι τὴν νοητήν· ὥσπερ οὖν Ἀβραὰμ γῆς λαβὼν ἐπαγγελίαν, οὐ περὶ ταύτην ἠσχόλητο, οὐδὲ ταύτην ᾔτει, τὴν δὲ μέλλουσαν ἐπόθει. Τοῖς δὲ οὕτω διακειμένοις, καὶ μάλιστα τοῖς ἐκ γένους Ἀβραὰμ κατὰ σάρκα, οὐδεμίαν σύγκρισιν πρὸς τὰ ἔθνη φησὶν, ὑπερκεῖσθαι δὲ λίαν, ὅσον ἧκεν εἰς τιμήν. Καὶ γὰρ ἔτυχον πατέρων ἁγίων, καὶ νόμου, καὶ τὰς ἐν Αἰγύπτῳ θαυματουργίας καὶ ἐν ἐρήμῳ τεθέανται, μόνων ἐὰν διόρθωσιν τρόπων ποιήσονται πεποιθότες ἐπὶ Θεῷ. Τοῦτο γὰρ τὸ ἀγαυρίαμα. Πρὸς δὲ τὰς ἐπαγγελίας ἀμφιβαλλούσαις ψυχαῖς λαλῶν ὅρκῳ κέχρηται, οὐ δι' ἑαυτὸν (ἀλήθεια γάρ ἐστιν), ἀλλ' ἐκείνας πιστούμενος. Καὶ τοὺς ἐκ γῆς καρποὺς ἐπαγγέλλεται, διδάσκων ὡς αὐτὸς τούτων ἐστὶ χορηγὸς, καὶ μάτην περὶ εἴδωλα στρέφονται, διὸ καὶ οὗτοι πρὸς τῇ συγκομιδῇ διεφθείροντο, ὡς ἂν καὶ τελεσφορεῖν δυναμένου, καὶ παρέχειν ἐθέλοντος, εἴπερ ἐτύγχανον ἄξιοι. Καὶ νῦν δὲ διορθουμένων ὑμῶν τὰς τῶν πολεμίων ἐφόδους κωλύσω. Πύλας δὲ καλεῖ λόγον εἰσαγωγικὸν, καὶ Χριστὸν, ὃς ἐχρημάτισε θύρα, δι' οὗ πρὸς τὸν Πατέρα τὴν εἴσοδον ἔχομεν. Περὶ οὗ λέλεκται·" Αὕτη ἡ πύλη τοῦ Κυρίου. Δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ." Τοῖς δὲ ἱερεῦσι παρακελεύεται ὁμαλὰ τῶν ὑπὸ χεῖρα τὰ ἤθη ποιεῖν, ὡς ἂν μὴ πονηροῖς προσκόπτοιεν λογισμοῖς. Λέγοιτο δ' ἂν καὶ 2665 πρὸς τὸν ἐν ἑκάστῳ νοῦν, ὡς ἂν ἡνιοχεῖν τεταγμένος τὴν ἅπασαν ἐξομαλίζοι ψυχήν. Εἶτα παρακελεύεται τοῖς ἐξ Ἰσραὴλ, ἀρετῆς καὶ γνώσεως Θεοῦ παράδειγμα γενέσθαι τοῖς ἔθνεσιν. Ἀνῆψα γὰρ ὑμᾶς ἄνωθεν ὡς λαμπάδα, ὡς ἂν ὑμῶν τῷ φωτὶ τὰ ἔθνη πορεύηται. Κατεπτηχότας δὲ τὰς συνεχεῖς τῶν ἐπιόντων ἐφόδους παραθαῤῥύνει, τὴν ἑαυτοῦ παρουσίαν ἐπαγγελλόμενος. Οὕτω δὲ τὴν ἑαυτοῦ κηδεμονίαν καλεῖ. Τοιγαροῦν ἔλεγον· Οὐ μὴ τελέσητε τὰς πόλεις, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου· οὐ δήπου ἄλλην παρουσίαν δηλῶν, ἀλλὰ τὴν ἑαυτοῦ πρὸς καρτερίαν παράκλησιν. Οὐ γὰρ ἂν ἤνεγκαν, μὴ τὴν ἰσχὺν τὴν ἄνωθεν ἔχοντες. Τὰ κρυπτὰ δὲ εἰδὼς, πρὸς τὴν ἀξίαν ἑκάστῳ παρίσταται, μισθὸν διδοὺς τὸν προσήκοντα. Οὕτω καὶ δι' Ἰεζεκιὴλ λεγόντων αὐτῶν·" Ἀπόλωλεν ἡ ἰσχὺς ἡμῶν, ἐξηράνθη τὰ ὀστᾶ ἡμῶν," παραθαῤῥύνων φησίν· Ὡς ὑγρὰ ξηρᾶναι δύναμαι, οὕτω καὶ τοὐναντίον. Ὃ καὶ ἐπὶ τῆς ῥάβδου πεποίηκεν Ἀαρών. Καὶ νῦν οὖν παρέσεσθαί φησιν, ἐὰν ἄξιοι γένωνται. Δι' αὐτὸ γὰρ παρέσχον καὶ πλῆθος ὑμῖν ἐντολῶν, οὐχ ἵνα πολλὰς παραβαίνοντες, πολλὰ καὶ καταδικάζησθε· ἀλλ' ἵνα κἂν τὰς μεγάλας ὑπερβῆτε, τῶν ἐλαττόνων ἡ φυλακὴ πρόφασιν ὑμῖν σωτηρίας παράσχῃ. Φιλάνθρωπος γὰρ, οὐ καταδικάζων ἐξ ὧν παραβαίνετε, ἀλλὰ σώζων ἐξ ὀλίγων ὧν κατορθοῦτε. Τοῦ γὰρ ἁμαρτωλοῦ τὴν ζωὴν βούλεται μᾶλλον, ἤπερ τὸν θάνατον. Τότε ζητήσω, φησὶν, ὑμᾶς, ἁγίους καλῶν. Ταῦτα δὲ καὶ εἰς τὴν ἑκάστου ληπτέον ψυχὴν, μὴ ὡς ψιλὰς ἱστορίας ἀναγινώσκοντας. Ἑκάστῳ γὰρ κατορθοῦντι παρέσται συγχωρῶν τὰ ἡμαρτημένα. ΚΕΦΑΛ. ΞΓʹ. α ʹ. 9Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων ἐκ Βόσορ, οὕτως ὡραῖος ἐν στολῇ, βία μετὰ ἰσχύος. Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Διὰ τί σου ἐρυθρὰ τὰ ἱματία, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατήματος ληνοῦ πλήρους, καταπεπατημένησ9, κ. τ. λ. Ὥσπερ μισθὸν ὁ Σωτὴρ ἐλέγετο τοῖς εὐσεβοῦσιν ἀποδιδόναι (ἔφη γάρ· Καὶ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ)· οὕτως τοῖς ἀσεβέσι φοβερὸς ἥξειν θεσπίζεται, ὅτε, κατὰ τὸν Ἀπόστολον, καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν. Ἐν οἷς ἐστι καὶ τὸ ἔσχατον καταργεῖσθαι τὸν θάνατον. Ὁρῶντες δὲ αὐτόν τινες ἐν σχήματι καθῃμαγμένον πολεμικῷ, πρὸς τὸ ξένον τῆς θέας ἐρωτῶσιν ἀλλήλους. Ἐπειδὴ δὲ Βόσορ καὶ Ἐδὼμ, τῆς τῶν ἀλλοφύλων χώρας καὶ πολεμίων τοῦ Ἰσραὴλ, εἰκότως διὰ τούτων τὰς ἀντικειμένας δυνάμεις αἰνίττεται, ὧν τὴν ἀναίρεσιν τροπικῶς αἵματι παρείκασε φονικῷ. Εἰδότες δὲ αὐτὸν ἥμερον, εἶθ' ὥσπερ τεθυμωμένον ὁρῶντες, ἐοίκασιν αὐτὸν μὴ γινώσκειν. Διὸ καὶ πυνθάνονται. Ὁ δὲ πρὸς αὐτοὺς ἀποκρίνεται· Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου, κατὰ δὲ Σύμμαχον· Ἐγὼ λαλῶ ἐν δικαιοσύ 2668 νῃ, ὑπερμαχῶ εἰς τὸ σῶσαι. Ὑπερμαχῶν γὰρ τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπατουμένων, τὰς μὲν μετῄει, τοὺς δὲ ἠλευθέρου. Εἶτα δευτέρα πεῦσις· Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια; πρὸς ὃ πάλιν ἀποκρίνεται. Ἀντὶ δὲ τοῦ, καὶ τῶν ἐθνῶν, ὁ Σύμμαχος, καὶ ἀπὸ τῶν λαῶν ἐξέδωκεν, καὶ ἀντὶ τοῦ, Κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, Καὶ ἐῤῥαντίσθη τὸ ἐπινίκιον αὐτῶν ἐπὶ τὰ ἱμάτιά μου. Ὡς δὲ μόνος τὴν κρίσιν λαβὼν παρὰ τοῦ Πατέρος, μόνος πεπατηκέναι φησὶ ληνὸν, οὕτω δὲ καλεῖ τῶν ἁμαρτημάτων τὴν ἔκπραξιν. Καὶ Ἱερεμίας δὲ ἐν Θρήνοις φησί· Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα. Ἐπὶ τούτοις ἐγὼ κλαίω. Ὥςπερ δὲ ληνὸς ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὔθυνα· οὕτω τῶν ἀπὸ τῆς ἀγαθῆς ἀμπέλου τρυγομένων καρπῶν ληνοὶ Θεῷ ἀρέσκουσαι γίνονται, ἐφ' αἷς ὕμνοι ἐν Ψαλμοῖς ἐπιλήνιοι λέγονται. Καταργήσας δὲ πᾶσαν κακίαν, καὶ τοὺς αὐτὴν γεννήσαντας δαίμονας, τοὺς ὑπ' αὐτῷ βασιλευομένους ἐν τῷ καινῷ αἰῶνι προσάξει τῷ Πατέρι, ὅτε καὶ παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατέρι, κατὰ τὸν Ἀπόστολον. Ἐμμένων δὲ τῇ μεταφορᾷ τοῦ αἵματος, τὰ ἱμάτια μεμολύνθαι λέγεται. Ποῖον γὰρ ἐπὶ ἀσωμάτων δυνάμεων αἷμα; Εἶτα πάλιν ἡμέρας ἀνταποδώσεως καὶ ἐνιαυτοῦ λυτρώσεως μέμνηται, ὡς ἐπὶ τῶν χρηστοτέρων ἐλέγετο, Κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Διὸ νῦν προσέθηκε καὶ ἐνιαυτὸς λυτρώσεως, ὁμοῦ γὰρ τοὺς μὲν σώσει, τοῖς δὲ ἀνταποδώσει, καθά φησι Μωσῆς·" Καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει." Εἶτά φησιν· Ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν. Καὶ προσενόησα, καὶ οὐδεὶς ἀντελαμβάνετο. Καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου. Μόνος γὰρ ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβών. Καὶ τὸν μέχρι σταυροῦ θάνατον ὑπέμεινεν ὑπὲρ τῆς ἡμῶν σωτηρίας, ὃ μηδεὶς ἀγγέλων, ἢ δυναμένων, ἣ ἀνθρώπων ὑπέστη· διὸ καὶ μόνῳ ὁ Πατὴρ ἐχαρίσατο τὸ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα καὶ τὴν κατὰ πάντων ἐνεχείρισε κρίσιν. Ἀντὶ δὲ τοῦ· Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, οἱ λοιποὶ τὸ νίκος ἐξέδωκαν. Νενίκηνται γὰρ ὑπ' ἐμοῦ, φησὶν, οἱ δοκοῦντες ἀνίκητοι. Ἄλλοι δὲ περὶ τῆς ἀναλήψεως τοῦ Σωτῆρος τὴν ῥῆσιν δεξάμενοί φασιν, ὡς πληρώσας τὴν μετὰ σαρκὸς οἰκονομίαν, ἀναβὰς πρὸς τὸν Πατέρα ὤφθη ταῖς ἄνω δυνάμεσι, τοῦ πάθους φέρων τὰ σύμβολα, οὐχ ὅτι μετὰ τούτων ἀνέστη, ᾧ δὲ τρόπῳ διστάσαντι δέδειχε τῷ Θωμᾷ. Οὕτως (ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ) μετὰ τῶν τοῦ πάθους σημείων ἀνέδραμεν. Θαυμάζουσαι τοίνυν 2669 ἀνιόντος πυνθάνονται. Τὸ δὲ Ἐδὼμ, ἑρμηνεύεται πυῤῥὸς, ἢ γήϊνος. Τὸ δὲ Βόσορ, ἢ σὰρξ, ἢ σάρκινος. Δηλοῖ τοίνυν τὸ πεφοινίχθαι, ὡς ἀπὸ σαρκός τε καὶ αἵματος. Ὡς δὲ γνωρίζουσαι αὐτὸν Θεὸν, εἰ καὶ ἦν ἐν σαρκὶ, ὡραῖον αὐτόν φασιν ἐν στολῇ, καὶ ἰσχὺν αὐτῷ μαρτυροῦσι. Τοῦτο γὰρ ἡ βία δηλοῖ. Ἔοικε δὲ τὸ παρὸν τῷ ἐν κγʹ ψαλμῷ·" Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;" Ἀποκρίνεται δὲ, ὅτι Ἐγὼ διαλέγομαι δικαιοσύνην, ἢ τὸ εὐαγγελικὸν κήρυγμα, ἢ, ὅτι Θεοῦ πᾶς λόγος δίκαιος. Κρίσιν δὲ σωτηρίου, τὸ ἐφ' ἡμῖν ὀνομάζει κρῖμα. Δεδίκακε γὰρ τῇ ἀνθρωπότητι καὶ τῷ ταύτην ἀπατήσαντι Σατανᾷ. Ἔλεγε γάρ·" Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβέβληται ἔξω." Δευτέρα πάλιν ἐρώτησις, ἐν ᾗ μέμνησο τοῦ πατριάρχου Ἰακὼβ λέγοντος·" Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ." Εἶτά φησι· Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ. Ὃ συναπτέον τῷ· Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Οὐδεὶς γάρ μοι παρέστη, φησὶν, ἢ συνήλγησε πάσχοντι. Ὡς γάρ φησιν ὁ εὐαγγελιστής· Τότε πάντες ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον. Ὃ καὶ προὔλεγεν ὁ Χριστός· Ἔρχεται ὥρα, καὶ ἐλήλυθεν, ἵνα ἕκαστος σκορπισθῆτε εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε. Καὶ ἐν Ψαλμοῖς δέ φησιν·" Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου, καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρχε· καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον." Καίπερ δὲ μόνος ὢν κατεπάτησα αὐτοὺς ἐν θυμῷ. Μετὰ γὰρ τὴν ἀνάληψιν τοῦ Κυρίου, πᾶν εἶδος συμφορᾶς Ἰουδαίοις ἀπήντηκεν. Ἀλλ' ὁ τῆς ἐκείνων ἀνταποδόσεως καιρὸς, λυτρώσεως ἦν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καίπερ δὲ μηδενὸς βοηθοῦντος, ἢ ἀντιλαμβανομένου (ὃ ποιεῖν ἕδει τοὺς Γραμματέας καὶ Φαρισαίους, οἳ τὸ ἐναντίον ἀνέτρεπον τοὺς λαοὺς) ὅμως ἔσωσεν αὐτοὺς ἡ ἐμὴ δύναμις. Πλεῖστοι γὰρ ἐπίστευσαν ἐξ Ἰουδαίων. Τοῖς δὲ ἀπειθήσασι τὰ τῆς ὀργῆς ἀπήντηκε δίκαια. Τινὲς δὲ συμφώνως εἰπόντες, ὡς πληρωτὴς γενόμενος τῶν πατρικῶν ἐντολῶν, καὶ χωρήσας εἰς τὸν ὑπὲρ ἡμῶν θάνατον, καὶ πατήσας τοῦτον, ὡς ἐν ληνῷ, καὶ μολυνθεὶς, ὡς ἀπὸ πατητοῦ καρπὸς αὐτοῖς γενόμενος, ἑαυτὸν προσήγαγεν ὑπὲρ ἡμῶν τῷ Πατέρι δυσώπημα καὶ λυτρὸν, ἄνοδον εἰς οὐρανοὺς διδοὺς, οὓς ἔδει κάτω μένειν ἐκ τῆς ἀποφάσεως, καὶ συνάψας τοῖς ἄνω τοὺς κάτω. Ἀγγέλων δὲ ἀπορούντων ἀκούων, μὴ ἐκείνοις ἄγνοιαν προσάψῃς (ᾔδεσαν γὰρ τὰ ὑπὸ τοῦ Σωτῆρος οἰκονομούμενα, ἀφ' οὗ καὶ σεσάρκωται), ἀλλ' ἡγοῦ διδασκαλίαν τὸ πρᾶγμα, ὅτι καὶ ἄγγελοι χαίρουσιν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, καὶ τοῦτον ἀνυμνοῦσι θαυμάζοντες, πῶς τὸν ἡμῖν ὀφειλόμενον ἐδέξατο θάνατον. Οὐδὲ γὰρ ἂν εἴποις ἀγνοεῖν τοὺς ἀγγέλους, ὡς 2672 οὐδὲ ὁπλοφορεῖν, εἰ καὶ οὕτως ἐφάνησαν τῷ Γιέζι τὴν δειλίαν αὐτοῦ διορθούμενοι. Ταῦτα τοίνυν εἰπόντες, καὶ καθ' ἱστορίαν ἐξέλαβον, λέγοντες· ὡς προαναφωνήσας αὐτοῖς τοῦ Θεοῦ τὴν ἀντίληψιν πρὸς τὴν τῶν ἐπιόντων ἐπιβουλὴν, ἀμφισβητοῦσι τίς ὁ ῥυσόμενος, φησίν· Ὁ τοὺς ἐξ Ἐδὼμ τοὺς ἐπιθεμένους μετὰ τῶν ἐχθρῶν ὑμῶν ὑμῖν, καὶ τὰς τῆς φυγῆς διεκδρομὰς ἀποφράξαντας ἀνελεῖ, ὡς μεμολύνθαι δοκεῖν τῷ ἐκείνων αἵματι. Ἐδὼμ δὲ λέγει τοὺς υἱοὺς Ἡσαῦ, Βόσορ δὲ τὴν βόστραν. Δικαίᾳ τοίνυν αὐτοὺς μέτεισι ψήφῳ. Θεὸς γὰρ ἀνθρώπους εἰς κρίσιν καλεῖ, τὸ δίκαιον τῆς τιμωρίας ἐπιδεικνύμενος, καὶ ὡς ἐξ ἑαυτῶν ὑπομένουσιν. Αὐτὸς γὰρ δίκην ἐπάγων ὑπὲρ σωτηρίας ποιεῖ, ἢ ἵνα σωθῶμεν μετανοήσαντες, ἢ περιπέσωμεν κουφοτέρᾳ τῇ κρίσει τοῦ μέλλοντος. Τιμωρούμενος δὲ τοὺς ἐξ Ἐδὼμ ἤρκει ἑαυτῷ μηδενὸς συμμαχοῦντος δεόμενος. Λόγῳ γὰρ ἀναιρεῖ, καὶ ἱκανὸν αὐτοῦ μόνον τὸ θέλημα, ἐξαλεῖψαι δὲ αὐτοὺς βουλομένου Θεοῦ, οὐκ ἦν τι βοηθοῦν αὐτοῖς. Οὐκ ἦν γὰρ ἐν αὐτοῖς δίκαιος δυσωπῆσαι δυνάμενος τὸν Θεόν. ζιθʹ. 9Τὸν ἔλεον Κυρίου ἐμνήσθην· τὰς ἀρετὰς Κυρίου, ἐν πᾶσιν οἷς Κύριος ἡμῖν ἀνταποδίδωσι. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Καὶ εἶπεν, Οὐχ ὁ λαός μου τέκνα; Οὐ μὴ ἀθετηθῶσι. Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν. Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ἔσωσεν αὐτοὺσ9, κ. τ. λ. Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας πεπλήρωται, καὶ μέτεισιν εἰς ἑτέραν ὑπόθεσιν, ἐν ᾗ κατηγορεῖ ἑαυτοῦ ὁ λαὸς, ὡς εἰς ἄνωθεν εὐεργέτην τὸν Θεὸν ἡμαρτηκὼς ἀποβέβληται. Καθ' ἑτέρους δὲ, Θεοῦ τὴν κατὰ τῶν ἠπιθηκότων εἰπόντος ὀργὴν, ὁ προφήτης οὐκ ἐᾷ χωρεῖν αὐτοὺς εἰς ἀπόγνωσιν, φιλανθρώπου τυγχάνοντος τοῦ Θεοῦ. Κατ' ἄλλους δὲ, πρὸς τὸ πλῆθος τῶν δειχθέντων ἀγαθῶν τῷ προφήτῃ, ἐν οἷς ἦν καὶ ἡ κατὰ τῶν ἀλλοφύλων ὀργὴ, μὴ τὸ πρὸς Θεὸν ἐπιδειξαμένων εὐχάριστον, αὐτὸς διηγεῖται τοῦ Θεοῦ τὸν ἄνωθεν ἔλεον. Οὐ γὰρ ἐπιλήσομαι, εἰ καὶ σκυθρωπὰ μετῆλθεν ἡμᾶς ἐν τέλει, καὶ ἀπεβλήθημεν. Ἀντὶ δὲ τοῦ, ἐν ἅπασιν οἷς ἀνταποδίδωσιν ἡμῖν, ὁ Σύμμαχος, περὶ πάντων ὧν εὐηργέτησεν ἡμᾶς, εἴρηκε, καὶ ἀντὶ τοῦ, Κριτὴς ἀγαθός· ἐκ πλήθους ἀγαθωσύνης. Πλὴν οὐχ ὡς κριτὴς ἀκριβὴς παραμετρεῖ τὴν ἐφ' ἡμᾶς ὀργὴν τοῖς πλημμελήμασιν, ἀγαθότητι ταύτην κιρνῶν. Ἀκρότης μὲν γὰρ ὢν δικαιοσύνης οὐκ ἀθώους ἐᾷ, ἀγαθότητι δὲ τὸν θυμὸν ἡμεροῖ. Σέσωσται γὰρ τὸ κατά

Intertext edge

Open linked passage

Note