Commentarii in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
2673.1
λειμμα. Δεῖγμα δὲ μέγιστον τῆς ἀγαθότητος, τὸ ἀξιῶσαι τέκνα καλεῖν τὸν λαὸν, εἰ μὴ ἀθετοῖεν τὴν χάριν. Διὸ κατὰ Σύμμαχον εἴρηται· Πλὴν λαός μού εἰσιν υἱοὶ οὐκ ἀσυνθηκοῦντες. Οὓς ἀπήλεγχεν ἐν ἀρχῇ λέγων· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἐχρῆν γὰρ ὡς τέκνα πείθεσθαι τῷ πατέρι, καὶ αὐτάγγελον ἐπὶ σωτηρίᾳ παρόντα δέξασθαι τὸν Υἱὸν, οὐχ ἑτέρῳ τινὶ διακόνῳ χρησάμενον· οὐ γὰρ ἦν πρέσβυς, [φησὶ] προφήτης, οὐκ ἄγγελος. Καὶ ἐν Αἰγύπτῳ δὲ, φασὶν, εἰ καὶ μέσος ἦν Μωσῆς, ἀλλ' αὐτὸς ἐνήργει δι' ἐκείνου τὰ μέγιστα. Καὶ μοσχοποιήσασιν ἠπείλησεν ἄγγελον πέμψειν τὸν ἡγησάμενον. Καὶ δυσφοροῦντος Μωσέως, αὐτὸς ἡγεῖσθαι κατεπηγγείλατο. Καὶ αὐτὴν δὲ τὴν παρουσίαν, οὐχ ἵνα κρίνῃ, πεποίηται, καίτοι κριτὴς ὢν, ἀλλ' ἵνα τὰς ἁμαρτίας ὁμολογήσουσι παράσχῃ τὴν ἄφεσιν διὰ πίστεως. Θέλει γὰρ καὶ ἡμᾶς ἑαυτοῖς ἀγαθῶν αἰτίους, καὶ μὴ τῶν ἐναντίων καθίστασθαι. Τοιγαροῦν τῆς αἱμοῤῥοούσης τὴν πίστιν αἰτίαν ἔφησε τῆς ἰάσεως. Ὅσον γὰρ ἧκεν εἰς αὐτὸν, ὡς πατὴρ τέκνοις εἰς ἀγαθῶν πρόκειται χορηγίαν, διηνεκῆ προτείνων τὸν ἔλεον, πλὴν εἰ μή τις ἁμαρτῶν διακόψειεν. Τὰ μὲν οὖν τῆς αὐτοῦ φιλανθρωπίας τοιαῦτα. Μὴ παρασχόντες δὲ πρόφασιν αὐτῷ τῆς ἑαυτῶν σωτηρίας, εἰς πόλεμον ἐπεσπάσαντο. Ὡς γάρ φησι καὶ Δαβίδ·" Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ; παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ." Παρώργισαν δὲ καὶ τὸ πνεῦμα Χριστοῦ, τὴν ἀπείθειαν νοσήσαντες. Διὸ κατέστη πολέμιος. Ἵνα γὰρ μὴ δαίμοσι τὴν ἐπαγομένην αὐτοῖς ἐπιγράφοιεν δίκην, αὐτὸς αὐτοῖς λέγεται πεπολεμηκέναι. Καὶ γὰρ Ἰὼβ, καίπερ εἰδὼς ἐκ τοῦ διαβόλου γίνεσθαι τὰς ἐπαγωγὰς, αὐτοῦ μὲν οὐ μέμνηται, τῷ δὲ συγχωροῦντι ἐπιγράφει Θεῷ. Πεπολέμηκε δὲ τὸν λαὸν εἰς νοῦν τὰ πρῶτα λαβὼν, καὶ ὡς οὐ νῦν πρῶτοι τοιοῦτοι γεγόνασιν. Αὐτίκα, καὶ διὰ Μωσέως τοσαύτης πειραθέντες διὰ θαυμάτων εὐεργεσίας, τὸν αἴτιον ἀποστραφέντες ἐμοσχοποίησαν, μὴ σκοπήσαντες ὡς θάλατταν τεμὼν Ἐρυθρὰν, ὡς ἵππον, αὐτοὺς διὰ ταύτης διήγαγεν, ἐπιστήσας αὐτοῖς Μωσῆν, οἷα προβάτοις ποιμένα, διὰ τῶν σημείων ὑψώσας αὐτόν. Τοῦτο γὰρ τὸ ἀναγαγεῖν, ἤγουν ἐμφανῆ καταστήσας λανθάνοντα καὶ κρυπτόμενον, ὃν καὶ προφήτην ἀπέδειξεν τοῦ ἰδίου πληρώσας πνεύματος. Τινὲς δὲ ποιμένα τὸν Ἰωσὴφ ἔφασαν, οὗπερ ἀναγαγὼν τὰ ὀστᾶ, μετὰ τῶν πρὶν ὑποχειρίων διήγαγεν, δεικνὺς ὡς οὐδὲ νεκρῶν τῶν ἁγίων ἐπιλανθάνεται, ζωοποιεῖν αὐτὰ προαιρούμενος. Ἄλλοι τὸν Χρι 2676 στὸν ἔφασαν ἐκ γῆς ἀναχθέντα, ἢ διὰ τὴν ἀνάστασιν, ἢ καὶ διὰ τὴν ἀπὸ γῆς αὐτοῦ γέννησιν. Ἡμέρας δὲ αἰωνίους, ἢ τὰς ἀρχαίας, ἢ τὰς ἀεὶ μνημονευτούς φησιν. Τὸ δὲ, ποῦ ἐστι; τῆς αὐτῶν λήθης κατηγορεῖ. Σύμφωνον δὲ τὸ," Κατέβη γὰρ πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς." Καὶ Δαβὶδ δέ φησιν·" Ἐξαπέστειλεν τὸ πνεῦμα αὐτοῦ, καὶ ἰάσατο αὐτούς." Ὁ δὲ Θεὸς τὸ πνεῦμά ἐστιν. Ἀντὶ δὲ τοῦ, Κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ὁ Σύμμαχος, Ὁ ῥήξας ὕδατα ἔμπροσθεν αὐτῶν, εἴρηκεν. Καὶ κατίσχυσε δὲ νοήσεις, ὅτι νενίκηκεν αὐτῶν τὴν φύσιν πήξας αὐτά. Ἐπάγη γὰρ, φησὶν, ὡσεὶ τεῖχος τὰ ὕδατα ῥευστὰ τῇ φύσει τυγχάνοντα· ἤγουν πρὸς τὸ παγῆναι ἔδωκεν αὐτοῖς ἰσχύν. Καὶ τῷ μετὰ ταῦτα, φασὶ, Διήγαγεν αὐτοὺς, ὡς ἵππον ἐν πεδίῳ, μετὰ πάσης ἀνέσεως, ἰσοδυναμεῖ τὸ ἐν Ψαλμοῖς·" Ἀνήγαγεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ὡδήγησεν αὐτοὺς, ὡς ποίμνιον ἐν ἐρήμῳ." Ὁμοῦ δὲ καὶ τὸν λαὸν ἔσωζε, καὶ αὐτὸς ἐδοξάζετο ποιῶν ἑαυτῷ ὄνομα. Ὁ δὲ Σύμμαχος αὐτῶν ἔφη· τοῦτ' ἔστι, τὸν ἴδιον δοξάζων λαόν. Ἀναισθήτους τοίνυν εὑρὼν, γέγονε δυσμενής. Οὐ μὴν ἀπογνωστέον· ἀλλ' ἐπιμείνωμεν ἐγώ τε καὶ ὅσοι θεοφιλεῖς ταῖς πρὸς αὐτὸν ἱκετείαις, λέγοντες· Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ· εἴγε κρείττους γενοίμεθα, καὶ ἄξιοι τοῦ λέγειν, Ἴδε. Τινὲς δὲ ἀπὸ παντὸς τοῦ ἔθνους φασὶ τὰς λιτάς· ἄλλοι τοῦ προφήτου μόνου. Ἀπ' οὐρανοῦ δὲ γνωρίζει τὸν Θεὸν, οὐχ ὡς τόπῳ περικλειόμενον, ἀλλ' ὡς ἐν ἀξίαις ἀναπαυόμενον ταῖς ἄνω δυνάμεσιν. Διὸ καὶ οἶκον καὶ θρόνον λέγει τὸν οὐρανόν· ἤγουν ἀναφέρων ἐκ τῶν γηΐνων πραγμάτων τὰ τῶν ἀκουόντων φρονήματα καταπεπτωκότα πρὸς γῆν, ὡς ἂν μηδὲν φρονοῖεν περὶ Θεοῦ ταπεινόν. Τὰ γὰρ πάντα συνέχων, καὶ κυβερνῶν, γνωρισθείη ἂν εἰκότως ἐξ οὐρανοῦ. Ὑπομιμνήσκουσι δὲ τὸν Θεὸν, ὡς πολλάκις οὐ δι' αὐτοὺς, διὰ δὲ τὸν ἴδιον ζῆλον, γέγονε περὶ τούτους φιλάνθρωπος ἀναξίους ὑπάρχοντας, ὡς καὶ καταξιώσας εἰπεῖν, Ὁ λαός μου τέκνα. Ὡς δὲ μηκέτι μετέχοντες τοῦ ζήλου, καὶ τῆς ἰσχύος αὐτοῦ, ταῦτά φασιν, οὐχ ὡς ἐκείνων ἐκλελοιπότων. Ἐζήλου γὰρ πάλαι δουλεύοντας Αἰγυπτίοις, αἰχμαλώτων τε γεγονότων ἔφασκεν· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν. Εἶτα τοῖς ἑλοῦσι φήσας ὀργίζεσθαι, ἐπάγει· Ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. Τινὲς δὲ ζῆλον τὴν εἰς αὐτοὺς ἐδέξαντο πρόνοιαν. Τοιγαροῦν ὀργιζόμενος τῷ λαῷ λέγει· Ἀρῶ τὸν ζῆλόν μου ἀπὸ σοῦ, τοῦτ' ἔστι, τὴν κηδεμονίαν. Οὐδὲ γὰρ Ἀβραὰμ ἦν πατὴρ ἡμῶν, εἰ καὶ τῇ γενέσει διηκονήσατο Σὺ δὲ ὁ ἐκ μὴ ὄντων παραγαγὼν, καὶ 2677 Πατὴρ πάντων πνευμάτων, καὶ τῶν κατ' εἰκόνα τὴν σὴν πεποιημένων ψυχῶν. Ἐκεῖνος γὰρ εἰ καὶ τὴν ἐπαγγελίαν εἴληφεν, ἀλλ' ἡμᾶς οὐ τεθέαται. Ὅθεν ἐλέησον ἡμᾶς, οὓς τὸ σὸν ὄνομα κοσμεῖ. Κλῆρος γάρ σου κεκλήμεθα. Τῷ σῷ τοίνυν ὀνόματι χάρισαι, ὡς ἂν μὴ βλασφημῆται παρὰ τοῖς ἔθνεσιν. Ταῦτα ἐξ οἰκείου προσώπου, καὶ τῶν εὐλαβεστέρων εἰπὼν ὁ προφήτης, εἰσάγει τοὺς ἐν τῷ λαῷ φιλαιτίους οὐκ ὀκνοῦντας αὐτῷ πολλάκις καταμέμφεσθαι τῷ Θεῷ λέγοντας· Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ὡς ἂν αὐτὸν τῆς ἐκπτώσεως, ἢν διὰ Χριστὸν ὑπέμειναν, αἰτιώμενοι, κατὰ τοὺς λέγοντας ἀπὸ τοῦ λαοῦ παντὸς τὸν λόγον εἰρῆσθαι· ἤγουν ἀπὸ τοῦ προφήτου, ὃς πάντα, φασὶν, ἐπὶ τὸν Θεὸν ἀναφέρει, οὐχ ὡς τοῦ ἁμαρτάνειν αἴτιον, ἀλλ' ὡς συγχωροῦντα· δι' ὧν οὐ παραχρῆμα δίκην εἰσπράττεται. Οὕτως ἁμαρτάνοντες πεπρᾶσθαι λεγόμεθα παρ' αὐτοῦ, ὡς ταῖς ἰδίαις ἁμαρτίαις ἐκδεδομένοι. Διὸ καὶ τοῦ Φαραὼ σκληρύναι λέγεται τὴν καρδίαν, διότι μακροθυμῶν, οὐκ ἀπὸ πρώτης αὐτὸν ἀνεῖλε πληγῆς, ὡς ἂν πολλάκις παιομένου, καὶ μὴ ἐπιστρέφοντος, ἀναίτιος δειχθῇ τὴν ἐσχάτην ἐπάγων πληγήν. Σὺ δ' οὖν, ὁ Θεὸς, διὰ τοὺς δούλους σου· καὶ γὰρ εἰκὸς εἶναί τινας ἐν τῷ πλήθει τοιούτους· ἤγουν διὰ τοὺς κατὰ γενεὰν εὐαρεστήσαντάς σοι· ἤγουν ἐπειδὴ ἅπαξ ἐφθάσαμεν κλῆρος ὀνομάζεσθαι σὸς, εἰ καὶ μὴ δι' εὐπειθείας δουλεύομεν. Ἔτι δὲ καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ὅπερ εἰς ταὐτὸν τείνει. Ἤγουν τοὺς κατ' εἶδος εὐαρεστοῦντάς σοι ἐπίστρεψον ἡμᾶς, ἵνα προφάσει τῶν ἀξίων δυνηθῶμεν καὶ ἡμεῖς μικρᾶς μερίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ ὄρει ἁγίῳ. Φίλον δὲ τῇ Γραφῇ ὄρος ἅγιον τὴν Ἐκκλησίαν καλεῖν, ἧς γεγόνασι βραχύ τι μέρος οἱ ἐξ Ἰσραὴλ, διὰ τὸ κατάλειμμα, τοῦ ἐξ ἐθνῶν ἀπείρου πλήθους πιστεύσαντος. Εἰκὸς δὲ αὐτοὺς αἰτεῖν καὶ ἐν τῇ ἄνω πόλει βραχύ τι μέρος κληρονομεῖν. Τινὲς δέ φασιν, τῶν Ἀσσυρίων τὴν γῆν αὐτῶν ἐσχηκότων, ἀντοικισάντων τε τοὺς Γοθοαίους, οἳ καὶ Σαμαρεῖται τῷ τόπῳ παρωνομάσθησαν, περιλειφθῆναι δύο ἥμισυ μόνον φυλὰς, αἳ βραχύ τι μέρος κατεῖχον. Ὁ προφήτης αἰτεῖ ὅπερ ἔχειν ἐδόκουν, αὐτοῖς φυλαχθῆναι πρὸς μνήμην τῆς ἐξ ἀρχῆς εἰς τὸ γένος αὐτῶν εὐμενείας, ἧσπερ ἀρθείσης, ὡς μὴ λαὸς ἐσόμεθα σὸς, μηδὲ μερίς σου χρηματίσαντες, ἤγουν ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε τὴν ἐν Αἰγύπτῳ διατριβὴν ἐποιούμεθα, οὐ προφήτας, οὐχ ἱερέας, οὐ βασιλεῖς ἐσχηκότες, οὐδὲ τῶν σῶν χαρισμάτων οὐδὲν, πρὶν ἡμῖν ἀποσταλῆναι τὸν Μωσέα. Τότε γὰρ οὐκ ἐλεγόμεθα σοί. Καὶ νῦν δὲ εἰς τὸ αὐτὸ περιέστημεν τέλος, ὑπὸ πόδας πεσόντες τοὺς διαβολικοὺς, καὶ κοσμικαῖς ἐκδοθέντες ἐπιθυμίαις. Ταύτας γὰρ 2680 πλινθοποιοῦντες ἐλατρεύομεν πνεύμασι πονηροῖς. Ὃ καὶ νῦν γίνεται. Τοῦτο δὲ παρίστησιν ὁ Σωτὴρ περὶ τοῦ ἐξελθόντος πνεύματος λέγων, καὶ ὑποστρέψαντος μεθ' ἑτέρων πονηροτέρων ζʹ, ὅτε τὰ ἔσχατα χείρονα τῶν πρώτων εἰπών· Οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ. Οὐκοῦν τὰ νῦν εἰρημένα προφητικῶς ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν ἐπιδημίαν ἀνάγεται, ὅτε διὰ τὰ κατὰ Χριστοῦ παρεώρανται, ὡς ὅτε τούτων οὐκ ἦρχε Θεός. Ὁ δὲ Σύμμαχος τὴν ὅλην οὕτως ἐξέδωκε ῥῆσιν· Ἐγενήθημεν ὡς ἀπ' αἰῶνος, ὧν οὐκ ἐξουσιάσεις, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου αὐτοῖς, οὐδὲ ῥήξας οὐρανοὺς κατέβης ἀπὸ προσώπου σου. Ὄρη κατέῤῥευσεν ὡς ἔκκαυσις πυρός. Ἐτάκη θάλασσα· ὕδατα ἐπτοήθησαν. Τοιοῦτοι γὰρ, φησὶ, γεγόναμεν, ὡς μηδὲ πώποτε τῶν σῶν πειραθέντες θαυμάτων, ἅπερ ἔδειξας ἐπὶ Μωσέως. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Γεγόναμεν ὡς τὸ ἀπαρχῆς. Πλὴν ἴσμεν, ὡς ἐὰν θελήσῃς ἀνοῖξαι τὸν οὐρανὸν, ὡς Θεὸς, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη· τὰς ἀντικειμένας δηλονότι δυνάμεις, τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου. Καὶ τὰ ἔθνη δὲ, τὰ μὴ εἰδότα σε, ταράξεις. Ἔθος δὲ τοῖς προφήταις τὴν κατὰ τοῦ Ἰσραὴλ ἡμαρτηκότος ὀργὴν εἰς τοὺς ἀλλοφύλους αἰτεῖν ἀποπέμπεσθαι. Καὶ ἐν Ψαλμοῖς γάρ φησιν·" Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο." ΚΕΦΑΛ. ΞΔʹ. αιβʹ. 9Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. Καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοισ9, κ. τ. λ. Καὶ νῦν δέ φησιν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν τῇ καθόδῳ τῆς ὀργῆς, ὡς ἐν καιρῷ τοῦ κατακλυσμοῦ (ἀνεῴχθησαν γὰρ οἱ καταράκται τοῦ οὐρανοῦ), ἔσται σου φανερὸν τὸ ὄνομα ἐν τοῖς ὑπεναντίοις, ὡς ὅτε Σοδομίταις ἠφίει τὸ πῦρ, καὶ πληγαῖς πολλαῖς ᾐκίσατο Φαραώ. Διὰ τῆς οὖν κατ' ἐκείνων ὀργῆς, μὴ διὰ τῆς καθ' ἡμῶν, φανερώσῃς τὴν σεαυτοῦ δόξαν. Τὰ δὲ παρόντα ταῦτα, παραστατικὰ τοῦ μὴ δι' ἀσθένειαν τοῦ Θεοῦ τοιαῦτα παθεῖν τὸν λαὸν, διὰ δὲ μόνας ἁμαρτίας ἐγκαταλελεῖφθαι. Τοσαύτη γὰρ ἡ τοῦ Θεοῦ δύναμις, ὡς οὐρανοῦ καὶ τῶν ὑπὸ τούτου κρατεῖν. Ὅθεν ἀπ' αἰῶνος οὐκ ἠκούσαμεν τίς ἕτερος τοιοῦτος Θεὸς, οὐδὲ τοιούτων ἔργων τεθεάμεθα ποιητήν· Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε· καὶ, Οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται. Ἀφ' ὧν δὲ ποιεῖ καὶ πράττει γνωρίζεται." Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται." Καὶ τὸν Χριστὸν δὲ ἵσως αἰνίττεται τὸν καὶ ἐπὶ τοῦ Σινᾶ φανέντα διὰ τῆς ἐμφαινομένης πᾶσι δόξης. Φησὶ γὰρ, Ὡς ἑώρα πᾶς ὁ λαὸς τὴν 2681 δόξαν Κυρίου. Τοῖς δὲ ὑπομένουσί σε, τοῦτ' ἔστι τοῖς ἐλπίζουσιν ἐπὶ σὲ, ἐπιδαψιλεύει τὸν ἔλεον. Ἕψεται γὰρ πάντως τοῖς τῆς δικαιοσύνης ἐργάταις. Ὁδοὺς γὰρ Κυρίου λέγει τὰς ἐντολὰς, ὥσπερ οὖν ὁ Δαβίδ· Ἐν τῇ ὁδῷ σου ζήσομαι, καὶ πάλιν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτ' ἂν ἐπλάτυνας τὴν καρδίαν μου. Ἰστέον δὲ ὡς τὸ, Οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον, εἴρηται μὲν εἰς τὸ τῆς θείας δυνάμεως ἀπαράβλητον. Ὁ δὲ Παῦλος μηδὲν τούτῳ λυμαινόμενος, εἰς τὰ ἐπαγγελθέντα τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐξείληφεν ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν. Οὐδὲν γὰρ τοιοῦτον οὐ θεατὸν, οὔτε μὴν ἀκουστόν. Καὶ ἀλλαχοῦ δέ φησιν· Ἀρθεὶς ἕως τρίτου οὐρανοῦ ἤκουσα ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· οὐχ ὡς ἐνταλθεὶς μὴ εἰπεῖν, ἀλλ' ὡς μὴ φρᾶσαι ταῦτα πρὸς ἀξίαν δυνάμενος. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· ὡς εἰ σαφέστερον ἔλεγεν, Ἐπειδὴ ἡμεῖς ἡμάρτομεν, σὺ ὠργίσθης. Καὶ ἄλλως δὲ, Θεοῦ ἡμᾶς ἀποστραφέντος δι' ἁμαρτίας, μεῖζον ἐν ἡμῖν τὸ κακὸν ἐμφύεται· ὡς παιδαγωγοῦ τινος ἀπειλήσαντος μὲν πολλάκις, καὶ τύψαντος, τέλος δὲ παριδόντος νέον συνεχῶς ἁμαρτάνοντα. Μείζω γὰρ οὗτος τῶν κακῶν ἕξει τὴν ἄδειαν. Εἰ γὰρ Θεοῦ συνεργοῦντός ἐσμεν ἀγαθοί· δῆλον, ὡς ἀποστραφέντος, μειζόνως κακοί. Θεὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Καὶ γὰρ ἔφη Χριστός· Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Καὶ περὶ τῶν ἁγίων φησὶν ὁ Δαβίδ·" Ὅτι τὸ καύχημα τῶν δυνάμεων αὐτῶν εἶ σύ." Καὶ ἀλλαχοῦ δέ φησιν·" Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς." Οὐ γὰρ ἐφ' ἡμῖν τοσοῦτον, ὅσον ἐν Θεῷ, τῆς σωτηρίας ἡ δύναμις. Ἀλλὰ καὶ ἐπλανήθημεν, φησὶ, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι. Εἰ δὲ καὶ δόξει τις ἐν ἡμῖν δικαία πρᾶξις εὑρίσκεσθαι, ἐῤῥυπωμένη καὶ αὕτη καὶ ἄτιμος ἐξελέγχεται. Καὶ πῶς γὰρ ἂν εἴη δικαιοσύνη παρ' αὐτοῖς εἰς Χριστὸν ἠσεβηκόσι, τὴν ὄντως δικαιοσύνην; Ἀκάθαρτοι τοίνυν, κἂν δοκοῖέν τινες ἐπιεικεῖς ἐν αὐτοῖς. Κἂν γὰρ παρατηροῖεν τὰς ἐντολὰς, ἀλλὰ διάθεσιν οὐκ ἔχουσι πρὸς Θεόν. Τοῦτο δὲ καὶ ἔκρευσιν ἡμῖν, ὡς φύλλοις ἐκ δένδρου πεποίηκεν, τῆς ἑαυτῶν ῥίζης ἐκπεπτωκόσι. Καὶ ὁ μὲν Ἀπόστολος τοῦ ἔθνους κατηγορῶν, ὡς κλάδους ἀπὸ δένδρου κεκλᾶσθαί φησιν. Ὁ δὲ τὴν κατηγορίαν ἐπιτείνων, φύλλοις παρέβαλεν ἐξ ἀνέμου ῥιφεῖσιν. Εὐπαρακόμιστον γὰρ ἐσχήκασι τὴν καρδίαν, καὶ οἷον παντὶ περιφερομένην πνεύματι. Καὶ πῶς γὰρ ἦν ἡμᾶς εὖ πρᾶξαι τὴν ἀποστροφὴν τὴν παρὰ σοῦ, φησὶν, ὑπομείναντας; Οὐδὲ γὰρ εὑρέθη τις ἐν ἡμῖν ὁ δυσωπῆσαι δυνάμενός σε δικαιοσύνῃ καὶ προσευχαῖς. 2684 Πλὴν ἀλλὰ καὶ οὕτως Πατέρα γινώσκομεν, καὶ πλάστην ἡμέτερον, εἰ καὶ σκευῶν ὀστρακίνων δίκην ῥηγνύμεθα συντριβόμενοι. Διὸ δίδου συγγνώμην τῇ τοιαύτῃ σαθρότητι. Ὃν γὰρ ἐξ ἔργων οὐκ ἔχουσι δυσωπεῖν, ὡς δημιουργὸν εὐμενίζονται, σώζειν αἰτοῦντες, οὓς τὴν ἀρχὴν εἰς τὸ εἶναι παρήγαγεν. Ὡς δὲ τῆς ὀργῆς ἄξια πράξαντες, ἐλευθέραν οὐκ ἔχουσι παῤῥησίαν, ἀγαπητὸν κρίνοντες τὸ μὴ ταύτην ἐπιταθῆναι. Ὅτι μὲν γάρ σου λίαν ἐπωφελὴς ἡ ὀργὴ, δῆλον· πλὴν δι' ἀσθένειαν οὐ φέρομεν αὐτῆς τὴν ἐπίτασιν. Διὸ καὶ Δαβὶδ αἰτεῖ μὲν ἐλεγχθῆναι, ἀλλ' οὐ θυμῷ, καὶ παιδευθῆναι, ἀλλ' οὐκ ὀργῇ. Φησὶ δέ· Μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Τοῦτο δέ φησιν ὁ προφήτης, εἰδὼς αὐτοὺς τῇ τοῦ ἤθους ἐπιμένοντας πονηρίᾳ, ἐφ' ὧν εἰς δίκην καὶ τὰ προλαβόντα συνάγεται. Εἰ δὲ καὶ πατρικῆς ἀδικίας γένοιντο κληρονόμοι, καὶ τὰς ἐκείνων ἐφ' ἑαυτοὺς ἕλκουσι δίκας. Τοιγαροῦν ἐν ἑκατοστῷ ὀγδόῳ ψαλμῷ διὰ τὸν Ἰούδαν λέγων, Ἀναμνησθείη, φησὶν, ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ. Εἰ δὲ μὴ πάντα γέγονεν ἐπ' αὐτοῦ τὰ ἐν κατάρας λεγόμενα σχήματι, μὴ θαυμάσῃς· προλέγει γὰρ Θεὸς, φοβεῖν, οὐκ ἐπάγειν βουλόμενος. Ἄλλως τε λέγει τὰ κεχρεωστημένα τῇ πονηρίᾳ. Ὃ δὲ μὴ τούτων ἐπάγεται, τῇ φιλανθρωπίᾳ λογίζου. Πάλιν δὲ εἰς οἶκτον ὁ προφήτης τὸν Θεὸν ἐπισπώμενος, τὰ ἐξ ἀρχῆς ὑπάρξαντα τῷ λαῷ μνημονεύει συνθήματα, Λαόν σου, λέγων, καὶ πόλιν μὴ παρίδῃς, ἐν ᾗ τὰ ἅγια, καὶ ἡ σκηνὴ, καὶ ἡ κιβωτὸς, ὅ τε σταθείς σοι νεὼς, ἃ καὶ περίβλεπτα πᾶσιν ἐτύγχανεν· τοῦτο τῶν πατέρων προειρηκότων περὶ τοῦ ναοῦ, ὡς καὶ πυρίκαυστος γέγονεν, ὡς ἐν κατάρας μέρει κεῖσθαι, ὡς ὅτ' ἄν τις λέγοι· Πάθοιμι, ἢ καταστραφείην, ὡς Ἱερουσαλὴμ, ὅ τε ταύτης ναός. Ταῦτα δὲ γέγονεν οὐ διὰ σὴν ἀσθένειαν, ἀλλ' ἡμῶν ἠσεβηκότων εἰς τὸν Χριστόν. Τινὲς δὲ κατάραν ἔφασαν τὴν κατάῤῥησιν. Οἱ γὰρ ἑλόντες τὴν Ἱερουσαλὴμ θεοὺς μὲν τοὺς ἰδίους ἐδόξαζον, ἀσθενείας δὲ τὸν ταύτης ᾐτιῶντο Θεόν. ΚΕΦΑΛ. ΞΕʹ. αιβʹ. 9Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ λαὸς οὗτος ὁ παροξύνων με, ἐναντίον ἐμοῦ διαπαντὸς, αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἂ οὐκ ἔστιν9, κ. τ. λ. Τῶν μὲν ἐξομολογησαμένων δι' εὐχῆς, τῶν δὲ ὀνειδισάντων ὡς πλανήσαντι τῷ Θεῷ, ἀποκρίνεται δυνάμει λέγων· Πῶς ἂν παρεῖδον εὐχομένους, ὁ μὴ τὸν 2685 θάνατον τοῦ ἁμαρτωλοῦ ζητῶν, ὡς τὴν μετάνοιαν; Πῶς δ' ἂν ἐπλάνησα, ἐπιστρέφειν πάντας παρακαλῶν, καὶ ἀνίστασθαι πίπτοντας; πῶς δ' ἂν ἐσκλήρυνον ὑμᾶς, ὁ καὶ τοῖς μακρὰν ἀφεστῶσιν ἐμοῦ διὰ φιλανθρωπίαν ἐπιτρέχων αὐτόματος, ὡς καὶ τοὺς ἀλλοφύλους γινώσκειν ἐμὲ, μηδὲν εἰς τοῦτο μοχθήσαντας, ἐμαυτὸν αὐτοῖς ἐπιδείξαντος; Ὁ δὲ περὶ τοὺς ἀλλοτρίους τοιοῦτος, πῶς περὶ ὑμᾶς ἀπηνής; Καὶ μὴν ἐξ ὑμῶν ἀπηρξάμην τῆς χάριτος, καλῶν εὐμενῶς, καὶ οἷα χερσὶν ἐκτεταμέναις γνησίους παῖδας περιλαβεῖν ἐπειγόμενος, καὶ μισοῦντας ὑμᾶς ἀγαπῶν. Τινὲς δὲ λέγουσιν, ὡς αὐτούς φησι μὴ ἐπερωτήσαντας. Ἀφ' ἑαυτοῦ γὰρ εἰς τὰς συναγωγὰς εἰσέτρεχεν, κηρύσσων καὶ θεραπεύων, ἔλεγέν τε αὐτοῖς· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ, Εἴτις διψᾷ, ἐρχέσθω πρός με. Ἀλλ' ἠκολούθουν ταῖς ἑαυτῶν ἁμαρτίαις. Καί τοι γεγωνότος ἐμοῦ· Ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Τινὲς δὲ πρὸς τὰ ἐν Αἰγύπτῳ, καὶ κατὰ καιροὺς λυπηρὰ, τὸν λόγον ἐδέξαντο, ὅτι μὴ κληθεὶς αὐτοῖς ἐβοήθει. Ἐγὼ γὰρ, ὁ καὶ διὰ Μωσέως χεῖρας ἐκπεταννὺς, πρὸς τὸ τοὺς μὲν οἰκειώσασθαι διὰ νίκης, τὸν δὲ Ἀμαλὴκ ἀπολέσαι, καί τοι κεχηνότων πρὸς εἴδωλα, καὶ ταῖς ἑαυτῶν ἐπιθυμίαις ἀκολουθούντων, ἀλλ' οὐ νῦν πρῶτον. Ὑμεῖς γὰρ οἱ ἐκ παντὸς αἰῶνός με παροξύναντες, θύοντες ἐνώπιον ἐμοῦ τοῦ πάντα ἐφορῶντος Θεοῦ, καὶ εἰπόντος· Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι [ἐναντίον ἐμοῦ] ἤγουν ἐν τῷ μοι ἀφιερωθέντι ναῷ; Καὶ διὰ Ἱερεμίου γὰρ ἔφη·" Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;" οὕτω τῆς Γραφῆς καλούσης τὸ εἴδωλον. Τὸ δὲ καὶ οὐκ εἰσὶ, περὶ τῶν δαιμόνων φησὶν, ὡς οὐκ ὄντων θεῶν, οἷς ἔθυον ἐν τοῖς ἐκ πλίνθων κατεσκευασμένοις βωμοῖς. Ἤγουν ἐπείπερ, ἡνίκα τοῖς δαιμονίοις εὔχοντο, τόπους πλίνθοις ἐοικότας διέγραφον, ἐφ' ὧν ἵσταντο. Ἐν μνήμασι δὲ λέγει, διὰ τὰς νεκυομαντείας, ἐν δὲ σπηλαίοις, ἔνθα ἵστων ἐπ' ὄρους ἀγάλματα, ἢ καὶ τελετὰς ἐπετέλουν τινὰς, ὑπὸ δένδρεσι μεγάλοις θυσίας προσάγοντες. Καὶ τοῖς ἔθνεσιν [φησὶν] ὁμοιούμενοι χοιρείων ἐνεφορεῖσθε κρεῶν, καὶ ἐκ τῶν θυσιῶν, ὧν προσεφέρετε δαίμοσιν, ἔψοντες τὰ περιττὰ, πᾶν σκεῦος ἐμολύνετε. Καὶ τοιαῦτα δρῶντες πυρὶ καὶ ὕδατι περιαγνιζόμενοι καθαροὺς ἑαυτοὺς ὠνομάζετε. Ἃ δὲ πάντα καπνός εἰσι τοῦ θυμοῦ μου. Πρὸ γὰρ τῆς ἐπιδημίας ἀρχή πως ἦν τῆς θείας ὀργῆς. Τὸν δὲ θυμὸν ἐξῆψαν τὰ κατὰ τοῦ Σωτῆρος τολμήσαντες. Ὁ δὲ καπνὸς εἰς πῦρ μετεβάλλετο. Ἐπειδὴ δὲ τοῖς ἀνθρώποις βοήθεια πρὸς λήθην τὰ γράμματα, τροπικῶς ἐκ τούτων δείκνυσι τὸ ἀνεπίληστον τοῦ Θεοῦ· ὁποῖον καὶ παρὰ Δανιὴλ τὸ, Βίβλοι ἀνεῴχθησαν, σημαῖνον τὴν πάντα γνῶσιν περιλαμβάνουσαν τοῦ Θεοῦ. Ἐπὶ δὲ τῶν βουνῶν ὠνείδισάν με, φησί. Οὐ 2688 γὰρ ἂν ἔθυον ἑτέροις, μὴ καταφρονοῦντες ὡς εὐτελοῦς, καὶ μηδὲ ὄντος Θεοῦ. Τὸ δὲ, Οὐ μὴ σιωπήσω, ἐπιμενόντων αὐτῶν δηλονότι. Τοιγαροῦν εἰ εὑρεθείη τις ἐν τῷ πλήθει σωτηρίας ἔχων ἐλπίδα, τούτων ἔξω γενήσεται. Εἰ γὰρ καὶ ὁ ἀμπελὼν Κυρίου ἀντὶ σταφυλῆς ἀκάνθας ποιήσας, ἀφανισθήσεται· ἀλλ' εἴπου τις εὑρεθήσεται σπάνιος ὡς ἐν ξηρῷ βότρυϊ ῥὼξ ὑγιὴς, ὡς εὐλογίας μετέχων, σωθήσεται· ὡς εἰ καὶ δεσπότης ἀγροῦ κωλύοι τμηθῆναι βότρυν ἔχοντα τὸν ἕνα ῥῶγα, εὐλογίαν ἔχειν εἰπὼν, οὕτω μέχρι πέντε δικαίων ὁ Θεὸς ὑπέσχετο σώζειν τὰ Σόδομα. Νῦν δὲ κατ' ἐπίτασιν ἀγαθότητος, δι' ἕνα [ῥῶγα] λέγει τὸν βότρυν σωθήσεσθαι, δηλαδὴ πόλιν, ἢ κώμην. Καὶ τὴν ἐπάνοδον γὰρ πεποίηκε διὰ Ζοροβάβελ, Ἰησοῦν τε καὶ Ἔσδραν, καὶ εἴ τις τοιοῦτος. Καὶ νῦν δὲ ἐξελοῦμαι, ἤγουν ὑψηλὸν ἀποδείξω τὸ ἐξ Ἰούδα σπέρμα καὶ Ἰακώβ. Τὸ δὲ σπέρμα δηλοῖ τὸ εἰς ἑτέρων καρποφορίαν συντελέσαι δυνάμενον· ὁποῖον τὸ," Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα," ὃ τὸν ἀποστολικὸν σημαίνει χορόν· ὃ, τῶν ἄλλων ἀπολλυμένων, τὸ ἅγιον ἐκληρονόμησεν ὄρος· φάσκοντες, Προσεληλύθαμεν Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, ἤγουν τὴν Ἐκκλησίαν κατὰ τὸ, Πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ, δι' ὧν ἐπληροῦτο καὶ τὸ, Ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις. Δρυμὸν συνήθως λέγων τῶν ἀλλοφύλων τὸ πλῆθος, παρ' οἷς Ἐκκλησίαι κατέστησαν, ἐπαύλεις καλούμεναι, καὶ φάραγξ Ἀχώρ. Τοῦτ' ἔστιν, ὥσπερ αὐτὴ γέγονεν ἀνατεθηματισμένη παγγενεὶ, τοῦτο ἀνάθημα κλέψαντος ἐμβληθέντος αὐτῇ· τοιαύτη τις ἦν ἡ χώρα τῶν ἀθέων ἐθνῶν, ἥτις εἰς ἀνάπαυσιν ἔσται βουκολίων τῷ ἐκζητήσαντί με λαῷ, ὃς ἦν ὁ ῥὼξ καὶ τὸ σπέρμα τὸ εἰρημένον, οἱ ἐκλεκτοί τε δοῦλοι. Συστήσονται γὰρ οὗτοι βουκόλιά τε καὶ ποίμνια, οὐκ ἐν τῷ Ἰσραὴλ, ἀλλ' ἐν τῷ δηλωθέντι δρυμῷ, καὶ τῇ φάραγγι τοῦ Ἀχὼρ, ὃς ἑρμηνεύεται, φασὶν, εὐρυχωρία. Ταῦτα μὲν τούτοις· τοῖς δὲ τὸ ἅγιον ἐγκαταλιποῦσιν ὄρος, καὶ συναφθεῖσι τοῖς ἐθνικοῖς, ὡς παρασκευάζειν τῷ μὲν ἀγάλματι τῆς τύχης τράπεζαν, τῷ δὲ δαίμονι κέρασμα τῷ ἐν αὐτῷ, ἐπαχθήσεται μάχαιρα. Κἂν ἐρωτήσῃς, Ἀνθ' ὅτου τἄλλα παρεῖς; ἐρῶ ὅτι δι' ἐμαυτοῦ καλῶν παρεγενόμην ὑμᾶς, ὑμεῖς δὲ οὐκ ὑπηκούσατε. Καθὰ προεῖπεν. Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Τινὲς δὲ τὰ τελευταῖα ταῦτα πρὸς τοὺς ἐξ ἐθνῶν ἀπειθήσαντας εἰρῆσθαί φασιν. Ὡς γὰρ οὐ γέγονεν ἀζήμιον τοῖς ἐξ Ἰσραὴλ τὸ ἀπειθῆσαι Χριστῷ (δέδοται γὰρ εἰς σφαγὴν, ἐλέῳ Θεοῦ σωθέντος τοῦ καταλείμματος), οὕτως ἐν τῇ τῶν ἐθνῶν κλήσει οἱ μὴ πεισθέντες παραδοθήσονται πρὸς σφαγὴν 2689 κατιόντες εἰς ᾅδου, καὶ τὴν διὰ πυρὸς ὑπομένοντες κόλασιν, οὓς καὶ τιμᾷν φησι τὴν τύχην, καὶ τὸ δαιμόνιον. ιγκεʹ. 9Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγωνται· ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίωνται· ὑμεῖς δὲ διψήσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται· ὑμεῖς δὲ αἰσχυνθήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ9, κ. τ. λ. Εἰπὼν τὸ κατ' ἐκλογὴν σπέρμα τοῦ Ἰσραὴλ, καὶ τὰς δι' αὐτῶν συστάσας Ἐκκλησίας· τοῖς δὲ ἀπολλυμένοις, κατὰ μέν τινας Ἰσραηλίταις, καθ' ἑτέρους δὲ ἐθνικοῖς, τὰς καταλλήλους εἰπὼν τιμωρίας· πρὸς τοὺς αὐτοὺς λέγει καὶ τὰ προκείμενα, διδάσκων ὡς δίκαιος ὢν ὁ Θεὸς, τοὺς πανταχόθεν αὐτῷ δουλεύοντας, ἀλλ' οὐ πάντως ἐξ Ἰσραὴλ ὑποδεξαμένους δώσει αὐτοῖς εἰς τροφὴν τὸν εἰπόντα, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, οὗπερ οἱ μὴ δουλεύοντες στερηθήσονται· καὶ οἱ μὲν τὸν μυστικὸν πίονται οἶνον, ἤγουν τὸ ὕδωρ, περὶ οὗ φησιν· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ," καὶ τὰ ἑξῆς, οἱ δὲ τούτῳ διψήσουσιν. Καὶ ἀναλόγως οἱ μὲν εὐφρανοῦνται. Καθαιρεῖ γὰρ ἁμαρτίας τὰ μυστικὰ, καὶ τὸν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξίστησι φόβον, καὶ ἀγαθὰ δίδωσιν ἐλπίζειν τὰ μέλλοντα· οἱ δὲ αἰσχυνθήσονται· καὶ οἱ μὲν ἀγαλλιάσονται, τούτων τυχόντες, οἱ δὲ τούτους ὁρῶντες οὐ σῶμα πονήσουσι, μικρὸν γὰρ τοῦτο, τὴν δὲ καρδίαν ὀδυνηθήσονται, τοῦ κριτοῦ τὰ πρὸς ἀξίαν αὐτοῖς ἀπονέμοντος. Τινὲς δέ φασιν, ὡς συγκαταβαίνων τοῖς Ἰουδαίοις, ἐξ ὧν ὡρίζοντο τὴν μακαριότητα, καὶ τὴν δίκην ὁρίζεται. Ἐν γαστρὶ γὰρ τὸ πᾶν ἐτίθεντο τῆς ἀπολαύσεως. Ὅθεν ἐπιστρέψαι βουλόμενος, τὴν τούτων στέρησιν ἐπῄνει, καὶ τὸ μηδὲ ὄνομα τούτων φέρεσθαι, ἀντεισαγομένων εἰς τὸν κλῆρον αὐτῶν, τῶν δικαίων, οὓς καὶ κλῆρος, καὶ ὄνομα πατέρων περιλελείψεται. Τὸ δὲ εἰς πλησμονὴν, εἰς μῖσος δηλοῖ, κατὰ συνήθειαν γραφικὴν, ὡς τὸ, Ἐγενήθητέ μοι εἰς πλησμονήν. Ὁ γὰρ κόρος ἀποστροφὴν ἀπεργάζεται. Βδέλυγμα τοίνυν ἔσεσθε, φησὶ, καὶ λεγόμενοι [υἱοί], οἱ δὲ δίκαιοι, λαὸς ἅγιος, ἔθνος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, κατὰ τὴν Πέτρου φωνήν. Καὶ ταῦτα, εἰ πρὸς ἐθνικοὺς καὶ εἰδωλολάτρας ὁ λόγος· εἰ δὲ πρὸς τοὺς ἐξ Ἰσραὴλ ἀπειθήσαντας, ὅτι ὅπερ ἦσαν αὐτοὶ, τέκνα, καὶ λαὸς, καὶ κλῆρος Θεοῦ χρηματίζοντες, τοῦτο οἱ ἐξ ἐθνῶν πεπιστευκότες γενήσονται· καὶ τοῦτο τὸ διὰ φωνῆς Ὠσηέ· Καὶ καλέσω τὸν λαόν μου οὐ λαόν μου. 2692 Τὸ δὲ, εἰς πλησμονὴν, εἰς ὅρκον ἐξέδωκαν οἱ λοιποὶ, εἰωθότων ἡμῶν ὅρκον ποιεῖσθαι, τὸ μὴ παθεῖν, ἅπερ οἱ ἀνήκεστα πάσχοντες, ὧν τις καὶ τοὔνομα λεγόμενον ἀποτρέπεται. Ὑμᾶς δὲ ἀνελεῖ Κύριος· ὃ δὴ τῶν κακῶν ἔσχατον, οὐ τοσοῦτον σημαῖνον ψυχῆς ἀπὸ σώματος χωρισμὸν, ὅσον στέρησιν Θεοῦ, καὶ τῆς ἀθανάτου ζωῆς. Ταῦτα μὲν οὖν ὑμῖν, τοῖς δ' ἐμοὶ δουλεύουσιν, ἐξ οἵου τύχωσιν ἔθνους, τὰ ἐπηγγελμένα. Κἂν μαθεῖν τίνες εἶεν ἐθέλετε, τοὔνομα μὲν οὔπω λελέξεται, ἀρκεῖ δὲ γνῶναι μόνον, ὅτι ἔσται καινὸν, μηδενί πω τεθέν· ὃ εὐλογηθήσεται αὐξανόμενον καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν. Ἀντευλογήσουσι δὲ καὶ αὐτοὶ τὸν αὐτοὺς Θεὸν εὐλογήσαντα, ἐν ᾧ γέγονε πάντα καινὰ, λατρεία, καὶ ζωὴ, καὶ ὀνομασία. Τελοῦμεν γὰρ αὐτῷ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν, καὶ ἐν καινότητι ζωῆς εὐαγγελικῆς πρόσιμεν τῷ Χριστῷ, καὶ τὴν ἀπ' αὐτοῦ κλῆσιν, ὥσπερ τινὰ στέφανον ἀναδούμενοι, Χριστιανοὶ χρηματίζομεν. Ἀνθ' ὧν καρπὸν χειλέων καὶ γλώττης αὐτῷ προσκομίζομεν τὰς δοξολογίας· κἂν εἰ γένοιτό πως ἀνάγκη, τῆς δι' ὅρκων πίστεως αὐτὸν προβαλλόμεθα κατὰ τὸ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Τινὲς δέ φασιν ὅτι ὄνομα καινὸν, ὡς τοῖς πατριάρχαις αὐτοῖς ἐπαγγέλλεται, μὴ πεισθέντων δὲ, τοῖς ἔθνεσι τὸ καινὸν Χριστιανῶν ἀπέδωκεν ὄνομα. Τὸ δὲ ῥητὸν, μέχρι τοῦ· Θεὸν τὸν ἀληθινὸν, ὁ μὲν Ἀκύλας οὕτως ἑρμήνευσε· Καὶ τοῖς δούλοις καλέσει ὄνομα ἕτερον, ᾧ εὐλογημένος ἐν τῇ γῇ εὐλογηθήσεται πεπιστωμένος. Ὁ δὲ Σύμμαχος· Τοῖς δὲ δούλοις αὐτοῦ καλέσει ὄνομα ἕτερον, ἐν ᾧ ὁ εὐλογημένος ἐπὶ τῆς γῆς εὐλογηθήσεται ἐν τῷ Θεῷ. Ἀμήν. Ἀπαλλαγέντες οὖν τῶν ψευδωνύμων θεῶν, γνώσονται παρὰ τοῦ Σωτῆρος αὐτῶν τὸν ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Κύριον Ἰησοῦν Χριστόν. Οὗπερ γεγονότος, ἐπιληθήσονται τὴν θλίψιν, ἣν ὑπέμενον τοῖς πονηροῖς λατρεύοντες δαίμοσιν, θύειν καὶ τὰ τέκνα πρὸς ταῖς ἄλλαις θυσίαις ἐπιταττόμενοι. Προσῆν δὲ καὶ τὸ ἀναριθμήτοις θύειν, διὰ τὴν ἐκ τῶν ἠμελημένων ἐπιβουλὴν ἐνεργοῦσαν κατὰ τῶν σκέπην οὐκ ἐχόντων τὴν ἐκ Θεοῦ. Τινὲς δὲ τοῖς ἐξ Ἰσραὴλ εἰρῆσθαί φασι τὸ μηκέτι πείσεσθαι, ἅπερ ἀσεβοῦντες ὑπέμενον. Τοσαύτη δὲ ἡ πρὸς τὸ κρεῖττον ἔσται μεταβολὴ, ὡς καὶ τὰ στοιχεῖα μεταβεβλῆσθαι δοκεῖν. Τοῖς γὰρ χαίρουσι πάντα φαιδρότερα φαίνεται, τῶν ἐν συ καὶ ἐν σταθερᾷ μεσημβρίᾳ σκοτοδινιώντων. Ἢ ὅτι ἄλλως πρότερον ὁρῶντες τὸν οὐρανὸν, καὶ τὴν γῆν, ἐσέβοντο τὴν κτίσιν παρὰ τὸν κτίσαντα· νῦν δὲ καινὰ ταῦτα βλέψονται, ἡνίκα Θεοῦ γνώσονται δημιουργήματα. Διό φησιν· 2693 Οὐκέτι μεμνήσονται τῶν προτέρων, τὰς δόξας, ἃς εἶχον, ὡς περὶ θεῶν ἀποβάλλοντες. Ἀγαλλίαμα δὲ, φησὶν, εὑρήσουσιν ἐν αὐτῇ, δηλαδὴ τῇ νέᾳ Ἱερουσαλὴμ, Ἐκκλησίᾳ, περὶ ἧς ἐπιφέρει· αὐτὸ γὰρ τὸ ἀγαλλίαμα, καὶ ἡ καθαρὰ θεοσέβεια ἔσται αὐτοῖς Ἱερουσαλήμ. Ἢ ὅτι Ἐμαυτοῦ εὐφροσύνην θήσωτὴν Ἱερουσαλὴμ, ἐνευφραινόμενος τῷ λαῷ, ᾧ τὸ καινὸν ὄνομα κατεπήγγελμαι. Τοιαῦτα γὰρ πράξει τούτων ἡ πολιτεία, ὡς μηκέτι πράξεις ἐν αὐτοῖς ἀκούεσθαι κλαυθμοῦ καὶ κραυγῆς ἀξίας. Ὡς ἐκ διαβολῆς δὲ τῆς αἰσθητῆς Ἱερουσαλὴμ ὑφαίνει τὸν λόγον, ἧς οἱ ἡγούμενοι μετὰ δώρων κρίνοντες ἀθώων κατεψηφίζοντο, μετὰ κραυγῆς αὐτοὺς θρηνεῖν ἀναγκάζοντες, περὶ ἧς Ἱερεμίας φησίν·" Ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ," καὶ τὰ ἑπόμενα. Καὶ ἄλλος δέ φησι προφήτης·" Ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν." Ἡ δὲ Χριστοῦ Ἐκκλησία τούτων ἀπήλλακται, ἐν ᾗ οὐκ ἔσται ἄωρος, καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. Ἄωρον μὲν τὸν ἐξ ἐθνῶν λέγει λαὸν, περὶ οὗ φησι καὶ Δαβίδ·" Ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον." Οἷς καὶ Παῦλός φησιν· Ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε. Πρεσβύτην δὲ, τὸν ἐκ περιτομῆς, ὡς τῷ χρόνῳ κατὰ τὴν Ἐκκλησίαν πρεσβύτερον, ἐν ᾗ οὐκ ἔσται φησὶν οὐδετέρου διαφορά. Πάντες γὰρ ἔσονται τέλειοι, εἰς μέτρον ἡλικίας ἀναβαίνοντες τοῦ πληρώματος τοῦ Χριστοῦ. Τοῦτο γὰρ ὁ ἑκατοστὸς παρίστησιν ἀριθμὸς, ὅτε καὶ ἡ κατὰ νόμον τελείωσις, ἀνόνητος ἔσται τοῖς ἔχουσιν, εἰ μὴ Χριστῷ προσέλθωσιν διὰ πίστεως, ἐν ᾗ βαπτισθέντες τοὺς ἐκ τῆς ἁμαρτίας ἀποτριβόμεθα μολυσμούς. Οὐκοῦν κἂν εἴ τις ἑκατὸν ἐτῶν ὑπάρχων τὴν ἐν νόμῳ λαβὼν τελειότητα, καὶ τελευτήσειεν ἁμαρτωλὸς, τὴν ἐν Χριστῷ μὴ προσηκάμενος πίστιν, ἔσται ἐπικατάρατος, ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχος ὢν, ἐν ᾧ μηδεὶς τοσοῦτον κατώρθωσεν, ὡς ὑπὸ παράβασιν μὴ πεσεῖν." Πάντες γὰρ, φησὶν, ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι." Τοιγαροῦν ἐν τῷ νόμῳ Παῦλος τελειωθεὶς, σκύβαλα ἡγήσατο τὰ ἐν νόμῳ, ἵνα Χριστὸν κερδάνῃ, καὶ εὑρεθῇ ἐν αὐτῷ μὴ ἔχων τὴν ἑαυτοῦ δικαιοσύνην, τοῦτ' ἔστι τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Καὶ τοὺς Ἰουδαίους μεμφόμενος λέγει·" Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν βουλόμενοι στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι." Καὶ πάλιν·" Εἰδότες δὲ, ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν πεπιστεύκαμεν." Διὸ κατάρα Χριστὸς ἐλέχθη τῆς τοῦ νόμου κατάρας ῥυόμενος, ἐν ᾧ ἐστι τὸ," Ἐπι 2696 κατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ, τοῦ ποιῆσαι αὐτά." Τινὲς δὲ τὸ, Οὐ μὴ γένηται ἐκεῖ ἄωρος, καὶ πρεσβύτης, οὕτως ἐξηγήσαντο· Πάντες γὰρ τυχόντες τῆς ἐμῆς ἀναστάσεως, ἔσονται τέλειοι, καὶ τὰς ψυχὰς ἀκμαῖοι, ὡς μηδὲν ἀτελές τε καὶ νήπιον, μήτε δὲ γεγηρακὸς εἶναι, ἡλικιῶται δὲ πάντες, ὡς ὑφ' ἕνα καιρὸν τευξόμενοι τῆς ἀναστάσεως, καὶ μιᾶς παλιγγενεσίας μεθέξοντες. Τέλειος οὖν ὁ σωζόμενος ἔσται νέος, καὶ τῆς αὐτῆς ἡλικίας ἕξει τὸν ἀπολλύμενον. Ἅμα γὰρ πάντες ἀναστάντες, σωτηρίᾳ καὶ κολάσει διαιρεθήσονται, τῶν ἐν κακίᾳ τελείων καταράτων ἐσομένων, καὶ τῇ ἰδίᾳ τελευτώντων ἁμαρτίᾳ. Ὅτε καὶ πάντες, ἃς διὰ τῶν ἔργων ἑαυτοῖς προεξένησαν, κομιοῦνται μονὰς, καὶ τῶν ἰδίων ἀπολαύσονται πόνων, καρποὺς ἰδίους τρεφόμενοι, μηκέτι δεδιότες μήπως ἀλλότριοι τοὺς πόνους αὐτῶν ἀφαρπάσωνται. Ἐν ἀτελευτήτῳ δὲ διάξουσιν εὐζωΐᾳ, κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς· ὃ καὶ δηλοῖ τὰς ἐπαγγελίας ἐν τῷ παραδείσῳ γενήσεσθαι, καὶ τὸν τυχόντα τούτων ὑπάρξειν ἀθάνατον, μὴ παλαιούμενον· ἢ δι' ἑτέραν αὖθις μετάστασιν ἑτέροις τοὺς ἑαυτῶν καταλιπόντες πόνους. Τινὲς δὲ καὶ ταῦτα τῷ καιρῷ τῆς πρώτης ἐπιδημίας ἀπέδωκαν, ὅτε πάντες εἰρήνης ἀπολαύουσι, καὶ χρηστότητος, οἱ ἐν Χριστῷ διὰ πίστεως κατηραμένοι, μηκέτι πολέμοις καὶ συμφοραῖς δι' ἀσέβειαν, ὡς οἱ πάλαι, παραδιδόμενοι, μηδὲ ζημίαν ὑπομένοντες τῶν αὐτοῖς πεπονημένων, πνευματικῶς ἐντρυφῶντες δὲ τοῖς ἑαυτῶν κατορθώμασιν. Οὓς οὐδεὶς ἀπελάσει τῆς παρὰ τῷ Πατέρι δεδομένης μονῆς ζωὴν ἔχοντας ἁγίαν, κατὰ τὴν πρὸ τῆς Ἀδὰμ παραβάσεως. Καὶ τὰ ἔργα, φησὶ, τῶν πόνων αὐτῶν οὐ παλαιώσουσιν· τοῦτ' ἔστιν, ἀμετάβλητον ἕξουσι τὴν τῶν πρακτέων ὁδόν. Ἡ γὰρ νομικὴ, σκιώδης οὖσα, μεταβολὴν ἐκ τύπων εἰς ἀλήθειαν ὑπεδέξατο. Ἡ δὲ κατὰ Χριστὸν ὁδὸς, ὡς ἀληθὴς, ἀμετάβλητος· τῆς μὴ παλαιότητος ἐνταῦθα τὸ διηνεκὲς δηλούσης, ὅπερ οὐκ ἔσχον ἐκεῖνοι. Πρὸς γὰρ Χριστὸν εἴρηται τὸ," Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια." Ταῦτα δὲ Θεὸς οὐ τοῖς τυχοῦσιν ἐπαγγέλλεται, οὐ δὲ τοῖς κλητοῖς. Πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί· δι' ὅνπερ φησίν· Οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενόν. Οἱ γὰρ πάλαι τῶν Ἰουδαίων καθηγηταὶ, διδάσκοντες ἐντάλματα ἀνθρώπων, πατέρες μὲν ἐγένοντο κατὰ μάθησιν, ἀλλ' εἰς κενὸν καὶ κατάραν. Διὸ ταλανίζων αὐτοὺς ἔλεγεν ὁ Σωτήρ· ὅτι Περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον. Καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης. Οὐχ οὕτως οἱ τοῦ 2697 Χριστοῦ. Σπέρμα γὰρ εὐλογημένον ἔσται τὸ σπέρμα αὐτῶν. Τινὲς δὲ καὶ τοῦτο κατὰ τὴν παλιγγενεσίαν ἐδέξαντο. Εἰ γάρ τινες ἔσονται τότε κόποι, σωτήριοι, καὶ λίαν ἡδεῖς, οἵους ὑπομένουσιν ἄγγελοι. Ἀλλὰ μισθὸς αὐτοῖς θησαυρίζεται. Οὐδὲ τὰ γεννήματα αὐτῶν εἰς κατάραν, τοῦτ' ἔστιν οἱ λογισμοὶ, κἂν ἐπὶ τῶν ἀποστόλων δὲ νοήσωμεν, ὧν καρπὸς ἡ καθόλου τῆς γῆς Ἐκκλησία, καὶ τέκνα τὰ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας παράθεσιν ἔχει πρὸς τὰ ἐξ Ἀδὰμ, οὗ πρὸς τὴν γυναῖκα λέλεκται τὸ," Ἐν λύπαις τέξῃ τέκνα·" κατὰ σάρκα γὰρ ἐγέννων· τὸ δὲ σπέρμα τῶν ἀποστόλων εὐλογημένον, ὃ κατέσπειραν ἐν πάσαις ταῖς Ἐκκλησίαις, οἷς δὴ καὶ λέλεκται· Πρὶν κεκράξαι αὐτοὺς, ἐπακούσομαι αὐτῶν. Ὅπερ ἐγίνετο θαυματουργούντων αὐτῶν ἐν ταῖς Πράξεσιν εἰς ἐπιστροφὴν τῶν καλουμένων εἰς πίστιν, ὅτε πάντες οἱ πρὶν ἁρπακτικοί τε καὶ θηριώδεις τὴν αὐτὴν εἶχον ἐν Ἐκκλησίᾳ τοῖς ἡμέροις τροφὴν, Γραφὴν τὴν θείαν νεμόμενοι. Καί τις ἰώδη τρόπον ἔχων, τούτου παυσάμενος τροφὴν ἐτρέφετο λογικὴν, ἀντὶ γῆς. Τοιοῦτοι δὲ γεγονότες, πῶς ἔτι βλάπτειν ἠδύναντο. Ἔστι δὲ διὰ τούτων καὶ τῶν δύο λαῶν νοεῖσθαι τὴν εἰς ἓν συνδρομήν. Τὰ μὲν γὰρ ἱερὰ ζῶα, καὶ θυσίαις κατὰ τὸν νόμον ἁρμόδια, σημαίνει τὸν Ἰσραήλ. Τὰ δὲ ἀνίερα, καὶ θηρία, τοὺς ἐθνικοὺς ὁμοῦ τρεφομένους τά τε θεῖα μαθήματα, καὶ τὸν οὐράνιον ἄρτον. Τήρει δὲ, ὡς οὐκ εἴρηται, τὰ ἥμερα τῆς τῶν θηρίων μεθέξειν τροφῆς, ἀλλὰ τοὐναντίον. Ἀκολουθεῖν γὰρ ἔδει τὰ χείρω τοῖς κρείττοσιν, ὡς τοῖς ἀποστόλοις τὰ ἔθνη. Πρὸς δὲ τοὺς οἰομένους τὰ ἔθνη τούτων τυχεῖν Ἰουδαίους ἐν τῇ παλαιᾷ Ἱερουσαλὴμ, ἐροῦμεν ὡς οὐδαμοῦ αὐτῶν ἐν τούτοις ἐπ' ἀγαθοῖς μνήμη, ἀλλ' ἀσεβημάτων ὀνειδισμοί. Τί δὲ τὸ ἀναγκαῖον ἐν τῷ ἁγίῳ ὄρει θηρία τυγχάνειν; Ἢ πῶς τοῦτο θείας ἄξιον ἐπαγγελίας; ὄρους δὲ μνησθεὶς ἁγίου φησίν· Ὁ οὐρανός μοι θρόνος, καὶ τὰ ἐπ' αὐτῷ. Δι' ὧν προδήλως παραινεῖται τὴν ἐπὶ γῆς Ἱερουσαλὴμ, [ἢν] ἀκόλουθον τοιαύτην εἶναι φαντάζεσθαι. Καὶ λαὸν γὰρ καινὸν ἔφη, καὶ ὄνομα καινόν. Ἄλλως τε καὶ εἶπεν οὐ μὴ μνησθῶσι τῶν προτέρων ἔτι. Διὰ δὲ τῶν ἐξῆς, καὶ τὰ θυσίας αὐτῶν ἀποστρέφεται, δι' ὧν ἐνόμιζον εὐσεβεῖν, τὸν ταπεινὸν, καὶ ἡσύχιον μόνον ἀποδεχόμενος. Πρὸς δὲ τὸ παρὸν ῥητὸν ἔφασάν τινες, ὡς ἱκανῶς μυσταγωγήσας τοὺς ἐθνικοὺς, μεθίσταται λοιπὸν ἐπ' αὐτὸν ἤδη τὸν Ἰσραὴλ, ἀποίσων αὐτὸν τῆς σκιᾶς. ΚΕΦΑΛ. Ξ ʹ. αδʹ. 9Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον 2700 οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου9; κ. τ. λ. Ἀνθρωπίνως δὲ τὸ θρόνος, καὶ τὸ ὑποπόδιον εἴρηται. Περὶ δὲ τῶν θηρίων συμφώνως ψάλλει Δαβίδ·" Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω; ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ," καὶ τὰ ἑπόμενα. Ὁ δὲ προφήτης τὰς θυσίας ἀποβαλὼν, τὴν εὐαγγελικὴν εἰσήγαγεν πολιτείαν, τὸ ταπεινὸν, καὶ πρᾶον, καὶ εὐλαβὲς προτιμῶν. οὐ κεῖται δὲ κατὰ τοὺς λοιποὺς, ὁ δὲ ἄνομος, ἀλλ' ὁ δὲ σφαδάζων μόσχον. Τὴν δὲ τῆς ἀποβολῆς τοῦ Ἰσραὴλ αἰτίαν καί τοι πρωτοτόκου γεγονότος, ἐπάγει λέγων· Καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, οὐκ ὀρθοὶ γεγονότες ἐν ἀναγκαίοις πράγμασι δικασταὶ, δέον εἰσηγουμένῳ πειθαρχῆσαι Χριστῷ. Εἶτα καὶ πρὸς τὴν ἀρχαίαν ἀνατρέχων ἀσέβειαν, καὶ τὰ βδελύγματα, φησί· Διὸ κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν· τοῦτ' ἔστι, τοὺς ἐμπαίζοντάς τε καὶ ἐμπαροινοῦντας αὐτοῖς, δηλονότι Ῥωμαίους. Ἡ δὲ αἰτία, διότι ἐκάλεσα αὐτοὺς, καὶ οὐκ ἐπήκουσάν μου, ὃ καὶ πρὸ τούτων ἐλέγετο. Ἡ δὲ κλῆσις·" Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." Τὰ δὲ περὶ τῶν ἐτῶν εἰρημένα, τινὲς ἁπλῶς εἰρῆσθαί φασιν ἐπὶ πολυχρονίου ζωῆς, εἴγε τοῖς αὐτοῦ νόμοις ἐμμέννοιεν. Καὶ τὴν χώραν γὰρ ἀπόρθητον ἕξουσιν, καὶ καρποὺς, ὡς ἐν παραδείσοις ἀειθαλεῖς, ἃ προῤῥηθέντα διὰ τὴν αὐτῶν ἀπειθείαν οὐ γέγονεν. Μετανοοῦσι γὰρ ἐπήγγελται. Πειθομένων γὰρ, φησὶν, εὐλογημένον ἔσται τὸ σπέρμα. Εἰρηνεύσει τε πρὸς ὑμᾶς τὰ θηρία καὶ αὐτὰ πρὸς ἑαυτά. Τὸ δὲ ὁ οὐρανός μοι θρόνος, τοῦτ' ἔστιν, ἀνάπαυσις τὰ ἅγια. Τὸ δὲ ἡ γῆ ὑποπόδιον, ὑπεξουσίαν καὶ τὰ μὴ ἅγια. Τῶν δύο δὲ ἡμίσεος φυλῶν οἰομένων διαφεύγειν τὴν ἅλωσιν, διὰ τὴν πρὸς τὸν ναὸν τοῦ Θεοῦ, ἀλλ' οὐ διὰ τρόπων ἀρετὴν, καὶ εὐσέβειαν, δείκνυσιν ὡς οὐκ αὐτῷ ταῦτα, δι' ἐκείνους δὲ χρήσιμα, ὅπως τοῖς νομίμοις ἐμμένοντες, εἶεν ἄξιοι τοῦ αὐτὸν οἰκεῖν ἐν αὐτοῖς. Ἐπεὶ καὶ τὰς θυσίας ἀποστρέφομαι μὴ γινομένας ἀπ' ὀρθοῦ λογισμοῦ. Ποιοῦντες γὰρ αὐτῶν τὰ θελήματα, καὶ προσκυνοῦντες εἰδώλοις, ἐμοὶ μετὰ τούτων προσέρχονται. εʹιδʹ. 9Ἀκούσατε ῥήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. Εἴπατε ἀδελφοῖς ἡμῶν τοῖς μισοῦσιν ὑμᾶς, καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδίδοντος ἀνταποδίδοσιν τοῖς ἀντικειμένοισ9, κ. τ. λ. Πάντα καινὰ κατὰ τὸν καιρὸν εἰπὼν ἔσεσθαι τῶν 2701 ἐπαγγελιῶν τοῖς ταῦτα προμαθοῦσι κατὰ τὸν ἐνεστῶτα βίον, ἀκολούθως ταῦτά φησιν· Ἀκούσατε οἱ τρέμοντες τοὺς λόγους αὐτοῦ, περὶ ὧν ἔφασκεν·" Ἐπὶ τίνα δὲ ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους;" οἷς εὐαγγελικὸν παράγγελμα [δίδ] ωσιν οὐδὲν διαφέρον τοῦ·" Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ Πατέρος ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς." Οὐ γὰρ τὸ τρέμειν τοῦ Θεοῦ τοὺς λόγους, πρὸς τελειότητα μόνον ἀρκεῖ· ἀρετῆς δὲ ἐπ' ἄκρον ἀνάληψις ἀγαπητικὴ πρὸς τοὺς θλίβοντας γνώμη, Ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν. Δι' ὧν γὰρ ἐπ' αὐτοῖς ἀντὶ μίσους εὐφραίνεσθε, Θεὸς δοξάζεται, κατὰ τό·" Ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς." Καὶ αὐτοὶ δὲ τυχὸν τοῦ Θεοῦ ὑμῶν δοξάσουσι τοὔνομα, οὕτω πρὸς αὐτοὺς διακειμένους ὁρῶντες, καὶ τῇ χρηστότητι τῇ περὶ αὐτοὺς εὐφραινόμενοι. Σύμμαχος δὲ, Καὶ ὀψόμεθα ἐν τῇ εὐφροσύνῃ ὑμῶν ἐξέδωκεν, ὡς ἂν ἐν τῷ τέλει τῆς ἐκδικήσεως τούτων μὲν ἐκδήλως εὐφραινουμένων· ἐκείνων δὲ λίαν ἐφ' οἷς ὁρῶσιν αἰσχυνουμένων. Ἐπιστήσεται γὰρ ὁ τῆς ἀνταποδόσεως ὅσον οὔπω καιρὸς, ὅτε φωναὶ τῶν κολασθησομένων ἀκουσθήσονται, τῶν μὲν οἰκητόρων βοώντων ἐκ τῆς πόλεως, τῶν δὲ λειτουργούντων ἐκ τοῦ ναοῦ. Βοήσεται δὲ καὶ διὰ τῶν πραγμάτων ὁ Κύριος, ὡς αὐτοῦ κρίσει γίνεται τὰ δεινά. Εἰδέναι δὲ χρὴ ὡς εὐαγγελικῶς παραγγείλας ἀδελφοὺς νομίζειν τοὺς ἐθνικοὺς, νομικὴν ἔλυσεν ἐντολήν. Φησὶ γὰρ ὁ νόμος· Οὐ λαλήσεις αὐτοῖς εἰρηνικά. Καὶ πᾶσαν ἐπιγαμίαν ἀπείρηκε πρὸς αὐτοὺς, ὡς ἂν μὴ παρ' αὐτῶν πεισθέντες εἰς εἰδωλολατρείαν ἐκπέσωσιν· ἀλλ' ἐν Χριστῷ γέγονε τὰ ἀμφότερα ἓν, καὶ λέλυται τὸ μεσότοιχον τοῦ φραγμοῦ, κατήργηται δὲ καὶ ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασιν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. Τινὲς δὲ πρὸς τοὺς ἀποστόλους εἰρῆσθαί φασιν, ὡς μέλλοντας ὑπὸ Ἰουδαίων κακοῦσθαι, καὶ μάλιστα τῶν ἐν Ἱερουσαλὴμ, ὧν οἱ ἄρχοντες τοὺς ἀποστόλους ᾐκίσαντο, θάνατον ἀπειλήσαντες, εἰ τὸν σωτήριον λόγον κηρύττοιεν. Καὶ τί δεῖ λέγειν, ὡς ἡ μὲν τῆς εὐφροσύνης ἐπαγγελία τοῖς Χριστοῦ γέγονε μαθηταῖς, δι' αὐτῶν πανταχοῦ συνισταμένων Ἐκκλησιῶν. Ἡ δὲ τοῦ Θεοῦ τοὺς κακώσαντας αὐτοὺς, μετῆλθεν ὀργὴ, περιστάντων αὐτοὺς πολεμίων. Καὶ ταῦτα μὲν ἐκείνοις. Τὸ δὲ θεοσεβὲς πολίτευμα, καὶ ἡ νέα Σιὼν, ἡ Ἐκκλησία δι' ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούοντα. Ὡς γὰρ ἂν αἰφνίδιον κατὰ γαστρὸς ἔχουσα γεννήσει γυνὴ, μηδεμιᾶς ὠδῖνος ἡγησαμένης· τὸ δὲ τεχθὲν, ἄρσεν. Οὕτως ὁλόκληρον ἀθρόως ἡ νέα 2704 γεννήσει Σιὼν, ὅπερ ἐπ' ἄλλων οὐ γέγονε. Πᾶν γὰρ ἔθνος, καὶ τὸ Ἰουδαίων, ἐξ ὀλίγων κατ' ὀλίγον αὐξηθὲν, ἔθνος ἐγένετο. Οἷον ἐξ Ἰακὼβ, οἱ δώδεκα πατριάρχαι. Εἶτα παῖδες ἔκγονοι, καὶ πάλιν ἀπόγονοι. Καὶ ἡ κατὰ βραχὺ προσθήκη πρὸς ἔθνος μέγα κατήντησεν. Ὁ δὲ τοῦ Θεοῦ λαὸς ὑφ' ἕνα καιρὸν τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπλήρωσεν. Τινὲς δὲ οὕτως ἀπέδωκαν· προαναφωνήσας τὴν ἅλωσιν Ἱερουσαλὴμ, δείκνυσιν ὡς τὸ κατάλειμμα σωθήσεται. Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἀνάληψιν, ἐκάλουν οἱ μαθηταὶ καὶ τοὺς ἀπεκτονότας αὐτὸν εἰς μετάνοιαν, Πέτρου λέγοντος· Οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε. Καὶ ἐπιφέροντος, μετανοήσατε οὖν, καὶ ταῦτα λέγοντος, προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Εἶτα τοιαῦτα διδασκόντων χρόνου διελθόντος, ἡ τῆς πόλεως ἅλωσις γέγονεν, ἤδη τῶν ἐπιεικεστέρων προσδραμόντων τῇ πίστει. Καὶ τοῦτο δηλοῖ τὸ πρὶν ἐπιστῆναι τὰς τῆς πόλεως ὠδῖνας. καὶ τὰς συμφορὰς, τεκεῖν ἄρσεν. Οὐ γὰρ θηλύνεται ὁ ἐν Χριστῷ λαὸς πρὸς μαλακισμούς. Ἐν ἡμέρᾳ δὲ μιᾷ, διὰ τὰς τρισχιλίας, λέγει ψυχάς. Ἐγὼ δέ φησιν ὁ ποιήσας (ἐνήργησε γὰρ διὰ τῶν ἀποστόλων) καὶ δοὺς τὴν προσδοκίαν ταύτην. Διὰ προφητῶν γὰρ αὐτῇ Θεὸς τὴν πολυπαιδίαν ἐπήγγελται, σωτηρίας αὐτῆς εἵνεκα. Ἀλλ' οὐκ ἐμνήσθη μου, φησὶν, οὐδὲ τοῖς ὀφθαλμοῖς ἰδοῦσά με, πεπίστευκεν. Καί τοι στείραν, καὶ γεννῶσαν ἐγὼ πεποίηκα. Οὐκ ἂν οὖν γέγονεν ἄπαις, ἐμοῦ γόνιμον δυναμένου ποιεῖν, εἰ πιστεύειν ἠθέλησεν. Τοιγαροῦν ἡ πιστεύσασα στείρα, πολύπαις ἐγένετο, ἡ τῶν ἐθνῶν Ἐκκλησία. Τὸ δὲ σὺ οὐκ ἐμνήσθης μου εἶπεν Κύριος, οὐ κεῖται παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Κατὰ δὲ Σύμμαχον, οὕτως εἴρηται· Μὴ ἐγὼ ὁ καθίζων ἐπὶ τὸ τεκεῖν, οὐκ ἐκτοκίζω, εἶπεν Κύριος; ἢ ἐγὼ ὁ συνεκτοκίζων, καὶ συνέξω, εἶπεν ὁ Θεός σου; Ὁ γὰρ τῆς σωματικῆς γεννήσεως αἴτιος ὢν, πῶς τὴν μέλλουσαν ἀθρόως τὸ καθόλου ἔθνος γεννᾷν, οὐκ ἐκτοκιῶ, πρὸς τὸ θεῖον αὐτῆς γέννημα προελθεῖν ἀβλαβῶς; ἢ πῶς συνέξω τὸν τόκον, ὡς ἀφανισθῆναι ταύτης τὸ γέννημα; ἀλλὰ γὰρ λείπεται, φησὶ, τὴν νέαν χαίρειν Σιὼν, συγχαίρειν δὲ καὶ τοὺς ἐν αὐτῇ, καὶ ἀγαπῶντας αὐτήν. Λέγει δὲ τοὺς πολυτρόποις αὐτὴν διδασκαλίαις στηρίζοντας, καὶ ὅσοι πενθοῦσιν ἐπ' αὐτῆς κατὰ τό·" Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται. Τὸ δὲ πένθος, τὴν μετ' ἱδρώτων σημαίνει τῶν ἀνδραγαθημάτων κατόρθωσιν, ἵνα τῶν θείων ἀπολαύσονται δωρεῶν. Διό φησιν, ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς. Τῇ δὲ περὶ γυναικὸς ἐπιμένει τροπῇ, καὶ τὴν πνευματικὴν ἐν αὐτῇ παράκλησιν μαστοῖς ἀπεικάζει, καὶ γάλακτι. Εἴρηται γὰρ πρὸς τὴν νύμφην· Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον. 2705 Τινὲς δὲ τοῦτο πρὸς τὰς δύο διαθήκας ἐδέξαντο, ἀκολούθως εἶναι λέγοντες τὴν ἀθρόως λαὸν γεννήσασαν ἄρσενα τῷ Θεῷ, καὶ γάλακτος εἰς ἐκτροφὴν τῶν αὐτῆς πληροῦσθαι νηπίων, ὃ δὴ λογικὸν Γάλα ἐκ τῶν δύο ῥεύσει διαθηκῶν. Αὐταὶ γὰρ αὐτῆς οἱ δύο μαστοὶ ἀγαθοὶ ὄντες ὑπὲρ οἶνον. Παρακλήσεως δέ φησιν, ἐπειδήπερ οἱ παρακλητικοὶ λόγοι τῶν ἀτελεστέρων ψυχῶν γάλα κυρίως ὠνομάσθησαν, τῆς στερεᾶς τροφῆς ἐν δόγμασιν μυστικοῖς νοουμένης, ἥτις πρέπει τοῖς εἰς ἄνδρα προήκουσι τέλειον, μὴ ἐναπομείνασι τῷ νηπίῳ· διὸ προσέθηκεν, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς· τοῦτ' ἔστιν ἔξω θήλης γεγονότες, καὶ ἀπογεγαλακτισμένοι. Καὶ δόξαν μὲν αὐτῆς ὀνομάζει Χριστὸν, ὡς καὶ Δαβὶδ," Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν." Εἴσοδον δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. Οἱονεὶ γὰρ διὰ σαρκὸς εἰς τοῦτον τὸν κόσμον εἰσβέβηκεν. Τρυφῶσι τοίνυν οἱ τὸν ἐπὶ τούτῳ λόγον μεμαθηκότες. Διὸ καὶ ὁ προφήτης παρεζευγμένως τὴν ἐμφάνειαν αὐτοῦ τὴν μετὰ σαρκὸς ἐναργῆ ὡς ἂν αὐτοῦ λέγοντος· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν, πάλιν κἀνταῦθα τὴν τῶν ἐθνῶν δόξαν συνάπτων τῇ προλεχθείσῃ νέᾳ Σιὼν, καὶ ποταμῷ παρεικάζων τὴν δεδομένην τούτοις εἰρήνην. Καὶ ἀλλαχοῦ δέ φησιν·" Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων." Καί·" Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Καὶ πάλιν·" Καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς." Δόξαν δὲ τῶν ἐθνῶν τοὺς ἐξ αὐτῶν πεπιστευκότας καλεῖ, κατὰ τὸ," Οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδόξασεν." Ἐξέκλινεν δὲ εἰς τὰ ἔθνη, τῶν ἐξ Ἰσραὴλ μὴ δεξαμένων αὐτὸν, πρὸς οὓς ἦλθε προηγουμένως. Εἰρήνη δὲ βαθυτάτη πολλῷ τῷ ῥεύματι τὴν Ἐκκλησίαν ἐπέκλυσεν, πνευματικοῖς νάμασι τοὺς ταύτης ἐπάρδων υἱούς. Διὰ γὰρ τοῦ σωτηρίου κηρύγματος, τὴν εἰρήνην τὴν πρὸς τὸν Πατέρα, δι' αὐτοῦ κεκερδάγκασιν, ὅτε τιθηνοί τινες τοὺς αὐτῆς νηπίους ὑποβαστάξουσι, διδάσκαλοί τινες Ἐκκλησίας, ἢ ἄγγελοι, κατὰ τὸ," Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατέρος μου τοῦ ἐν τοῖς οὐρανοῖς." Οἱ μὲν οὖν τέλειοι, τοὺς εἰσαγομένους ἐπ' ὤμων καὶ γονάτων, δίκην τιθηνοῦνται μητέρος. Ἐγὼ δὲ, ὡς πάντων Πατὴρ, παρακαλέσω τοὺς τῶν ὑποδεεστέρων παρακλήτορας. Διό φησιν ὁ Ἀπόστολος·" Εὐλογητὸς ὁ Θεὸς, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, πρὸς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ." Ὧν οὕτω γινομένων, ὄψεσθε, φησὶ, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἢ 2708 καὶ αὐτὸν τὸν Θεὸν, τὸ ἐφετὸν, καὶ χαρᾶς ἀνάμεστον τέλος. Καὶ ὁ Σωτὴρ δὲ μακαρίζει τοὺς καθαροὺς τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καὶ τὰ ὀστᾶ ὑμῶν, φησὶ, πόας δίκην ἀνθήσει. Ἐγερθήσονται γὰρ οἱ νεκροὶ, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, τὴν παρὰ Χριστοῦ πλουτήσαντες δρόσον, τὸ πνεῦμα δηλαδὴ τὸ ζωοποιόν. Περὶ ὧν ὁ Ψάλλων φησίν·" Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ὡς τὰ ἐν ἀγροῖς ἀνθήσαντα πίπτει, καὶ πάλιν ἀνίσχει τοῦ ἔαρος. Οὕτω δὲ καὶ γνωσθήσεται πᾶσιν, ὡς οὐκ ἀνθρωπίνη ταῦτα πεποίηκε δύναμις, Θεοῦ δὲ χεὶρ, ὁ Μονογενὴς, δι' οὗ καὶ ἡ τῶν νεκρῶν ἀνάστασις· Ἣ καὶ γνωσθήσεται τοῖς φοβουμένοις αὐτόν. Φόβον γὰρ ἀνειληφότες Θεοῦ τὸν ἐκ σοφίας (Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου) νοήσουσιν, ὡς οὐκ ἄνευ χειρὸς Θεοῦ, τοσαύτη χάρις εἰς ἀνθρώπους ἐνήργησεν. Τοῖς δὲ μὴ τοιούτοις ἀπειλήσει τὰ ἐπαγόμενα. Τινὲς δὲ ἀπὸ τοῦ, φωνὴ Κυρίου, οὕτως ἐξηγήσαντο. Πάντα γὰρ πανταχόθεν βοᾷ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, πολεμίων μὲν καταστρεφομένων, Ἐζεκίου δὲ ἐκ τοῦ ναοῦ ἐπανιόντος, μὴ κηρύττοντος τοῦ Θεοῦ τὴν μεγαλειότητα, καὶ τῶν ἀντικειμένων Θεῷ τιμωρουμένων. Ἐκφεύξονται δὲ τὴν δίκην μετανοήσαντες καθὰ καὶ γυνὴ τεκοῦσα ἄρσεν. Ἐπιλανθάνεται γὰρ τῶν ὠδίνων, παραμύθιον ἔχουσα τὸ τεχθὲν, κατὰ τὸ, Ὅτ' ἂν δὲ γεννήσῃ, χαρᾷ χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος ἐπὶ τῆς γῆς εἰς τὸν κόσμον. Προληπτέον οὖν, φησὶ, τῇ μετανοίᾳ τὸν καιρὸν τῶν ὠδίνων. Καὶ ὥσπερ παῖδα, τὴν ἑαυτῶν σωτηρίαν ἀποκυήσατε. Ἐπὶ δὲ τῆς Ἱερουσαλὴμ ταῦτα γεγενῆσθαί φασιν ἐν βραχεῖ χρόνῳ ἅπαν τὸ ἔθνος, καὶ τοὺς ἰδίους ἀπολαμβανούσης οἰκήτορας. Θεὸς γὰρ ὁ στείρωσιν διδοὺς, καὶ γονήν. Προεστιαθεὶς δὲ τὴν ψυχὴν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς, τῇ πόλει εὐφράνθητι, φησὶν, Ἱερουσαλὴμ μὴ πενθοῦσα τὴν καταστροφὴν, τὴν μετὰ ταῦτα δὲ δόξαν λογιζομένη. Καὶ ὡς ἀπὸ μαστῶν τρέφε τοὺς παῖδάς σου, διότι ἐπισκέψεται Κύριος αὐτοὺς, πλείστην εἰρήνην διδοὺς, καὶ πάντων ποταμηδὸν εἰς αὐτὴν συῤῥεόντων. Τῶν γὰρ ἐθνῶν αὐτοῖς χαριεῖται τὴν δόξαν, ὡς τοὺς υἱοὺς αὐτῆς, καὶ θυγατέρας ἐπ' ὤμων φέρειν εἰς Ἱερουσαλὴμ, Θεοῦ, δίκην μητέρος, τὴν ἑαυτοῦ κηδεμονίαν παρέχοντος, ἐπὶ τῇ προλαβούσῃ παρακαλοῦντος αὐτοὺς συμφορᾷ, καὶ τρόπον τινὰ πάλιν ἀναβιῶναι ποιήσαντος, κατὰ τὰ παρὰ τῷ Ἰεζεκιὴλ ὀστᾶ. Βαστάγματα δὲ αὐτῶν τὴν ἀπὸ τῶν ἐθνῶν νόει τιμὴν, κατὰ πρόταξιν Κυρίου, καὶ Δαρείου μετὰ δορυφορίας παραπέμψαντος αὐτοὺς ἐν εὐωχίᾳ τε καὶ εἰρήνῃ, τῶν ἱερῶν αὐτοῖς σκευῶν ἀποδεδομένων, καὶ μετὰ τοῦ ναοῦ ἀνοικισθείσης τῆς πόλεως. Ὃ καὶ μετὰ τὴν τοῦ Σωτῆρος φαίνεται παρουσίαν. 2709 Τὴν ἀληθῆ γὰρ πάντες μεταδιώκομεν Ἱερουσαλὴμ φέροντες τοὺς ἀληθεῖς Ἰουδαίους ἐπ' ὤμων, καὶ γονάτων, ὅτε μετὰ χεῖρας ἔχομεν τοὺς μακαρίους προφήτας, ἐπὶ τὸν Θεὸν ἐλπίζοντες Ἀβραάμ· ἔτι δὲ καὶ τῶν ἀποστόλων μετὰ τοῦ Σωτῆρος τὰ βιβλία ταῖς χερσὶ περιφέρομεν· καὶ ἐπὶ τῆς ἐνταῦθα δὲ Ἱερουσαλὴμ ἀληθὴς ὁ λόγος, εἰς ἣν σπεύδουσι βασιλεῖς καὶ ἔθνη διὰ τὸν Σωτῆρα. ιεʹκδʹ. 9Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ, πᾶσα σάρξ. Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, ἁγνιζόμενοι, καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα, καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος. Κἀγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι9, κ. τ. λ. Τὰς τῶν πιστευσόντων ἐπαγγελίας εἰπὼν, καὶ ὡς ἀπειλήσει τοῖς ἀπειθήσασι τὴν ἀπειλὴν, ἐκτίθεται νῦν τὴν ἔνδοξον αὐτοῦ παρουσίαν, δηλῶν ὅτε ἥξει μετὰ τῆς δόξης τοῦ Πατέρος, καὶ τῶν ἀγγέλων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Τὸ δὲ ὡς πῦρ, ἐν πυρὶ ἑρμήνευσαν οἱ λοιποί. Ἅρματα δὲ λέγων, τοὺς ἀγγέλους, καὶ τὰς περὶ αὐτὸν δυνάμεις δηλοῖ, κατὰ τὸ ἐν Ψαλμοῖς·" Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων." Ὡς καταιγὶς δὲ ἤξει τοῖς τιμωρίας ἀξίοις. Ὁ δὲ ἀποσκορακισμὸς δηλοῖ τὴν τούτων ἀποβολὴν, ἐροῦντος·" Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον·" ἡ δὲ ῥομφαία τὴν τιμωρίαν σημαίνει, συνήθως ἅμα καὶ φοβερῶς τοῖς ἀκροωμένοις. Τοιοῦτον τὸ ἀποστολικόν·" Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμεταμέλητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν," καὶ τὰ ἐπὶ τούτοις. Ἐπιφέρει δὲ τίσιν ἡτοίμασται μᾶλλον τὸ πῦρ, καὶ εἰ μὲν πρὸ τῆς ἐπιδημίας, τοῖς μὴ κατὰ νόμον ἁγνιζομένοις φησὶ σποδῷ τε δαμάλεως, καὶ θυσίαις, εἰ δὲ μετὰ ταύτην, τοῖς ἀντὶ τοῦ θείου βαπτίσματος, ὕδατι κήπο ὑψιλῷ, ἢ καὶ μεμαγευμένῳ καθαιρομένοις, ἐν δρυμοῖς τε καὶ ἄλσεσιν ἔνθα καὶ τὰς λατρείας προσέφερον. Περιηγνίζοντο γὰρ πυρί τε καὶ ὕδατι, ψυχῆς μολυσμοὺς διὰ τούτων ἐκπλύνειν οἰόμενοι, οὓς ἐξ ἀσελγείας καὶ φόνων ἐναπεμάξαντο. Ἀντὶ δὲ τοῦ· Καὶ ἐν τοῖς προθύροις ἔσοντες κρέας ὕειον, ὁ Σύμμαχός φησιν· Ὀπίσω ἀλλήλων ἐν μέσῳ ἐσθιόντων τὸ κρέας τὸ χοίρειον, οὐκ αὐτοὺς λέγων ἐσθίειν, μεταξὺ δὲ ζῇν τῶν, ἐθνῶν, διὸ σὺν αὐτοῖς ἀπολοῦνται, τοῦ Θεοῦ μὴ μόνον πράξεις 2712 ὁρῶντος, ἀλλὰ καὶ λογισμούς." Ὁποῖόν ἐστι τὸ, Ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου." Τινὲς δὲ τὰ βδελύγματα, οὐκ ἐπὶ βρωμάτων, ἀλλ' ἐπ' εἰδώλων ἐδέξαντο, ὡς καὶ μῦν φασιν, ἴσως ἐν σηκοῖς ἔχειν σεβόμενον. Πλὴν τοὺς ἀρουραίους τινὲς εἰσέτι νῦν ἐσθίουσι μῦς. Συνάξειν δὲ πᾶσαν γλῶσσαν εἰπὼν, Ὄψονται, φησὶ, τὴν δόξαν μου, καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους. Ὃ σαφέστερον ἐν Εὐαγγελίοις φησίν·" Ὅτ' ἂν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι. μετ' αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη," καὶ τὰ ἐπὶ τούτῳ. Ὡς ἂν δὲ δείξῃ τῶν ἐθνικῶν τοὺς κατ' ἀξίαν σωθησομένους, ἐπὶ τὴν πρώτην ἀνέδραμεν παρουσίαν· περὶ ἧς καὶ τὸ, συνάξω τὰς γλώσσας, τινὲς ἐξειλήφασιν ἀνακεφαλαίωσιν εἶναι τῆς ὅλης προφητείας, τὰ ἐντεῦθεν εἰπόντες τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ἀπ' ἀρχῆς, μέχρι τέλους, ὡς ἐν βραχεῖ περιέχοντα, δηλοῦντα τῶν ἐθνῶν τὴν κλῆσιν, ὡς καὶ τοὺς ἀποστόλους ἀναδείξας παρὰ παντὸς ἔθνους προσκυνηθήσεται. Ὁ μὲν γὰρ παλαιὸς νόμος ἓν ἔθνος, καὶ μίαν γλῶσσαν συνήγαγεν· Ὁ δὲ Χριστὸς πάντα μετὰ τῶν σωθέντων ἐξ Ἰσραὴλ λέγων· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Οἳ καὶ τεθέανται τὴν δόξαν αὐτοῦ, μαθόντες διὰ τοῦ θείου κηρύγματος, ὡς ἴσος ἐστὶ τῷ Πατέρι, θαυματουργεῖ τε μέχρι καὶ νεκρῶν ἀναστάσεως, καὶ μὴ κατὰ τοὺς Ἰουδαίους εἰπόντες·" Διατί σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" συμφώνως δὲ λέγοντες·" Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." Ἐφ' ὧν καὶ τέθειται σημεῖον τοῦ τιμίου σταυροῦ· ἢ κατὰ Παῦλον εἰπόντα·" Ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἀπολυτρώσεως." Ἀπ' αὐτῶν δὲ, φησὶν, ἀποστελῶ ἐπὶ τὰ ἔθνη, δηλονότι τῶν ἀπολλυμένων, περὶ ὧν ἐλέγετο· Ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται. Ἐξ ὧν διασωθὲν τὸ κατάλειμμα πρὸς τὴν τῶν ἐθνῶν τῶνδε καὶ τῶνδε κλῆσιν ἀποσταλήσεται, καὶ ὄψονταί μου τὴν δόξαν, κατὰ τὸ ἤδη ῥηθέν· Οἷς οὐκ ἀνηγγέλη, περὶ αὐτοῦ ὄψονται· καὶ πάλιν·" Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν." Οἳ μετὰ τοῦ σημείου τοῦ ἐμοῦ πορευθέντες, τοὺς ἀπὸ τῶν ἐθνῶν ἀδελφοὺς ἀπεργάσονται, καὶ δῶρον προσάξουσι τῷ Θεῷ. Διὸ καὶ καυχώμενοι, χαρὰν αὐτοὺς καὶ στέφανον ὀνομάζουσι. Τὸ δὲ ἄπονον τῆς τῶν ἐθνῶν ἐπιστροφῆς ἀπὸ μεταφορᾶς τῶν ἐν ὀχήμασι κομιζομένων παρίστησι, πάσης αὐτοὺς ἀναπαύλης ἀξιοῦντος Θεοῦ. Ἔσονται δὲ κεχαρισμένοι Θεῷ, ὡς θυσία νομίμως προσαγομένη μετ' ᾠδῆς, καὶ δοξολογίας. Ἀπ' αὐτῶν δὲ, φησὶ, λήψομαι ἱερεῖς καὶ Λευΐτας, καὶ τὸ ἐκ τῶν ἀποστόλων, καὶ τὸ ἐκ τῶν ἐθνῶν ἀληθέστερον. Λοιπὸν παραδειγματικῶς τὸ τῆς ἐλπίδος τῶν κεκλημένων ἀσάλευτον δείκνυσιν. Οὐρανοῦ 2713 γὰρ καὶ γῆς ὁ ἀνακαινισμὸς πέρας οὐχ ἕξει. Οὕτως ἔσται τὰ καθ' ἡμᾶς. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Τὸ συνεχὲς δὲ τῆς εὐσεβοῦς λατρείας διὰ τῶν ἐν νόμῳ παρίστησι τυπικῶν. Τινὲς δὲ τὸ ἄξουσι τοὺς ἀδελφοὺς, κατὰ τὸν καιρὸν τῆς συντελείας φασὶν ἐπὶ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ὅτεπερ ἐν ἀγγελικῷ, κατὰ τὸν Ἠλίαν, ἀναληφθήσονται ἅρματι, φωτὶ θείῳ περιλαμπόμενοι. Καὶ δῆλον ἐκ τῆς Ζαχαρίου προφητείας. Ἵππους γὰρ διαγράψας καὶ ἅρματα, δυνάμεις τινὰς ἀγγελικὰς συνῃνίττετο. Λαμπηναὶ δὲ ἡμιόνων τὰ τῆς ἀναστάσεως σημαίνουσι σώματα, διὰ τὴν ἐν αὐτοῖς ἐκλάμπουσαν δόξαν. Ἀντὶ δὲ τοῦ, ἐν λαμπηναῖς ἡμιόνων μετὰ σκιαδίων, ὁ Σύμμαχος, ἐφ' ἵπποις, καὶ ἐν ἅρμασι, καὶ ἐν λεκτίσι, καὶ ἐν καρούκαις, καὶ ἐν φορείοις, ἑρμήνευσεν, δι' ὧν σωματικῶς εἰρημένων διὰ τοὺς ἀκούοντας, ἡ δι' ἀέρος μετάρσιος εἰς οὐρανοὺς πορεία σημαίνεται, κατὰ τὸ," Ἁρπαγησόμεθα ἐν νεφέλαις," τὰ νῦν ῥηθέντα σαφηνίζον ὀχήματα. Εἰς τὴν ἁγίαν δὲ πόλιν κομίζονται, περὶ ἧς φησιν·" Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν." Καί·" Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ." Ἀντὶ δὲ τοῦ μετὰ ψαλμῶν, ἐν σκεύει καθαρῷ ἑρμήνευσε Σύμμαχος. Ὡς γὰρ οἱ πάλα, φησὶ, τὰς νομικὰς θυσίας κατὰ νόμον ἐπὶ τῆς ἐπιγείου προσέφερον Ἱερουσαλήμ· οὕτως ἥξουσιν ἐκεῖνοι μετὰ τῶν ἰδίων καρπῶν δῶρα κομίζοντες, ἅπερ ἕκαστος ἐν ψυχῇ παρεσκεύασεν. Εἶτά φησιν· Καὶ ἀπ' αὐτῶν λήψομαι (ποίων, ἀλλ' ἢ τῶν κατειλεγμένων ἐθνῶν;) ἱερεῖς καὶ Λευΐτας. Εἰ γὰρ καινὸς οὐρανὸς ἔσται, καὶ γῆ καὶ Ἱερουσαλὴμ, ἀκόλουθον εἶναι καὶ καινοὺς λειτουργούς. Δι' ὅπερ ἔφασκεν·" Οὐ μὴ μνησθῶσι τῶν προτέρων, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν." Ἀπίθανον γὰρ ἐξ Ἰουδαίων εἰπεῖν, ἤδη παρ' αὐτοῖς τούτων προϋφεστώτων. Πῶς δ' ἂν ἐξ ἱερέων ἱερέας, καὶ ἐκ Λευϊτῶν εἰλήφει Λευΐτας, πάσης τῆς Λευῒ φυλῆς, ἐπὶ τούτους διῃρημένης, οὓς ἀπεικάζει οὐρανῷ τε καινῷ, καὶ γῇ; περὶ γὰρ τῶν πρώτων ἐῤῥέθη·" Ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται." Καὶ πάλιν·" Ἐλιγήσεται, ὡς βιβλίον, ὁ οὐρανὸς, καὶ φθορᾷ φθαρήσεται ἡ γῆ." Τοῦ δὲ μέλλοντος αἰῶνος ἀπαρχὴ Χριστός· ἔπειτα, οἱ τοῦ Χριστοῦ· εἶτα, οὐρανὸς καὶ γῆ καινά. Τούτων τῶν οὐρανῶν τὴν βασιλείαν τινῶν ἔφη μακαριζομένων εἶναι, καὶ ἄλλω τὴν κληρονομίαν τῆς γῆς. Τῶν γὰρ παρὰ τῷ Πατρὶ μονῶν τῶν μὲν οὐσῶν ἐλαττόνων, τῶν δὲ κρειττόνων, τῇ πρὸς ἀλλήλας δόξουσι σχέσει αἱ μὲν τῶν ὑπ' αὐτὰς 2716 οὐράνιοι, αἱ δὲ τῶν ὑπὲρ αὐτὰς γῆ. Διηνεκεῖς δὲ πᾶσαι. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Εἰ δὲ σύμβολα καὶ εἰκόνες τὰ νομικὰ, κατὰ τὸ," Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν·" ἀκόλουθον οὐρανίους νοεῖν, ἑορτὰς, καὶ μῆνας, καὶ Σάββατα, ἅπερ ἐξετάζειν οὐ τοῦ παρόντος καιροῦ. Πλὴν, ὥσπερ Ἰουδαῖοι πόλεις ᾤκουν πολλὰς, κρείττων δὲ Ἱερουσαλὴμ ἡ τὸ ἁγίασμα φέρουσα, εἰς ἣν, κατὰ καιροὺς, οἱ τὰς ἄλλας οἰκοῦντες ἀπήντων, τὴν θρησκείαν ἐπιτελέσοντες· οὕτω νοητέον ἐν οὐρανοῖς ἁγίασμα ὑπάρχειν ἐξαίρετον, πλὴν τοῦ ἀρχιερέως Υἱοῦ τοῦ Θεοῦ, ἄβατον ὑπάρχον τοῖς ἄλλοις, ᾧ μόνῳ θέμις τῇ τοῦ Πατρὸς πελάζειν θεότητι, εἴς τε κόλπους· τῶν ἄλλων καιροῖς τεταγμένοις (οἵτινές ποτε οἱ καιροὶ νοοῦνται οὗτοι, καὶ τὰ ἐν τῇ τακεῖ, ὧν τις προφήτης ἐν περινοίᾳ γενόμενος ἔλεγε·" Καὶ ἔτη αἰώνια ἐμνήσθην, καὶ ἐμελέτησα") διαβαινόντων ἐπὶ τὴν ἐξαίρετον οὐρανόπολιν, τῇ τοῦ Θεοῦ βασιλείᾳ ἀφωρισμένην μονὴν, καὶ τοῖς εἰς ἄκρον μακαριότητος ἥκουσιν, ἧς οὐ στερήσονται οὐδὲ οἱ ὑποβεβηκότες, κατὰ δὲ περιόδους τινὰς ἐν οὐρανίοις ἑορταῖς ἀφικνούμενοι, ἐνθέου τε καὶ ἀλήκτου τινὸς εὐφροσύνης μεταλήψονται, ἀῤῥήτων ἀγαθῶν ἀπολαύσοντες, ὧν ἐμφορηθέντες εἰς μονὰς τὰς ἑαυτῶν ἐπανήξουσιν, ἐκεῖ Σαββατισμὸς ἀληθὴς καὶ ψυχῶν ἐστιν ἀνάπαυσις. Σὰρξ δὲ πᾶσα τὰ ἔθνη, κατὰ τὸ ῥηθέν·" Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ." Καὶ ἀλλαχοῦ·" Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν." Οὕτω δὲ λέγει, ἵνα μὴ περὶ αὐτῶν ταῦτα λέγεσθαι νομίσωσιν Ἰουδαῖοι· δι' ὃ πᾶν ἀνθρώπων γένος δηλοῖ. Ἀλλ' οὗτοι μὲν ἥξουσιν. Οἱ δὲ τῆς Ἱερουσαλὴμ ἐκείνης πολῖταί εἰσιν αἱ μυριάδες, κατὰ Παῦλον, ἀγγέλων, ἡ Ἐκκλησία πρωτοτόκων. Ἐκεῖ διὰ παντὸς ἔσονται λειτουργοὶ Θεοῦ ὄντες, ὑπ' ἀρχιερεῖ τῷ μεγάλῳ ταττόμενοι. Πάντες δὲ ὄψονται τῶν ἀσεβῶν τὴν ἀπώλειαν, ἐννοοῦντες οἵων ἀγαθῶν ἐστερήθησαν. Ἀντὶ δὲ τοῦ, τὰ κῶλα, τὰ ἔσχατα Σύμμαχος ἔφησεν. Τίνων δὲ τὰ κῶλα; περὶ ὧν ἔλεγε κατ' ἀρχάς·" Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν." Οὓς μακρὰν ἑαυτῶν ὄντας οἱ ἐκ τῆς Ἱερουσαλὴμ ἐξιόντες θεάσονται, καὶ ἐπὶ τὰς οἰκείας μονὰς ἐπανήξουσι. Σκώληκα δέ φησιν ἀτελεύτητον τὴν ἐν τῷ μετανοεῖν τῶν ἰδίων ἁμαρτημάτων συνείδησιν, ἐν τῷ τοιούτων ἀγαθῶν ἐστερῆσθαι δακνομένων ἀεὶ τὴν ψυχὴν, καὶ κατηγορούντων ἑαυτῶν ἐπὶ τῇ φθασάσῃ κακίᾳ. Πῦρ δὲ ἄσβεστον, τὸ ῥηθὲν ὑπὸ τοῦ Σωτῆρος, αἰώνιον, ἡτοιμασμένων τῷ διαβόλῳ· σαρκὶ δὲ εἰς ὅρασιν ἔσονται τῇ μὴ κολαζομένῃ, περὶ ἧς ἔφη· Ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου. Ἢ τὸ τῶν 2717 κολαζομένων ὄψεται τέλος αὐτὴ τῶν ἀγαθῶν ἀπολαύουσα. Τινὲς δὲ ταῦτα δηλοῦν ἔφασαν τὰς ἐπενεχθείσας Ἰουδαίοις συμφορὰς ὑπὸ τῆς Ῥωμαίων χειρὸς εἰς σφαγὴν δεδομένοις. Οἳ καὶ ἐν τῇ σαρκὶ γεγόνασι θεατοὶ, καὶ μονονουχὶ δίκην ἀτελεύτητον πάσχουσιν. Ἄλλοι δέ φασιν, ὡς διὰ χρηστῶν καὶ φοβερῶν ὁ Θεὸς τοὺς Ἰουδαίους προτρέπεται, ὅς γε καὶ παρουσίαν ἰδίαν κατεπαγγέλλεται. Ἡ δὲ παρουσία οὐ καθ' ἕνα τρόπον νοεῖται." Καὶ γὰρ οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου." Ὅπερ εἶπεν οὐ δήπου τὴν ἔνδοξον αὐτοῦ παρουσίαν δηλῶν, τὴν δὲ κατ' ἐνέργειαν αὐτοῦ πρὸς αὐτοὺς ἐπιφοίτησιν, ὡς καὶ νῦν τὴν αὐτῶν ἐπίσκεψιν ὑπεδήλωσεν εἰς ἡμᾶς, λέγων, ὡς 9ἐπισυνάξει9 αὐτοὺς ἐκ πάντων 9τῶν ἐθνῶν9, εἰς ἃ διασπαρέντες τὰς ἐκείνων γλώσσας ἐξέμαθον, ἀθετησάντων δὲ αὐτῶν Χριστὸς 9τὰ ἔθνη συνήγαγεν9, οἵπερ 9ἥξουσι9 τοὺς καλέσαντας αὐτοὺς ἀποστόλους τῇ μνήμῃ φέροντες, καὶ ζηλωταὶ τούτων γινόμενοι. Ὧν τὴν εὐθυμίαν διὰ τῶν ὀχημάτων δηλοῖ, ἥτις ἐδηλοῦτο πρώτως διὰ τοῦ εὐνούχου [λείπει].