Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Descriptio imaginis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Descriptio imaginis ΕΚΦΡΑΣΙΣ ΕΙΚΟΝΟΣ ΕΝ ΤΗΙ ΠΟΛΕΙ ΤΩΝ ΓΑΖΑΙΩΝ ΚΕΙΜΕΝΗΣ ΕΝ ΤΗΙ ΠΟΛΕΙ ΤΩΝ ΓΑΖΑΙΩΝ ΚΕΙΜΕΝΗΣ Ἔρως δὲ καὶ Ἔρωτος τὰ τοξεύματα πανταχῇ φοιτᾷ καὶ διὰ πάντων διέρχεται. καὶ οὔτε Ζεὺς ἐλεύθερος, ὅταν ἐθέλωσιν Ἔρωτες· ἀλλ' ὁ σεμνὸς καὶ ὕπατος καὶ ᾧ τὸ σθένος οὐκ ἐπιεικτὸν Σεμέλην τε ποθεῖ καὶ Ἥραν περιεργάζεται καὶ βοῦς Εὐρώπῃ δοκεῖ καὶ νήχεται θάλασσαν ὑπ' Ἔρωτος κυβερνώμενος· κἂν φανῇ χρυσός, οὐ φαίνεται Δανάη παρθένος. ὁ δὲ Ποσειδῶν, δοκοῦν ἐκείνοις, ἀποστὰς θαλάσσης πρὸς ἤπειρον μετοικίζεται. καὶ θεὸς Ἀπόλλων διώκει μὲν φεύγουσαν, νικῶν δὲ ἡττήθη, φυτὸν κρατήσας ἀλλ' οὐ παρθένον τὴν Δάφνην. ἤδη δὲ τῇ τεκούσῃ προσπαίζουσι μὲν Ἔρωτες, ἐκεῖθεν δ' ἄρα πρὸς Ἄδωνιν ἐνεπτόητο, καὶ βοᾷ τὸ ῥόδον τὸν ἔρωτα. οὗτοι δὲ καὶ κατὰ Φαίδρας, ὡς ὁρᾷς, ἀνετείναντο τὰ τοξεύματα. 2 Ἀθῆναι ταῦτα καὶ θέρους ἀκμὴ καὶ μέσον ἡμέρας. ὁ δὲ καιρὸς δηλοῦται τοῖς πράγμασι. θήρα γὰρ ἐνταῦθα καὶ κυνηγέσια ἐσθῆτές τε τὰ σώματα διαψύχουσαι καὶ Θησέως ὕπνος οὐ μὰ Δία νυκτὸς ἐπιστάς· οὐ γὰρ ἂν οἰκέτης αὐτῷ πρὸς ἀποσόβησιν τῶν λυπούντων παρεκαθέζετο. μέση δὲ τῶν βασιλείων ἡ κλίνη, σεμνὴ καὶ μάλα τρυφῶσα, ὑπείκουσα μὲν, ὡς δοκεῖ, τῷ καθεύδειν ἐθέλοντι, χρωμάτων δὲ παραλλαγῇ τὸ ξανθὸν ἀεὶ τῷ κυανῷ παραπλέκουσα. 3 τὰ δὲ βασίλεια πυκνοῖς ἐς ὕψος ἀνέχεται κίοσι καὶ πρὸς διπλῆν στοὰν τὸν θεατὴν παραπέμπουσιν. ἰδοὺ γάρ σοι καὶ πρὸς βάθος εἰσδύονται. εἰσόδους γὰρ ἡ τέχνη μιμεῖται κοιλαινομένη τοῖς χρώμασιν. ὁ δὲ τοῖχος ἔνδον ἁψῖσι πυκνοτέραις διείληπται πρὸς ἀγαλμάτων, ὡς εἰκὸς, ἐσκευασμέναις ἀνάθεσιν. οἱ δὲ κίονες λευκοὶ μὲν πάντες, οὐ λεῖοι δὲ πάντες, κοιλότησιν ὀρθαῖς κεκολαμμένων τῶν ἄκρων, ὁμοῦ δὲ πάντες χρυσίῳ λαμπρῷ τὰς κορυφὰς ἀποστίλβοντες. ὀφρὺς δὲ τούτοις ἐπίκειται· ἀλλ' οὐδὲ ταύτην παρεῖδεν ἀκόσμητον ὁ ζωγράφος, ἀλλὰ τοῖς ἐπικειμένοις ἐποίκιλλε γράμμασιν, εἰκόνας ἐν εἰκόσι μιμούμενος. 4 Ἀλλ' εἴ τί σοι γεγύμνασται πρὸς αἴσθησιν λεπτοτέραν ἡ θέα καὶ καθαρῷ φωτὶ τῶν σμικροτέρων ἀντέχεται, δίδου μοι ταύτην καὶ σκόπει. πῆ μὲν γὰρ κυνηγετήσας ἐστὶν Ἱππόλυτος καὶ λέοντα τῷ δόρατι βαλὼν οὔπω διαναστάνταὤκλαζε γάρ, ἔτι τὸν θυμὸν ὑποτρέφων, καθήμενος, τῶν ποδῶν τοὺς μὲν πρόσω τείνας, τούτοις δὲ αὐτὸς ἐφιζάνων ὑπὸ γαστέρα κειμένοις [τὸν προσ] ορῶντα [ποιμένα] πρὸς ἔπαινον διανίστησι, χεῖρας αἴροντα μετεώρους τῷ θαύματι καὶ δίκην ἔχειν οἰόμενον τῆς ἀρνός, [ἣν ὑπὸ λέοντος ἐπεῖδεν ἁρπασθεῖσαν κατανι] ώμενος. ὁ δὲ κυνηγέτης τὸν μὲν ἔστησε πόδα τὸ γόνυ κυρτώσας μετέωρον, τὸν δ [ὲ ἐπὶ γῆς καθιστάνει. ὡς δὲ καθέστηκε τῆς λείας] τυχών, ἀποστραφεὶς προτείνει τὴν δεξιάν, ἑαυτὸν τῆς θήρας πρὸς τοὺς ὄπισθεν οἰκέτας [ἐκστρέφων· ἡ δὲ χλανὶς ἐπὶ τοῖς ὤμοις] τυχών, ἀποστραφεὶς προτείνει τὴν δεξιάν. μὲν οἰκέτης ἕλκει, τῇ δὲ τοῦ δεσπότου πρὸς ἔπαινον ἀνατείνεται. οἰκέτης δέ τις ἄλλος τὰς ἄρκυς ὤμοις ἐπαίρεται· ταύταις γὰρ τὰ λανθάνοντα τῶν θηρίων ὕλαις τισὶν ἢ σπηλαίοις ἐγκαταδύντα περιστοιχίζεται. 5 Καὶ ταῦτα μὲν ἐκ δεξιᾶς εἰσιόντι προσαντήσει τὰ γράμματα. ἐκ δὲ τῆς ἑτέρας λαβύρινθον ὅρα καὶ τὸν Θησέα τῷ Μινωταύρῳ διαμαχόμενον. δεινὸν δὲ τὸ θηρίον, ἀνὴρ καὶ ταῦρος, ἑκάτερον ἐλλιπές, τῇ δὲ θατέρου προσθήκῃ πληρούμενον· ἄνθρωπος ἐς ὤμους τῷ βοῒ τὸ λεῖπον δεχόμενος. τοιγαροῦν αὐτῷ καὶ τοῦ κέρως ἀντέχεται, τῇ μὲν εἰς γῆν κατασπᾶν, τῇ δὲ καὶ πλῆξαι βουλόμενος, ἤδη τῇ λαιᾷ πρὸς πληγὴν ἐπειγόμενος. 6 Πύλη δέ σοι προσελθόντι τὸ στόμα τοῦ λαβυρίνθου παρίστησιν. ἡ δὲ τοῦ Μίνω παρθένος ἐρᾷ Θησέως, παιδὸς ἔτι καὶ καλοῦ μειρακίσκου, καὶ τὴν τύχην ἐξ ἔρωτος ἐλεήσασα προτείνει μίτον αὐτῷ, ὅσπερ ἐξημμένος τῆς θύρας τῷ τε σκολιῷ τῆς εἰσόδου λυόμενος καὶ συμ πλανηθεὶς εἰσιόντι χειραγωγήσει τούτῳ τὴν ἔξοδον αὖθις. ἐρωτικὸν δέ τι καὶ βλέπει καὶ φθέγγεται, τῇ τοῦ Θησέως ἐπανόδῳ τὸν γάμον τηρήσασα, ἕδνα λαχεῖν ἐξ ἀρετῆς περιμένουσα τοῦ Μινωταύρου τὸν φόνον. 7 Ὡς δεινὸς τοῖς Ἀθηναίοις ὁ φόρος, παῖδες κατηφεῖς καὶ δακρύοντες, ἐς προῦπτον ὄλεθρον τῷ Μινωταύρῳ δοθέντες· οὓς Ἀριάδνη θεασαμένη καὶ τὸν Θησέα τούτοις συναριθμούμενον ἐρᾷ, δακρύει καὶ πέπονθε καὶ τῶν δεινῶν τὴν λύσιν σοφίζεται. 8 Τοιαῦτα μὲν ἐκ περιουσίας παρέρριπται τῷ ζωγράφῳ ποικίλματα. ἐν ἄλσει δὲ μέσῳ πεποίηται τὰ βασίλεια, καὶ συνυψοῦται τὰ δένδρα καὶ περαιτέρω προέρχεται, καὶ τῆς ὕλης ἡ κόμη μετέωρος ἀπῃώρηται. τοῦ δὲ τέγους ὁ ταὼς καθίπταται· εἴποις δ' ἂν αὐτὸν πολλῇ κομῶντα τῇ πτερώσει ἀπεστράφθαι πρὸς ταύτην ἡδόμενον καί τι παρημελημένον διορθοῦσθαι τῷ στόματι· τάχα δέ τι καὶ δάκνον ἀμύνεται τῇ δέρρει πρὸς αὐτὸ διικνούμενος. τῷ δὲ ταῲ τὰ πτερὰ πολλὰ καὶ πυκνὰ καὶ ἄλλα ἐπ' ἄλλοις, καὶ κύκλοι τινὲς ἐν τούτοις διαφόρῳ φωτὶ καταστράπτουσι χρωμάτων. ταῦτα γὰρ δίδωσιν αὐτοῖς πρὸς εὐμορφίαν ἡ φύσις, αὐτομάτῳ κάλλει τὸν ταὼν στεφανώσασα. ὅθεν ἔσθ' ὅτε τῇ πτερώσει γαννύμενος. ἀνορθοῖ ταῦτα μετέωρα καὶ πρὸς βαθύν τινα κόλπον κοιλαίνει τὸ μέσον καὶ παστάδα μιμεῖται τῷ σχήματι. 9 Πρὸς Διός, ὦ φιλότης, μηδὲ τὰς πρὸς θάτερον ἄκρον παραδράμωμεν ὄρνιθας, ἃς πελειάδας μὲν εἶπεν ἡ ποίησις, Ἀφροδίτης δὲ τὸ χρῆμα κατὰ δυάδα νεμόμενον. θῆλυ γὰρ ταῦτα καὶ ἄρρεν ἐπ' ἀλλήλοις ἡδόμενα ἔρωτι. τούτων ἡ μέν τι περισκοπεῖ καὶ πρὸς αὐτὸ τῇ κεφαλῇ μεταφέρεται· τὸ δὲ πρὸς ταύτην ἀφορᾷ πλείονι φίλτρῳ κρατούμενον, ὡς ἔοικε. 10 Τοιαῦτα μὲν ὁ ζωγράφος φιλοτιμεῖται τοῖς βασιλείοις ἐκ τῆς τέχνης τὰ θαύματα. μέσος δὲ ἐν μέσοις Θησεύς, οὐ Μινωταύρῳ μαχόμενος, οὐ Κερκυόνα βαλών, οὐ Σίνιν παύων τῆς ὕβρεως. ἀλλὰ ταῦτα μὲν ἂν ἴδοις ἐν ἑτέρᾳ γραφῇ· τὸ δὲ παρὸν πρὸς τὸ τῆς ἡμέρας μῆκος ἀποκαμὼν ἐπὶ κλίνην ἐτράπη καὶ διαναπαύει τὸ σῶμα, τῆς μεσημβρίας τὸ πνῖγος ἀποπεμπόμενος ὕπνῳ. καὶ τῇ παρούσῃ γυναικὶ διελέγετο οὐ σὺν αὐτῷ κατακειμένῃ· νυκτὸς γὰρ ἡ κοίτη τοῖς σώφροσιν· ἐπὶ δίφρου δέ τινος ὀκλαδίου παρακαθέζεται. καὶ Θησεὺς μὲν μεταξύ τε λέγων πρὸς ὕπνον, ὡς εἰκὸς, συνηρπάζετο καὶ ἡμιτελῆ τὸν λόγον ὑποχαυνώσας τῷ πάθει. 11 ὅθεν δὴ τοῦ Ὕπνου τὸ ταχὺ λανθάνον καὶ ὡς κλέπτει τὸν νοῦν καὶ κατασύρει τὰ βλέφαρα δηλῶν ὁ ζωγράφος σκιοειδῆ τινα καὶ πτερωτὸν ἀπειργάσατο. στροφίῳ δὲ λευκῷ τὴν κεφαλὴν ἀναδούμενος τὴν κατὰ πάντων νίκην ἐδήλωσεν. ἄκραις δὲ χερσὶν ἐπ' ἀλλήλαις κειμέναις ἐπικλίνας τὸ μέτωπον καθεύδει νῦν ἡδέως ὅπερ ἔστι παθών, δηλῶν τὴν φύσιν ἔργῳ τε ἅμα καὶ σχήματι. ἀποκρύπτει δὲ τὴν θέαν· οὐ γὰρ προορᾷ τις ἐρχόμενον ὕπνον. τοιγαροῦν οὐ πρόσθεν, ἐξ ἀφανοῦς δὲ παρέστηκε τῇ κλίνῃ ταῖς χερσὶν ἐρειδόμενος, καὶ εἰ παρῆν Ὅμηρος, εἶπεν ἂν ὁ ποιητής· στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν. 12 Ὁ δὲ Θησεὺς ὕπνῳ τε καὶ τῷ σφοδρῷ τῆς ὥρας παρειμένος τοῖς μέλεσιν ἀνέχεται μὲν ἐπικείμενον [διάδημα κεφαλῇ,] διαφανὴς δὲ ὁ χιτὼν ὕλῃ τε χρυσῇ καὶ ποικιλτοῦ τέχνῃ πρὸς τοῖς ἄκροις ἁβρύνεται· δοκεῖ δὲ [···················· κ] λέπτων γὰρ τῇ τέχνῃ τοῦ Θησέως διαπορθμεύων τὸ χρῶμα ἐσθής, ὅτε τὸ οἰκεῖον ἀπέκρυψε τοῦ διαφαν [οῦς·····················] ὅσον ἀφεῖται τοῦ σώματος μέρος, ἐν καθαρᾷ τῇ θέᾳ τὸ λευκὸν ὑποδείκνυσι· [ἡλιοκαὲς γάρ ἐστι νεανίου τὸ] χρῶμα καὶ ἀνδρὸς ἐν ὑπαίθρῳ προσκαρτεροῦντος τοῖς ἄθλοις καὶ τὸν ἥλιον ὅλῳ δεχομένου τῷ σώματι [························] ει, τῷ δὴ τάχα καὶ Φαίδρα βδελύττεται, τῆς ψυχῆς τὸ κάλλος κατανοεῖν ἀγνοήσασα. ἀσκῶ [ν·················] ἐφαπτόμενος ἀναδραμούσῃ μὲν χειρί, ἐπικαμφθεῖσι δὲ δακτύλοις τὸν τράχηλον ἐπιτίθησι, τῆς ἐκ κεφ [αλῆς···] τω [·········· π] ροιστάμενος. ἡ δεξιὰ δὲ μετέωρος· ἐξ ἄκρου γὰρ ἀγκῶνος καταλαβοῦσα τὸν πῆχυν ἀνα παύει τῇ κόμῃ τὴν μασχάλην αὐτῷ καταψύχουσα· ποῦς δὲ λαιὸς ὀρθῇ τῇ κνήμῃ συνέσταλται τὸ γόνυ φέρων μετέωρον· τοιαῦτα γὰρ τοῖς καθεύδουσιν ἐν ἀγνοίᾳ αὐτοματίζεται σχήματα. 13 Εἶδεν οἰκέτης ὑπνοῦντα τὸν δεσπότην καὶ τοῦ πάθους μετέλαβε. οὐ συγχωρούσης δὲ τῆς τύχης ὕπτιον ἐπὶ στρωμνῆς αὐτῷ καθεῖναι τὸ σῶμα, στρωμνὴν ἀναγκαίαν ἐργάζεται, αὐτὸς ὑπνῶν, αὐτὸς ἑαυτῷ καὶ κοίτη γινόμενος, ὀκλάζων μὲν τῷ ποδὶ καὶ τούτῳ ἐπικαθήμενος, ἑστηκότι δὲ θατέρῳ, ἑτέραν ἐφ' ἑτέρᾳ τὼ χεῖρε βαλὼν καὶ μικροῦ πρηνὲς ἐπιρρίψας τὸ πρόσωπον. ὄργανον δέ τι φέρει τῶν ἐνοχλούντων ἀλεξητήριον. ὅπως δὲ μὴ λάθῃ παραρρυέν, ὀρθὸν τοῦτο στήσας τὸ σῶμα ἀνέκλινε, λαιῷ συνέχων τῷ πήχει καὶ πρὸς ἀσφάλειαν τῇ χειρὶ τὴν κεφαλὴν ἐρειδόμενος. 14 Ἐταῖρος δέ τις αὐτοῦ προνοῶν καὶ τὸν ἐκ τοῦ διαστῆναι τὸν δεσπότην κίνδυνον αὐτῷ ὑφορώμενος καὶ μᾶλλον, εἴ τι δυσχερὲς ἐφιζάνον ἐκ τῆς τούτου ῥᾳθυμίας ἀποσκεδάσει τὸν ὕπνον, ὅλος μὲν οὐ πάρεστιν ἐπ' αὐτόν, μὴ καὶ δόξῃ τὴν αἰτίαν παρέχειν τῷ πράγματι, τοῖς ποσὶ ψοφῶν καὶ ὅλος ἅμα φαινόμενος· προκάλυμμα δέ τινα τῶν κιόνων ποιῶν καὶ πρὸς ἑκάτερα μερίσας αὐτόν, τὰ κάτω μὲν ἀποκρύπτει τοῦ σώματος, ἡμιτελὴς δέ τις φαινόμενος καὶ ῥᾳδίαν ἑαυτῷ τὴν φυγὴν ἐκ τῆς τοῦ δεσπότου προσλαγχάνων αἰσθήσεως, προβάλλει τὴν μὲν κεφαλὴν πρὸς θέαν, τὴν δὲ χεῖρα πρὸς κίνησιν. ἵνα γὰρ μὴ καλέσας ὀνόματι τῷ τοῦ ῥήματος ἤχῳ βάλῃ τὸν δεσπότην λαθών, χειρὶ προσάγει τὴν χεῖρα, καὶ τοῦ βραχίονος ἀντεχόμενος τὸ βραχὺ τοῦ ὕπνου τάχα δυσχεραίνει καὶ ἐπιμέμφεται. 15 τὸν δὲ πρὸς τοῖς ποσὶν ἴσως τι προλυπήσαντα ὅλῳ καθεύδειν ἀφῆκε τῷ σώματι. ἐλευθεριάζει γὰρ τῷ ὕπνῳ πᾶς τε κλιθεὶς καὶ τὸν δεσπότην αὐτὸν ἐναντίᾳ τῇ σχέσει μιμούμενος. ἔοικε δὲ τῶν ἐπ' αὐτῷ ζῴων πεπιστεῦσθαι τὴν ἐπιμέλειαν, τοῖς αὐτῶν τραχήλοις ἐναποδήσας ἀθύρματα. ταῦτα δὲ τῆς τοῦ κρατοῦντος ἠρεμίας λαβόμενα εἰς μάχην ἀλλήλοις συνήρχοντο. ἡ δὲ κύων ἔοικεν ἐν μικρῷ τῷ σώματι καὶ μήτηρ εἶναι σκυλάκων, καθειμένη τοῖς τιτθοῖς καὶ πληρουμένη τοῦ γάλακτος· ἡττηθεῖσα δ' οὖν μεταστραφεῖσα ἐχώρει, τὴν κέρκον ἐφ' ἑαυτὴν ἀνακλάσασα, καὶ τὸν ἰχνευτὴν ὑποφεύγει διώκοντα. καὶ δειλιᾷ μὲν αὕτη, θυμῷ δὲ ἐκεῖνος τοῦ κρατοῦντος ἐφάλλεται. ὁ δὲ μηδὲν αἰσθανόμενος, τὼ πόδε παραλλάξας, περὶ δεξιὸν ἀγκῶνα μετέστραπται. ἀριστερῷ δὲ διῃρημένῳ καὶ τῆς κορυφῆς καταπίπτοντι τῆς τοῦ δεσπότου κλίνης ἐφάπτεται, τοῖς ποσὶ κατακείμενος. ἡ δὲ ἐλέφαντι καὶ χρυσῷ καὶ Νίκης κεκόσμηται γλύμμασι, διῃρημέναις πτέρυξιν, ἄκρᾳ τῇ κεφαλῇ τὴν κλίνην ἀνέχουσι· ποικίλου δὲ κροσσοὶ παραπετάσματος τοῖς ποσὶ παρακρέμανται. 16 Θησεὺς μὲν καθεύδει καὶ τὴν τύχην οἰκέται βιάζονται. Φαίδραν δὲ ἐκείνην οὐ κατέσχε νήδυμος ὕπνος. ἀνθ' ὕπνου δὲ ταύτῃ τὴν καρδίαν Ἔρως ἐνέμετο. ἀλλὰ τί πάσχεις, ὦ γύναι; ἀνόνητον πονεῖς οὐκ εὐτυχοῦντος τοῦ Ἔρωτος. πῶς γὰρ δὴ καὶ πείσεις τὸν καὶ σωφρονεῖν ἐπιστάμενον; τί σαυτὴν αἰσχύνεις ἀνόμῳ κοίτῃ πλησιάζειν ἐθέλουσα; βραχύ τι μεταστρέφου καὶ δίδου τῷ συνοίκῳ τὸ βλέμμα καὶ μὴ τὸ παρὸν μέμφου, τὰ μὴ παρόντα ζητήσασα. αἰδοῦ δὲ τὸν σύνοικον καὶ καθεύδοντα· καὶ μεταφέρου τῆς εἰκόνος πρὸς ἣν ἀφορᾷς. Ἱππόλυτος γὰρ ὡς ἔοικε σωφρονεῖ κἀν τοῖς χρώμασιν. 17 Ἀλλὰ τί τοῦτο πέπονθα; τῇ τοῦ ζωγράφου τέχνῃ πεπλάνημαι καὶ ζῆν τ̣ αυ῀̣ τα νενόμικα καὶ λανθάνειν τὴν θέαν, ὅτι̣ πέφυκε γράμματα. οὐκοῦν περὶ τῆς Φαίδρας, μὴ πρὸς ἐκείνην φθεγγώμεθα. τὸ γὰρ σχῆμα ταύτης ἐλέγχει τὸν ἔρωτα. ὁρᾷς ὑγρὸν τὸ βλέμμα καὶ νοῦν τῷ πάθει μετέωρον καὶ σῶμα στηριγμάτων ἐπιδεόμενον, ψυχὴν ὥσπερ ἀποδημοῦσαν καὶ ζῶντος ἔτι τοῦ σώματος. δίφρος ὁ μὲν αὐτῇ πρὸς ἕδραν ὑπέστρωται, ὁ δὲ πρὸς τῇ κλίνῃ, ὡς εἰκὸς, ὑποκείμενος ἀνέχει τὸν νῶτον καὶ πέμπει τῷ σκίμποδι. ὁρᾷς δὲ πῆχυν καὶ πάθει λυόμενον καὶ μόλις ἄκρῳ δακτύλῳ τῆς παρειᾶς ἐπιψαύοντα. ἄμφω διεστήκατον,† μεθ' οὓς ἕτερος† ἀπεῖπε τῇ στάσει καὶ κάμπτεται, τοὺς ὤμους ἔχων ἐν μετεώρῳ σαλεύοντας. χεὶρ χερὶ βοηθεῖ καὶ ποὺς ποδὶ λυομένῳ συνέρχεται. ἑκατέρου γὰρ τὸ μὲν ἀνέχει, τὸ δὲ ἐπικέκλιται. λεπτῷ δὲ χιτωνίσκῳ πολύ τι κα̣ ι`̣ τῶν ἀπορρήτων ὑπέδειξεν. ὁ μὲν χιτὼν ἑκατέρωθεν λεπταῖς τισὶ καθόδοις ἐξ ὤμων εἰς πόδας ποικίλλεται· ἡ δὲ στηρίσασα τὴν κεφαλήν, αὐτὴ δεομένη στηρίγματος, πινακίῳ διπλῷ κατὰ τῆς κλίνης κειμένῳ συνέχεται. τὸ δὲ πινάκιον μικρῷ ἐοικὸς ὑ [.....] διαπορθμεύει τῷ ποθουμένῳ τὸν ἔρωτα. 18 Τὴν γὰρ δὴ Φαίδραν τουτὶ τὸ λαμπάδιον ὑποθάλπει τοῦ Ἔρω̣ τ̣ ο̣ ς̣ καὶ τὸν ῥυθμὸν αὐτὸς διαλύει τοῦ σώματος καὶ τὴν διάνοιαν πρὸς ἃ μὴ πρέπει βιάζεται φέρειν. τί γὰρ αὐτῇ καὶ δράσει Ἔρως [·······] αται καὶ σκιρτᾷ κατ' ἀέρος τοῖς πτεροῖς ἀνεχόμενος δεξιᾷ τε χειρὶ ἑνί τε ταύτης δακτύλῳ δείκνυσι μετέωρον ἐν χρώμασι τὸν Ἱππόλυτον. θατέρᾳ δὲ τὸν πυρσὸν ἀνάπτει, ὁμοῦ τῇ θέᾳ τῆς καρδίας ἁπτόμενος μέσης. Ἱππολύτο̣ υ̣ [δὲ] τῶν στέρνων ἐπὶ τῆς εἰκόνος τὰ χρώματα ἀρκοῦντα μέρη τῇ χρείᾳ· ταῦτα γὰρ καὶ μᾶλλον παρασκευάζειν οἶδε τὸν ἔρωτα. ὁ [μὲν οὖν φι] λόθηρος ἐμφαίνει τοῦτο τῷ δόρατι· τοσοῦτον δὲ φαίνει τῆς χλανίδος, ὅσον τοῦ σώματος. 19 Ὁ δέ τις Ἔρως ὑφεδρεύων καὶ τοῖς ποσὶν ἐνηλλαγμένως ἱστάμενος παρασκευάζει τὴν ἐκ μέλανος ὕλην τοῖς γράμμασιν, ὅσα δὴ γραφέντα μηνῦσαι μέλλει τῷ Ἱππολύτῳ τὸν ἔρωτα. καὶ τῇ λαιᾷ ταύτην ἀνέχων, θατέρᾳ ταύτῃ τὴν γραφίδα φέρων ἐνέθηκε, μέλλων ἐπιδοῦναι τῇ Φαίδρᾳ. ἡ δὲ λαβοῦσα γράψει·" Μέχρι δὴ τίνος σωφρονήσεις, Ἱππόλυτε; Φαίδρα δὲ ποθεῖ σε καὶ βούλεται". 20 Διακονήσει δὲ τῇ χρείᾳ τραγική τις γραῦς, αὐτὸ τῆς πολιᾶς τὸ βαθύτατον, τίτθη τις, ὡς ἔοικεν, οὐκ ἐν καιρῷ φειδομένη τῆς Φαίδρας. τοῖς δὲ τῶν γυναικῶν ἐντριβεῖσα παθήμασιν, οἶδεν οἷς προσέχει καὶ προσανέπτη μετέωρος καὶ ἔστιν ὅλη τοῦ ἔρωτος· καὶ τὸ πάθος ἐπισταμένη, ὅμως ἐρωτᾷ τι καὶ διδάσκει τοῖς δακτύλοις ταῦτα ὑποσημαίνουσα καὶ λέγειν ἔοικε·" Τί πέπονθας, ὦ τέκνον; τί δὲ τοσοῦτον ἠπόρησαι; γράφε καὶ θάρρει καὶ δέχου με τῇ χρείᾳ διάκονον". πείθει τὴν Φαίδραν εἰποῦσα καὶ οἴχεται. μᾶλλον δὲ ταύτην, ἐν ὅσῳ καὶ πάρεστιν, ὅρα δὴ πρεσβυτικῶς ἐσταλμένην. φαιὰ μὲν ἐσθὴς ὡς ἐπὶ γήρᾳ, τάχα δὲ καὶ πάθει δεσποίνης. συγκύψασα δὲ διαλέγεται, ὥσπερ οἱ λάθρᾳ φθεγγόμενοι, μὴ καὶ λάθῃ Θησεὺς ἐν προσποιήσει καθεύδοντος τῶν ῥημάτων αἰσθόμενος. συγκύπτει δὲ πρὸς τὴν ἰξὺν χεῖρα λαιὰν ἐπερείσασα, μὴ καὶ πέσῃ πρηνὴς λαθοῦσα βιαζομέ νου τοῦ γήρως. γυμνοῖ δὲ τοῦ σώματος οὐδὲν ὅτι μὴ πρόσωπόν τε καὶ χεῖρα τῆς ἀναβολῆς ἐκ μέσου προελθοῦσαν τοῦ πήχεως. καὶ πολιαὶ ταύτῃ χαλαρῷ δεσμῷ τῆς κεφαλῆς προκύπτουσιν ὀλισθήματι. 21 Καὶ ταύτην μέν, ἐπεί γε θέλει, πρὸς Ἱππόλυτον πέμψωμεν· τὰς δὲ παρ' αὐτὴν θεραπαίνας σκοπήσωμεν. ὧν ἡ μὲν ἀγνοοῦσα τὴν κεκτημένην, πρὸς ὅ τι δήπου καὶ κέχηνε, τῆς παρισταμένης ἠρέμα πυνθάνεται, προσώπῳ συνάψασα πρόσωπον καὶ παρειᾷ παρειὰν ἐπιψαύουσα. ψιθυρίζειν γὰρ ἔοικε, μὴ κακόν τι λάβῃ, τὰ τῆς δεσποίνης φιλοπευστοῦσα παθήματα. ἡ δὲ τῷ νῷ πάλαι συλλαβοῦσα τὸ πρᾶγμα παρακινδυνεύει τι τῆς ἐρωτώσης πρὸς εὔνοιαν καὶ λανθανούσῃ χειρὶ δεικνύντα τείνασα δάκτυλον τῆς ἑτέρας τὸ βλέμμα κατ' εὐθὺ τῆς εἰκόνος ἀνέτεινεν. ἡ δὲ γυμνοῖς βραχίοσι τὸν ἐνόντα κόσμον ἐμφαίνουσα, ὑποκειμένῃ† πλησίον τῇ δεξιᾷ καθιδρύσασα, ἄκροις δακτύλοις πρὸς ἄκραν γένυν ἀνάγεται καὶ τὴν κεφαλὴν ἀνασπάσασα καραδοκεῖ τὴν εἰκόνα καὶ συνερᾷ τάχα τῇ δεσποίνῃ λανθάνουσα. 22 Παρ' αὐτὰς δέ τις ἁβροτέρα κόρη καὶ ποιητικῶς εἰπεῖν ξανθοκάρηνος τὸν Φαίδρας ἄγει κόσμον ἐν κοιτίδι που κείμενον καὶ τῇ λαιᾷ ταύτην ἀνέχει, τῇ δὲ ἑτέρᾳ τὰ χρυσία κατὰ μέρος ἀνάγειν ἐθέλουσα. τοσοῦτον γὰρ ἡ κεκτημένη περίκειται κόσμον, ὅσον τῇ κατ' οἶκον ἁρμόσει διαίτῃ, ἀμφιδέτας τε καὶ περιβραχιόνια· ὅρμοι τε περὶ τῇ δέρῃ καὶ τοῖς ὠσὶν ἑλικτῆρες καὶ χρυσῆ ταινία τὴν κεφαλὴν περισφίγγουσα Ἰνδικῶν λίθων διαδοχῇ περικλείεται. οἱ δὲ πόδες ἐπί τινος ἀνέχονται δίφρου γυμνῷ τῷ κάλλει προλάμποντες· καὶ ὁ ἐκ τοῦ χρυσοῦ περιὼν κόσμος μικροῦ τὸ λευκὸν ἐπεσκίαζεν, οὗ ἦν τὸ φυσικὸν κάλλος κατὰ παντὸς ἐπικτήτου φέρον τινὰ νικητήρια. 23 Ἀλλ' εἰ δοκεῖ νῦν, ὦ φιλότης, τῶν βασιλείων προελθόντες σὺν Ἱππολύτῳ θηράσωμεν, οὐ μὰ Δία λαγὼν ἢ ἔλαφον ἤ τινα τάχα καὶ λέοντα. ἀργεῖ γὰρ ἀπ' αὐτῶν ἡ γραφὴ πρὸς σωφροσύνην ἠσχολημένη. ὄρη ταυτὶ καὶ πεδία ὕλη τε πολλὴ καὶ κυνηγέται καὶ ποίμνια. Ἱππόλυτος καὶ Δάφνη τῶν κυνηγετῶν τὸ κεφάλαιον, ἱππόται ἄμφω καὶ σώφρονες. ἵπποι θυμοειδεῖς αὐτοῖς καὶ κυρτ [αύχενες, οἵτι νες τὸν] χαλινὸν δακόντες Ὁμηρικὸν δὴ τοῦτο κατὰ τοῦ πεδίου κροαίνουσιν, ἀντιπροσώπῳ βλέμματι τ̣ [ὰς κεφαλὰς παρατρέποντες. τούτ̣] ο̣ ι̣ ς̣ ἔποχοι ἄμφω μὲν πρὸς τὴν θήραν ἠπείγοντο. προσελθὸν δὲ τὸ γραΐδιον ἐφ' Ἱ [ππόλυτον··············· ἐλπίσασα καταβα] λεῖν τοῖς λόγοις αὐτὸν, τοῖς ἔργοις θήραμά τε ἦν καὶ ἡλίσκετο, Ἱππο [λύτ·································] τάχα συμβολῇ συνεχόμενον. ἓν οὐκ Ἔρως, ὡς ἔοικεν, ἀλλ' Ἐρινν [ὺς···································· εἰ] θέμις εἰπεῖν, διὰ τῆς θέας ἀκήκοεν. ἀφίησι μὲν τῶν χειρῶν καὶ βδελύττεται· καὶ κεῖται νῦν κατεαγὸς καὶ δείκνυσι τὸ [ἐντὸς κ̣ α̣ ι`̣] τὰ γράμματα. ναρκᾷ δὲ τῇ θέᾳ καὶ τὸ μύσος ἐκτρέπεται, τῇ χειρὶ καθάπερ τι πολέμιον ἀπωθούμενος. 24 Οἰκέτῃ δὲ τὴν τῆς γραὸς δίκην ἐπέτρεψεν, οὐκ ἐλεήσας γῆρας ἀσελγείας διάκονον καὶ διὰ τῆς ἡκούσης τὴν πέμψασαν ἀμυνόμενος. ὁ δὲ οἰκέτης εὔζωνός τε ἐστὶ καὶ σωφρονοῦντι δεσπότῃ παρατραφεὶς τὴν ἀκολασίαν μισεῖ καὶ συνθυμοῦται τῷ δεσπότῃ, οὐχ ὡς ἄν τις ἀλλοτρίᾳ γνώμῃ διακονῶν, ἀλλ' ὡς ἴδιον θυμὸν ἐνδεικνύμενος. τοιγαροῦν καὶ διαβαίνει τοῖς ποσὶν ἑδραίαν βάσιν διδοὺς τῇ πληγῇ καὶ ὥσπερ τι θηρίον τὴν ἀσελγῆ λογιζόμενος, τὰς μὲν κύνας παρ' αὐτὴν λεάνας χειρὶ παρασοβεῖ καὶ ἐφέλκεται, δεξιᾷ δὲ πρὸς τοὐπίσω διανιστάμενος, κατὰ νώτου τείνας τὸ ῥόπαλον, ὅλῳ σώματι πρὸς τὴν πληγὴν καταφέρεται. παρίτω μοι καὶ Δημοσθένης νῦν ἂν εἰπὼν οἰκειότερον, ὡς περιρρήξας τὸν χιτωνίσκον ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς. 25 Ἡ δὲ ἀμήχανός τε ἐστὶ καὶ τοῖς ποσὶν ὀκλάζει καὶ προαπεῖπε τῷ δέει καὶ τέθνηκε. γυμνοῖς δὲ τοῖς στέρνοις ἐπιβαλοῦσα τὴν χεῖρα, οὐκ ἂν μὲν εἴποιμι, ὡς δι' αἰσχύνην τὸ γυμνωθὲν ἀπεκρύψατο· αἰδὼς γὰρ σώφρων αἰσχροῖς οὐκ ἐθέλει διακονεῖσθαι προστάγμασι· πλήττουσα δὲ τὰ στέρνα, ὡς εἰκὸς, τὴν τύχην ἑαυτῆς ἀποδύρεται, μόλις νῦν ἐπὶ τῆς πείρας μεταμαθοῦσα τὸ δέον. καὶ ταύτῃ μὲν τὸν οἶκτον ἐργάζεται· λαιὰν δὲ χεῖρα πρὸς τὴν μέλλουσαν πληγὴν ἐπανέτεινεν, ἐποχῆς ἀπείργουσα σχήματι. διδάσκει γὰρ ἡ φύσις, ὅταν τι προσίῃ κακόν, ὥσπερ ὅπλον ἀναγκαῖον τὴν χεῖρα ἐπὶ τοῦτο προβάλλεσθαι. δεινὰ δὲ πανταχόθεν αὐτῇ τὰ παθήματα, ἀπειλή, πληγὴ καὶ κύνες αὗται, ἡ μὲν ὠσὶ καθειμένη κἂν μεταστραφῇ δεινόν τι παρέξουσα, ἡ δὲ καὶ διὰ μέσης ἐσθῆτος τὸν μηρὸν διασπάσασα. καὶ τῆς πληγῆς τὸ μέρος γυμνὸν χιτῶνος, καὶ περιρρεῖται τῷ αἵματι. τὸ δὲ πρόσωπον αὐτῇ ὠχρόν τε καὶ νεκρῶδες, καὶ συγκέχυται πάθεσί τε καὶ γήρᾳ, καὶ πολιαὶ λυθεῖσαι γεγύμνωνται. 26 Ὡς φιλάνθρωπος οἰκέτης ὁ τὴν κεφαλὴν ἐν μέρει γυμνούμενος ἀπειπούσης ἐνταῦθα τῆς κόμης, ὁ θηρευτὴν ὄρνιν ἄκρῳ καρπῷ προτεινόμενος. ὑπεραλγεῖ γάρ, ὡς ὁρᾷς, καὶ τῷ προσώπῳ τὸν οἶκτον μηνύων ἔοικε γάρ τι καὶ φθέγγεσθαιτῷ πλήσσοντι μέμφεται, πικροτέρῳ φανέντι τῆς χρείας, Σκύθην τε καλεῖ καὶ μὴ, ὡς ἔδει, τάχα φιλανθρώπῳ δεσπότῃ διακονούμενον. καὶ δεδιὼς αὐτοῦ τὸν θυμόν, μὴ λάθῃ κατὰ κεφαλῆς αὐτῇ τὴν πληγὴν ἐμβάλλων, ὑπτίᾳ τῇ δεξιᾷ προσαπαντᾷ τῇ πληγῇ, σκέπην ἐντεῦθεν διδοὺς καὶ πληγῆναι μᾶλλον αἱρούμενος ἢ γῆρας ἰδεῖν οὕτω δεινῶς ἀπολλύμενον οὐ φειδομένῃ πληγῇ. εὔζωνος δὲ οὗτος καὶ τοῖς ὑποδήμασιν ἐς μέσην κνήμην ἤδη συνδέδεται. 27 Ὡς εὐδαίμων Ἱππόλυτος, οἷον ἄρα ἔχει τῆς σωφροσύνης τὸ θέατρον. ἦ πού με οἴεσθε τοὺς οἰκέτας λέγειν τοὺς ὄπισθεν ἀνέχοντας τὰ δοράτια, ὧν τοὺς ἵππους ἡ τέχνη δι' Ἱππολύτου καὶ Δάφνης καλύψασα, τοῖς ἰχνίοις μελαινομένοις τὸν ἕνα μόνον ἐπέδειξε. τοιούτους οὖν με λέγειν ἐλπίζετε. μέγας μὲν οἶμαι καὶ σώφρων οἰκέτης εἰς μαρτυρίαν δεσπότου. 28 Σὺ δέ μοι σκόπει τὴν Δάφνην, ὡς ἀποστρέφει σὺν Ἱππολύτῳ τὸ πρόσωπον καὶ τῶν ὁμοφύλων τὴν ἀκολασίαν αἰσχύνεται τῆς μὲν τῶν γραμμάτων ἀκούσασα, τὴν δὲ θεασαμένη διάκονον ἀσελγείας. πλὴν ἐπαινεῖ τὸν Ἱππόλυτον κοινωνοῦσα τούτῳ καὶ θέας καὶ σχήματος, ὅπως [αὐ] τ̣ ῶν ἀπέστραπται καὶ παρωθεῖται τὴν ἀκοήν. νεανικὴ δὲ τὸ εἶδος καὶ θῆλυς οὖσα τὴν φύσιν παρῆλθεν ἄνδρας φρονήματι. γυμνήν τε προφαίνει τὴν δεξιάν, ἐξ αὐτῆς τε μασχάλης πρὸς ὦμον ἀριστερὸν ἀναβέβληται· καὶ τῇ λαιᾷ τὴν ἐσθῆτα κατιοῦσαν συνέχουσα ἄκροις ἰδοὺ δακτύλοις συνέσφιγξε τὸ προβόλιον. ἡ δὲ κόμη ἐλευθέρα καὶ ἀνειμένη ταῖς αὔραις περιπλανᾶται τοῖς ὤμοις, ὁμωνύμῳ στέμματι τῶν ὀφθαλμῶν μὲν ἀνεσταλμένη, τὰ νῶτα δὲ περιρρέουσα. 29 Ὁ δὲ Ἱππόλυτος ἱππότης οὗτος καὶ ναὶ μὰ Δία πρέπων ὁρᾶσθαι. χλαμὺς αὐτῷ πρὸς ὦμον δεξιὸν ἐναρμόττεται. τὸν χαλινὸν τῇ λαιᾷ λαβών, ἀτάκτου ῥύμης τὸν ἵππον, ὡς εἰκὸς, ἀνακρούεται. 30 Ἀλλ' εἰ δοκοῦν ὑμῖν ἐστιν, μηδὲ τὸ ὄρος παρέλθωμεν, εἴτε τίς ἐστιν Ὑμηττὸς ἢ τὸ Αἰγάλεων ἢ ὅ τι χαίρει λεγόμενον. ἄρνες ἐνταῦθα καὶ ποῖμναι σκύλακές τε ποιμενικοὶ ὑλακῇ καὶ θυμῷ καταπλήττοντες τὴν γραῦν, οἰκέτου διχόθεν φερόμενοι. πρεσβύτης δέ τις Ἀττικὸς παρ' αὐτούς· νομέα τοῦτον οἶμαι τῆς ποίμνης· ἡμίγυμνός τε γάρ ἐστιν, ἐξωμίδα ἐνειμένος κεκυφώς τε τῷ γήρᾳ καὶ [τοῖς μέλε] σι συγκαθήμενος καλαύροπά τε φέρων καὶ τῷ τοῦ χρώματος μέλανι τὴν ἐν ἡλίῳ διατριβὴν ἐνδεικνύμενος. προτείνε̣ ι̣ δ̣ ε`̣ πρὸς ἱκετηρίαν Ἱππολύτου τὴν δεξιάν, ἐλεῶν τὸ γῆρας, ἐν ᾧπερ δὴ καὶ καθέστηκε, δεδιὼς δὲ μὴ καὶ φθάσῃ τάχα προτελευτῆσαν τὸ γύναιον· κεφαλῇ δὲ καὶ βλέμματι πρὸς δὴ τὸ πάθος μετέστραπται. 31 Ἀναδραμόντι δέ σοι πρὸς ἀκρωνυχίαν τοῦ ὄρους ἡμιτελῆ τὰ θεάματα· δὸρξ οὔπω μὲν ὅλος, μέχρι δὲ τέως τοῦ μέσου πρὸς τὴν ὕλην καταδυόμενος. κυνῶν γὰρ ὑλακῆς καὶ θορυβούντων ἀκούσας τὴν ἐφ' ἑαυτῷ μαντεύεται θήραν καὶ τοῖς κόλποις τῆς ὕλης ὡς δὴ λιμένι προσέδραμεν. ἡ δὲ ἀμφιλαφής τε ἐστὶν καὶ χεῖται τοῖς κλάδοις καὶ τῇ σκιᾷ παραμυθεῖται τὸν ταῖς ἀκτῖσι βαλλόμενον. 32 Ἀγροίκων δὲ γυναῖκες ἐντεῦθεν καὶ ὁ σὺν ταύταις αἰπόλος ἱστάμενος. οὔπω γὰρ πρὸς ἄκραν ἀναδραμόντες, ἀλλ' ἀνιόντες ἔτι κατὰ μικρὸν ἀναφαίνονται, εἰς ὀμφαλὸν ἔτι καὶ λαγόνα κρυπτόμενοι· καὶ ὅσον ἦσαν ὁδοῦ, τοσοῦτον λείπει πρὸς θέαν τοῦ σώματος. πόσον οἴει τὴν ἐν ἄκρῳ ταύτην ἀσθμαίνειν πρὸς ἄναντες ἀνιοῦσαν καὶ φορτίον τοῖς ὤμοις ἐπάγουσαν τὸ παιδάριον· ὅπερ δὴ καταπεσεῖν δεδιὸς χειρὶ μὲν ἑτέρᾳ κεφαλῆς ἄκρας τῆς τεκούσης ἀντέχεται, τῇ δεξιᾷ δὲ κρόταλόν τι φέρει χειρῶν κινήσει παταγοῦν, ὅταν οἱ παῖδες ἀθύρωσι, καὶ τὴν ἐκ τοῦ σείεσθαι προσηγορίαν δεξάμενον. 33 Ἀνῆλθον δὲ ὡς εἰκὸς τὰ περὶ τὸν Ἱππόλυτον θεασόμεναι δράματα. τοιγαροῦν ὁ παρὰ ταύταις ἀνὴρ τὸ τῆς γραὸς πάθος τῇ δεξιᾷ παραδείκνυσιν. αἱ δὲ δύο τεθήπασί τε καὶ συναλγοῦσι τῇ θέᾳ, ἡ μὲν ἄκρῳ δακτύλῳ, ἡ δὲ ἀνεστραμμένῃ χειρὶ τοῖς τῶν δακτύλων νώτοις τὴν ἑαυτῆς γένυν ἐρείσασα. τούτων ἡ μὲν γυμνῇ τῇ κεφαλῇ βλέπειν αἰδουμένη πρὸς ἄρρενας ἀντὶ φάρους τινὸς τὴν χεῖρα κατ' αὐτῆς ἐπιτίθησιν· ἡ δὲ χεῖρα τῆς δεξιᾶς μασχάλης τοῦ χιτῶνος ἀναρτήσασα παραγυμνοῖ τὸ μέρος καὶ τὸν μασθὸν ἂν ὑπέδειξεν, εἰ μὴ τῇ ταινίᾳ συνέσφικτο. 34 Ἱππεὺς δὲ καὶ οἱ παρὰ τοῦτον τῆς ἀκρωρείας ἐκ μέρους ἀνέχοντες θηρία μὲν, ὡς εἰκὸς, τῷ δεσπότῃ ζητήσοντες ᾤχοντο καὶ φέρουσιν ὀρθὰ τὰ δοράτια. εἶτα συμβάντος ἐν μέσῳ τοῦ δράματος, νῦν ὡς ἐπανῆλθον, τῷ παραδόξῳ τῆς θέας† ἅτερος καθειμένῃ τῇ κεφαλῇ καὶ πιπτούσῃ πρὸς ὦμον ἐδάκρυσεν. 35 Ὧν ἐν μετεώρῳ τράγοι τοῖς κέρασι πρὸς ἀλλήλους ἀναστάντες, ποσὶ τοῖς ὄπισθε βαίνοντες καὶ πρὸς τὴν τῶν κεράτων ἐμβολὴν ἐγειρόμενοι· ὁ δὲ σκιρτᾷ μὲν ὥσπερ ἐκεῖνοι, τῶν δὲ τοῦ γέροντος ὤμων ποσὶ προσανεστηκόσιν ἐφάλλεται. τὸ δὲ λοιπὸν αἰπόλιον, ᾗ νόμος αἰγῶν, ἄλλος ἐπ' ἄλλῳ τῆς νομῆς ἀπησχόληται. 36 Ἀλλ' ἐπεὶ, τῷ ζωγράφῳ δοκοῦν, μέρος τι τῶν Τρωϊκῶν ἐναπετίθει τοῖς γράμμασι, θέας ἡμῖν παραλλαγῇ καταποικίλλων τὰ διηγήματα, δεῦρο δὴ συναναβάντες αὐτῷ πρὸς τὰ μετέωρα τὴν τοῖς εἰρημένοις ἐπικειμένην γραφὴν τῷ λόγῳ καὶ αὐτοὶ ζωγραφήσωμεν. 37 Ἐπόνουν Τρῶες, ἐπόνουν Ἕλληνες α᾿̣ μ̣ φ' Ἑλένῃ μαχόμενοι. καί ποτε συμβαλεῖν μελλόντων, εἴ τι καὶ μέμνημαι τῶν ἐπῶν, ἀκμῇ τε καὶ θυμῷ σφριγῶντος αὐτοῖς τοῦ στρατεύματος, καὶ κατ' ἀλλήλων ἐπειγομένων, τῆς κοινῆς μάχης ἐδόκει πέρας ἔσεσθαι τὴν περὶ τῆς Ἑλένης κρίσιν εἰς δύο που περιστήσαντας, εἰς τε Πάριν εἴς τε δὴ καὶ Μενέλαον, τὸν μὲν ἣν εἶχε δικαίως ζητοῦντα, τὸν δὲ ἣν ἔλαβεν ἀδίκως οὐ μεθιέναι βουλόμενον. ἀλλὰ κρινέσθων οὗτοι τοῖς ὅπλοις, δικαζούσης, φημί, ἀνδρείας τῷ νικῶντι τὸ γύναιον. 38 Ἔδει σπονδὰς ἐπὶ τούτοις γενέσθαι καὶ γίγνονται. καὶ πάρεστιν ἐπὶ συνθήκαις ὁ Πρίαμος, μᾶλλον τῶν παίδων ἐκ τῆς πολιᾶς πιστευόμενος. ὅρα τὸ ζεῦγος, ὅσον ἐπείγεται δρόμῳ ὑφ' ἡνιόχου γέροντος ἰθυνόμενον. κοινωνὸς δὲ τῆς πορείας αὐτῷ καὶ τοῦ ἅρματος, Ἀντήνορα τοῦτον ἡ μὲν ποίησις εἶπεν, ὁ δὲ γραφεὺς οὐκ ἠγνόησεν. τὸ δ' οὖν φορτίον τῷ ζεύγει γέροντε δύο συμφοραῖς καὶ γήρᾳ καμπτόμενοι· ὁ μὲν τὴν πρόσθεν ἔχει χώραν καὶ τῶν ἡνίων ἀντέχεται· ὁ δὲ Ἀντήνωρ ἐπανέβη τοῦ προλαβόντος ἐχόμενος. παρεστᾶσι δὴ καὶ πρόδρομοί τινες ὁπλῖται τὸν βασιλέα δορυφορήσοντες. 39 Συναποβῶμεν τῷ Πριάμῳ τοῦ ζεύγους καὶ σὺν Ἀντήνορι τῆς δεξιᾶς ἑλόντες προσάγωμεν Ἀγαμέμνονι κεκυφότα τῷ γήρᾳ καὶ βακτηρίας ἐχόμενον. ὁ δὲ πρᾷος Ἀγαμένων καὶ χεῖρα προτείνει καὶ δεξιὰν πολέμιον ὑποδέχεται, κἀν Ὀδυσσεὺς [···········] ο̣ υ᾿̣ περαιτέρω βαίνειν ἀγορεύει Πριάμῳ. καὶ στῆναι τῇ χειρὶ τῷ γέροντι διατείνεται ἀξιῶν [···························] ἱκανὸν πόρρωθεν ἑστῶτα λέγειν τι καὶ ἀκούειν τὸν πρεσβύτην ἐθέλων μόνον [······] ων [················· Ἑ] λλήνων φθεγγόμενος, ἄοπλος μὲν Ἀγαμέμνων τὰς σπονδὰς μηνύων τῷ σχήματι καὶ ὅπερ μόνον ἔχει ξίφος ἀσφαλείας ἔσχατον λείψανον [············] κρ [······] λαιᾷ παραδίδ̣ ω̣ σ̣ ι̣ ν̣ [·········] στήσας τῇ λαβῇ τοῦ ξίφους ἐπαναπαύει τὴν χεῖρα. χλανὶς δὲ τοῖς ὤμοις ἐπέρριπται καὶ χ [ιτὼν] αὐτῷ ποικίλος ζώνῃ δή τινι περὶ τὰ μέσα σφιγγόμενος. πάρεστιν Αἴας αὐτῷ τὸν Ὀδυσσέα καὶ τὸν Τυδέως εἰ βούλει τῇ χειρὶ μιμησάμενος, ἐκ νώτων Ἀγαμέμνονος προτείνων τὴν δεξιὰν Πριάμῳ καὶ στῆναι λέγων μηδέν τι τῶν βασιλέως ἁπτόμενον. ὁ δὲ Νέστωρ λευκῇ προλάμπει πολιᾷ καίπερ ἐκ μέσου φαινόμενος· τῷ γὰρ Ἀτρέως παρέστηκε σύμβουλος ἕτοιμος, μή τι καὶ δέῃ πυνθάνεσθαι. Μενέλαος δὲ ὁπλίτης ἀγαθὸς καὶ πρὸ τῆς μάχης καταπλήττει τὸν βάρβαρον· πᾶς τε καθώπλισται καὶ δορυφορεῖ ὀρθῆς τε τῆς ἀσπίδος ἐφάπτεται, οὔπω ταύτην ἀναλαβών, οὔπω δόρυ κλίνας εἰς πόλεμον, ἀλλ' ἐρρωμένῃ δεξιᾷ καὶ πρὸς αὑτὸν διηγμένῃ συνέχων, ἔτι τέως ἱστάμενος. ἀναμένει γὰρ τοῦ παρ' αὐτὸν ἑστῶτος Διομήδους μάχης τε σύνθημα καὶ σάλπιγγος ἦχον. 40 Ὡς γοῦν γεγόνασιν αἱ σπονδαὶ καὶ ἤχησεν ἡ σάλπιγξ τὸν θυμὸν αὐτοῖς παραθήγουσα, παρεστᾶσι μὲν Αἴας εἰς ὀμφαλὸν τὰ στέρνα γυμνούμενος ἀδελφός τε Ἀγαμέμνων καὶ Νέστωρ ὁ Πύλιος. Ὀδυσσεὺς γὰρ ἐκ προθυμίας μονομαχοῦντι συγκινεῖται, ὥσπερ οἱ σφοδροὶ θεαταὶ τοῖς ἡνιόχοις κοινωνοῦντες τοῦ σχήματος. σχεδὸν δέ τι καὶ βοῶντος αἰσθάνομαι·" βάλλε τὸν ἄνδρα, βάλλε δι' ὃν Ἐλένης χηρεύεις, δι' ὃν ἐπλανώμεθα." ὁ δὲ Μενέλεως, μετὰ τὴν δοράτων ἀπει λὴν εἰς ξίφη τῆς μάχης ἐλθούσης, ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης. συναρπάζει γὰρ τῷ δρόμῳ καὶ τοῦ κράνους ἐφέλκει καὶ τῇ πληγῇ συνεπαίρεται. καὶ θρηνεῖται Πάρις καὶ μήπω τάχα βαλλόμενος. τοιγαροῦν ὁ Πρίαμος πολιὰν καὶ χεῖρα πρὸς ἱκετηρίαν προβάλλεται καὶ τρὶς πλήττει τὰ μέτωπα, τὴν δεξιὰν θατέρου πρὸς αἰθέρα μετεωρίζοντος καὶ σὺν ἐκπλήξει τὴν τύχην ὀδυρομένου. Ἀντήνωρ δὲ παρέστηκε Πριάμῳ, μή τι καὶ λάθῃ δεινὸν ὑπ' ἀθυμίας αὑτῷ μηχανώμενος. ἀλλὰ στῆσον τὴν πληγήν, ὦ Μενέλαε, μὴ καὶ λάθῃς πρὸς θεὸν δι' Ἀλεξάνδρου μαχόμενος, μικροῦ δὴ καὶ γυμνὴν βαλὼν Ἀφροδίτην περιχυθεῖσαν τῷ Πάριδι. ἐκ νώτου γὰρ ἐπίκειται καὶ οὐ παραιτεῖται πληττόμενον, κεκυφότα κατὰ τῆς ἀσπίδος πρὸς ἔδαφος καὶ τὴν τοῦ κράνους λαβὴν τῇ δεξιᾷ διαλύοντα. καὶ κλέπτει σοι τὴν νίκην Ἀφροδίτη, ὦ Μενέλαε, καθάπερ ἐκ Σπάρτης τὸ γύναιον. 41 Θάλαμος ἐντεῦθεν τὸν ἄνανδρον στρατιώτην ἐδέξατο καὶ δίφρος αὐτῷ πρὸ τῆς κιγκλίδος ὑπέστρωται. καὶ τὴν αὐτοῦ σωτηρίαν Ἐλένη δακρύει, κἂν Ἀφροδίτη μὴ βούληται. ὁρᾷς γὰρ ὡς κατηφής τε ἐστὶ καὶ κύπτει πρὸς γῆν καὶ μέμφεται τὴν ἁρπάσασαν Ἀφροδίτην. ἡ δὲ μὴ βουλομένην ἄγει καὶ παραμυθεῖται δακρύουσαν, λεπτῷ χιτῶνι μηδὲν τῶν ἔνδον λανθάνουσαν, καὶ πρὸς κοίτην συνάγει λαιᾷ μὲν τὸν Πάριν, δεξιᾷ δὲ τὸ γύναιον. 42 Ἀλλὰ τίς τῶν παρόντων θαυμάτων ἡ πρόφασις; τίς δὲ ταύτας φιλοτιμεῖται τῇ πόλει τὰς χάριτας; ἀνὴρ οὗτος ἐπ' ἄκρου τῆς γραφῆς ἐξέχων, καλὸς μὲν ἰδεῖν καὶ τῇ στάσει καθάπερ ἄγαλμα ἐν μέσῳ νεῶν καθιστάμενον, ἡδὺς δὲ καὶ πείρᾳ γνωσθῆναι ἐν ἱππικοῖς ἀγῶσι καὶ λουτρῶν ἀφθονίᾳ, σεμνότερος τῇ τῶν ὑπάτων στολῇ τὴν φιλοτιμίαν βοῶν, γένει τε λαμπρὸς καὶ πλούτῳ κομῶν καὶ···· ων προβεβλημένος, ἐκ πατρὸς εὐσεβὴς καὶ τοῖς ἐν ἐνδείᾳ τὰς τύχας ἐπανορθούμενος, τῷ παιδὶ τοῦ Κόνωνος τὴν αὐτὴν ἔχων προσηγορίαν καὶ τύχην, καὶ λαμπρῶν ἔργων μάρτυρα τὸν ἐπὶ τῆς κεφαλῆς βασιλέα ποιούμενος.

Intertext edge

Open linked passage

Note