Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
104.1
Ἀντιόχωι Ὅσης ἐπὶ σοὶ τῆς ἐλπίδος διήμαρτον. ᾤμην γάρ σε μόλις ἰατρικῆς ὕλης ἀπηλλαγμένον πρὸς ἡμᾶς ἰέναι λοιπόν, εἴτε φιλοσοφήσοντα κατὰ τὰς πρὶν ὑποσχέσεις, εἴτε καὶ μόνον ὀψόμενον· σὺ δὲ κατατείνεις ἡμᾶς τὴν Ἀλεξάνδρου ποθῶν καὶ ὥσπερ Λωτοφάγων γῆς ἀντεχόμενος. ἀλλ' ἐμοῦ μὲν ἕνεκα νικάτω χάρισι πολλαῖς τοῦ Μακεδόνος ἡ πόλις, καὶ Νείλου καὶ θαλάττης ἐχέτω καλῶς. εἰ δὲ καὶ Μοῦσαι ταύτην οἰκοῦσιν, ἔχεις ἐπαινοῦντα κἀμέ. ἀλλὰ τί ταῦτα πρὸς τὴν παρ' ἡμῖν ἡσυχίαν καὶ τὴν σὴν φιλοσοφίαν, ἣν πολλάκις ἠλπίκαμεν; οὐκοῦν τἄλλα καθάπερ τινὰ φλυαρίαν ἀποσεισάμενος μιμοῦ τὸν Ὀδυσσέα πρὸς τὴν ὄντως Ἰθάκην ὁρῶν, καὶ μηδέν σε κωλυέτω, μὴ λωτὸς μὴ Κίρκη μὴ Καλυψώ, ἀλλ' ὅσῳ περὶ μειζόνων ἐπείγῃ τῶν ἄθλων, τοσούτῳ τὸν Λαέρτου νικήσωμεν. 105 Στεφάνωι Τὸν ὑμέτερον ἀδελφὸν θεασάμενος αὐτοὺς ὑμᾶς ἔχειν ἐδόκουν, καὶ τῷ συγγενεῖ τῆς θέας ἀνηγόμην πρὸς σέ. οὕτω τις ἐρωτικὸς πανταχόθεν ἐγώ, κἄν τι προσῆκον ἴδω τοῖς παιδικοῖς, ἀρκεῖν τοῦτο πρὸς παραμυθίαν ἡγοῦμαι τοῦ πάθους. ἐδεξάμην δὲ καὶ τὸ βιβλίον τοὐμόν, ὅπερ ἔδει μὲν ἐκ πολλοῦ κεκομίσθαι, οὐ δὲ νῦν τοῦτο λαβὼν χεῖρον διετέθην ἢ εἰ κατ' ἀρχάς. δεόμενος μὲν τούτου πάσας ἀφῆκα φωνὰς καὶ ὀχληρὸς ἴσως ἐδόκουν. ὡς δὲ μόλις ἀπέλαβον, ὅτι μὲν ἔλαβον. μέμνημαι, ὅτι δὲ μόλις οὐκέτι. ὥστε εἴ τί με λυπεῖσθαι νενόμικας ἤ τι πεπονθέναι δεινόν, τοῦτο δὴ καὶ φέροιεν αὖραι. 106 Στεφάνωι Οὐδὲν ὡς ἔοικεν ὅ τι μὴ χρυσίον ὁρᾷς, ἄγει δέ σε αὐτὸ καὶ ποιεῖ μετάρσιον, καὶ χρυσῶν εἰδώλων ἀνέπλησέ σου τὸν νοῦν. ἐμοῦ γάρ σοι περὶ σχολῆς γεγραφότος, ὡς οὐ πάντα δίδωσιν ἡμῖν ὁ καιρός, ἀλλ' ὅσα πρὸς τὴν χρείαν ἀνάγκη μετρεῖ, καὶ χρείαν εἰπόντος οὐ τὴν τῶν χρημάτων ἔνδειαν, ἀλλ' ἐφ' ὃ παρὰ τῆς τύχης ἀγόμεθα, σὺ πρὸς τὸ χρυσίον ὅλος ὥρμησας καὶ συνάχθεσθαί μοι ἐδόκεις ἠπορημένῳ, καὶ παραμυθίαν ἐζήτεις, τὴν φιλοσοφίαν ἀντιτάττων τοῖς χρήμασιν, ὡς ἐμοῦ δὴ στένοντος ὅτι μὴ τοῖς Κροίσου ταλάντοις ἁβρύνομαι. οὕτω περιβομβεῖ σου τὰ ὦτα, καὶ πάντων δοκεῖς χρυσίον λεγόντων ἀκούειν. τί γάρ σε, πρὸς Διός, ἐπὶ ταύτην ἀπῆγε τὴν ἄνοιαν; ἢ πῶς ἂν ἀπελογούμην περὶ τοῦ μὴ γράφειν ἐπιστολὰς χρημάτων ἔνδειαν προβαλλόμενος, ὡς δέον πολλῷ καταρρεῖσθαι χρυσίῳ τὸν ἐπιστέλ λοντα; καὶ μὴν εἴπερ τι καὶ ἄλλο, τὸ γράφειν αὐτόνομόν τέ ἐστι καὶ τῆς ἐκ τοῦ πλούτου δυναστείας ἐλεύθερον. οὕτω σοι τὰ τῆς διανοίας ὑπὸ τοῦ πάθους ἐλέγχεται· ῥέψασα γὰρ ἐνταῦθα πάντα πρὸς τοῦτο μεταποιεῖ, καὶ συναπατωμένην ἔχει τὴν ἀκοήν. καὶ δέδοικα μή, κἂν λύραν εἴπω κἂν ἵππον ὀνομάσω, πάλιν δόξῃς χρυσίον ἀκούειν, καὶ τοὺς ἄλλους παραμυθούμενος αὐτὸς δεήσῃ τοῦ θεραπεύοντος. ταῦτα παίζειν ὑπήχθην πρός σε καὶ τοῖς γράμμασιν ἐνθεῖναι τὸν γέλωτα ὃν ὑπέστην ἀναγινώσκων σου τὴν ἐπιστολήν. σὺ δὲ μικρὸν τοῦ πάθους ἐνδοὺς γράφε λοιπὸν σωφρονοῦσαν ἐπιστολήν. 107 Σωσιανῶι καὶ Ἰουλίωι Οἷά μοι συνέβη δεξαμένῳ τὴν ὑμετέραν ἐπιστολήν, οὐ χεῖρον πρὸς ὑμᾶς διηγήσασθαι. πρῴην γάρ τις τὰ οὐράνια σοφὸς εἶναι βουλόμενος καὶ τέχνην ἔχων, ὡς ἔλεγεν, ἐκ τῶν ἀστέρων προλέγειν τὰ μέλλοντα, περιτυχὼν ἐξαίφνης ἐμοὶ καὶ θεὶς ἐπὶ δακτύλων τὴν ψῆφον," 1ὡς εὐτυχής" 2 φησιν" 1ὑπάρχων ἐλάνθανες· μέγα τί σοι καὶ λαμπρὸν ὅσον οὔπω παρ' ἐλπίδα γενήσεται" 2. ἐγὼ δὲ τούτων ἀκούσας τὸν Πλοῦτον ἐφανταζόμην αὐτόν, ἀξιωμάτων ἔγεμον τὴν διάνοιαν καὶ τῆς ἐν ἐλπίσι τύχης σοβαρωτέραν εἶχον τὴν γνώμην. ὡς οὖν οὕτως ἔχοντί μοι προσιών τις ἐπεδίδου τὰ ὑμέτερα γράμματα," 1τοῦτο" 2 ἔφην" 1ἐκεῖνο· προῆλθεν εἰς ἔργον ὁ λόγος· χρηστὰ γάρ μοι μαθόντες μηνύειν πρὸ τῶν ἄλλων ἐπείγονται. τί γὰρ ἂν καὶ παθόντες οὕτω νῦν παρ' ἐλπίδας ἐπέστελλον" 2; ὡς δὲ τοῖς ἔνδον ἐντυχὼν κάλαμον ἀνέγνων ἀπόβλητον καὶ ἐμπορίαν ἀτιμοτάτην," 1ἰοὺ ἰού" 2 πρὸς ἐμαυτὸν ἔφην," 1παρ' ἐλπίδας εὐτύχηκα. τὸ δὴ λεγόμενον," ἀφ' ἵππων ἐπ' ὄνους" μεταβεβήκαμεν. πάντα μὲν οἴμοι καινίζειν οἶδεν ἡ τύχη, ἀλλ' οὔποτ' ἂν ἤλπισα καλάμων γενέσθαι πρατὴρ ὑπὸ καλύβῃ καθήμενος. ταῦτά μοι Ζεὺς ὡς ἔοικεν ἀνατέλλων χαρίζεται." 2 καὶ γέλως διὰ τῶν ἀκουόντων ἐπέτρεχεν ἐπ' ἐμοὶ καὶ" 1δέχου τὸν ἄνδρα" 2 φησί" 1καὶ τὸν ὄρνιν τοῦ θεοῦ" 2. 108 Νηφαλίωι Οὐ τὰς τυχούσας ἡμῖν φροντίδας ἐμπεποίηκας, μήτε παρὼν κατὰ τὰς πρὶν ὑποσχέσεις, μήτε τὴν αἰτίαν διὰ γραμμάτων μηνύσας, ὡς ἡμῶν λοιπὸν καὶ πρὸς ἀτόπους ἐννοίας χωρεῖς μή τι γέγονε τῶν ἀπευκταίων ὑμῖν. νυνὶ δὲ καὶ φήμη τις ἐπετάραξε λέγουσα μὲν ἃ δὴ καὶ λέγει. γένοιτο δὴ φήμη καὶ πλέον φέροι μηδέν. εἰ οὖν τί σοι μέλει πρὸς εὐθυμίαν ἄγειν ἡμᾶς, τὴν γοῦν ἐκ τῶν γραμμάτων παραμυθίαν ἀπόδος. 109 Σιλανῶι... παρῆν ἀντὶ σωφροσύνης ἀσέλγεια, ἀντὶ παστάδος οἱ θρῆνοι, ἀντὶ νομίμου πειθοῦς βία καὶ ξίφος αἰρόμενον. εἰ μὲν οὖν τῶν ἐπὶ πλούτῳ τις ἢ καὶ δυναστείᾳ... ἐτύγχανεν ὁ ταῦτα τολμῶν, δεινὸν μὲν καὶ τότε πῶς γὰρ οὐ δεινὸν ἐν πολιτείᾳ καὶ νόμοις αἰχμαλωσίας ἡμῶν ἀρχόντων, ὦ Ζεῦ; ἦν δ' ἄν τις ὅμως παραμυθία τῷ πράγματι. νυνὶ δὲ τῶν συμφορῶν ἐστι τὸ κεφάλαιον, ὁ γὰρ ταῦτα τολμήσας οὐδ' ὅθεν ἐστὶ ῥᾳδίως γιγνώσκε ται, ἡμῖν δὲ τὸ πάθος καὶ μάλα κατέστησε γνώριμον. ἀλλὰ στῆσον, ὦ σοφώ τατε, τοῖς πεπονθόσι τὸν θρῆνον· ἀπόδος κόλποις μητρὸς θυγατέρα, ἵνα γνῶσιν οἱ παροινοῦντες ὡς ἔστι Δίκη καὶ πλημμελοῦντας μετέρχεται. δεῖξον τοῖς σωφροσύνην τιμῶσιν ὡς ἐστι νόμων ὄφελος ἄνδρες ἐν ἀρχῇ κακίας στρατηγεῖν ἐπιστάμενοι. 110 Διοδώρωι Σὺ μὲν ἡμῶν σκώπτεις τὴν σιωπήν, ἐγὼ δέ σου τὴν ἀλαζονείαν φέρειν οὐκ ἔχω, δι' ἣν ἴσως οἴει τις εἶναι σεμνός, ἢν ἡμῖν διὰ πλείστου φανῇς, καί που λόγον πολλάκις ἐμβάλῃς ἡμῖν" 1πότε πρὸς ἡμᾶς ὁ καλός, ὁ τὴν θέαν ἡδύς, ὁ τὰς Σειρῆνας ἀποκρύπτων ταῖς ἡδοναῖς, ὁ τὴν πατρίδα παρορῶν ἵνα σώσῃ τὴν Καίσαρος;" 2 τοιαῦτα λογοποιεῖν ἡμᾶς ἡγῇ τῇ μελλήσει κατα τείνων ἀεί, καὶ παρὰ σαυτῷ πάντως γνωμολογεῖς, ὡς τὸ σπάνιον ἀεὶ τοῖς ζητοῦσιν ἐπιτείνει τὸν πόθον. ὅθεν ἡμᾶς παρορᾷς. καὶ οὐ τοῦτο δεινόν, καίπερ ὂν τοιοῦτον, ἀλλὰ καὶ τὰς πατρίους πανηγύρεις ἐν οὐδενὶ λόγῳ ποιῇ. ἀλλὰ πολλάκις ἐμβαλὼν ἐλπίδας ὡς ἥξεις, εἶτα πάλιν ἀνέδυς καὶ δι εψεύσμεθα. ὥστε δέδοκται καὶ πρεσβείαν πέμπειν ἡμᾶς καὶ καλεῖν τὸν εὐερ γέτην. οὕτω γὰρ χαίρεις λεγόμενος. ἀλλὰ φάνηθι μόλις, ὦ λῷστε, τὴν μεθ' ἡμῶν ἐπιτελέσων πανήγυριν. εἰ δὲ τὴν πρεσβείαν περιμένεις, ὥρα σοι κατα μένειν ἐκεῖ. τῶν γὰρ καλούντων οὐδείς. 111 Διοδώρωι Τὸν εὐλαβέστατον Τιμόθεον τὸ μὲν σχῆμα πρὸς ἡσυχίαν καλεῖ, τὰ δὲ τῆς τύχης λυπηρὰ τὴν ἀνάγκην ἐπάγοντα καὶ τὴν πρὸς ὑμᾶς ἰέναι κελεύει. τούτῳ γάρ ἐστι πατὴρ ἐκ μεταβολῆς ἀπορῶν, ἀδελφοὶ δὲ πλήθει καὶ χρόνῳ λυποῦντες· πολλοὶ γὰρ ὄντες καὶ τὴν ἡλικίαν βραχεῖς εἰς τὰς τοῦ πατρὸς χεῖρας ὁρῶσιν. ἐντεῦθεν χρῆσται μὲν πολλοί, ἀλλὰ πλὴν ἑνὸς πάντες φιλάν θρωποι· οὗτος δὲ τῇ τύχῃ συνεπιτίθεται. ἣν γὰρ μόλις αὐτοῖς οἰκίαν ὁ δαίμων κατέλιπε, τοσούτοις χρήσταις ὑποκειμένην, ταύτην μόνος λαβεῖν ἀξιοῖ, νικῶσαν τούτου τὸ χρέος, δέον ἢ τὸν ὠνούμενον ἄγειν καὶ τοῦ παν τὸς τιμήματος τὸ προσῆκον λαβεῖν, ἢ δέχεσθαι ταύτης μέρος ὃ τοῦ χρέους ἀναπληρώσει τὸ μέτρον. ὁ δὲ τὴν τῶν ὠνουμένων πρὸς τὸ παρὸν ἀπορίαν ἕρμαιον ἡγεῖται καὶ τῆς τύχης [ἐστὶ] πικρότερος. ἀλλὰ δίδου τῷ δεομένῳ πρὸς συμμαχίαν τὴν γλῶτταν, τὸν δικαστὴν αὐτῷ παρασκευάζων φιλάν θρωπον. ὁ δὲ λυπῶν αὐτὸν πειράσθω δικαίας ἀνάγκης καὶ τῆς αὑτοῦ γνώ μης ἡμερωτέρας, ἢ περιμένειν τὸν ὠνησόμενον ἢ τῆς οἰκίας μέρος ὅσον ἀπαιτεῖ τὸ χρέος λαβεῖν, ὅπως θαυμάσωμεν καὶ σὲ τῆς συμμαχίας καὶ τῆς ψήφου τὸν δικαστήν. 112 Νόννωι Σὺ μὲν ὑμῖν τὴν ἐρωμένην ἠρνήσω, τὰ μείζω ποθῶν καὶ πρὸς ἱερωσύνην κατεπειγόμενος· ἐγὼ δέ σου τὴν καλὴν κόμην θαυμάσας ἀεί, νῦν δέδοικα μή σου παρεμποδὼν γένηται τῇ προθυμίᾳ. ἐπειδὰν γὰρ ἴδῃς παρόντα τὸν καιρὸν καὶ τὰς ᾀδομένας τρίχας μελλούσας πεσεῖν, δακρύσας, οἶμαι, τὸ πάθος οἰχήσῃ φυγών, καὶ ζητήσεις ἀνθ' ἱερέως νυμφίος ὀφθῆναι καλός. καὶ πάλιν, ἂν οὕτω τύχῃ, μνηστεύσεις κόρην, καὶ τοῦ γάμου παρόντος πρὸς ἱερωσύνην σχήσεις μεταπηδῶντα τὸν ἔρωτα. ἀλλὰ παῦσαί ποτε κύκλῳ φερό μενος, τὴν πεῖραν ἔχων διδάσκαλον, ἵνα μὴ πάλιν† μὴ γνῶν ὑποβόλων καὶ σῶν σπαδίκων ἀκούσω καὶ ὅσα νῦν ἡμᾶς ἐξεπαίδευσεν. 113 Ἱερωνύμωι καὶ Θεοδώρωι Τὴν ὑμετέραν σοφίαν ἔγνων μὲν καὶ πάλαι πανταχοῦ τῷ λόγῳ προ λάμπουσαν, καὶ ὃν ἡ θέα μὴ παρέσχεν, ἥ γε φήμη χαρίζεται, κοινῷ βοῶσα κηρύγματι τὸν πάππον ὑφηγήσει νόμων ἐπιγραφόμενον, τὸν πατέρα γλώτ της χάριτι πρὸς τὴν τῶν νόμων αὐστηρίαν τὴν ἀκοὴν ὑποσύροντα, καὶ ἐκ τούτων ὑμᾶς πάντα φέροντας, ἅπερ ἐκεῖνοι προλαβόντες ἐκ μέρους ἐνεί μαντο. ὃν οὖν ἔγνων πρῶτον τῷ λόγῳ, νῦν τῇ πείρᾳ μαθών" 1εὐδαίμων" 2 ἔφην" 1ἡ πόλις ἐν ᾗ γένος οὕτω σεμνὸν καὶ παῖς ἐκ πατρὸς τὴν ἀρχὴν δια δέχεται· εὐδαιμόνων δὲ πατέρων παῖδες, ὅσοι τοῦ βίου τὰς ἐλπίδας ἐφ' ὑμῖν ἐποιήσαντο" 2. ἀλλ' εἴθε πως ἐδυνάμην συνεῖναι καὶ τῆς σῆς ἐμφορεῖσθαι παιδεύσεως. ἀλλὰ μέγα τοῖς ἀνθρώποις εἰς πόθον ἐστὶν ἡ πατρίς, καὶ μάρ τυς Ὀδυσσεὺς τὴν Καλυψὼ παριδών, ἵνα τὴν Ἰθάκην θεάσηται· πρὸς δὲ οὐ θεμιτὸν εἶναί μοι δοκεῖ τόπον ἀλλότριον παρὰ τὸν τοῦ δικαίου σφετερίσα σθαι λόγον. τοιγαροῦν σώζοισθέ μοι τὰ συνήθη παρ' ἐμοῦ προσκυνούμενοι. 114 Ἑρμείαι Τὸ ὑμέτερον μέγεθος διὰ τῶν πρὸς ἐμὲ γραμμάτων ἰδὼν ὑμᾶς μὲν εἰκότως τῆς γνώμης ἐθαύμασα, τῇ δὲ Βηρυτίων συνήδομαι πόλει εἰ τοιοῦτον ἔχει προβεβλημένον, ὡς ἀρετῆς καὶ λόγων ποιεῖσθαι φροντίδα, καὶ ταῦτα τοῦ καιροῦ τὴν ἐναντίαν ἐλαύνοντος. ἀλλ' ὄναιο καὶ σὺ σαυτοῦ καὶ τῆς σῆς προνοίας ἡ πόλις. ἐμοὶ δὲ βαρὺ πατρίδος ὑπερορᾶν ἐξ ὑμῶν λαβόντι παρά δειγμα. εἰ γὰρ ὑμεῖς πάντα μηχανᾶσθε κοσμεῖν τὴν ἐνεγκοῦσαν οἰόμενοι, πῶς ἂν ἔχοι καλῶς ἐμοὶ μὴ ταῦτα ποιεῖν ἐφ' οἷς ὑμᾶς ἐπῄνεσα πράττοντας; ἀλλὰ καὶ εἰσποιεῖν ἐμαυτὸν εἰς τόπον ὃν εὐτύχησεν ἕτερος, τῆς λογικῆς καταστάσεως ἀλλότριον εἶναι δοκῶ. ἀλλ' εὐτυχοίης, ὦ ἄριστε, τῆς εἰς ἐμὲ καὶ τὴν πόλιν αὐτὴν προαιρέσεως. 115 Ὠρίωνι Περιττὸν οἶμαι γράφειν πρὸς ἄνδρα τὴν πρὸς ἡμᾶς λοιπὸν ὀνειροπολοῦντα καταγωγήν, ὅπως ᾄσῃ τὸν ὑμέναιον καὶ γένηται νυμφίος παρθένου καλῆς· δίκαιον γὰρ ἐρῶντι χαρίσασθαι τῆς ἐρωμένης τὸν ἔπαινον, δι' ἣν ἀπὼν τῷ σώματι ἐρωτικὰ τῇ καρδίᾳ πηδᾷς καὶ πρὸς ἡμᾶς ἀνεπτόησαι, καὶ τὰ παρ όντα σοι μικρὰ τῆς παρ' ἀνθρώποις εὐδαιμονίας ὄντως γνωρίσματα, μόνη δέ σοι πόλις τὸ τῶν σῶν παιδιῶν χωρίον εἶναι δοκεῖ καὶ τοῦ Βυζαντίου τάχα σεμνότερον. καὶ δέδοικα μὴ τοῦ πόθου πολλοῦ ῥεύσαντος μηδὲ τοῖς φίλοις χαίρειν εἰπὼν ἐξαίφνης στέλλῃ πρὸς ἡμᾶς, τοῦ πλοῦ τὸ μῆκος μεμ φόμενος. ἀλλὰ ταῦτα μὲν παιζόντων· ἐπανήκοις δέ ποτε σώφρονι λογισμῷ πρὸς παίδων γονὴν ἐπειγόμενος. 116 Ἀνατολίωι Πολλά μοι καὶ λαμπρὰ τὰ συνιστῶντα τὸν νέον. πρῶτον καὶ μέγιστον τῆς ὑμετέρας θεοσεβείας τὰ γράμματα, εἶτα πατὴρ ἀγαθός, ἐκ πρώτης πείρας πρὸς εὔνοιαν ἐφελκόμενος. πρὸς δὲ τούτοις τῆς τέχνης ὁ νόμος, εὐθύνας ἀπειλῶν ἀκριβεῖς εἴ τι τῶν προσηκόντων παρίδοιμι· τάχα δὲ καὶ ἡ τοῦ νέου σπουδὴ μοῖράν μοι οὐκ ἐλαχίστην παρέξεται. λοιπὸν ἡμῖν αἰτεῖσθαι τὴν ἐκ τοῦ θείου ῥοπήν, μεθ' ἧς καὶ μόνης ἔστι πρὸς πέρας ἐλθεῖν τὴν προαίρεσιν. 117 Δωροθέωι Δεινὸς ἄρα τις ἦσθα πτερὰ περιβάλλειν ᾧπερ ἂν ἐθέλῃς, καὶ δεικνύναι μετάρσιον. σοῖς γὰρ γράμμασι πτερωθεὶς πανταχοῦ μὲν ἐδόκουν εἶναι, καθ άπερ ἔφης, τῇ φήμῃ, περιεπόλουν δὲ πόλεις ὁπόσας ἄνθρωποι νέμονται, καὶ μέχρι τῶν βαρβάρων διῄειν κούφῃ διανοίᾳ φερόμενος, καὶ πᾶν ἔθνος ἐπὶ λόγοις ἐδόκει με στεφανοῦν, καὶ ἁπλῶς εἰπεῖν διὰ τὴν σὴν ἐπιστολὴν ἠγνόουν ὅ τι καὶ φένωμαι, ἕως μέ τις θεῶν τῶν σῶν ἀνήρπασε πτερῶν. καὶ τῆς πλάνης μόλις παυσάμενος" 1τί ταῦτα πάσχω;" 2 φημί," 1σκόπει τὸν γρά ψαντα καὶ λογίζου τὴν εὔνοιαν, καὶ θαυμάσεις ὅσα πείθειν οἶδε τῆς φιλίας ὁ πόθος. καὶ τὰ μὴ ὄντα γὰρ ἡγεῖσθαι ποιεῖ καὶ τὰ ψευδῆ τιμᾶν ὡς ἀλή θειαν." 2 ἐντεῦθεν, οἶμαι, τῶν ἐπαίνων ἀπλήστως ἔχεις, καὶ πάντα λέγων εὐχερῶς καὶ ταῦτα δοκεῖς τῶν ὑπαρχόντων ἐλάττονα. μέτρον δέ σοι τῶν ἐπαίνων ἡ γνώμη, μηδὲν ἀρκεῖν ἡγουμένη πρὸς ἔπαινον. ἀλλ' ἐπίσχες, πρὸς Φιλίου, τοιαῦτα γράφων πρὸς ἄνδρα μικρὸν εἰς ἑαυτὸν ὁρῶντα καὶ τοῖς γράμμασιν αἰσχυνόμενον. 118 Διοδώρωι (?) Πάλιν εὐσεβείας καιρὸς καὶ πάλιν πρὸς τὴν ὑμετέραν σοφίαν ὁ δρόμος. ἀνὴρ γάρ τις τῶν ἑαυτοὺς ἀναθέντων θεῷ καὶ ἐκ φιλοσοφίας γνωριζομένων ἐξ ἀδίκου συκοφαντίας ὡς ἔοικε τῷ τοῦ δικαστοῦ θυμῷ περιπέπτωκεν ὡς δεξιὰν ἀντάρας πολέμιον κατὰ τῶν ἐξυπηρετουμένων τοῖς νόμοις. οἱ δὲ ταῦτα μηνύσαντες τὰ παρὰ τῶν ἄλλων ὥς φασιν ἀδικήματα κατὰ τούτου μετέστησαν. καὶ πλήρης ὁ δικάζων θυμοῦ, καὶ πρὸς ἑαυτὸν καλεῖ καὶ πρὸς τιμωρίαν ἐπείγεται, καὶ πάρεστι καιρὸς εἴπερ ποτὲ καὶ νῦν φιλανθρωπίαν ζητῶν. φάνηθι δὴ καὶ φθέγξαι τι τῶν σῶν, καὶ τῆς ὀργῆς παραλύσεις τὸν δικαστήν. εἰ γάρ τι καὶ πέπρακται δεινόν, ὅπερ οὐδὲ γέγονενεἰς συγγνώ μην τρέψον τὸν ψηφιζόμενον, εἰ μηδὲν ἄλλο, τὸ περικείμενον αὐτῷ σχῆμα τιμήσαντα. φάνηθι μετὰ πολλῶν, οἳ πρὸς αἴτησιν τυγχάνουσιν εὐπρε πεῖς, μᾶλλον δὲ καὶ πρὸ τῶν ἄλλων, ὅπως οἰκεῖόν τι δόξῃς συνεισφέρειν. ἀλλ' οὖν αὐτὸς πάντων ἀναδέξῃ τὸν ἔπαινον ὡς καὶ πρῶτος καὶ λίαν αἰτήσας καὶ τῆς καλῆς φιλανθρωπίας γεγονὼς τοῖς ἄλλοις παράδειγμα. 119 Παγκρατίωι Οὐ γὰρ δοκεῖν ἄριστος ἀλλ' εἶναι θέλει φησὶν Αἰσχύλος, ἐπαινεῖν τινα προελόμενος. τοιοῦτος ἡμῖν ἀνεφάνης, οὐ τοῦτο δὴ τὸ κοινὸν μέχρι τοῦ παρεῖναι φιλίαν ἐπιδεικνύς, οὐδὲ μετρῶν τῷ τόπῳ τὴν εὔνοιαν, ἀλλὰ κρείτ των εἶναι καὶ σαυτὸν νικᾶν ἐπειγόμενος. εἰκότως ἄρα σε τῆς ἐμῆς διανοίας οὐκ οἶδεν ὑποκλέπτειν ἡ λήθη, ἀλλ' ἔπεισί τί μοι Σωκρατικὸν ἀεὶ λέγειν, ὡς" 1εἰ ἐγὼ Παγκράτιον ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι" 2, οὗ χορεύει μὲν ἡ γλῶττα ταῖς Μούσαις, ἀρετὴ δὲ καθάπερ τέμενος ἄβατον κακίᾳ τὴν ἱερὰν ψυχὴν ᾠκειώσατο. τοιγαροῦν εὐδαίμων μὲν αὐτὸς τοιαῦτα φέρων γνωρίσμα τα, καὶ πόλιν οἰκεῖς τὴν κοινὴν τῶν λόγων μητέρα, ἣν Ὧραι ποθοῦσαι κατὰ ταύτην ἀλλήλαις ἐσπείσαντο, ἣν προσκλύζει πράως ἡ θάλασσα, καὶ Νεῖλος ἐναγκαλίζεται καθάπερ ἐρωμένῃ περιχυθείς, καὶ πανταχόθεν ἄλση καὶ δένδρα καὶ λήια, καὶ τοῖς ὀφθαλμοῖς ποικίλαι προσβάλλουσι χάριτες. ἀλλ' ὑμῖν μὲν τὴν εὐδαιμονίαν θεὸς ἐπαυξήσει, καὶ μισθὸν τῆς ἀρετῆς δωρη σάμενος." μετάδος δὲ φίλοισι σοῖσι σῆς εὐπραξίας", τοῖς ἐκ γλώττης ἀγαθοῖς εὐφραίνων ἡμᾶς, καὶ πέμπων οἴκοθεν οἴκαδε πρὸς ἡμᾶς τὰ ποιήματα. οὐ γὰρ δίκαιον λανθάνειν ἃ τοῖς ἄλλοις ἐπιδειχθέντα πλείστην οἴσει τὴν ὄνησιν. 120 Παγκρατίωι Οἱ τὰς Σειρῆνάς ποτε παραπλέοντες καὶ τὰ μέλη ταῖς ἀκοαῖς ἀρυόμενοι οὐ πατρίδας ἐπόθουν, οὐ παίδων ἀνεμιμνήσκοντο, πάντα δὲ πάσχειν αὐτοῖς ἐδόκει καλὸν ἢ τούτων ἀπαίρειν, ὧν τῆς ἡδονῆς ἐπειράθησαν. ἡμεῖς δὲ τῆς σῆς μούσης ἄκρῳ, φησί, δακτύλῳ γευσάμενοι οὕτως ὅλῳ πόθῳ πρὸς αὐτὴν ἐβακχεύσαμεν, ὡς μηδὲ μικρὸν ἀπεῖναι ταύτης αἱρεῖσθαι, κἂν ἀνάγκη διεστάναι τοῖς σώμασιν. ἀναγομένοις δὲ ὑμῖν τῇ διανοίᾳ συνανηγόμεθα καὶ τὴν Ἀλεξάνδρου νῦν οἰκοῦμεν, τὸ σὺν ὑμῖν εἶναι τῇ φαντασίᾳ πλαττόμενοι. τοιαύτην μοι γνώμην ἐναποτίκτουσιν Ἔρωτες. κἂν πρὸς ὀλίγον ἀνενεγκὼν ἐν ἐμαυτῷ πάλιν γένωμαι, τοῖς σοῖς ἐπεντρυφῶ διηγήμασι. καὶ πάντες ἀνὰ μέρος τὰ ὑμέτερα μνημονεύουσα, ὁ μὲν τοῦ λόγου τὸ ἥμερον, ὁ δὲ τῶν τρό πων τὸ σεμνόν. ἄλλοι γλυκὺν προσωνόμασαν, ὁ δὲ τῆς γνώμης λέγει τὸ μέτριον, ὁ δέ σε φέρειν ἐπὶ τῆς γλώττης εἶπε τὰς Μούσας, καὶ πᾶς τις φιλο νεικεῖ φθάσαι τοὺς ἄλλους μόνος τὰ σὰ διηγούμενος. σὺ δὲ γράφε, τὴν ἀπου σίαν θεραπεύων τοῖς γράμμασι καὶ τὸν φέροντα τὴν ἐπιστολὴν ἡδέως ἰδεῖν καταξίωσον. 121 Νηφαλίωι Ὅσον ἡμῖν πάλαι τὸν θυμὸν ἐπαφῆκας τοῖς γράμμασι, τοσοῦτον νῦν χρηστότητι τὰς ἡμετέρας ἐλπίδας ἐνίκησας. τὸ γὰρ διορθοῦσθαι τὰ φθάσαντα καὶ παραμυθεῖσθαι τὸν εἰς φιλίαν ἀδικεῖσθαι πειθόμενον πῶς οὐ σοφοῦ τὴν γνώμην ἀνδρὸς καὶ τὸ λυποῦν θεραπεύειν εἰδότος; ἕν με μόνον τῶν ὑμετέρων ἠνίασεν, εἰ τοσοῦτον ἐμὲ πεπονθέναι δοκεῖς, ὡς καὶ δώρων δεῖσθαι μεταβαλ λόντων τὴν γνώμην, ὥς που καὶ Ἀγαμέμνων τὸν Θετταλὸν στρατιώτην. πλὴν καὶ τὰ δῶρα δέδεγμαι προθύμως, οὐ ταῦτα ζηλώσας μᾶλλον ἢ τὴν τοῦ πεπομφότος προαίρεσιν. ὁ δὲ φέρων τὴν ἐπιστολὴν τῆς ὑμετέρας εὐνοίας δεόμενος τυγχανέτω ταύτης ἐν οἷς αἰτῶν οὐ λυπεῖ. 122 Γεσσίωι ἰατροσοφιστῆι Ὁ τὴν ἐπιστολὴν ἐπιδιδοὺς ὑπὸ μητρὶ χήρᾳ τραφεὶς καὶ τὴν τῶν ἀναγ καίων ἔνδειαν αἰτιώμενος, ὅμως οὐχ ὑπὸ νεότητος ἐπαρθεὶς οὐδ' ἐν ἐξουσίᾳ τοῦ πράττειν ὅ τι θέλοι γενόμενος πρὸς ῥαθυμίαν ἀπέκλινεν, ἀλλ' ἐπανορ θοῦσθαι τὴν τύχην ἐθέλων καὶ λόγων ἐρᾷ καὶ πρὸς τὴν ὑμετέραν γλῶτταν ἐπείγεται, ἀρκοῦσαν ἀφορμὴν πρὸς εὐσχήμονα βίον ἐξ αὐτῆς ἀρυσόμενος, ὡς ἀρκοῦν ἐς ὑμᾶς ἰδεῖν καὶ τῶν λυπούντων ἔχειν τὴν λύσιν, τῇ παρ' ὑμῶν διδασκαλίᾳ τὰς πρὸς τὸ μέλλον ἐλπίδας ἐπανορθούμενος. ὅθεν τὴν ὑμετέραν γνώμην εἰδὼς καὶ ὡς πρόκεισθε τοῖς εὖ παθεῖν δεομένοις, θαρρῶν ὑμῖν προσάγω τὸν νέον, ἀντὶ μεγάλης δωρεᾶς ὕλην ὑμῖν χορηγῶν τοῦ πάλιν δύνασθαι γεωργῆσαι. 123 Φιλίππωι ἀδελφῶι Μόλις ἡμᾶς ἀμηχανοῦντας μετέβαλες, γράψας ὡς ᾄδειν ἐθέλεις ὑμέναιον. καὶ παίδων γενέσθαι πατήρ. πολλὴ γὰρ ἐπιδραμοῦσα φήμη ἄλλους ἀλλα χόθεν ἐπήγετο λόγους, καὶ πάντων διηγουμένων σιωπῶντες ἡμεῖς ἠκροώ μεθα, τῶν ἡμετέρων ἀγνοοῦντες τὰ μέγιστα καὶ τοῖς πυνθανομένοις παίζειν δοκοῦντες, ὡς ἀγνοεῖν ἐπίτηδες προσποιούμενοι. νυνὶ δὲ τοῖς γραφεῖσιν ἡσθείς, ἡδέως ἂν εὐθὺς Περσεὺς ἐγενόμην ὑπόπτερος, καὶ τοῦ πελάγους ὑπερπτὰς καὶ πρὸς ὑμᾶς ἀφικόμενος παστάδα κατεῖδον ἱερὰν καὶ τὸ πάντων ἥδιστον θέαμα, νυμφίον ἐκ φιλοσοφίας ἐρωτικόν, κἂν ὑλικόν τις αὐτὸν ὀνο μάζῃ, φιλοσόφως ἀποκρινόμενον ὡς κοσμεῖν ἔδει τὴν γένεσιν, ἔρανον ἀνθ' ἑαυτοῦ χορηγοῦντα καὶ τὰ εἰκότα πρὸς ταύτην ἀφοσιούμενον. ἑάλως δ' οὖν ὅμως, ὦ βέλτιστε, καὶ ὀψέ ποτε τὰ τῶν Ἐρώτων μανθάνεις τοξεύματα, ἥ τε νύμφη καλή φασι, νὴ τὰς Χάριτας, καὶ ἱκανὴ φιλοσοφίας παρατρέψαι τὸν ἐραστήν. πατὴρ μόνον γίνου" 1παίδων ἐπ' ἀρότῳ γνησίων" 2, ἡ κωμῳ δία φησί, καὶ θᾶττον ἐξ ὑμῶν ἴδοιμι παῖδα διὰ τῆς θέας τὸν πατέρα κηρύτ τοντα, μᾶλλον δὲ πραότητι καὶ μεγαλοψυχίᾳ, καὶ ταῖς ἄλλαις ἀρεταῖς παραπλήσιον. 124 Ἱερωνύμωι Ὡς μεγάλα τῷ Νείλῳ φρονεῖς, καὶ ἀντεξάγεις ἡμῖν εἰς μέσον ἄγων τὴν Αἴγυπτον, ὥσπερ Ἐλούσης τῆς φιλτάτης εἰς λήθην ἐλθών. ὡς καὶ σοφιστικὰ δέ σου τὰ γράμματα, καὶ τὸν Γοργίου τῦφον ἐδόκουν ὁρᾶν. ὕειν γὰρ τὸν Νεῖλον ἔφης ἐκ γῆς, εἴ τί με μὴ τῶν ῥημάτων παρέλαθε, καὶ πλωτὴν ποιεῖν τὴν πάλαι βατήν. τί δέ γε τοῦτο πρὸς σὲ τὴν Ἑρμοῦ κατοικοῦντα, ἣν οὔτε Ζεὺς ὑέτιος ἐφορᾷ καὶ παρατρέχων ὁ Νεῖλος εἰς ἑτέραν ἐπείγεται; τί δὲ καὶ ψευδῶς ὀπωρίζεσθαι φής; πλὴν εἰ μὴ τοὺς ὄφεις ὀπώραν καλεῖς καὶ σκορ πίων ὅσον γε πλῆθος. ὑφ' ὧν τινος ὡς ἔοικε πάλαι πληγεὶς καὶ ἰοὺ ἰού φασι κεκραγώς, εἶτα μεταξὺ τράπεζαν τρυφῶσαν ἰδών, ὅλος ἐπ' αὐτὴν ἐφέρου, τῷ σκορπίῳ χαίρειν λέξας, τουτὶ τάχα που τὸ κωμικὸν πρὸς τοῦτον εἰπών" 1μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην" 2. ταῦτα γράφειν ἐχρῆν, οὐκ ἀλλο τρίοις ἀγαθοῖς ὡραΐζεσθαι. ἀλλὰ καὶ σιωπῆς με γράφῃ, μηδὲν ἡμῖν τὸ παράπαν φθεγγόμενος. ἦ γὰρ ἂν πλείω λέγοντας εὗρες, καὶ οὐκ ἂν ἡμῖν τὸν Κοθωκίδην ἔφης τὸ τῶν αὐλῶν πάθος τοῖς σοφισταῖς ἐπισκώπτοντα. ἔρρωσο, καὶ τὸ παιδίον, καὶ ἡ γυνή. καὶ τῷ παιδὶ Ἀλεξάνδρῳ μὴ βαρὺς ἐπίκεισο, νέαν ἡλικίαν ἐπὶ πολὺ βιαζόμενος. 125 Γεσσίωι ἰατροσοφιστῆι Ὡς πικρὰ τὰ καθ' ἡμῶν τῆς τύχης βουλεύματα καὶ πρὸς δεινῆς ἀρκοῦντα τραγῳδίας ὑπόθεσιν. οὔπω παίδων οἰκτίστου τάφου πεπαύμεθα, καὶ τὴν τεκοῦσαν ἐξαίφνης ἐφέλκεταιἐκείνῃ μὲν ἴσως δρῶσα καθ' ἡδονήν, εἰ παισὶ φιλτάτοις προσέθηκεν, ἡμῖν δὲ πάθη συνάπτουσα πάθεσι καὶ τάφῳ τάφον ἐργαζομένη βαρύτερονκαὶ τῆς μητρὸς ἀπεστέρησεν, οἴμοι, παιδάρια ἔτι τῆς μητρῴας ἐξηρτημένα θηλῆς. δακρύων ὄντως ταῦτα καὶ σκηνῆς ἐπέκεινα πάθη, καὶ οἷα βεβαιῶσαι μῦθον ὡς γυνὴ δυστυχὴς ἐξ ἀνθρώπου λίθος ἐγένετο. ἦν γάρ, ὡς ἔοικε, Φρυγία καὶ βάρβαρος, καὶ πρὸς τὸ τῆς τύχης πῶμα τοῖς ἐκ φιλοσοφίας φαρμάκοις οὐ προκατείληπτο τὴν ψυχήν. οἷα δὴ τὸν μέγαν ἐκεῖνον Ἀναξαγόραν λόγος, προσαγγείλαντος αὐτῷ τινὸς τοῦ παιδὸς τὴν ἄωρον τελευτήν, εἰπεῖν εὐθέως ὡς δὴ παρεσκευασμένον ἐκ πολ λοῦ καὶ μηδὲν μέγα παθόντα πρὸς τῆς ἀκοῆς, ὡς" 1ᾔδειν κἀγὼ θνητὸν γεν νήσας" 2. καὶ οἶμαί γε τοῖς εἰρημένοις τεκμαιρόμενος, ὡς, εἰ καὶ τὸ γύναιόν τις ἀπήγγειλεν ἐπὶ τῷ παιδὶ κεῖσθαι, πάντως ἂν προσέθηκεν ὡς" 1ᾔδειν καὶ θνητῇ συνοικῶν" 2. ὅθεν ἐπαινῶ τοὺς πρώτους τραγῳδίαν εὑρόντας, ὅτι καταμαθόντες τὴν τύχην ἄνω καὶ κάτω κυκᾶν τὰ τῶν ἀνθρώπων πράγ ματα. τὴν σκηνὴν ἡμῖν ἐπενόησαν, ἀλλοτρίοις εὖ μάλα κακοῖς τὰς τῶν οἰκείων προκαταλαμβάνοντες συμφοράς. τί γὰρ δεινὸν ἐν ἡμῖν, ὃ μὴ φθάσας ὁ χρόνος ἀπέδειξε; τί δ' ἂν γένοιτο καινόν, ὃ μὴ πρὸς εἰκόνα παραπλησίαν ἀνάγεται; ἀλλ' εἴ γε φίλον ἡμῖν τῆς τύχης ὀφθῆναι κρείττοσι, πρὸς τὸν τῆς συνήθους φιλοσοφίας ὅρμον ὑποδραμούμεθα, τίνες τέ ἐσμεν σκοποῦντες καὶ πόθεν ἀφίγμεθα, καὶ τίνες ἄρα τῶν καθ' ἡμᾶς πραγμάτων οἱ λόγοι, καὶ ὡς δεθέντας λυθῆναι δεῖ πάντως, ὁπηνίκα δόξει τῷ δήσαντι, καὶ ἀποθέσθαι τὸ προσωπεῖον, ὅπερ ἡμῖν ὁ τοῦ μεγάλου δράματος περιτέθεικε ποιητής. τοῦτο γὰρ ὄντως ἡ τοῦ σαυτὸν γνῶθι παραίνεσις. τοῦτο σὸν ἔργον, ὦ σοφώτατε, καὶ τοὺς τῆς προνοίας ὡς οἶμαι λόγους συνεχῶς ἀνελίττοντος καὶ τοῖς σοφίας ἀμυήτοις καρτερίας σαυτὸν παρεχομένου παράδειγμα. ὅθεν εἰς ἑαυτοὺς ἐπανέλθωμεν, τὸ" 1ἀλλὰ τί κεν ῥέξαιμι" 2 λέγοντες, καὶ τὸ" 1θεὸς διὰ πάντα τελευτᾷ" 2. ταῦτα γὰρ σκοπῶν σαυτοῦ τε δράσεις ἄξια καὶ τὸ θεῖον παρασκευάσεις εὐμενέσι ποτὲ τὰ καθ' ἡμᾶς ἰδεῖν ὀφθαλμοῖς. 126 Ἰωάννηι Δέδεγμαί σου τὴν φίλην καὶ γέμουσαν ὄντως ἀφροδίτης ἐπιστολήν, τῆς μὲν μακρᾶς σιωπῆς σωκρατικῶς αἰτιωμένην ἡμῖν τὸ δαιμόνιον, τὸν δὲ χαμαὶ κείμενον ἐμὲ καὶ πρὸς ὕψος ἀρετῆς ἀναβλέπειν οὐκ ἔχοντακαὶ τί γὰρ ἕτερον ἢ σοφιστήν, ὡς ἂν αὐτὸς ἐπισκώψειας; εἰς αὐτὴν φιλοσοφίαν τοῖς ἐπαίνοις ἀνάγουσαν, μᾶλλον δὲ τὴν ἀκοὴν ὑποσυρομένην, ὅπως κλαπεῖσα τοῖς μηδὲν προσήκουσιν ἐπαίνοις, ἀνάσχοιτο πράως κατηγορουμένης ῥητο ρικῆς καὶ φέροι τὰ συνήθη ταῦτα δὴ τερετίσματα, τὸ" 1πολιτικῆς μορίου εἴδωλον" 2 καὶ τὸ" 1δήμοις ὁμιλεῖν" 2 καὶ ὅσα δὴ παιζόντων ἐθέλουσι λόγοι· οὐ γὰρ εἴποιμι, φθονούντων αἰδοῖ, φιλοσοφίας καὶ Πλάτωνος. καὶ αὐτὸς δὲ οἶμαι περὶ τῆς τέχνης, ὦ σοφώτατε, τἀναντία φρονῶν σκωμμάτων ὡς ἔοικε χάριν ὄνου φασὶ σκιὰν ἐγκαλεῖς, Θρασυμάχους ἡμῖν καὶ Πώλους ἐπεισκυκλῶν καὶ ὅσα δὴ Πλάτωνος ἀνεπλάσαντο χάριτες. ἀλλὰ παῦσαι λοιπόν, ὦ λῷστε, τὰ μέγιστα τῶν πραγμάτων ἀγορεύων κακῶς. εἰ δὲ μή... ἀλλ' εἰς ἀμείνω καιρὸν ἐπέχω τὴν ἀπειλήν. 127 Διοδώρωι Τοῖς ὑμετέροις γράμμασιν ἐντυχὼν παλαιᾶς εὐδαιμονίας ἀφικόμην εἰς μνήμην, τὸν Νεῖλον ἐκεῖνον καὶ τὴν παρ' αὐτῷ τῆς ὑμετέρας θέας ἀπόλαυσιν τῇ διανοίᾳ τυπούμενος, καί μοι δακρύειν ἐπῆλθε τὴν τῆς τύχης ῥοπὴν ὡς ἄνω καὶ κάτω στρεφομένην. νῦν μὲν συνάγει τοὺς ἀνθρώπους ὡς οὐκ ἄν τις ἐλπίσειε, νῦν δὲ πάλιν διίστησιν οὓς παρ' ἐλπίδα συνήγαγεν. ἀλλὰ σοφόν τι πρὸς αὐτὴν ἐμηχανήσαντο φάρμακον, ἐπιστολαῖς ἀνακοινοῦντες τὸν πόθον καὶ τὴν παρουσίαν τρόπον τινα τοῖς γράμμασι μηχανώμενοι. 128 Διοδώρωι Τὸ πολυθρύλητον δεξάμενος πρόσταγμα, περὶ οὗ πάλαι πάσας ἀφῆκα φωνάς, σιωπὴν ἦγον, οὐ μετὰ τὸ τυχεῖν ἀμνημονεύσας τῆς χάριτος, οὐδὲ τῆς Γεροντίου μούσης κληρονομῶν· μόνοις γὰρ ὑμῖν τὸ πλεονέκτημα παρέσχεν ἡ τύχη. καὶ τίς μὴ ἐκεῖνον ἰδὼν δι' ὑμῶν ἀποπληρώσει τὸν πόθον; ὥσπερ δι' ἀκριβοῦς εἰκόνος πρὸς τὸ παράδειγμα καλῶς ἀναγόμενος; σιωπῇ τὴν χάριν ἐτίμων, ἵνα μὴ λέγων ἔλαττον οὗ βούλομαι τύχω φθεγξάμενος. καί σοι κείσεται χάρις ἀνάγραπτος παρ' ἐμοὶ μᾶλλον ἢ παρὰ Πέρσῃ βασιλεῖ τιμᾶν εἰδότι προδοσίαν καὶ Παυσανίαν μηδίζοντα, εἰ καὶ τὰ μάλιστα τυχεῖν πάντως ἐθέλων, ὦ βέλτιστε, καὶ πρὸς ἔργον ἐνέγκας τὴν γνώμην, ἐλεεινὴν ὑπὲρ ἡμῶν ἀφῆκας φωνὴν καὶ πόρρω λίαν ἡμετέρου φρονήματος· παρὰ γὰρ αὐτῷ τῷ δικαστῇ πτωχοὺς ἡμᾶς ἀπεκάλεις. ἐφ' οἷς ἠγανάκτησα μάλιστα, εἰ τοσοῦτον κέχηνας πρὸς τὴν ὕλην, φιλοσοφίας ὕψους ἀποπεσών, ὡς χρη μάτων χάριν ἀγεννῆ καὶ ταπεινὰ προσφέγγεσθαι ῥήματα, καὶ μήτε τὴν ἐμὴν ἀξίαν σκοπεῖν. μήτε τὸν σοφώτατον Διογένην, ὃς ἐν ψιλῇ τῇ πήρᾳ τὸν μέγιστον πλοῦτον ὡρίζετο. ἀλλὰ γενοῦ μόλις ἐλεύθερος, σμικρόν τι χρῆμα πρὸς τὴν ἀρετὴν τὴν οἰκουμένην ἡγούμενος. 129 Διοδώρωι Τοῖς περὶ φιλίαν ἐσπουδακόσιν ἀρκεῖν ἡγοῦμαι τὴν εὔνοιαν καὶ τὸ ταῖς τῶν συνήθων χρείαις ὑπουργεῖν ἑτοιμότερον, τὸ δὲ καὶ προσαναλίσκειν οἴκοθεν οὔτ' ἄλλως δίκαιον οὔτε τῷ δεξαμένῳ τὴν χάριν καλόν. ὁ γὰρ ἅπαξ ζημιωθεὶς περὶ δευτέραν χρείαν καθέστηκεν ὀκνηρότερος. ὅπερ εἰ καὶ μὴ πάθοιτε, νόμῳ φιλίας ἀεὶ βεβαιούμενοι, ἀλλ' οὖν ἐγὼ τοῦ γράφειν ὑπὲρ τῶν δοκούντων ὑπ' αἰδοῦς ἀνακόπτομαι. ὅθεν εἴ με βούλεσθε τῇ πρὸς ὑμᾶς παρρησίᾳ χαίρειν ἀεί, οὐκ ὀκνήσετε χρέος λαβεῖν ὀφειλόμενον. 130 Μαρκέλλωι Τῶν παρόντων γραμμάτων οὐ θράσος αἴτιον, οὐδὲ τὸ μὴ μένειν ἐπὶ τῶν οἰκείων ὅρων εἰδέναι, ἀλλ' ἀνὴρ θεῷ τε φίλος καὶ πάσης ἀνάπλεως ἀρετῆς, ὃν οὐ πέπεικε τὰς πρὸς ὑμᾶς ὑποσχέσεις ὑπερορᾶν οὐ τὸ νῦν ἐξ Αἰγύπτου μόλις ἐλθεῖν, οὐ φροντιστήριον εὐπρεπές, οὐ χειμὼν ἀπειλούμενος, οὐ πέλα γος ἐμποδών, οὐχ ὁδοιπορία μακρά, ἀρετὴν δὲ μίαν εἰδὼς τὸ πληροῦν ἔργῳ τὰς ὑποσχέσεις καὶ πρὸς ἅπαντας ὁμοίως γίνεσθαι παραπλήσιον, ὅλος ὁρᾷ πρὸς ὑμᾶς. ἀλλὰ καὶ θᾶττον ἰέναι παρ' ἡμᾶς καταγγέλλεται, καὶ πέπεισμαι ῥᾳδίως, ἐκ τῶν πρὸς ὑμᾶς ὑποσχέσεων τὴν πεῖραν λαβών. ὑπόλοιπον τοίνυν ὑμῖν κρατεῖσθαι, καὶ πρέπον ἂν εἴη μὴ κρατεῖν ἐθέλειν ἄνδρα μηδὲν οὕτω δεινὸν ἡγούμενον, ὡς τὴν τοῦ παραβαίνειν ἀνάγκην ἅπερ ἐπήγγελται. πέμπε τοίνυν τάχος τὸν ἄνδρα τὴν ὑμετέραν φιλανθρωπίαν πρὸς ἡμᾶς ἀφηγούμενον. 131 Σαβίνωι Σὺ μὲν ὡς ἐπ' ὀνείδει πενίαν προφέρεις ἐμοί, καὶ θηρίον ἐξωλέστατον εἶναί σοι τὸ χρῆμα δοκεῖ, καί, τὸ δὴ μέγιστον, Ἶρος ἐγὼ παρὰ σοὶ καὶ τῶν καθ' ἡμέραν ἴσως ἐπιδεής· καὶ τί γὰρ οὐκ ἂν εἴποις ἀρετῆς ὁμοῦ καὶ φιλοσοφίας ἐκπεπτωκώς, ἐλεῶν μὲν ἅ γε θαυμάζειν ἐχρῆν, μεγάλων δέ τινων ἐστερῆσθαι νομίζων τὸν ὑψηλόν τε καὶ κοῦφον καὶ μὴ τῷ βάρει τῆς ὕλης πρὸς τὰ κάτω φερόμενον; τῇ γαστρὶ γὰρ τὴν εὐδαιμονίαν μετρῶν καὶ δόξαις ἀνθρώπων προσκείμενος ἐκμισθοῖς μὲν εἰς ἃ μὴ θέμις τὴν γλῶτταν, κυκᾷς δὲ τὰ δικαστή ρια, πάρεργον δέ σου τῆς ἀπάτης οἱ δήμιοι. πλουσίων δὲ θύρας ἀράττεις, κἄν τις ἑστιᾶν οἶδε καλῶς, ἀπεῖπεν ὑπὸ σοῦ θαυμαζόμενος. ἑορτὴ δέ σου λαμπρὰ ἐσθὴς ποικίλη καὶ βάδισμα σοβαρὸν καὶ βλέμμα τῇδε κἀκεῖσε χεόμε νον, καὶ πανταχοῦ σοι τὰ ὦτα, καθάπερ ὁ Μίδας, εἴ πού τι φθέγξαιτο γύναιον τὴν σὴν σκηνὴν ἐκπληττόμενον. ἀλλὰ μέχρι δὴ τίνος ὕπνῳ μακρῷ πεδη θεὶς οἷά τις Ἐνδυμίων πρὸς ἀρετὴν οὐκ ἀνίστασαι; παῦσαι λοιπὸν πρὸς τὸ σωμάτιον κεχηνὼς καὶ κατὰ σαυτοῦ τρέφων τὸ δεσμωτήριον. παῦσαι χρυ σίον ὀνειροπολῶν καὶ ἀργύρου πλῆθος ἀεὶ φανταζόμενος καὶ πολλὰς ἀρχὰς τῇ διανοίᾳ περινοστῶν. τὰ ἔνδον οἷα μηδενὶ τῶν φίλων. ἀλλ' αὐτομόλησον πρὸς ἡμᾶς εἰ δοκεῖ, καὶ τὴν κοινὴν θεὸν τὴν Πενίαν προσκύνει καὶ φιλοῦσαν ἐπίγνωθι. καὶ γὰρ σὲ περιέπει μᾶλλον ἤπερ ἡμᾶς, καὶ φιλήσειν ἔτι κατεπήγγελται. 132 Δωροθέωι Ὅσον ἐλύπεις ἀπαίρων οὐκ ἂν ἤλπισα προλαβών, εἰ μὴ τὴν πεῖραν ἔσχον διδάσκαλον. ἐξ οὗ γὰρ ἡμᾶς ᾤχου καταλιπών, οὐκ ἐπαυσάμην μετὰ σοῦ τῇ διανοίᾳ περινοστῶν καὶ λιμένας καὶ θάλατταν διαγράφων ἐν ἑαυτῷ. καὶ" 1κλῦθι, Ποσείδαον γαιήοχε" 2 πολλάκις εἰπὼν ἠξίουν εὐμενῆ σοι παρέχειν τὴν θάλατταν, καὶ τοῦ πλοῦ τὰς ἡμέρας ἐπὶ τῶν δακτύλων ἐτίθουν, καὶ οὕτως ὅλος ἐτύγχανον παρὰ σοί, ὡς καὶ καλέσαι τινὰ πειραθεὶς ἔλαθον πολλάκις Δωρόθεον προσειπών. καὶ ὁ μὲν ἐγέλα, ἐγὼ δὲ διαμαρτάνων ἠχθόμην. σὺ δὲ ἴσως, ἠγνόεις ὁπόσον ἡμῖν ἐναπέθου φίλτρον. πολλάκις δὲ προσιόντα τινὰ πόρρωθεν θεασάμενος, σέ, μὰ τοὺς θεούς, ἐδόκουν ὁρᾶν, πρὸς τὸ τῆς διανοίας βούλημα τῶν ὀφθαλμῶν ῥᾳδίως ἀπατωμένων. τῆς δὲ πλάνης μόλις ἀπήλ λαγμαι, γράμματα δεξάμενος παρὰ σοῦ καὶ θεραπεύσας τὸν ἔρωτα. 133 Διοδώρωι Δέδεγμαί σου τὰς καλὰς ἰσχάδας καὶ κρείττους, οἶμαι, τῶν Ἀττικῶν, δι' ἅς φασιν ὁ μέγας κεκίνητο πόλεμος, ὅτε βασιλεὺς ἐπῄει γῆν ἐπεμβάλλων θαλάττῃ καὶ διατέμνων ὄρος εἰς θάλατταν· δέδεγμαι δὲ καὶ ὑποδήματα καὶ λίαν καλά. πλὴν" 1ἀλλ' οὐ συμβλήτ' ἐστὶ κυνόσβατος οὐδ' ἀνεμῶναι πρὸς ῥόδα" 2· ἀσταφὶς γὰρ μακρὰ καὶ συμμέτρῳ στύψει τὴν ἔμφυτον παραμυθου μένη γλυκύτητα ποίων μὲν ἰσχάδων Ἀττικῶν ποίων δὲ πλακούντων, ἐφ' οὓς ἀεὶ τὴν γλῶτταν προτείνεις, οὐ κρείττων καθέστηκε; πέπομφα δὲ καὶ στρουθοὺς ἐξ ἅλμης, ἀδηφάγου γαστρὸς παραμύθιον. ἆρ' οὐ κρείττω πολλῷ τὰ ἡμέτερα; πᾶς ἄν τις, οἶμαι, τένθης φήσειε δικαστής. πλὴν ἴσως τὰς μελλούσας βλαύτας ἐρεῖς. ἐγὼ δὲ κέχηνα μὲν πρὸς αὐτάς· ἐπειδὰν δὲ πέμψῃς... ἀλλ' οὐ βούλομαι λέγειν οἷα δὴ καὶ σκώπτειν πειράσομαι. 134 Στεφάνωι Τὴν ὑμετέραν λαμπρότητα κηρύττει μὲν ὅσα τοὺς ἀγαθοὺς γνωρίζειν ἄνδρας ἐπίσταται. ὡς δὲ τῶν πειραθέντων ἡ μαρτυρία, νικᾶται τοῖς ἔργοις ὁ λόγος καὶ τῶν πραγμάτων κατόπιν εἶναι δοκεῖ. τὴν δὲ περὶ ἐμὲ σπουδὴν ἀεὶ μεγίστῳ παραδεδωκὼς θαύματι, νῦν οὐχ ἥκιστα τοῦτο ποιῶ, ὅτεπερ ἄνδρα μοι τοσοῦτον ἔπεισεν ἐπὶ μικρότατον μῆκος ὁδοῦ θεῖναι, ὡς εἰ καὶ ψιλοῖς ἐχρήσατο γράμμασιν, οὐκ ἂν ἔσχον ἀντιλέγειν κελεύοντι. οὕτω δέ μοι βαρὺ φορτίον ἐπέθηκεν αἰδουμένῳ τὴν ἄφιξιν καὶ τοῦ παντὸς βίου τὴν ἀρετὴν καὶ ὅσα προλαβοῦσα κηρύττει φήμη βεβαιωθεῖσα τῇ πείρᾳ, ὥστε μικροῦ δεῖν ὡς εἶχον σχήματος εἱπόμην, μηδὲ τοῖς οἰκείοις χαίρειν εἰπών. ἀλλά μέ τις ἔννοια μόλις ἐπέσχεν ὁρμῶντα, λογιζόμενον τὸ μηδὲν ὑπερορᾶν πατρίδος ἐν ᾗ πρῶτον εἶδον τὸν ἥλιον, καὶ ὡς καλὸν τὰ πρὸς ταύτην δίκαια φυλάττειν ἢ πολὺ κεκτῆσθαι χρυσίον, καὶ ξένους τοσούτους δι' ἐμὲ παρόντας ὑπεριδεῖν. 135 Πέτρωι Ὁ καλὸς Ἐπιφάνιος τοῖς ὑμετέροις γράμμασι πλείστην ἐπαγόμενος εὔνοιαν συνέστη μὲν οὕτως ἐμοί, σπουδὴν δὲ πᾶσαν ἐπεδείξατο λογικήν, μηδὲν τῶν ὅσα φέρει νεότης ἐπιδεικνύμενος, ἀλλ' ὅλον αὐτὸν τοῖς λόγοις διδοὺς καὶ τῇ μελέτῃ προσκαρτερῶν. ὃ δὴ καὶ τεκμήριον εἶναι δοκεῖ τοῦ τὴν κατηγορίαν πεπλάσθαι καὶ ψευδὲς εἶναί που τὸ πάλαι θρυλούμενον. ἀργούντων γὰρ ἐκεῖνα καὶ διανοίας ἐξ ἀλόγου σχολῆς ἐφ' ἃ μὴ δεῖ φερομένης. Ἰσοκράτει δέ τις πειθόμενος καὶ καταναλίσκων" 1τὴν τοῦ βίου σχολὴν εἰς τὴν τῶν λόγων φιληκοΐαν" 2, οὐ δίδωσι τῷ συκοφάντῃ λόγον ὡς εἰκότως ἄρα κατηγορεῖ. κἂν γὰρ αὐτὸς σιγᾷ, τὸν βίον ἔχει πρὸς ἀπολογίαν ἀρκοῦντα. γένοιτο δὲ καὶ τὸν νέον μᾶλλον ἐπὶ τούτῳ μὴ διαμαρτάνειν ἐλπίδος. 136 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Ὁ θαυμαστὸς Τιμόθεος ὁ ταύτην φέρων τὴν ἐπιστολὴν τοῦ μὲν ἀλλήλοις γράφειν ἐπὶ τοῦ παρόντος ἐστὶν ἀρχή, πατρὸς δὲ τυγχάνων ἐπιεικοῦς καὶ λίαν ἀπράγμονος ἐν ἑαυτῷ περιφέρει τὸν φύσαντα, τὴν τῶν τρόπων εὐ γένειαν ἐπὶ τοῦ προσώπου δεικνύς· ἐρυθριᾷ γοῦν ἑτοίμως, κἄν τις αὐτὸν ἐπαινῇ κἂν ἀποβλέπειν μόνον ἐθέλῃ. οὗτος ὅτου δὴ χάριν τὴν βασιλίδα πόλιν κατείληφε, καὶ δεῖται τῆς ὑμετέρας ῥοπῆς, ἐν οἷς ἂν δύνησθε συμμαχίαν ἄλυπον χορηγούσης. τοῦτο δὲ ποιοῦντες ἀνδράσιν ἔσεσθε κεχαρισμένοι χρη στοῖς, οὗ μεῖζον οὐδὲν τοῖς τιμᾶν ἐγνωκόσι τὴν ἀρετήν. 137 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τὸ παρὸν ὡς ἔοικεν ἔτος δεήσεις παρ' ἡμῶν διακομίσει πυκνάς, πλὴν οὖν δικαίας καὶ πρόφασιν ἐχούσας ἐπαινουμένην, ὑπὲρ ὧν τις εὐγνώμων καὶ τὸν τρόπον Ἑλληνικὸς χάριν ἂν ἡσθείη διδοὺς ἢ παρ' ἑτέρων δεχόμενος. τοιαύτη δέ τις τῶν παρόντων ἡ χρεία. Νεῖλος ὁ λογιώτατος θεῷ τὸν βίον ἀναθεὶς πόλιν μὲν οἰκεῖ, μητρὸς ἐπ' αὐτῷ σαλευούσης, γῆρας ὁμοῦ θεραπεύων καὶ τὴν ἐντεῦθεν ἀσθένειαν, οὐδὲν δὲ ἧττον πολλῶν ἴσως ἐπ' ἐρημίας οἰκούντων ἐπ' εὐσεβείᾳ γνωρίζεται. οἰκίαν δὲ κεκτημένος τόπον ψιλὸν ἐχούσης τὸν παρακείμενον, γείτονος ἀπέλαυσε πονηροῦ, ὃς θυρίδας κατὰ τοῦ μὴ προσ ήκοντος ψιλοῦ νεωτερίσας τινάς, πρὸς μὲν τὸ παρὸν ὡμολόγει μηδὲν ἐμπο δὼν ἔσεσθαι ταύτας οἰκοδομεῖν βουλομένῳ. ὡς δὲ νῦν εἰς ἔργον ἦλθεν ὁ λόγος, κώλυμα τὰς θυρίδας προβάλλεται, ὥσπερ δίκην ἀπαιτῶν ὅτι παρεῖδε καινοτομούμενος. ὁρῶν δὲ τοῖς δικαίοις πανταχόθεν ἑαυτὸν ἐξωθούμενον, παρείσδυσιν ἑαυτῷ δυναστείας ἐπινοεῖ καί, τὸ μέγιστον, ἀνδρὸς τοῖς δικαίοις χαίρειν ἐγνωκότος ἀεί. εἰς γὰρ τὸν πολὺν ἐκεῖνον ὠθεῖται Νεστόριον, τῷ μὴ παρεῖναι τὸν ἄνδρα θαρρῶν. τοῖς γὰρ αὐτῷ προσήκουσιν εἰς συμμα χίαν χρησάμενος, ὠνὴν εἰς αὐτόν τινα πρὸς κακουργίαν ἐπλάσατο τὸ δίκαιον ὄνομα, καὶ πρὸς ἀδικίαν ὕλην λαβὼν καὶ τοὺς κατ' αὐτοῦ πανταχόθεν ἐπαίνους διαβάλλειν πειρώμενος. ἀλλὰ ταῦτα μαθὼν δι' ὑμῶν κωλύσει ταῖς ἀπειλαῖς τὸν ἀδικοῦντα δι' ἀνδρὸς τιμῶντος τὰ δίκαια. 138 Δωροθέωι Ἦν ἄρα τοῖς ποθοῦσιν ἔαρ οὐ καιροῦ μεταβολὴ καὶ ὥρας λαμπρότης καὶ χελιδόνες ᾄδουσαι καὶ γῆ ποικιλλομένη τοῖς ἄνθεσιν, ἀλλὰ παιδικῶν φωνὴ χειμῶνα σιγῆς τῇ τῶν ἐρώντων ψυχῇ παρενοχλοῦντα πρὸς εὔδιον ἀκοὴν μεταβάλλουσα. τοιοῦτός τις πέφηνας κρείττω πάσης ἡδονῆς τὰ γράμματα χαρισάμενος. ὡς ὅ γε παριππεύσας χειμὼν ἐπῆλθε μὲν τῇ φύσει πολύς, σοῦ δὲ σιγῶντος ἔδοξε δυσχερέστερος. 139 Ὠρίωνι Ὁ μὲν ὑμέτερος θεῖος οἴεταί τι μέγα χαριεῖσθαι τῇ παιδεύσει τῇ σῇ, εἴ γε δεῖ γράμματα κομίσαι παρ' ἐμοῦ καὶ ταῦτα δήπου λέγων ἐπὶ τὸ γράφειν ἀνάγεται. ἐγὼ δὲ τῆς μὲν εἰς ὑμᾶς εὐνοίας τὸν ἄνδρα τεθαύμακα μηδὲ τῶν σμικροτάτων φειδόμενον ἐξ ὧν οἶδεν ὑμῖν χαριούμενος, τὴν δὲ σιωπὴν ἠγάπων ἐμαυτὸν ἐρυθριῶν καὶ σοφὸν ἔχων ἐπιστεῖλαι μηδέν. ὡς γὰρ καὶ Πλάτωνι τῷ σοφωτάτῳ δοκεῖ, οὐκ ἔστιν ἀρετὴν εἰδέναι τί, μὴ τοῖς ἔργοις πρὸς ἀρετὴν ἐπειγόμενον. ὃ δὲ μὴ ἔστιν εἰδέναι, κἂν ἐρυθριάσαιμι περὶ τούτου φθεγγόμενος καὶ ταὐτὰ ποιῶν ὥσπερ ἂν εἴ τις μουσικὴν μηδ' ὄναρ εἰδὼς εἶτά τις Ὀρφεὺς εἶναι λέγοι τὰ θηρία τῇ λύρᾳ χειρούμενος. ἀλλ' εἰ δέοι τῶν κρουμάτων ἐφάψασθαι, γέλως εὐθὺς ὁ κόμπος, καὶ πάντα δὴ ῥᾳδίως ἐλέγχεται. πόθεν οὖν ὃ μὴ πέφυκα παρὰ τῷ σῷ θείῳ νομίζομαι; ἔφης τι πρὸς αὐτὸν πολλάκις νόμῳ δὴ φιλίας ἀποσεμνύνων ἐμέ, ὁ δὲ τὸν πόθον οὐ σκοπῶν, ἀλλ' ἐκ τῶν ἔργων εἶναι τοὺς λόγους οἰόμενος, ἀπαιτεῖ γενέσθαι με τοιοῦτον οἷόν με τοῖς λόγοις ἀνέπλασας, καὶ τοῦ σοῦ ψεύδους νῦν εὐθύνας εἰσπράττομαι καὶ διελέγχω σου τοὺς λόγους, οὐκ ἔχων ἀρετῆς γενέσθαι διδάσκαλος; πλὴν ἐπειδὴ πρὸς σέ μοι τὰ γράμματα, δόκει δὴ πάλιν θαυμάζειν, ἵνα μὴ σαυτὸν ἐλέγχῃς ψευδόμενον. 140 Διοδώρωι Ὀβολοῖν τῶν Εὐριπίδου ῥακίων τὴν ἐμὴν οἰκίαν ἀνέπλησας, ἀδωνάρια πέμψας ἄρρυθμα, καθά σοι φίλον καλεῖν, καὶ βλαύτας ἀμούσους καὶ ἰφικράτι δας, ἐφ' αἷς ἦ κε μέγ' οἰμώξειεν ὁ στρατηγὸς Ἰφικράτης οὐδὲν τῆς Ἀττικῆς φερούσαις τεκμήριον. οὐδὲ γὰρ χάριν τινὰ καὶ πεῖραν μελίττης Ὑμηττίου παρέχονται, οὐδὲ βοῶσι τῇ θέᾳ τὴν Ἀττικήν, ἐν ᾗ Μαραθὼν καὶ Σαλαμὶς καὶ ἄνδρες ἐλευθερίας καὶ φρονήματος ἐρασταὶ οὐ μὰ Δία τῇ παρ' ὑμῖν Μούσῃ τετελεσμένοι· τὰ γὰρ ὑμέτερα... ἀλλ' εὔστομα κείσθω, μή τι καὶ λάθω φθεγξάμενος.