Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
141.1
[Κυριακῶι] Τὰ μὲν σὰ δῶρα τοιαῦτα· τὰ δὲ ἡμέτερα κἂν αὐτὸς ἐπαινέσειας οὕτω τῇ γαστρὶ χαριζόμενος. λίχνος γάρ τις ὢν καὶ τὸ γαστρίζεσθαι μελέτην πεποιη μένος καὶ βρώμασι τὴν μεγάλην εὐδαιμονίαν μετρῶν, εἴ πού τι θηράσαις ἡδύ, προτείνεις εὐθέως τὴν γλῶτταν, καθάπερ τις Αἴας τὴν μεγάλην ἀσπίδα. καὶ μάρτυς ὁ καιρὸς ἐν ᾧ τὸν πλακοῦντα παρ' ἑτέρων ὑφήρπασας, ὅλον εὐθὺς παραπέμψας τῷ στόματι. 142 Κυριακῶι Ὅσον οἱ παῖδες τοῖς πατράσιν ὀφείλουσι χάριτας οὐκ ἔστιν εἰδέναι πρὸς ἀξίαν, εἰ μή τις καὶ αὐτὸς παίδων ὑπάρχει πατήρ. τότε γὰρ ἐξ ἧς ἔχει πρὸς τοὺς παῖδας στοργῆς εἴσεται πάντως ὁποῖοι πρὸς αὐτὸν ὑπῆρξαν οἱ φύσαν τες. πλὴν ὅσοι ταῖς Μούσαις ἀνάκεινται καὶ πρὸ τῆς πείρας λόγῳ τἀληθῆ διακρίνουσιν. ὅθεν σε τοιοῦτον περὶ τοὺς τεκόντας προσήκει γενέσθαι, οἳ τάχα τῶν ἄλλων πλέον εἰς εὔνοιαν συνεισφέρουσι. διό με καὶ πρὸς τὴν παροῦσαν ἐπιστολὴν κεκινήκασι, μισθὸν αἰτοῦντές σε πατρικὸν τὸ μὴ καταισχῦναί σε, τοιοῦτον γενόμενον οἷον αὐτοί τε βούλονται καὶ θεὸς εἰς πέρας ἐνέγκοι. τότε γὰρ αὐτοῖς καὶ θάνατος ῥᾴων, ἐπισταμένοις οἷον διά δοχον τοῦ γένους ἀπέλιπον. 143 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Ὁ ταύτην πρὸς ὑμᾶς λαβὼν τὴν ἐπιστολὴν πατρὸς Ἀγαθοῦ πέφυκε, τοῦ τὰ χρηστὰ τιμῶντος καὶ ἐν πᾶσι δικαίοις γνωριζομένου. εἰς ἐμοῦ δὲ φοιτήσας ὁ νέος φύσεώς τε ῥώμην ἐπεδείξατο καὶ προθυμίαν ἀοκνοτάτην. καὶ νῦν πρὸς βασιλέως ἀνήχθη, προσλαβεῖν τοὺς νόμους βουλόμενος, ὅπως προέλθῃ ῥήτωρ, τὴν πολιτείαν φέρων τῷ σώματι καὶ τῇ γλώττῃ τοὺς λόγους προ βεβλημένος. οὐ δὴ δίκαιον τὴν τούτου πρὸς ὑμᾶς ἄφιξιν παραδοῦναι σιγῇ, οἳ τοὺς παρ' ἐμοῦ τετελεσμένους ἴσα ποῦ καὶ παῖδας νομίζοντες καὶ εἰς τοῦ τον εὔνοιαν οὐ τὴν τυχοῦσαν ἐνδείξεσθε. 144 Ὠρίωνι Τοὺς ἀγαθοὺς τῶν φίλων ἀπόντας μᾶλλον ἐλέγχειν οἶδεν ἡ πεῖρα. κρίσις γὰρ εὐνοίας οὐ τὰ παρόντα τιμᾶν· τοῦτο γὰρ ἔσθ' ὅτε ποιήσειεν ἄν τις, καθάπερ ἐπὶ σκηνῆς ὁ τῶν ἀγαθῶν τὸ πρόσωπον περικείμενος ὃ μὴ πέφυκεν ὑποκρίνεται. εἰ δέ τις τῷ τόπῳ διεστὼς εἰς ἓν χωρεῖ τῇ σπουδῇ καὶ τῇ γνώμῃ συνάπτεται, οὗτος ἐκεῖνος ὁ φιλίας νόμον περιστέλλειν εἰδώς. τοιοῦτος ἡμῖν προῆλθες, ἀρετῇ τῶν δευτέρων τὰ φθάσαντα παρελθών. εἰ δὲ καὶ πατέρων εἰκόνες οἱ παῖδες, εἰκότως ἄρα με καὶ φήμη κομίζει μετάρσιον διὰ παιδὸς ἀγαθοῦ σμικρὸν πατέρα μείζω ποιοῦσα δοκεῖν καὶ πανταχοῦ, καθάπερ ἔφης, ταῖς πόλεσι παραπέμπουσα. ἀλλά μοι περιέποις τὴν ἀρετήν, ἣν παρ' ἐμοὶ τῶν λόγων, ταύτην ἔχειν περὶ τοὺς νόμους σπουδὴν καὶ φύσιν ἐπιδεικνύμενος. 145 Εὐδαίμονι Τὸν λογιώτατον Ἱέριον τὸν τῆς Ἰταλῶν παρ' ἡμῖν προβεβλημένον φωνῆς καὶ τρόποις ἀγαθοῖς μᾶλλον ἢ παιδείᾳ κοσμούμενον οὐκ ᾠήθην δεῖν τὴν πρὸς ὑμᾶς ἰόντα παραπέμψαι σιγῇ. καλὸν μὲν γὰρ ἂν παρόντων ὑμῶν ἀπο λαύειν ἀεί· δεύτερος δέ φασι πλοῦς τοῖς ἀποῦσι διὰ γραμμάτων προσομιλεῖν. πλὴν εὐδαίμονες ὄντως οἷς διέπεις τὰ δίκαια, καθάπερ τινὸς τρίποδος τῆς σῆς ἐξηρτημένοι φωνῆς καὶ καινὸν ὄντως θέαμα τὴν Δίκην αὐτοῖς ἐπανελ θοῦσαν ὁρῶντες, ἣν προλαβὼν ὁ χρόνος ἠμαύρωσε. περιττὸν δὲ λέγειν ὡς εὖ ποιήσεις ἐν οἷς ὑμῶν δεῖται καὶ τὸν τὴν ἐπιστολὴν ὑμῖν κομισάμενον. ᾧ γὰρ βίος οἱ λόγοι, πῶς οὐ τιμήσει τοὺς τῶν λόγων πατέρας ἰδών; ἡκέτω τοίνυν ἀγγέλλων ἅπερ ἀκούειν εὐχόμεθα, ὡς νικᾷς τῇ πείρᾳ τὴν φήμην, καὶ μείζω δίδως ἤπερ οἱ λαμβάνοντες βούλονται. 146 Νηφαλίωι Σὺ μὲν ἐν πλήθει χρημάτων τὴν ἀπορίαν θρηνεῖς, ἐγὼ δὲ τὰ χρήματα καὶ τοὺς πλουτοῦντας περιφρονῶ, καίτοι πενίᾳ θαυμαστῇ συνεχόμενος. οὕτως ἄρα τὸ πένεσθαι καὶ πλουτεῖν ἡ γνώμη ποιεῖ, οὐ χρήματα παρὰ τῆς τύχης τῇδε κἀκεῖσε πλανώμενα. τοιγαροῦν παῦσαι μικροψύχως ἡμῖν ὀδυρόμενος, μηδὲν μέγα νομίζων, πλὴν εἰ μή τι φέροι πρὸς ἀρετήν. ὅ τι γὰρ μὴ τοιοῦτον, ἀλλότριόν τέ ἐστι καὶ πρὸς ἀπάτην ἐφέλκεται. ὅθεν οἱ φρονεῖν εἰδότες ὥσπερ τινὰ μέθην καὶ φλυαρίαν ταῦτα ἀποσεισάμενοι, τὴν γῆν καταλιπόντες τῇ γῇ, μεταρσίῳ γνώμῃ περιπολοῦσι τὸν οὐρανόν, τὰς αἰσθήσεις καὶ τὴν ὕλην καὶ τὸ τῆς πλάνης χωρίον ὥσπερ τινὰ χαλεπὴν διανηξάμενοι θάλατταν. 147 Μουσαίωι Δέδεγμαι τὴν βίβλον, ποθεινοτέραν μοι γενομένην, ὅτι ταῖς ὑμετέραις ἀνα ληφθεῖσα χερσὶ τάχα τι καὶ μουσικὸν ἐπεσπάσατο, ὡς τὸν κεχρημένον λοι πὸν ὀξυτέρας οἶμαι τῆς διανοίας αἰσθάνεσθαι, οὐχ ἧττον ἢ Σωκράτης, ἡνίκα δὴ παρὰ τὸν Ἰλισσὸν ἐκαθέζετο, ἔνθα καὶ Νυμφῶν ἱερὸν καὶ Πανὸς ἐνδιαίτημα. ἀλλ' εἴθε μὴν καὶ τὰς ἄλλας βίβλους λαβὼν τοιαύτας ἐργάσαιο, ὥστε με κατὰ μέρος ἑκάστῃ προσβάλλοντα θειοτέρας ἀεὶ τῆς ἐπιπνοίας αἰσθάνεσθαι. 148 Ἐπιφανίωι Καλῶς ἄρα ᾔδει τὸ τῶν ἐρώντων πάθος ἡ παροιμία· κἂν ἐπιορκεῖν ἐθέλω σιν, συγγνώμην αὐτοῖς ἐκ θεῶν ἐπαγγέλλεται. ἰδοὺ γάρ σοι γέγραφα, καίτοι μὴ γράφειν ὑπεσχημένος. οὕτως ἀγόμεθα τῷ πόθῳ καὶ γίνομαι ψεύ στης ἐρωτικός. ἀλλὰ γράφε πολλάκις καὶ δίδου τύπον γοῦν εἰκόνος ἀντὶ θέας τοῖς ἐρασταῖς. 149 Ἰωάννηι Ἐζήλωκά σε τῆς γονῆς, εἰ τοιαῦτα τίκτειν ἐπίστασαι· εὐδαιμόνων γὰρ πατέρων παῖδας ἀποφαίνεις εὐδαίμονας, μουσικῷ τινι νάματι τὰ θεῖα σοφῶς προφερόμενος. τοιοῦτος ἡμῖν ὁ λογιώτατος ἀφῖκται Μουσήλιος, ὃν ἐπαινεῖν ἐθέλων καὶ τὰ προσόντα μὴ λέγειν δυνάμενος μόνην τὴν σιωπὴν ἀρκεῖν ἡγοῦμαι πρὸς ἔπαινον. ἀλλ' εἴ μοί τι πίθοιο, τὴν Ἀγαμέμνονος ἐπὶ σοὶ μεθαρμόσω φωνήν," 1βάλλ' οὕτω" 2 φίλε Τεῦκρε, καὶ μὴ φείσῃ φθεγγόμενος. 150 Νεστορίωι Ἔτι σιγᾷς; ἔτι τῆς τύχης γίνῃ βαρύτερος; ἡ μὲν γὰρ τῆς θέας εἰς τὸ νῦν ἀπεστέρησε, σὺ δὲ καὶ μικρῶν ἡμῖν ἐφθόνησας συλλαβῶν, μηδὲ τὸ κοινὸν δὴ τοῦτο τὸ τῶν φίλων μιμούμενος. ἀλλ' ἐγὼ μέν σε καὶ μὴ παρόντα ποθῶ, καὶ μεμνημένος εὐφραίνομαι, καὶ νῦν καιρὸν εὑρὼν οὐκ οἶδα τιμῆσαι σιγήν, ἡνίκα δή σε προσερεῖν ἐπιτήδειον. σὺ δὲ εἴ τι μὴ καὶ τοῦτο τῆς πατρίδος ἀπέλαυσας, τὸ μὴ μένειν ἐφ' οἷς δή σε πρῴην ἐπαίδευσα, μάλιστα μὲν ποθοῦ σιν ἐφίστασο. εἰ δὲ μή, μιμοῦ τὴν θέαν τοῖς γράμμασι, καὶ πείσεις ὡς τὴν ἐμὴν διδασκαλίαν τὸ τῆς χώρας οὐδαμῶς ἐνίκησε βάραθρον. οὕτως ἐπαί ρομαι πρὸς ἄνδρα, διδασκάλου φρονήματος ἀντεχόμενος. 151 Σωζομένωι Οὐ τὴν τυχοῦσαν ἡμῖν ἡδονὴν ἐνεποίησεν ὁ σοφὸς Καισάρειος τὴν σὴν σπουδὴν ἀφηγούμενος. οἷα γὰρ χρηστὸς ἀνὴρ καὶ τοῖς λόγοις συντεθραμ μένος ἀνεπίφθονον ἡμῖν καὶ καθαρὸν ἐδίδου τὸν ἔπαινον, μειδιῶν τε ἅμα καὶ συνηδόμενος ἐμοὶ τῆς γονῆς. ἐγὼ δὲ σὲ μὲν ἐμακάρισα τῶν ἐπαίνων, ἐκεῖνον δὲ τῆς προαιρέσεως, ἐμαυτὸν δὲ τῆς τύχης, εἰ τοὺς παρ' ἡμᾶς φοιτῶντας εὐδο κιμεῖν ἀνὴρ ἀγαθὸς ἐμαρτύρησεν. ἀλλ' ἐπιδίδου πρὸς ἀρετὴν τῇ σωφροσύνῃ κοσμούμενος καὶ μειζόνων ἐπαίνων ὑποθέσεις δίδου τοῖς ἀπαγγέλλουσιν. 152 Παγκρατίωι Οὕτω παρορᾷς τοὺς ποθοῦντας; οὕτω τῆς γλώττης ἐπέχεις τὰ νάματα; ἀλλ' ἐμοὶ καὶ διαγράφει τὴν ὑμετέραν θέαν ὁ πόθος, καὶ νῦν ἔγνων ὀνειρο πολεῖν ἐγρηγορότος τοῦ σώματος. ἀλλὰ δίδου σαυτὸν μέχρι γοῦν γραμμά των ἡμῖν· τοῖς γὰρ ποθοῦσι παραμυθία τὸ καὶ σμικρόν τι σύμβολον τῶν ἐρωμένων ἰδεῖν. μέμνησο δὲ καὶ τῶν λόγων ἐκείνων, ἐν οἷς ὑποσχέσεις ἦσαν ἢ θᾶττον ἐλθεῖν εἰς ἡμᾶς ἢ γράμμασι πυκνοῖς ἀνεπαίσθητον τὴν ἀπουσίαν ποιεῖν. νυνὶ δὲ κινδυνεύω γράφεσθαί σε παρὰ ταῖς Μούσαις, ὡς ὁ σοφὸς Παγκράτιος δεινὸς ἦν λέγειν ἃ μὴ ποιεῖν ἐλογίζετο. 153 Ζωσίμωι καὶ Μακαρίωι Οἱ περὶ τὸν σοφώτατον Βαβύλαν ἀφικόμενοι διηγήσαντό μοι προθύμως ἅπερ ἀκούειν μὲν εὔχομαι, πρὶν δὲ λέγειν αὐτοὺς ἠπιστάμην. ἐξ ὧν γὰρ ἐμοὶ φοιτῶντες τὴν περὶ λόγους σπουδὴν σωφροσύνῃ τρόπων καὶ ταῖς λοιπαῖς ἀρεταῖς ἐκοσμήσατε, δῆλον ἦν δήπουθεν, ὡς καὶ πρὸς νόμων χάριν ἀπαίροντες μενεῖτε πάλιν αὑτοί, καὶ πρὸς τὸ κρεῖττον ἀναδραμεῖν γένοισθέ που φιλονεικότεροι. εἰ δὲ ταῦτά μοι παρασκευάζει τὴν ἡδονήν, τί χρὴ λέγεινσὺν θεῷ δ' εἰρήσθωὅτε δικαστηρίων προβεβλημένων καὶ σώφρονι γλώττῃ τὴν εὐνομίαν προχέοντες τοὺς μὲν παρόντας χειροῦσθε τῇ πείρᾳ, τοὺς δὲ μακρὰν ἀπόντας τῇ φήμῃ; τούτων γὰρ θρυλουμένων, μικρὸν μὲν Πολυκράτης εἰς εὐτυχίαν ἐμοί, οὐδὲν δέ μοι δόξει μετὰ τῶν πολλῶν ταλάν των ὁ Κροῖσος. 154 Ζαχαρίαι ἀδελφῶι Τοὺς ἄγοντας τὴν ἐπιστολὴν οἵτινες μέν εἰσιν ἀγνοῶ, ὅτι δέ σε θαυμάζου σιν οἰκείους ἄγαν ὁρίζομαι. οὗτοι γὰρ ἰδόντες ἐμὲ καὶ συγγενοῦς χαρακτῆρος ἐλθόντες εἰς ἔννοιαν τοῦθ' ὅπερ ἦν ἐμαντεύοντο, καί τι πρὸς ἑαυτοὺς εἰπόντες καὶ κριτὰς ἀλλήλους πεποιημένοι τοῦ πράγματος ὡς ἀδελφὸς τοῦ φιλτάτου καθέστηκα. ἐπεὶ δὲ πρὸς μίαν γνώμην ἐφέροντο, προσδραμόντες ὁμοῦ προσ εῖπόν τε ἅμα καὶ εὐμενέσιν ὀφθαλμοῖς ὑπεβλέποντο, καί σε διὰ παντὸς ἐποιήσαντο θαύματος, δικαστὴν ὀρθὸν καὶ ἄρχοντα δίκαιον καὶ ὅ τι σεμνὸν ὀνομάζοντες, τῆς μὲν ἀξίας ἴσως ἐλάττονα, δῆλοι δ' οὖν ἦσαν πλείω λέγειν ἐθέλοντες ὧν ἀπαγγέλλειν ἠδύναντο, τὴν περὶ σὲ γνώμην τῆς γλώττης ἀποφαίνοντες κρείττονα. ἐγὼ δὲ πολλοῖς ἐπαίνοις ἐξ αὐτῶν στεφανούμενος οἰκεῖα γὰρ τὰ καθ' ὑμῶν ἐποιούμην ἐγκώμια [καὶ] μισθὸν αἰτοῦσιν ἐδίδουν τὴν παροῦσαν ἐπιστολήν. 155 Ὠρίωνι Οὐκ ἂν ᾤμην παρ' ὑμῶν τοιαύτην ὑποστῆναι γραφὴν οὐδὲ σιωπῆς ὑπάρχειν ὑπεύθυνος τοῖς ἀγνοουμένοις ὅποι δὴ γῆς ἢ θαλάττης ἀφίκοντο. ἀλλ' ὡς ἔοικε τὸ μέλλον ἔγκλημα φεύγων εἵλου κατηγορεῖν μᾶλλον ἤπερ εὐθύνας ὑπέχειν ἐμοί. σὲ γὰρ ἔδει πρῶτα μηνύειν ὡς" 1τὴν Βηρυτίων ἀπέλι πον" 2 ὡς" 1πολὺ διεμέτρησα πέλαγος" 2, ὡς" 1τὰς νήσους παραπλεύσας τὸν Ἑλλήσποντον εἶδον, τοῖς ἐξ ἑκατέρας ἠπείρου δορυφορούμενον θαύμασι, καὶ παρελθὼν τὴν Προποντίδα πρὸς αὐτὸν ἀφῖγμαι τὸν Βόσπορον. ἔνθα πόλιν εἶδον παραδόξῳ θέᾳ προαπαντῶσαν τοῖς καταπλέουσιν. ἐπ' αὐχένι γὰρ κειμένη τῆς γῆς τὴν Ἀσίαν ἐφορᾷ τῆς Εὐρώπης προβεβλημένην, καὶ τὸν Πόντον ὁρίζουσα τῇ λοιπῇ θαλάττῃ παραπέμπει τὰ θαύματα" 2 καὶ ὅσα φλυαρεῖν ἀπειροκάλως εἰώθασιν οἱ τἀκεῖ θεασάμενοι, τὴν ἡμετέραν ἀκοὴν καταπλήττοντες. εἰ τὰ τοιαῦτα γράψαντος ἐσιγήσαμεν, τότ' ἂν εἰκότως ὑπεκείμεθα τοῖς ἐγκλήμασι. νυνὶ δὲ σιωπήσας καὶ τὸν τῶν πλεόντων νόμον ὑπεριδών, ἐξ ἐμοῦ τῆς τέχνης ἄρχῃ, δικανικῶς τὴν γλῶτταν κινῶν. πλὴν ἐπίστελλε μόνον· κἂν ἐγκλήματα γράφῃς ὑποίσομεν. 156 Ἰωάννηι Σοφὸς ἦν ὄντως ὁ ταῦτα δήπου φθεγξάμενος, ὡς ἄρα τὸν σοφὸν... κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτ' ὄσσοις εἰσίδω, κρίνω φίλον. τοιοῦτόν τί με πάθος, ὦ λῷστε, κατείληφε, τὴν μὲν θέαν ἀγνοοῦντα τὴν σήν, τῷ δὲ πόθῳ δεινῶς κατεχόμενον. ἀλλ' εὖγε τῆς φήμης, δι' ἣν καὶ τὰ διεστῶτα συνάπτεται καὶ τὰ πόρρω που παρεῖναι δοκεῖ. ταύτῃ γὰρ ὑμᾶς πολλάκις ἰδὼν καὶ τῆς περὶ τὰ κρείττω μακαρίας σπουδῆς γυμνῇ τῇ διανοίᾳ περιχυθεὶς καὶ ἀσωμάτῳ συναπτόμενος ἔρωτι, οὐδέν τι λίαν σωμα τικῶν προσδέομαι γνωρισμάτων, ἀλλὰ καὶ τὴν ὑμετέραν ἐπιστολὴν ἐκ τῆς Ἀλεξάνδρου πεμφθεῖσαν λαβὼν αὐτοὺς ὑμᾶς ἔχειν ἐδόκουν. τὸ γὰρ τῶν λόγων ἦθος καὶ τὸ δεινὸν κρίνειν τὸ μὴ τὰ θεῖα ποιεῖσθαι πρὸς ἐμὲ φιλίας τεκμήριον τὴν προλαβοῦσαν οὐκ ἤλεγξε φήμην, ἀλλ' ἔδειξε τοιοῦτον ὁποῖον ἰδεῖν προσεδόκησα, καὶ ταῦτα δικαστηρίοις ὁμιλοῦντα νόμῳ τῆς τέχνης, κἀν τῇ μέθῃ τῶν πραγμάτων ἀνανήφειν οὕτω δυνάμενον. ἀλλὰ καὶ πρὸς πέρας ἔλθοις ὧν τυχεῖν προσεδόκησας. τοῦτο γὰρ τοῖς εὖ φρονοῦσι τέλος, ἡ πρὸς τὴν οἰκείαν ἀρχὴν ἀναχώρησις. δεινὸν γὰρ τὸν ἐν ἡμῖν δῆμον ἀφέν τας πρὸς τὸ ἐπανελθεῖν καλῶς ἐξ οὗ κακῶς ἀπερρεύσαμεν. 157 Σοσιανῶι Ὁ θεοσεβέστατος ὁ δεῖνα ἀφίκετο πρὸς ἡμᾶς πλεῖστα μὲν ἐξ ἀδελφοῦ πονηροτάτου παθών, δίκην δὲ μετρίαν ἡγούμενος εἰ τυχεῖν δυνηθείη μόλις ὧν ἀπεστέρηται. ὅθεν δι' ἐμοῦ πρὸς τὴν ὑμετέραν καταφεύγει ῥοπὴν καὶ συστῆσαι δυναμένην τῷ δικαστῇ καὶ τοὺς μέγα δυναμένους πρὸς συμμα χίαν αὐτῷ παρασχεῖν καὶ τὰς ἐκ τοῦ δικαστηρίου περικόψαι δαπάνας. μόλις γὰρ ἐξ ἐράνων ἀρκεῖ πρὸς τὴν ἰδίαν τροφήν. ἀλλὰ καὶ σύντομον αὐτῷ τὴν ψῆφον ἐνεχθῆναι παρασκευάσατε. ἁπλᾶ γὰρ αἰτεῖ, τὸν ἀντίδικον ὅρκῳ διαλῦσαι τὰ περὶ τῶν ἐπαγομένων ἐγκλήματα. πρὸς ταύτην τὴν πολλὴν ὑμῶν σπουδὴν καὶ χαριεστάτην γλῶσσαν καὶ ῥέουσαν ἐπὶ δικαίοις ἀκω λύτῳ φορᾷ πρὸς συμμαχίαν ἱκανὴν ἀντ' ἐράνου τινὸς εἰσενέγκατε, θεῷ τε φίλην καὶ τοῖς αἰτοῦσι κεχαρισμένην καὶ τοῖς δεομένοις ἀρκοῦσαν. 158 Ἰωάννηι Ὁ τὴν παροῦσαν ἐπιστολὴν ἐπαγόμενος, ἀνὴρ ὢν ἀγαθός, ἐξ ἀδικίας ἀδελφοῦ τὴν ἀπορίαν ὀδύρεται. ὅθεν καταλαμβάνει τὴν Καίσαρος, ἄνπερ οἷός τε ᾖ, τὰ προσήκοντα κομιούμενος. ἀλλὰ συλλαβεῖν καταξίωσον, τοὺς παρ' ὑμῖν δυνατοὺς εἰς συμμαχίαν αὐτῷ παρασκευάζων ἀρκοῦσαν. μίαν γὰρ ἔχει παραμυθίας ἐλπίδα, τῆς ἐκ τῶν νόμων ἐπικουρίας τυχεῖν, ἧς πλεῖ στον ἄγαν ἐστέρηται χρόνον, πονηρότατον ἔχων τὸν ἀδελφὸν καὶ καινο τέρας διαδύσεις ἀεὶ μηχανώμενον. ὅθεν αὐτῷ τὴν ἀπορίαν παραμυθήσασθε, τὰς τῶν δικαστηρίων δαπάνας ὡς δυνατὸν περικόπτοντες. 159 Ἠλίαι ἐπισκόπωι Πολλῶν ὄντων εἰπεῖν ἐξ ὧν ἄν τις τὰ τῆς τύχης τραγῳδήσειε παίγνια, μεταποιούσης ἀεὶ πρὸς τὸ δοκοῦν τὰ ἡμέτερα καὶ μηδὲν ἑστάναι συγχωρού σης ἐπὶ τοῦ σχήματος, ταῦτα μὲν σιωπήσω πρὸς ἄνδρα πάλαι κατεγνωκότα τῶν ἐπὶ γῆς καὶ τὴν τύχην νικῶντα δι' ὧν ὑπερορᾷ, μηδὲν ἐκείνης θαυμάζειν ἐθέλων· τοσοῦτον δὲ μόνον ὑπομνήσω, ὡς οὐδὲν οὕτως ἡμέτερον ὡς ἡμεῖς ἑαυτῶν. τί δὲ ἡμεῖς; οὐ σῶμα δήπου τοῦτό γε τὸ ῥευστόν, οὐδὲ χρημάτων ὕθλος, οὐδ' ὅσα τὴν ἰσχὺν παρασκευάζει τῇ τύχῃ, ἀλλὰ ψυχὴ λογικὴ δι' οὕστινας δὴ λόγους πεπεδημένη τῷ σώματι. ὅθεν οἱ φρονεῖν ἐγνωκότες τὰ δέοντα πᾶν ὁτιοῦν παρὰ ταύτην ἀπεσκευάζοντο ὥσπερ ἄχθος ἀλλότριον, μηδὲν πρὸς ἰδίαν οὐσίαν ταῦτα τείνειν ἡγούμενοι, καὶ οὐδὲν ἐποιοῦντο τῆς γνώμης ἐμπόδιον, οὐ σώματος αἰκισμόν, οὐ χρημάτων ἀποβολήν, οὐ καιροῦ δυσκολίαν, ἀλλ' εἰς ἑαυτοὺς ἀνατρέχοντες ἐλεύθεροί τε ἦσαν καὶ μίαν ηὐλα βοῦντο ζημίαν τῆς ἀρετῆς ἐκπεσεῖν καὶ χρημάτων πόθῳ καὶ φειδοῖ τοῦ σώματος ἐν ἀνδραπόδου λόγῳ τετάχθαι, τὸ κρεῖττον ἀναξίως ὑποβαλόντες τῷ χείρονι καὶ θαυμάζοντες ἄνδρας ὑβριστὰς πάντα μᾶλλον πλουτοῦντας ἤπερ αὐτούς. ὅθεν ὁ μὲν ὡς ἀλλοτρίῳ κεχρημένος τῷ σώματι τὴν ἐλευθέραν ἐκείνην φωνὴν" 1πτίσσε" 2 λέγων" 1πτίσσε τὸν Ἀναξάρχου θύλακον, αὐτὸν γὰρ Ἀνάξαρχον οὔποτε πτίσσεις" 2· ὁ δὲ τῶν ὑπαρχόντων ἐκβολὴν αὐθαί ρετον ποιησάμενος" 1Κράτης" 2 ἔλεγε" 1Κράτητα ἐλευθεροῖ" 2. ταῦτα καὶ τὰ τοι αῦτα γενναίας ὄντως ψυχῆς, ἥτις ἑαυτῆς ἐστὶ πατοῦσα τὰς ἡδονὰς καὶ τοῖς καιροῖς οὐκ οἶδε συμμετατίθεσθαι. μέμνησο τοίνυν, ὡς Ἐπικτήτῳ δοκεῖ, ὅτι ὑποκριτὴς εἶ δράματος οὗ ἂν ἐθέλῃ ὁ ποιητής· καὶ Πλάτωνι δέ που δοκεῖ, ὡς ὁ σοφὸς εὐδαίμων, κἂν πάντα δὴ τὰ μὴ ἐπὶ τούτῳ πράττῃ κακῶς. ἡνίκα γὰρ τὰ ἐφ' ἡμῖν εὐπραγῇ, τῶν ἔξωθεν δήπουθεν ὀλίγη φροντίς. ἑτέρῳ γὰρ ἐκεῖνα φέρεται ῥεύματι. 160 Φιλίππωι ἀδελφῶι Τὸν ταύτην ὑμῖν κομίζοντα τὴν ἐπιστολὴν καὶ ἄλλως μὲν ἐπόθουν, οὐχ ἥκιστα δὲ ὅτιπερ ὑμῶν ἐπ' ἀγαθοῖς ἀεὶ μεμνημένος τέλος καὶ τῆς πρὸς ὑμᾶς ἐπιστολῆς ἐμοὶ γέγονεν αἴτιος, δεινὸν εἶναι φάσκων εἰ τῶν ἐξ ἐμοῦ γραμ μάτων ἔρημος ὑμῖν ἐπιφαίνοιτο. σὺ δὲ γοῦν μίαν ἡμῖν ἀντεπίθες ἐπιστολήν, καὶ λῦσον ἔτει πέμπτῳ μετὰ τῶν Πυθαγορείων τὴν σιωπήν. ὡς ἡμεῖς καὶ Δωδώνης χαλκεῖον γεγόναμεν, κινῆσαί σε πρὸς λόγους βουλόμενοι. 161 Εὐαγρίωι Ὡς ποθοῦντος ἄγαν οἱ λόγοι καὶ τῇ κατὰ πάντων νίκῃ στεφανοῦν ἐγνωκότος τὰ παιδικά. ὡς γὰρ ἐν τοῖς σοῖς γράμμασιν οὐ τοὺς νῦν μόνον ἐνίκων, ἀλλὰ καί, ὃ μὴ θέμις εἰπεῖν, καὶ Δημοσθένης ἥττητο, καὶ Θουκυδίδης εἶχε τὰ δεύτερα, καὶ ὁ γλυκὺς Ἡρόδοτος μετὰ τούτων ἐτάττετο, ὡς οὖν τοιοῦτος ἦν ἐν τοῖς λόγοις, μειδιάσας πρὸς ἐμαυτόν" 1οὐδέν" 2 ἔφην" 1τῆς Ἔρωτος δυναστείας σφοδρότερον. τῆς γὰρ περὶ ἡμᾶς εὐνοίας κάτοχος ὁ φίλτατος γεγονὼς ἠγνόησέ μου τὰ πράγματα, καὶ πάσχει τι παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν φοξὸν παρ' Ὁμήρῳ καὶ τί γὰρ ἕτερον ἢ Θερσίτην πρῶτον Ἑλλήνων εἰς θέαν ἀπέφηνε, κρείττονα καὶ αὐτοῦ τάχα τοῦ Νιρέως, ὃς" κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν". ἐμοὶ δὲ μέγιστος ἔπαινος εἰ τούτους ἐγνωκέναι δοκοίην, οὓς παρὰ σοὶ κριτῇ νενικήκαμεν. ὅθεν σου θαυμάσας τὴν εὔνοιαν τοὺς λόγους ἀνετίθην τοῖς Ἔρωσι, τοὺς ἀμφὶ τὸν Παιανιέα παραιτησάμενος εἰ πόθος ἀνθρώπους ἀναπείθει λέγειν ὁπόσα καὶ λέγειν ἐθέλουσι, καὶ μάλιστα δὴ τούτους ὁπόσοι λόγων ἐναβρύνονται ῥώμῃ. ἀλλὰ πρὸς εὐχὴν καὶ ταύτην μετρίαν τραπήσομαι" 1εὐτυχοίης" 2 λέγων" 1ὦ φίλτατε, καὶ νικῴης τοῖς νόμοις ὁπόσα τοῖς λόγοις νενίκηκας" 2. 162 Νείλωι Δεινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν καὶ γλῶτταν ἄμαχον ἐν οἷς ἐθέλεις ἐνδείκνυσθαι. τοσούτους γὰρ ἐπαίνους ἀνέπλασας κατ' ἐμοῦ, καὶ οὕτως εὐκόλως ἀπήγγειλας ὡς οὐκ ἄν τις εἶπε ῥᾳδίως ἐξ ἀληθείας ὁρμώ μενος. καί μοι δοκεῖς τοσαύτῃ χυθῆναι τῇ γλώττῃ, δεῖξαι τάχα βουληθεὶς οἷος ὑπάρχων ἐλάνθανες. οἴει γὰρ ἴσως ἠγνοῆσθαι παρὼν ὁπόσην ἀνεθρέψω Μοῦσαν ἐκ ῥητόρων ὁρμώμενος. ἐγὼ δέ σε καὶ παρόντα καλῶς ἠπιστάμην, ἀλλ' οὐχ ὅσον ἐχρῆν ἐπῄνουν παρ' ἐμοὶ γυμναζόμενον, τοῦ μὴ τοὺς ἐπαί νους τὴν προθυμίαν ἐκλύσαντας ἀνακόψαι δρόμον ἐπὶ μεῖζον ἀεὶ χωροῦντα καὶ πρὸς ἀκμὴν ἐπειγόμενον. νυνὶ δέ σου καὶ λίαν ἥσθην τοῖς γράμμασιν, οὐ τοὺς ἐπαίνους σκοπῶνἦ γὰρ ἀνέπτην μετέωρος τοῖς σοῖς λόγοις παντα χοῦ μεθιπτάμενοςἀλλ' ὅτι παῖδα καλεῖν ἐκ τῶν Μουσῶν εὐτυχήκαμεν. καὶ γὰρ οὕτως ἐπὶ ψευδῆ τὴν γλῶτταν κινῶν τίς ἂν γένοιο τῆς ἀληθείας ἐπειλημμένος; ἥσθην δέ σοι καὶ σαυτὸν ἐπισκώπτοντι διότι χρημάτων ἀπλήστως ἐρῶν καὶ μέχρι τῶν ἐμῶν λόγων τὴν ἐμπορίαν ἐξέτεινας. ἀλλὰ πλήρου τὴν δεξιάν, εὐτυχέστατε, καὶ μετρίως οἴσω τοὺς λόγους ὠνίους θεώμενος. πλὴν ὅρα μὴ καὶ δίκην ὑπόσχῃς, προαπαιτήσας οἴκοθεν, ὅτι μου παῖδας ἀπρεπεῖς δημοσιεύειν ἐτόλμησας. 163 Κληδονίωι Εὖγε τῆς ἐν τοῖς γράμμασι χάριτος καὶ γλώττης ἀκωλύτως ῥεούσης καὶ λέγειν δυναμένης ὅσα καὶ βούλεται. ὅπου γὰρ ἐμὲ τὸν μικρὸν ἐν λόγοις καὶ τὴν τέχνην μέχρι τοῦ σχήματος περικείμενον τοσοῦτον ἦρας ἄνω, ὡς ἀπο ρεῖν με λοιπὸν μή ποτε πρὸς ἄλλους γράφων εἶτά σου κατὰ λήθην προσ ηγορίαν ἐπέγραψας, τί οὐκ ἂν ῥᾳδίως εἴποις βουλόμενος; καί μοι δοκεῖς τοσοῦτον κεκινηκέναι τὴν γλῶτταν, δηλῶσαι θέλων ὡς ἀπαιτήσεις παρ' ἐμοῦ τὸ παιδίον οὕτω λέγειν δυνάμενον. ὅθεν μοι καὶ τοσοῦτον ἀγῶνα πεποίηκας, ὥστε μικροῦ δεῖν καὶ τὴν τοῦ διδάξειν αὐτὸν ἀνεδυόμην ὑπό σχεσιν, εἰ μή με λογισμὸς εἰσῆλθεν, ὡς τὴν τοῦ πατρὸς φύσιν λαχὼν ἐκ τῶν εἰκότων ὁ νέος νικήσει τὴν ἐμὴν διδασκαλίαν, τὸ λεῖπον ἐκ ταύτης οἴκοθεν παρεχόμενος. ὥστε σοι καιρὸς μὴ παρ' ἐμοῦ τὸ πᾶν ζητεῖν, ἵνα μὴ πρὸς τὰς εὐθύνας ἀπορῶν σιωπήσωμαι. τὴν δὲ πρὸς αὐτὸν εὔνοιαν τοσαύτην κατ επαγγέλλομαι, ὅσην ἂν αὐτὸς παρέσχες, εἰ διδάσκων ἐτύγχανες· προσ εφέλκεται γάρ με πρὸς ταύτην ὁ νέος, τῇ φύσει τὴν σπουδὴν ἐφάμιλλον παρ εχόμενος. 164 Γεσσίωι Τῆς μέχρι νῦν, ὦ λῷστε, πρὸς τὸ γράφειν ὁρμῆς Σωκρατικῶς εἰπεῖν δαι μόνιόν τι πέφηνεν ἐναντίωμα, νοσήμασιν ἡμᾶς ἐξ ἄλλων ἄλλοις περιβάλλον, οἷα δὴ συμβαίνει τῆς παρούσης ἡμᾶς ἀπολαύειν ζωῆς. μυρίων γὰρ ὄχλος κακῶν τὸν τῶν ἀνθρώπων οὐκ οἶδ' ὅπως ἐκληρώσατο βίον· καὶ τὸν μὲν πενία παρενοχλεῖ, τὸν δὲ πάθη παρατείνει ψυχῆς, ἄλλῳ διάκειται τὸ σῶμα κακῶς, ἕτερος παιδίον οὐκ ἔχων θρηνεῖ, ὁ δὲ τοὺς ὄντας ὀδύρεται. καὶ τί δεῖ λέγειν γυναικῶν καὶ παίδων ἀποβολήν, ἅπερ ὑμῖν οὐχ ὡς ἔδει γνῶναι τῇ πείρᾳ παρέσχεν ἡ πεῖρα; καὶ μακρὸν ἂν εἴη τῷ λόγῳ περινοστεῖν ἃ πρόκει ται τῇ θέᾳ καὶ δείκνυσιν ἡμῖν ἐπὶ τῶν ἔργων ὁ βίος, οὕτως ἄγοντος τοῦ θεοῦ τὰ ἡμέτερα, ἐμοὶ δοκεῖν, ὅπως ἀβουλήτων πλήθει περιπεσόντες τῶν ἐπὶ γῆς μηδαμῶς ἀντεχώμεθα μηδὲν ἐχόντων ἑστηκὸς καὶ ἀκίνητον, ἀλλὰ καταλιπόντες τῶν συμφορῶν τὸ χωρίον πρὸς ἑτέραν ζωὴν ἐπειγώμεθα, ἐπ' αὐτὸν ἀναπτάντες τῇ διανοίᾳ τὸν οὐρανόν, εἰ καὶ μένειν ἔτι τὸ σῶμα βιάζεται, μηδὲ θρηνῶμεν τὸν ἀπελθόντα τῶν ἐντεῦθεν δεσμῶν φανέντα μόγις ἐλεύθερον. ἐπαινῶ γὰρ τὸν εἰπόντα, ὅστις ποτὲ ἦν ὁ τοῦ λόγου τούτου πατήρ, ὡς" 1ἀρχῆθεν μὴ φῦναι τοῖς ἐπὶ γῆς ἄριστον, φύντα δ' ὅτι τάχιστα πύλας Ἀΐδαο περῆσαι" 2. ὅπερ ἡ σκηνὴ παρασπάσασα δεῖν ἡμᾶς φησὶν ἐπὶ σύλ λογον ἰόντας" 1τὸν φύντα θρηνεῖν εἰς ὅσ' ἔρχεται κακά" 2. τί οὖν ἔτι θρηνοῦμεν ἐκ τῆς τοῦ βίου ζάλης ἀσφαλῶς τοὺς φιλτάτους προπέμψαντες, πρὶν ἐν πείρᾳ γενέσθαι τῶν ἐντεῦθεν κακῶν, τί δὲ πρὸς τὸ δοκοῦν ἡμῖν τὸ θεῖον εἶναι βουλόμεθα, δέον τοῦτο κρίνειν καλόν, ὅπερ ἂν ἐκείνῳ δοκῇ; τοιοῦτος ἦν ὄντως ὁ τὸν πολὺν ἐκεῖνον Πυθαγόραν ἐζηλωκώς, ὅστις γε δὴ πρὸς τὸν ἐν εὐχῆς εἰπόντα μέρει" 1δῴη σοι ὁ θεὸς ἅπερ ἂν τύχῃς βουλόμενος" 2," 1εὐφήμει" 2 φησίν," 1ἀλλὰ βουλοίμην ἅ γε δίδωσι" 2. πολλὰ γὰρ ἡμῖν γενέσθαι πολλάκις εὐξάμενοι, εἶτα μὴ τυχόντες, ἔγνωμεν ἐκ τῶν ἔργων ὡς δεόντως οὐ γέγονε, πολλῶν δὲ καὶ κατὰ γνώμην δῆθεν τυχὼν μικρὸν ὕστερον ἐμεμψάμην τὴν τύχην ὅτι καὶ γέγονεν. οὕτως ἄρα πρὸς μικρὰ βλέποντες ἄνθρωποι τὴν φύσιν οὐκ ἔχουσι διαρκῆ, καὶ ἅπερ ἂν μέλλῃ καθάπαξ λυσιτελεῖν ἠγνοήκαμεν. τοιγαροῦν παραχωρεῖν ἀνάγκη τῷ κρείττονι σοφῶς ἄγοντι τὰ ἡμέτερα, κἂν ἡμῖν ἀγνοῆται τὰ δόγματα. 165 Μουσαίωι Ὁ λογιώτατος Παλλάδιος χρυσὸν ὅλον ἧκεν ἄγων τὴν ὑμετέραν ἐπιστο λήν, καὶ εἴγε μοι τὰ Κροίσου κεκόμικε τάλαντα, οὐκ ἂν οὕτως εὐμενέσιν εἶδον αὐτὸν ὀφθαλμοῖς. ἄλλοις μὲν γὰρ ἄλλος μέγα φρονεῖ, ὁ Λυδὸς χρυσῷ ὁ Σπαρτιάτης τῷ δόρατι, χορδαῖς Ἀρίων καὶ κρούσμασιν, ἐμοὶ δὲ σεμνολό γημα σή τε θέα καὶ γράμματα σὰ καὶ πᾶν ὅ τι ἂν ὑμῶν ἀπολαύειν ἐξῇ· ὥστε τῷ νέῳ καὶ μισθὸν ἡμεῖς ἐκ τῶν δικαίων ὀφείλομεν, ὃν οὐκ ἀποδιδόντες εἰκότως ἂν αἰσχυνοίμεθα. ὁ δὲ μισθὸς οὐ μὰ Δία χρυσὸς οὐδὲ λίθοι τινὲς Ἰνδικαίοὔτε γὰρ τούτων πλουτῶ, οὔτε τούτων θηρεύσων ὁ νέος ἀφῖκται ἀλλ' οὐδὲ λόγων κάλλοςοὐ γὰρ Μουσῶν εὔφορος ἐγώ, οὐδὲ τοῖς ἐξ Ἀττικῆς ἐναβρύνομαι, ταῦτα γὰρ εὐδαιμόνων εὐτύχησαν παῖδεςἀλλ' εἰ τὴν ἐμὴν δόσιν ἥτις ἐστὶν ἐθέλεις σκοπεῖν, εὔνοιά τε καὶ προθυμία· τούτων γὰρ κύριος ἐγώ, Δημοσθένης φησίν, τῶν δὲ ἄλλων τύχη καὶ Μοῦσαι πρὸς τὸ δοκοῦν αὐταῖς τὴν δωρεὰν πρυτανεύουσαι. 166 Μεγέθιος Προκοπίωι Ὅτε πρῶτον εἰς μέσους ἡμᾶς τὸν ἐπιτάφιον λόγον παρῆγες, τοσοῦτον ἥσθην ταῖς Ἀττικαῖς σου μελίτταις, ὥστε καὶ ἡγούμην τὸν Μουσηγέτην αὐτὸν συνεργάσασθαί σοι μετὰ τῶν Χαρίτων τὸν λόγον. ἐφ' ἑκάστῳ μὲν οὖν τῶν ὀνομάτων ἐγώ τε καὶ ὅσοι τῶν ἀκροωμένων ἐνέπλησα τότε κροτῶν τὸ θέατρον βοῶντες ἕκαστοι τὸ Στεντόρειον. ὡς δὲ κατὰ τὴν πόλιν γεγόνα μεν, ἐντεῦθεν μᾶλλον ἐπετείνετό σοι τὸ θαῦμα, καὶ ἦν ἐν τοῖς ἁπάντων στόμασι τὰ χρυσᾶ σου γεννήματα, κρινόντων μὲν ταῦτα πρὸς ἄλληλα, τῷ μή τι παραπλήσιον εἶναι, ἀπορουμένων δὲ ποῖα δεῖ μᾶλλον τῶν ἄλλων στεφανῶσαι τοῦ κάλλους. ἴσαι γὰρ προσέβαλλον Χάριτες. ἐπεὶ οὖν ὅσοις δι' ἀσχο λίαν ἀνηκόοις γενέσθαι τοῦ λόγου συμβέβηκεν, ἱκέτευον ἀπογεύσασθαι δι' ἐμοῦ τῆς Ἀττικῆς σου μελίττης, πέμπε τὸν λόγον, εὖ εἰδὼς ὡς μυρίοις αὖθις αὐτὸν καταστέψαντες τοῖς ἐγκωμίοις εἰς τάχος ἀποστελοῦμεν.