Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Εὐσεβίωι Εἰ τοὺς ποθοῦντας καὶ μία γηράσκειν ἡμέρα ποιεῖ, ἐξ ὅσου με χρόνου γεγηρακέναι δοκεῖς, οὕτω μέν σου βληθέντα τῷ πόθῳτίς γὰρ πειραθεὶς οὐκ ἐρῶν ἀπαλλάττεται; τοσοῦτον δὲ χρόνον ἐστερημένον τῆς θέας; ἀλλ' εὖ γε ποιῶν τοῖς γράμμασιν ἐπικουφίζεις τὰ δυσχερῆ, τοὺς σοφοὺς ζηλώσας τῶν ἰατρῶν, οἳ μὴ θεραπεύειν ἔχοντες μόνον παραμυθοῦνται τὸ πάθος. τοιοῦτος ἡμῖν γέγονας ἀντὶ σαυτοῦ παρέχων τὰ γράμματα. καὶ νῦν τοὺς σφοδροὺς μιμοῦμαι τῶν ἐραστῶν καὶ διὰ τῆς εἰκόνος παραμυθοῦμαι τὸν ἔρωτα. τῷ δὲ καλῷ Μεγάλῳ σὲ μὲν φύσις, ἐμὲ δὲ τέχνη πατέρα ποιεῖ, ὥστε δι' ἐμοῦ παρεῖναι νόμιζε τῷ παιδί. εἰ δέ τι παραλείψω, τοῦτο νόμιζε μηδὲ δύνασθαί με ποιεῖν, καὶ μέμφομαι τὴν τύχην μὴ καὶ πάντα δυνάμενος, ἵνα σοι χαρίσωμαι τοσοῦτον ὅσον καὶ βούλομαι. ἀλλ' ὦ θεοί, μὴ διαμάρτοιμεν ἄμφω τῆς ἐλπίδος ἣν ἐπὶ τῷ παιδὶ πεποιήμεθα. 27 Ἠλίαι Τὴν ὑμετέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν αὐτόν σε παρόντα βλέπειν ἐδόκουνοὕτω σου τὴν χάριν ἐνέθηκας ὅλην τοῖς γράμμασικαὶ τῇ ἐπιστολῇ προσεγέλων πυκνότερον, ὥσπερ ὅτε σε βλέπων ἐνεφορούμην τῆς ἡδονῆς. εἰ δὲ μέμνησαι τῶν φίλων ἀπόντων, θαυμαστὸν ἢ παρ' ἐλπίδας οὐδέν, ἀλλὰ τοῦτο γέγονεν ὃ καὶ προλαβόντες ἠλπίσαμεν. ἐγὼ δὲ καὶ καθεύδων προσ διαλέγεσθαί σοι δοκῶ, καὶ πολλάκις ἀναστὰς ἠνιάθην ὅτιπερ ὄνειρος ἦν. τὸν δὲ ἑταῖρον Μέγαν, εἰ διδόναι ῥᾳδίως εἶχον ὅσον καὶ βούλομαι, πάντως ἂν αὐτὸν ἤδη καὶ τέλειον ἀπειλήφεις καὶ ῥήτορα. 28 Βίκτορι ἀδελφῶι Δέδεγμαι τὸ βιβλίον τὸ πρὸ τῆς πείρας μᾶλλον ποθούμενον. ἥκει γὰρ τῇ μὲν ἐπιγραφῇ θαυμαστὸν ἡλίκον, τῷ δὲ πράγματι ξένον φέρον οὐδέν, ἀλλ' ὃ καὶ πολλοῖς καὶ ποικίλοις ἐσπούδασται. σοῦ δὲ χάριν καὶ ὅ τι βέλτιον εἰπεῖν σεσιγήσθω. ἀλλ' ὅμως κείσεταί σοι χάρις εἰς ἐμὴν μνήμην ἀνάγραπτος, πλὴν οὐχ οἵα παρὰ τῷ Πέρσῃ τῷ Παυσανίᾳ τῷ μὴ μέχρι παντὸς σω φρονοῦντι. ὁ μὲν γὰρ οὐδὲ Πλαταιὰς αἰδεσθεὶς οὐδὲ τρόπαια φίλα προεδίδου βαρβάροις τὴν δι' αὐτοῦ σωθεῖσαν Ἑλλάδα, ὥσπερ οὐκ ἀνεχόμενος εἰς τέλος εὐτυχὴς ἐπιμεῖναι· σὺ δὲ τὰ οἰκεῖα περιέπων οὐδὲν ὅ τι μὴ δράσεις. κείσεταί σοι τοίνυν ἡ χάρις οὐ πρώτη, μὰ Δία, πρὸς πολλαῖς δὲ πρώταις ἑτέρα. μία δὲ χάρις παρὰ τῶν εὖ παθόντων ἀρκέσει τοῖς ἀγαθοῖς μεμνῆσθαι μόνον ὅτι πεπόνθασιν. ἐμοὶ δὲ γένοιτο τὸ μηδὲ τῶν μέχρι βουλῆς εὖ ποιεῖν ἐθελόν των ἀμνημονεῖν, εἰ καὶ μὴ πέρας ἔσται τοῖς δόξασιν. 29 Διοδώρωι Ἔτι σιγᾷς; ἔτι περιφρονεῖς τὰ ἡμέτερα; καὶ μὴν ᾤμην σε πρὸς κόρον ἀφῖχθαι φρονήματος, σεμνὸν μὲν ἡγούμενον τὸ σιγᾶν, ἡμῶν δὲ φιλοτιμότερον χρησομένων τῷ πράγματι, ἵνα καὶ νικήσωμεν ὀφρῦν διὰ σιγὴν ἐπηρμένην. τουτὶ γὰρ ἐκεῖνο τὸ σύνηθες· ἅμα τε τὴν Καίσαρος εἶδες καὶ βαίνεις ὑψοῦ καὶ ἀγανακτεῖς ὅτι μὴ Περσέως πτεροῖς αἴρῃ μετέωρος, τὰ δὲ ἡμέτερά σοι λογιζομένῳ σμικρά τε ἔτι δοκεῖ καὶ οὐδέν. ὅθεν σοι νόμος παλαιὸς καὶ παντα χοῦ κρατῶν παρεβαίνετο. χρὴ γὰρ ἐπειδάν τις τοὺς συνήθεις καταλιπὼν ἐπ' ἀλλοδαπῆς ἰθύνῃ τὸν δρόμον, αὐτὸν εἶναι πρῶτον τὸν ἐπιστέλλοντα, ὁποῖον αὐτὸν ἦγεν ἡ θάλαττα, ὅπως ἡ γῆ τοῦτον ὁδοιποροῦντα παρέπεμ πεν, εἰ χρηστῆς ἀπέλαυε τύχης, εἰ τὸ χωρίον αὐτὸν εὐμενῶς ὑπεδέχετο. τούτων οὖν αὐτὸς ἔφης οὐδέν, οὐδ' ἡμεῖς ἔχομεν διηγήσασθαι, ἀλλὰ τοὐμὸν μέρος αὐτῶν ἰχθύων γέγονας ἀφωνότερος. ἀλλ' ἵνα μὴ τὰ τῆς φιλίας τῇ σιγῇ πρὸς λήθην ἐλθόντα κατὰ μικρὸν ὑπορρέῃ, ἀνανεοῦμαι πάλιν τὸ πρᾶγμα καὶ γίνομαί σοι φιλανθρωπότερος. καὶ σύ, πρὸς Φιλίου, παῖζε πρὸς ἡμᾶς τὰ συνήθη καὶ τῆς σῆς χάριτος ἄξια. 30... εἰ δέ τι γέγονε τῶν ἀνιώντων, αὔραις τοῦτο δεδόσθω καὶ τῇ τύχῃ τῶν ἀνθρωπίνων πραγμάτων, ἥτις ἐντρυφῶσα τοῖς ἡμετέροις ἄνω καὶ κάτω μεταθεῖ καὶ βραχείᾳ ῥοπῇ μεταβάλλεται, μηδὲν ἐθέλουσα βλέπειν ἑστηκὸς καὶ ἀκίνητον. καὶ δεινὸν μὲν οἶμαι τὸ πάθος, δεινότερον δὲ τοῖς ἰδοῦσι τὸ θέαμα. κόρη μηδὲ τοῖς οἰκείοις ἅπασιν ἐγνωσμένη ἐν πάντων ὄψεσιν ἀντὶ παστάδος ἀγομένη πρὸς τάφον. καὶ κεναὶ μὲν ἐντεῦθεν μνηστῆρος ἐλπίδες, συγγραφὴ δὲ γαμήλιος ἐπ' αὐτῇ διερρήγνυτο. δεινὰ μὲν οἴμοι ταῦτα, καὶ οὐκ ὤφελε γενέσθαι· πλὴν οὐκ ἐφ' ἡμῶν πρώτων ἡ τύχη στρατεύεται, πολ λὰς ἤδη που καὶ ἄλλας ἐκ μέσης ἥρπασε τῆς παστάδος, καὶ νυμφικὸν θάλα μον εἰς θρῆνον μετέβαλεν. ὢ πόσοι ταῖς ἐλπίσι τρυφῶντες μῦθος διὰ ταύτην ἐγένοντο. ἀλλ' ἥ γε τῇ ψήφῳ νικᾷ καὶ ἅμα τι θέλει καὶ γίνεται νικάσθω φιλοσοφίᾳ καὶ γνώμῃ, καὶ ἔστω τι πλέον τοῖς ἀνακειμένοις ταῖς Μούσαις τὸ φέρειν εἰδέναι τὰς τύχας. θαυμάζω γὰρ ἔγωγε καὶ τὸν εἰρηκότα σοφῶς" 1ἀλλ' ἐπειδὴ μὴ γίνεται ἃ θέλομεν, θελήσωμεν τὰ γινόμενα" 2. οἴχεται τὴν γῆν ἀπολιποῦσα καὶ γάμου κακὰ καὶ παίδων ὠδῖνας, εἴποτε καὶ ἐγένοντο. καὶ σιωπῶ τοὺς τῆς παιδοτροφίας κινδύνους καὶ τὸν ἐν εὐτυχίᾳ φόβον μή ποτε γένοιτο τῶν παρόντων διαμαρτεῖν. τῶν δὲ συντρόφων τῷ βίῳ κακῶν γενομένη πάντων ἐλεύθερος οἴχεται λεωφόρον ὄντως ὁδὸν καὶ ἣν ὁδεῦσαι δεῖ πάντας, ἐπειδὴ καὶ γεγόναμεν. 31 Διοδώρωι Νῦν ἔγνων ὅσον ἠδίκεις πρότερον σιωπῶν· ἐξ ὧν γὰρ ηὔφρανας γράφων, ἐκ τούτων ὅλως σιγήσας λυπεῖς. τὴν γὰρ σὴν ἐπιστολὴν εἰς χεῖρας λαβὼν παλαιᾶς ἐνεπλήσθην εὐδαιμονίας, σὲ παρεῖναι δοκῶν ἐν τοῖς γράμμασι, καί τι λέγειν ὡς παρόντι προήχθην. καὶ τὰ μὲν εἶπον, τὰ δὲ λέγοντος ἀκούειν ἐδόκουν, καὶ μόλις ἀνενεγκὼν ἔγνων ὡς ὄναρ ἦν ἐκεῖνα καὶ ἠπατήμεθα. οὐκοῦν γράφε πολλάκις, ἵνα τῆς θέας ἀποροῦντες ὀνείρασιν εὐφραινώμεθα, ἐπειδήπερ καὶ δεινὸς ἐραστὴς τῶν παιδικῶν ἀτυχῶν χρηστὸν ὄναρ εἶδε καὶ μεταβάλλεται. ἀλλὰ γὰρ δέδοικα ταυτὶ λέγων μὴ καὶ νομίσας ἀληθῆ φρονήματος ἐμπλησθῇς καὶ γένηται πάλιν σιγή. νόμιζε τοίνυν εἶναι ψευδῆ, καὶ μόνον λαλοῦντος ἀκούσαιμι. τὸν δὲ φέροντα τὴν ἐπιστολὴν ἀνεψιὸν ὄντα καὶ κηδεστήν, εἴ γε δεῖ τὸ μέλλον εἰπεῖν, εὐμενέσιν ἰδὼν ὀφθαλμοῖς, κἂν δέῃ παρασχὼν αὐτῷ συμμαχοῦσαν τὴν γλῶτταν, ἐμοὶ τὸ πᾶν διδόναι δόκει τῆς χάριτος. 32 Διοδώρωι Ὅσης ἀπέλαυσε παρ' ὑμῶν τῆς εὐποιίας ὁ καλὸς Ζαχαρίας, αὐτός τε διηγεῖται πολλάκις καὶ ἡμεῖς ἀκηκόαμεν, ἐδήλου δὲ καὶ τὰ ὑμέτερα γράμ ματα. πλὴν ἀλλὰ τῆς ἀληθείας ἐλάττονα, ὅπως ἄν, οἶμαι, δόξῃς τὰ χρηστὰ ποιεῖν εἰδέναι μᾶλλον ἢ λέγειν. ὅπερ οὐκ ἀπορία τοῦ λέγοντος, ἀλλὰ σώφρων αἰδὼς τὴν ἑαυτῆς ἀρετὴν ἐπικρύπτουσα. τὴν δὲ σὴν εἰς ἡμᾶς σπουδὴν καὶ πρὶν γενέσθαι πᾶσι βοῶ, καὶ ξένον οὐδὲν ἡμῖν ἀπαντᾷ· ἃ γὰρ ἂν ἐλπίσωμεν γίνεται, καὶ μεγάλης οὔσης ἀεὶ τῆς ἐλπίδος, οὐκ ἐλέγχει ταύτην ἡ πεῖρα. ἐγὼ μὲν οὖν καὶ πλείω λέγειν ἐθέλω· σὺ δέ με παίζειν οὐκ οἶδ' ὅπως ἡγῇ, καὶ σιγήσομαι· τοσοῦτο γάρ σου τὸ μέτριον, ὡς καὶ τὸν ἀληθῶς ἐπαινοῦντα παίζειν ἡγῇ. ἐγὼ δὲ οὔτε παίζων τῆς ἀληθείας ἐξίσταμαι, οὔτε ἀληθεύων τοῦ παίζειν, ἡνίκα δή μοι πρὸς τοὺς φιλοῦντας ὁ λόγος. ὥστε θάρρει τοὺς ἐμοὺς ἐπαίνους· οὐδὲ γὰρ παντελῶς τῶν ἀπερριμμένων εἶ παρ' ἐμοί. 33 Δωροθέωι Δεινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν καὶ οἷς ἂν ἐθέλῃς καὶ μοῦσαν διδόναι, καὶ τοῖς ἐπαίνοις οὐχ οἷος ἐγὼ λέγειν, ἀλλ' οἷον προσήκει γενέσθαι. ἀλλὰ καὶ δι' ὧν μου τοὺς λόγους αἰτῶν Ἀττικόν τι φθέγγῃ καὶ ταῖς Χάρισιν ἀνειμένον, πείθεις ὡς μήποτε ἑκὼν εἶναι τούτους ἐκπέμψαι με φόβῳ τοῦ μὴ παρὰ σοὶ κριτῇ τοὺς ἐμοὺς ἐλέγχεσθαι παῖδας. τὸ γὰρ ἡμέτερον παρ' εὐνοοῦσι μὲν δικασταῖς τυχὸν ἴσως μέγα δοκεῖ, παρ' ἐξετάζειν δὲ βουλο μένοις ἐναντίον δόξει. ἀλλά μοι γένοιο μᾶλλον τὸ πρότερον· ὡς τὴν σὴν ἐπιστολὴν δεδιότες οἱ λόγοι" 1ἔα λανθάνειν, ὦ πάτερ" 2 πολλάκις ἐβόων, ἐγὼ δὲ μόλις παρεμυθούμην οἴκοθεν οἴκαδε φοιτήσειν ἐπαγγελλόμενος·" 1παρ' αὑτῷ γὰρ ἔχων τὰς Μούσας οὐκ ἄν" 2 ἔφην" 1ὑμᾶς ζητοίη μὴ καὶ σεμνύνειν βουλόμενος" 2. ἐπάγεται δὲ τοῦτο πολίτης ὑμέτερος, ᾧ τὰ Μουσῶν μέλει· Δωρόθεος ὄνομα αὐτῷ, καὶ Πελαγίου τοῦτον ἐπονομάζουσιν. 34 Φιλίππωι ἀδελφῶι Ὢ πόσα δύνανται καὶ μεταβάλλουσιν Ἔρωτες, καὶ βεβαιοῦσι τοῖς ἔργοις ὡς οὐδὲν αὐτῶν ἐκείνων μεῖζον ἰσχύει. ἐοίκασι δὲ λέγειν ὡς" 1μάλιστα πάντων μισοῦμεν ὑπεροψίαν" 2. κἂν τὴν ὀφρῦν τις ἀνασπάσῃ καὶ παρίδῃ λόγους ἐρῶντος, ἐνήλλαξαν οὗτοι τὴν τάξιν, καὶ ὁ σεμνὸς ἐκεῖνος ἐξαίφνης ἐρᾷ καὶ φθέγγεται ταπεινόν. ἀλλὰ τί μοι βούλεται ταῦτα; ἤδη μὲν πάντως ἐπίστασαι καὶ γελᾷς, ἀλλ' ὅμως τιμῆς ἕνεκα τῆς ἐκείνων εἰρήσεται. ἐμοὶ γὰρ ὁ σὸς πόθος ὅλῳ ῥεύματι προσβαλὼν εἷλκε τὸν λογισμὸν ἐφ' αὑτόν, καὶ δεινῶς ἠπόρουν καὶ οὐκ εἶχον ὅ τι καὶ γένωμαι. μίαν τοίνυν ἐδόκουν εἶναι παρα μυθίαν, εἴ τι λέξεις ἀπὼν καὶ φθεγγομένου πολλάκις ἀκούσω. ὡς οὖν ἔγνως τὸ πρᾶγμα, ξένον τι πέπονθας, οἴμοι, καὶ πρὸς ἀλαζονείαν ἐπήρθης. καὶ ἐγὼ μὲν ἤρων, σὺ δὲ παντάπασιν οὐ προσεῖχες. ἐδεόμην, καὶ ἦν μοι πλέον οὐδέν. προὔφερον τὴν συγγένειαν, ἀδελφὸν προσεῖπον, ὑπέμνησα φιλίου Διός, σὺ δὲ καὶ πάλιν ἐσίγας. ἀμήχανον ἦν τὸ πρᾶγμα λοιπόν. τί οὖν καὶ γέγονεν; εἶπόν τι πρὸς τοὺς Ἔρωτας καὶ ἐδάκρυσα, καὶ παρεκάλουν ἐπὶ τὰ τόξα· καὶ πείθονται· καὶ οἱ μὲν ἔβαλλον σὺ δὲ πειραθεὶς μετεβάλλου, καὶ ὁ πρὶν ἡμῖν ἀλαζὼν ᾔτεις με γενέσθαι φιλάνθρωπον, ὅπως μὴ τῶν αὐτῶν πειραθῇς παρ' ἡμῶν, ὧνπερ ἡμεῖς παρὰ σοῦ. ἀλλ' ὦ φίλοι Ἔρωτες, ἐγὼ μὲν πείθομαι καὶ πρὶν ἀμύνασθαι διαλλάττομαι. εἰ δέ τι πάλιν νεανιεύσεται... ἀλλ' οὐκ ἂν οἶμαι τολμήσειε. 35 Ἰλασίωι Εἰ τὰ τῶν φίλων κοινὰ παλαιὸς εἶναι βούλεται λόγος, ἐμοὶ δὲ φίλος ὁ λογιώτατος Πέτρος, καὶ σὸς ἂν εἰκότως νομίζοιτο. εἰ δὲ δικαίως τοῦτον ἀσπάζομαι, δείξει μὲν πολλάκις ἡ πεῖρα, ἡ δὲ θέα σοι τέως μαρτυρήσει τὸν τρόπον. οὗτος ὑμῶν τι δεόμενος καὶ βουληθεὶς πάντως τυχεῖν ἐμὲ πρὸς ταύ την ἐκίνησε τὴν ἐπιστολήν, νομίζων τοσοῦτόν με δύνασθαι παρ' ὑμῖν ὡς μηδενὸς ἂν εἰκότως διαμαρτεῖν. ἀλλ' εἰ μὲν ἀληθῆ νομίζει, βεβαίωσον ἔτι τὴν γνώμην· εἰ δὲ ψευδῆ, καὶ οὕτως ὑπούργησον, ἵνα μὴ δειχθῶμεν ἐν τοῖς ἄλλοις τὴν πρὸς ἀλλήλους φιλίαν πλαττόμενοι. ἔχει δὲ καὶ τὸ δίκαιον συμ μαχοῦν, ὅπερ σοι καὶ μηδενὸς αἰτοῦντος καθέστηκε φίλον. τὸ δὲ δυνάμενον ἀδικίαν κωλῦσαι περιιδεῖν ἐν ἴσῳ καθέστηκε τῷ ποιεῖν, ὅπερ τῆς σῆς γνώμης ἀλλότριον. ἴσθι δὲ ὡς πάντως ἐπινεύσεις ἢ τοῖς γράμμασι τοῖς ἐμοῖς ἢ τῇ παρουσίᾳ πειθόμενος. ἓν μόνον λυπήσεις, ἀμβλυτέραν τῇ ἀναβολῇ τὴν ἀρετὴν ἐνδεικνύμενος. 36 Ἠλίαι Τῆς ὑμετέρας δωρεᾶς ἡ μὲν πεῖρα τοὺς ἐγνωκότας, ἡ δὲ φήμη τοὺς ἄλλους εἰς θαῦμα κινεῖ, ἐμὲ δὲ ἀμφότερα πρὸς τὸ ἀνάγραπτον ἐσαεὶ τὴν ὑμετέραν ἔχειν εὐεργεσίαν. καὶ θαυμαζόμενος ἐφ' οἷς τοιούτων ἀγαθῶν ὑπηρέτης γέγονα τῇ πατρίδι, εἰς ὑμᾶς ἀνάγω τῇ μνήμῃ τῶν ἀγαθῶν τὴν αἰτίαν. ὅθεν, ἀεὶ παρὰ τὸ προσῆκον παρρησιάζομαι τὰ μικρὰ προσάγων ὑμῖν· καὶ θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ οἱ τοῖς θεοῖς λιβανωτὸν ἐπιθύοντες πρὸς ἀξίαν τὴν χάριν, πρὸς δὲ δύναμιν τὸ δοκεῖν εὐγνώμονες ἐπιδείκνυνται. καὶ ἐπὶ τῶν ὑμῖν προσαγομένων τὰ μέγιστα τοῖς ἐλαχίστοις τὴν αὐτὴν ἔχει δύναμιν πρὸς τὴν εὐεργεσίαν μετρούμενα. 37 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Εὖγε τῶν ὑμετέρων γραμμάτων, ὡς πρὸς εὐθυμίαν ὅσην ἡμῶν οἶδεν ἐπαί ρειν τὴν γνώμην. τί γὰρ ἥδιον ἢ φθεγγομένων ἀκούειν ὅτε παρεῖναί τινας αὑτῷ φθόγγοις προσηύξατο; ὡς ἔδει μὲν καὶ πάλαι τοῦτο τὴν τύχην ἐπι νεῦσαι, γένοιτο δ' ἄν ποτε καὶ πρὸς πέρας ἔλθοι βουλομένων ὑμῶν, ὦ θεοί, ἐν ὅσῳ γε μὴν μέλλουσιν ἀνθ' ἑαυτῶν ἡμῖν χορηγεῖσθαι τὰ γράμματα. ἄλλῳ μὲν γὰρ ἐν ἡδονῇ Κροίσῳ τε εἶναι καὶ τἀκείνου κεκτῆσθαι, τῷ δὲ βασι λεὺς ὁ μέγας ἀκούειν· ἄλλος τὰς χελιδόνας ἰδὼν τὸ ἔαρ ἔχειν ὁρίζεται, ἐγὼ δὲ τῆς ὑμετέρας ἀπολαύων φωνῆς μεῖζον ἐφρόνουν ἢ Κροῖσος ἐπὶ τοῖς ταλάν τοις ἐκείνοις καὶ βασιλεὺς ὁ μέγας ὑπὸ τῇ πλατάνῳ καθήμενος, καὶ ἀντὶ τῶν χελιδόνων αὐτάς μοι προσᾴδειν ἐδόκουν τὰς Μούσας. ἀλλὰ γὰρ παύ σομαι, μὴ τὴν ἡδονὴν ἄγαν ἐμφαίνειν ἐθέλων σοφιστὴς οὕτω που τάχα δόξω τοῖς γράμμασι, καὶ γελῶντες ἀλλήλοις τοῦτο δὴ τὸ σύνηθες ἡμῖν ἐπι σκώψητε. πλὴν ὅτι μοι διπλασίαν ἐνεποίει τὴν ἡδονὴν τὸ κοινῇ προσερεῖν ὑμᾶς, ὥσπερ τοῖς εἰς Δελφοὺς ἀφικομένοις, ἐπειδὰν ὕμνον εἰπόντες Ἀπόλ λωνά τε σχοῖεν τῷ λόγῳ, καὶ Ἄρτεμις ἅμα μέρος ἦν τῆς ᾠδῆς. τοῦτο δὲ καὶ τοὺς θεοὺς ηὔφραινε μᾶλλον, ἢ εἰ καθ' αὑτόν τις ἀπολαβὼν ἑκάτερον ὕμνησεν. ἀδελφοὶ γὰρ ὄντες καὶ ταῖς ᾠδαῖς τοιοῦτοι μένειν ἠβούλοντο. 38 Ζαχαρίαι ἀδελφῶι Σὺ μὲν ἐγκαλεῖς ὡς παρῴχοντο τοῦ ἔτους αἱ ὧραι, ἐγὼ δὲ ὡς καὶ πάρεισι πάλιν. τί τοίνυν ἔτι σιγᾷς; οὐ γὰρ ἱκανὸν εἰς ἀπολογίαν προλαβεῖν τὸ καθ' αὑτοῦ τινος ἔγκλημα, ἀλλ' ὅστις ἔνοχος ὢν εἶτα τοῖς ἄλλοις μέμφεται, ἂν ἀφέλῃς τὸ δῆθεν ἑτέρων κατηγορεῖν, ἑαυτὸν αἰτιᾶται. καὶ μή μοι πρόφερε τὴν ἐν Βυζαντίῳ διαγωγὴν σιγώντων ἡμῶν· ἐμοὶ γὰρ καὶ Παμφυλία μάρτυς αὕτη ὡς πολλὰ μὲν ἔλεγεν, ἤκουε δὲ οὐδέν. ἀλλ' εἴθε μοι πάλιν ἦν βῆμα σεμνὸν καὶ δικαστὴς Ἀττικὸς καὶ σχῆμα λαμπρὸν Ἀθηνῶν, ὅτε ῥητορικὴ μὲν ἐπὶ σεμνῆς ἤκμαζε τύχης, Πλάτων δὲπῶς ἂν εἴποιμι μετρίως; οὐκ ἔφερεν εὐτυχοῦσαν· γραφὴ γὰρ ἂν εὐθὺς ἀπέκειτο κατὰ σοῦ, ὡς" 1ἀδικεῖ τὴν Ἑλλάδα, ῥητορικήν, ἐφ' ἧς ἑστήκασιν αἱ πόλεις, οὐδὲν εἶναι τιθείς" 2, καὶ παρελθὼν κατηγόρουν. ἀλλά μοι μικρὸν δίδου νεανιεύεσθαι· ἤδη γὰρ ὑπ' ὀργῆς καὶ λόγων κατηγορίας ἐμπίπλαμαι, καὶ τὴν ἀρχὴν οὐκ ἂν σιωπή σαιμι." 1οὐδὲν ἦν ἄρα δεινότερον, ὦ δικασταί, ἢ ὅταν ἄνθρωπος τοῦτο λέγῃ κακῶς ὅθεν αὐτῷ προσῆλθε τὸ δύνασθαι. οἷον ἡμῖν ὁ χρηστὸς οὑτοσὶ λέγων περὶ σοῦκατὰ ῥητορικῆς τολμᾷ τι καὶ φθέγγεσθαι, ἐξ ἧς αὐτῷ βίος εὐδαίμων καὶ φήμη, ὥστε κἂν τὴν ψῆφον λάβῃ, νενίκηται, ταύτην κρατῶν ἐξ ἧς αὐτῷ τὸ νικᾶν. καὶ μάρτυρι χρῆται τῷ Πλάτωνι, ὃς τὴν ῥητο ρικὴν ἐσχάτῃ δέδωκε μοίρᾳ, καὶ εἰς ῥητόρων ὕβριν ἐχώρει πολύς." 2 ταῦτα μαθόντας τοὺς τῷ λόγῳ δικαστὰς... ἀλλ' οὐκ ἂν ἔτι προσθείην τὸ τίμημα. Πῶλον δὲ καὶ Καλλικλέα λέγων προστίθει τοὺς Πλάτωνος· τούτους γὰρ ἑαυτῷ δημιουργεῖ καθάπερ ἐν δράματι φθεγγομένους ἃ δὴ συνέθεντο. εἰ δὲ μή, καὶ τὸν ἐν τῇ κωμῳδίᾳ δίδου Σωκράτην ἡγεῖσθαι. 39 Ζαχαρίαι Ὁ μὲν χειμὼν ἡμῖν καὶ δὴ πέρας ἔχει καὶ πέπαυται μεμφομένοις ἀμφότερα, καὶ τὴν σιγὴν καὶ τὴν ὥραν, τὸ δὲ ἔαρ ἀσμένοις ἀφῖκται καὶ μᾶλλον ἤπερ εἰώθει γέγονεν ἔαρ· οὐ γὰρ μόνον ᾄδουσιν αἱ χελιδόνες τὴν ὥραν, ἀλλὰ καὶ τὴν ἐπὶ σοὶ ψῆφον ἡ φήμη βοᾷ, ὡς ἐπὶ μέγα προῆλθες, ὡς εὐδαιμόνων ῥητόρων ἐγκατελέγης χορῷ. εἰ δὲ καὶ ὅσον βουλόμεθα προσετίθη, πάντως ἂν οὐδὲν εἰς εὐτυχίαν ἀπῆν. εἰ μὲν οὖν γέγονε ταῦτα, τὰ μείζω πάντως αἰτήσομαι· εἰ δὲ μέχρι τῶν λόγων ἡδόμεθα, τὴν μὲν φήμην ἐπαινῶ, τὰ δὲ ἔργα διὰ τὴν φήμην μαντεύομαι. 40 Ζαχαρίαι Νῦν ὄντως ἔγνων ὡς οὐκ ἦν ἄρα λόγος ἀλλ' ἔργον ἡ φήμη, καὶ θαυμάζω τάχα τὸν νόμον τὸν Ἀττικόν, ὃς ἐν θεοῖς καὶ ταύτην ἱδρύσατο. οὐ γὰρ δὴ μόνον Ἡσίοδος θεὸν αὐτὴν ἀνυμνεῖ, ἀλλὰ καὶ Ἀθηναῖοι οἱ τὴν ἐν Μυκάλῃ μάχην αὐθημερὸν ἐγνωκότες οὐκ ἀνεκτὸν ἔφασαν εἰ μὴ θεὸν ἡγοῖντο τὴν Φήμην. εἰ μὲν οὖν πρὸς ἄλλον ὑπῆρχεν ὁ λόγος, εἶπον ἂν εὐθὺς ὡς ἀνασπά σεις ἡμῖν τὴν ὀφρῦν καὶ δεινὰ φήσεις πάσχειν, εἰ μή σέ τις πυκνῶς ἐπάρχων καλέσειε ῥήτορα, καὶ μεῖζον φρονήσεις ἢ Δημοσθένης ἐκεῖνος ἐπὶ βήματος Ἀττικοῦ· ὁ μὲν γὰρ μίαν ἦγε πόλιν δημηγορῶν, σὺ δὲ δικαστηρίου κρατή σεις, ἐξ οὗ προέρχεται τοῖς βασιλέως ὑπηκόοις ἡ δίκη. ταῦτα πρὸς ἄλλον ἂν εἰπὼν ἐπὶ σοῦ σιωπήσαιμι, ὃν ἐν τοῖς εὐτυχίαις μᾶλλον ὁρῶ μετριώτερον. ὅθεν ἀεὶ καὶ τὰ μείζω προσδέχομαι. τοῖς γὰρ τοιούτοις ἐπιμετρεῖται πάντως ἡ τύχη, μηδὲν τῶν προλαβόντων βασκαίνουσα.