Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1
Ζαχαρίαι ἀδελφῶι Δέχου τὴν παροῦσαν ἐπιστολήν, χρονίαν μέν, ἀλλ' ὅμως θαρροῦσαν, ὅτι παρὰ φίλον ἀφῖκται. οὐκοῦν μὴ ψεύσῃς αὐτὴν τῆς ἐλπίδος, ἀποστρε φόμενός τε καὶ τὰς ὀφρῦς συνάγων αὐτῇ, ἐπεὶ καὶ τοὺς ἐρῶντάς φασι χρόνῳ καὶ μόλις ἐπιτυχόντας ὑπὸ τῆς παρούσης ἡδονῆς τῶν προλαβόντων πόνων ἐπιλανθάνεσθαι. εἰ δὲ σκυθρωπὸς πρὸς ταύτην φανείης, λυπηρὸν μὲν εἰπεῖν, λέξω δ' ὅμως. δέδοικα γὰρ μὴ οὐδὲ ἄλλη πρὸς σὲ ῥᾳδίως ἀφίξεται, ὑβριστήν τε νομίζουσα καὶ τὴν προλαβοῦσαν οἷα πέπονθε λογιζομένη. 42 Θωμᾶι Νῦν ὄντως ἡμῖν ἀνθοῦσι Δίκη καὶ Μοῦσαι καὶ σύνοικοι γίνονται. τὴν σὴν εὑροῦσαι ψυχὴν μεριζομένην ψήφῳ δικαίᾳ καὶ λόγοις σύνεισι τὰ νῦν ἀλλή λαις ὥσπερ εἰκός, ἀδελφαί τε οὖσαι καὶ κοινὸν ἔχουσαι πατέρα τὸν Δία. ἐξ οὗ γὰρ ἀπέλιπες πάλαι διὰ χειρὸς οὐκ ἔχων ἔτι τὴν Καίσαρος, οἷα δήπου καὶ γέγονεν, ἀπέλιπον μὲν τὰς πόλεις ἡμῖν, ὑπερορᾶται δὲ τὰ ἡμέτερα, ἦσαν δὲ παρὰ τῷ πατρὶ κατηγοροῦσαι τῶν ἐπὶ γῆς. ἀλλ' ἐπένευσε πάλιν, καὶ γέγονας παρ' ἡμῖν, καὶ νεάζει πάλιν τοῖς ὑπηκόοις ἡ τύχη. κἂν γὰρ ψῆφον ἐνέγκῃς, οὐκ ἀρνεῖται ταύτην ἡ Δίκη, κἂν λόγον εἴπῃς, ἐπαινοῦσι πάντως αἱ Μοῦσαι. ὃ δὲ μάλιστα τεθαύμακα λέξω. τὸ γὰρ τοσοῦτον προὔχοντα μὴ τῶν ἐλαττόνων ὑπεριδεῖν ἀλλὰ καὶ λόγων ἄρχειν καὶ φιλίας μεμνῆσθαι καί τι καὶ λεγόντων ἐθέλειν ἀκούειν, σοὶ μὲν προσθήκη τοῦτο τοῦ θαύματος, τὰ Σωκράτους οἶμαι φιλοσοφοῦντι, ἐμοὶ δὲ τὸ χρῆμα βαρὺ κατ' ἐμαυτὸν ὡς δύναμαι ζῶντι καὶ εὐχομένῳ λαθεῖν. καὶ εἰ μὴ κερδαίνειν ἐβουλόμην ὑμετέραν αὖθις ἐπιστολήν, ἐσίγων ἂν ἀπορῶν ὅ τι φθέγξωμαι μετὰ σέ. νυνὶ δὲ καὶ γράφειν ἐρυθριῶ καὶ σιωπᾶν οὐκ ἀνέχομαι, τὴν σὴν ἐγείρων γλῶτταν μουσικὸν αὖθις ἠχῆσαι καὶ μικροῖς τὰ μεγάλα θηρώμενος. πολλὰ δὲ κἀγαθὰ γένοιτο τῷ τὰς πόλεις ἡμῖν ἐπιτροπεύειν λαχόντι· δεῖξαι γὰρ πρὸ τῆς πεί ρας τὸ μέλλον βουλόμενος καὶ παλαιᾶς τύχης ἄγων εἰς μνήμην, ὑμᾶς ἐκάλει συνεργοὺς καὶ πᾶσι τὸ μέλλον εὐθὺς ἐμαντεύετο. τὸν δὲ καλὸν Μέγαν ἠγά πων μὲν καὶ πρῴην ὥσπερ εἰκός, καὶ ὅσον εἶχον ἐδίδουν. ὁ γὰρ τῆς τέχνης οὕτω βούλεται νόμος· ἀλλὰ καὶ πατὴρ ὑπάρχει καὶ κηδεστὴς ἱκανοὶ δι' ἀρετὴν ἐμποιῆσαι καὶ τῷ ῥαθυμοῦντι σπουδήν. ὑμῶν δὲ νυνὶ προστεθέντων τῷ νέω εὔξομαι δικαίαν εὐχήν· Ζεῦ ἄλλοι τε θεοί, δυναίμην τι μεῖζον ἢ πρό τερον, καὶ ὄναιτο Μέγας ἡμῶν ὁπόσον ὁ κηδόμενος βούλεται. 43 Ζαχαρίαι ἀδελφῶι Ἔοικα τῶν ὑμετέρων γραμμάτων μετειληφὼς οὐ μένειν ἐφ' οἷς που καὶ πρότερον, ἀλλὰ τρυφᾶν τῷ καιρῷ καὶ ἕρμαιον ἡγεῖσθαι τὴν ἀφορμήν. ἰδοὺ γάρ σοι τῶν αἰτούντων ἐξαίφνης ἐγώ, σὺ δὲ τὸ τάχος, οἶμαι, θαυμάζων, ταχὺ τὸ τῆς κωμῳδίας ἐρεῖς. ἀλλ' ἐγὼ δεινὸν ἡγούμην εἰ τὸν χρόνον περι σκοπῶν οὐκ αἰτήσω θᾶττον ὃ καὶ σοὶ διδόναι κἀμοὶ λαβεῖν εὐπρεπές. Αἰνείας γὰρ ὁ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδιδοὺς πολίτης ἐστὶν ἡμέτερος, ὃν εὐτυχεῖν βούλομαι δι' ὑμῶν. γένους τε γὰρ ἔχει καλῶς, καὶ τὸν τρόπον ἐστὶν ἐλεύθερος, καὶ τέχνην οἶδε τοὺς νόμους. βούλεται δὲ τοσοῦτον ἀπο λαύειν τῆς τέχνης, ὡς ἐξεῖναι καὶ τὴν γνώμην μένειν ἐλεύθερον. οὐ γὰρ οἶδε κέρδος τοῦτον εὐφραίνειν μὴ μετὰ δικαίου γενόμενον. πάρεστι δὲ τοῦτο καὶ τῇ πείρᾳ μαθεῖν. πόλεων γάρ τινων ἐπὶ τοῖς δικαίοις προβεβλημένος καὶ τὴν ἐκδίκου προσηγορίαν λαβὼν οὗτος ἐμιμήσατο τοὔνομα, ὥστε καὶ συκοφάντου φύσιν ἐνίκησεν. οὐδεὶς γὰρ οὐδὲν οὐδὲ ἀδίκως ἐμέμψατο. ἀλλὰ τοῦτο τάχα καὶ γέλως ἐδόκει τοῖς ἄρχουσι πρὸ ὑμῶν· μόνου γὰρ ἦσαν τοῦ λαβεῖν· ὁ δὲ τῶν διδόντων οὐκ ἦν. ὅθεν ὁ μὲν ἐπαύετο, ἕτεροι δὲ ἦσαν ὡς εἰκὸς ἄξια δρῶντες ὧν ἐδεδώκεσαν. βούλεται δὲ νῦν ἐπὶ τῆς αὐτῆς τύχης γενέσθαι, δωρεὰν ὑμῖν προσάγων τὸ δικαίαν ἔχειν τὴν γνώμην. ἆρά σοι τοῦ αἰτεῖν ἐκ μὴ προσηκόντων κατάρχομαι; οὐκοῦν εἰ θαυμάζεις τὴν αἴτησιν, τίμα ταύτην τοῖς ἔργοις. 44 Ζαχαρίαι ἀδελφῶι Ἐγώ σου τὴν ἐπιστολὴν ἀσμένως ἰδών, ὥσπερ εἰκός, ἐπαινεῖν δὲ πρὸς ἀξίαν οὐκ ἔχων, μικροῦ δεῖν σοι τὴν αὐτὴν ἀντεπέθηκα, τοὐπιγράμμα μόνον μεταβαλών· οἷς γὰρ τἀμὰ θαυμάζων ἐπέστειλας, τῶν σῶν ἀκούειν ἐπαινουμένων ἐδόκουν, καί μοί τι παραπλήσιον ἐδόκεις ποιεῖν, ὥσπερ ἂν εἰ καὶ τὸν Θερσίτην ἐθαύμαζεν ὁ Νιρεύς, ὃς" 1κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν" 2. ὅθεν αἰδώς μοι προσέπιπτε τῶν ἐπαίνων, πλὴν οὐχ ὥστε μὴ χαί ρειν τῷ πράγματι. ἡ γὰρ ἐπιστολὴ δι' ὧν δῆθεν ἐπῄνει τὰ ἐμά, ὡραΐζετό τε καὶ τὸ κάλλος ἐδείκνυ καὶ πρὸς μείζω πόθον ἐκίνει τὸν ἐραστήν. ἀλλὰ καὶ τὴν πρεσβείαν οὐ μετρίως ἐπῆρας τοῖς γράμμασιν. εἰ δὲ πρεσβεύων ἐπαινοῦ μαι, τίς ἂν εἴην αὐτὸς ἐπινεύσας; ὅσον γὰρ μεῖζον τοῦ αἰτεῖν τὸ διδόναι, τοσοῦτον εἰς ἀρετῆς λόγον ὁ διδόναι μέλλων τὸν ᾐτηκότα νικᾷ. ὁ δὲ λογιώ τατος Αἰνείας ὡς ἤδη λαβὼν ἀνυμνεῖ· ἤδη γὰρ ὑμῶν εἰς πεῖραν ἐλθὼν ἐν ἴσῳ τὸ μέλλον τῷ πραχθέντι λογίζεται. εἰ δὲ πρὶν λαβεῖν κηρύττει, τίς ἂν γένοιτο τοῦ ποθουμένου τυχών; καί ποτε τὰ σὰ διηγούμενος προσθήσει πάντως, ὡς καὶ τῷ τάχει διπλασιάζειν ᾔδεις τὰς χάριτας. τὸν δὲ βέλτιστον Μέγαν εἴπερ οἷόν τε ἦν αὐθημερὸν μετασκευάζειν εἰς ῥήτορα, οὐκ ἂν ἡμῖν ἔδει δευτέρας ἡμέρας. 45 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τὸν θαυμαστὸν Ἰουλιανὸν καὶ ἄλλως μὲν ἠγάπωνἱκανὸς γὰρ ἐφέλ κεσθαι τὸν ἐντυχόντα πρὸς πόθονπολὺ δὲ μᾶλλον ἥσθην ὅτι μοι καὶ πρὸς ὑμᾶς γραμμάτων γέγονε πρόφασις. τούτου γὰρ εἴ ποτε λαβοίμην, ὑπὲρ τὸν Κινύραν εἶναι δοκῶ. αἰτεῖ δὲ δυσχερὲς οὐδέν, ἀλλ' αὐτῷ με παρεῖναι κἀκεῖσε βουλόμενος δι' ὑμῶν, ὑμᾶς ἐλπίζει τοῦτο γενέσθαι, ὅπερ πάντως κἀγώ. ἐγὼ δὲ οὐδὲν ἂν ὅ τι μὴ παρὼν ἐγινόμην. τὸ δὲ κονσιστόριον ὅ τι μέν ἐστιν ἀγνοῶ, Ῥωμαϊκῷ γὰρ κόμπῳ προσβάλλει τὴν ἐμὴν ἀκοήνδι' ὑμᾶς δὲ καὶ τοὔνομα φιλῶ, καὶ θεῖον ὄντως αὐτὸ βουλοίμην ὑπάρχειν, καὶ τιμῶ προσηγορίαν ἧς τὸ ἔργον ἠγνόησα. εἰ δὲ καὶ μεταβέβληταί σοι πρὸς τὸ μεῖζον ἡ τύχη, ἀλλὰ μεῖνον ὅσπερ ἦσθα πάλαι τοῖς ἔργοις, ἵνα μή σε ἀλαζόνα κονσιστοριανὸν ὀνομάσω. 46 Ζαχαρίαι ἀδελφῶι Ἡ πατρὶςσὺν θεῷ δὲ εἰρήσθωεὐμενέσιν εἶδεν ἡμᾶς ὀφθαλμοῖς· τοὺς γὰρ ἐπιτηδείους παρέστησεν ὁποίους ηὐχόμην εὑρεῖν, βραχὺ δὲ διαλιποῦσα θέατρά μοι συνῆγε καὶ κρότους ἐκίνει, καί μέ τις φήμη λαβοῦσα διὰ πάντων ἦγε στομάτων, καί τί που καὶ νεανιεύεσθαι δοκῶ καὶ τὸν νοῦν ἐπῆρθαι τοῖς κρότοις καὶ τὸ σοφιστικὸν ἀτεχνῶς ἔχειν, ὡς ἂν αὐτὸς εἴποις. σὺ μὲν οὖν σκῶπτε τοιαῦτα· ἐγὼ δὲ οὐκ ἀνέξομαι μὴ οὐ λαμπρὸς εἶναι καὶ τὴν ὀφρῦν ἄνω φέρειν καὶ τῷ τῆς ἐμῆς τέχνης ἕπεσθαι νόμῳ. ταῦτα μὲν οὖν μοι πεπαίχθω ὡς ἄν σοι καὶ τοῦ σκώπτειν συνήθως ὕλην παράσχω· εὐφραίνεις γάρ με σκώπτων, εὖ ἴσθι, ἢ πολλοῖς ἐπαίνοις βάλλοντες ἕτεροι.

Intertext edge

Open linked passage

Note