Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1
Φιλίππωι ἀδελφῶι Ἰδού σοι καὶ πάλιν ἕτερα γράμματα, σὺ δέ, τί παθὼν οὐκ οἶδαπάλιν σιγᾷς. εἰ μὲν γὰρ σχολὴν οὐκ ἄγειν ἐρεῖς, ἀλλά σοι διὰ παντὸς ἡ τέχνη φέρει τι κέρδος, δεινὸν μέν, οἴμοι δεινόν, εἰ μηδὲ βραχὺ τοῦ παντὸς ἔτους ἡμῖν παρέχεις σεαυτόν, ἀλλ' οὖν συνήδομαί γέ σοι τῆς ἀσχολίας· εἰ δὲ πλουτῶν ἄλλως ἀπὸ τῆς τέχνης σιγᾷς, συγχαίρω μέν σοι καὶ τούτου, οὐ μὴν ἐβου λόμην σε τοσοῦτον πλουτεῖν, ὡς καθ' ἡμῶν ἐπῆρθαι καὶ μηκέτ' εἰδέναι τοὺς πάλαι φιλτάτους. καίτοι κεχήναμέν γέ σου τοῖς γράμμασι, καὶ πρὸς τὴν θάλατταν ὁρῶμεν οὐχ ἧττον ἢ Φυλλὶς τὸν Δημοφῶντα καλοῦσα τὸν ἄδικον ἐκεῖνον καὶ ἀντερᾶν οὐκ εἰδότα, ὃν ἐπειδὴ νυμφίος ἦν ἀρτίως καὶ ηὔξει τῇ Φυλλίδι τὸν ἔρωτα, ᾤχετο τὴν παστάδα καταλιπών, ἦ μὴν ὡς ἥξει πάλιν ἐλπίδας διδούς. ὡς δ' οὖν ἀφείθη καὶ ᾤχετο, ὁ μὲν εὐθὺς μετεβλήθη καὶ τὴν Φυλλίδα πάλιν οὐκ εἶδεν, ἡ δὲ πρὸς τὴν θάλατταν ἐδάκρυε, καὶ τὰς ὁλκάδας ἠρίθμει, μή ποτέ τις αὐτῶν τὸν Δημοφῶντα κομίζοιτο. ἀλλὰ γὰρ τὸ καθ' ἡμᾶς οἶμαι δεινότερον· ὁ μὲν γὰρ οὐκ ἤθελεν ἔτι παρεῖναι, σὺ δὲ οὐ μακρὰν ἀπὼν ἐπιστέλλειν. 48 Κωνσταντίωι Ἔτι παρὰ τὸν Νεῖλον οἰκῶν τὴν καλὴν ἐκείνην ἐπιστολὴν ἐδεξάμην. οἷον δὲ περὶ ταύτην συνέβη οὐ καλῶς ἂν ἔχοι σιγῇ παρελθεῖν. ὡς γὰρ ἐπέδωκε ταύτην ὁ φέρων, προσετίθει δὲ καὶ πόθεν, πάσχω τι πάθος ἐρωτικόν. βραχὺ γὰρ ἀποπλανηθεὶς τοῦ εἰκότος ἤδη σε καὶ παρεῖναί μοι πάντως ἐδόκουν. καὶ τοίνυν" 1ὦ φίλτατ' ἀνδρῶν" 2 ἔφην" 1ὡς ἀπὼν ἄγαν ἐλύπεις καὶ νῦν ποθοῦσιν ἀφῖξαι" 2. ὡς δὲ τοιαῦτα πολλάκις εἰπὼν τοῖς παροῦσιν ὑποψίαν παρεῖχον τοῦ πράγματος," 1καὶ δὴ τί πάσχεις;" 2 ἔφησαν·" 1οὐ γὰρ δή σοι καὶ παρὼν ἐκεῖνος τυγχάνει" 2. εἰς δὲ μνήμην ἐλθὼν ἐμαυτοῦ ἠνιάθην, οἷα δή τις ἁμαρτὼν τῆς τοιαύτης ἐλπίδος, καὶ βραχὺ δακρύσας ἔγνων ὁπόσον ἔρως ἰσχύει, καὶ ὅτι πλάνη τις ἦν παραμυθουμένη τὸν λογισμόν. ὡς δὲ τὴν ἐπιστολὴν ἀναλύσας ἐσκόπουν, ἥσθην τοσοῦτον ὥστε τοῦ παρόντος ἑκὼν ἀφιστάμην" 1μὴ καὶ πάλιν..." 2 πολλάκις εἰπών. καὶ ὁ τῶν μελλόντων με κατήπειγε πόθος. 49 Οὐλπίωι Τὸν θαυμαστὸν Στρατήγιον καὶ πρότερον ἤδη φιλῶν, νῦν ἔτι καὶ μᾶλλον ἠγάπησα, διότι τῶν πρὸς ἀλλήλους ἡμῖν γραμμάτων ὑπῆρξεν ὑπόθεσις· τὴν γὰρ προτέραν σιωπὴν μεταστήσας δέδωκεν ἡμῖν εἰπεῖν τι πρός σε καὶ φθεγγομένου πάλιν ἀκοῦσαι. εἰ δὲ καὶ καθ' ἡδονὴν τὰ ἡμέτερα γράμματα, τίμα δὴ τούτων τὸν αἴτιον, ἤδη μὲν ὑμῖν χάριν ὁμολογοῦντα τῆς προλαβού σης σπουδῆς, μᾶλλον δὲ κηρύξοντα τὴν εὐεργεσίαν, εἰ πρὸς τέλος ἐνέγκοις τὴν χάριν. ἀλλ' ἐπίδειξαί τι νεανικὸν κατὰ τῶν ἀδικούντων, ὅπως ἂν αἴσθοιντο πάντες οἵους ἄρα τοὺς φίλους ἔχων ἐλάνθανον. τὸν δὲ ὑμέτερον ἀδελφὸν καὶ πρὶν μὲν ἰδεῖν ἠπιστάμην· ἐγνώρισε γάρ μοι πολλάκις τοῦτον ἡ φήμη· νυνὶ δὲ μᾶλλον ἐθαύμασα τῇ πείρᾳ μαθών. καὶ τοῦτον ἰδὼν σὲ δι' ἑτέρου σώματος ἔχειν ἡγούμην, καὶ μακρὰν ἀπὼν δι' ἄλλης ἡμῖν εἰκόνος ἐδόκεις παρεῖναι. 50 Σοσιανῶι Ἔπρεπεν ἄρα κἀμὲ θαρροῦντα χάριν αἰτεῖν παρὰ σοῦ, καὶ σὲ προθύμως διδόναι, ἀμφοτέροις ἁρμόττον, ἐμοὶ μὲν λέγειν ὅτου δέοι, σοὶ δὲ πρὸς ἔργον τὸν λόγον ἐκφέρειν. Στρατήγιος γὰρ ἀπήγγειλέ μοι τοσαύτην ὑμῶν γεγενῆ σθαι τὴν εἰς αὐτὸν προθυμίαν, ὥστε τἀπὶ σοὶ καὶ πέρας ἔσχεν ἡ δίκη καὶ νενικήκαμεν. ἀλλ' ὅπως καὶ τοῖς ἔργοις γένοιτο ταῦτα· τοσοῦτον γὰρ θαρρῶ διὰ σοῦ τὸ πέρας ἐλπίζων, ὥστε καὶ πρὸ τοῦ τέλους ἤδη λόγους ζητῶ δι' ὧν ὁμολογήσω τὴν χάριν. 51 Οὐλπίωι Πολλὴν ἡμῖν κατὰ σοῦ μελετωμένην κατηγορίαν διέφυγες. ὡς γὰρ ἧκε μὲν ὁ Στρατήγιος, γράμματα δὲ οὐκ εἶχεν, ἠρυθρία μὲν ἐμοὶ προσελθεῖν πῶς γὰρ οὐκ ἔμελλε; πολλάκις δὲ διαφυγὼν μόλις ἑάλω, καὶ δὴ βδελυρὸν αὐτὸν καὶ θεοῖς ἐχθρὸν ἀπεκάλουν, ὅτι πρὸς ἡμᾶς ἀφιγμένος οὐδὲν περὶ ὑμῶν τῶν φιλτάτων ἀπήγγειλε, περὶ ὧν πολλάκις ηὐχόμην ἀκούειν. ἀλλ' ὅμως ἐκεῖνος τὴν ἀπολογίαν ἱκανῶς ἐποιεῖτο· καὶ γὰρ αἴτιον ἔλεγεν τὴν φυγὴν ὅτι γράμματα μὴ κομίζοι. κἀκείνῳ μὲν συγγνώμην ἐδίδουν ἐπὶ τού τοις ἐρυθριῶντι, ἔλεγον δὲ πρὸς ἐμαυτόν·" 1ὅσα δὴ φέρειν καὶ μεταβάλλειν οἶδεν ὁ χρόνος. Οὔλπιος γὰρ ὁ καλὸς ἡνίκα μὲν ἡμῖν τῆς παλαιᾶς ἐκοινώνει τύχης, φίλος τε ἦν καὶ ἐδόκει, καὶ οὐκ ἄν ποτε ᾤμην ὡς μεταβάλοιτο· ὡς δὲ λαμπρὸς ἤρθη καὶ γέγονε μέγας, ἀφόρητός ἐστιν εὐτυχῶν, καὶ τῶν πρῴην ἐκείνων ἐπιλανθάνεται. εὐτυχοίη δὲ μόνον, καὶ μετρίως οἴσομεν παρορώμενοι." 2 ταῦτα καὶ τὰ τοιαῦτα λέγων πολλὴν κατὰ σοῦ κατηγορίαν συνέλεγον. ὡς δέ τις ἐλθὼν τὴν παρ' ὑμῶν ἐπιστολὴν ἐπεδίδου, πρῶτον μὲν πρὶν λῦσαι πολλάκις τὴν ἐπιστολὴν ἠσπαζόμην· εἶτα τοῖς ἔνδον περιτυχὼν καὶ τὴν ἀπολογίαν τοῦ βράδους εὑρὼν ἥσθην οὐ μετρίως, καὶ μετέμελέ μοι τῶν πρῴην ῥημάτων. ἔλεγον δὲ μᾶλλον" 1φεῦ, ὡς πολλὰ μάτην ὑποπτεύουσιν ἄνθρωποι. τὸν θαυμαστὸν γὰρ ἡμῖν Οὔλπιον οὐ μετέβαλεν οὔτε χρόνος οὔτε ἡ τύχη, ἀλλ' εὐγνώμων τέ ἐστι κἀμὲ τὸν πρὶν εὐεργέτην ἐπίσταται" 2. ἀλλ' ὅπως μὴ πάλιν σιγῶν αὖθις ἡμᾶς εἰς κατηγορίαν ἐνέγκῃς. 52 Σιλανῶι Ἐξέκρουσας ἡμᾶς ἐλπίδος οὐκ ἂν εἰπεῖν ἔχοις ὁπόσης. ἐγὼ γάρ σου τὴν προτέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν καὶ γνοὺς ἐξ αὐτῆς ὡς μικρὸν ὕστερον ἡμῖν ἐπανήξεις, ἥσθην τε καὶ μέγα ὑφ' ἡδονῆς ἀναπνεύσας ἔφην·" 1ἀλλ' ὦ Ζεῦ, γένοιτο ταῦτα" 2. τοιγαροῦν μετέωρος ἦν ὁσημέραι καὶ ἐπὶ κούφης ἔβαινον τῆς ἐλπίδος, πυκνὰ δὴ λέγων·" 1ἆρά ποτε ὄψομαι καὶ προσείπω χρόνιον" 2 καὶ" 1γενοίμην αὖθις σὺν ἐκείνῳ" 2. ὡς δὲ χρόνος ἦν παρ' ἐλπίδας, οὐδὲ γράφειν ἠξίουν, ἐρέθισμά φασιν ἔρωτος τοῦτο ποιῶν, ὅπως ἂν καταφρονεῖσθαι δοκῶν, ἔτι μᾶλλον ἐπείγοιο πρὸς ἡμᾶς, ὀνειδίσαι θέλων τὸ μὴ φίλων μεμνῆ σθαι. καί μοι δοκεῖς Στρατοκλῆς ἡμῖν ὁ ῥήτωρ γενέσθαι. ἐκεῖνος γὰρ ἡττω μένοις τοῖς Ἀθηναίοις καὶ τὴν τύχην ἀγνοοῦσι νίκην ἀπήγγειλεν. εὐθὺς οὖν ἡ πόλις ὀρθή, καὶ παίζειν ἀνεῖτο, καὶ δυστυχοῦντες ηὐφραίνοντο. ὡς δὲ τἀληθὲς ἠγγέλθη καὶ τὸ δοκεῖν ἦν οὐκέτι," 1τί γάρ" 2 φησιν ὁ Στρατοκλῆς" 1ἠδίκουν, εἰ δυοῖν γοῦν ἡμέραιν ἡδίους γεγόνατε δι' ἐμὲ καὶ κέρδος ἦν τὸ δοκεῖν;" 2 ἀλλ' ἐπειδὴ μητρὸς πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον τῷ Πινδάρῳ δοκεῖ, ἴδοι σε θᾶττον ἡ πατρίς, καὶ μετ' ἐκείνην ἡμεῖς. 53 Φιλίππωι ἀδελφῶι Ἰδού σοι πάλιν ἐπιστολὴ παρ' ἡμῶν, καὶ πάλιν εὖ οἶδ' ὅτι σιγήσεις. καὶ εἴ μοι δοίης συγγνώμην ἀχθομένῳ λέγειν, μεταβέβληταί σοι πρὸς ἀλαζονείαν ὁ τρόπος, καὶ οὐκ ἐθέλεις μένειν οἷος ἦσθα καὶ πρότερον. ἀλλ' εὖ γε ὅτι μὴ τὴν τοῦ Βοσπόρου διέπλευσα θάλατταν καὶ βασιλέως πόλιν ἀφῖγμαι· ἴσως γὰρ ἂν κἀγὼ βασιλέα τὸν μέγαν ὁρῶν καὶ τὴν τῶν ὑπάτων στολὴν καὶ ἀρχὴν δή τινα μεγίστην καλουμένην καὶ τὰ σεμνὰ δὴ ταῦτα τὰ παρ' ὑμῖν, εἴτε πράγματα βούλει λέγειν εἴτε ὀνόματα, ἐπῆρα τὴν ὀφρῦν καὶ νεανικὸν ἐφρόνουν πρὸς τὴν τῶν ὁρωμένων ἐπαιρόμενος τύχην, καί μοι τὰ πάλαι φίλα λῆρος ἐδόκει. ὅπου γὰρ σὺ τούτοις ἑάλως, οὐκ ἂν εἴποιμι ῥᾳδίως ὡς διέφυγον ἂν τὸ μὴ οὐ ταὐτὰ παθεῖν, εἰ μή μέ τις ἄρα λογισμὸς ὑπεισῆλθεν ὡς οὖ ταὐτόν, ὦ λῷστε, γνώμη καὶ τύχη, ἀλλ' ἡ μὲν ὡς ἂν αὐτῇ δοκῇ φέρεται καὶ μεταπίπτει πολλάκις καὶ γελᾷ τὰ ἡμέτερα, τῆς δὲ κύριον εἶναι προσήκει τὸν σωφρονοῦντα, καὶ μήτε αἰρομένῃ συναναστῆναι μήτε πιπτούσῃ συμ μεταβάλλεσθαι.

Intertext edge

Open linked passage

Note