Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1
Ζαχαρίαι ἀδελφῶι Τίς ἂν γενοίμην ἐραστὴν καὶ ἀδελφὸν κατηγοροῦντα λαβών, καὶ μηδὲν ἔχειν οἰόμενον ὅ τι καὶ λέξωμεν; τί γὰρ δὴ φής; ῥήτορες ἡμεῖς καὶ θυγατέρων πατέρες πολλῶν· τὰς γὰρ ἐπιστολὰς οὕτως ὀνομάζειν ἐδόκει." 1ἀλλ' ἦν" 2, φής," 1πάλαι ταῦτα· νῦν γὰρ οὐκέτι" 2, ἀλλ' ὑβρισταί τινες ἡμεῖς καὶ θεσμὸν ἀτιμάζοντες ἔρωτος. ἀλλ' εἰ μὲν ἦν τις ποιητικός, τὸν Ἀπόλλω δήπου καὶ τὰς Μούσας ἐκάλουν ἄν," 1δοίητέ μοι" 2 λέγων" 1εἰπεῖν καὶ πεῖσαι καὶ μὴ ἄδικον φανῆναι τὰ παιδικά· νυνὶ δὲ μιμήσομαι γοῦν τι ποιητικὸν" 1καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι, θεοὶ δ' ἐπιμάρτυρες ἔστων" 2, μὴ οὕτως ἔχειν τὰ καθ' ἡμᾶς ὥς που καὶ λέγεται, ἀλλὰ γὰρ ἔτι φιλίας ἡμῖν αἰδὼς καὶ μνήμη φιλτάτων. τίς οὖν, φής, ἡ σιγή; δέδοικα μή τις ἄδικος τύχη ταῖς ἐμαῖς ἐπικωμάζῃ γοναῖς, καὶ πρὸς σὲ τὰς ἐμὰς παῖδας ἐπειγομένας ἄλλην ἄλλοτε φέρῃ· καί που ξένων ταύτας ἠνέγκαντο χεῖρες, ἀγνοούντων τίνες αὗται καὶ πόθεν. ἀλλὰ γὰρ ἀτυχῶν ἐπὶ ταύταις καὶ ἀγνώμων ἐδόκουν καὶ κρίνομαι. τὰς μὲν οὖν ἄλλας τί ἂν ἀνιῷτό τις λέγων; ἀλλὰ χθές που καὶ πρῴην ἐστάλη τις ὡς σέ, τοὺς ἐμοὺς ἀγῶνας διηγουμένη, καὶ νῦν, ὡς ἔοικε, ξένη τις πλανᾶται καὶ ἔρημος. ἀλλ' ἥκοι ποτὲ χεῖρας εἰς σάς, καὶ εὐφραινοίμην ἀκούσας. τὰ δὲ σὰ ῥόδα λαβὼν ἥσθην ἐπὶ τούτοις οὐχ ἧττον ἢ Ὀδυσσεὺς τὴν Ἀλκίνου φιλοτι μίαν ὁρῶν· ἐκεῖ μὲν γὰρ τὸ λαβεῖν εἶχε μόνον τὴν ἡδονήν, παρ' ἡμῖν δὲ ἄμφω, ὅτι σὺ μὲν δίδως, ἐγὼ δὲ λαμβάνω. 55 Ἐπιφανίωι Ἔτι σιγᾷς; ἔτι τῶν ἀπερριμμένων ἡμεῖς, οὐδέ σε παλαιῶν ἐρώτων ὑπεισῆλθεν οὐδέν; νηλεὴς σύ γέ τις καὶ ἀμείλιχος. ἀνάλαβέ μοι τὴν μνήμην, ὡς οὐκ ἐπὶ τοιαύταις ἡμῶν ἀπῆρας ἐλπίσιν, ἀλλ' ἐδάκρυες μὲν οἴμοι καὶ μόλις ἀπήρχου, γράψειν δὲ ὡμολόγεις μικροῦ δεῖν καὶ πρὶν ἐπιβῆναι τῆς γῆς. νυνὶ δὲ οἴχεται μὲν ἐκεῖνα, σιωπᾷς δὲ μόνον, ἡμῶν δὲ λόγος οὐδείς. εἰ δὲ σιωπήσεις ἔτι, ἀναβοήσομαί τι τραγικόν," 1ἰὼ Ζεῦ" 2 λέγων καὶ Φιλία καὶ Λόγοι," 1ἠδίκησθε μὲν ὑμεῖς, ἠδίκημαι δὲ ἐγώ. ὁ δὲ ἀδικῶν ἦν ὅτε φίλον ἐκάλει. νῦν γὰρ οὐκέτι" 2. 56 Ἰωάννηι Εἰ τὴν φιλίαν ἐψευσμένην δείκνυσι τὸ σιγᾶν, ἀνάγκη μέχρι λόγων αὐτὴν ἀεὶ συνεστάναι, εἴ γε τούτων ἀπόντων ἐλέγχεται. οὐκοῦν λείπεται καὶ τὸν δυσμενῆ φίλον ἡγεῖσθαι, μόνον εἰ φθέγγοιτο. ἀλλὰ μὴ τοιοῦτοι κριταὶ φιλίας ἡμεῖς. τί γὰρ κωλύει καὶ σιωπῶντα τῇ μνήμῃ τοὺς φίλους ὁρᾶν; ὅπερ ἡμῖν καὶ νῦν ἐστὶ καὶ οὔποτε παύσεται. λογισώμεθα δὲ μᾶλλον ὡς οὐ δέδοται πάντα πράττειν ὡς ἕκαστος βούλεται, αἱ ἔξωθεν δὲ φροντίδες τοῦ βίου καὶ τὸ τοῦ μέλλοντος ἄδηλον ἐπικρατοῦσιν ἔσθ' ὅτε τοῦ λογισμοῦ, καὶ τὰ μὲν ἄγει, ὁ δὲ δουλεύει καὶ πείθεται. κἀμοὶ τοίνυν, ἐπειδὴ τοῦ διδάσκειν ἐπέβην, ἀγῶνές τε συνεχεῖς καὶ αἱ περὶ τούτων φροντίδες ἐξ ἀρχῆς τε ἐπ έθεντο καὶ μέχρι νῦν οὐκ ἀπέλιπον. ταῦτα μᾶλλον ἐχρῆν ἐνθυμεῖσθαι ἢ ἐπὶ μικροῖς ὑποπτεύειν ὡς ἦμεν ἀγαθοί ποτε πρὸς φιλίαν καὶ νῦν ἤδη πεπαύμεθα. ἀλλ' ὦ Ζεῦ καὶ Ἔρωτες καὶ ὅσοι φιλίας ἐπόπται, πείθοιτε τοὺς ἐμοὺς κατηγό ρους, ὡς οὔποτε πρὸς λήθην αὐτῶν ἀφικόμην, ἀλλὰ σύνειμι τῷ λογισμῷ καὶ λέγειν τι δοκῶ καὶ λεγόντων ἀκούειν, καὶ ὡς εἰ τούτους ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι. 57 Ἱερωνύμωι (?) Ἔτι παρὰ τὸν Νεῖλον οἰκεῖς; ἔτι ποθοῦντας ὑπερορᾷς; τί τοσοῦτον, εἰπέ μοι, παθών; εἰ μὲν γὰρ οἴει τὸ βράδος ἐπὶ πλέον ἡμῖν ἐξάπτειν τὸν ἔρωτα, ἴσθι δὴ καλῶς ὡς εἰς ἄκρον ἀφῖκται, καὶ οὐκ ἂν ἔχοις ὅ τι προσθήσεις ἔτι τῷ πράγματι. εἰ δέ σε τοῦ Μακεδόνος ἡ πόλις ἐφέλκεται χαρίτων ἕνεκα καὶ τοῦ δοκεῖν αὐτὸν ἔχειν ἤδη τὸν Ἑλικῶνα, ζήλου τὸν Ὀδυσσέα καὶ παρ ελθὼν τὰς Σειρῆνας μέμνησο τῆς Ἰθάκης. καὶ γάρ σε νῦν ἐπιθυμῶν ἀρχαίῳ σχήματι τεττιγοφόρον ἰδεῖν κέχηνα τῇ θαλάττῃ καὶ περισκοπῶ τὰς ὁλκάδας, εἴποτε παρόντα θεάσομαι. σὺ δέ μοι δοκεῖς τὸν Θησέως ἐκεῖνον ἐζηλωκέναι, καὶ ταῦτα τοῖς παισὶ καθηγούμενος" 1νυμφίε Δημοφόων, ἄδικε ξένε..." 2, ὃς οὐδὲ παιδὸς θέλεις ἔτι μεμνῆσθαι, καλοῦ τε ὄντος καὶ εἴ γε παρείης ἤδη σε δυναμένου πατέρα καλεῖν. 58 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Ὅσῳ τῷ περὶ ὑμᾶς κεκράτημαι πόθῳ, πῶς ἂν δυναίμην παραστῆσαι τῷ λόγῳ, πλὴν εἰ μή που παραπλήσια τυγχάνετε πεπονθότες; ὁ γὰρ πεπονθὼς τὰ περὶ τούτου κρίνειν ἐπίσταται. πέπεισμαι δὲ τοιούτους εἶναι, καὶ νόμον διασώζειν φιλίας ἅμα καὶ φύσεως ἐξ ὧν καὶ γράφετε καὶ παραμυθεῖσθε τοῖς γράμμασιν. ἐμοὶ δ' οὖν ὅμως ἠπορημένῳ τῷ πάθει καὶ τοιοῦτό τι πολλάκις ἐπῆλθεν εἰπεῖν." 1εἴθε γενοίμην Περσεὺς καὶ φανείην ὑπόπτερος τὸν ἀέρα τέμνων καὶ ὑπὲρ τῆς θαλάσσης φερόμενος, ὅπως ἂν ἅμα τε δοκῇ καὶ γίνωμαι παρ' ὑμῖν καὶ ἀποναίμην τοῦ ἔρωτος." 2 παρὰ φύσιν μὲν ἀλλ' οὐ πόρρω ποθούντων ἡ γνώμη, πλανᾶσθαί τε ῥᾳδίως καὶ ὀνειροπολεῖν ἃ οὐ πέφυκε γίνεσθαι. εἰ δέ μου πάλιν μυθολογοῦντος ἀνάσχοιο, ἤδη καὶ τὸν Ἄβαριν πολλάκις ἐζήλωσα, Σκύθην μὲν ὄντα καὶ βάρβαρον, σοφὸν δὲ ἄλλως· εἰ δὲ θέλεις, εὐδαίμονα, ὅτι τὸν οἰστὸν ἔχων ὑπηρετοῦντα τῇ γνώμῃ παρ' οὓς ἤθελεν ἤγετο, καὶ ὁδοῦ μῆκος οὐδὲν παρελύπει τὸν Ἄβαριν. ἀλλὰ τί μοι τὰ πόρρω παρὰ φύσιν ζητεῖν; μόνον ἡμῖν λείπεται πρὸς παραμυθίαν τὰ γράμματα, Περσεὺς δὲ καὶ Ἄβαρις ποιηταῖς δεδόσθων καὶ μύθοις. 59 Φιλίππωι ἀδελφῶι Εἰ τοῖς γονεῦσι τὸ προσῆκον ἀποδιδόναι παλαιοί τε λόγοι καὶ ὁ τῆς φύσεως βούλεται νόμος, πόσον εἰκὸς πατρίδι χάριν ἐκτίνειν, ἐξ ἧς προῆλθε καὶ τοῖς γονεῦσιν ἀρχή; ἐπὶ ταύτην σε νῦν ὁ καιρὸς καλεῖ, καὶ δόκει τὴν ἐνεγκοῦσαν ταύτην δι' ἐμοῦ σοι φωνὴν ἀφιέναι· οὕτω γὰρ καὶ τὸ δέον ἔσῃ πεπληρωκὼς καὶ μνήμην ἡμῖν παράσχοις τοῦ πράγματος, ὅσῳ καὶ περὶ τῶν μεγίστων ἡ χρεία. βαρὺ δὲ προσδόκα μηδέν, ἀλλὰ σοὶ μὲν ῥᾷστον διδόναι, μέγα δὲ τοῖς λαβοῦσι τυχεῖν. βασιλεῖ τῷ μεγάλῳ τὰς ὑπὲρ τῆς πόλεως δεήσεις ἐπιδοθῆναι βουλόμεθα διὰ τοῦ παρ' ὑμῖν ἀρχιερέως ἢ τοῦ βασιλέως ἀδελφοῦ, ἵνα τὸ τοῦ ἐπιδιδόντος ἀξίωμα λόγον τινὰ παράσχῃ τῷ διδομένῳ. ταῦτα γὰρ ποιῶν κοινὴν καταθήσει χάριν καὶ τοῖς αἰτήσασι καὶ τοῖς αἰτηθεῖσιν ἡμῖν. 60 Ἐπιφανίωι Εἰ λαλούντων μὲν ἡμῶν σιωπᾷς, γράφεις δὲ σιωπώντων, δέδοικα γράφων εἴγε δέῃ πάντως ἢ λαλεῖν ἀφώνοις ἢ σιωπῶντας ἀκούειν. καίτοιγε τὸ ἐπιστέλλειν ὡς εἰκὸς ἐμηχανήσαντο ἄνθρωποι, ὅπως ἀποῦσι μίμημα σώζοιεν παρόντων καὶ λέγοιέν τι τοῖς γράμμασιν ὥσπερ ἂν εἰ καὶ συνόντες. ἐγὼ δέ σου τὴν ἐπιστολὴν ἀναγνοὺς ὑφ' ἡδονῆς καὶ ἐδάκρυσα, καί σου παρόντος ὥσπερ εἰώθεις ἐδόκουν ἀκούειν, καὶ ἡδύ τι πνεύσας" 1τοῦτο" 2 εἶπον" 1ἐκεῖνο, ἡ φιλτάτη φωνή" 2. ἀλλ' ὦ πρὸς ἔρωτος αὐτοῦ καὶ φιλίας ἐκείνης, εἴ που ταύ την ἔτι οἶσθα καὶ μέμνησαι, μή μοι τοῖς γράμμασιν ἀποδήμει, μηδὲ τὴν μόνην ἀφέλῃ παραμυθίαν, μήποτε τάχα ζηλώσω τοὺς μηδὲ τὴν ἀρχὴν ἐρῶντας, οὓς μηδὲ συμβαίνει τοιαῦτα παθόντας ὀδύρεσθαι. 61 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τὸν δεῖνα φθάσας ὑμῖν συνέστησα διὰ τῆς προτέρας ἐπιστολῆς, οὐκ εἰς ἀκριβὲς ἐκεῖνον εἰδώς, ἀλλ' ἐξ ὧν ἐπλάττετο τοῦτον ἡγούμενος ὅπερ οὐκ ἦν· ἐλάνθανε γὰρ προσχήματι μὲν καλῷ κεχρημένος, ὢν δὲ τοιοῦτος οἷον ὑπέδειξε τοῦτον ἡ πεῖρα. ἀπὸ γὰρ τῆς Γαζαίων ὁρμώμενος καὶ μέλλων ἀνάγεσθαι, κατέλυε μὲν παρά τινι τῶν ἐπιτηδείων, ὥσπερ εἰκός, μέχρι πλοῦς γένηται. πιστευθεὶς δὲ νόμῳ φιλίας καὶ πρὸς πολλαῖς ἑτέραις καὶ ταύτην τὴν χάριν λαβών, τοῦ ὑποδεξαμένου διώρυξε τὴν οἰκίαν, καὶ ὧν εἶχε χρη μάτων τοῦτον ἐγύμνωσε. καὶ ἵνα λάθῃ τὰ τῆς ὑποψίας, κλεὶς μὲν ἦν αὐτῷ πρὸς τὴν ἐπιβουλὴν εὐτρεπής. ταύτῃ δὲ διανοίξας καὶ ἅπερ εὗρε λαβών, πάλιν τῷ κιβωτίῳ τὸ παλαιὸν ἐπέθηκε σχῆμα. ὡς δὲ μόλις αὐτὸς ἀνήχθη, καὶ πρὸς τὰ δοκοῦντα κεῖσθαι χρεία τὸν κεκτημένον ἐκάλει, ἦλθε τὸ δρᾶμα πρὸς ἔλεγχον, καὶ τοῖς τεκμηρίοις ἀντιλέγειν οὐκ ἦν. τοιούτων καὶ Μενέλαος τῶν ξενίων ἀπέλαυσεν, ἀντ' ἀμοιβῆς τινος τὴν Ἑλένην ἀφῃρημένος. ταῦτα γράφειν ἐπήρθην, ἵνα μὴ δι' ὑμῶν πιστευθεὶς ἕτερα τοιαῦτα τὸν πιστεύ σαντα δράσῃ, καὶ μέμψηται μὲν ὑμᾶς ὁ παθών, ἐμὲ δὲ πάντως ὑμεῖς. 62 Τοῖς αὑτοῦ ἀδελφοῖσ Πάλιν ἥκει καιρὸς γράμματα πρὸς ὑμᾶς ἀπαιτῶν, καὶ πάλιν εὐτυχεῖν νενομίκαμεν. τίς γὰρ ἂν ἡμῖν γένοιτο βίος τοῦ λέγειν τι πρὸς ὑμᾶς καὶ γράφειν ἐστερημένοις; εἰ δὲ καὶ τῶν ὁμοίων τύχοιμεν παρ' ὑμῶν, Ἡράκλεις ὅσον ἡμεῖς εὐτυχήσομεν. οὐκοῦν μὴ μέλλετε πρὸς ἔργον ἄγειν τὸν πόθον, ἵνα μὴ νόμον Ἔρωτος ἀτιμάσαντες τῶν ἐκείνου βελῶν πειραθῆτε· δεινὸς γὰρ ὁ θεὸς καὶ βέλη κινεῖν καὶ τόξον αἴρειν, καὶ σκοπὸν ποιεῖται τοὺς ἀτιμάζοντας ἐραστήν. 63 Ἀθηνοδώρωι Δεξάμενος τὸ βιβλίον ὑμῖν μὲν χάριν ὡμολόγουν εἰκότως, ἐμαυτῷ δὲ συν ηδόμην εἰ τοιούτους ὄντας ὑμᾶς πρὸς φιλίαν ηὐτύχησα. καὶ μή με βαλέτω λίθῳ τραχεῖ φθόνος, ὡς τῷ Πινδάρῳ δοκεῖ. ηὐχόμην δὲ καὶ τῇ Τύχῃ δύνασθαί μέ ποτε πρέπουσαν ὑμῖν ἀνταποδοῦναι τὴν χάριν. ἡ δὲ ταχέως δίδωσι τὸν καιρόν, οἷον σύ τε ἐβούλου κἀγὼ πάλαι ζητῶν νῦν μόλις ἐτύγχανον· τὸν γὰρ ἔχοντα τὴν καθόλου πέπεικα τοῦτό σοι τὸ μέρος ἀποδόσθαι οὗ καὶ τυγχάνεις δεόμενος. εἰ μὲν οὖν ἔλθοις ὡς ἡμᾶς, θᾶττον ἂν λάβοις τὸ κτῆμα περὶ τῆς τιμῆς τὰ μὲν πείσας τὰ δὲ πεισθείς, ὡς ὁ τῆς ἐμπορίας βούλεται νόμος· εἰ δὲ μή, αὐτὸς ἥξει πρὸς σὲ καιροῦ καλοῦντος, ὡς ἡμῖν ἐπηγγείλατο. 64 Σοσιανῶι Ὁ θαυμάσιος Ἀλφαῖος ἀπήγγειλέ μοι τοιοῦτόν σε περὶ αὐτὸν γεγενῆσθαι, οἷον αὐτὸς μὲν ἐβούλετο, ἐγὼ δὲ προσεδόκων, σὲ δὲ προσῆκεν ὀφθῆναι. ἐγὼ δὲ τούτων ἀκούσας ἥσθην μέν, πῶς γὰρ οὐκ ἔμελλον; οὐ μὴν ἤδη μοι καὶ θαυμαστὸν ἐδόκει τὸ πρᾶγμα· εἰ δὲ βούλει, καὶ προλαβὼν διηγούμην ὑπογράφων οἷος περὶ τοῦτον ἐγένου, ὡς ἐκεῖνον ἀποροῦντα λοιπὸν ὅ τι καὶ λέγοι ἅμα γέλωτι σιωπᾶν καὶ εὐδαίμονά με τῆς φιλίας ἀποκαλεῖν. ἀλλ' ὅπως τὴν ἴσην σπουδὴν εἰσενέγκῃς περὶ ὧν ὑμῶν ἐδεήθη παρών, ὅπως αὐτὸς μέν μοι χάριν εἰδείη, ἀμφότεροι δὲ πάλιν ὑμῖν. 65 Ζαχαρίαι Τὴν παρ' ὑμῶν ἐδεξάμην ἐπιστολήν, ὅπερ ἔδει μὲν καὶ πάλαι γενέσθαι, ὅμως δ' οὐδὲ νῦν γενόμενον ἀπήμβλυνέ τι τῆς χάριτος. τοιοῦτόν τι τῶν ἐρώντων τὸ πάθος· ἐπειδὰν μὲν ἀτυχῶσι, δυσχερὲς αὐτοῖς τὸ πρᾶγμα δοκεῖ καὶ φέρειν οὐ δύνανται· ἡνίκα δὲ λάβωνται τοῦ ποθουμένου, ὡς μηδὲν παθόντες τῶν προλαβόντων πόνων ἐπιλανθάνονται. ἀλλ' ὅπως μὴ νῦν τοῦτο μαθὼν πρίν τι γράφειν αὖθις ἡμᾶς ἀνιάσῃς τῇ σιωπῇ· οὐδὲ γὰρ βουλοίμην ἔγωγε πολλὰ παθὼν εἶτα πάλιν εὐφραίνεσθαι. οὐδὲ γὰρ ἂν οἱ Δελφοὶ ὅλως αὐτῶν ἀπεῖναι τὸν Πύθιον ἕλοιντο, εἰ καὶ παρόντος εὐθὺς ἑορτὴν ἄγουσι τὴν ἐπιδημίαν Ἀπόλλωνος. 66 Νεστορίωι Διεψεύσθημεν ἐλπίδος μακρᾶς μὲν καὶ τῷ χρόνῳ λυπούσης, ὅτι μὴ τὸ πέρας ἐδέχετο, ηὔφραινε δὲ ὅμως καὶ μετριωτέρους ἐποίει· τὴν γὰρ σὴν ἐπιστολὴν εἰς μνήμην ἄγουσα παρεῖχεν ἐννοεῖν ὅτι δὴ θᾶττον ἡμῖν ἐπαν έλθοις. νυνὶ δὲ καὶ τῆς ἐλπίδος αὐτῆς ἐκπεσόντες πῶς ἂν ἔχοιμεν φέρειν μετρίως; ἀλλ' ὦ Τύχη, Τύχη, τραγῳδήσω γάρ τι μικρὸν εἰς παραμυθίαν τῆς λύπηςτί σε τοσοῦτον εὐφραίνομεν ἀνιώμενοι; ὤφελες γὰρ ἢ μὴ συναγαγεῖν εἰς πόθον ἀνθρώπους ἢ γοῦν ἀπολαύειν ἀλλήλων ἐᾶν καὶ μὴ χωριζομένοις ἐφήδεσθαι. ἀλλὰ γὰρ ξένον οὐδέν, ὦ φίλε Νεστόριε, ἀνθρώπους ὄντας ἡμᾶς τοιούτων πειρᾶσθαι, ἀλλ' ὑποκύπτειν δεῖ τὸν αὐχένα καὶ ζυγὸν ἀνάγκης ὑπομένειν ἑκόντας· οἱ γὰρ ἑκούσιοι πόνοι τοῖς κάμνουσι μετριώτεροι. 67 Νηφαλίωι Εἰς ὅσον ἥκει τῆς ἀπορίας ὁ Στέφανος, οὐδ' ὑμᾶς οἶμαι λανθάνειν, καὶ ὅτι μηδ' ἐν ταῖς χερσὶ δύναται ποιεῖσθαι τὴν ἐλπίδα τοῦ βίου μικροῦ δεῖν καὶ τὸν ὀφθαλμὸν ὑπὸ τῆς Τύχης ἀφῃρημένος. ὅθεν θεραπείαν τινὰ πρὸς τὴν ἔνδειαν σοφιζόμενος εἰς διακόνων ἐνήλλακται σχῆμα. κινδυνεύει δὲ μηδὲν αὐτὸν ὀνῆσαι τὸ σόφισμα, πλὴν εἰ μὴ τῆς ἐπικουρίας τύχοι τῆς παρὰ σοῦ, ἣν καὶ πᾶσι προκεῖσθαι πείθομαι τοῖς βουλομένοις τυχεῖν· ὑμῶν γὰρ αἰτούν των ἐπινεύσει τις οἶμαι τῶν παρ' ὑμῖν ἐπισκόπων ἢ λειτουργοῦντα τοῦτον ἕξειν ἢ καὶ μόνον τρεφόμενον. ἴστε δὲ ὡς καὶ μηδὲν ὠφελούμενος οὐ παύεται φλυαροῦν· εἰ δὲ τύχοι τινὸς εὐεργεσίας, ποῦ τοῦτον οὐκ εἰκὸς ἀνακηρῦξαι τὴν χάριν; ἀναλώσει γάρ, οἶμαι, τὴν ἔμφυτον φλυαρίαν εἰς τὸ μεμνῆσθαι τῆς χάριτος. 68 Θωμᾶι Τῶν ἀγαθῶν ἀνδρῶν εὐφραίνειν οἶδε καὶ χωρὶς θέας ἡ μνήμη, καὶ τότε μᾶλλον, ἡνίκα τοὺς πειραθέντας ὅλου πληρώσαντες ἔρωτος μηκέτι παρῶσι χορηγοῦντες ἀεὶ τῇ θέᾳ τὴν ἡδονήν. τότε γὰρ ἀποροῦντες οἵτινες γένωνται τὸν πόθον ἔχουσιν ἀντὶ τῆς θέας ἀεὶ χορηγοῦντα τὴν μνήμην. ἑαυτοῖς γὰρ ἀνατυποῦσι τοὺς ἀπελθόντας καὶ παρόντων σοφίζονται μίμημα. ταῦτα γνωμολογῶ τοιούτῳ πάθει περιπεσών, ἐξ οὗ καὶ πειραθεὶς ἐθαύμασα καὶ μὴ παρόντα πάλιν ζητῶ, καὶ τὴν Τύχην προσεύχομαι μηχανᾶσθαί τι και νὸν καὶ συνάγειν ποτὲ τοὺς τοσοῦτον ἀλλήλων ἀπέχοντας ἐραστάς. 69 Παλλαδίωι Ἡ τῆς ὑμετέρας σοφίας ἐπιστολὴ ὁρωμένη μὲν πᾶσιν ἐκίνει συνήθως τὴν ἡδονήν· ὡς δὲ καὶ μανθάνειν ἔδει τὰ γεγραμμένα, μικροῦ δεῖν καὶ δακρύων αὐτὴν ἐπληρώσαμεν. ὧν γὰρ αἱ εὐπραγίαι κοιναί, τούτους καὶ εἴ τι λυπεῖ μετέχειν πάντως ἀνάγκη. ἀλλ' ὅρα πρὸς θεῶν, ὁπόσον ἡ Τύχη νεανιεύεται, μηδὲν ἐθέλουσα διακρίνειν, εἰ βάλλειν ἐπείγεται πονηρούς, εἰ κατὰ σπου δαίων ἀφίησι τὰ τοξεύματα. εἰ γὰρ ἦν ἀρετῇ μετρεῖσθαι τὰ πράγματα, οὐκ ἂν εὖ ἴσθι τῆς ἀδίκου Τύχης πεπείρασο. νυνὶ δὲ γυναῖκα θρηνεῖς, σώφρονα μέν, ὡς εἰκός, καὶ οἵαν ἔπρεπεν ἀνδρὶ σοφῷ συνοικεῖν, τὸ δὲ δεινότατον, παίδων μητέρα, καὶ τούτων ἔτι δεομένων μητρός. ταῦτα τίς μὲν ἀκούων οὐκ ἂν δακρύσειε, τίς δὲ παθὼν καρτεροίη μὴ γνώμην εὐτυχήσας τὴν σήν; πέπεισμαι γὰρ ὡς Ἰσοκράτει πειθόμενος, πρίν τι παθεῖν, αὐτὸς ἐγυμνάσω τοῖς πράγμασι, πολλὰ μὲν ὁρῶν τοιαῦτα, πολλὰ δὲ διηγουμένων ἀκούων. τί γὰρ τῶν χαλεπῶν ἡμῖν οὐκ ἄγει τὸν βίον; τί δὲ θαλάττης δείκνυσιν ἡμερώτερον; ὁ μὲν αἴρεται μέγας, ὁ δὲ πρὸς ὕψος ἐλθὼν προδιδοῦσαν ἔσχε τὴν Τύχην καὶ πέπτωκε· καὶ ὁ μὲν γηρᾷ τὸν θάνατον εἰς παραμυθίαν αἰτῶν, ὁ δὲ πρὸ τῆς ἥβης ἀνήρπασται. γαμεῖ τις ἕτερος, ὁ δὲ τὴν συνοικοῦσαν ὀδύρεται. ταῦτα τὸν βίον πληροῖ, καὶ τὴν Ὁμήρου βεβαιοῦν ἐπείγεται γνώμην, ὡς" 1οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο" 2· πανταχόθεν γὰρ ψηφίζεται τὸ δαιμόνιον μηδὲν μένειν οἷον καὶ γέγονεν, ἀλλ' εἴ τι κατὰ νοῦν ἐστιν ἀνθρώποις," 1μικρόν" 2 φησιν" 1ἀνάμεινον, καὶ πάντως οἰχήσεται" 2. τὸ μὲν οὖν παθεῖν θεοῦ προνοίᾳ δεδόσθω καὶ νεύματι πάντως καλῶς ἄγοντι τὰ ἡμέτερα, τὸ δὲ φέρειν ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως, νικᾶν ἐστιν ἀρετῇ καὶ μὴ πάντα διδόναι τῇ Τύχῃ. τοῦτο γὰρ τοῖς ἀγαθοῖς ἐγκαλλώπισμα, τὸ μὴ τὴν γνώμην συμμεταπίπτειν τοῖς πράγμασιν. οὐκοῦν ἅλις ἔστω δακρύων· οὐ γάρ" 1μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα" 2. τοῖς δὲ παισὶν αὐτός τε μήτηρ γενήσῃ καὶ θεὸς τὰς ἐπ' αὐτοῖς ἐλπίδας εἰς ἔργον ἄξει τῷ νεύματι. 70 Νεστορίωι Ἥσθην σου τῇ καλῇ καὶ λίαν ἐπιστολῇ, τὰ μὲν ἀπολογουμένῃ περὶ τῆς μακρᾶς σιωπῆς, ἥν, εἰ καὶ πολλάκις ἐγεγράφεις, ἐμοὶ γοῦν ἐσίγας, μέχρι τὰς ἐπιστολὰς ἐδεξάμην, τὰ δὲ καὶ λίαν ἐπιτιμώσῃ, ὅτι σοι τὴν ἀρχὴν ἐνεκάλουν σιγήν. ἥσθην ἄμφω ταῦτα, μὰ τοὺς θεούς. τὸ μὲν γὰρ οὐχ ἡμαρτηκότος ἦν περὶ φίλους, τὸ δὲ μηδὲ βουλομένου τοιοῦτον δοκεῖν. ἥττημαι τοίνυν σιωπὴν ἐγκαλέσας, καὶ βουλοίμην ἂν διὰ παντὸς ἐν τούτῳ νικᾶσθαι. δέδεγμαι δέ σου τὰς ἐπιστολὰς χρόνῳ καὶ μόλις, καὶ ἥ γε παρὰ σοῦ πρώτη πρὸς ἡμᾶς ἀφῖκται δευτέρα. σὸν δ' ἂν εἴη σκοπεῖν ὡς, εἰ δοκῶν ἀδικεῖσθαι τοσοῦτον κατηγορῶ, τίς ἂν γενοίμην ὄντως παθών. 71 Στεφάνωι Σὺ μὲν ἔτι σιγᾷς, καὶ ταῦτα τὴν Δάφνην οἰκῶν, τὸ λάλον ὕδωρ ἐκεῖνο καὶ μαντικόν· ἐγὼ δὲ πάλαι περισκοπῶ τὰς ὁλκάδας, μετέωρος ἀεὶ πρὸς τὸ μέλλον γινόμενος. αἱ δέ που καταίρουσι καὶ δευτέρα καὶ τρίτη, καὶ τὰ καθ' ἡμᾶς διελέγχουσιν ὡς μόνον ἦσαν ἐλπίδες. τὴν δὲ τῆς σιγῆς αἰτίαν σκοπῶ, καὶ πανταχόθεν ἠπόρημαι. εἰ μὲν γάρ τι λελύπηκακαίτοι λυπήσας μηδένταῦτα μὲν οἰχέσθω καὶ φέροιεν αὖραι. μείζω δ' οὖν ὅμως τῶν ἐγκλη μάτων ὑφίσταμαι δίκην, εἰ μὴ λαλοῦντος ἀκούσομαι. εἰ δὲ τὴν ἄλλως ἀκκίζει μὴ δύνασθαι λέγων εἰς κάλλος εἰπεῖν, δικασταὶ τούτων ἡμεῖς, καὶ τὴν αἰτίαν μεμφόμεθα. ἀλλ' ἤδη που τάχα τὸ πρᾶγμα μαντεύομαι, μηδὲ τῆς ὑμετέρας Δάφνης πιών. ἐρυθριᾶν φήσεις ὡς παραβὰς τὴν ὑπόσχεσιν καὶ τὰς συνθή κας ὑπεριδὼν καὶ τὸ βιβλίον ἔχων που τρίτον ἢ τέταρτον ἔτος τουτί, ὁ μηδὲ τρίτον μῆνα καθέξειν ἐπαγγειλάμενος. ταῦτα τοίνυν, εἰ μὲν ἀχθόμενος ἐρεῖς, δείξεις μὴ πλείω χρόνον κρατήσας. καὶ τὴν σιωπὴν ἀποδεξάμενος τὸ σύμβολον τῆς αἰδοῦς, τῇ ἀνάγκῃ τὸ πρᾶγμα λογίζομαι, καίτοι βιβλίον ὑμῖν δεδωκὼς οὗ τὴν τιμὴν οὐδέπω καὶ νῦν καταβέβληκα, ἀλλ' ἄδηλον εἴτε τοῦ πιπράσκοντός ἐστιν εἴτε τοῦ δεδωκότος ἐμοῦ. ἀλλ' ὅμως οὐδὲν ἐμπο δὼν τῇ σῇ χρείᾳ πεποίημαι, οὐ τὸ τοῦ κτήματος ἄδηλον, οὐ τὸ δεῖν ἐξ αὐτοῦ τι μαθεῖν, ἀλλὰ πάντα παριδὼν μετὰ πολλῶν ἄν σοι παρέσχον, εἰ καὶ τοῦτο ποιεῖν συνεχώρησας. ὅμως οὐδὲν δεινὸν εἰ μέχρι τοῦ νῦν ὁρίζεις τὸ βράδος. εἰ δὲ προσθήσεις ἔτι, τοσοῦτον ἀπολαύσω τοῦ πράγματος ὅτι δὴ πάντας ἀπίστους ἡγήσομαι· τί γὰρ ἂν ἐλπίσαιμι, παρὰ σοῦ τοιαῦτα παθών; ἀλλ' οὐχ ὅ γε σοφώτατος Ἰωάννης τοιοῦτος, ὃς ἓν λαβὼν παρ' ἐμοῦ μετ' οὐ πολὺν χρόνον δεύτερον προσαπέστειλεν. οὕτως εὐγνώμων δοκεῖν ἤθελε μᾶλλον ἢ κεκτῆσθαι βιβλίον. καὶ μή μοι λέγε ὡς" 1οὐκ ἀποστερεῖν ἐθέλων κατέσχον" 2. τοῦτο μὲν γὰρ τυγχάνω πεπεισμένος, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι. ἀλλ' οὐκ ἔδει παρατεῖναι τῷ βράδει, ὅπου γε ἴσον δύναται τῷ ἀποστερεῖν τὸ χρόνῳ καὶ μόλις ἀποδιδόναι. ἀλλά, πρὸς Φιλίου, μὴ ἀναμείνῃς ἔτι ἕτερα γράμματα μηδὲ πλοῖον ἕτερον ἢ τὸ κομίζον σοι τὴν ἐπιστολήν. 72 Διοδώρωι Ὁ φέρων σοι τὴν ἐπιστολὴν οὐ νῦν πρῶτον πειραθήσεται τῆς εὐνοίας τῆς σῆς, ἀλλ' ἔτι τὴν πρώτην διηγούμενος δευτέραν λήψεται πεῖραν, ὡς δὲ δοκῶ, τάχα καὶ μείζονα· ἐκείνης μὲν γὰρ ἀπέλαυσε κηδεστὴς καλεῖσθαι μέλλων ἡμέτερος, ταύτην δὲ λήψεται καὶ δὴ πρὸς ἔργον ἐλθών. ὁ δέ γε μέλλοντα τοῦτον τιμήσας, τίς ἂν εἴης, γεγενημένον ἰδών; οἶμαι γὰρ ὡς τῶν νόμων εὐθὺς τὰ ταμιεῖα κινήσεις, καὶ παραθήξας τὴν γλῶτταν κατὰ τῶν ἀδικούντων λόγων ἐπαφήσεις πηγάς. καὶ τί γὰρ ἕτερον ἢ βήματος Ἀττικοῦ πρὸς μνήμην ἄξεις τὸν θεατήν; ταῦτα λέγειν ἔχω, ταῦτα πάρεστιν ἐλπίζων ὁ νέος. καὶ οὔτ' ἐγὼ ψευδολογίας ἁλώσομαι, οὔτε μάτην ἐλπίσας ἐκεῖνος. 73 Κάστορι Τῷ φέροντι τὴν ἐπιστολὴν πολλὰ παρὰ σοῦ τὴν εὔνοιαν ἀπαιτεῖ· γένος συνάπτον ἐμοί, γάμος τὴν οἰκειότητα βεβαιῶν, καὶ τὸ δὴ μέγιστον ἡμέτερα γράμματα. καὶ οὐκ ἀλαζονείας ὁ λόγος, θαρροῦντος δὲ μᾶλλον, ὡς τἀμὰ μικρὰ μὲν τῇ φύσει, μεγάλα δὲ δύναται παρὰ σοί. δεῖται δὲ γλώττης δικαίας καὶ λόγων εὐροίας σβέσαι δυναμένης συκοφαντίαν. οἶδα τοίνυν ὡς τῆς ἐμῆς ἐλπίδος κρείττων γενήσῃ· φιλοτιμεῖ γὰρ ἀεὶ μεῖζον εἰς πεῖραν ἐλθεῖν ὧν ἄν τις ἐλπίσῃ παρὰ σοῦ. σὸν δ' ἂν εἴη λοιπὸν ἢ τὴν ἐμὴν ἐλπίδα νικῆσαι τοῖς ἔργοις ἢ μὴ ταύτης ἐλάττω δεῖξαι τὰ πράγματα. 74 Ἰλασίωι Τὸ παρ' ὑμῖν χωρίον καρποὺς μὲν τίκτειν ἔοικεν ἀγαθούς, ἀντικεῖσθαι δὲ μόνοις τοῖς σώμασι· τοὺς μὲν γὰρ θαῦμα τοῖς ὁρῶσι παρέχει καὶ τὴν τῆς ὥρας βιάζεται φύσιν, τὰ δὲ λαβὸν ἐρρωμένα μικρὸν ὕστερον ἀπέδωκεν ὠχριῶντα. ὅθεν οὐκ ἂν ἑλοίμην ὀλίγων καρπῶν ἀπολαύσας νοσεῖν καὶ τὴν αἰτίαν ἐρωτώμενος αἰσχύνεσθαι καὶ σιγᾶν, ὃ δὴ ποιεῖν εἴωθας σιγῇ τὰ χωρία κοσμῶν. σὲ δὲ βούλομαι καὶ πλείστων ἀγαθῶν ἀπολαύειν καὶ τῇ τοῦ σώματος ῥώσει τὴν τοῦ χωρίου φύσιν νικᾶν. 75 Νεστορίωι Χρεμύλος πεπλούτηκεν ἐξαίφνης, ἡ κωμῳδία φησί. καὶ σὺ νῦν πλουτεῖν ἔοικας, οὐπώποτε τοῦτο παθών, Ἴρου δὲ πτωχότερος ἀεὶ γεγονώς. ἐκεῖθεν ἄρα σοι ποθεινοτέρα γέγονεν ἡ πατρίς, ἣν πρότερον ἀπεκάλεις τῆς οἰκου μένης τὸ βάραθρον, ὅλος δὲ τῆς ὕλης γέγονας, τῇ φιλοσοφίᾳ χαίρειν εἰπών. τὸ δὲ πρᾶον ἐκεῖνο καὶ ἥμερον, ὅ σοι μόλις ἐνεποίησα τὸ πρότερον, καὶ τὰς ἐπὶ σοὶ τοῦ προκόψειν ἐλπίδας φροῦδα πάντα πεποίηκας. νῦν ὡς εἰκὸς ὄρειος γέγονας καὶ οἷον ὁ τῆς χώρας βούλεται νόμος. τοιαῦτα παρὰ τῆς τύχης ἀπέλαυσας ὁ παρὰ τὴν πενίαν πάλαι φιλοσοφῶν. ὅθεν ἐμφιλοχωρεῖς τῇ πατρίδι καὶ σκοπεῖς οὐχ ὅθεν ἔσῃ σοφώτερος, ἀλλ' ὅθεν ἂν ἴδοις κομῶντα τὰ λήια. ἐγὼ δέ σε ποθῶν τοὺς Ἔρωτας μέμφομαι, εἰ μὴ δύνανται ψυχὴν μίαν ἀντερᾶν ποιῆσαι τῶν οὕτω ποθούντων. 76 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τὰ ὑμέτερα γράμματα καὶ τὴν εἰς ἡμᾶς εὔνοιαν ἐδήλου καὶ γνώμης οὐκ ἀπήλλακτο σώφρονος, ἑκάτερον δὲ τῇ τοῦ ἑτέρου προσθήκῃ καθαρὸν ὑπεφαίνετο· οὔτε γὰρ ὡς ποθοῦντες ἁπλῶς οὕτως ἔχειν ἡμᾶς ἐβουλήθητε, ἀλλ' εἰ μὴ καὶ τὸ συμφέρον προσείη περιττὴν ἡγεῖσθε τὴν θέαν, οὔτε τῷ τοῦ μέλλοντος ἀδήλῳ περιδεεῖς γεγονότες τὴν πρὸς ὑμᾶς ἰέναι πάλιν ἀπηγο ρεύσατε, ἀλλ' ἦν καινὸς ὁ τρόπος τῆς συμβουλῆς καὶ ῥητορικῇ πρέπων ἐννοίᾳ, οὔτε τὸ καλοῦν ἔχων θρασύ, καὶ τὴν ἀποτροπὴν ὑφορώμενος. ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ κόμπου καὶ πραγμάτων ἐρᾶν καὶ τὴν ἑτέρων εὐδαι μονίαν ζηλοῦν, ὥστε καίπερ οὐ κατὰ νοῦν πράξας ἐνταῦθα, τοσοῦτον ὅμως ἐκαρτέρησα χρόνον. καὶ νῦν ἐπειδήπερ ἐπαγγέλλονταί μοι ποιήσειν τὰ μέτρια, οὐχ ἕρμαιον ἡγοῦμαι κούφαις ἁπλῶς ἐλπίσι βασιλέως πόλιν ἰδεῖν, καὶ ταῦτα τῆς ἡσυχίας ἐρῶν καὶ μίαν ταύτην εὐδαιμονίαν ἡγούμενος καὶ τοῦ Βυζαντίου πρὸς ἔννοιαν ὅλως ἐλθών, ὅπως ἐφόδιον εὕροιμι τοῦ ποτὲ πραγμάτων ἔξω γενέσθαι καὶ θειοτέρας ἀπολαῦσαι ζωῆς. πλὴν οὐκ ἐρῶν τῶν πραγμάτων τίθεμαι τὸ δοκοῦν. οὐδὲν γὰρ αἱρετὸν ὃ μὴ θεοῦ δέχεται νεῦμα, καὶ μὴ γινόμενον ἕκαστον τὸ μὴ θεὸν ἔχειν ἐπαινοῦντα δηλοῖ, ὥσπερ κἄν τι γένηται μὴ πάθει συνεζευγμένον, θεῷ πάντως ἐδόκει καὶ γέγονε. καὶ οὔτε τι μὴ δοκοῦν ἔστι γενέσθαι οὔτε γεγενημένον μὴ δοκεῖν, ὥστε εἴ τι τῶν ἐπηγγελμένων προβαίη, μένειν ὡς ἔοικε δεῖ, καὶ ἀντιλέγειν οὐκ ἔχω. εἰ δὲ λόγοι ταῦτα καὶ οἴχεται ἡ τῶν μὴ γενομένων ἀνάγκη, τὴν τοῦ θεοῦ δείκνυσι ψῆφον ὡς ὑμᾶς ἰέναι κελεύουσαν. εἰ γὰρ μή, ταῦτα πάν τως ἂν ὑπῆρξεν ἐφ' οἷς με μένειν ἐχρῆν. 77 Διοδώρωι Ὤιμην σε τὴν τῶν μαρτύρων παρ' ἡμῖν ἐπιτελέσαι πανήγυριν καὶ διδόναι μόλις ἡμῖν εὐτυχῆσαι τῇ θέᾳ· σὺ δὲ κἂν ὄναρ ἴδῃς τὸν Μαϊουμᾶν, ὡς ἔοικε, δυσχεραίνεις καὶ τὸν οἰωνὸν δεδιὼς ἀποφράδα τὴν ἡμέραν καλεῖς. οὕτω σοι πάλαι καὶ πόρρωθεν τὸ μῖσος ἐνέστακται, ὡς διὰ τοῦτο μηδὲ τοὺς φίλους ἐθέλειν ὁρᾶν, καὶ διελέγχεις τὸν χρόνον αὔξειν τὸν θυμὸν μᾶλλον ἢ διελέγχειν εἰδότα. ταῦτα προὔλεγον ἀεί, ταῦτα καὶ γέγονεν. ὁρῶν γάρ σε διὰ τοὺς λυποῦντας καὶ τὸν τόπον ἀποστρεφόμενον," 1ἰοὺ ἰού" 2 πολλάκις ἔφην, ὡς" 1ἅπαξ ἡμῶν ἀπαλλαγεὶς οὐκ ἐθελήσεις αὖθις ὁρᾶν" 2. ἀλλ' οὐδὲ Ἀχιλλεὺς τοσοῦτον χρόνον ἐθυμοῦτο τοῖς Ἀχαιοῖς, ἀλλὰ λυπήσας ἀπὼν εἶξεν αὖθις ὡς ἔδει καὶ μετεβάλετο. χάριν δ' οὖν ὅμως οἶδα τῇ Τύχῃ ὅτι μὴ Θέτιν ἔχεις μητέρα· πάλαι γὰρ ἂν ηὔξω καὶ ἀπολώλειμεν. 78 Εἰρηναίωι Τοῖς περὶ Ζώναιον τὴν ἐμὴν εὔνοιαν ἐνεποίει, τὸ μὲν πρῶτον ὑμεῖς, μετὰ δὲ τὴν πεῖραν τῶν νέων ἡ φύσις. καὶ τῶν πρώτων διὰ σὲ τυχόντες, τὸ τελευ ταῖον οὕτω μοι δι' αὑτοὺς ἐνεποίουν τὸν ἔρωτα. κοσμεῖ γὰρ αὐτοὺς τὸν μὲν τρόπον σπουδή, τὴν δὲ σπουδὴν οὐκ ἐλέγχειν οἶδεν ἡ φύσις, ὥστε εἰ μὴ προμηνύσας ἔτυχες, ἴσως ἂν ἐμαντευσάμην ὡς πρὸς σὲ τὸ γένος συν άπτουσι, τῷ χαρακτῆρι τῆς φύσεως στοχασάμενος. ἀλλ' εὖ γε τοῦ σοῦ γένους εἰ τὰ τοιαῦτα τίκτειν ἐπίσταται. τὴν μὲν οὖν ἐμὴν γνώμην ἐρρωμένην ἴσθι τοῖς νέοις· εἰ δὲ καὶ δύναμιν ὑπουργοῦσαν ἔχω τῇ προθυμίᾳ θεῶν ἐν γούνασι κείσθω.