Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c"> —
⋯
More
Original / primary: Pg Scrape Grc
79.1
Εὐσεβίωι καὶ Ἠλίαι Ἐγὼ καὶ παρόντας ὑμᾶς ἡδέως ὁρῶν καὶ ἀπόντων ἀεὶ μεμνημένος οὐκ ᾠήθην δεῖν σιγῇ τὸν καιρὸν παρελθεῖν· ἀεὶ μὲν γὰρ ὑμῖν ἐπιστέλλειν ἡδύ, τὸν δὲ κοινὸν παῖδα μὴ μετὰ γραμμάτων προπέμπειν οὔτ' ἂν ὑμεῖς ἐπῃνέ σατε, κἀγὼ ποιεῖν ᾐσχυνόμην. ἕως μὲν οὖν μοι παρῆν, σπουδῆς αὐτῷ χάριν ἐδόκουν καὶ φύσει γεγονέναι πατήρ· νυνὶ δὲ τὴν ἐξ ἡμῶν ἰόντι μόνον εὔχεσθαι δύναμαι διηγουμένων ἄλλων ἀκούειν, ὡς οἷον ἐβούλου τὸν νέον θεὸς ἐπ ένευσεν ἤδη καὶ γέγονεν. ἀλλά τις γένοιτο τούτῳ λόγων πατήρ, εὔνους μὲν οὐκ ἂν μᾶλλον, κρείττων δὲ ἴσως. 80 Φαίδρωι Ὄντως ἄρα τῆς ψυχῆς εἰκόνες ἦσαν οἱ λόγοι καὶ τοὺς ἀπόντας ἔδειξαν ὅπως ἔχουσι γνώμης, οὐχ ἧττον ἢ ζωγράφος ἅπερ ἂν ἐθέλῃ μιμεῖσθαι. τοῖς γὰρ ὑμετέροις γράμμασιν ἐντυχών, ὃν ἠγνόουν τῇ πείρᾳ, τοῦτον ἐκεῖνον ἔχειν ἐδόκουν, ὡς εἴ τις ἐξελὼν τὸ πρόγραμμα τὴν ἐπιστολὴν ἐπεδίδου, ᾤμην ἂν πατρὸς εἶναι φιλοστόργου πρὸς παῖδα τὰ γράμματα. τοιούτους ἡ ἀρετὴ τοὺς ἑαυτῆς ἔοικε τροφίμους δεικνύναι. τὸ γάρ σε μήτε ἰδόντα μήτε πεπειραμένον καὶ λόγου προκατάρχειν καὶ κοινὰ πρός με ποιεῖσθαι τὰ παρόντα τῶν ἀγαθῶν, τίνος εὐφημίας οὐκ ἂν τύχοι δικαίως; ἀλλ' ὅμως προῄρημαι μηδ' ἂν εἴ τι γένοιτο τὴν ἐμὴν Ἰθάκην ὑπεριδεῖν, ἀλλὰ καὶ τὸν Ὁμηρικὸν Ὀδυσσέα διὰ ταῦτα ζηλῶ, ὅτι πάντα παριδὼν τὴν μικρὰν ἐπόθει νῆσον καὶ ἧς οὐκ ἄν τις ἐπὶ βελτίστοις ἐμνήσθη. 81 Ἱερωνύμωι Πάλιν Αἴγυπτος καὶ τρυφή, καὶ πένητες ἡμεῖς παρὰ σοὶ καὶ λόγος ἀπόν των οὐδείς. οὐδὲν τοῦτο πρᾶγμα· γέλα μόνον χρυσῷ ῥέοντα τὸν Νεῖλον ὁρῶν. κἂν ἔτι μᾶλλον τὴν ὀφρῦν ἀνασπάσῃς οἴσομεν πάντως ὑπερορώμενοι. ἔσσεται γὰρ ἦμαρ, ὅτε πάλιν ὄψει τὴν Ἐλοῦσαν, καὶ δακρύσεις ψάμμον μεθισταμένην τοῖς πνεύμασι καὶ γυμνοῦσαν εἰς ῥίζας τὴν ἄμπελον. ἔνθα καὶ νύμφαι ξηραί τινες καὶ θαλάττιαι, καὶ Ζεὺς ὑέτιος οὐδαμοῦ. τότε γελάσω μὲν ἐγὼ καὶ κωμῳδήσω τὴν τύχην, σὺ δὲ νομιεῖς εὐδαίμονα τὸν νῦν ἀπερριμ μένον ἐμέ. πλὴν ἐν ὅσῳ σοι δίδωσιν ὁ Νεῖλος τρυφᾶν, γράφε μόνον καὶ κάλει σμικροὺς ἡμᾶς καὶ χαμαί τινας ἐρχομένους. οὕτω γὰρ καὶ σοῦ γράφοντος ἀπολαύσομεν καὶ τὴν σὴν ἀλαζονείαν τῇ τοῦ μέλλοντος ἐλπίδι παρα μυθησόμεθα. 82 Ζαχαρίαι καὶ Φιλίππωι Ὁ καλὸς Ἰωάννης κἀκ τοῦ γένους ὑμᾶς ἀπαιτήσει τὴν εὔνοιαν, κἀκ τῆς παρ' ἐμοὶ συμφοιτήσεως· ἔστι γὰρ Λεοντίου παῖς, εἰ Διονύσιον ἴστε τῆς ἡμετέρας τήθης τὸν ἄνδρα. τούτου πέφυκεν ἀδελφὸς ὁ τούτου πατήρ, ἵνα καίπερ εἰδότας ὑπομνήσω τὸν ἄνθρωπον. εἰ δὲ καὶ μὴ ταῦτα προσῆν, πάν τως ἂν οἰκεῖον ἡγήσασθε θιασώτην ἡμέτερον καὶ τὸν παρ' ἐμοὶ χορὸν ἐκ πληρώσαντα. οὐκοῦν μὴ μέλλετε τὸν νέον εὖ ποιεῖν ἔχοντα πανταχόθεν ὀφειλομένην τὴν εὔνοιαν· σιωπῶ γὰρ λέγειν ὡς καὶ τῷ τρόπῳ τοὺς ὁρῶντας ἐπάγεται, ἐρυθριᾶν εἰδὼς πρίν τι καὶ λέγειν, καὶ φθέγγεσθαι μέτρια, τῷ καιρῷ τοὺς λόγους μετρῶν καὶ τὸν νοῦν ὑπὲρ τὴν ἡλικίαν κτησάμενος. ὁ δὲ μιαρὸς Θεόδωρος τὸν πλοῦν ἡμῖν ἐπανατείνας πάλιν ἀνέδυ, τάχα κατα γνοὺς ἑαυτοῦ εἴπερ τι προειπὼν ἀληθεύσειε καὶ πρὸς πέρας ἐνέγκοι τὸν λόγον. 83 Ζαχαρίαι καὶ Φιλίππωι Ὁ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδιδοὺς τῶν ἐς ἐμοῦ φοιτησάντων ἐστὶν ἀνήρ, χρόνον μὲν οὐ πολύν, ἀλλ' ὅμως ἱκανὸν ἡγεῖται πρὸς τὴν ἐξ ὑμῶν εὐποιίαν καὶ τὸ ψιλὴν ἐπιγράφεσθαί μου προσηγορίαν. εἰ δὲ δεόντως ἔγνωκε, διδά σκαλον ἀναμένει τὴν πεῖραν. οὐκοῦν ἀγὼν ὑμῖν κἀκεῖνον μὴ ψευσθῆναι τῆς γνώμης, κἀμὲ μὴ καταισχῦναι τοσοῦτον ἰσχύειν παρ' ὑμῖν νομιζόμενον. 84 Ζαχαρίαι καὶ Φιλίππωι Πάλιν ὑμῖν ἐπιστολὴ καὶ πάλιν ἕτερος ὄχλος· ἔοικα γάρ που τοῦ αἰτεῖν μὴ τάχα μέτρον εἰδέναι ἀλλὰ φθάνειν ἀεὶ τοῖς δευτέροις τὰ προλαβόντα ἀποκρύπτειν, ὑμᾶς δέ γελᾶν τε ἀλλήλοις καὶ λέγειν ὡς κρείττων ἦν σιωπῶν ἢ πυκνοῖς βάλλων τοῖς γράμμασιν. ἀλλ' ὅμως κἂν διατριβὴν ὑμῖν παρέχω καὶ γέλωτα, σιωπᾶν οὐκ ἀνέξομαι, ὡς ἂν ὑμεῖς εἴποιτε, τέχνης ἀεὶ τὸ λαλεῖν παρὰ τῆς τύχης λαχών, καὶ ταῦτα τοῦ νυνὶ πράγματος εἰς ἡμετέραν χρείαν ὁρῶντος. οἱ γὰρ παρ' ἡμῖν λογάδες ψηφίσματι κοινῷ τὴν μεγίστην ἀξιοῦ σιν ἀρχὴν ῥᾴδιον ἐπινεῦσαι πρᾶγμα, πλοῖον ἀτελὲς σιτηρέσιόν μοι χορη γῆσαι δυνάμενον· αἰτοῦσι δὲ καὶ παλαιὰς συντάξεις βεβαιωθῆναι τοῖς δια δεξαμένοις καὶ ψιλὴν μεταθεῖναι προσηγορίαν. ταῦτα τὴν ὑμετέραν ἀνα μένει σπουδήν, ταῦτα πρὸς πέρας ἐνεγκόντες κἀμοὶ χαριεῖσθε καὶ τοῖς αἰτή σασιν ὑμᾶς δι' ἐμοῦ. εἰ δὲ ταῦτα παρίδοιτε, διπλᾶ μοι συμβαίνει παθεῖν, καὶ τὸ μὴ τυχεῖν τῆς ἐλπίδος καὶ τὸ δι' ὑμῶν μὴ τυχεῖν, ὧν τὸ μὲν αἰσχύνην τὸ δὲ ζημίαν ἐργάζεται. ἀλλ' εὐτυχήσομεν πάντως, θεοῦ μὲν ἄνωθεν ἐπι νεύοντος, ὑμῶν δὲ διακονούντων τῇ χρείᾳ, ψηφιζομένης δὲ τῆς μεγίστης ἀρχῆς. 85 Ζαχαρίαι καὶ Φιλίππωι Τοσοῦτον ἡμᾶς τὸ τάχος κατέπληξε τῆς ὑμετέρας σπουδῆς, ὡς τὰς ἡμέρας ἀριθμεῖν ἐξ οὗ πεπόμφαμεν τὰ ψηφίσματα, καὶ μικροῦ δεῖν ὑμᾶς νικῶντας τὸν χρόνον εὑρεῖν. τοσοῦτόν ἐστιν ἀγαθῶν ἀδελφῶν περιέπεσθαι σπουδῇ, κέρδος ἡγουμένων ἅπερ ἂν ἀλλήλοις πρὸς εὐθυμίαν πορίσωνται. τὸ δὲ καὶ νικῆσαι τῶν αἰτηθέντων τὴν χρείαν καὶ πλείω παρασχεῖν ἢ ὁ αἰτήσας ἐβούλετο, πόσην οὐκ ἐμφαίνει τὴν εὔνοιαν; μήτ' οὖν ὑμεῖς παύσησθε τοιαῦτα ποιοῦντες, μήτε μέγα φρονῶν ἐπὶ τούτοις ἐγώ. 86 Ἱερωνύμωι Σὲ μέν, ὦ βέλτιστε, τὸν ἐξ ἡμῶν ἀπάραντα κατάρχειν ἔδει γραμμάτων καὶ διδάσκειν εἰδέναι ποθοῦντας εἴ σοι γέγονεν ὁ Ποσειδῶν εὐμενὴς καὶ τῇ νηὶ τὴν θάλατταν ὑπεστόρεσεν, εἰ τὰ κατὰ τὴν Ἀλεξάνδρου γέγονεν εὐμενῆ, εἰ τὸν πολὺν Νεῖλον ἀνέπλευσας εὐτυχῶς, εἰ τὰ τῆς διατριβῆς εὐθαλῆ, καί σοι λοιπὸν ἐν μυριάσι τὸ νόμισμα, καὶ τὸν οἶκον ἔχεις Αἰγυπτίοις πλήθοντα δώροις. ταῦτα γράφειν ἐχρῆν καὶ τὰς ὑποσχέσεις πληροῦν, ἐν αἷς πολλαὶ μὲν ἐπιστολαί, λήθη δὲ τῶν φίλων οὐκ ἦν. σὺ δὲ καὶ ἐπιστέλλοντα παρορᾷς, οὐκ ἐθέλων ἀμείβεσθαι γράμμασι. τοιγαροῦν ἤδη καὶ δευτέραν ἐπέστειλα, κἂν ἔτι σιγήσῃς τάχα καὶ τρίτην προσθήσομεν, ἕως σέ τις ἐπεισέλθῃ τῶν δρωμένων αἰδώς, καὶ τὴν σὴν φωνὴν εὐτυχήσωμεν. 87 Ἀγαπήτωι Δεινὸς ἄρα τις ἦσθα κατηγορίαν ὑφαρπάζειν ἐλπιζομένην καὶ ταῦτα προφέρειν τοῖς ἄλλοις οἷς ἄν τις δικαίως ἐχρήσατο κατὰ σοῦ. πάλαι μὲν γὰρ εἶχες τὴν Ἀλεξάνδρου, καὶ ταύτην ἀπολιπὼν ἐσίγας, καὶ τὸ σὸν μέρος ἐλάνθανες καὶ παρών. ἀλλ' εὖ γε τῆς φήμης, ἣ τῶν ἀρίστων ἐᾷ λανθάνειν οὐδέν. αὕτη σε παρόντα μεμήνυκε, καὶ θαυμάζειν εἶχον ἀνθ' ὅτου δὴ καὶ σιγᾷς." 1εἰ μὲν σεμνὸν τοῦτο καὶ Πυθαγόρου νομίζει, ἀλλ' οὐ ῥήτορος" 2 ἔλεγον," 1ἡ σιγή· εἰ δὲ τὴν Ἐλοῦσαν ὡς θεοῖς ἐχθρὰν καὶ βάραθρον ἐδυσχέραινεν, ἐχρῆν παρὰ τῶν φίλων παραμυθίαν αἰτεῖν" 2. ὅθεν τούτων μὲν οὐδέν, ἔλεγον δὲ μᾶλλον ὡς πολὺς ἤρθης καὶ τοὺς πάλαι φιλτάτους λῆρον εἶναι δοκεῖς, καὶ ταῦτα τὴν Ἐλοῦσαν οἰκῶν καὶ μικροῦ δεῖν ὑπ' ἀδελφῷ μὴ γελῶντι παιδαγωγούμενος. ταῦτα κατ' ἐμαυτὸν ἐννοῶν οὐκ ἂν ἤλπικά σε κατήγορον ἐξαίφνης ἰδεῖν. ὅθεν προσεγέλων τὰ γράμματα, καὶ τὴν ῥητορικὴν ἐθαύμα ζον τοσαύτην χορηγοῦσαν τὴν ἐξουσίαν, δι' ἣν ἀπολογίαν ἐζήτουν ὁ πάλαι τῷ λόγῳ κατηγορῶν. ταῦτα τῆς σοφιστικῆς τὰ σεμνά, καὶ οὐδὲ τῶν ὁμο τέχνων ἐφείσατο, γλαῦκάς φησιν Ἀθήναζε παραπέμπουσα. οἱ δὲ ἐμοὶ παῖδεςοὕτως γὰρ ἐκάλεις τοὺς λόγουςπρὸς σὲ φοιτᾶν ἐρυθριῶσι, διελέγχειν εἰδότα καὶ λανθάνουσαν ἀμορφίαν. 88 Δωροθέωι Ἤδη με μέλλοντα πρὸς τὴν προτέραν γράφειν ἐπιστολὴν φθάσας αὐτὸς καὶ δευτέραν ἐπέθηκας· οὕτω κἀν τοῖς γράμμασιν ἐπείγῃ νικᾶν." 1ἀλλὰ τίς ὁ χρόνος" 2 ἐρεῖς," 1καὶ ἡ τοῦ μὴ γράφειν ἀναβολή;" 2 οὐκ ἔστιν ἄνθρωπον ὄντα πράττειν ὅσα τις βούλεται, ἀλλ' ἀνάγκη παρέπεσθαι καὶ δουλεύειν τῇ χρείᾳ καὶ πείθεσθαι τῷ καιρῷ. ὁ δὲ δίδωσιν οὐχ ὅσα τις θέλει, ἀλλ' ὅσα πρὸς τὴν χρείαν ἀνάγκη μετρεῖ. ταῦτ' ἄρα μέχρι καὶ νῦν ἄκων μέν, σιωπῶν δ' οὖν ὅμως ἠχθόμην, καίτοι θαυμάζειν ἔχων τὴν ὅτε παρ' ἡμῖν ἦσθα σπου δήν, τὴν ἐπειδὴ πάλιν ἀνήχθης ἔτι μοι διαμένουσαν εὔνοιαν, τὸν κατὰ σοῦ συστάντα φθόνον καὶ τὴν πάλαι τῆς τύχης ἐπιβουλήν, καὶ ὡς σώφρων ἀνήγου τῶν λόγων γινόμενος καὶ τῇ περὶ ταῦτα φλυαρίᾳ χαίρειν εἰπών, αἱρησάμενος τοῖς πᾶσιν ἐλαττοῦσθαι μᾶλλον, ἵνα κερδάνῃς τὰς Μούσας. ἀλλ' ὄναιο θᾶττον ἔρωτος μουσικοῦ, καὶ τοσοῦτον λάβοις ὁπόσον ἐθέλεις, καὶ γένοιο τῆς προλαβούσης διαβολῆς, εἰ μὲν ἀληθὴς ἦν, σωφρονέστερος, εἰ δὲ ψευδής, εὐτυχέστερος, ὅπως ὁ μετὰ ταῦτα βίος μηδὲ ψευδῆ διαβολὴν ἔτι δέξηται, ἀλλὰ φανείης πάλιν ἐκεῖνος ὁ πρότερον. οὕτω γὰρ ἂν ἑνωθέν των τῶν ἄκρων διόλλυται τὸ μέσον ἑκατέρῳ μέρει βαλλόμενον. 89 Στεφάνωι Ἔτι σιγᾷς; ἔτι τῶν ἠμελημένων ἡμεῖς; καὶ μὴν πάλαι γε πυκνοῖς ἡμᾶς εἶχες τοῖς γράμμασιν, καὶ ἦν ἥδιστόν τι χρῆμα φθεγγομένου πολλάκις ἀκούειν. ἀλλὰ νῦν ἐξαίφνης σιγᾷς καὶ τῆς ἡδονῆς ἐστερήμεθα. τοιαῦτα τῶν χρηστῶν βιβλίων ἀπέλαυσα. ζητῶν γὰρ ἐκεῖνα καὶ τὸν πάντων μοι φίλτα τον προσαπολέσαι δοκῶ. σὺ δὲ μάλιστα μὲν καὶ τὸ βιβλίον ἀπόστειλον καὶ τῆς πρὶν εὐνοίας ἀπολίπῃς μηδέν. εἰ δὲ μή, τὸ γοῦν φίλους εἶναι διαμενέτω. δόξω γὰρ οὕτω πεπονθέναι μηδέν. δήλωσον δέ μοι καὶ ὅπως ὑμῖν ἔχει τὸ φροντιστήριον, καὶ εἰ πλῆθος ὁμιλητῶν σοι περιφράττει τὸ θέατρον, καὶ, τὸ δὴ μέγιστον, εἰ πλούτῳ κωμᾷς, καὶ σοί τις Πακτωλὸς τὴν οἰκίαν ἐπέκλυσε. ταῦτά σοι γινέσθω, καὶ τὸ βιβλίον ἐσχήκαμεν καί σοι λοιπὸν εἰς χιλιάδας ἀριθμεῖται τὸ νόμισμα. 90 Σαβίνωι Εἰ τοῖς ἐρῶσιν ἡμέρα μία πρὸς γῆρας ἀρκεῖ, οὐκ ἂν φθάνοις ἀριθμῶν ὁπόσα δὴ γεγηράκαμεν. πάλαι μὲν γὰρ ἦμεν εὐδαίμονες σέ τε ὁρῶντες καὶ τῶν σῶν ἀντεχόμενοι· καὶ ἦν ἡμῖν πάντα χρηστά, ὄψις ἡδίστη, λόγοι κατακηλοῦντες τὴν ἀκοήν, γνώμη χορηγοῦσα τὴν εὔνοιαν. καὶ ὅ τί τις ἐπόθει καλόν, ἤρκει πρὸς σὲ μόνον ἰδεῖν. ἀλλὰ νῦν ἐξαίφνης ἔρημοι πάντων ἡμεῖς, ὅθεν ἠπόρημαι καὶ τῶν μύθων ἐρῶ καὶ Περσεὺς ἐκεῖνος εὐξαίμην γενέσθαι· τάχα γὰρ ἂν ἐξείη μοι μικρὸν ἀναπτομένῳ παραμυθεῖσθαι τὸν ἔρωτα." 1ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;" 2 ἰδοὺ γάρ με καὶ πτεροῖς ὁ πόθος ἀνέπλασε καὶ Περσεὺς καὶ μῦθος γεγένημαι καὶ ὅσα γε ποθοῦσα διάνοια ῥᾳδίως ἀνα πλάττειν ἐθέλει. ἤδη δέ σε καὶ ὄναρ ἥσθην ἰδών, καὶ ἀναστὰς εὐθὺς παρ εμυθούμην τῇ θέᾳ. εὖ δὲ ποιῶν τὸν φέροντα τὴν ἐπιστολὴν ἐμοί τε χαριῇ καὶ βεβαιώσεις ἣν ἔχων ἐτύγχανε γνώμην, ὡς εἰ δέξαιο γράμματα παρ' ἡμῶν, οὐδὲν ὅ τι μὴ ῥᾳδίως ποιήσεις. 91 Ἱερωνύμωι Ὅσης σου τῆς κατηγορίας ἀπελαύσαμεν οἱ ἀλαζόνες ἡμεῖς καὶ λίαν σοφισταὶ καὶ νοσοῦντες ὑπεροψίαν ἐν μετρίῳ τῷ σχήματι. καὶ οὐκ ἂν ἔχοιμι λέγειν ὅσα καθ' ἡμῶν συνεφόρησας, ὥσπερ καιρὸν πάλαι ζητῶν ἐφ' ἡμῖν ἐγεῖραι τὴν γλῶτταν. ὅθεν οὐδὲ πρόφασιν δικαίαν λαβὼν εἰς μέσον ἄγεις ἃ πάλαι κρύπτων ἐλάνθανες. τί γάρ, εἰπέ μοι, δεινὸν εἰ πρὸς σὲ γράφων" 1Προκόπιος Ἱερωνύμῳ χαίρειν" 2 ἐπέγραφον; ὡς μὲν γὰρ ἀρχαῖος ὁ νόμος, ἔχω δήπουθεν ὁμολογοῦντα ἂν καὶ σέ." 1ἀλλ' οὐδὲν δεῖ" 2 φής" 1τὴν νῦν ἐπι πολάζουσαν ἐκβῆναι συνήθειαν" 2. οὐκοῦν κατηγόρει κἂν εἰ τὴν νῦν κρατοῦ σαν τρυφὴν εἰς σεμνότητά τις τὴν ἀρχαίαν ἐπανάγειν ἐθέλοι, κἂν εἰ τὴν μουσικὴν ἐκπεσοῦσαν εἰς ὕθλους μελῶν καὶ δημοτικὴν φλυαρίαν εἰς τὴν Τερπάνδρου μοῦσαν αὖθις ἐνέγκοι. αὐτὸς δὲ πόθεν ἡμῖν, πρὸς Φιλίου, σεμνὸς εἶναι δοκεῖς εἴ τι ῥῆμα φθέγξαιο τῶν Ἀττικῶν, καὶ τύχοις τῶν ἐπαινούντων ὡς ἀρχαῖον καθέστηκε, παρὸν ἐμφορεῖσθαι τῶν ἐκ τριόδου ῥημάτων καὶ ταῦτα φέρειν ἐπὶ τοῦ βήματος; ἢ τί δῆτα τῶν μειρακίων προκαθεζόμενος οἴει τι μέγα φέρειν Ἀριστείδου τοῦ πάνυ πρὸς ἔπαινον, εἰ λέγοις ὡς αὐτός; ἢ Πολέμων τῆς Ἀσιανῆς τερατείας τὴν ἀρχαίαν ῥητορικὴν οὐκ ἐκάθηρεν; εἰ δέ σοι τότε γενέσθαι παρέσχεν ἡ τύχη, τάχ' ἄν μοι καὶ γραφὴν ἐπενέγκα σθαι κατ' ἐκείνου δοκεῖς, ὅτι τὰ συνήθη παριδὼν ἀλαζὼν εἶναι βούλεται, πρὸς ἀρχαίαν ἀναγόμενος μοῦσαν. εἴθε δὲ καὶ τράπεζα νῦν αὖθις ἐκράτει Λακωνικὴ καὶ ἦν ἡμῖν ὁ βίος ὡς πάλαι τοῖς Πέρσαις μᾶζα καὶ ὕδωρ καὶ κάρδαμα. ταῦτα δὲ καὶ νῦν ἐν Ἐλούσῃ τις ἴδοι κρατοῦντα τῇ σῇ, οὐ διὰ καρτερίας ὑπερβολήν, ἀλλ' ὅτι τοσαῦτα μόλις χορηγεῖ τοῖς ἐνοικοῦσιν ἡ γῆ. ἀλλ' ὅμως αὐτὸς τρυφὴν Αἰγυπτίαν μαθὼν ἀπεδύσω τὰ πάτρια, ὁ φυλάτ τειν τὰ συνήθη νομοθετῶν, κἂν ἔξω τοῦ πρέποντος ᾖ. τὸ δὲ καὶ ἀλαζόνα με καλεῖν, ὅτε σε μετὰ τὴν ἐμαυτοῦ προσηγορίαν φέρων ὑπέταξα, ἔοικεν οὐ λίαν εἰδότος ὡς οὐ τὸ πρῶτον τῇ τάξει καὶ τῆς τιμῆς ἔχει πάντως τὰ πρῶτα, οὐδὲ τὰ Δημοσθένους εἰδέναι ποιουμένου, ἅπερ μελετᾶν εἴωθε τὰ παιδάρια, ὡς ἄρα τὸ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν, ὕστερον ὂν τῇ τάξει, πρό τερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν. εἰ δὲ πάντως ἀλαζονείαν τὰ τοιαῦτα κατηγορεῖς, καιρὸς καὶ τοὺς πάλαι κεχρημένους τῷ νόμῳ τῆς τοιαύτης ἐπι γραφῆς ὑπεροψίας σὺν ἐμοὶ περιβάλλειν νοσήματι, ὧν τοὺς ἄλλους παρεὶς Σωκράτην λέγω καὶ Πλάτωνα τοὺς ἄνω τὴν φιλοσοφίαν ἐξάραντας. ἀλλὰ περὶ ἀλαζονείας αὐτόθεν κατάβαλε, καὶ μὴ κίνει κατὰ σαυτοῦ τῆς παροιμίας τὴν μάχαιραν. ἢ οὐ σὰ δήπου πάλαι ταῦτα καθέστηκεν, ὡς ἅμα σε τῆς ὁλκάδος ἐκβάντα προὔπεμπον δὴ σὺν βοῇ τινὶ βαρβάρῳ τῶν Αἰγυπτίων οἱ παῖδες, καὶ πανήγυρις ἦν οὐχ ἧττον ἢ ὅτε πάλαι φορά τις αὐτοῖς εὐμενὴς ἐδίδου τὸν Ἆπιν, καὶ ὡς ἐπὶ τούτοις ὑψοῦ τῆς διανοίας ἀρθεὶς ἐμὲ μὲν μικρὰν οἰκοῦντα πόλιν φαῦλον ἐκάλεις, ἀπόρριπτος δὲ παρὰ σοὶ πατρίς τε καὶ γυνὴ καὶ τὸ παιδίον αὐτό; καί πού με φιλοσοφοῦντα λῆρον ἐδόκεις, ὅτι με μὴ κρότος εἶχε πολύς, ἐξ ἀσήμου φωνῆς, ὦ Ζεῦ, καὶ βαρβάρου γλώττης ὤν· καί, τὸ δὴ μέγιστον, εὐδαίμονα σαυτὸν ἐκάλεις, εἰ σίτου σοι καὶ κρεῶν πλήρη τὴν οἰκίαν ἀπέδειξαν. ὁρᾷς ὅσον ἐπὶ σμικροῖς ἐπήρθης, ὁ νῦν ἀλαζονείας γραφόμενος; καὶ ταῦτά φημι μὰ τοὺς θεούς, οὐκ ἀμύνασθαί σε τῶν ῥημάτων ἐθέλων, οὐ γὰρ πρὸς τῆς ἐμῆς τοῦτο κρίνω φιλοσοφίαςἀλλ' εἴ πως δυναίμην, μετριωτέραν σοι τὴν γλῶτταν ἀποδεῖξαι βουλόμενος. ἀλλ' ὅπως μὴ τὴν δύναμιν τῶν ἐμῶν λόγων καταπλαγεὶς πόρρω γένῃ τοῦ τὰ τοιαῦτα γράφειν ἡμῖν. μὰ γὰρ τὸν σὸν Νεῖλον καὶ τὰς παρούσας σοι Χάριτας, θέατρον λογικὸν τὴν σὴν παρέσχον ἐπιστολήν, κἀν τῇ Γάζῃ μέσῃ πρὸς πάντας ἐλέγετο. κἀγὼ μὲν ἀλαζὼν ᾐδούμην ὑπὸ τῶν σῶν γραμμάτων καλούμενος, ἐγέλα δὲ τὸ θέατρον ἐπ' ἐμοί· σὺ δὲ τῶν λόγων εὐδαίμων ἐδόκεις. 92 Ὠρίωνι Ἀεί σε φέρων τῇ μνήμῃ μικροῦ μοι καὶ παρεῖναι δοκῶ καὶ τὸν ἀπόντα παρεῖναι σοφίζομαι. καί μοι μεμνημένῳ πάντα πρὸς ἡδονὴν συνεισέρχεται, τὸ τῶν τρόπων εὐσταθές, ἡ περὶ τοὺς λόγους σπουδή, τῆς διανοίας τὸ μέτριον καί, τὸ δὴ μέγιστον, σωφροσύνη νεότητος ἀλόγους ὁρμὰς ἀνακό πτουσα. καὶ πρὸς ἐμαυτὸν ἔσθ' ὅτε λογίζομαι ὡς ὁ πάντων ἡμῶν ὁρώντων τοιοῦτος φανεὶς τίς ἂν γένοιτο καθ' ἑαυτὸν γεγονώς; νικήσει γάρ, οἶμαι, τὰ φθάσαντα πρὸς ἑαυτὸν ἁμιλλώμενος, ὅπως ἂν δείξῃ τοῖς ἀποῦσιν ἡμῖν ὡς ἄρα δι' αὐτὴν ἐτίμα τὴν ἀρετήν, ἀλλ' οὐχ ἡμᾶς τοὺς ὁρῶντας αἰδούμενος. εἰ δὲ καὶ πόλιν ἔχει τρυφῶσαν, καὶ πολλὰ τῆς ἀσελγείας τὰ παραδείγματα, τοῦτο φιλοτιμότερον αὐτὸν ἀντιτάξει ταῖς ἡδοναῖς. τίς γὰρ ἀθλητὴς ἐπὶ τῷ νικᾶν σεμνυνόμενος εἰς Ὀλυμπίαν ἐλθὼν τοῦ ἀγῶνος τὸ μέγεθος καιρὸν ῥᾳστώνης ἡγήσεται, ἀλλ' οὐκ ἐπιτενεῖ μὲν αὐτίκα τὴν ἄσκησιν, βεβαιώσει δὲ τὰς προλαβούσας νίκας τῇ μείζονι; καὶ σὺ δὴ μύσας τὰς αἰσθήσεις, ἀκλινὴς πρὸς πᾶσαν ἀκοὴν καὶ θέαν γενόμενος, δείξεις ὡς οὐχ ἡ τῶν κακῶν εὐπορία τὴν σωφροσύνην οἶδε νικᾶν, ἀλλ' ἔνθα τῶν σεμνοτέρων ὁ πόθος, κἂν τὰς Σειρῆνας εἴπῃς, κἂν τὴν πάντα μεταβάλλουσαν Κίρκην, νικήσει πάλιν Ὀδυσσεύς, νῦν μὲν τὸ μῶλυ δεικνύς, λόγον, οἶμαι τοῦτον ὃν Ἑρμῆς ἐδωρή σατο, νυνὶ δὲ περιδήσας ἑαυτὸν ἀρετῇ, καὶ πολλὰ βοώσας οἶμαι παρα πλέων τὰς ἡδονάς.

Intertext edge

Open linked passage

Note