Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
93.1
Ἀπολλωνίωι Ὁ εὐλαβέστατος Μαρτύριος, πλουτῶν μὲν ἀρετῇ, τῇ δὲ τύχῃ πενόμενος, δεῖται τῆς ὑμετέρας ῥοπῆς, πλείστην ἔχων, ὥς φησιν, ἐκ τῶν φθασάντων τὴν πεῖραν, καί με ῥᾳδίως ἔπειθεν, ἐπιστάμενον ὡς πᾶσι χεῖρα προτείνεις τοῖς ὀρθοῦσθαι δεομένοις καὶ πρὸς ἐπικουρίαν καλοῦσι· τοσαῦτα γὰρ ἔχων παρ' ἡμῖν ὅσα μήτ' ἰσχὺν ἐντίθησι καὶ ἀποθνῄσκειν ἐᾷ, εἰς ὑμᾶς ὁρᾷ, λύσιν εἶναι κακῶν τὸ τοιοῦτον ἡγούμενος. ἀλλ' ἀντέχου προθύμως, ὄμμα διδοὺς εὐμενὲς καὶ διὰ σαυτὸν καὶ δι' ἐμὲ καὶ διὰ τὸν ἐν χρείᾳ καθεστηκότα. καὶ γὰρ θαρρῶν ἔλεγεν ὡς ἐὰν δέξῃ γράμματα παρ' ἐμοῦ, οὐδὲν ὅ τι μὴ ῥᾳδίως ποιήσεις. ἐμοῦ δὲ μειδιῶντος καὶ ὁπόθεν οἶδεν ἀνερομένου, καὶ κατεγγυᾶσθαι τὸ μέλλον ἕτοιμος ἦν. οὐκοῦν πλήρωσον αὐτῷ τὰς ἐλπίδας, ἵνα μὴ χρείας αὖθις καλούσης κατεγγυᾶται τὸ μέλλον ὡς οὐδὲν ἀνύσαιμι παρ' ὑμῖν. 94 Διοδώρωι Δέδεγμαί σου πάλιν ἐπιστολὴν τοῖς μὲν λόγοις σαφῆ καὶ λίαν καλήν, τοῖς δὲ γράμμασιν ἀσαφῆ καὶ τῶν λόγων τὴν χάριν καλύπτουσαν. δοκεῖς γάρ μοι, δεδιὼς μή ποτε πρὸς λήθην ἔλθῃς τῆς φύσεως πρὸς τὸ σαφὲς αὐτὴν βιασάμενος, τῷ τύπῳ τῶν γραμμάτων παραμυθεῖσθαι τῶν ῥημάτων τὸ γνώριμον, ὅπως ἂν πάλιν ἐκ τῆς συνήθους ἀσαφείας ἔχῃς τὸ γνώρισμα. οὕτως σοὶ πλεονέκτημα τὸ πρᾶγμα φαίνεται, καὶ δεδιέναι μοι δοκεῖς ἐκπεσεῖν τοῦ προσρήματος. θάρρει τοίνυν, ὡς οὔποτε μεταθείμην τῆς δόξης, ἕτερα φρονῶν περὶ σοῦ, οὐδὲ ἑκὼν εἶναί σε τῆς θαυμαστῆς εὐκλείας στερήσαιμι. μόνον μή με ἀναγκάσῃς Πυθώδε φοιτᾶν καὶ δεικνύντα τὰ γράμματα" 1φράσον" 2 λέγειν" 1ὦ μαντικὲ Πύθιε, τί ποτε λέγειν ὁ γράφων ἐβούλετο;" 2 ταῦτα δέ μοι πεπαίχθω πρὸς σέ, τὴν ὑμετέραν χάριν ἐκμιμουμένῳ. 95 Νηφαλίωι Τὰ μὲν ἐξ ὑμῶν γράμματα πρὸς τὴν πανήγυριν ἤδη καλεῖ, καὶ τὸν οἶκον ἡμῖν προτιθέναι φησί, κοινά τε τὰ παρόντα ποιεῖ, καὶ τὸ τοῦ λόγου ἡμῖν ἀγαθὸν ἐπαγγέλλεται· ἐγὼ δὲ τῆς μὲν εὐνοίας ὑμᾶς ὑπεράγαμαι, καὶ δή μοι πεπληρῶσθαι δοκῶ τὴν πανήγυριν, ἐπιστολῆς ὑμετέρας τυχών. πρὸς δὲ τὴν ἐντεῦθεν ὁδὸν πολλά μοι καθέστηκε τὰ κωλύματα. σὺ δέ μοι καὶ πρᾶττε καλῶς καὶ νίκα τὰ λυποῦντα καὶ μέμνησο μὴ μόνων παρόντων. εἰ δὲ καὶ γράμμασιν ἀθυμοῦντας ἀνάγοις, τοῦτό μοι τῆς Πολυκράτους εὐτυχίας σε μνότερον. πολλὰ γὰρ οἱ χρηστοὶ τὰς ἡμετέρας διέσεισαν ἀκοάς, ὡς" 1πέπραχέ τι δεινόν" 2σὲ δὴ λέγοντεςὡς" 1ἥλω πράττων" 2 ὡς" 1γέγονεν ἀφανής" 2. ταῦτα λογοποιοῦντες μάρτυρας παρῆγον, οὓς ἐκεῖθεν ἥκειν διισχυρίζοντο, καὶ ἄλλος ἄλλῳ διηγεῖτο, καὶ διὰ πάντων ἡ φήμη. ὡς δὲ τὴν παρ' ὑμῶν ἐδεξάμην ἐπιστολὴν τοσοῦτον ἀπέχουσαν τῆς ἀδίκου φήμης, ὡς καὶ πρὸς πανήγυριν τοὺς φίλους καλεῖν, εὐθὺς ἐγενόμην περιχαρής, καὶ τοῦ ψεύδους ἔχων τὸν ἔλεγχον πανταχοῦ ταύτην ἐκήρυττον, ὥστε τοὺς πάλαι θρασεῖς μόλις ἐρυθριᾶν καὶ κύπτειν εἰς γῆν καὶ τῆς τύχης οἶμαι καταβοᾶν ὅτι μὴ πλείω χρόνον ἐλάνθανον. 96 Σιλανῶι Ὁ καλὸς Μακάριος σπουδῆς ἕνεκα καὶ τρόπων τῆς ἐμῆς ἀπολαύων εὐ νοίας, ἐπέδωκέ μοι φέρων τὴν ὑμετέραν ἐπιστολήν, ἐγὼ δὲ τοὺς τύπους ἐπιγνοὺς ἅμα τῇ θέᾳ καὶ τὴν ἐπιγραφὴν ἀσπασάμενος, εὐθὺς μελλήσας οὐδὲν τῶν γεγραμμένων εἴσω γεγένημαι, καὶ ὁ μὲν κύκνος εὐθὺς ἐνήχει ταῖς ἀκοαῖς, καὶ ὥσπερ τῷ Ζεφύρῳ τὸ πτερὸν ἀνεὶς ὅλος ἀνέκειτο ταῖς ᾠδαῖς καὶ μουσι κώτερος ἦν, τὴν δὲ σὴν ἀηδόνα νῦν ὄντως ἔγνων ὡς οὐ μῦθος ἦν Ἀττικός, ἀλλ' ἐξ Ἀθηνῶν ὑπῆρχεν ἡ κόρη, καὶ γέγονεν ὄρνις, καὶ τὴν Ἀττικὴν φυλάττει τοῖς μέλεσι· τοιοῦτον αὐτῇ τὸ σχῆμα τῆς ἐπιστολῆς δημιουργοῦσιν οἱ λόγοι. ἐγὼ δὲ τούτοις ἡσθεὶς ἀνέπνευσά τε μέγα καὶ παλαιᾶς εὐδαιμονίας ἀνηγόμην εἰς μνήμην, ὡς συνῆμεν ἀλλήλοις παρὰ τὸν Νεῖλον, ὡς ἀδεῶς ἐμφορεῖσθαί σου παρεῖχεν ἡ τύχη, ὡς στερηθεὶς ἠχθόμην, ὡς χαίρω νῦν κομισάμενος. καὶ γάρ σε διὰ τῆς ἐπιστολῆς ἔχειν ἤδη δοκῶ. καὶ χάριν ὡμο λόγουν τῷ ταύτην ἐμοὶ δεδωκότι, καὶ" 1ὡς εὐδαίμων" 2 ἔφην" 1ὦ παῖ τοῦ γένους ὑπάρχεις" 2, καὶ ἐμεμφόμην ὅτι σοι προσήκων ἐλάνθανε. τίς οὖν γένω μαι; πόθεν ἂν δυναίμην αὐτῷ παρέχειν ὁπόσα καὶ βούλομαι; εἰ δὲ μετρήσεις τῇ προθυμίᾳ τὴν χάριν, οὐδέν ἐστιν ὅ τι μὴ λήψεται παρ' ἡμῶν. ἀκούσας δέ σε καὶ γάμου φέρειν ζυγόν, εὐξαίμην σου καὶ παῖδας ἰδεῖν τοῖς ὁρῶσι τὸν πατέρα κηρύττοντας. 97 Μακαρίωι Τῆς περὶ ἡμᾶς εὐνοίας γλυκύ σου καθέστηκε καὶ τὸ σύμβολον, καὶ μιμεῖται τὴν γνώμην τὸ δῶρον τῷ μέλιτι συμπλεκόμενον. λόγων γὰρ γενόμενος ἐραστὴς καὶ τούτων ἐμφορηθεὶς ἔγνως ὡς μέγα δή τι χρῆμα φιλία συμ προϊοῦσα τῷ χρόνῳ καὶ μὴ τῇ διαστάσει δεχομένη τὴν λήθην. ὅθεν σε καὶ πρὶν ἐπαινῶν νῦν ἔτι πλέον τεθαύμακα, ὅτι καὶ μὴ παρὼν καθέστηκας παρα πλήσιος. ἀλλά μοι πρᾶττε καλῶς καὶ τῶν νόμων ἐμφοροῦ καὶ γένοιο δὴ θᾶττον, ἵνα τι καὶ λέξω ποιητικόν" 1πατρί τε σῷ μέγα χάρμα πόληί τε, παντί τε δήμῳ" 2. 98 Διοδώρωι Τί τοῦτο πέπονθας ὁ πολὺς τὴν γλῶτταν, καὶ μέγα πνέων κατὰ τῶν σιωπώντων; ἑάλως οἷς ἐνεκάλεις, καὶ σεαυτοῦ κατηγορήσας ἐλάνθανες, καὶ τοῖς σεαυτοῦ δικτύοις ἑάλως σαγηνευθείς. ἃ γὰρ ἐμέμψω δράσας οἴκοθεν ἔχεις τὸν ἔλεγχον καὶ τοῖς σεαυτοῦ πτεροῖς ἑάλως, τὴν παροιμίαν παθών. ὥστ' εἴ τι τῶν προσηκόντων ἐγίνετο, τὴν σὴν ἄν σοι πάντως ἐπιστολὴν ἀντεπέθηκα· τάχα γὰρ ἂν ἔγνως ἐπιτιμήσας μὲν ὡς οὐκ ἂν ἁμαρτών, πλημ μελῶν δὲ νῦν ὡς κατηγορήσας οὐδέν. καὶ τὸ μέγιστον, ὅτι φιλοτιμησάμενος ὑποδήματα καλά τε λίαν καὶ περὶ πόδα μᾶλλον, ὡς τῇ κωμῳδίᾳ δοκεῖ, καὶ ταῦτα γραμμάτων ἔρημα πέπομφας, μήτε τὸ δέξαι μήτε τὸ χαίρειν εἰπών. καίτοι μεῖζον, ὡς εἰκός, ἐπὶ τούτοις ἐφρόνησας ἢ Κροῖσος ἐκεῖνος τὰς θαυ μαστὰς δὴ πλίνθους τῷ Πυθίῳ δωρούμενος. δηλοῖ δὲ τὸ πάλαι σε ταῦτα παρὰ τοῦ δημιουργοῦ κομισάμενον μέλλειν ἀεὶ καὶ καταστοχάζεσθαι τοῦ καιροῦ, ὅπως ἂν ἐρχομένης τῆς πανηγύρεως ταῦτα λαβὼν προέλθω τοῖς ὁρῶσι τὴν φιλοτιμίαν βοῶν. ὅθεν σου τὸ πάθος μαθὼν προῄειν κατὰ τὸν Ὁμηρικὸν Αἴαντα μακρὰ βιβάς, καὶ κατεκρότουν τὴν γῆν ἐπιστρέφων πρὸς τοὺς πόδας τὸν θεατήν, καὶ εἴ τις ὁρῶν οὐκ ἐβούλετο, ὑβριστὴν τοῦτον ἐδόκουν καὶ τέλος ὁρᾶν κατηνάγκαζον, καὶ μηδενὸς ἐρωτῶντος ὁπόθεν ἔχω λαβών," 1Διόδωρος ὁ δούς" 2 ἀνεκήρυττον. καὶ διὰ πάντων ὑπῆρχεν ἐπ' ἐμοὶ μὲν ἀπειροκαλίας γέλως, ἐπὶ σοὶ δὲ τῆς εὐνοίας ἡ φήμη. τοιαῦτά σοι τῶν καλῶν ὑποδημάτων ἀπέλαυσα, μικροῦ δεῖν ἐπὶ κεφαλὴν βαδίσας, ὅπως ἐν καλῷ τῆς θέας ἔσται τὸ δῶρον. 99 Ἐπιφανίωι Οἶμαί σε ποιεῖσθαι λίαν ἐν θαύματι τί δῆτα νῦν παθὼν ἤδη καὶ γραμμάτων κατάρχομαι. τούτου δὲ τὴν αἰτίαν εἰ βούλει μαθεῖν, Στρατήγιος τοῖς λόγοις στρατεύεται κατὰ σοῦ, καὶ πολὺς μὲν ταῖς λοιδορίαις χωρεῖ, μακρὰν δὲ κατατείνει κατηγορίαν, καὶ δικαστήριόν μοι τὴν οἰκίαν πεποίηται. τὸ δὲ μέγιστον, ὥσπερ γὰρ οἱ δεινοὶ τῶν ῥητόρων, οὐκ ἀρκεῖται τοῖς παροῦσι μόνον ἐγκλήμασιν, ἀλλὰ μίγνυσι παλαιὰ καινοῖς, καὶ μύθους ἀρχαίους ἀνακινεῖ, καὶ μάρτυρα κατὰ σοῦ πόλιν ὅλην τὴν Ἀλεξάνδρου παρέχεται, θέας ἱππικὰς διηγούμενος καὶ κύβων σπουδὴν καὶ διαλόγους περὶ τῶν ἵππων δημοτικοὺς καὶ ἅττ' ἄν ποτε τούτῳ λέγειν ἐπέλθῃ. ἀλλὰ καὶ νῦν σε τοῖς ἵπποις ἀνακεῖσθαί φησι καὶ τοῖς τρέφειν δυναμένοις παρεδρεύειν ἀεὶ καὶ τέχνην σε κολάκων ἐπανῃρῆσθαι τῇ γαστρὶ χαριζόμενον. οὐκ ἂν δυναί μην εἰς ἅπαξ εἰπεῖν ὅσα δὴ πολλάκις ταῖς ἐμαῖς ἀκοαῖς ἐπαντλεῖ. τὸ δὲ αἴτιον" 1γυμνός" 2 φησι" 1τὸ τούτου μέρος ἐγώ" 2. ἓν μόνον μοι ἱμάτιον ὑπελείπετο πρὸς ταφήν, καὶ διὰ τοῦτον ἀνάλωται. λίνον γάρ φησιν" 1εἰργασμένον λαβών, ὡς δὴ χερσὶ τῶν αὑτοῦ θεραπαινίδων ἀποδείξων ἱμάτιον, Ἴρου με παρεῖδε γυμνότερον· χρόνος πολύς" 2 φησι" 1καὶ παρατέ ταμαι ταῖς ἐλπίσιν" 2. εἰ τοίνυν σοι μέλει τὴν ἐκείνου γλῶτταν πραοτέραν ἐργάσασθαι, καὶ τὰς ἐμὰς ἐλευθεροῦν ἀκοάς, ὡς τάχος πέμπε θοιμάτιον. εἰ δὲ μή... ἀλλ' οὐ φέρω λέγειν ὅσα καὶ λέξειεν ὃς καὶ μηδὲν ἔχων ἐγκαλεῖν φλυαρίαν τὸν βίον πεποίηται. εἰ δὲ καὶ προσλάβοι τι δίκαιον, εἴποις ἂν αὐτοῦ τῇ γλώττῃ τὸν θυμὸν ἐνοικεῖν. 100 Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖσ Τοῦ ἀέρος ἡ τροπὴ τὴν ἐξ ἀνάγκης ἡμῖν ἀναφέρουσα σιγήν, τὴν ἐκ προ αιρέσεως διελέγχει λοιπόν. οὐκοῦν ἁμιλλᾶσθε ταῖς ἐπιστολαῖς, τοσαῦτα γράφοντες ὁπόσα βουλόμεθα. βουλόμεθα δὲ μηδένα πρὸς ἡμᾶς ἰέναι μὴ κομίζοντα γράμματα. ὃς γὰρ ἂν ἐλθὼν εἴπῃ τὰ κοινὰ ταῦτα, ὡς" 1ἠσχόληντο δή" 2, ὡς" 1γράφειν ἔμελλον" 2, ὡς ἐξαίφνης ἀνέπλευσα" 2, ἄπεισι παρ' ἐμοὶ κριτῇ ῥάθυμος περὶ φιλίαν κριθείς. εἰ δὲ ταῦτα τοὺς μὴ κομίζοντας μέμφομαι, πόσον οἴεσθε τοὺς μὴ διδόντας ὑμᾶς; 101 Ζαχαρίαι ἀδελφῶι Ὅσης με τῆς φιλοτιμίας ἐνέπλησας τὴν σμικρὰν ἐξάρας ἐπιστολὴν καὶ τὴν ὡς ἂν αὐτὸς εἴποις Λακωνικήν. ἰδοὺ δή σοι καὶ σοβαρὸν ὁρῶ καὶ Σπαρτιάτης αὐτόχρημα γεγένημαι, καί μοι πάντα Λυκοῦργος, ὁ δὲ Σόλων οὐδέν. μικροῦ δεῖν καὶ Δωρικὴν ἀφῆκα φωνήν, τῆς Ἀττικῆς ἐκείνης εἰς λήθην ἐλθών. λυπεῖ δέ με καὶ πατρὶς ἐκ μέρους τετειχισμένη, ὅτι δὴ μὴ τῆς ἀτειχίστου Σπάρτης [ἐστὶν] εἰκών. τοιαῦτα δύναται ῥήτωρ ἀγαθός, πρὸς πάθος ἕλκων οἷον καὶ βούλεται. εἰ δέ με πάλιν ὡς Ἀττικὸν ἐπαινέσεις, ὅρα μὴ τὴν Σπάρτην αὖθις ἀρνήσωμαι, οὕτω τῷ πόθῳ τῶν σῶν γραμμάτων μεθέλκομαι. ἀλλ' ὅπως μὴ παίζειν ἐθέλων ἐπαινέσῃς τὴν Αἴγυπτον, καὶ τῷ λόγῳ γενοίμην Αἰγύπ τιος. οὐκοῦν φεῖσαι πρὸς Διός· οὐ γὰρ ἔχω μὴ θαυμάζειν ὁπόσα καὶ σύ. 102 Γεσσίωι ἰατροσοφιστῆι Ἥσθην ὅτι τὸν καλὸν Δωρόθεον, ὃν ὑμῖν διὰ γραμμάτων συνέστησα πρότερον, τοῦτον ἐκ μεταβολῆς αὐτοί μοι συνιστῶντες ἐγράψατε. τί γὰρ ἂν εἴη μεῖζον τεκμήριον τοῦ κατ' ἐλπίδας ἡμῖν χωρῆσαι τὰ γράμματα; ἐλθὼν δὲ πρὸς ἡμᾶς οὐδὲν ἤθελε λέγειν ὅτι μὴ σέ, κἀμοὶ χαριεῖσθαι θέλων καὶ τῇ μνήμῃ τῶν σῶν εὐφραινόμενος, καί σε πολὺν ἐπὶ στόματος ἦγεν ὡς εὔνουν ὡς ἀγαθὸν ὡς γλώττῃ καὶ χειρὶ τὸν Ἀσκληπιὸν περικείμενον, καὶ ὅτι δὴ τὸ τῆς ἰατρικῆς αὐστηρὸν αἱ τῆς ὑμετέρας γλώττης παρεμυθήσαντο χάριτες. ταῦτα λέγοντος προὐλάμβανον τοὺς ἐπαίνους ἐγὼ πρὶν ἀκοῦσαι τὰ σὰ διηγούμενος, καὶ" 1γλαῦκα φέρεις Ἀθήναζε" 2 πρὸς τοῦτον ἔλεγον μειδιῶν· ὁ δὲ φιλονεικότερος ἦν, καὶ δοκῶν τι καινὸν ἐπάγειν, πάλαι κείμενον εὕρισκε παρ' ἐμοί, καὶ μεθ' ἡδονῆς ἐσίγα λοιπόν, χάριν εἰπὼν ἔχειν τοῖς θεοῖς εἰ τοιοῦτον εὐτύχησε τὸν διδάσκαλον, περὶ οὗ καὶ πάντα λέγειν ἔστι καὶ καινὸν ἀπαγγέλλειν οὐδέν. ἀλλὰ σαυτὸν ὅλον φέρων ἐπίδος τῷ νέῳ, ὃς εἰ καὶ μηδὲν ἕτερον, μεμνῆσθαι γοῦν οἶδε τῶν εὖ ποιούντων. 103 Στεφάνωι Ἥσθην δεξάμενος τὴν ὑμετέραν ἐπιστολήν, ὃν ἡδόμην ἀεὶ τῇ μνήμῃ λαβών, τοῦτον διὰ τῶν γραμμάτων θεώμενος, εἴ γε τῆς ψυχῆς ὄντως εἰκόνες οἱ λόγοι. καὶ εἴ μοι δίδως εἰπεῖν μείζων ἢ κατ' ἐμαυτὸν ἐδόκουν γενέσθαι, σκοπῶν ὥς με φίλων ἐγκαταλέγεις χορῷ καὶ λόγος ἐμοῦ παρὰ σοὶ καὶ γραμμάτων ἄρχεις προκαλουμένων τὰ παραπλήσια. δι' ὧν δέ με θαυμάζειν ἐδόκεις, σαυτὸν ὁρᾶν παρεῖχες τοῖς γράμμασι, δι' ἐμοῦ μέσου τὰ σαυτοῦ διηγούμενος. ὥστε με μειδιῶντα λέγειν πρὸς ἐμαυτόν·" 1ὡς ἀληθεῖς οἱ λόγοι, νὴ τοὺς θεούς, εἰ περὶ τοῦ γεγραφότος ἐλέγοντο." 2 νυνὶ δὲ λέγων ἐλάνθανες οὐχ οἷος ἐγώ, ἀλλ' οἷον εἶναί με δεῖ τοιούτων ἐπαίνων τευξόμενον. πολλὰ δέ σοι κἀγαθὰ γένοιτο καὶ σπουδῆς ἕνεκα καὶ τρόπων πραότητος καὶ μνήμης εὐνοίας, καὶ τὸ δὴ μέγιστον, ὅτι καὶ μὴ παρὼν καθέστηκας παραπλήσιος.