Horologium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius-of-gaza-pg-87a-87c" aria-label="More works by Procopius of Gaza PG 87 a 87 c">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Horologium Ἡ τῶν παρόντων ἔκφρασις ἔργων δεῖται μὲν λόγου πρὸς τὴν τέχνην ἁμιλλωμένου, εἰ δὲ τούτων ἐλάττων ὀφθείη, καὶ τοῦτο τοῦ ποιήσαντος θαῦμα, ὅτι κρείττων γέγονε πράττων ἢ ψιλῶς εἰρηκότες ἡμεῖς. ὅθεν εἰς ἔπαινον αὐτῶι τελευτᾶι καὶ τῶι ἀγαθῶν αἰτίωι τὴν πρέπουσαν εἰς Δύναμιν ἀποδίδωσιν εὐφημίαν, δι' ὃν ἡ πόλις τῶν παρόντων ἀπολαύειν ἔσχεν εὐτυχημάτων. ΕΚΦΡΑΣΙΣ ΩΡΟΛΟΓΙΟΥ. Ἄλλοι μὲν ἄλλα ὁρώντων καὶ εἴ γε βούλοιντο λέγοιεν, οἱ μὲν Αἰγύπτου πυραμίδας οἷα δὴ τὰ Αἰγυπτίων ἀιδόμενα, ὁ δέ τις ἐπιδημῶν Βαβυλῶνι Βὴλ Διὸς ἱερὸν ἴδοι καὶ ἑτέρους ἐφ' ἑτέροις ἄλλον ἐπ' ἄλλωι πύργους ὀκτώ· ὁμῶς δὲ παραλαβέτω τὸν Ἥφαιστον καὶ θεῶν οἴκους αὐτῶι παρεχέτω δημιουργεῖν," τοὺς Ἥφαιστος ἐποίησεν ἰδυίηισιν πραπίδεσσι", καὶ" Ἀμφιγύην" εἶναι λεγέτω τὸν αὐτὸν θεὸν μόγων ἀεὶ καὶ προσεδρείας τὴν αὐτοῦ τέχνην δεομένην εἰδώς· τοιοῦτον γὰρ τὸ μὴ κινεῖσθαι προσκαρτεροῦντα τοῖς ἔργοις. εἰδυίας οὖν ἔχων φρένας καὶ σῶμα ἐφ' ἑνὸς ἱδρυμένον χωρίου νῦν μὲν τὴν ἀσπίδα τὴν Ἀχιλλέως, ἔργον ἐξαίσιον Ὁμήρωι, ποιεῖ, καὶ διακονοῦσιν αὐτῶι πρὸς τὴν χρείαν ζῆν εἴδωλα δοκοῦντα καὶ τὴν φλόγα ζωπυροῦσιν αὐτομάτωι φορᾶι. εἰς τὴν Φαιάκων δὲ νῆσον ἐλθὼν ἄλλ' ἐποίησεν ἔργον θαυμάσιον· κύνες ἦσαν Ἀλκίνωι φύλακες τῆς αὐλῆς· οἱ δὲ κύνες οὐχ οἱ συνήθεις οὗτοι καὶ ζῶντες, χρυσὸς δὲ νὴ Δία καὶ ἄργυρος δία τέχνην τὴν Ἡφαίστου κίνησιν ἔχοντες. ταῦτα μὲν οὖν μῦθός τε ἦν ἐμοὶ καὶ λόγος ἐδόκει, καὶ Ὅμηρος ἐτρύφα τῆι τέχνηι λέγων ἐπ' ἀδείας ἃ μήτε ἦν μήτ' ἐγένετο πώποτε· νυνὶ δὲ τοῦ παρόντος Ἡφαίστου ἔργα καὶ τέχνην ἰδὼν........ ταῦτα κἀκείνοις ἀληθέσιν εἶναι συγχωρεῖν ἐπιτρέπω. Λέγειν οὖν ἐθέλοιμι ταῦτα καὶ εὔχομαι· νικᾶι γὰρ λόγον ἡ θέα ἀμηχανοῦσα καὶ αὐτὴ πρὸς ὅτι δέοι φερομένη ἐς πάντα· μεταπηδᾶι γὰρ ἄνω καὶ κάτω καὶ πάντα βλέπειν ἐθέλει, εἶτα θᾶττον ἤπερ ἔδει μεθισταμένη τῆς ἐφ' ἑκάστωι τούτων ἀκριβείας ἐκπίπτει· οἶδα τοῦτο παθών. οὔτε γὰρ τοῖς πρώτοις ἐνεκαρτέρουν ἐπιθυμίαι τῶν ἄλλων, τά τε δεύτερα πρὶν ἔχειν ὡς ἔδει, ἐπὶ θέαν ἀνεχώρουν ἑτέραν. καὶ ἦσαν ὀφθαλμῶν ἑλιγμοὶ καθὰ τοῖς ὁρῶσι τὸν πρὸς Νείλωι λαβύρινθον, Ἰωνικός τις ἔφησε συγγραφεύς. Πόθεν οὖν ἀρκτέον ἂν εἴη; τί δὲ πέρας, ὦ φιλότης, ἐπιθήσομεν τῶι λόγωι; οἶκός ἐστιν ἐν μέσηι τῆι πόλει μέτρα φέρων, ἀντιπρόσωπος μὲν τῆι βασιλείωι στοᾶι, ἐξ εὐωνύμου δὲ χωρίον ἀπείρων ἀνθρώπων ἐνδιαίτημα θέρους. διττὴ δὲ τούτου κιόνων προέστηκε συζυγία πρὸς τὴν ἕω καὶ δύσιν μεμερισμένοι πολλῶι τε διαστήματι ποιοῦντες τὸν κατόπιν οἶκον ὁρᾶσθαι, ὥστε μηδένα τοῖς ὁρωμένοις παρενοχλεῖν. μαρμάρων πτυχὶς τῶν κιόνων τὰ μέσα συνέχουσα, ὀξέων πασσάλων αὐτοῖς ἐμπεπηγότων σιδήρου, κώλυμα τοῦτο τῶν εἴ τις προπετὴς καὶ ὑπερβῆναι φιλονεικεῖ. Ἀλλὰ καὶ Γοργὼ ἀφ' ὕψους βλοσυρὸν ἀπειλεῖ τοῖς ὅσοι γνώμηι προσελθεῖν αὐθαδεστέραι τολμῶσιν, ἐναλλάττουσα τοὺς ὀφθαλμοὺς ὁπόσα τῆς ἡμέρας τὰ μέρη, καθάπερ ὅτ' ἔκτανε τὴν κεφαλὴν αὐτῆς ἀποτεμὼν ὁ Περσεύς, εἴ τις ἐλύπει, λίθον ἔδει γενέσθαι φανείσης. ταύτην ἂν εἶπεν ἡ τραγωιδία" αἱματωπόν τε καὶ δρακοντώδη κόρην", εἰ τοιούτους εἶχε διαπερῶντας ὀφθαλμούς. ὅτε γὰρ τὸ σύμβολον φέρει τοῦ πεπληγέναι, μέλλει τοὺς τὸ παρὸν ἔργον ὁρῶντας ἐκπλήξειν. Ἀλλ' ἴωμεν ἐπὶ τὰ ἄλλα, ἐπεὶ καὶ ἄνωθεν τῶν ἔργων ἡψάμην. Θύραι γὰρ πρόκεινται, καὶ τάς γε τῆς ἡμέρας κρύπτειν τι δοκῶ· αἱ δὲ νυκτὸς ἀνωτέρω μέν, οὔπω γράφω δὲ ταύτας. ὅθεν ἄν τις ἴδηι κόσμωι ἅσπερ ἂν ἀναπετάσαντες ὦμεν, ἄνωθεν ἀρξόμεθα, καὶ οὕτω δὴ τὸ πρῶτον ἀπαιτοῦν ἐπ' ἀκριβείαι τὸν ὕμνον πρῶτον ἔσται τῶι λόγωι· διὸ μενέτω τὴν ἑσπέραν καὶ τὸν ἐκλάμψοντα λύχνον τῶν θυρῶν τοῦ ὑπερώιου. Ἀλλὰ προέλαβε τῆι παραδόξωι τι κινήσει, ὅτι φοβεῖ τοὺς θεατάς. τὰ δὲ μέσα ταῦτα σκοπῶμεν ὡς ἔχει. καλκοῖ τινες ἀετοὶ πρὸς ἕνα στοῖχον ἑστᾶσι ταῖς ὑποκειμέναις ὥραις ἴσον ἔχοντες ἀριθμόν. στεφανηφοροῦσι δὲ πάντες, οὐ κορυφὴν ἐστεμμένοι οὐδὲ νίκην δηλοῦντες ἰδίαν· ἄκροι δὲ ποδῶν ὄνυχες εἰς ταὐτὸν ἐλθόντες συνέχουσι τοὺς στεφάνους καραδοκοῦντος ἑκάστου τὸν ὑπ' αὐτῶν Ἡρακλέα, πηνίκα τῶν ἐπικειμένων ἐξίοι θυρῶν παραλ λάξαντος αὐτὰς τοῦ πρὸ τούτων ἑστῶτος Ἡλίου. βαδίζει γὰρ οὗτος μετρῶν τὴν ὥραν κινήσει. ὡς δὲ τούτων ἄρχων βασιλικὸν ἀνείληφε σχῆμα, λαιᾶι μὲν χειρὶ τὸν πόλον ἀνέχων, ἀνατάσει δὲ δεξιᾶς ἀφεῖναι κελεύων τὰς θύρας ὥσπερ οἱ τοὺς ἵππους ἐξιέναι τῶν βαλβίδων κελεύοντες. καραδοκῶν οὖν ἐφέστηκεν ἀετός, ὁπότε τῶν ἐπικειμένων ὁ τοῦ Διὸς Ἡρακλῆς ἐξίοι θυρῶν ὥραν ἀγγέλλων, ὁ μὲν πρῶτος τὴν πρώτην, πρὸς δὲ τὸν ἀριθμὸν οἱ λοιποί. δώδεκα μὲν γὰρ ὧραι, πᾶσαι δέ εἰσιν Ἡρακλῆς, οὐκ ἀργὸς μὰ Δία καὶ πράττων οὐδέν· ἀργεῖν γὰρ ὅλως οὐ φίλον ἦν Ἠρακλεῖ. οἱ πάλαι δὲ ἆθλοι καὶ νῦν ἔργον αὐτῶι οὐκ Εὐρυσθέως ἔτι, ἀλλὰ τέχνης ἀνάγκηι· συνδιήιρηται δὲ τοῖς ἄθλοις διττὴν ἑξάδα πληρῶν. Πρῶτον οὖν ἀγώνισμα λέων καὶ ἡ Νεμέα χωρίον αὐτῶι. ἀνεῖλε καὶ τὴν ὕδραν, εἰ καὶ φιλονείκοις ἐπημύνετο κεφα λαῖς. ἠρυθρία δὲ νικῆσαι κάπρον, ἀλλ' ὅμως ἐνίκα. χρυσᾶ ἐλάφωι ἐπεφύκει τὰ κέρα, καὶ γέγονεν Ἡρακλεῖ. ἀλλὰ μὴν ὄρνιθες ἐλύπουν τὴν καρδίαν καὶ ἔργον ἦσαν τοῦ τόξου. οὐδὲ τὰς Ἀμαζόνας ἀκεραίους ἀφῆκεν, εἰ μὲν ζωστῆρά τινα ζητῶν, οὐκ ἂν εἴποιμι· ἐμίσει δὲ γυναῖκας" ἀντιανείρας" ἀκούων. Αὐγείαν κόπρος ἐλύπει· καὶ ταύτης ἐλεύθερος ἦν. ἡ δὲ Κρήτη ταῦρον μὲν εἶχε δεινόν, ἀλλ' οὐχ ὤστε νικᾶν Ἡρακλέα. τί δ' ἂν εἴποις Διομήδους τὰς ἵππους; οὐ μέχρι τούτου φονικαί τε ἦσαν καὶ ἴσαι θηρίοις; ἀλλὰ καὶ Γηρυόνης ἐκόμα βουσί, καὶ τρεῖς αὐτῶι κεφαλαί· μετὰ δὲ τῶν βοῶν οἶμαι καὶ ταύτας ἀφήιρητο· οὐδὲ τὸν Ἄιδην ἀφῆκεν ἀπείρατον ἀρετῆς πρὸς τὸν ἐνταῦθα κύνα μάχην ἀράμενος καὶ δείξας ἡλίωι τὸ τέρας. ἔδει καὶ μήλων χρυσῶν Εὐρυσθεῖ πρὸς ἐσχατιὰν κειμένων τῆς γῆς· Ἑσπερίδων μὲν τὰ μῆλα, δράκων δὲ φύλαξ ἦν οὐ φορητὸς ἐς ἀλκήν. ἀλλ' ὁ μὲν ἔκειτο βληθείς, τὰ δὲ μῆλα ἦν Εὐρυσθεῖ. ταῦτα Ἡρακλέους ἔργα καὶ πόνοι, ἐντεῦθεν ὧραι καὶ στέφανοι καὶ χαλκὸς παρὰ φύσιν ἐπτερωμένος. Τὰς οὖν χαλκᾶς ἀπωσαμένωι θύρας καὶ σὺν ἄθλωι φανέντι ἐφέπεται μὲν ἄνωθεν ἀετός, πτέρυγάς τε ἁπλώσας καὶ ποσὶν ἀμφοτέροις ἴσον ἴσηι κεφαλῆι τὸν στέφανον ἐπιφέρων· βραχὺ δὲ διατρίβει καθάπερ ἀπολαύων ἡρωϊκῆς κεφαλῆς· εἶτα τοῦτον ἀφεὶς Ἡρακλεῖ καὶ διαστήσας τὼ πόδε μετεωρίζεταί τε καὶ ὃν εἶχε τόπον λαγχάνει, ταῖς πλευραῖς ἐπιθεὶς τὰ πτερὰ καὶ συναγαγὼν αὖθις ἐφ' ἑαυτόν, θήραν διδοὺς ἀγαθήν, ἀλλ' οὐ συνῆλθε λαχών. πρός γε μὴν τοὺς στεφάνους προκύπτει μὲν Ἡρακλῆς, ὡς ἂν ὁρῶιτο πᾶσιν ὡς ἐν μέσωι σταδίωι, κἆτα πρὸς ἰδίαν ἐτράπετο χώραν, οὗπερ ἐπόθει τυχών. ἀετὸς δὲ τῶι στεφάνωι διακονεῖ, ὅτε Ζεὺς μὲν Ἡρακλέους πατήρ, ἀετὸς δὲ ὄρνις Διός. ὡς οὖν ἐξ οὐρανοῦ καὶ πατρὸς μισθὸν ἱδρώτων στεφανοῖ νενικηκότα τῆι μνήμηι τοῦ πάθους· καὶ ὑπερίπταται καὶ κρατεῖ τῶν ὀρνέων, καθάπερ οὗτος ὑψοῦτο τῆι φήμηι· οὐ δεῖται δὴ κήρυκος ἀναγορεύοντος τοὺς στεφάνους. ἐν ἑτέρωι δὲ τόπωι μέσην ἐπέχοντι χώραν μεγάλωι τε καὶ καταπλήττειν εἰδότι καὶ προβεβλημένωι τῶν ἄλλων οὔπω μὲν ἴουλον ἕλκει, ἕστηκε δὲ γυμνός, πλὴν ὅσα τῶν ὤμων ἐξῆπται κατόπιν ἡ λεοντῆ, ἀνέχει δὲ τῆι λαιᾶι ἠχεῖον. τοῦτο καλεῖται λέων, ἔφησεν ὁ τεχνίτης· ἐκ μέσου δὲ κρέμαται καὶ σαλεύει· καθώπλισται δὲ κορύνηι τὴν δεξιὰν ἀντιδιδοὺς καὶ τῆς ἐκείνου βοῆς, ἀνατείνει τε ταύτην καὶ δίδωσι πληγὴν τῶι χαλκῶι· ὁ δὲ μετέωρός τε ὢν καὶ τοσαύτηι ῥώμηι πληγεὶς βοᾶι τε μέγα καὶ παρατείνει τὸν ἦχον. ἐφ' ἑνὶ μὲν οὖν ἄθλωι μία πληγή, ἐφ' ὥραι δὲ δευτέραι διττή. συλλέγει γὰρ ἐφ' ἑκάστηι καὶ τῶν φθασάντων ἄθλων τὸν ἀριθμόν, μέχρι πληρώσας· ὡσαύτως ἕξ, μὴ αὐξήσας ταῦτα πλήθει τὴν ἀκοὴν ἀποκναίοι, τὴν ἑβδόμην πρώτην ἡγεῖται καὶ μίαν ἠχεῖ, εἶτα καὶ δύο καὶ ἑξῆς, μέχρι τὰς ἄλλας ὑποσημαίνων τοσαῦτα φωνήσειεν ὁ χαλκὸς εἰς ἑξάδα δευτέραν ὅσα δεῖ. ἐπὶ μεῖζον δ' ἀκούεται ἢ καὶ πάρεστι θέα. πόρρω δὲ λαχοῦσι τὴν στάσιν εἰδέναι τοῦ χρόνου τὸ μέτρον. ἅπασι ῥάιδιον. Ἀκούει δὲ καὶ Πάν· δηλοῖ δὲ τοῦτον εἶναι δασύ τε γένειον καὶ κέρας ἐν μετώπωι διττόν. ἐς ἔρωτα δ' Ἠχοῦς ἔπεσεν, ἥπερ εἰς γέλωτα παιδιαῖς ἐδίδου τὸν Πᾶνα. ποθῶν δὲ τὴν Ἠχὼ αἰσθάνεται τοῦ χαλκοῦ καὶ ἐκπλαγεὶς ἀνατείνει τὴν δεξιὰν καὶ περιφέρει τὸ πρόσωπον, εἴ πως ἴδοι τὴν κόρην στροφὰς στρεφόμενος, ὁποίας ἔρως ἀτυχῶν ἐμποιεῖ. εἴποις δ' ἂν αὐτὸν καὶ τὸν Ἡρακλέα θαυμάζειν, ὁπόσος καὶ οἷος. Ἔδει δὲ Πανὸς παρόντος μηδὲ Σατύρους ἀπεῖναι. ἐπιγελῶσι δὲ καὶ κωμικῶς μέσον εἰληφότες τὸν Πᾶνα, πρόσωπον ὁρῶντες ἐρωτικόν τε καὶ ἄγριον καὶ ἦθος κεκραμένον, ἥμερόν τε καὶ ἀπηνές. ἀλλ' οὗτοι μὲν ὑπὲρ κεφαλῆς τοῦ νεώ, καθ' ὃν ὁ τῆς Ἀλκμήνης ὁρᾶται γυμνός. Ὁ δὲ τοῦ Τυδέως στάσιν λαχὼν δεξιὰν ἦν ἄρα καὶ νῦν τῆι σάλπιγγι φίλος· ἐπιβοᾶι γὰρ Ἡρακλεῖ πρὸς ἆθλον ἔσχατον ἐλθόντι, καθάπερ ἐν Σκύρωι τὸν Πηλέως εὑρών. τοσοῦτον γὰρ ἦισε καὶ τότε μετρῶν ἴσας ἡμέραι. Οἰκέτης δέ τις ἀκούσας λουτροῦ φέρει παρασκευὴν τῶι δεσπότηι, ὡς εἰκός, ἤδη τῶν ὄψων ἡτοιμασμένων. ἃ δὴ φέρων ἄλλος ἐξ ἀγορᾶς ἀρχομένης ἡμέρας ἐπείγεται. ἐοίκατον δὲ ἄμφω δυσκόλωι δεσπότηι διακονεῖν· οὐ γὰρ ἂν τοσοῦτος ὑπῆρχεν ὁ δρόμος. Καὶ ποιμὴν δὲ ἐκεῖνος τὴν ἐναντίαν στάσιν λαχὼν παραδοὺς τῆι λαιᾶι ποιητικῶς εἰπεῖν τὴν καλαύροπα ἥδεταί τε καὶ μειδιᾶι καὶ ἀνυψοῖ πρὸς θαῦμα τὴν δεξιάν. Ἀλλὰ ταύτηι μὲν ἀμφὶ τοῖς ἄθλοις ἦχος καὶ θαῦμα καὶ σάλπιγξ. Ἀναλαβὼν δὲ τὸν δωδέκατον τῶν ἄνωθεν ἀγώνων ὁ σοφὸς οὑτοσὶ μείζονι τοῦτον δίδωσιν Ἡρακλεῖ. Τοξότης μὲν οὗτος ὑπὸ τῶι Διομήδει σταθείς, ὁ δὲ ἆθλος μῆλα πάλιν χρυσᾶ. βέλος μὲν οὖν οὗτος ἐπέθηκε τῆι νευρᾶι ἑλκομένηι μὲν ἐπὶ μαστὸν χειρὶ δεξιᾶι, τῆς εὐωνύμου δὲ τὸ τόξον ὠθούσης τὸ μέσον ἀμφοῖν τῶι βέλει τόσον μῆκος προκυπτούσης ἔξω τῆς προβεβλημένης ἀκίδος. πρὸς ἀκριβῆ δὲ θέαν συνάγει τὸ βλέμμα ἐπὶ λεπτοῦ σκοποῦ μέλλων ἀφεῖναι τὸ βέλος...