Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Procopius Caesariensis
De aedificiis
Aedi 1.2.16
Choose a text More by Procopius
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
1.2.1
Ἀγορά τις πρὸ τοῦ βουλευτηρίου ἐτύγχανεν οὖσα· καλοῦσι δὲ Αὐγουσταῖον τὴν ἀγορὰν οἱ Βυζάντιοι. ἐνταῦθα ξυνθῆκαι λίθων οὐχ ἧσσον ἢ ἑπτὰ ἐν τετραγώνῳ πεποίηνται, κατὰ μὲν ἀπόβασιν ξυγκείμεναι πᾶσαι, τοσοῦτον δὲ ἑκάστη τῆς ἔνερθεν οὔσης ἐλασσουμένη καὶ ἀποδέουσα, ὥστε δὴ τῶν λίθων ἕκαστον τῇ ἐμβολῇ προὔχοντα βαθμὸν γεγονέναι τῶν τε ἀνθρώπων τοὺς ἐκείνῃ ἀγειρο
1.2.2
μένους ἐπ' αὐτῶν ὥσπερ ἐπὶ βάθρων καθῆσθαι. ἐν δὲ τῇ τῶν λίθων ὑπερβολῇ κίων ἐπανέστηκεν ἐξαίσιον ὅσον, οὐ μονοειδὴς μέντοι, ἀλλὰ λίθοις ἐν περιδρόμῳ εὐμεγέθεσι σύνθετος, ἐγγωνίοις μὲν τῇ ἐντομῇ οὖσιν, ἐς δὲ
1.2.3
ἀλλήλους ἐμπειρίᾳ τῶν λιθοδόμων ἐναρμοσθεῖσι. χαλκὸς δὲ ἄριστος ἔν τε πίναξι καὶ στεφάνοις διαχυθεὶς περιβάλλει πανταχόθι τοὺς λίθους, ἐν μὲν τῷ βεβαίῳ συνδέων, ἐν κόσμῳ δὲ αὐτοὺς συγκαλύπτων, καὶ τά τε ἄλλα σχεδόν τι πάντα καὶ διαφερόντως τά τε ἄνω καὶ τὰ κάτω
1.2.4
ἐς τοῦ κίονος τὸν τύπον ἀπομιμούμενος. ὁ δὲ χαλκὸς οὗτος τὸ μὲν χρῶμά ἐστι χρυσοῦ ἀκιβδήλου πρᾳότερος, τὴν δὲ ἀξίαν οὐ παρὰ πολὺ ἀποδέων ἰσοστάσιος ἀργύρῳ
1.2.5
εἶναι. ἐν δὲ τοῦ κίονος τῇ κορυφῇ χαλκοῦς ἕστηκεν ὑπερμεγέθης ἵππος, τετραμμένος πρὸς ἕω, θέαμα λόγου πολλοῦ ἄξιον. ἔοικε δὲ βαδιουμένῳ καὶ τοῦ πρόσω λαμ
1.2.6
πρῶς ἐχομένῳ. ποδῶν τῶν προσθίων ἀμέλει τὸν μὲν ἀριστερὸν μετεωρίζει, ὡς ἐπιβησόμενον τῆς ἐπίπροσθεν γῆς, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ λίθου ἠρήρεισται, οὗ ὕπερθέν ἐστιν, ὡς τὴν βάσιν ἐκδεξόμενος· τοὺς δὲ ὀπισθίους οὕτω ξυνάγει ὡς, ἐπειδὰν τὸ μὴ ἑστήξειν αὐτοῖς ἐπιβάλ
1.2.7
λοι, ἐν ἑτοίμῳ εἶεν. τούτῳ δὴ τῷ ἵππῳ χαλκῆ ἐπιβέβηκε τοῦ βασιλέως εἰκὼν κολοσσῷ ἐμφερής. ἔσταλται δὲ Ἀχιλ
1.2.8
λεὺς ἡ εἰκών. οὕτω γὰρ τὸ σχῆμα καλοῦσιν ὅπερ ἀμπέχεται. τάς τε γὰρ ἀρβύλας ὑποδέδεται καὶ τὰ σφυρά ἐστι
1.2.9
κνημίδων χωρίς. εἶτα ἡρωϊκῶς τεθωράκισται καὶ κράνος αὐτῷ τὴν κεφαλὴν σκέπει δόξαν ὡς κατασείοιτο παρεχό
1.2.10
μενον, αἴγλη τέ τις ἐνθένδε αὐτοῦ ἀπαστράπτει. φαίη τις ἂν ποιητικῶς εἶναι τὸν ὀπωρινὸν ἐκεῖνον ἀστέρα. βλέπει δὲ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, τὴν ἡνιόχησιν
1.2.11
ἐπὶ Πέρσας, οἶμαι, ποιούμενος. καὶ φέρει μὲν χειρὶ τῇ λαιᾷ πόλον, παραδηλῶν ὁ πλάστης ὅτι γῆ τε αὐτῷ καὶ θάλασσα δεδούλωται πᾶσα, ἔχει δὲ οὔτε ξίφος οὔτε δοράτιον οὔτε ἄλλο τῶν ὅπλων οὐδέν, ἀλλὰ σταυρὸς αὐτῷ ἐπὶ τοῦ πόλου ἐπίκειται, δι' οὗ δὴ μόνου τήν τε βασι
1.2.12
λείαν καὶ τὸ τοῦ πολέμου πεπόρισται κράτος. προτεινόμενος δὲ χεῖρα τὴν δεξιὰν ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον καὶ τοὺς δακτύλους διαπετάσας ἐγκελεύεται τοῖς ἐκείνῃ βαρβάροις καθῆσθαι οἴκοι καὶ μὴ πρόσω ἰέναι. ταῦτα μὲν οὖν ὧδέ πη ἔχει.
1.2.13
Ἐκκλησίᾳ δὲ τῇ μεγάλῃ ὅμορον οὖσαν καὶ συγκαταφλεχθεῖσαν αὐτῇ πρότερον τὴν τῆς Εἰρήνης ἐπώνυμον Ἰουστινιανὸς βασιλεὺς ὑπερμεγέθη ἐδείματο, ἱερῶν τῶν ἐν Βυζαντίῳ σχεδόν τι ἁπάντων, μετά γε τῆς Σοφίας τὸν
1.2.14
νεών, οὐδενὸς δεύτερον. ἦν δέ τις μεταξὺ ταύταιν δὴ ταῖν ἐκκλησίαιν ξενών, ἀνθρώποις ἀνειμένος ἀπορουμένοις τε καὶ νοσοῦσι τὰ ἔσχατα, εἰ πρὸς τῇ οὐσίᾳ καὶ
1.2.15
τὸ σῶμα νοσοῖεν. τοῦτον ἀνήρ τις θεοσεβὴς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, Σαμψὼν ὄνομα. ἔμεινε δὲ οὐδὲ αὐτὸς τοῖς στασιώταις ἀνέπαφος, ἀλλ' ἐκκλησίᾳ ἑκατέρᾳ συγκα
1.2.16
ταφλεχθεὶς ἀπολώλει. Ἰουστινιανὸς δὲ αὐτὸν ἀνῳκοδομήσατο βασιλεύς, κάλλει μὲν κατασκευῆς ἀξιώτερον, πλήθει δὲ οἰκιδίων παρὰ πολὺ μείζω· προσόδῳ τε αὐτὸν ἐπετείων δεδώρηται χρημάτων μεγάλων, ὅπως δὴ πλείοσιν ἐς ἀεὶ ταλαιπωρουμένοις ἀνθρώποις ἰῷτο τὰ πάθη.
1.2.17
κόρον δὲ τῆς εἰς τὸν θεὸν τιμῆς ἢ πλησμονήν τινα ὡς ἥκιστα ἔχων, δύο ξενῶνας ἑτέρους ἀπ' ἐναντίας αὐτῷ ἔθετο ἐν ταῖς Ἰσιδώρου τε καὶ Ἀρκαδίου καλουμέναις οἰκίαις, τῆς βασιλίδος Θεοδώρας αὐτῷ τοῦτο δὴ τῶν ἔργων ξυν
1.2.18
επιλαμβανομένης τὸ ἱερώτατον. τὰ δὲ δὴ ἄλλα ἱερὰ ξύμπαντα, ὅσα τῷ Χριστῷ ὁ βασιλεὺς οὗτος ἀνέθηκε, τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθός ἐστιν, ὥστε λεπτολο
1.2.19
γεῖσθαι μὲν ἀμφ' αὐτοῖς ἀμήχανα εἶναι. οὐ γὰρ ἂν οὐδὲ ὁ λόγος οὐδὲ ὁ πᾶς ἡμῖν αἰὼν ἐπαρκέσοι κατάλογον πεποιημένοις ἀποστοματίσαι πρὸς ὄνομα τούτων δὴ ἕκαστον. ἄχρι τοῦδε εἰπεῖν ἡμῖν ἀποχρήσει.

Intertext edge

Open linked passage

Note